---
title: Testimonies
title_greek: Μαρτυρίαι
author: Horapollo the Grammarian
eul_wid: tbk-ab
eul_aid: tbk
canonical: "https://eulogikon.org/works/horapollo-testimonies-tbk-ab"
period: Late Antique
dialect: Koine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Testimonies

*Μαρτυρίαι*

**Author:** Horapollo the Grammarian

**eul_wid:** `tbk-ab` · [HTML page](https://eulogikon.org/works/horapollo-testimonies-tbk-ab)

## Text

### 3c,630,T 1

SUDA s.v. Ὡραπόλλων· Φενεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ· γραμματικός, διδάξας ἐν Ἀλεξανδρείαι τῆι ἐν Αἰγύπτωι, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου ἔγραψε Τεμενικά· Ὑπόμνημα Σοφοκλέους· Ἀλκαίου· Εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῆι τέχνηι ἄνθρωπος, καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. —Αἰγύπτιος· ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν· ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθών, πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας· ἑάλω δὲ ὁ γραμματηφόρος, καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραίσκον αἱροῦσι, καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπήιτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος κτλ.

### 3c,630,T 2

STEPH. BYZ. s.v. Φενέβηθις· πόλις Αἰγύπτου· τὸ ἐθνικὸν τῶι συνήθει [καὶ] χαρακτῆρι Φενεβηθίτης· οὕτω γὰρ Ὡραπόλλων ὁ φιλόσοφος ἐχρημάτιζεν.

### 3c,630,T 3

PHOT. Bibl. 279 p. 536 a 8: ἐν δὲ τῶι αὐτῶι τεύχει τῶι αὐτῶι περιείχετο μέτρωι (scil. τῶι ἰαμβικῶι) καὶ Ἑρμείου Ἑρμοπολίτου Πάτριά τε τῆς Ἑρμουπόλεως (638) καὶ ἕτερά τινα .... ἔτι δὲ καὶ Ὡραπόλλωνος γραμματικοῦ Περὶ τῶν πατρίων Ἀλεξανδρείας · συντίθησι δὲ καὶ αὐτὸς δράματα τῶι ὁμοίωι τύπωι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tbk-ab`.
