eul_wid: vta-aeq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book XVII by Scholia on the Iliad and Odyssey

The middle door of a house, dividing the men's rooms from the women's, is the subject of one of the broken papyrus notes on Book XVII. In the fight over Patroclus's body, Menelaus's appeal to the Argive leaders is set against Hector's rebuke of his allies, to the Greeks' credit. As the mass of the Achaeans flees and drops its armour, the poet is shown sparing their shame, while the two Ajaxes hold firm over the body.

Part of Scholia on the Iliad

......

[ ]δʼ αὐτο.[ [ ] πόρτιν δʼ ἐν τ[ [ ]μενάων .[

......

..... [ ]ρ̣τ.. [ ]θησεν [ ]ωι τῆς οδυ [ ]....α[.].[.]επα [ ]ν Π[το]λ̣ε̣μαῖος [ ]σ [ῥ]άβδον [ ]και [ [ ]..[

.....

..... [] κα.πε̣[ [] π[.]πτω.[ [ πηουν[ [ χ̣ηρευσ[ [ π.[ [ μια[ [ τασ.[ [ α̣[

.....

........ [ ] [ ]η̣ν [ ]πει [ ]φ.[.]η̣τ̣η παρʼ αὐ- [ ]. οὐ γὰρ ..(.)[.]ιουν [ ]λης οὐ .(.)[.]..ιθη [ ]Τρωσίν, ἀλλʼ ὅτι ἡ

[ ]ν ὡς ἐν τῆι... ἀ[πὸ μεσσαύλοιο σταθ]μοῖο· «ὃς ν〈ε〉ίκεσσε [θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο». ]δ̣ιος ἐν τῷ Περὶ ἀν- [ ] ἡ μέση θύρα [τῆς αὐλῆς, ἡ διορίζουσα τόν τε ἀνδρῶνα καὶ τὴν γ]υναικω[νῖτιν δ]ὲ τὴν ἐπὶ [ἀγρῷ ἔπαυλιν

........ [ ]ελωιδ̣ο̣υντ.[ [ ].σαν ὥσπερ [ [ ].[.]αγον [ α]γγέλλοντι

......... [ μ[ [ κ[ [ τ[ [ μ[ [ ου[ [ την.[ [ τόσα[ [ τουπα̣.[ [ θος τῶν ἀ[ [ τ.δ.ν [ [ [ [ [ [ [

......... [ ].[ [ ].φρο.[ [] [ ].εχει.[ [[ ].ι..[..].[ [ τεεκελευ[.].

....... [ ἐγγ]ὺ̣ς̣ ἔ̣ρ̣χ̣ε̣[ται [ ]φορος ἐστι.[ [ ].ου κατὰ τοῦ.[ [ ἀ]ντὶ τοῦ[ [ ].ερμ.[ [ ]λον[ [ ].[ ......

...... [ ]ω...[ [ τ]ὰ̣ ὅπλα τ.[ [ ]ος ἥρμοσε τῶ[ι Ἕκτορι [ τ]ῶ̣ι̣ Ἀχιλ̣[λεῖ [ ].θεσθαι̣ [ [ ].ι.[.]..[ [ ].[ ......

..... [ ].[ [ ]του.[ [ β]ο̣η̣θόο̣[ν ἅρμʼ [ ζε]τ̣ο χερσί[ [ ].....[ .....

...... [ ].ν.[ [ ]..αυ[ [ ].τος ν[ [ ]α.(.) του̣π̣[

[ πέλ]εκυν αἰζ[ήϊος [ ]..[.].οπ[ι]θ[εν [ ]πιθεν σ[ ......

........ [ ..[ [ ].ν [ δον δεσ̣τ̣α̣.[ [ ].νε

[ πε.ω ἀτὰρ[.......................κατέστυγε [ ].την [ μῦθον] [ ἀκούσας κ̣α[ []αὐτὸν [ μ̣ενο̣ς στυγ̣..[ []ντιδ̣.[ [ π...[.]....(.)[ ... [ α....[ [ τ̣.ς̣....[

[ τὰ δὲ τεύχ[εʼ ἀμύμονι δῶκεν ἑταίρωι / Λαο-[ δόκωι, ὅς οἱ σχεδὸν] [ ἔστρεφε μ[ώνυχας ἵππους. / τὸν μὲν δακρυχέ-[ οντα πόδες φέ-][ ρον [ἐ]κ πο̣λέμ̣[οιο· [ ]τ̣ευχ̣[ ......

...... [ ]φα.[

[ ]δο̣[...].κα.[ [ ].ν ἐξήγγειλεν Ἀχιλ̣λ̣ε̣.[ [ ].πεζός〈;〉 ἐρεῖ τις ἐν α̣ρ.[ [ ]ρ̣εῖσθ[......]ν ν[..]ν..[ [ ]ο.[ ......

[ ]εγομενη[ [ ]ενα.[ [ ].[ .....

..... [ ].ωι ἀρίστου[ [ ]ν̣ο̣ν μετοδ[ [ ].ἐπʼ Ἴλιον[ .....

..... [ ]πωι[ [ ]ν̣τουη.[ [ ]ιν ωσ[ [ ]..[ .....

[ ].(.) ἀναπα[υ [ ]ο..νεσ[ [ ]ναλ.οστο[ [ ]λουτ̣ου.[ [ ].....[ .......

[ ]..φ[ [ ]ετο[ [ ]...[ [ ]ην.[ [ ]..(.) τ[ [ ἀ]πώσατο[ [ ]ως ἀπολε.[ [ ].αλε.[ [ ]..[ ......

[ ]τωνκ....[ Πανα]κρίδος ἔρ̣γ̣α̣ μ̣[ελίσσης [ ]σιμ. τῶν πα.[ [ ]να ἂν ὀνομ[α [ ]τισιν δ[..]π[ [ ]συγκειμ[ [ ]..[ | ]ενα[ [ ]ν.. [ [ ]α̣τ̣ο̣υ̣.[ ......

....... [ ].[ [ ].συγγ.[ [ ]Κύπρον[ [ ].ρο.[..].[ [ ]ολι..[ [ ]..Τεύκρου ησ[ [ ]μενος ἂν εἴη[ [ ὅ]σην πτολίεθρο[ν [ Ε]ὔ̣βοιʼ Ἀθήναις[ [ ].σιν εἰς τὴν κυ[

.....

〈ἀλλʼ ὁτεδή ῥʼ:〉 ἡ κο(ινὴ) «ἀλλʼ ὅτε δή ῥʼ».

〈ἀμφιγύοισιν:〉 ἐξ̣ ἀμ[φοτέρων [ με̣ρῶν[ [ .(.)[

[ ].οει ἀντι[

οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν—ἐν δηϊοτῆτι: εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ γάρ· «ὃς κεῖται ἐμῆς εἵνεκʼ ἐνθάδε τιμῆς». καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι· «νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω». ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους πρᾷος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο ἢ ὅτι καὶ περὶ πάντας σπουδαῖος ὁρᾶται· αὐτόματος ᾔει πρὸς τὴν δαῖτα προανέστη τοῦ ἀδελφοῦ Ὀδυσσέως καταπονουμένου ἧκεν ἄγων Αἴαντα ἔμεινεν ἐν τῷ Σουνίῳ «ἐπειγόμενός περ ὁδοῖο, ὄφρʼ ἕταρον θάπτοι». ἢ προθυμότερον ποιῶν ἑαυτῷ σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι εἰσὶ πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι.

Πατρόκλου πεσόντος πρῶτος αἴσθεται Μενέλαος· φησὶ γάρ· «ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς». καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς διʼ αὑτὸν τελευτήσαντας μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει.

οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν—ἐν δηϊοτῆτι: ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν «οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος».

οὐδʼ ἔλαθε: καθʼ ὑπερβατόν, οὐκ ἔλαθε δέ.

Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι: ἀμφίβολον, πότερον Τρώεσσι συνήθως κατʼ ἐναλλαγὴν πτώσεως παρείληπται ἀντὶ τοῦ Τρώων, ὡς «Αἴαντι δὲ μάλιστα» ἀντὶ τοῦ Αἴαντος, καὶ ἔστιν «δαμεὶς ἐν Τρώων δηϊοτῆτι», ἐν τῇ τῶν Τρώων μάχῃ, ἢ ὡς τὸ «ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς», οὕτως Τρώεσσι δαμασθεὶς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμείς, ἢ ὑφʼ Ἕκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι. ἢ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν τε Ἕκτορα καὶ τὸν Εὔφορβον· ὑφʼ οὗ μὲν γὰρ ἐβλήθη ὑφʼ οὗ δὲ οὐτάσθη

Τρώεσσι δαμείς: ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων δαμασθείς.

Τρώεσσι: Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους γὰρ Τρῶάς φησιν.

κεκορυθμένος: ὅθεν καὶ «κορυστής» ἀντιμετείληπται τὸ θ τοῦ ς.

ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ: τὸ σημεῖον πρὸς τὸ «ὃς Χρύσην ἀμφιβέβηκας». πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα διὰ τὸ σκιρτητικὰ εἶναι. τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· οὐ γὰρ ἔφη «ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν», ἀλλὰ μήτηρ, τὸ φιλοστοργότατον ὄνομα.

ὥς τις περὶ πόρτακι μήτηρ: τὸν Αἴαντα λέοντι εἰκάζει, «ᾧ ῥά τε νήπιʼ ἄγοντι», τὸν Ὀδυσσέα τῆς ταπεινώσεως χάριν κυνί, «ὥς τε κύων ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει», τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ ἤθει τοῦ ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. εὖ δὲ ἀντὶ τοῦ βοῦς τὸ μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα.

πόρτακι: πόρταξ ὑποκοριστικῶς ἡ πόρτις. τριχῶς δὲ τὸ ὄνομα παρʼ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, «ὡς δʼ ὅταν ἄγραυλοι πόριες»· πόρτις, «πόρτιος ἠὲ βοός».

πρωτοτόκος κινυρή: κινυρὴ ἡ οἰκτρόφωνος· κινύρεσθαι γὰρ τὸ θρηνεῖν. ὑφʼ ἓν δὴ προενεκτέον πρωτοτόκος κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. τὸ δὲ πρωτοτόκος πρὸ τέλους ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως τεχθεῖσαν.

πρωτοτόκος: πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. κινυρὴ δὲ οἰκτρόφωνος. ὑφʼ ἓν δέ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα.

εἰδυῖα τόκοιο: ἐγνωκυῖα· «νήπιον, οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο». τὸ δὲ κινυρή πρὸς τὴν Μενελάου λύπην.

πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. κινυρὴ δὲ οἰκτρόφωνος. πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην. ὑφʼ ἓν δέ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. εἰδυῖα δὲ ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη.

πρόσθε δέ οἱ: ὅτι ἀντὶ τοῦ οὗ, ὅ ἐστιν αὐτοῦ. Ζηνόδοτος «πρόσθε δέ οὑ», κακῶς.

τοῦ: τοῦ Μενελάου. ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτερον.

αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου.

οὐδʼ ἄρα Πάνθου υἱὸς—ἀμύμονος: ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.

πρότερος: ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἕνα ἡ σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ.

λείπει ἐμοῦ.

Πάτροκλον βάλε δουρί: ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει «σχεδὸν οὔτασε Δάρδανος ἀνήρ».

μή σε βάλω: …

Ζεῦ πάτερ—νήπιος ἔγνω: πολυκίνητος ὁ λόγος· ἐσχετλίασε πρῶτον· εἶτʼ ἐλογίσατο τὴν ὑπεροψίαν τῶν Πανθοϊδῶν, καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν πάλαι μετῆλθεν· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν αὐτῷ παραινῶν

ὑπέρβιον εὐχετάασθαι: ὑπὲρ δύναμιν αὐχεῖν. καὶ τὸ μὲν σημαινόμενον πρὸς Εὔφορβον, ἡ δὲ ἀναφορὰ ἐπὶ Δία ὡς ἐκθαυμάζοντος τὸ θράσος· ὅταν γὰρ οἱ μέτριοι ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν πρὸς θεὸν παρρησίαν εἰς μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν πρὸς τὸ θεῖον παρατάττεται· «Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος».

ὑπέρβιον εὐχετάασθαι: ὑπερβίως αὐχεῖν, ὅ ἐστιν ὑπὲρ τὴν δύναμιν.

