eul_wid: vta-aes
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book XIX by Scholia on the Iliad and Odyssey

How readily Homer's heroes weep is remarked when Thetis, bringing the new armour at dawn, finds Achilles lying over Patroclus's body in Book XIX. Odysseus, as peacemaker, has Agamemnon swear before the army that he never touched Briseis, and urges a royal feast. The horse Xanthus foretells Achilles' death by Apollo in Paris's shape, and because the Erinyes stop his voice, a note argues, the line in which Hera gave him speech should go.

Part of Scholia on the Iliad

ἀπʼ Ὠκεανοῖο ῥοάων: καὶ ἐξ ἡρωϊκοῦ προσώπου φησίν· «οὐδὲ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων».

ῥοάων: Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες ἀρσενικῶν, «Ἄρτεμι Κρητάων πότνια τοξοφόρων» «λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων» Ἐπίχαρμος καὶ ἀπὸ τῶν εἰς ος, «καλοὶ νησάων ἀστέρες» καὶ ἀπὸ οὐδετέρων, «βλεφάρων τʼ ἀπὸ κυανεάων»

ὤρνυτο: ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς.

φόως: τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον.

θεοῦ πάρα δῶρα φέρουσα: τὰ παρὰ θεοῦ δωρηθέντα· διὸ ἀναστρεπτέον ὡς καὶ ἐν τῷ «Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο».

εὗρε δὲ Πατρόκλῳ περικείμενον: τινὲς ἀνέστρεψαν τὴν περί, ἵνʼ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη «ἀμφʼ αὐτῷ χυμένη», τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν, οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἔτι καὶ τοῖς πλείοσιν καὶ τῷ Ἀσκαλωνίτῃ ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται.

περικείμενον: περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός. μονονουχὶ δὲ διὰ τῆς μεταφορᾶς τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς «ἀμφʼ αὐτῷ χυμένη» φησί. δαιμονίως δὲ ἀμφότερα καὶ λίαν μιμητικῶς.

κλαίοντα: πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ δάκρυα ἄγει, Ἀγαμέμνονα Πάτροκλον Ὀδυσσέα, ἐφʼ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν «ἀεὶ δὲ ἀριδάκρυες ἀνέρες ἐσθλοί» λιγέως δὲ ὀξέως. ἢ ἡδέως, «μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ».

μύροντο: ἐθρήνουν. ἢ ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί.

ἔν τʼ ἄρα οἱ φῦ χειρὶ … τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ: δαιμονίως ἀμφότερα· καὶ διὰ μὲν τῆς θίξεως ἐνδείκνυται ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ἀχνύμενοί περ ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.

ἐάσομεν: ὅτι ἀντὶ τοῦ ἐάσωμεν.

ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη: πρῶτα ἀντὶ τοῦ ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. ἐπεὶ πάντα εἰς θεοὺς ἀναφέρεται, χρή, φησίν, εἴκειν τῷ μοιριδίῳ. γράφεται καὶ «θεοῦ ὑπὸ χειρί».

πρῶτα: ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι καὶ μᾶλλον οἱ ἀτυχεῖς.

τύνη δʼ Ἡφαίστοιο πάρα ... δέξο: ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ παρʼ Ἡφαίστου.

τύνη: σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη.

τύνη: ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής.

τεύχεα … καλά: ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα.

οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν: νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος ἀμείνω τῶν πρῴην εἴργασται.

ἀνέβραχε: ψόφον ποιὸν ἀπετέλεσεν.

ἄλλως· ἀνέβραχε: ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ τὰ ὅπλα διὰ τοῦ ἔβραχεν, ὡς καὶ ἐπὶ Ἄρεος, «τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο». τοιοῦτον τὸ «ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοί» πρὸς τὸ «Τρῶες μὲν κλαγγῇ». ἐντεῦθέν τινες ἔμψυχα τὰ ὅπλα ἐνόμισαν εἶναι. διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν

ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιημένη, ὡς τὸ «ἔβραχε καλὰ θύρετρα» καὶ «ἔκλαγξαν ὀϊστοί». οὐκ ἄρα οὖν ἔμψυχα ἦν, ἀλλʼ ἤχησαν.

δαίδαλα: παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαήμων.

ἕλε τρόμος: ὅτι Ζηνόδοτος γράφει «ἕλεν φόβος». καθʼ Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή.

οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν: ἔτρεσαν πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατοῦντες ἀντοφθαλμεῖν. καὶ τί πείσονται ἄρα Τρῶες;

οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν μὴ δυνάμενοι.

ἔτρεσαν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων «ἕλεν φόβος»· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου.

ἔδυ χόλος: πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι «αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος».

ὡσεὶ σέλας ἐξεφαάνθη: ὡς πῦρ ἐφάνησαν ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ἀνταυγάσεως τῶν ὅπλων. σέλας δὲ τὸ νυκτερινὸν φῶς, ἀφʼ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι.

ἐξεφάανθεν: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «ἐξεφαάνθη».

ἐν χείρεσσιν ἔχων: ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ἀνέθετο. τινὲς δὲ γράφουσιν «ὀφθαλμοῖσιν ὁρῶν».

ὅπλα: νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, «ὅπλα δὲ πάντα εἰς ἄντλον». καὶ «ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήϊα».

ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά. νῦν δὲ τὰ πολεμικά φησιν.

οἷʼ ἐπιεικές ἔργʼ ἔμεν ἀθανάτων: ἐν ἑαυτῷ τὸ πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέχεται μείζονα. καὶ Ἀνακρέων «κωμάζει δὲ ὡς ἂν δεῖ Διόνυσος», αὐτὸν αὑτῷ συγκρίνας.

θωρήξομαι: ὡπλισμένος μαχοῦμαι.

μή μοι: συμπαθείας τὸ μοί.

καὶ τὸ μή μοι δὲ πολλῆς ἐστι φιλίας καὶ συμπαθείας.

ἄλκιμον υἱόν: τινὲς «ἀγλαὸν υἱόν», ἵνα ἁρμόζῃ τῇ αἰκίᾳ ἡ ὑπόμνησις τοῦ κάλλους.

τὸν τότε, οὐ τὸν νῦν. ἁρμόζει δὲ τῇ συμπαθείᾳ ἡ τῆς ἀλκῆς ὑπόμνησις καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ.

χαλκοτύπους: χαλκῷ τετυπωμένας. συλληπτικῶς δὲ εἶπε πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα «οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη».

εὐλὰς ἐγγείνωνται: εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς «αὐλή»· τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· «οὐλὴν μὲν πρῶτον», αὐλή, «ἀπειλή» «ὠτειλή» οὕτως καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δʼ ἔχεν οὔλας», λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ «οὐλή» προσέθηκα δὲ «εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως» διὰ τὸ «δείλη» βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ, δεέλη ἡ διπλῆ δέ, ὅτι ἐν τοῖς Ζηνοδότου «ἐγγίνωνται» διὰ τοῦ ι γέγραπται. δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγενήσωσιν· «οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός», ὅ ἐστι γεννήσῃς.

εὐλὰς ἐγγείνωνται: ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξίν, ἐξ οὗ οἱ σκώληκες γεννῶνται.

εὐλάς: εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως.

εὐλάς: ὀξυτόνως τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰλήσεως παρῆκται.

ἐκ δʼ αἰὼν πέφαται: τοῦτο διὰ μέσου· τὸ γὰρ ἑξῆς «ἀεικίσσωσι δὲ νεκρόν», κατὰ δὲ χρόα.

ἐκ δʼ αἰὼν πέφαται: τὸ ἐκ δʼ αἰὼν πέφαται οὐ παρέργως κεῖται, ἀλλʼ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι.

ἐκ δʼ αἰὼν πέφαται: ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ παρῄρηται.

κατὰ δὲ χρόα πάντα σαπήῃ: ὁ νεκρὸς κατασαπῇ τὸν χρόα. Ἀττικῶς δὲ ἔχει ἡ σύνταξις.

σαπήῃ: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ.

ἀλαλκεῖν: παρὰ Ἀριστοφάνει «ἀλαλκέμεν».

ἄγρια: θρασέα καὶ ἀναιδῆ.

ἄγρια φῦλα, μυίας: ἀντὶ τοῦ μυιῶν. ἢ τὰς μυίας, αἵ εἰσιν ἄγρια φῦλα.

Ἀρηϊφάτους: ὑπὸ σιδήρου πεφονευμένους. ἐξῆρε δὲ τὰς μυίας ταῖς λέξεσιν.

τελεσφόρον: τὸν τελειοῦντα τὰ φυόμενα.

ἢ καὶ ἀρείων: τοῦ νῦν.

ἀλλὰ σύ γʼ—δύσεο δʼ ἀλκήν: βραχὺ διασταλτέον Ἀχαιούς καὶ λαῶν πρὸς τὸ σαφέστερον.

ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιούς: ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος

δύσεο δʼ ἀλκήν: τινὲς τὴν πανοπλίαν. ἔστι δὲ ὡς τὸ «ἀναιδείην ἐπιειμένε».

μένος … ἐνῆκεν: ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ λύπῃ.

ἐρυθρόν: αἵματος ποιητικόν. ἢ ὅμοιον οἴνῳ τὴν χροιάν.

στάξε: συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας ἢ ὡς μιξάσης αὐτά.

ῥινῶν: τινὲς τῶν βυρσῶν. μετὰ δὲ τὸ ἔμπεδος εἴη γράφεται «ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπέβη Θέτις ἀργυρόπεζα».

βῆ παρὰ θῖνα θαλάσσης—ὦρσεν δʼ ἥρωας Ἀχαιούς: οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων δὲ «μετὰ πρώτοισι πονεῖτο».

θαλάσσης: ἐν ἄλλῳ «ποδάρκης».

ἥρωας: παρὰ Ἀριστοφάνει καὶ Ῥιανῷ «ἐρίηρας».

ἥρωας: τινὲς τοὺς βασιλεῖς νῦν.

καί ῥʼ οἵπερ τὸ πάρος γε ἕως τοῦ δοτῆρες: τοὺς τρεῖς τούτους στίχους τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ὑποστίζειν μένεσκον, νηῶν, δοτῆρες. ὁ δὲ λόγος· καὶ ὅσοι πρότερον ἐν τῷ ναυστάθμῳ ἔμενον, καὶ οὗτοι τότε παρῆσαν εἰς τὴν ἐκκλησίαν.