οὔτʼ οὖν παρδάλιος—βλεμεαίνει: πρῶτον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύτερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους καὶ ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναιότερον, ἀλλʼ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ παρδάλεων πολλάκις τὸ παθεῖν φυλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν οὗ τε μέγιστος θυμός. ἄλλως τε λέων μὲν καὶ πάρδαλις πολλάκις ἡμεροῦνται, ὁ δὲ ἀεὶ ἄγριος.

πορδάλιος: διὰ τοῦ α αἱ Ἀριστάρχου «παρδάλιος».

διὰ τοῦ α τὸ «παρδάλιος».

συὸς κάπρου: κατʼ ἐπίτασιν· ἀλκιμώτερος γὰρ ὁ κάπρος· διὸ ἐπὶ πᾶσι τέτακται. οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι σῦς μὲν τὸ γενικόν, κάπρος δὲ τὸ εἰδικόν, ἀπὸ τοῦ κάπτειν.

συὸς κάπρου: μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ «ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος».

Πάνθου υἷες: Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ, οὗτοι Πανθοΐδαι.

ἐϋμμελίαι: καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων.

οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος: τὸ σημεῖον Διονύσιος διὰ τὸν Ὑπερήνορά φησι· προείρηται γὰρ «Ἀτρείδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὔτασε». καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν.

οὐδὲ μὲν οὐδέ: περισσὸν τὸ ἓν οὔ.

βίη Ὑπερήνορος—ἔμμεναι: ἢ πρὸ τῆς μήνιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνῄρηται· οὐ γὰρ ἐν τῇ Ξ «Ἀτρείδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν»· φεύγων γὰρ ἐκεῖνος ἀνῄρητο. Ὁμηρικὸν δὲ ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον φράζειν, «ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν»· «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεναι»· «πρῶτον μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων».

ἀπόνητο: ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν, «ὠνόσατο» δὲ ἐμέμψατο.

ἐλέγχιστον πολεμιστήν: καὶ «μαλθακὸς αἰχμητής» ἀλλʼ αἱ τῶν πολεμίων ἀποφάσεις οὔκ εἰσιν ἐχυραί.

οὐδέ ἕ φημι—τοκῆας: συγγνωστὸς ἀπαγγέλλων ἰδίας ἑαυτοῦ πράξεις· προσφόρως γὰρ οὐκ ἄλλου τινὸς μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτὸν τοῦ θράσους.

οὐδέ ἑ: διὰ τοῦ τέ, «οὐδέ τε», Ἀρίσταρχος.

κεδνούς: ὧν ἂν κήδοιτό τις καὶ φροντίζοι.

ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος—ἔγνω: ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως οὐκέτι· ἐπεξεληλυθὼς γὰρ μόνον οὐχὶ συναρπάσαι ἂν τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως.

ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος— στήῃς: ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα χαλκῆν θεασάμενον εἰπεῖν ὡς ταύτην φορῶν ἀνῄρηται ὑπὸ Μενελάου ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα Εὐφόρβου.

ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο πρίν τι κακὸν παθέειν: διὰ μέσου ἐστὶ τὸ μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο· τὸ δὲ ἑξῆς ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι πρίν τι κακὸν παθέειν. διὰ μέσου δὲ τὰ λοιπά.

τὸ ἑξῆς ἐς πληθὺν ἰέναι πρίν τι κακὸν παθέειν

ἰέναι, μηδʼ ἀντίος ἵστασο: ἡ σύνταξις ὁμοία τῇδε· «οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται».

ῥεχθὲν δέ τε νήπιος ἔγνω: φιλόσοφος ἡ γνώμη· ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς φρόνιμος δαίμων, ὁ δὲ Ἐπιμηθεὺς φαῦλος· μετανοεῖ γάρ, ὅτʼ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή· «καὶ σοὶ λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι.»

ῥεχθὲν δέ τε νήπιος ἔγνω: πιστὸν τὸ παίδευμα καὶ πολλῆς ὠφελείας περιεκτικόν.

ῥεχθὲν δέ τε νήπιος ἔγνω: ὅτε οὐδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς ἀπαγγελίας.

ἦ μάλα τίσεις: ἔν τισι τῶν ὑπομνημάτων «ἦ τάχα τίσεις».

τίσεις: ὡς «τίσειαν Δαναοὶ ἐμὰ δάκρυα».

γνωτὸν ἐμόν, τὸν ἔπεφνες: ὅτι ἰδίως ἐξενήνοχεν· ἔστι γὰρ μάλα τίσεις περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας, περὶ οὗ ἔπεφνες ἀδελφοῦ, τίσεις μου τὸν ἀδελφόν.

χηρώσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο: ὅμοιον τῷ «καὶ δόμος ἡμιτελής».

ἀρητόν: τὰ εἰς τος ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο συλλαβάς, ὀξύνεσθαι θέλει.

ἀρητόν: ὀξυντέον· ἐπιθετικὸν γάρ ἐστιν.

μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. ὀξύνεται δὲ ἐπίθετον ὄν.

ἀρητόν: ἤτοι βλαπτικόν, παρὰ τὴν ἀρὰν τὴν βλάβην, ἢ κατάρατον ἢ ἀπευκτόν. ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης ἐσόμενον.

ἄλλως: ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας: ἑκατέρως διαστεῖλαι ἔστιν· ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας, ἵνʼ ᾖ κατʼ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος, τὸν ἀρητόν. ἢ οὕτως· εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις.

ἦ κέ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς: καταπαύσαιμι δʼ ἂν τοῦ θρήνου—αὐτοῖς.

ἦ: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ.

ἦ: ὄντως.

δειλοῖσι: ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις.

Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι: πρὸς τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν Εὐρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ «ἕλχʼ, ἵνʼ ἀπʼ ὤμοιϊν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ».

Φρόντιδι: ὡς «Ἤλιδι». οὕτως Τυραννίων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, «οὐτίς» τὸ ζῷον παρʼ Ἀλκμᾶνι. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ «πόρτις»· καὶ γὰρ χωρὶς τοῦ τ, «πόριες περὶ βοῦς ἀγελαίας». «μὴ ὄντα ἐπιθετικά» πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.

Φρόντιδι: ἣ μήτηρ ἐστὶν αὐτοῦ, Φρόντις ὡς «Θέτις».

ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται, οὐδʼ ἔτʼ ἀδήριτος, ἤτʼ ἀλκῆς ἤτε φόβοιο: οὐκ ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν.

ἀλλʼ οὐ μὰν ἔτι δηρὸν—φόβοιο: τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ φυγήν.

ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος—φόβοιο: διὰ μέσου τὸ οὐδʼ ἔτʼ ἀδήριτος, τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτʼ ἀλκῆς ἤτε φόβοιο, οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ

ἔτι δηρόν: κατʼ ἔνια τῶν ὑπομνημάτων διὰ τοῦ π «ἐπὶ δηρόν», ὁμοίως τῷ «ἐπὶ δηρὸν δέ μοι αἰών».

πόνος: ἔργον μάχης.

ἤτʼ ἀλκῆς ἤτε φόβοιο: Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ δ, «ἠδʼ ἀλκῆς ἠδὲ φόβοιο».

οὕτως Ἀρίσταρχος ἄμφω διὰ τοῦ «δε».

χαλκός: οὕτως Ἀρίσταρχος χαλκός ἄλλοι δὲ «χαλκόν».

διὰ τοῦ ς χαλκός, ἵνʼ ᾖ ἐπιδορατίς.

ἐπευξάμενος Διῒ πατρί: τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ

κατὰ στομάχοιο θέμεθλα: στομάχου θέμεθλα οὐ λέγει τὸ στόμα τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν «ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή». θέμεθλα δὲ ἡ θέσις.

στομάχοιο θέμεθλα: τοῦ βρόγχου τὴν θέσιν, τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ.

νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε: πρὸς τὸ αὐτό ς: οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος, ὅμοιον τῷ «ὁ δʼ ἐρεύγετο οἰνοβαρείων», ἕτερος τις οὔκ, ἀλλʼ αὐτὸς ὁ Κύκλωψ.

βαρείῃ χειρὶ πιθήσας: τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησί, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι.

ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή:τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν τὸν βρόγχον· εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἄντικρυς διὰ τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο.

ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή: εἰκότως διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε ἐπετήδευσε μονομάχιον δεῖξαι δύο καλῶν· καὶ γὰρ Μενέλαος ξανθός, εὔμηρος, καλλίσφυρος· καὶ οὗτος δὲ χαριτόεις.

αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι:οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλʼ ἐπεὶ ἔφθη εἰπὼν «μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν ἱππόκομον πήληκα μιαίνεσθαι», παραμυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν.

οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης, ἀλλʼ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν εἶπεν «μιάνθησαν δὲ ἔθειραι», εἰς ἐκδικίαν καὶ παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν Εὐφόρβου κόμην.

Χαρίτεσσιν ὁμοῖαι: ὅτι Ζηνόδοτος γράφει «Χαρίτεσσι μέλαιναι», ἀδιανόητον ποιῶν.

οἱ δὲ γράφουσι «Χαρίτεσσι μέλαιναι», ὑπὸ Χαρίτων μελανθεῖσαι· αὗται γὰρ οὖλαι.

Χαρίτεσσιν ὁμοῖαι: ταῖς τῶν Χαρίτων.

Χαρίτεσσιν ὁμοῖαι: ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἶσαι. ἀπίθανον—ἅς φαμεν στεφανίτιδας.

πλοχμοί: οἱ πεπλεγμένοι πλόκαμοι.

οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο: οἳ ὑπὸ χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ἦσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ ὥς. ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσόν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις.

ἐσφήκωντο: παρειμένοι ἄνωθεν περιεδέδεντο. καὶ «Νάστης χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη». ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. ταῦτα δέ τινες κάλυκάς φασιν.

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης—λευκῷ: Λαπίθαι μὲν δρυσίν, «αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετόν», εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυνωθείσῃ· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ ἀπὸ τῶν τοιούτων δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυλάττον. σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας· τὸ μὲν πρῶτον οὐκ ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλʼ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι, δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, οὐκ αὐτοματίζον, ἀλλʼ ἐπιμελείᾳ γεωργῶν αὐξόμενον ἐν τόπῳ ἐρήμῳ φυτῶν, ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν. λοιπὰ δὲ ἦν τὰ τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς παντοίους ἀνέμους, ἵνα εὔτονον γινόμενον τὸν καρπὸν φυλάττοι.

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης: Ποσειδῶν καὶ Ἀθηνᾶ—ἴδιον Ἀθηνᾶς.

χώρῳ ἐν οἰοπόλῳ: φυσικόν ἐστι κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τόπους. ἀμέλει ἐν ἀκροπόλει τῆς Ἀττικῆς πρῶτον ἐφάνη.

ἄλλως· χώρῳ ἐν οἰοπόλῳ: πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ ὁδοιπόρων ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν· ἧττον γὰρ εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρούμενα.

φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τόπους. ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα φυτὰ ἀλλήλων τὴν εὐφυΐαν ἀφαιροῦνται. οἰοπόλῳ: ἐν ᾧ μόνος τις πολεῖται.

ἀναβέβρυχεν: Ζηνόδοτος διὰ τοῦ ο «ἀναβέβροχεν», ὡς ἐκεῖ «ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ».

ἀναβέβρυχεν: πηγάζει. τινὲς δὲ «ἀναβέβροχε», πιαίνεται ἐξ ὑετῶν, ὡς τὸ «καταβρόξειεν».

ἀναπηγάζει, ἀναβλαστάνει, ἀναδίδοται.

τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων: ἵνʼ εὔτονον γένηται καὶ φυλάσσῃ τὸν καρπόν· τὰ γὰρ θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀφίησιν.

βρύει: θάλλει· ὅθεν καὶ ἔμβρυον. ἄνθεϊ δὲ λευκῷ τῷ κυπρισμῷ τῆς ἐλαίας· οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ νέον.

ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ:ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησίν ἐπὶ δὲ τῆς πτώσεως ἄνεμον καὶ λαίλαπα.

βόθρου τʼ ἐξέστρεψε: μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ γύρους ἐπισκάπτουσιν αὐταῖς. ἐμφαντικῶς δὲ καὶ τὴν ἔξ πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν συνεπάχυνε τῷ πάθει τὴν ἀπαγγελίαν.

καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ: αἱ γὰρ ῥίζαι αὐτῆς ἐν ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος

ὡς δʼ ὅτε τίς τε λέων—κυδαλίμοιο: πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ τῶν βοῶν ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, «Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε»· τὸν κτείναντα Μενέλαον λέοντι, τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι μὴ δυναμένοις.

λαφύσσει: λάπτει. τῶν δὲ κατὰ μίμησιν ἡ λέξις.

δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν σὺν τῷ ο «ἔγχεϊ δηϊόων». γέγονε δὲ παρὰ τὸ δήϊος· διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν.

δῃῶν: σὺν τῷ ι, καὶ περισπάσεις διὰ τὸ «δῄουν ἀλλήλους» τὸ γὰρ ἐντελὲς θέμα δηϊόω ἐστίν.

δῃῶν: καὶ δήϊοι οἱ πολέμιοι.

ἰύζουσιν: οἱ νομῆες. οἱ δὲ κύνες ὑλακτοῦσιν.

ἔνθα κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματα· ἔδει γὰρ φάναι «τότε δʼ ἂν ῥᾳδίως ἔφερεν».

ἀντὶ τοῦ ἔφερεν.

ἀγάσσατο: τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν καὶ οὐκ ἀντὶ τοῦ ἐθαύμασεν.

Κικόνων ἡγήτορι Μέντῃ: ὅτι τοῦτον τὸν Μέντην ἐν τῷ Τρωϊκῷ Διακόσμῳ οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον· «Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων», ὡς ἂν πλείοσιν ἡγεμόσι χρωμένων. ἴσως δὲ ἀμοιβὸς ἦν νεωστὶ ἥκων. καὶ πρὸς τὸν ἐν τῇ Ὀδυσσείᾳ ὁμώνυμον Μέντην· ἕτερος γὰρ Ταφίων βασιλεύς. Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις.

Κικόνων ἡγήτορι Μέντῃ: πῶς ἐν τῷ Καταλόγῳ φησὶν «Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν» νοητέον οὖν ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς «πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο».

Κικόνων ἡγήτορι Μέντῃ: τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. τινὲς γράφουσι «Πείρῳ», ἵνʼ ᾖ ὁμώνυμος τῷ Θρᾳκί

Ἕκτορ, νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων:μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι. τὸ δὲ ἀκίχητα φασὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι.

ἀκίχητα: ἀκατάληπτα. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχωρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.

ἀλεγεινοί ἀνδράσι γε θνητοῖσι δαμήμεναι: πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται. ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.

πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ ὑποταγῆναι. ἢ δυσχερεῖς.

Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε:πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος, ἀλλὰ καὶ Δάρδανος· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς «Μυρμιδόνων τὸν ἄριστον».

Ἕκτορα: ἀντὶ τοῦ Ἕκτορος.

τὸν μὲν ἀπαινύμενον—ὠτειλήν: σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.

κατʼ οὐταμένην ὠτειλήν: ὅτι παρητυμολόγησεν τὸ ὄνομα.

κατʼ οὐταμένην ὠτειλήν: κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.

βῆ δὲ διὰ προμάχων—ὀξέα κεκληγώς: ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὁ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὁ δὲ σκέπτεται.

ὀξέα κεκληγώς: μετὰ τὸ κεκληγώς βραχὺ διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει.

εἰ μέν κε λίπω—Ἕκτωρ: εἰκότως ἐμβαθύνει τῷ λογισμῷ· μένειν μὲν γὰρ ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.

λίπω κάτα τεύχεα καλά: τὸ ἑξῆς ἐστι καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.

Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς: ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν τέτακται· ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρῶας.

Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς: δαιμονίως ἑαυτὸν δυσωπεῖ παραμεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.

μή ... μή: διστακτικὸν τὸ μή.

νεμεσήσεται: ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται.

εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί: ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς, στικτέον δὲ ἐπὶ τὸ πολλοί· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις «μή τίς μοι Δαναῶν»· ἔστι γὰρ τὸ πλῆρες «εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τις». τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· «ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, εὐλαβοῦμαι, μή πώς με περιστήωσʼ ἕνα πολλοὶ ὄντες».

προσληπτέον τὸ εὐλαβοῦμαι.

περιστείωσι: Ἀρίσταρχος διὰ τοῦ η «περιστήωσι».

Τρῶας δʼ ἐνθάδε πάντας ἄγει—Ἕκτωρ: προκατασκευάζει πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν.

ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι,ὅν κε θεὸς τιμᾷ: ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι, ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται.

ὁππότʼ ἀνὴρ ἐθέλῃ—τιμᾷ: πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι; ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος «ἴσον μὲν θεὸν ἄνδρα τε φίλον θεῷ» ὑποτρέσαι ἐκέλευσεν, ἐπʼ ἴσης τόν τε θεὸν καὶ τὸν φίλον θεῷ, ἄνδρα θεοφιλῆ. «μὴ θαύμαζε γάρ», φησὶν ὁ Πλάτων, «εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεούς. ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι;»

ἄλλως· ὁππότʼ ἀνὴρ—τιμᾷ: οὐκ ἄρα τῷ πολέμῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτί, ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι.

ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι,ὅν κε θεὸς τιμᾷ: ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ. ὁ δὲ λόγος· ὁπότʼ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι· τὸ γὰρ πρὸς δαίμονα ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην ὡς «καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα».

ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι φωτί, ὅν κε θεὸς τιμᾷ.

παρὰ γνώμην θεοῦ· ἡ γὰρ πρός καὶ τὴν παρά δηλοῖ· «ἀλλὰ πρὸς Τρώων»· «καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα».

χωρήσαντα: ἀντὶ τοῦ παραχωρήσαντα, ὑποχωρήσαντα.

ἐκ θεόφιν: ἐκ θεῶν. περισσὴ οὖν ἡ ἔξ.

εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην:τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν ἀγαθόν φησι.

ἰόντες: Ζηνόδοτος «ἰόντε» δυϊκῶς.

καὶ πρὸς δαίμονά περ: θαρσήσας τῇ τοῦ Αἴαντος ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον.

κακῶν δέ κε φέρτατον εἴη: ὡς ἐν κακοῖς τοῦτʼ ἂν εἴη φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ.

ἐν κακοῖς βέλτιστον.

ἄλλως· κακῶν δέ κε φέρτατον εἴη: ἐὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ ὁ Πάτροκλος.

ἄλλως· τῶν δὲ παρόντων κακῶν—τὸ ἄμεινον γένοιτο.

ἐντροπαλιζόμενος ὥς τε λίς: οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.

ὥς τε λίς: οὐκ ἀσθενεῖ ζῴῳ παρέβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν, ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν ἀμυνομένων, δρᾶσαι δὲ κωλύεσθαι.

κύνες τε καὶ ἄνδρες— ἔγχεσι καὶ φωνῇ: πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωροίη παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς.

ἄλλως· κύνες τε καὶ ἄνδρες … ἔγχεσι καὶ φωνῇ: πρὸς τὸ δεύτερον ὑπήντησεν.

δίωνται: διώνται ὡς λέγωνται. ἔστι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παρʼ αὐτῷ

ὡς λείπωνται. ὑπὸ δὲ τοῦ δίωμι ἡ κλίσις.

δίωνται: οὕτως «δίενται» ὡς τίθενται. μέμνηται ὁ Ἡρωδιανὸς ἐν τῇ Μ

παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο: ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον. οἱ δὲ Ἀττικοὶ τὴν μέσην θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς πάχνης διὰ τὴν λύπην.

παχνοῦται: πήγνυται· φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ γὰρ ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά.

φρίσσει ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ ἐκάλουν, ὥσπερ καὶ λυπηρὰ καὶ κακὰ ψυχρά.

μεσσαύλοιο: τῆς ἐπαύλεως· ἀντιπέφρασται γὰρ τῷ «σταθμοῖο».

Αἴαντα μέγαν Τελαμώνιον υἱόν: ὅτι πάλιν μέγαν εἶπεν τὸν Τελαμῶνος Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος γὰρ μικρότερος· «μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος».

θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι:ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς εἰς μάχην προτρεπομένου, οὓς Ἀπόλλων φοβεῖ.

θεσπέσιον: τὸν ἐκ θεοῦ πίπτοντα.

Αἶαν, δεῦρο, πέπον, —Ἕκτωρ: βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν.

αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν γυμνόν: προσέθηκεν Ἀχιλλῆϊ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθʼ ὃν ἦν αὐτὸς ἄριστος.

θυμὸν ὄρινε: ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀντίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη.

ἐλυπήθη μέν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος· ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ.

Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα: ὅτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ· οὐ γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον, ἀλλʼ ἀπʼ αὐτοῦ περιόντος ἀφείλετο τὰ ὅπλα αὐτὸς Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρωσεν· «λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων». ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις, «Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα» ἀντὶ τοῦ Πατρόκλου.

Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα: Ἀττικῶς εἶπεν, οὐ Πατρόκλου. κατεχρήσατο δὲ ὡς ἐκεῖ «τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς»· γυμνὸς γὰρ Πάτροκλος· καὶ «τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ». ἢ ἐπεὶ τὰς κνημῖδας ἔλυσεν. ἢ ὡς Ὀδυσσεύς φησι «σκοπὸν εἵλομεν» κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τῶν κοινῶν τῶν κατορθωμάτων συναριθμεῖ.

ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσσεύς φησι «σκοπὸν εἵλομεν» κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.

ἕλχʼ, ἵνʼ ἀπʼ ὤμοιϊν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ: ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα ἀφέληται τὴν κεφαλήν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ· οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ Σαρπηδόνος σῶμα ὑπὸ τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι· δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀποδῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμενοι τὸν Πάτροκλον· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται ὁ δὲ Ὅμηρος, ἵνʼ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχονται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου. χαλεπὴ ἡ αἰκία καὶ συγγνωστὸς ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ἐπʼ ἐκδικίᾳ τοῦ φίλου· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος.

τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη:εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐτὸς ταύτην διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν.

Αἴας δʼ ἐγγύθεν ἦλθεν: εὐκαιρότατα ἔρχεται Αἴας ἤδη μέλλοντος Πατρόκλου σύρεσθαι.

Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον—ἔμμεναι αὐτῷ: ἀντίθες τὸ κατὰ τὸν Μενέλαον· ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προκαλεσόμενος ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλον προϊέναι

Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας:οὗτος ὥσπερ τεῖχος εἰς σκέπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται.

ἑστήκει: οὕτω χωρὶς τοῦ ι ἑστήκει.

ὥς τίς τε λέων—ὄσσε καλύπτων: ἐπὶ μὲν τῆς προτέρας παραβολῆς ἀντὶ τῆς βοὸς τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι. ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνόματι καλῶς δὲ καὶ νήπια ἐποίησε τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς.

ᾧ ῥά τε νήπιʼ ἄγοντι—ὄσσε καλύπτων: παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ τρεῖς στίχοι, ἴσως, φασὶν ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι. κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον· ἔστι γάρ τινα ὀνόματα ἀρσενικά, ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκά, ἃ καὶ ἐπʼ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια, κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χρώμενον ᾧ ῥά τε νήπιʼ ἄγοντι, οὐχὶ «ᾗ ῥά τε νήπιʼ ἀγούσῃ». ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν.

οὔτε δὲ παρὰ Ζηνοδότῳ οὔτε ἐν τῇ Χίᾳ ἦσαν οἱ τρεῖς στίχοι, ἐπεί φασιν μὴ σκυμναγωγεῖν τοὺς ἄρσενας τῶν λεόντων.

ᾧ ῥά τε νήπιʼ ἄγοντι—ὄσσε καλύπτων: οὐ σκυμναγωγεῖ ὁ λέων. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν «λέων» ὅλα ἀρσενικῶς ἐπάγει· καὶ γάρ φησιν «ἐπεί σε λέοντα γυναιξί Ζεὺς θῆκεν». ὁ δὲ Ἀντίμαχος καὶ τὸν ἄρρενά φησι σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

ᾧ ῥά τε νήπιʼ ἄγοντι—ὄσσε καλύπτων: ἐπὶ μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον.

νήπιʼ ἄγοντι: φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν. ἐπὶ ὀρνίθων «μάστακʼ, ἐπεί κε λάβῃσιν, ἀπτῆσι νεοσσοῖσι προφέρῃσιν» ἐπὶ κυνῶν «ὡς δὲ λέων ἀμαλῇσι περὶ σκυλάκεσιν», ἐπὶ θρεμμάτων «ὥς τις περὶ πόρτακι μήτηρ», ἐπὶ θηρῶν ἀγρίων, ὡς νῦν.