τοὺς τρεῖς στίχους τούτους τοῖς ἑξῆς συνάπτειν βέλτιον, ὑποστίζοντας εἰς τὸ νηῶν, δοτῆρες, μένεσκον. εἰς δὲ τὸ «Ἀχαιούς» τελείαν στιγμὴν θετέον.

οἵ περ: Μυρμιδόνες. ἢ οἱ τῶν ἄλλων Ἑλλήνων.

νεῶν ἐν ἀγῶνι: ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ ναυστάθμου.

καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν: τινὲς ἀπὸ κοινοῦ τὸ «οἵ», «καὶ οἳ ταμίαι παρὰ νηυσὶν ἔσαν».

σίτοιο δοτῆρες: σῖτον καὶ τὸν ἀκατέργαστον, «σῖτος ἀθέσφατος», καὶ τὸν εἰργασμένον «σίτου θʼ ἅπτεσθον», πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις καὶ νόμου ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς.

σίτοιο: σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυρὸν δὲ τὸν ἀκατέργαστον.

καὶ μὴν οἱ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεύς: ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία.

ἐξεφάνη: αἰφνίδιον ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

σκάζοντε: καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τετρωμένη

ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά: ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης μόνος τὸν πόδα τετρωμένος ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτο οὖν λέγεσθαι, ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ πρὸς τῷ ὑγιάσθαι ὄντων.

ἔγχει ἐρειδομένω: ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς «φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν».

πρώτῃ ἀγορῇ: καὶ ἀλλαχοῦ «ἕδρῃ τε κρέασίν τε».

αὐτὰρ ὁ δεύτατος ἦλθεν: ὅτι δεύτατος ἀπὸ τοῦ δεύεσθαι ὁ ἔσχατος. τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι. προσυνήχθη δὲ τὸ πλῆθος ὑπʼ Ἀχιλλέως.

δεύτατος: ὅτι δεύτερος ὑπερθετικῶς. ἢ παρὰ τὸ δεύεσθαι.

Κόων Ἀντηνορίδης: Φερεκύδης Κύνωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γὰρ αὐτὸν λέγει.

Ἀτρείδη, ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον ἔπλετο, σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρῳ ἔριδι μενεήναμεν: τὸν ἦ σύνδεσμον περισπαστέον: ἔστι γὰρ διστακτικός, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι, οἳ ἐνέκλιναν αὐτόν, καθʼ ὑπερβατὸν συντάσσοντες τῷ «πέρ», ἵνα τὸ ὅλον τοιοῦτον ᾖ … ἵνα ᾖ ἐρώτησις· «Ἀτρείδη, ἆρά τι κρεῖσσον ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν;»

Ἀτρείδη, ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον—μενεήναμεν: ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν η καθʼ ὑπερβατὸν αὐτὸν συντάσσοντες τῷ «πέρ», ἵνα τὸ ὅλον τοιοῦτον ᾖ «ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν».

Ἀτρείδη, ἦ ἄρ τι—μενεήναμεν: οὕτως Ἡρωδιανός. τὸν δὲ ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης.

ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γάρ, φησίν, ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. τινὲς δὲ καθʼ ὑπερβατὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶΐ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ· «ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν».

ἄρειον: ἡ Χία «ὄνειαρ», ἡ Μασσαλιωτικὴ «ἄμεινον».

ἐν τῇ Χίᾳ «ὄνειαρ» ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ «ἄμεινον»

ἔριδι μενεήναμεν εἵνεκα κούρης: ἔριδι μενεήναμεν ὡς «ἔριδι ξυνέηκε μάχεσθαι». πιθανῶς δὲ ἐπʼ ἄμφω τὴν αἰτίαν ἤγαγε· καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλλαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς.

τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ ἤματι τῷ: παραυτὰ ὅτε ἐνέβη ἡ λεία τῆς νεώς. δεινοποιεῖ δὲ διὰ τὴν τελευτὴν Πατρόκλου.

ὀδὰξ ἕλον—οὖδας: τοῦτο ὑπὸ ἀγανακτήσεως καὶ ὀδύνης πάσχουσιν οἱ τελευτῶντες.

δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος: ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ μηνίσαντος. Νικίας ἀναστρέφει τὴν πρόθεσιν. οὐκ ἀναγκαῖον δέ.

οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν ὑπό.

ἀπομηνίσαντος: ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος. καὶ οὕτως ἔχει ἡ παράδοσις.

ἀπομηνίσαντος: ὑφʼ ἕν. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς «Πριάμῳ ἐπεμήνιε δίῳ». ἢ παντελῶς μηνίσαντος. Χαμαιλέων δὲ γράφει «ἐπιμηνίσαντος».

Ἕκτορι: ὁ μὲν Νέστωρ ἔλεγεν «ἦ κεν γηθήσαι Πρίαμος», ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.

Τρωσὶ τὸ κέρδιον: ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον. οὐ μὴν διασταλτέον κατʼ αὐτό, ὡς ἔδοξέ τισιν.

δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω: τῶν γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα· διὸ καὶ «ἄλαστα» φησὶν αὐτά.

ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν: προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι.

νῦν: ἀρτίως.

χόλον: ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον.

ἀσκελέως: ἄγαν σκληρῶς.

μενεαινέμεν: ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι.

ὄτρυνον πόλεμον δέ: τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν βασιλέα ἀναφέρει ὁμονοητικῶς.

ἀντίον: οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον.

αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν: ὅτι τὸ ἰαύειν οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλʼ ἐπαυλίζεσθαι: «ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον». καὶ ὅτι ἀντὶ τοῦ αἴ κʼ ἐθέλοιεν.

ἰαύειν: παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.

ἀσπασίως: ἡδέως ἢ ἀπροσδοκήτως.

ἀσπασίως ... γόνυ κάμψειν: διὰ τὴν σύντονον φυγήν.

φεύγων: γράφεται «δηΐου».

μῆνιν ἀποειπόντος: ἀντέφρασεν αὐτὸ τῷ «παύω χόλον».

ἀπειπόντος: Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, καὶ αἱ πλείους.

τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωναὐτόθεν ἐξ ἕδρης οὐδʼ ἐν μέσσοισιν ἀναστάς: οὕτω καὶ παρʼ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ «τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων». οὕτως ὁ Δίδυμος

τοῖσι: τούτοις, οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.

αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς:ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως· «τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων». ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει ὑποτιμώμενος «καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν» ὡς δηλονότι καθήμενος.

αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς:φησὶν Ἐπαφρόδιτος ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες· ἢ ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ.

ἄλλως· αὐτόθεν—ἀναστάς: ἢ μὴ ἀναστάς· φησὶ γοῦν ἑξῆς «ἂν δʼ Ἀγαμέμνων ἵστατο». ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν, ἵνʼ ᾖ «ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλʼ ἐκ τῆς ἕδρας τῶν ἀριστέων».

ἑσταότος μὲν καλὸν ἀκούειν—ἐόντα: καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδʼ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρχος καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι παρενέθηκε τὸν «αὐτόθι ἐξ ἕδρης». πρῶτον μὲν οὖν τί ἂν καθέζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον ὕστερον κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς.

ἑσταότος μὲν— ὑββάλλειν: τινὲς «ἑσταότως» ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, ἀπὸ μετοχῆς, ὡς ἀρκούντως, ἐθελόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούειν, ὡς τὸ «τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς» καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος ἀκούειν καὶ μὴ ὑποκρούειν θορύβῳ τὸν λέγοντα.

ἀκούειν: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «ἀκουέμεν».

ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι: ὅτι τὸ ὑββάλλειν ἐστὶν ὑποβάλλειν· «χαλεπόν ἐστι ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλιστα ἐπιστήμων τις ᾖ». τὸ δὲ ὑββάλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολικόν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ τῆς Καθόλου

ὑββάλλειν: ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα.

ἐπιστάμενόν περ ἐόντα: Ἀρίσταρχος «ἐπισταμένῳ περ ἐόντι».

ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαιἢ εἴποι: ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· «ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς ἄν τις οὕτως χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν;» οὕτως Δίδυμος. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ εὐκτικόν.

βλάβεται: βλάπτω βλάβω ὡς κρύπτω κρύβω.

λιγύς περ ἐών: κἂν λίαν ὑπάρχῃ σοφός.

λέγει δὲ ὅτι, κἂν λίαν τίς ἐστι σοφός, οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται.

ἐνδείξομαι: εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλεται λόγοις.

βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ.

ἄλλως· ἐνδείξομαι: οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον. καὶ «ἀριδείκετος», πρὸς ὃν ἀπερείδει τις τὸν λόγον διʼ ἀξίωμα.

ἐνδείξομαι: οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. ἐζήτητο δέ, διʼ ἣν αἰτίαν—ἀναμείναντες.

σύνθεσθε: κατὰ νοῦν λάβετε.

σύνθεσθε: κρίνατε, δοκιμάσατε.

πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον: σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα.

τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον· τοῦτον τὸν «ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον». εὔνοιαν δὲ αὐτοῖς παρʼ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ διʼ αὐτοὺς ὑβρισθέντι.

Ἀχαιοὶ μῦθον ἔειπον καί τέ με νεικείεσκον: Νέστωρ· «σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας»· Θερσίτης· «ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγʼ ἀμείνονα φῶτα ἠτίμησε» καὶ «οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν».

νεικείεσκον: παρὰ Ἀριστοφάνει καὶ ἐν τῇ Χίᾳ «νεικείουσιν».

ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, ἀλλὰ—Ἐρινύς: πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν οἱ ἀδυνατοῦντες ἀπʼ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ εἱμαρμένῃ τὸ ὅλον αἴτιον ἀναφέρουσιν.

ἠεροφοῖτις: προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ πολῖτις. πειστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν σύνθεσιν γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα· «ἠέρι γὰρ κατέχοντο» καὶ «ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν».