ἐπακτῆρες: κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας.

ἐπισκύνιον: τὸ ἐπάνω—τοῖς ὀργιζομένοις.

πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων:ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γάρ, ὅταν ἐμπέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπῃ τὸ τέκνον.

ἕλκεται ... καλύπτων: ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. καλύπτων δέ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν ἅπασαι.

ὄσσε καλύπτων: ὁ λέων. ὑπερέβαλε δὲ ὁ λόγος καὶ τὴν γραφικήν.

ἑστήκει: ἔξω τοῦ ι.

Γλαῦκος—χαλεπῷ ἠνίπαπε μύθῳ: εἰκότως διὰ Σαρπηδόνα.

μάχης ἄρα πολλὸν ἐδεύεο: δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα κινεῖν ἔμελλε τὸν Ἕκτορα. ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὁ Ἕκτωρ ὀνειδίζοντα

μάχης ἄρα πολλὸν ἐδεύεο: μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν, καὶ διὰ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι.

μάχης ἄρα πολλὸν ἐδεύεο—νωλεμὲς αἰεί: ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν· πρῶτον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων. εἶτα ἐπάγει τὸ καθʼ ἑαυτὸν ὡς δίκαιον ποιῶν, εἰ ἀποσταίη καὶ αὐτὸς μετὰ τῶν Λυκίων, καὶ τὴν αἰτίαν ἐπεξεργάζεται, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν

ἦ: περισπαστέον τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βεβαιωτικῶς κεῖται.

φύξηλιν: παράγωγον ἀπὸ τοῦ φύξω μέλλοντος, φυγάδα ὄντα καὶ δειλόν. καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ λέξει.

σαώσεις: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «σαώσῃς» διὰ τοῦ η.

διὰ τῆς ει διφθόγγου τὸ σαώσεις.

οὐ γάρ τις Λυκίων—νωλεμὲς αἰεί: οἱ γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους τοὺς τελευτήσαντας ἀποστήσονται τῶν κινδύνων. τοῦτο δὲ δηλοῖ διὰ τοῦ ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν

ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν: οὐ γάρ ἐστι χαριστέον σοι ἐκ τοῦ μάχεσθαι· τὸ γὰρ οὐκ ἄρα ἀντὶ τοῦ «οὐχ ὡς ἔοικεν»· «οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος», «οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδει».

ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο· ἀντὶ τοῦ «ὡς ἔοικε» γάρ ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάριτος τάξιν. ἢ οὐδὲν αὐτοῖς χαρίζῃ.

πῶς κε σὺ χείρονα φῶτα σαώσειας: ὁ γὰρ τοῦ βασιλέως πεσόντος ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρονας;

μεθʼ ὅμιλον: διὰ τοῦ ν μεθʼ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ «μεθʼ ὁμίλου»· καὶ λόγον ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου.

Ζηνόδοτος δὲ γράφει «μεθʼ ὁμίλου» ἀντὶ τοῦ ἔξω τοῦ πολέμου.

μεθʼ ὅμιλον: ἀντὶ τοῦ ἐκ πολέμου.

τὸ δὲ μεθʼ ὅμιλον οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου.

σχέτλιʼ, ἐπεὶ—γενέσθαι: ἀγνοοῦσι τὰ ᾠκονομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι.

κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι: τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι;

ἕλωρ: ἡ διπλῆ, ὅτι τὰ «ἑλώρια» οὐκ ἔστι βρώματα, ὡς οἱ Γλωσσογράφοι, ἀλλʼ ἑλκύσματα.

ἕλωρ: ἀναίρεμα.

πόλλʼ ὄφελος: πολλαχῶς ὠφέλημα.

πολλά: πολλάκις, πολλαχῶς. ἢ λείπει ἡ κατά.

νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης: ὅτι ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφʼ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τῶν περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα· διὸ ἐπιφέρει «τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ».

κύνας ἔτλης: ὅτι Ζηνόδοτος γράφει «κύον, ἔτλης». ἄλογον δέ.

τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶνοἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος:ἤτοι ὑποστικτέον ἀνδρῶν, ἵνα στίζωμεν ἴμεν, ὁ δὲ λόγος εἴη «διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα». ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν, ἵνʼ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ σύνδεσμος περισσεύῃ, Τροίῃ δέ, τοῦ λόγου τοιούτου γινομένου «διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία».

ἴμεν: Ἀρίσταρχος ἀπαρέμφατον, καὶ λείπει τὸ καλῶς ποιήσει. ὁ δὲ Σιδώνιος «ἴτω».

πεφήσεται: τὸ πεφήσεται οὐκ ἔστιν ὅμοιον τῷ «πέφαται δʼ ὤριστος Ἀχαιῶν», ἀλλὰ πεφήσεται ὄλεθρος φανήσεται.

πεφήσεται: φανερωθήσεται.

εἰ γὰρ νῦν Τρώεσσι—Ἴλιον εἴσω: ἀπειλήσας τὴν ἐπάνοδον πάλιν προτρέπει ἐπὶ τὴν βοήθειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν.

εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη:λεληθότως καὶ Τρώων καθάπτεται.

τεθνηώς: οὕτως διὰ τοῦ η τεθνηώς.

καί μιν ἐρυσαίμεθα χάρμης: καὶ διὰ μάχης αὐτὸν ἐξελκύσαιμεν.

λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω: ὅτι οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον, εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπὸ τοῦ Ὕπνου καὶ τοῦ Θανάτου· διό φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ὡς ἀνακομίσαι τὸν Σαρπηδόνα.

καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω: τοῦ Πατρόκλου ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς; διδάξει διὰ τῶν ἐπιφερομένων «τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος». οὐκ ἂν ἐναδιαφοροῖεν ἐν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα ἀλλὰ ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον.

ἀγοίμεθα: ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα.

τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος: τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέπων αὐτούς.

ἄλλως· τοίου γὰρ θεράπων—ἄριστος: ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγόμενα.

οὐκ ἐτάλασσας: οὐχ ὑπέμεινας. ἀπὸ τούτου καὶ τλήμων ὁ ὑπομενητικός.

στήμεναι ἄντα κατʼ ὄσσε ἰδών: οὐκ ἀντιμαχέσασθαι, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.

οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησίν, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.

δηΐων ἐν ἀϋτῇ: ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ.

Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν—μαχέσασθαι: οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορηθέντα ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ. εἶτα δὲ καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον.

πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ.

τίη: Ἀττικῶς διὰ τί.

ὑπέροπλον: ἀνάρμοστον.

ὦ πόποι: παρὰ Ζηνοδότῳ «ὦ πέπον», οὐ κακῶς.

Ζηνόδοτος «ὦ πέπον».

περὶ φρένας ἔμμεναι ἄλλων: ὑπερεῖναι τῶν ἄλλων.

τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι: μεμείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος.

νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες: ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ κακῶς ἐντεῦθεν μετενήνεκται.

νῦν δέ σευ: παρὰ Ζηνοδότῳ «νῦν δέ σε», ἔξω τοῦ υ.

γράφεται «νῦν δέ σευ».

με φῄς: ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως ἐπὶ ἀορίστου χρόνου. ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου· διὸ καὶ σὺν τῷ ι γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι· διὸ ἐν τῇ συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου.

με φῄς: οὕτως ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ λέγεις, καὶ τὸ ι.

φῄς ἐνεστῶτος.

ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος—μαχέσασθαι: οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται.

αἰγιόχοιο: γράφεται «ἠέ περ ἀνδρός».

ῥηϊδίως, ὁτε δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι: ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὁτε δʼ αὐτός· ἔδει γὰρ ἢ οὕτως εἰπεῖν «τότε δʼ αὐτὸς ἐποτρύνει», ἢ προσληπτέον ἔξωθεν τὸ ἔστιν ὥστε γίνεσθαι τὸ πλῆρες «ἔστι δʼ ὅτε καὶ αὐτὸς ἐποτρύνει μάχεσθαι».

ὁτὲ δʼ αὐτός: παρὰ Ἀριστοφάνει «τότε δʼ αὐτός».

ἀλλʼ ἄγε δεῦρο—θανόντος: ὅρα, ἃ ἐπαγγέλλεται καὶ τί μέλλει ποιεῖν.

ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτασχήσω ἀμυνέμεναι: τὸ ἑξῆς οὕτως· ἤ τινα καὶ μεμαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς.

ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος—κατακτάς: προσεδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς λόγους, ὡς καὶ αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι. ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.

καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς:οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς χαρακτηρίζει τοὺς βαρβάρους, τοιούτους παραδιδούς. ἐνταῦθα μὲν οὖν ὀρθῶς ἔχει τὰ λεγόμενα, ἀνωτέρω δὲ οὐκέτι· αὐτὸς γὰρ ἦν Ὅμηρος ἱστορῶν «Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιϊν».

θέων δʼ ἐκίχανεν ἑταίρους ὦκα μάλʼ οὔπω τῆλε ποσὶ κραιπνοῖσι μετασπών: τὸ ἑξῆς ἐστι «θέων ἐκίχανεν ἑταίρους ὦκα μάλα κραιπνοῖσι ποσὶ μετασπών», τουτέστι μετελθὼν αὐτούς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετʼ αὐτοὺς ἀκολουθήσας.

ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταίρους οὐ τῆλε.

ὦκα μάλʼ, οὔ πω τῆλε, ποσὶ κραιπνοῖσι μετασπών:βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε.

οὔπω τῆλε: αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς κατειλῆφθαι· οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι.

μετασπών: ὡς καταλαβών· ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον ὅτι μὴ μόνη ἡ «ἀέκων», περὶ ἧς ζητοῦμεν

μετασπών: διώκων. τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ· οὐδεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει εἰ μὴ ἡ ἄκων.

οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐδαο: ἑάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει καὶ νυνὶ μετὰ πάσης σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας.

Πηλεΐδαο: ἐν ἄλλῳ «Πηλείωνος».

στὰς δʼ ἀπάνευθε μάχης—ἔντεʼ ἄμειβεν: ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φοβῆσαι. ἅμα δὲ καὶ οὕτως ἀποδίδοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής.

προτὶ Ἴλιον ἱρήν: ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον.

γηράς: ὅτι οὕτως εἰώθασι σχηματίζειν ἀντὶ τοῦ γηράσας.

γηράς: ἀποκοπὴ τοῦ γηράσας, ὡς «ὑποφθάς», «ἐπιπλώς». καὶ Κόριννα «βροντὰς» ἀντὶ τοῦ βροντήσας. τινὲς δὲ ἀπὸ τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ «γηράντεσσι τοκεῦσι» παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκε. καὶ ἐνθάδε τὸ γηράς ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας.

ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα: ἡδὺ καὶ περιπαθὲς τὸ εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν.

τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεύς—Πηλείωνος: ἐλέγξαι βουλόμενος τὴν κενοσπουδίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιήσατο — ἐφαίνετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγορῶν —, περιθεὶς δὲ τῷ Διῒ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου κατηγόρησεν.

ἆ δεῖλʼ, οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει μετριάζειν.

ἆ δεῖλʼ, οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα. ὁπότε οὖν παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν, διδάσκει Ὅμηρος καθʼ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι.

ἆ δείλʼ οὐδέ τί τοι θάνατος: ζητεῖ ὁ Ἡρωδιανὸς ἐν τῷ πρώτῳ ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου περὶ τοῦ ἆ δειλʼ, πῶς δεῖ τονίζειν αὐτό, καί φησιν· «πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ἆ δείλʼ, οὐδέ τί τοι θάνατος ἢ “ἆ δεῖλʼ, οὐδέ τί τοι θάνατος”· τὸ γὰρ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει “ἆ δειλώ, τί νυ δάκρυ κατείβετον”. περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρα γε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, περιγεγράψεται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο· ἵνʼ ἐπιστάμενοι ἀναγνῶμεν, ἕν ἐστιν εἰπεῖν· εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους.»

οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: ἡ διπλῆ, ὅτι οὕτως εἴρηκεν καταθύμιος ἀντὶ τοῦ κατὰ ψυχήν ἐστιν, οὐ μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν.

ὃς δή τοι σχεδόν ἐστι: οὐχ οὕτως παρείληπται, ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλʼ ἀντὶ τοῦ ἐγγύς. αἱ δὲ Ἀριστάρχου «ὃς δή τοι σχεδὸν εἶσιν».

Ἀρίσταρχος «εἶσιν».

σχεδόν: ἐπὶ τοῦ χρόνου.

ἐνηέα: τὸν προσηνῆ, τὸν ἐναντίον τῷ ἀπηνεῖ. ὁ δὲ Ζωΐλος τὸ ἐν τῇ Ὀδυσσείᾳ «χαίρων οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι» ὡς ὄνομα ὑπέλαβεν.

τεύχεα δʼ οὐ κατὰ κόσμον— εἵλευ: ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα. ἄνω δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος.

ἄλλως· τεύχεα δʼ οὐ— εἵλευ: ἐπεὶ μὴ ἀνελὼν τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ.

οὐ κατὰ κόσμον: τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν ὅρα, πῶς συνελὼν τῷ Διῒ περιέθηκεν.

οὐ κατὰ κόσμον: Πηλεῖ γὰρ καὶ τοῖς Πηλέως ἐπέβαλεν αὐτὰ φορεῖν, οἷς ἔδωκαν οἱ θεοί

οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος: εἰ καὶ ἔμελλε τις τῶν ἀκουόντων ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς Ἀχιλλέως ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολύ, κἂν ἠλέησε τὸν Ἕκτορα.

οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη —Πηλεΐωνος: πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς συναλγοῦν τὸ πρόσωπον. ἡ φιλανδρία δὲ Ἀνδρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν τὸν Ἕκτορα.

οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη —Πηλεΐωνος: καὶ τοῦτο ἠθικὸν ὅτι οὐ φθάσει πρὸς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ.

καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων: τραγῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. ἔνευσε νικῆσαι· τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο.

Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ: οὐ γὰρ ἰσομεγέθης Ἀχιλλεῖ ὁ Ἕκτωρ. πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, Πηλεὺς Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσι ἁρμόζουσι· φύσις γὰρ αὕτη τῶν Ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι.

δῦ δέ μιν Ἄρης: διὰ τοῦ Διὸς καὶ τῶν ὅπλων. Ἄρης δὲ πολεμικὴ ἐπιθυμία.

εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης διά τε τὴν Διὸς ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. Ἄρης δὲ πολέμου ἔρως.

Ἐνυάλιος: ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ «Ἀρήϊος» τὶς ἀπὸ τοῦ Ἄρεως, οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν οὐδὲ ὡς Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα.

ἐνυάλιος: φονικός, παρὰ τὸ ἐνυώ· ὅθεν αὐθέντης συντέθειται.

φονικός, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ ἅλις. ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται.

ἰνδάλλετο δέ σφισι πᾶσι —Πηλεΐωνος: τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ.

ἰνδάλλετο: ὡμοιοῦτο.

τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος: αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος, καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ δοτικὴν ἔχει «μεγαθύμῳ Πηλείωνι»· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπὶ τὸ λαμπόμενος

μεγαθύμῳ Πηλεΐωνι: οὕτως Ἀρίσταρχος κατὰ δοτικήν, ἄλλοι δὲ «μεγαθύμου Πηλείωνος».

Πηλεΐωνι οὕτως Ἀρίσταρχος.

μεγαθύμου Πηλεΐωνος: Ἀρίσταρχος «μεγαθύμῳ Πηλεΐωνι», Ζηνόδοτος «Πηληϊάδεω Ἀχιλῆος».

ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: προπαρασκευή τις ὑπὸ τοῦ ποιητοῦ τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθʼ ἕκαστον ἐνδείκνυσθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.

ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: ἀκόλουθον ἦν ὡπλισμένον πολεμεῖν. καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.

ὤτρυνεν: Ζηνόδοτος «ὄτρυνεν».

Μέσθλην τε—Χρομίον τε: ἡδέως πάνυ καὶ ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο.

Φόρκυν: ὡς βότρυν, ἀπʼ εὐθείας τῆς εἰς ς ληγούσης. ἡ μέντοι «Φόρκυνα» αἰτιατικὴ ἀπʼ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη, ἡ «Φόρκυς αὖ Φρύγας ἦγε»· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει.

ὡς βότρυν. οὐκ ἀναγκαῖον δὲ ἐκτείνειν τὸ υ· καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ «Φόρκυς αὖ Φρύγας ἦγε».

Χρομίον: ὅτι τὸν ἐν τῷ Διακόσμῳ Χρόμιν εἰρημένον, «Μυσῶν δὲ Χρόμις ἦρχε», νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον. ὁ δὲ Διονύσιος, εἴ τις ζητοίη, φησί, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον γὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον εἰρημένον ὑγιὲς εἶναι.

«Μυσῶν δʼ αὖ χρόμιος ἦρχε καὶ Ἔννομος οἰωνιστής».

Ἔννομον οἰωνιστήν: καὶ ἕτερον παραδίδωσιν «Ἔννομον» ὑπὸ Ὀδυσσέως ἀνῃρημένον.

κέκλυτε, μυρία φῦλα—ὅσσον ἐμοί περ: ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ.

καὶ ἄλλως· ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀνταποδίδωσι τοῖς ἐπικούροις τὴν ὕβριν. παραβάλωμεν δὲ Ἑλληνικῷ βάρβαρον ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν μάχην, Ἕκτωρ καὶ Μενέλαος. ἀλλʼ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης εἶπεν, ὁ δὲ «ὦ φίλοι Ἀργείων ἡγήτορες»· καὶ ὁ μὲν δημοσίας τιμῆς καὶ σιτήσεως ὑπομιμνῄσκει ὁ δὲ δώρων καὶ ἐδωδῆς, φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι πρὸς τὸ τούτων χάρισμα, ὁμολογῶν ὡς ἄκων καὶ μισθῷ προτρέπει. ὁ δὲ νέμεσιν προβάλλει

οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο, ὡς καὶ ἐπʼ ἐκείνου «ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος».

πληθὺν διζήμενος—ὑπʼ Ἀχαιῶν: ἐπὶ σωτηρίᾳ φησὶν ὑμᾶς συνήγαγον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων περιβαλέσθαι τὴν ἀρχήν.

ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν: ἤτοι ὑποστικτέον Ἀχαιῶν ἢ στικτέον, τοῦ διστιχίου ἢ τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδιδομένου.

δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς: ἀναγκάζω αὐτοὺς ὑμῖν διδόναι· «ἵνα μή σε κατατρύχω καὶ ἑταίρους».

κατατρύχω: καταπονῶ, ὑμῖν δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω.

ἄλλως· δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς: ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς ὑπηκόους φησίν, ἵνα ἐκ τούτων εὐπορῶσιν οἱ σύμμαχοι. ὁ δὲ ὁμολογῶν ὅτι ἄκων δίδωσιν, ὁμολογεῖ καὶ ἄχθεσθαι τοῖς λαμβάνουσιν.

καὶ ὁμολογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ λαοῦ ὧν εὐποροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται.

ἄλλως· ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαί φησι τοὺς Τρῶας εἰς τὴν τῶν συμμάχων διατροφήν.

ἀέξω: ἀγάλλω, λαμπρύνω.

τῶ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω:ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν, ἃς παρέσχεν αὐτοῖς, ἀντιδοῦναι τὰς ψυχάς.

ἰθύς: κατʼ εὐθὺ τῶν πολεμίων.

ἢ ἀπολέσθω ἠὲ σαωθήτω: ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης τὴν χείρω ἐλπίδα προὔθηκεν.

ἡ γὰρ πολέμου ὀαριστύς: ὀαρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς· «τίς ἡ πολέμου ὁμιλία;» ἢ ὄλεθρος ἢ σωτηρία. ὁ δὲ λόγος· αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν· οὕτως δεῖ ἀναστρέφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ ἀρετὴ πολεμούντων.

ὀαριστύς: συμβολή.

τεθνειῶτα: διὰ τοῦ η Ἀρίσταρχος.

εἴξῃ δέ οἱ Αἴας: ἐμφαντικῶς· οὐ γὰρ εἶπε «κρατήσει Αἴαντος», «εἴξει» δὲ μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν τοῦτον, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου καὶ τῆς τοῦ λίθου βολῆς

ἥμισυ τῶν ἐνάρων: Ἀρίσταρχος κατὰ δοτικὴν «ἥμισυ τῷ ἐνάρων».

γράφεται «τῷ».

τῶν ἐνάρων: οὕτως «τῷ» Ἀρίσταρχος κατὰ δοτικήν, τῷ ἐρυσαμένῳ. ἐνάρων δὲ λέγει ὧν περιέκειτο.

βρίσαντες: στῖφος ποιήσαντες, συνασπίσαντες, εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες.

βρίσαντες: ἑαυτοὺς καταβαρύναντες, στῖφος ποιήσαντες καὶ στερεώσαντες.

μάλα δέ σφισιν ἔλπετο θυμός νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν: οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς Τρῶας. ὅρα δέ, πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα.

ἔλπετο: οὕτως Ἀριστοφάνης διὰ τοῦ ε. γράφεται καὶ διὰ τοῦ η.

«ἤθελε». Ἀριστοφάνης δὲ ἔλπετο γράφει.

νήπιοι: ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ τούτου προαναφωνεῖ τὸ ἐσόμενον εἰς ἐπιθυμίαν τῶν ἀκουόντων.

πολέσσιν: ἀντὶ τοῦ πολλῶν.

καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον: ὅτι ἡ πρός ἐλλείπει, ἵνʼ ᾖ προσεῖπε τὸν Μενέλαον. καὶ ἐν Ὀδυσσείᾳ «ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι», προσείποι.

οὐκέτι νῶϊ ἔλπομαι αὐτώ περ— ἀκούσῃ: τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος οἶδεν ὅτι οὐκ ἀπαθὴς ὁ ἐνάρετος· ὁμολογεῖ μὲν γὰρ δεδιέναι ὁ Αἴας, ἀλλὰ οὐ φεύγει, συμμαχίαν δὲ αἰτεῖ.

τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος ὅτι οὐδὲ αὐτὸς ὁ ἐνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει, ἀλλʼ ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ.

οὐκέτι νῶϊ—ἀκούσῃ: Ἑλληνικῶς καὶ ἐπιεικῶς οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι.

οὔτι τόσον νέκυος περιδείδια—καλύπτει: καὶ δὴ οἱ δημοτικοί φασιν· «εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι». ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει. ἢ τάχα τὸν ἀκροατὴν ἐγείρων ὁ ποιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶντα παρίστησιν.

νέκυος ΠΕΡΙΔΕΙΔΙΑ Πατρόκλοιο: ὅτι ἄδηλον, πότερον περὶ νέκυος Πατρόκλου ἢ περὶ Πατρόκλου τοῦ νέκυος γεγονότος.

νέκυος ΠΕΡΙΔΕΙΔΙΑ: κατὰ Ἀρίσταρχον ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστι περὶ νέκυος. ὁ δὲ Ἀσκαλωνίτης ὑφʼ ἕν.

ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται περὶ νέκυος.

ὅσσον ἐμῇ κεφαλῇ περιδείδια: ἐνθάδε οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι, καὶ ἐνηλλάχθαι πτῶσις· ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς· διὸ καὶ σημεῖον παράκειται.

ἡ περί ἀντὶ τῆς ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ τῆς ἐμῆς κεφαλῆς· διὸ καὶ σημεῖον παράκειται.

οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν.

ἐμῇ κεφαλῇ περιδείδια: ὅτι ἐνηλλάγη ἡ πτῶσις.

ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει Ἕκτωρ: ὁ κίνδυνος τοῦ πολέμου. ἄλλως· ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περικαλύπτει. ἄλλως· ἐπεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει. νέφος δὲ οὐκ οὐράνιον, ἀλλὰ πολέμου.

ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. ἢ ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περικαλύπτει.

ἤν τις ἀκούσῃ: ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλεμον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· ὃ καὶ ἄμεινον.

δύναται μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν κτύπον καὶ θόρυβον. δύναται δὲ καὶ οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μὴ καταπτήξῃ.

ὦ φίλοι, Ἀργείων ἡγήτορες—γενέσθαι: τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλληνικὴν σύνεσιν· τὸ γὰρ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκαλέσας ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς αὐτοὺς ὑπομνήσας ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ προὐτρέψατο.

ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: κἀνταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατʼ ἄνδρα κληθέντες οὐδὲ κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται ἀλλʼ ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας.