ἠεροφοῖτις: τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵνʼ ᾖ ἐροφοῖτις, παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. ἔνιοι δὲ «ἰροπῶτις» παρὰ τὸ Αἰσχύλειον, Ἐρινὺς δὲ παρὰ τὸ εἰς ἔριν νεύειν. οἱ δὲ «εἰαροπῶτις», ἐγκειμένου τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ Σαλαμινίους αἷμα. ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός

Ἀχιλλῆος γέρας: ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷπρέσβα Διὸς θυγάτηρ, Ἄτη, ἣ πάντας ἀᾶται: στικτέον ἐπὶ τὸ ῥέξαιμι. καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα. ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη, ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν παρίστησιν· ὡς μὲν γὰρ ἡ τριβὴ συνάπτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, ὥσπερ οὐδὲ τῶν ἀγαθῶν.

ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ:ἔξω τοῦ ν αἱ Ἀριστάρχου, «ἀλλὰ τί κε ῥέξαιμι». γράφεται δὲ κατʼ ἔνια «θεοὺς διὰ πάντα τελευτᾷ», διὰ τοὺς θεοὺς τέλος πάντα λαμβάνει. ἐν δέ τισι «θεοὺς διὰ πάντα τέτυκται».

ἄλλως· θεὸς διὰ πάντα τελευτᾷ: Λεσβοκλῆς διαιρεῖ εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵνʼ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάντων ἔχει τέλος.

θεὸς διὰ πάντα τελευτᾷ: ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν εἶναι· τὸ γὰρ ἑξῆς, θεὸς πάντα τελευτᾷ. Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ ἐπὶ τοῦ διηλίτης, ὁ διʼ ὅλου ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφʼ ἓν ἀνεγνωκόσιν.

ἄλλως· θεὸς διὰ πάντα τελευτᾷ: ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται τὴν διά, ὁ δὲ Δίδυμος σημαίνειν τὸ διόλου, ὡς διαλείτης ὁ διόλου ἁμαρτάνων. ἢ διʼ ἑαυτῆς πάντα τελεῖ. Ἑλλάνικος δὲ «θεόσδια», τὰ θεόσδοτα. γράφεται καὶ «θεούς», ἵνα λείπῃ ἡ διά.

θεὸς διὰ πάντα τελευτᾷ: οὐδεμία λέξις ἁπλῆ κατὰ τὴν Ἰάδα καὶ τὴν Ἀτθίδα κατʼ ἐπιπλοκὴν ἔχει τὸ σδ.

πρέσβα: κατʼ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἐρινῦς. ἐπεὶ πῶς αὐτὴν «οὐλομένη»

κατʼ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς πρέσβα πᾶσι καὶ τιμία. ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ;

ἄλλως· πρέσβα: ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. ἢ παράκειται τῷ πρέσβυς.

Διὸς θυγάτηρ Ἄτη: ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς. συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα ὡς ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος. καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.

ἀᾶται: τινὲς τὸ ἀᾶται διῃρῆσθαί φασι· διὸ καὶ προπαροξύνουσιν.

τῇ μέν: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «τῆς μέν».

Ἀριστοφάνης τῇ μέν. ἢ κατὰ ἀντίπτωσιν.

ἁπαλοὶ πόδες: λανθάνει γὰρ ἐπιφοιτῶσα. ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ «ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπους», τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ.

οὐ γὰρ ἐπʼ οὔδει πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει: ἐπὶ οὔδει· οὐδεμία γὰρ βλάβη πίπτει χαμαί, ἀλλʼ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν.

κατʼ ἀνδρῶν κράατα βαίνει: ἢ ὅτι τὸν νοῦν βλαπτόμεθα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ. ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ.

κατʼ ἀνδρῶν κράατα βαίνει: ἡ κατά ἀντὶ τῆς ἐπί, ἵνʼ ᾖ ἐπὶ ἀνδρῶν κράατα.

βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γʼ ἐπέδησε: ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος· τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕτερον τέτακται· ἔδει γὰρ «ἄλλον». βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως. καθολικὸς δέ ἐστιν ὁ λόγος· κοινότερον γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν· «βλάπτουσʼ ἀνθρώπους· αἱ δʼ ἐξακέονται ὀπίσσω».

κατὰ δʼ οὖν ἕτερόν γε πέδησεν: ἕτερον τὸν ἕνα τῶν ἐριζόντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον.

καὶ γὰρ δή νύ ποτε Ζῆνʼ ἄσατο: καὶ ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ. μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ ἀπωλείας αἴτιος Πατρόκλου. καλῶς δὲ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν

Ζεὺς ἄσατο: οὕτως ἐν ἁπάσαις Ζεὺς ἄσατο, καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων «Ζῆνʼ ἄσατο».

Ζῆνʼ ἄσατο: ἐν ἁπάσαις «Ζεὺς ἄσατο». ἐν δὲ ταῖς εἰκαιοτέραις Ζῆνʼ ἄσατο, ἀντὶ τοῦ ἔβλαψεν.

Ζῆνʼ ἄσατο: Ἀρίσταρχος «Ζεὺς ἄσατο».

ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι: φασίν· ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆνα ἀάσατο ὅ ἐστιν ἔβλαψεν. φάσʼ ἔμμεναι. ἀλλʼ ἄρα καὶ τόν: παρὰ Ἀριστοφάνει «ἀλλά νυ καὶ τόν». ἐν δὲ τῇ Χίᾳ «φαμὲν ἔμμεναι», ἠθικῶς.

θῆλυς: ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς· ἀφʼ οὗ πίπτει «θήλεας» ὡς πήχεας.

θῆλυς: διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία.

ἀσθενεστέρα.

ἐϋστεφάνῳ ἐνὶ Θήβῃ: παρὰ γὰρ ταῖς Ἠλέκτραις πύλαις ἐτέχθη Ἡρακλῆς.

ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι: ὅτι τὸ εὐχόμενος σαφῶς ἐστι καυχώμενος, παρὰ τὸ αὐχεῖν.

εὐχόμενος: διαβεβαιούμενος.

κέκλυτέ μευ: δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν.

μογοστόκος: ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.

ἐκφανεῖ: ἐξάξει· φησὶ γὰρ «ἐκ δʼ ἄγαγε πρὸ φόως δέ».

ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ φανερώσει, ὅ ἐστι γεννηθῆναι ποιήσει.

τῶν ἀνδρῶν γενεῆς: τούτων. λείπει δὲ τὸ τῶν ἄρθρον, ὡς τὸ «εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν», ἵνʼ ᾖ τῆς γενεῆς τούτων τῶν ἀνδρῶν.

οἵ θʼ αἵματος ἐξ ἐμοῦ εἰσι: τὸ ἑξῆς ἐστιν, οἷς τὸ αἷμα ἐξ ἐμοῦ ἐστιν, οὐχὶ οἳ αἵματος ἐξ ἐμοῦ εἰσιν· ἐπεὶ κἂν ἡ σύναρθρος ἔκειτο, ὅθεν καὶ ἑξῆς φησι «τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης», οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ.

οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσι: μεγάλη παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ «ἐξ ἐμεῦ αἵματος» —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους— οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.

οἵ θʼ αἵματος: παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ, «οἳ αἵματος».

αἵματος: μεταφορικῶς ἀντὶ τοῦ γένους. φησὶ γοῦν «τοὔνεκʼ ἀναίμονές εἰσιν». ἢ οἵτινες αἷμά μού εἰσιν.

ψευστήσεις: ὑφʼ ἓν Ἀρίσταρχος, ἀντικειμένως τῷ ἀληθεύσεις· ἄτοπον γὰρ τὸ διαιρεῖν «ψεύστης εἶς».

ὡς κρατήσεις.

ἄλλως· ψευστήσεις: ψεύσει· ἄτοπον γὰρ λέγειν Διῒ «ψεύστης εἶ».

ἄλλως· ψευστήσεις: εἰκότως ψεύδεσθαι αὐτόν φησιν, ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον.

εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε, καρτερὸν ὅρκον: διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; «οὐδʼ ἀτελεύτητον ὅ, τί κεν κεφαλῇ κατανεύσω». ἢ ὡς φοβουμένη, μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται.

εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον—ὅρκον: διὰ τί ἡ Ἥρα ὀμόσαι πρὸς τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα, ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν «ὅ, τί κεν κεφαλῇ κατανεύσῃ». τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδʼ ἀφʼ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος οὐδὲ γινόμενα εἰσάγει, ἀλλʼ ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται, μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης

εἰ δʼ ἄγε: ἐν ἄλλῳ «αἲ δʼ ἄγε».

μετὰ ποσσὶ γυναικός: μεταξὺ τῶν τῆς γυναικὸς ποδῶν. εὐσχημόνως δὲ καὶ σοφῶς μετήνεγκε τὴν λοχείαν.

τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης:τούτων τῶν ἀνδρῶν, οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν.

Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ «λίπʼ οὐρανὸν ἀστερόεντα»· Ἀγαμέμνων γὰρ ὁ λέγων.

Ἄργος Ἀχαϊκόν: ὅτι τὴν Πελοπόννησον Ἄργος Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν «Ἄργος Πελασγικόν»

Ἀχαιϊκόν: τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ «Ἴασον» καὶ «ἱππόβοτον» καλεῖ.

ᾔδη: ᾔδεεν ἡ Ἥρα.

ἄλοχον Σθενέλου: Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμφιβίαν, Ἡσίοδος δὲ Νικίππην τὴν Πέλοπος, … δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται.

οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἱ δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος, Ἡσίοδος δὲ Νικίππην φησὶ τὴν Πέλοπος.

Σθενέλου Περσηϊάδαο: πέντε παῖδες γεγόνασι Περσέως καὶ Ἀνδρομέδας· Ἀλκαῖος, οὗ καὶ Λαονόμης ἢ Ἀστυδαμείας τῆς Πέλοπος Ἀμφιτρύων· Ἠλεκτρύων, οὗ καὶ Λυσιδίκης τῆς Πέλοπος Ἀλκμήνη· αἴλιος, ἀφʼ οὗ πόλις τῆς Λακωνικῆς Ἕλος· Μήστωρ, οὗ Ἱπποθόη ἡ Πτερελάῳ γαμηθεῖσα· Σθένελος, οὗ καὶ Μενίππης Εὐρυσθεύς.

πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλεκτρύων Μήστωρ Ἕλειος Σθένελος, οὗ Εὐρυσθεύς.

μείς: ἐν τῇ Χίᾳ «μής».

μείς: Ἰωνικόν ἐστι· κλίνεται δὲ ὡς τὸ μήν.

μείς: μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως καὶ μείς μεινός κλιθήσεται κατὰ τὴν ἀναλογίαν.

ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει πρὸ φόως· πρὸ γὰρ τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη· διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδοτος καὶ ἐπʼ ἄλλου οὕτως γράφει.

πρὸ φόως δέ: ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος.

ἠλιτόμηνον: τῶν δεόντων ἡμαρτηκότα μηνῶν.

καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων μηνῶν.

Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον: Ζεὺς μιγεὶς— ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ

σχέθε δʼ Εἰλειθυίας: ὠδῖνας κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ σίδηρος, Ἥφαιστος τὸ πῦρ. Ἴστρος δέ φησιν ὠδινούσης Ἀλκμήνης τὰς χεῖρας συνέχειν τὰς Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι· καὶ τεχθέντος αὐτοῦ νομισθῆναι γαλῆν εἶναι αὐτῷ τροφόν.

Εἰλειθυίας: ὠδῖνας μετωνυμικῶς.

Εἰλειθυίας: ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη.

ἀγγελέουσα ... προσηύδα: ὅτι ἰδίως ἀγγελέουσα προσηύδα· ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα.

ἀγγελέουσα: μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.

ἤδη ἀνὴρ—Σθενέλοιο πάϊς: δῆλον ἐκ τούτου ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται· ἐπεὶ τί παράδοξον ἦν πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους παρηκολούθει· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευσεν ἄν.

Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνʼ ᾖ σχῆμα «Εὐρυσθεὺς σὸν γένος» βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο καὶ καθʼ ἑαυτὸ λέγεσθαι τὸ «σὸν γένος», ἵνα λείπῃ τὸ ἐστίν.

Ἀργείοισιν: κατʼ ἐνίας τῶν ἐκδόσεων «ἀνθρώποισιν».

αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο:οἱ μὲν «ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην»· φησὶ γοῦν «κράατα βαίνει». ἀλλʼ οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπε. τί οὖν ἐστι τὸ «πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ» —οἱ δὲ τὸ κεφαλῆς λιπαροπλοκάμοιο ἐπὶ τῆς Ἄτης ἤκουσαν. ἀλλʼ οὐδέποτε ἐκ κεφαλῆς ῥιπτοῦνται παρʼ Ὁμήρῳ, ἀλλʼ ἢ ποδὸς ὡς Ἥφαιστος ἢ χειρὸς ὡς Ἀστυάναξ, «ῥίψει χειρὸς ἔχων ἀπὸ πύργου». ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρσενες ἦσαν, ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ.

τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων: τὴν γῆν· ταύτην γὰρ ἐργάζονται οἱ ἄνθρωποι. εἰς Ἴλιον δὲ ἠνέχθαι φασίν, ἀφʼ οὗ καὶ Ἄτης λόφος.

τὴν αἰεὶ στενάχεσκε: διʼ ἥν. ἐπαινετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπίδης· «ἡ γλῶσσʼ ὀμώμοκεν».

ἔργον ἀεικές: πρᾶξιν ὑβριστικήν.

ἀέθλων: καμάτων. εἰσὶ δὲ καθʼ Ὅμηρον Κέρβερος καὶ οἱ Λαομέδοντος ἵπποι

καὶ ἄλλους ὄρνυθι λαούς: ἢ σύμπαντας — ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν —, ἢ τοὺς Μυρμιδόνας πάντας.

ἐγὼν ὅδε: αὐτὸς ἐγώ.

παρασχεῖν: ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός εἰμι. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δίδωσι δῶρα.

χθιζός: τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέρας.

ἐπειγόμενός περ Ἄρηος: ἀπὸ τοῦ πολέμου, ἢ εἰς Ἄρηα ἐπειγόμενος.

θεράποντες: οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων.

οἴσουσι: συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, ἀλλʼ ἄγονται.

μενοεικέα: ἀρέσκοντα, τῷ μένει εἴκοντα, αὐτάρκη.

ἀρεστά.

δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα, παρασχέμεν, ὡς ἐπιεικές, ἤ τʼ ἐχέμεν· πάρα σοι: ὑποστικτέον εἰς τὸ ἐθέλῃσθα τοῦ παρασχέμεν ἀντὶ τοῦ πάρασχε κειμένου καὶ τοῦ ἐχέμεν ἀντὶ τοῦ ἔχε. ἡ δὲ πάρα παροξυνομένη σημαίνει τὸ πάρεστιν. ὑποστικτέον μετὰ τὸ ἐπιεικές καὶ μετὰ τὸ ἐχέμεν τελειώσεις δὲ εἰς τὸ πάρα σοι ἀντὶ τοῦ πάρεστί σοι.

παρασχέμεν ἀντὶ προστακτικοῦ τοῦ πάρασχε. τινὲς δὲ πάρα σοι ἀντὶ τοῦ πάρεστί σοι. καλῶς δέ φησι καὶ δέχεσθαι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου.

πάρα σοι: πάρεστί σοι, παρὰ σαυτῷ.

κλοτοπεύειν: τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. ὅτι ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι ἅπαξ εἴρηται.

κλοτοπεύειν: τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ κλέπτειν τὴν μάχην.

ἔτι γὰρ μέγα ἔργον ἄρεκτον: τὸ ἀναιρεθῆναι τὸν Ἕκτορα καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου.

ὥς κέ τις αὖτʼ Ἀχιλῆα: ὅπως ἂν ἐμέ, ὡς τὸ «Ζῆνʼ ὕπατον μήστωρα». ἠθικῶς δὲ ἑαυτὸν ὀνομάζει· ἐμέ, φησίν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανήσεσθαι.

ὀλέκοντα φάλαγγας: ὑποστικτέον εἰς τὸ φάλαγγας. ὁ δὲ λόγος, ὡς ἂν θεάσηταί τις Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς μαχέσθω.

ὧδέ τις ὑμείων—μαχέσθω: οὕτως δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν ἐμὲ ἴδοι «Τρώων ὀλέκοντα φάλαγγας», μεμνημένος οὖν τοῦ μιμεῖσθαί με.

προσέφη πολύμητις Ὀδυσσεύς: Νέστωρ σιωπᾷ· ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου.

νήστιας: οὐ διʼ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ ἀσιτῶν ἐπαίρει δὲ Ἀχιλλέα προτάσσων τὸν ἔπαινον καὶ ὁ μὲν ὡς ὀργιζόμενος οὐ συνορᾷ, ὁ δὲ καθεστηκὼς σκοπεῖ τὸ εὖ ἔχον. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ.

ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις: ἐπαγωγῶς συμβουλεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ καταργεῖν χρόνον, ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρατάσει τῆς μάχης.

ἀλλὰ πάσασθαι ἄνωχθι ... Ἀχαιούς: τοῦτο εὐπρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι.

μένος ἐστὶ καὶ ἀλκή: μένος ὑπομονή, ἀλκὴ ἀλέξησις.

ἄκμηνος σίτοιο: ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ τὴν ἀσιτίαν Αἰολεῖς λέγουσι. τινὲς δέ, μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου. οἱ δέ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος, ὁ ξηρός.

λάθρῃ γυῖα βαρύνεται: ἀντὶ τοῦ κατʼ ὀλίγον ἐπέρχεται ὁ κάματος.

γυῖα βαρύνεται: ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βαρύνεσθαί φησι τὰ γυῖα.

δίψα: Ἴωνες· καὶ Ἀττικοὶ δίψος λέγουσιν.

βλάβεται δέ τε γούνατʼ ἰόντι: βλάπτεται δὲ τὰ γόνατα πορευομένῳ.

οἴνοιο κορεσσάμενος: καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις φησὶ πιόντα τὸν ἄνθρωπον ἵλεων τε ἢ πρότερον γίνεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ μεστοῦται καὶ ἐλευθερίας πάσης τε ἀφοβίας ὡς εἰπεῖν καὶ πρᾶξαι ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται.

θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν: θαρσαλέος δὴ αὐτοῦ ἡ ψυχή.

οὐδέ τι γυῖα: οὐδαμῶς τὰ μέλη.

πρὶν ... πρίν: πρότερον ... πρὸ τοῦ.

πρὶν πάντας ἐρωῆσαι πολέμοιο: πρὶν παύσασθαι τῆς μάχης ἅπαντας. οἱ δὲ παροξύνουσι τὸ ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν. ἐρωῆσαι: φθεῖραι.

λαὸν … σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι: πάλιν ἠθικῶς ἐπʼ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγχωρεῖν, ἀλλʼ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς.

ὅπλεσθαι: ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ «ὅπλεον» ἀντὶ τοῦ ἡτοίμαζον.

ἑτοιμάσαι.

τὰ δὲ δῶρα … οἰσέτω: εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον ὑπʼ ἀμφοτέρων σαφηνίσαι βουλόμενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει διʼ ἑαυτοῦ ἀποδοθῆναι αὐτά. ἢ καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηΐδα διὰ προφάσεως αὐτὴν ἄγει.

σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς: γενναίως χρῆται τῷ διανοήματι· οὐ γὰρ ἔφη «ὡς ἂν πλουσιώτερος γένῃ», ἀλλὰ τὸ τῆς τιμῆς προβάλλεται. τὸ δὲ ἰανθῇς ἤτοι διαχυθῇς, εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ διανοήματι ἁρμόττει καὶ τὸ «ἵνα πάντες Ἀχαιοί» ὀφθαλμοῖσιν ἴδωσιν· ἡδὺ γὰρ τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον.

ἰανθῇς: εὐφρανθῇς.

ὀμνυέτω δέ τοι ὅρκον—μιγῆναι: καὶ τὸν Ἀγαμέμνονα ἀρχόμενον τῶν λόγων τοῦτο προσθεῖναι μειρακιῶδες ἂν ἐφάνη, καὶ τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον, καὶ τῷ καιρῷ οὐχ ἁρμόττον κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολογεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παρʼ ἀμφοτέρων σιωπηθὲν ἐξελέγχει, καὶ διὰ τῶν ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγεν Ἀχιλλεύς· «τῇ παριαύων τερπέσθω». ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοίμως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων· «μετὰ δʼ ἔσσεται, ἥν ποτʼ ἀπηύρων κούρην Βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι μήποτε τῆς εὐνῆς ἐπιβήμεναι». καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ στρατοῦ φησιν ὀμνυέτω δέ τοι ὅρκον· ὅθεν καὶ ὁ βασιλεύς φησι· «χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας».

μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι τὸ τῆς οὐκ ἔστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ ταύτης. παραλέλειπται δὲ τὸ ἄρθρον καί ἐστιν «μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι».

δαιτὶ … πιείρῃ: πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. σεμνοποιεῖ δὲ τὴν τροφήν, βασιλικὴν ἑστίασιν αὐτὴν καλῶν.

ἀρεσάσθω: φιλοφρονησάσθω. ἐκ τούτου καὶ τὸ «ἀπαρέσσασθαι».

ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα: τοῦ δικαίου, «ἵνα μηδὲν ἐνδέῃ σοι τῶν δικαίων»· τὰ δῶρα διὰ τὴν ἄμυναν, ὅρκον διὰ τὴν ἐρωμένην, ἑστίασιν διὰ τὴν ὕβριν.

σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ ἔσσεαι: ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα ἐπέταξε τὸ ὀμόσαι περὶ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι καὶ αὐτῷ συμφέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ ἀναιρέσει τοῦ ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ εἰς τὸ ἑξῆς τῆς πλημμελείας. νῦν οὖν, φησί, τὰ δίκαια ποιήσας καὶ περὶ ἄλλον ἔσῃ δικαιότερος.

ἀπαρέσσασθαι: ἐξευμενίσασθαι.

τις: ὅτι πᾶς. ἀπὸ κοινοῦ βασιλεύς.

χαλεπήνῃ: χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. θαρρούντως ταῦτά φησιν Ὀδυσσεύς, ὅτι πολλάκις ἀκήκοεν Ἀγαμέμνονος «ἐγὼ δʼ ἦρχον χαλεπαίνων».

διΐκεο: διεξῆλθες.

πρὸς δαίμονος: κατά· ὡς ὁρκίζοντές φαμεν «πρὸς Διός».

τέως: ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ «πέρ». καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφές, καὶ ἵνα διὰ τῆς σιωπῆς τοῦ χρόνου τὸ μέτρον σώζηται. ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ τοῦ «πέρ».

μίμνετε δʼ ἄλλοι πάντες: φιλοδοξῆσαι γὰρ θέλει, ὑπὲρ πάντων τὰ δῶρα ἐπὶ πάντων διδούς.

ὄφρα: ἀνταπέδωκε τῷ «τέως» τὸ ὄφρα.

εἰς ὅ: γράφεται «ὄφρα».

κρινάμενος κούρητας: ἐπιλεξάμενος πιστοὺς κούρους, νέους.

κούρητας: νέους ἔτι κομῶντας.

κούρητας: κούρητας ὡς πένητας νῦν, ἐπὶ δὲ τοῦ ἔθνους ὡς «ἀδμῆτας» εἴπομεν δὲ ἤδη περὶ τῆς προσῳδίας.

ἐνεικέμεν: ἐνεικέμεν τὰ οἰστέα. «ἀγέμεν» δὲ τὰς γυναῖκας.

ἄλλως· ἐνεικέμεν: ὡς λαβέμεν, παρὰ τὴν ἐνεικών μετοχὴν καὶ ῥῆμα τὸ ἐνείκω.

κάπρον ἑτοιμασάτω ταμέειν Διΐ τʼ Ἠελίῳ τε:περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει. ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλλησι τοῦ περὶ Ἀδώνιδος μύθου, ἢ ὅτι περὶ τοῦ μὴ συγγεγονέναι ὄμνυσι, θύειν τὸ ἐναντίον. πρὸς δὲ τὰ ὅρκια τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ.

ταμέειν: λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον.

μετὰ παυσωλή: μετά μετὰ ταῦτα.

ἡ μετὰ ταῦτα ἀνάπαυσις.

μένος ... ᾖσιν: ὀργὴ κατὰ τῶν πολεμίων ὑπάρχει.

μένος: ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ τοῦ ὑπάρχει.

οἱ μὲν κέαται: ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολεμεῖν, κοινοποιεῖ τὸν λόγον.

ὑμεῖς ... ὀτρύνετον: πρὸς Ὀδυσσέα καὶ Ἀγαμέμνονα.

ὑμεῖς δʼ ἐς βρωτύν: κατʼ ἔνια ἔξω τοῦ ς, «ὑμεῖς δὲ βρωτύν».

νήστιας ἀκμήνους: νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν.

ἀκμήνους: ἀτρόφους.

τεύξασθαι: ποιῆσαι.

μετὰ δόρπον: μετὰ τὸ μετὰ εὐφροσύνης. οἱ δὲ γράφουσι «μετά» ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι.

ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης τῶν πολεμίων γενησομένης.

τισαίμεθα: ἐκπράξαιμεν, ἀπαιτήσαιμεν.

οὔ πως ἂν ἔμοιγε: εἰ καὶ ὑμῖν, ἀλλʼ οὐκ ἐμοί.

ἰείη: ψιλῶς, καὶ παράκειται τὸ «ἰέναι» ἀπαρέμφατον.

κεῖται ἀνὰ πρόθυρον: τὸ μέγεθος ἐνέφηνε τοῦ Πατρόκλου, ὡς «κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων».

ἀνὰ πρόθυρον τετραμμένος: πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν, εἶτα ἐκτέριζον.

ὦ Ἀχιλεῦ—καὶ πλείονα οἶδα: ἤρξατο μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, ᾧ εἴξειε νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γεγηρακώς.

νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα: διαβόητος ἡ διαστολὴ ἡ εἰς τὸ προβαλοίμην καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς γὰρ δοκεῖ αὐτῷ τὸ πολλόν συνάπτειν τοῖς ἡγουμένοις. ἐμοὶ μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλλεῖ· ὡς γὰρ τῷ «κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος» πρόσκειται τὸ «οὐκ ὀλίγον περ», οὕτω κἀνθάδε τὸ πολλόν. βέλτιον οὖν τοῖς ἄλλοις συνάπτειν αὐτό, ἵνʼ ᾖ ὅμοιον τῷ «ἀλλʼ ὁ μὲν ἂρ μύθοισιν, ὁ δʼ ἔγχεϊ πολλὸν ἐνίκα»· ἀπὸ κοινοῦ γὰρ τὸ «πολλόν». ἄλλοι τινὲς πολλὸν ἐπεὶ πρότερος ἀντὶ τοῦ ἐπειδὴ πολὺ πρότερος ἐγενόμην, ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλʼ ἀεὶ ἄρχει παρʼ Ὁμήρῳ τὸ ἐπεί καὶ τὸ πολλόν ὑποτάσσεται αὐτῷ· «ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν», «ἐπειὴ μάλα πολλὰ μεταξύ».

προβαλοίμην: ὑπερτερήσαιμι.

πλείονα οἶδα: καὶ αὐτός φησιν· «ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι».

μύθοισιν ἐμοῖσιν: τοῖς ἀπὸ τῶν λόγων προστασσομένοις ἔργοις.

αἶψά τε φυλόπιδος—τέτυκται: ὁ τρόπος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε «ταμίης καρποῖο τέτυκται» τελεία ἦν ἀλληγορία. ἄμητος δέ ἐστιν ὁ καιρὸς τοῦ ἀμᾶν, βαρυτόνως, ὡς καὶ παρʼ Ἡσιόδῳ «ἄρχεσθʼ ἀμήτοιο»· ὀξύνεται δὲ αὐτὸς ὁ καρπός. ὁ δὲ νοῦς· τροπῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ καταβαλοῦμεν τῶν πολεμίων σώματα.

ἄμητος ὁ καιρός, ἀμητὸς δὲ ὀξυτόνως αὐτὸς ὁ καρπός.

αἶψά τε—τέτυκται: ὁ νοῦς οὗτος· ἐπὰν ὁ Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις, πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι πολλοὶ ἀναιροῦνται, ὁ δὲ ἄμητος ὀλίγος, τουτέστιν ὁ καιρός, καθʼ ὃν ἀναιρεθήσονται, ἤγουν ἐν βραχεῖ καιρῷ πολλοὶ φονευθήσονται.

ἧς τε πλείστην—τέτυκται: ὅταν κλίμα γένηται τῆς μάχης, ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πεσοῦνται.

καλάμην: τοὺς νεκρούς.

ἄμητος: ὡς «Μίλητος»

γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς:ὁ νοῦς· εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ ἀποθανόντας, ἀνήνυτον ἔσται. ἡ διπλῆ δέ, ὅτι οὐκ ἐν τῷ καθόλου, ἀλλὰ πρὸς τὸ παρὸν τοῦτό φησιν.

ἐπήτριμοι: ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων, ἃ ἤτρια καλεῖται καὶ ἕτερα ἐφʼ ἑτέροις ἐστίν.

πόνοιο: τοῦ ἐν πολέμῳ ἔργου.

κατθάπτειν: ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχή, ὅτε φησὶ «θάπτε με ὅττι τάχιστα», ἀντὶ τοῦ καῖέ με. καὶ «φιτροὺς δʼ αἶψα ταμόντες θάπτομεν ἀχνύμενοι».

ὅς κε θάνῃσι: οὐ πάντα νεκρὸν λέγει, ἀλλὰ τὸν ἐν πολέμῳ.

νηλέα θυμὸν ἔχοντας, ἐπʼ ἤματι δακρύσαντας:ἤματι τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν ἐπὶ Πατρόκλῳ φησί. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἔχοντας.

νηλέα: ἀπηνῆ, ἀνηλεῆ.

ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται:λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται.

μεμνῆσθαι πόσιος καὶ ἐδητύος—νωλεμὲς αἰεί: τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν.

μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω: μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδεχέσθω, ἀλλʼ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος. καὶ Ἐρατοσθένης χαίρει ταῖς τοιαύταις ἐκφοραῖς· «πολλὴ ἀντιμαχηστύς»

ὀτρυντύν: πρόσταξιν, ἐπικέλευσιν.

ἰσχαναάσθω: ἀναμενέτω, κατασχέσθω.

ἥδε γὰρ ὀτρυντύς: ἡ ἑτέρου παρακέλευσις δηλονότι.

κακὸν ἔσσεται: κακὸν ἐκείνῳ τῷ περιμένοντι. ποῖον κακόν; «οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας».

ὀπάσσατο: διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα. ἢ ὀπαδοὺς ἔλαβεν. ἢ διʼ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας.

διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν. ἢ ἀκολούθους ἔλαβεν.