δήμια πίνουσιν: πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε πίνετε. δήμια δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσιν.

δήμια: τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορηγούμενα.

ἕκαστος: ἔν τισι διὰ τοῦ α, «ἕκαστα».

ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ: παρὰ τὸ «ἐκ δὲ Διὸς βασιλῆες»

τιμή: τιμὴ καὶ γέρας βασιλέων.

τόσση: θαυμαστικῶς, οἷον μεγάλη.

αὐτός: αὐτόματος.

Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι:αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν, «αἰδέσθητε Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι», οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ πρὸς πᾶσαν λοιδορίαν, «Ἑλένη, τί σοι λέγοιμʼ ἄν;»

Ὀϊλῆος ταχὺς Αἴας: προπετὴς οὗτος καὶ ταχὺς τὴν γνώμην.

τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν— Ἀχαιῶν: ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν.

τῶν δʼ ἄλλων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλʼ αὔξουσι τὸ μέγεθος τῆς ὑπὲρ Πατρόκλου μάχης.

τίς κεν ᾗσι φρεσίν: ἐν ἄλλῳ «τίς χʼ ᾗσιν ἐνὶ φρεσίν».

προὔτυψαν: προενέσεισαν.

ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι—ἁλὸς ἔξω: οὐ μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλʼ ἄμφω συνέπλεξε. καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον ποταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχόμενον καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠϊόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ βοόωσιν αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης. τὸ δὲ ἔξω τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ.

προχοῇσι διϊπετέος ποταμοῖο: προχοὰς Ὅμηρος λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν, αὐτὰ τὰ στόματα. διϊπετέος δὲ διοπετοῦς· οἱ γὰρ ὄμβροι ἀπὸ Διός.

προχοῇσι: εἰς θάλασσαν ἐκροαῖς.

διϊπετέος: ἐξ ὄμβρου συγκειμένου. μεγαλοφυῶς δὲ οὐδένα παρελάμβανε τῶν ἀενάων ποταμῶν — ἠρεμαιότεροι γὰρ οὗτοι —, ἀλλὰ χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπιδεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ «βοόωσιν».

βέβρυχεν: ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ ἀντὶ τοῦ ἀντιπῖπτον πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ.

βέβρυχεν: ἐν τῇ κατὰ Ἀριστοφάνη «βεβρύχῃ».

Ἀριστοφάνης δὲ «βεβρύχῃ» γράφει.

ἠϊόνες βοόωσιν: Σόλωνά φασι τὸν νομοθέτην, μιμησάμενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν, ἐνθάδε γενόμενον καὶ προσσχόντα τῷ στίχῳ σφόδρα κατʼ εὐταξίαν ἐπιτετευγμένῳ διαπορῆσαι καὶ θαυμάσαντα κατακαῦσαι τὰ ἴδια σκέμματα· τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν. καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει «οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ».

φραχθέντες σάκεσιν χαλκήρεσιν: ὡς τὸ «φράξαντο δὲ νῆας ἕρκεϊ χαλκείῳ».

φραχθέντες: Ζηνόδοτος «ἀρθέντες».

ἀμφὶ δʼ ἄρα σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλήν χεῦε: ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος «αἱματοέσσας δὲ ψιάδας». καίτοι δὲ ὑπεσχημένος Ἕκτορι «ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω», νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ διʼ ὅλης τῆς ποιήσεως εὑρίσκεται.

ἤχθαιρε: Ἀρίσταρχος διὰ τοῦ ε, «ἔχθαιρε».

μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι:πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν κινδύνων.

μίσησεν δʼ ἄρα μιν—γενέσθαι: ἰδίως κέχρηται τῇ λέξει καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ «μισητὸν ἡγήσατο ἐγκύρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον».

ἄλλως· μίσησεν: μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν.

ἑταίρους: ἐν ἄλλῳ «Ἀχαιούς».

ἀλλὰ νέκυν ἐρύοντο: μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες διὰ τὸ ἑλκύσαι τὸν νεκρόν.

ἀπέσσεσθαι: ἀφίστασθαι.

ἐλέλιξεν: προετρέψατο.

ἔργα τέτυκτο: οὕτως Ἀρίσταρχος ἔργα τέτυκτο. ἄλλοι «ἔργʼ ἐτέτυκτο».

συῒ εἴκελος ... καπρίῳ: εὖ τὸ μὴ λέοντα παραλαβεῖν, ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυγαῖς στρέφεσθαι πυκνῶς καὶ τοὺς διώκοντας ἀναιρεῖν. καὶ ἀλλαχοῦ φησι «ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων».

ἄλλως· οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς πληγαῖς.

συῒ ... καπρίῳ: τῷ γένει τὸ εἶδος ἐπήνεγκεν.

ῥεῖα μετεισάμενος Τρώων ἐσκέδασσε φάλαγγας:τὸ ῥεῖα εἰς τὸ ἐσκέδασσε.

ῥεῖα ἐσκέδασεν.

μετεισάμενος: μετελθών, μεθορμήσας.

οἳ περὶ Πατρόκλῳ—βέβασαν: ἀντὶ τοῦ «τῶν περὶ Πατρόκλῳ». ἢ ὅμοιόν ἐστι τῷ «ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ ναῦφι».

δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας:ἐνεργὴς καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλησιάζειν τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως· διὸ καὶ κατὰ κεφαλῆς πλήσσεται.

δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας:ἡ παρά πρὸς τὸ δησάμενος. ὁ δὲ Ἕκτωρ περὶ ταῦτα τέτρηται

ἱεμένῳ: Ἀρίσταρχος «ἱεμένων» διὰ τοῦ ν, πληθυντικῶς.

ἤρικε: ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ διεκόπη.

παρʼ αὐλόν: τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς αἰγανέας «δολιχαύλους» φησίν. οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἐκεῖ ἄνω πηδήσαντος τοῦ ἐγκεφάλου. καὶ ἀλλαχοῦ «αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν». παρακεκινδυνευμένον δέ τι ἐξενήνοχε. θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα

αὖθι: παρὰ τῷ Πατρόκλῳ πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι.

ὁ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ: ἐναντίον τῷ ἄγχι τὸ ἐπί. ἢ ἀντὶ τῆς παρά.

τῆλʼ ἀπὸ Λαρίσης: οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρηκε τῆλε. ἀλλʼ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ, ἣ ἀπέχει χιλίους διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν.

ἐν Κύμῃ, ἡ ἀπέχουσα χιλίων σταδίων τῆς Ἰλίου.

Λαρίσης: ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσαλικήν.

οὐδὲ τοκεῦσι θρέπτρα—δαμέντι: οἰκτίσατο περὶ τὴν διήγησιν ἱκανῶς.

θρέπτρα: σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον.

Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχʼ ἄριστον: καὶ ἄλλος «Περιμήδεος υἱός, ἀρχὸς Φωκήων»

ἐν κλειτῷ Πανοπῆϊ: ἐν τῷ ἐνδόξῳ Πανοπεῖ.

τὸν βάλε: πολλὴ ἡ ποικιλία· νῦν γὰρ προεῖπε τοῦ θανάτου τὸ γένος ἄνω δὲ τὸ ἐναντίον.

νείατον ὦμον: τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς «νειαίρῃ δʼ ἐν γαστρί».

ἀνέσχε: ἀνετάθη, διεκπετάσθη.

Φόρκυνα: Φόρκυνα ἀπὸ τῆς «Φόρκυν».

Ἱπποθόῳ περιβάντα: ὅτι πρὸς δοτικήν.

μέσην ... γαστέρα: τὸν ὀμφαλόν.

μέσην κατὰ γαστέρα: παρὰ τὸν ὀμφαλόν.

θώρηκος γύαλον: κατὰ περίφρασιν τὸν θώρακα.

διὰ δʼ ἔντερα χαλκὸς ἤφυσε: παράδοξον τὸ διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμασιώτερον· ἐννόησον γάρ, οἵα ἡ θεωρία.

ἤφυσε: ἀντὶ τοῦ ἤντλησεν ἐμφαντικῶς.

ἐρύσαντο δὲ νεκρούς Φόρκυν θʼ Ἱππόθοόν τε: πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν.

καὶ ὑπὲρ Διὸς αἶσαν: ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομένου γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, ὡς διʼ Ἴριδος ὑπέσχετο· «δύῃ τʼ ἠέλιος». καὶ «ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω».

κήρυκι: διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. τὸ δὲ ἨΠΥΤΙΔΗΙ τινὲς πατρωνυμικῶς. ἀλλʼ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ἦν. ἔστιν οὖν παράγωγον ἀπὸ τοῦ «ἠπύτα κῆρυξ».

κηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς:ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.

καὶ ὑπὲρ θεόν: ἀπέφυγε τὸ κοινὸν τὸ εἰπεῖν «καὶ ἐναντιουμένου θεοῦ». προτρεπτικὸς δʼ ὁ λόγος καὶ ἐλεγκτικός.

ὑπὲρ θεόν: θεοῦ μὴ βουλομένου.

ὡς δὴ ἴδον ἀνέρας—ἔχοντας: ἀξιόπιστος ὁ λόγος περικείμενος κήρυκος προσώπῳ· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώρακα οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται.

ὡς δὴ ἴδον—ἔχοντας: ὡς ἐγὼ ἄλλους εἶδον τῷ ἰδίῳ σθένει πεποιθότας καὶ τῇ ἠνορέῃ καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς.

πλήθεΐ τε σφετέρῳ: τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. τὸ δὲ ὑπερδέα σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυται ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.

ἄσπετον: μέγα· ᾧ οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ μέγεθος.

ἔγνω ἐσάντα ἰδών: ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφροδίτην ἐσάντα ἀντὶ τοῦ ἄντικρυς.

μέγα δʼ Ἕκτορα εἶπε βοήσας: πρὸς τὸν Ἕκτορα.

ἀλλʼ ἔτι γάρ τίς φησι—τῷ ῥʼ ἰθὺς Δαναῶν ἴομεν: ὁ ἀλλά πρὸς τὸ τῷ ῥʼ ἰθὺς Δαναῶν

ὕπατον μήστωρα μάχης: μέγιστον ποιητὴν καὶ τεχνίτην τῆς μάχης.

ἰθὺς Δαναῶν: ἐπʼ εὐθείας ὡς αὐτούς.

πελασαίατο: προσαγάγοιεν.

Ἀπισάονα: ἀπίθανον. τινὲς οὕτως.

καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι:προσυνίστησι τὴν παραποτάμιον μάχην

ἔρχατο: συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω· διὸ ψιλώσομεν τὴν λέξιν.

ἔρχατο: περιπεφραγμένοι ἦσαν.

οὔτε τινὰ προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων:καὶ Νέστωρ τοῦτο παραινεῖ· «μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθώς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι»· καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.

βεβάμεν: ἀντὶ τοῦ βεβάναι, ἀπαρέμφατον.

ὥς: τῷ προνοεῖσθαι τῶν ἑταίρων.

τοὶ δʼ ἀγχηστῖνοι ἔπιπτον: οὗτοι δὲ ἐπάλληλοι, πυκνοὶ ἔπιπτον.

ἀγχηστῖνοι: ἐγγὺς ἀλλήλων.

καὶ Δαναῶν: ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν Δαναῶν πίπτειν.

παυρότεροι δὲ πολὺ φθίνυθον: Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι μέγιστον ἔχοντας τῶν Ἑλλήνων ἔπαινον.

μέμνηντο γὰρ αἰεί ἀλλήλοις—ἀλεξέμεναι πόνον αἰπύν: στρατηγικῶς δείκνυσι, πόθεν γίνεται νίκη, οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον· καὶ «ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι». σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια.

πόνον αἰπύν: προσάντη. «φόνον» δὲ δεῖ γράφειν, οὐ πόνον.

οὐδέ κε φαίης οὔτε ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην: ὑπελάμβανες οὖν ἔκλειψιν εἶναι τῶν στοιχείων αὐτῶν.

ἠέρι γὰρ κατέχοντο—κατατεθνηῶτι: εἰς τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, διʼ ὅπερ καὶ τὸ παράδοξον προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλʼ αὐτῷ μόνῳ τῷ Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν.

ἠέρι γὰρ κατέχοντο: ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην, εἰς ὃ τύχοι μέρος τῶν πληγῶν φερομένων.