Λυκομήδεα: Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος καταλέγων τοὺς μνηστῆρας Ἑλένης.

ἀμύμονα: κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.

ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα: Ζηνόδοτος «ἕξ, ἀτὰρ ἑβδομάτην», τοῦ ποιητοῦ λέγοντος «δώσω δʼ ἑπτὰ γυναῖκας Λεσβίδας». ἡ δὲ Βρισηῒς Λυρνησσὶς ἦν.

στήσας: σταθμήσας.

θεῷ ἐναλίγκιος αὐδήν: ἢ τῷ Ἑρμῇ — οὗτος γὰρ θεὸς κηρύκων· ἢ ἀκαταπόνητος τὴν φωνήν.

ἐρυσσάμενος χείρεσσι μάχαιραν: τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κολεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς.

μάχαιραν: τὴν περιξιφίδα φησίν, ἣν νῦν ζωνομάχαιραν καλοῦμεν.

ἄωρτο: ἔωρτο, ἐώργει, εἴωθα· πλεονάζει τὸ ω.

κάπρου ἀπὸ τρίχας ἀρξάμενος: ἀρξάμενος ἀπὸ τῶν τριχῶν τοῦ κάπρου.

ἀπὸ τρίχας ἀρξάμενος: ἀπήρχοντο τῶν τριχῶν θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες· ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι τετριχωμένοις ἐχρῶντο δέρμασιν.

ἐπʼ αὐτόφιν εἵατο: τὸ ἑξῆς ἐφείατο αὐτοῦ. ἢ ἐπʼ αὐτοῖν, τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ.

κατὰ μοῖραν: κατὰ τὸ πρέπον.

εὐξάμενος: «εὐχόμενος»· οὐ γὰρ ηὔξατο ἤδη.

ἴστω: μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. «ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω».

ἄλλως· ἴστω νῦν Ζεὺς πρῶτα: φοβεραὶ αἱ ἀραί, ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου τεθνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων δείκνυσι δὲ ὅτι δεινὸν στρατηγῷ ἀκολασίας ψόγος.

αἵ θʼ ὑπὸ γαῖαν: τινὲς «οἵ τε», ἐπὶ Πλούτωνος καὶ Περσεφόνης.

μὴ μὲν ἐγώ: ὡς τὸ «μὴ διʼ ἐμὴν ἰότητα»· «μὴ μὲν τοῖς ἵπποισιν ἀνήρ».

μὴ μὲν ἐγώ: οὐδαμῶς μὲν ἐγώ.

οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλλου:ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην οὔτε τινος ἄλλου.

οὔτʼ εὐνῆς πρόφασιν: οὔτε κοίτης χάριν, τουτέστιν τοῦ στρῶσαι, ὑπερβολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει.

ἀπροτίμαστος: ἀνέπαφος· μάσσασθαι γὰρ τὸ ἐφάψασθαι, «μάλιστʼ ἐσεμάσσατο θυμόν». καὶ Εὐφορίων· «Μοῦσαι ποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηρος», οὗ δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως.

ἄλλως: ἀνέπαφος, καὶ «ἀπροτίμαστος Ὅμηρος».

ἀπροτίμαστος: ἀνέπαφος, ἄψαυστος.

ἀπροτίμαστος: ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω.

ὅτις σφʼ ἀλίτηται ὀμόσσας: ὃς ὀμόσας εἰς αὐτοὺς ἁμάρτῃ. τὸ δὲ σφέ ἔσθʼ ὅτε καὶ ἐπὶ ἑνικοῦ· «καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν».

πολιῆς: λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ ἔσχατος ἐσχάτη ἐσχατιά, «ἀγροῦ ἐπʼ ἐσχατιῆς», σκοπὴ σκοπιά, «ἔστην δὲ σκοπιήν», οὕτως καὶ παρὰ τὸ πολλός πολλή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστιν. ἀλλὰ εἴρηται μὲν ἐπὶ πολλῷ χρόνῳ ἥκειν, ἀπὸ δὲ τούτου τὸ λευκή. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμῷ τῷ «οὐ φυτόν, — οὐκ ὄγχνη, οὐ πρασιή τοι».

πολιῆς: λευκῆς ἢ πλοΐμης.

λαῖτμα: λάτωμα λέγεται τὸ μέγα ἔκταμα. μήποτε οὖν ἐξ αὐτοῦ ἐστι κατὰ συγκοπήν· καὶ δηλοῖ τὸ μέγα κῦμα.

λάταμα τὸ ἔκταμα, ὅ ἐστί τι μέγα κῦμα.

λαῖτμα: παρὰ τὸ λίαν τέμνεσθαι· τὸ γὰρ λα ἐπιτατικὸν μόριον. ἢ παρὰ τὸ λατύσσεσθαι, ὅ ἐστι τύπτεσθαι ταῖς κώπαις.

βόσιν: ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις.

ἄλλως· βόσιν ἰχθύσιν: παρὰ τῇ ἠϊόνι ἄρα ἡ ἐκκλησία.

Ζεῦ πάτερ—δίδοισθα: διὰ τὸ τοῦ ὅρκου μέγεθος πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰτίαν τῆς μήνιδος.

δίδοισθα: οἱ μὲν βαρύνουσιν ὡς Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι δίδοις δίδοισθα ὡς «τίθησθα». οἱ δὲ περισπῶσιν, ἐπέκτασιν εἶναι οἰόμενοι. φησὶ γοῦν «πολλὰ διδοῖ»

ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος—γενέσθαι: τὸ ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν μὴ αἴτιον τούτου μηδʼ αὐτὸν μηχανησάμενον τὸ γεγονός. ἢ ἀντὶ τῆς μεσότητος δύναται κεῖσθαι τοῦ ἀμηχάνως, οἷον ἀβουλεύτως.

ἀμήχανος—γενέσθαι: τὸ ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται· ἀμήχανον γὰρ τὸ ἀδύνατον καλεῖται. οἱ δὲ «ἀμήχανον … θάνατον»

λῦσεν δʼ ἀγορήν: αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν

αἰψηρήν: ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροισθεῖσαν ἐκκλησίαν· ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν.

αἰψηρήν: ἐπίρρημα ἀντὶ τοῦ ταχέως, ὡς τὸ «θοὴν ἀλεγύνετε δαῖτα» ἀντὶ τοῦ θοῶς. λαιψηρὸν δὲ τὸ ἐν χρόνῳ συντόμῳ γινόμενον.

δῶρα δὲ Μυρμιδόνες—θεράποντες ἀγαυοί: δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξεργασίας τετύχηκεν.

ἵππους δʼ εἰς ἀγέλην: ἀγέλην ἵππων φησὶ τὸ συναχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς.

ἀγέλην: οὐ φορβάδων ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν· οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων ἔβαλλον.

ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ. οὐ φορβάδων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων ἔβαλλον.

Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ—κήδεʼ ἑκάστη: ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, ὡς καὶ Φοίνικα ἐν τῇ Ι ἔστι δὲ λίαν φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησομένων καὶ τοῦ «ἡ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίε». καὶ οἱ μὲν δημογέροντες περὶ Ἑλένης φασὶν «αἰνῶς ἀθανάτῃσι θεῇς», ὁ δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει· ἐπεὶ γὰρ ἐπʼ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγενεῖς γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πεποίηκε θρηνοῦντα, ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου χαρακτῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον πρόσωπον τὸ θεοῖς ἐοικός, περὶ οὗ Ἀχιλλεὺς πλείστοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον βασιλίδος ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων τά τε κάλλιστα τοῦ σώματος αἰκιζομένη μέλη.

χρυσῇ: ἀπὸ τῆς παρʼ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησιν.

δεδαϊγμένον: λελωβημένον.

δεδαϊγμένον: διακεκομμένον.

χαλκῷ: παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σίδηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους.

ἀμφʼ αὐτῷ χυμένη: ἡ συντομία τῆς φράσεως τὸ περιπαθὲς καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός.

χυμένη: πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. ἐπὶ δὲ Ἀχιλλέως «Πατρόκλῳ περικείμενον» φησίν.

λίγʼ ἐκώκυε: εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας, ὡς «Θέτις γόου ἵμερον ὦρσε» «μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ».

ἄμυσσε: παρατατικῶς· τὸ γὰρ ἄμυξε τὴν τάχιστα συντέλειαν ἐδήλου.

ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα: ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη ἀμύσσεσθαι.

Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ:ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ γὰρ τὰ ἐπʼ αὐτῷ ἀπολοφύρεται, ἀλλὰ διὰ τὸν ἐκείνου θάνατον τὰ αὐτῇ ἐπακολουθήσοντα.

δειλῇ: τῇ ἀτυχεῖ.

ζωὸν μέν σε ἔλειπον— ἂψ ἀνιοῦσα: τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὂν καὶ τὸ διάφορον αὐτῶν ἐξίστησι τὴν Βρισηΐδα.

ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὄν.

ζωὸν μέν σε ἔλειπον—ἂψ ἀνιοῦσα: παρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις ἄκουσα πεπορευμένη καὶ πάλιν βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεάσασθαι τὸ πτῶμα Πατρόκλου· διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ· τῆς γὰρ παρʼ Ἀγαμέμνονι διατριβῆς, φησί, τοῦτό μοι χεῖρον.

ἄνδρα μέν, ᾧ ἔδοσάν με—χαλκῷ: σωφροσύνης δεῖγμα ὁ παρὰ γονέων νυμφίος. φιλάνδρου δὲ γυναικὸς προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν. τοιαύτη δὲ καὶ Ἀνδρομάχη κατὰ γὰρ Μνασέαν Βρισέως υἱὸς ἦν Ἠετίων. οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων κακῶν.

ᾧ ἔδοσάν με: τινὲς «ᾧ με ἠγγύησαν καὶ ἐμνήστευσαν»· παρθένος γάρ· διὸ καὶ κόρη λέγεται.

πατὴρ καὶ πότνια μήτηρ: ὡς τὸ πρῶτον αἴτιον ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν, ὡς καὶ ἐπὶ τῶν ἡμιθέων· «σὲ μὲν Πηλῆος μητρὸς δʼ ἐκ Θέτιδος», «υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη».

τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ μητρὸς ὡς τὸ πρῶτον αἴτιον αὐτοῦ ἔχοντος.

εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ:ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς· «ἡ γὰρ ὄψις οὐ πάρα»· ὄψις γὰρ ὤτων κριτικωτέρα πᾶσιν.

μία γείνατο μήτηρ: καὶ τοὐναντίον· «ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι».

κηδείους: προσφιλεῖς, πεφροντισμένους μοι· ἢ ἀνίαν μοι παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα πάντας ἀποθανεῖν· εἰ γὰρ καθʼ εἷς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων ἐκουφίζετο τὸ πένθος. τὸ δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούντων δηλοῖ τῆς πατρίδος· οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς ὁ θάνατος, ἀλλʼ αὐτοὶ πρὸς τὸν θάνατον ηὐτομόλησαν.

ἐπέσπον: ἔλαβον.

ἄνδρʼ ἐμόν: ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆναι τοῦ ἀνδρός.

θείοιο Μύνητος: ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε καὶ ἰδικῇ προσηγορίᾳ καὶ μετὰ ταῦτα θεῖον αὐτὸν καλεῖ.

Ἀχιλλῆος θείοιο: ἢ πρὸς σύστασιν Ἀχιλλέως, Πατρόκλου θεῖον αὐτὸν λέγοντος· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ θεῖον αὐτὸν καλεῖ, ὡς τὸν Μύνητα

κουριδίην: λείπει τὸ ὥς, ὡς «Τηλεμάχῳ ἑτάρω τε κασιγνήτω τε ἔσεσθον».

ἄξειν τʼ ἐνὶ νηυσίν ἐς Φθίην, δαίσειν δὲ γάμον: ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατριβῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν. ὡς πρᾷος δὲ πολλὴν ὑπέφαινεν αὐτῇ ἐλπίδα.

ἄμοτον: ἀκατάπαυστον.

μείλιχον αἰεί: ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν ἀλλότριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ ποιητὴς τετήρηκε, καὶ πάθος ἐτειὸν ὁ ἀγόμενος διὰ τοῦ προσώπου τῆς Βρισηΐδος καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς τὴν γυναῖκα.

ἄλλως· μείλιχον αἰεί: διδάσκει ἀντιποιεῖσθαι πρᾳότητος, εἴγε καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν.

Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη: ἐπὶ προφάσει τοῦ Πατρόκλου· οὐ γὰρ ἦσαν πειραθεῖσαι αὐτοῦ. τ ὁ νοῦς οὖν οὗτος ὅτι αἱ λοιπαὶ γυναῖκες— ἑκάστη ἑαυτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.

κελεύετε: παρακαλεῖτε· «καὶ ἐπῄνεον ὡς ἐκέλευον» ἀντὶ τοῦ παρεκάλουν.

ποτῆτος: ποτὴς ἐκ τοῦ ποτότης συγκέκοπται.

δύντα δʼ ἐς ἠέλιον: ἕως δύνει ὁ ἥλιος.

ἕως τῆς τοῦ ἡλίου δύσεως.

μενέω καὶ τλήσομαι: καρτερήσω.

δοιὼ δʼ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς,Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ:εἰκότως ὡς ἂν βασιλεῖς, καὶ Ὀδυσσεύς — διαλλακτὴς γὰρ γέγονεν —, ἀλλὰ καὶ ὁ Νέστωρ διὰ τὴν ἡλικίαν καὶ ὁ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν Ἐπιτάφιον ἀγωνίζεται ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου.

καὶ δῖος Ὀδυσσεύς: συνεκδεκτέον τὸ ἔμενεν.

τέρποντες πυκινῶς: παραμυθούμενοι φρονίμως.

τέρποντες: πειρώμενοι τέρπειν ἢ ἀποτρέποντες τῆς λύπης. οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος τῆς φιλοσοφίας ὁ ποιητής.

πολέμου στόμα: περιφραστικῶς.

πολέμου στόμα: τὸ τομώτατον καὶ ἀναλωτικώτατον μέρος τοῦ πολέμου.

μνησάμενος: ὑπομνησθείς.

ἀδινῶς ἀνενείκατο φώνησέν τε: ἀνήνεγκεν ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν.

κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν.

ἀνέπεμψε τὴν φωνήν.

λαρὸν παρὰ δεῖπνον ἔθηκας: ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνῄσκεται τραπέζης, ἣν ὁ φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ νεκρῷ. καὶ λαρὸν δεῖπνον φησὶ τὸ ὑπὸ τῶν τοῦ φιλουμένου χειρῶν παρατεθειμένον.

λαρὸν παρὰ δεῖπνον ἔθηκας: παρέθηκας δεῖπνον ἡδύ.

λαρόν: ἡδὺ καὶ ἀπολαυστικόν.

ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοί — Ἄρηα: ὀτραλέως ἀντὶ τοῦ καὶ τοὺς ἄλλους παροξύνων. σημειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρατάξεις ἐγίνοντο.

σπερχοίατο: ἔσπευδον.

ἔνδον ἐόντων: ἔνδον ὑπαρχόντων, τῆς πόσεως δηλονότι καὶ τῆς τροφῆς.

οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην... ἠὲ τόν: σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετάβασιν ἔχον.

τοῦ πατρός: ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρίστησι· τοῦτο δέ, ὅτι ὁ μὲν ηὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ ὠφείλετο τὸ ζῆν· καὶ ὅτι πρόσφατον πάθος δήπου μέλλοντος ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λεγόμενον.

τέρεν κατὰ δάκρυον εἴβει: καὶ «θαλερὸν κατὰ δάκρυον εἶβεν»· τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλλα ἔχει.

θαλερόν, νέον: ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθʼ ἑκάστην νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ θαλλόντων φυτῶν· ταῦτα γὰρ μαλακὰ ἔχει φύλλα.

ἀλλοδαπῷ: παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπαφρόδιτος

ῥιγεδανῆς Ἑλένης: στυγητῆς· τὰ γὰρ λυπηρὰ ψύχει τ παραβάλλει. καὶ περὶ αὑτῆς φησιν Ἑλένη· «ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης».

στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυπηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν.

ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται φίλος υἱός: τινὲς μὲν ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ Θέτιδος. ὁ δὲ τὴν Μικρὰν Ἰλιάδα ἀναζευγνύντα αὐτὸν ἀπὸ Τηλέφου προσορμισθῆναι ἐκεῖ· «Πηλείδην δʼ Ἀχιλῆα φέρεν Σκῦρον δὲ θύελλα ἔνθα γʼ ἐς ἀργαλέον λιμένʼ ἵκετο νυκτὸς ἐκείνης». ἔστι δὲ νῆσος ἐν τῇ Εὐβοίᾳ λιμένας ἔχουσα Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσαλῶν. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν. τ ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς ἁλώσεως εἴκοσιν ἔτη· οὐκέτι γὰρ ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη· καὶ Τηλέμαχος ἦν ἂν τριάκοντα ἐτῶν, «παῖς νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτʼ ἀγοράων» καὶ «ἐπεὶ οὔπω χερσὶ πέποιθα ἄνδρʼ ἀπαλέξασθαι».

φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μάχης προσορμισθῆναι ἐκεῖ· «Πηλείδην δʼ Ἀχιλῆα φέρε Σκῦρον δὲ θύελλα.» ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα ἀχίλειον καὶ Κρήσιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν. ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας. φησὶ γὰρ Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπʼ αὐτοῦ. ἡ δὲ ἑτέρα ἱστορία διαψεύδεται.

εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής: καὶ Ἀριστοφάνης προηθέτει τὸν στίχον, ὥς φησι Καλλίστρατος· τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου κειμένης, ὕποπτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, «εἴ που ἔτι ζώει γε Πυρῆς ἐμός, ὃν κατέλειπον».

εἴ που ἔτι ζώει γε Νεοπτόλεμος: τὴν ἰδίαν ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν.

ἐνὶ νηΐ: γράφεται «σὺν νηΐ».

δμῶας: οὕτως Ἀρίσταρχος δμῶας ἔξω τοῦ ι.

δμῶας: ἀρσενικῶς τὸ δμῶας. συνυπακούεται δὲ αὐτῷ καὶ τὸ θηλυκόν.

τυτθὸν ἔτι ζώοντα: δαιμονίως ἐνέφηνε τὸν ὀλίγως ζῶντα διὰ τὴν ἀσθένειαν.

ἈΚΑΧΗΣΘΑΙ: προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν «ἀκαχήμενος» μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παράδοσις.

ἀκάχησθαι: τινὲς προπερισπῶσιν ὡς Ἀττικὸν παρατατικόν.

μνησάμενοι, τὰ ἕκαστος—ἔλειπε: ὅμοιόν ἐστι τῷ «Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη».

ἄλλως: μνησάμενοι, τὰ ἕκαστος—ἔλειπον: ὅμοιόν ἐστι τῷ «οἱ δὲ ἕκαστος σπείσαντες παρὰ νῆας ἴσαν πάλιν».

δὴ πάμπαν: ἔθος ἔχει ἀπὸ τοῦ δή ἄρχεσθαι· ἔδει γὰρ «πάμπαν δή».

ἀποίχεαι: κεχώρισαι. ἑῆος δὲ ἀγαθοῦ παρὰ τὸ ἠῶ, ὅθεν καὶ «ἠοίη προλιποῦσα δόμους»

ἑῆος: ὅτι Ζηνόδοτος γράφει «ἑοῖο». τοῦτο δὲ παρὰ τὸ πρόσωπόν ἐστιν.

μέμβλεται: συγκοπῇ καὶ πλεονασμῷ τοῦ β.

ἄλλως· μέμβλεται: διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων.

προπάροιθε: χρονικὸν καὶ τοπικόν.

νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινήν: ὅτι κατʼ ἀμφοτέρων τὸ «στάξον». τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή.

ἐρατεινήν: εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· «δαιτὸς ἐπηράτου ἔργα μέμηλεν». ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ τὸ πάθος τοῦ φίλου, διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν.

ἅρπῃ: τῷ ἰκτίνῳ. οἱ δὲ ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρένθῳ. φιλεῖ δὲ τὴν τροφήν, ἣν ἂν συνάγῃ, φυλάσσειν ἐπὶ τοῖς τάρφεσι, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. οἰκείως οὖν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ ὅτι ἐφʼ ὕψους ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσσει.

αὐτὴ δέ: ἐν ἄλλῳ «αὐτὴ δʼ αὖ».