μάχης ἐπί θʼ ὅσσον: τὸ ἑξῆς «ἐφʼ ὅσον», καὶ οὐκ ἀναστρεπτέον, ὁ δὲ τέ πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς οὕτως· ἐφʼ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχοντο Ζηνόδοτος «ἐπὶ τόσσον». Ἀριστοφάνης «μάχῃ ἔνι».

ἄλλως· μάχης ἔπι θʼ ὅσσοι: περισσὸς ὁ τέ. ἔστι δέ· ὅσοι γὰρ ἄριστοι ἐπὶ τῇ μάχῃ περιΐσταντο τῷ Μενοιτιάδῃ, ἠέρι κατείχοντο

ἐπί θʼ ὅσσον: ὁ τέ σύνδεσμος περιττὸς καθʼ Ὁμηρικὴν συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφʼ ὅσον τῆς μάχης ἕστασαν οἱ ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι· οἱ μὲν γὰρ ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντο, «οἱ δʼ ἄλλοι Τρῶες εὔκηλοι πολέμιζον» οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει, ὅτι τὰ σώματα παρατεθείκεσαν ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει διὰ τοῦ τ «ἐπὶ τόσσον», κακῶς· μενούσης γὰρ τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τέ σύνδεσμον. ὁ δὲ νοῦς, ὡς προείρηται.

ὀξεῖα: ἀναπεπταμένη, λαμπρά.

νέφος δʼ οὐ φαίνετο πάσης γαίης οὐδʼ ὀρέων: οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὄρους ἀναβάντας. τὴν βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσε· καὶ γὰρ ἐν ταῖς αἰθρίαις ἔστιν ἰδεῖν ἐπὶ τῶν ὀρῶν νέφη.

γαίης οὐδʼ ὀρέων: λείπει ἡ ἀπό.

οὐδʼ ἀπὸ τῶν ὀρῶν ἦν ἰδεῖν νέφος.

μεταπαυόμενοι: ἐκ διαδοχῆς ἀναπαυόμενοι. καὶ Ἀρίσταρχός φησιν ὡς ἀντιποιεῖται μὲν ὁ λέγων «ἐμόν ἐστι», μεταποιεῖται δὲ ὁ «καὶ ἐμόν ἐστιν».

ἀφεσταότες: τοῦ Πατρόκλου.

δύο δʼ οὔπω φῶτε πεπύσθην: οὐχ ὡς τῶν ἄλλων πυθομένων — ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην —, ἀλλὰ τῶν ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀναστέλλειν ἐθέλει φίλτατον ὄντα Ἀχιλλεῖ

ἐνὶ πρώτῳ ὁμάδῳ: ἐν τοῖς πρωταγωνισταῖς.

τὼ δʼ ἐπιοσσομένω—Νέστωρ: οἱ περὶ τὸν Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν ὄσσων, περιέβλεπον δὲ θάνατον καὶ φύζαν ἑταίρων, ἵνʼ, εἰ μέν τινες τεθνήκασιν, ὑπερμάχωνται τῶν σωμάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο.

ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων: ἐπιβλέποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερμαχοῖεν, τοὺς δὲ φυγάδας προτρέποιντο.

ἄλλως· προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς αὐτῆς τάξεως ἔμενον.

ἐπιοσσομένω: κατὰ διάνοιαν σκοπούμενοι, ὑποπτεύοντες.

ἐπετέλλετο: ἐπετέλλετο τὸ ὑπερμαχεῖν δηλονότι τῶν ἑταίρων.

τοῖς δὲ πανημερίοις: τοῖς περὶ Πάτροκλον ἐν τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας.

γούνατά τε—παλάσσετο: εὖ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι, ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· τοῦτο γὰρ καὶ ἐνέργειαν προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος δείκνυσι. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλιπεν. ἀκατάλληλον δὲ τὸ ὀφθαλμοὶ παλάσσετο. ἔστι δὲ ὅμοιον τῷ «ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι». πρὸς μὲν τὰ γούνατα τὸ παλάσσετο προσυπακούομεν, δὲ τὰ πληθυντικὰ τὸ παλάσσοντο.

χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιϊν:αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο. τὸ δὲ τοιοῦτον Πινδαρικὸν σχῆμα. τὸ δὲ μαρναμένοιϊν δυϊκόν ἐστιν ἐπʼ ἀμφοτέρων τῶν στρατευμάτων. τὸ δὲ σημεῖον, ὅτι ἰδίως εἶπεν.

ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο—διαπρό: ἐνδείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν, δορὰν διατεινομένην παραλαμβάνει καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· τούτῳ γὰρ μαλαττόμενα τὰ κατεσκληκότα ἀνεῖται. πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· οὔπω γὰρ ἐπασσάλευον τὰς βύρσας ἴσως· ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών, τῇ δὲ ἐνεργείᾳ κεκοσμημένη.

ταύροιο βοός: ἔδει προτάσσειν τὸ γενικὸν τοῦ εἰδικοῦ, βοὸς ταύρου, ὡς «ἠΰτε βοῦς ἀγέληφι ταῦρος». ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν.

μεθύουσαν ἀλοιφῇ: ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς οἱ μεθύοντες.

κυκλόσε: Ζηνόδοτος «κύκλῳ». Ἀρίσταρχος «κύκλος», ὡς «πληθὺς … ἀπονέοντο». καὶ ἐπὶ Μενελάου ὁμοίως ἐν τῇ Δ οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, ἀλλʼ ἔδει «κυκλόφι».

κυκλόσε: ἐπίρρημα. οὕτως δὲ ὁ Ἀσκαλωνίτης παροξύνει.

τάνυται δέ τε πᾶσα διαπρό: διατείνεται δὲ πᾶσα εἰς τοὔμπροσθεν μεγεθυνομένη· τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος ἄγεται.

εἵλκεον: Ἀρίσταρχος ὅτι πλεονάζει τὸ ι.

λαοσσόος: ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ «ὦρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη».

ὀνόσαιτο: ψέξαι. «ἦ οὔνεσθʼ, ὅτε μοι Κρονίδης» ἀντὶ τοῦ ψέγετέ με καὶ εὐτελίζετε.

ὀνόσαιτο: ἀντὶ τοῦ ψέξαι. «οὔτε ὁ Ἄρης οὔτε ἡ Ἀθηνᾶ ἰδοῦσα ἂν ὀνόσαιτο».

οὐδʼ ἄρα πώ τι ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς: εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ φιλανθρωποτέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη καὶ Δόλων καὶ νῦν Ἀχιλλεύς.

τείχει ὑπὸ Τρώων—χάλκεον οὐρανὸν ἷκε: Ζηνόδοτος ἀπὸ τοῦ τείχει ὑπὸ Τρώων ἕως τοῦ χάλκεον οὐρανόν οὐ γράφει. Ἀρίσταρχος μόνον ἀθετεῖ ὣς δέ τις αὖ Τρώων

τό μιν οὔ ποτε ἔλπετο θυμῷ τεθνάμεν: διὸ αὐτὸν οὐ προσεδόκα.

τό μιν οὔ ποτε ἔλπετο θυμῷ τεθνάμεν: παιδευτικὸς ὁ λόγος ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι.

Διὸς … νόημα: τὴν εἱμαρμένην· «ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα μοῖράν τʼ ἀμμορίην τε». τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον τὸν λόγον τοῦ Διός.

τὸ εἱμαρμένον.

τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν.

δὴ τότε γʼ οὔ οἱ ἔειπε: οὐκ ἔστι περισσός, ἀλλʼ ὡς τὸ «δίδαξε γὰρ Ἄρτεμις αὐτή· ἀλλʼ οὔ οἱ τότε γʼ ἔχραισμʼ Ἄρτεμις».

ἐγχρίμπτοντο: τινὲς «ἐνχρίπτοντο», ὡς τὸ «ζωὸν ἐνιχριμφθέντα πύλῃσιν».

ὦ φίλοι—πολέμοιο: πολλὴ σπουδὴ ἑκατέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆσαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ ἀμύνασθαι Ἀχιλλέα, ὧν ἔπαθον πρότερον.

ἄφαρ πολὺ κέρδιον εἴη: εὐθέως ὠφέλιμον εἴη. ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας.

εἰ καὶ μοῖρα παρʼ ἀνέρι—πολέμοιο: οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἱ δὲ μελλητικῶς φάσκουσιν «εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ δεῖ ἀφίστασθαι».

σιδήρειος: ἀντὶ τοῦ ἰσχυρός, στερεός.

ὁ στερεὸς καὶ πολυΐσχυρος.

χάλκεον οὐρανόν: ὅτι πρὸς τὸν Ὄλυμπον ἀντιδιέσταλται.

διʼ αἰθέρος ἀτρυγέτοιο: ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ αὐτὸς ὁμοίως τῇ θαλάσσῃ τρυγᾶται.

ἵπποι δʼ Αἰακίδαο—ἀνδροφόνοιο: μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον πρὸς τοὺς τρέφοντας· Ἕκτωρ γοῦν τοῖς ἵπποις διαλέγεται οὗτοι δὲ ὡς ἀθάνατοι καὶ πλείονα τὴν αἴσθησιν ἔχουσιν.

μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν τὰ ἐν πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν.

πυθέσθην: ἔμαθον, ᾔσθοντο.

μάστιγι θοῇ: τῇ ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ ἐφήπτετο.

ἀρειῇ: κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ.

ἐπὶ πλατὺν Ἑλλήσποντον: πλατὺν εἴρηκε τὸν Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλʼ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου· τὰ γὰρ κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν ἄλλων διαστημάτων τῶν ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτερα μέρη τοῦ Ἑλλησπόντου.

οὐ τὸν καθόλου πλατύν, ἀλλὰ καθʼ ὃ μέρος ἑαυτοῦ πλατύτερός ἐστιν.

ἀλλʼ ὥς τε στήλη—γυναικός: τοὺς μὲν Λαπίθας δρυσὶν ἐρριζωμέναις εἴκασεν ἐνθάδε δὲ ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει· πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην.

ἐνὶ σκήψαντες: ἐμπήξαντες, διὰ ὑπερβολὴν λύπης.

ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερβολήν.

δέ σφι: ἀντὶ τοῦ δέ σφων.

θαλερὴ .... χαίτη: πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις ἁρμόδιον χαίτην, οὐ μόνον καλήν, ἀλλὰ καὶ βαθεῖαν.

ζεύγλης ἐξεριποῦσα: τοῦ ἄκρου μέρους τοῦ ζυγοῦ ἐκπεσοῦσα ἐπὶ τὴν ἔραν.

ἀμφοτέρωσε: ἀμφοτέροισι, τοῖς ἵπποις δηλονότι.

ἆ δειλώ, —ἔλθῃ: τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον οὗτοι οἱ ἄνθρωποι. εἶτα καὶ κατασκευάζει, φήσας πάντων ζῴων εἶναι χείριστον τὸν ἄνθρωπον. πλεονεκτοῦμεν γὰρ τῶν ζῴων τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, ἐν αὐτῷ δέ, ᾧ δοκοῦμεν πλεονεκτεῖν, τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. διδάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγόμενος.

οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρόςπάντων: σημείωσαι ὅτι πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος.

πάντων, ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει:ὑπὲρ πάντα τὰ ἄλλα. λείπει ἡ κατά.

ὑπὲρ πάντα. γαῖαν ἢ κατά.

ἀλλʼ οὐ μὰν—ἐάσω: ἵνα μὴ ἀγωνιῶμεν καὶ περὶ τῶν ἵππων.

οὐ γὰρ ἐάσω: τινὲς «οὐδέ τις ἄλλος», ἵνα μὴ ζητῶμεν τοὺς ἵππους. οἱ δέ φασιν ὡς οὐ πάντα ἀναιρεῖ. οὐδὲ τὸν Διομήδους θώρακα οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος οὐ τὰ ὅπλα τὰ δοθέντα Νεοπτολέμῳ.

σφῶϊν: ὑμῖν.

γούνεσσι: ἀπὸ τῆς τὸ γοῦνος εὐθείας, ἢ ἀπὸ τοῦ γούνασι τροπῇ.

ἔτι γάρ σφισι κῦδος ὀρέξω—ἔλθῃ: ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας.

προλέγει δέ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλέον, τὴν προθεσμίαν διδάξας τῆς εὐημερίας.

σφίσι: μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος ἐπὶ τοὺς Τρῶας.

δηλονότι τοῖς Τρωσί.