ταρφειαί: Ἀρίσταρχος ἀνέγνω ὡς «πυκναί». οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης. καὶ ἐπείσθη ἡ παράδοσις.

ταρφειαί: κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις.

Διός: τοῦ ἀέρος.

αἰθρηγενέος: τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ ψῦχος. ἐνίοτε δὲ καὶ τὸν αἰθρίας αἴτιον· ἔσται δὲ μαχόμενον τῷ «ψυχραὶ νιφάδες»

τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους· ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει.

θώρηκές τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατὰ τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί· γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος.

κραταιγύαλοι: περιφραστικῶς ἀντὶ τοῦ κραταιοί.

γέλασσε δὲ πᾶσα περὶ χθών: περιήστραψεν· ἀπὸ γὰρ τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν ἀέρος. τινὲς δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς.

τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε— τεύχων: ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα· ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον, ὕστερον δὲ περιελεῖν τοὺς ὀβελούς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο. ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει. διπλῆν δὲ προσθετέον τῷ δῦνʼ ἄχος ἄτλητον, ὁ δʼ ἄρα Τρωσὶ μενεαίνων, ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει.

αὕτη τῇ προτέρᾳ ἐκδόσει συμφωνεῖ.

τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε: ἔπριε τοὺς ὀδόντας, οὐχ ὡς Δόλων

ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος—μενεαίνων: μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δηλοῖ.

κάμε τεύχων: ὁ τρόπος ἀντιστροφή.

ἀπάνευθε σέλας γένετο: πόρρω διέβη ἡ ἔκλαμψις.

ἠΰτε μήνης: καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν ἄλλων μελανότητα· ἐπιθέουσι γάρ τινες καὶ τῇ σελήνῃ μέλαιναι φαντασίαι ἐν τῷ περιλάμπειν. ἔνθεν τὸ σκοτεινῶς σημαίνειν μηνύειν φαμέν.

τὸ δὲ καίεται: Ἀρίσταρχος «τό τε καίεται».

τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι —φέρουσιν: οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ὡς καὶ ἐπʼ Ὀδυσσέως

περὶ δὲ τρυφάλειαν ἀείρας: ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν.

ἡ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν: πιθανὴ ἡ ὁμοιότης ἀσπίδος μὲν σελήνῃ κράνους δὲ ἀστέρι. Ἀχιλλέα δὲ ἡλίῳ παραβάλλει

ἵππουρις: καταχρηστικῶς· οὐ γὰρ τοιαύτη ἦν. ἔθειραι δὲ αἱ τημεληθεῖσαι τρίχες. κακῶς οὖν Καλλίμαχος· «ἐπὶ κτενὸς ἔσκον ἔθειραι».

πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσειε: ἁλλόμενος, ὅπως εἰδῇ, πότερον ἔσφιγκται ἢ σαλεύεται περὶ τῷ σώματι.

πειρήθη δʼ ἕο αὐτοῦ: ὅτι Ζηνόδοτος γράφει «ἑοῦ αὐτοῦ». συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. τὴν «οἷ» ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης καί φησι κεῖσθαι δοτικὴν ἀντὶ γενικῆς. οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ «οἱ δέ οἱ ἐβλάφθησαν», ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ «νεῦσʼ ἐπὶ οἷ καλέσας» καὶ «προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα». οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν «οἷ» προκεῖσθαι δοτικὴν ὑπάρχουσαν· ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ ἕο αὐτοῦ.

ἕο αὐτοῦ: οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου· Ζηνόδοτος «ἑοῦ αὐτοῦ».

εἰ οἷ ἐφαρμόσσειε— τῷ δʼ εὖτε πτερὰ γίγνετο: ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βαρέα ὑπῆρχεν. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν ἔχουσιν.

ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλʼ αὐτὰ τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή.

ἐντρέχοι ἀγλαὰ γυῖα: εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο καὶ μὴ ἐμποδίζοιτο.

τῷ δʼ εὖτε πτερὰ γίγνετο: οὕτως γραπτέον τῷ δʼ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα. πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δʼ εὖτε καὶ κατὰ συστολὴν δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ «εὖτʼ ὄρεος κορυφῇσι», μετέγραψεν ὕστερον «τῷ δʼ αὖτε», ἐμφατικώτερον νομίσας εἶναι ὑπακουομένου τοῦ ὥς, ὡς κἀκεῖ «καιροσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον».

τῷ δʼ εὖτε: οὕτως τῷ δʼ εὖτε Ἀρίσταρχος· συνέσταλται δὲ τὸ ἠΰτε καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει «τῷ δʼ ὥστε». ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων «τῷ δʼ αὖτε», ἔξωθεν δὲ τὸ ὥς.

Ἀρίσταρχος εὖτε.

συστολὴ ἀπὸ τοῦ ἠΰτε. γράφεται «αὗται», ἵνα λείπῃ τὸ ὥς.

ἄειρε δὲ ποιμένα λαῶν: τινές φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος καὶ γαυριᾶν ἐποίει.

σύριγγος: τῆς δορατοθήκης.

βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσσιν: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν … ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν, διὰ τί οὐκ ἔλαβε τὴν μελίαν.

βριθὺ—ἡρώεσσιν: οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ ἀθετούμενοι.

βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσσιν: ἐπὶ Πατρόκλου οἰκείως κεῖνται, ἵνα γνῶμεν, διὰ τί παρέλιπεν αὐτὸ Πάτροκλος· καὶ ἐνταῦθα πρὸς αὔξησιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε. βριθὺ δὲ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ δοράτων ἄχρηστον.

ἐπίστατο: εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι διδασκόμενον πάλλειν τὴν μελίαν.

τάμε: καὶ «πόρε».

ἐν κορυφῇς: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.

Ἄλκιμος: ὅτι τὸν Ἀλκιμέδοντα νῦν Ἄλκιμον λέγει.

ὁ Ἀλκιμέδων.

ζεύγνυον: οὕτως διὰ τοῦ ο ζεύγνυον.

ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἔσαν: ἔσαν ἀντὶ τοῦ θέσαν κατὰ παράλειψιν τοῦ θ.

λέπαδνα: τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων περιστηθίους ἱμάντας.

χειρὶ λαβὼν ἀραρυῖαν: τῇ χειρὶ ἀραρυῖαν, οὐκ ἐξολισθαίνουσαν τῆς χειρός.

τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ: περὶ τοῦ θώρακος ἔφη «φαεινότερον πυρὸς αὐγῆς»· περὶ δὲ τοῦ σάκους «σέλας γένετʼ ἠΰτε μήνης»· περὶ δὲ τῆς κόρυθος «ἡ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν». εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον ἡλίῳ ἀπεικάζει.

εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα, τὸ δὲ σάκος σελήνῃ, τὸ δὲ κράνος ἀστέρι εἰκάσας, τὸν ἐκ πάντων τούτων καταλαμπόμενον ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμπροτάτῳ.

ἠλέκτωρ: ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι εἰλούμενον· διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησιν ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατʼ ἐνεργείας τάσσει, σημάντωρ κοσμήτωρ. «λέγω» δὲ τὸ κοιμίζω, «λέξον δή με τάχιστα».

Ὑπερίων: καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι, κυκλοῖ τὴν γῆν καὶ ὑπεράνω ἡμῶν ἐστιν.

Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης: σημειοῦνταί τινες, ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται «Ξάνθε τε καὶ σύ, Πόδαργε».

ἄλλως δὴ φράζεσθε, σαωσέμεν ἡνιοχῆα: ἄλλως φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητός, οἱ δὲ ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σῴζειν δυναμένοις. ἢ ὅτι διὰ τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐγκαλεῖ. ἢ ὅτι «τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο».

Δαναῶν: ἐν ἄλλῳ «λαῶν».

ἑῶμεν: ὅτι δασυντέον τὸ ἑῶμεν: ἔστι γὰρ ἅδην ἔχωμεν, κορεσθῶμεν.

μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνειῶτα: ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοῦσιν ἐγκαλεῖν.

αὐτοῦ: γράφεται «αὐτόθι».

ἤμυσε καρήατι: παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων ἑαυτὸν ὥστε ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται.

ἤμυσε καρήατι: παρέκλινε τὴν κεφαλὴν—διαλέγεσθαι.

ζεύγλης: ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος ἐντίθεται.

αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη: ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων· ἐπιφέρει γὰρ «ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν», ὡς δηλονότι καὶ παρασχοῦσαι· τοιοῦτος γὰρ ὁ ποιητής· «τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὥσπερ ἔφηνεν».

αὐδήεντα: λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δέ, φασί, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητής, τὸ φωνῆς μετέχοντας ἵππους εἰσάγειν, θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις προεῖπεν· «αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος»

ἄλλως· αὐδήεντα: εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον καὶ φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἡσίοδος ἐπὶ τοῦ ἱέρακος, Ἀρχίλοχος ἐπὶ τοῦ ἀετοῦ, καὶ Αἴσωπος ὕστερον κατεχρήσατο.

νωχελίῃ: νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν καὶ χελώνη λέγεται.

θεῶν ὤριστος: ἥλιος γὰρ ὁ μείζων τῶν ἀστέρων.

νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν:τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν. ἢ ὑπερβολικῶς.

ἥνπερ ἐλαφροτάτην φάσʼ ἔμμεναι—δαμῆναι: ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν· οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα ἀγνοούμενόν τι, καὶ ἀπίθανον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα πολυίστορα.

ἥνπερ—ἔμμεναι: τὴν ἁμαρτίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει. δῆλον δὲ ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων.

θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι: φασὶν ὡς ἐν σχήματι Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν.

ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν: οὕτως εἰπόντος—γίνεσθαι. ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ «αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη»· εἰ γὰρ ἡ Ἥρα παρέσχε, καὶ ἐπισχεῖν ὤφειλεν, οὐχ αἱ Ἐρινύες.

Ἐρινύες ἔσχεθον αὐδήν: ἐπίσκοποι γάρ εἰσι τῶν παρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο.

ἄδην ἐλάσαι κακόκητος: ἀθρόως κορέσαι ἢ συγκλεῖσαι. μεγαλοφυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται τῆς ὁρμῆς ὥσπερ πρὸ τοῦ θανάτου ἀνδρίσασθαι μέλλων.

ἐν πρώτοις: ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.