ἐνέπνευσεν μένος ἠΰ: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ «μένος πολυθαρσὲς ἐνῆκε», καὶ προστίθησιν «αὐτὸς δʼ Οὔλυμπον δὲ μετʼ ἀθανάτοισι βεβήκει».

ῥίμφα φέρον: γράφεται «ῥίμφʼ ἔφερον».

τοῖσι δʼ ἐπʼ Αὐτομέδων: κρεῖττον τώδε ἀλέξειν τῷ ἑταίρῳ ᾤετο. ἄλλως τε καὶ οἱ ἵπποι ἐκεῖσε αὐτὸν ἤγαγον.

ἀχνύμενός περ ἑταίρου: λείπει ἡ περί.

ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας: τὸ χῆνας ἐπὶ τῶν Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων.

ῥέα: τὸ ῥέα ἄνευ τοῦ ι πᾶσαι εἶχον.

ᾕρει: κατελάμβανεν· «ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας». νῦν δὲ ἀνῄρει.

ἱερῷ ἐνὶ δίφρῳ: ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ Ἀχιλλεῖ καὶ ὑπὸ ἀθανάτων ἵππων φερόμενον.

τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ.

ἐπίσχειν: οἱ περὶ Ἀρίσταρχον ἐπίσχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην κατὰ ἀόριστον ὡς λαβεῖν. καὶ ὁ Ἡρωδιανὸς δὲ ἐπίσχειν παροξυτόνως. εἰ μή τις λέγοι ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί.

νηκερδέα: ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος ἐπὶ τῶν συνετῶν τάσσει.

οἷον: πῶς. θαυμαστικὸν τὸ οἷον.

μάχεαι: ἀντὶ τοῦ μάχῃ, καταχρηστικῶς.

θεόφιν μήστωρ ἀτάλαντος: ἴσος θεοῖς ἐν τῷ κατεργάσασθαί τι.

βοηθόον: Ἀρίσταρχος ὑφʼ ἓν βοηθόον, οἱ δὲ ἀπὸ τῆς σχολῆς διῃρημένως.

ἄλλως· βοηθόον: τὸ ἐν τῇ μάχῃ ταχύ. τ οὐ θέλει δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς τὸ ὄχημα τοῦ Ἀχιλλέως.

Αὐτομέδων δʼ ἀπόρουσε: τοῦ ἰδίου ἅρματος, ὥσπερ Ἰδαῖος μεταγαγὼν ἀπὸ τοῦ νώτου τὴν ἀσπίδα, τὸ δὲ δόρυ ἁρπάσας παρακείμενον.

τοῦ ἰδίου ἅρματος. καὶ κατῆλθε πεζῇ πολεμήσων.

νόησε δὲ φαίδιμος Ἕκτωρ—Ἄρηϊ: εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα ἐπὶ τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων

βοέῃς: ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια εἶπεν, ἀλλʼ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη· «τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα». ἔστιν οὖν ὁ τρόπος συλληπτικός εἰλυμένοι δὲ σκεπαζόμενοι, ἀπὸ τοῦ κατειλῦσθαι.

βοέῃς: συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.

πολὺς δʼ ἐπελήλατο χαλκός: ὁ δέ ἀντὶ τοῦ γάρ.

Ἄρητος: Ἄρατος, Ἄρητος καὶ «Ἀρήτη» Ἰακῶς. καὶ κοινὸν γέγονεν.

φοβῆσαί τε στίχας: «φοβῆσαι δὲ στίχας» διὰ τοῦ «δέ», οὐ τέ.

Αἴαντε καλέσσατο—στίχας ἀνδρῶν: πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι καταλιπεῖν τὸ σῶμα τοῖς μετʼ αὐτὸν ἀρίστοις, ἔνθεν αὐτῷ ἐντυγχάνει.

ἐπιτράπετε: ἐπιτρέψατε, συγχωρήσατε.

θεῶν ἐν γούνασι κεῖται: ἐν τοῖς κόλποις, ὡς «πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος». ὅ ἐστι, πρόχειρα πάντα ἔχουσιν οἱ θεοί. οἱ δὲ ἀπὸ μέρους, ἐν τῇ τῶν θεῶν δυνάμει.

ἥσω γὰρ καὶ ἐγώ: ἀφήσω, ἐπιπέμψω. ὁ δὲ καί περιττός.

μελήσει: ἀντὶ εὐκτικοῦ τοῦ μελήσοι.

ὡς δʼ ὅταν ὀξὺν—ἶνα τάμῃ διὰ πᾶσαν: ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζήϊος ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν ἀρχὴν τῶν νεύρων.

ἐξόπιθεν κεράων: περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων πυκνὰ κεῖται τὰ νεῦρα.

περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ νεῦρα καὶ αἱ ἀρτηρίαι κεῖνται.

ἀγραύλοιο: ἐν ἀγρῷ νεμομένου.

ἶνα τάμῃ διὰ πᾶσαν: ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι διατάμῃ, τῇ δὲ διακοπῇ τῆς λέξεως μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ, ἡ δὲ ἀντί καὶ ἀμφί ὡς τρίχρονοι.

ὁ δὲ προθορὼν ἐρίπῃσιν: βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι.

πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος δὲ εἰς τοὔμπροσθεν φέρεται, διʼ ὃ οὕτως εἶπεν.

προθορὼν πέσεν ὕπτιος: προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέτρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον· καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς ταῦρος.

νηδυΐοισι: τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις. ἅπαξ δὲ εἴρηται ἡ λέξις.

ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης: τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαίνεται

τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις:μηδέπω τινὸς δεινοῦ γεγονότος φεύγουσιν.

Ἄρητον δὲ κατʼ αὖθι λίπον—ἐδηδώς: ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα.

καὶ εὐχόμενος ἔπος ηὔδα—καταπέφνων: ἴδιον τῷ παρʼ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.

κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων:ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ λύπης. Τ ὁ δὲ λόγος· τὸ κῆρ ὀλίγον τι ἐπανῆκα τοῦ ἐπὶ Πατρόκλῳ ἄχεος, καίπερ εὐτελῆ τινα ἀνελών.

καταπέφνων: Ἀρίσταρχος ὡς τέμνων.

ἀνὰ ... ἔβαινε: ἀνέβαινεν.

κατὰ ταῦρον ἐδηδώς: ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς πολλὰ διεσπασμένον παρέστησε ταῦρον, οὐ τοῦ μέτρου ἀπαιτοῦντος· παρῆν γὰρ φάναι «ταῦρον κατεδηδώς». καὶ Ἀνακρέων· «διὰ δὲ δειρὴν ἔκοψε μέσην», «κὰδ δὲ λῶπος ἐσχίσθη».

ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη:εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑποστρεψάντων ἐπὶ τὸ σῶμα.

οὐρανόθεν καταβᾶσα—αὐτοῦ: Ζηνόδοτος ἀθετεῖ, τινὲς οὐδὲ γράφουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν πέμπει, ἡ δὲ οὐρανόθεν κάτεισιν; ἢ ὅτι οὐρανὸν τὸν ὑπερνέφιον ὀνομάζει τόπον.

πορφυρέην: ἀπὸ μέρους τὴν ποικίλην. ἢ ὅτι ἔχει τινὰ πορφυρίζοντα.

πορφυρέην Ἶριν: πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι ὡμοίωσεν. καὶ ἀλλαχοῦ· «οἷον δʼ ἀστέρα ἧκε Κρόνου παῖς».

Ἶριν: ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀκτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ νέφει μέλανος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ Ἀναξαγόρας δέ φησιν· «Ἶριν δὲ καλέομεν τὸ ἐν τῇσι νεφέλῃσι ἀντιλάμπον τῷ ἡλίῳ» χειμῶνος οὖν ἐστι σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον. τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας, πρὸς δὲ ἀπείρους τὸν πόλεμον

ἐξ οὐρανόθεν: περισσὴ ἡ ἔξ.

δυσθαλπέος: κακοῦ εἰς θάλψιν.

μῆλα: μῆλα πάντα τὰ θρέμματα, «μῆλα, τά μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν». καὶ Ἡσίοδος «βούδορα πάντα» φησίν, ἀπὸ τοῦ βοὸς πάντα δηλῶν.

ἀπὸ μέρους τὰ θρέμματα ἅπαντα.

ἓ αὐτήν: τὴν ἓ ἀντωνυμίαν κατʼ ἰδίαν· οὐ γὰρ ἐπίσταται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει «ἑωυτήν».

οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν ἀντωνυμίας.

δύσετο: παρῆλθεν.

πρῶτον δʼ Ἀτρέος υἱόν: οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου.

εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: δύο γάρ ἐστιν, ἐν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος καὶ μέλει αὐτῷ λίαν περὶ Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.

κατηφείη: αἰσχύνη, ἀπὸ τοῦ κάτω τὰ φάη ἔχειν.

ὄνειδος: μέμψις.

Ἀχιλῆος ἀγαυοῦ: ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως, οὗ δέονται πρὸς τὴν μάχην.

ἀλλʼ ἔχεο κρατερῶς: ἔχεο τοῦ πολέμου ἢ τοῦ νεκροῦ.

ἐσεμάσσατο θυμόν: ἔπληξε μου τὴν ψυχήν· μάσσασθαι γὰρ τὸ ἅψασθαι· «χεῖρʼ ἐπιμασσάμενος»· «ἐπεμαίετʼ ἄρʼ ἵππους»· «τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος». καὶ μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν «ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου ἢ συγγενοῦς».

ἐλύπησεν, ἥψατο· μάσασθαι γὰρ τὸ ἅψασθαι· «χεῖρʼ ἐπιμασσάμενος».

πυρός: διὰ τὸ εὐκίνητον. καὶ θρασύ.

ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων:«ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο»

ὤμοισι καὶ … γούνεσσιν: ταῦτα γὰρ τῶν μελῶν ἐνεργεῖ μάλιστα.

μυίης θάρσος: πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν — ἦν γὰρ οὐ κατὰ ἡρωϊκὸν ἀξίωμα ἡ εἰκών —, ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν ἡ θεός.

ἄλλως· μυίης θάρσος: καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται, τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών

μυίης θάρσος: θρασύτατον γὰρ τὸ ζῶον.

λαρόν: ἀπολαυστικόν· παρὰ τὸ λῶ, ὅ ἐστι θέλω.

λαρόν: ἀπολαυστικόν. διὰ τί; εὔδηκτος γὰρ καὶ ἀσθενέστατος ὁ ἀνθρώπου χρώς· διʼ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου.

πλῆσε φρένας ἀμφὶ μελαίνας: ἡ ἀμφί πρὸς τὸ πλῆσεν.

ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς—εἰλαπιναστής: ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος, φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, εἶπεν ἂν «μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ», οὐ δήμου. προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης καὶ τὸ ἀφνειός δείκνυσιν ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀνδρομάχης πατρὸς οἶκος ἠρήμωτο

Ἠετίωνος: ἑτέρου Ἠετίωνος καὶ οὐ τοῦ τῆς Ἀνδρομάχης πατρός.

δήμου: τῶν δημοτῶν.

εἰλαπιναστής: σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος. οἱ δὲ παράσιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρηται ἐν Ἐλπίδι παρʼ Ἐπιχάρμῳ

εἰλαπιναστής: σύσσιτος, σύνδειπνος, ἀπὸ τῆς εἰλαπίνης.

τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος:πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος ἀνδρός, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι.

Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὤτρυνεν Ἀπόλλων: ὅτι Ζηνόδοτος γράφει «Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε μετελθών». πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι;

Ἀσιάδῃ: Ἀσίου παιδί.

φίλτατος ἔσκεν: ἐπεὶ περὶ φίλου ὀνειδίζει δεόντως φίλῳ ὡμοίωται πρὸς τὸ αἰσχῦναι αὐτόν.

μαλθακὸς αἰχμητής: τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον πολέμιον ὂν εἰς διαβολὴν λέγει· «ἀρηΐφιλον» γὰρ ὁ ποιητὴς αὐτὸν καλεῖ

μαλθακὸς αἰχμητής: πρέποντας πολεμίῳ—ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον.

μαλθακός: οὐ πιστὸς ὁ ψόγος.

ἕλετʼ αἰγίδα: ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς «χερσὶ τρίαιναν ἑλών».

αἰγίδα … μαρμαρέην: τοῖς ἀμυνομένοις μαρμαρέην, τοῖς δὲ καταπονουμένοις «ἐρεμνὴν αἰγίδα πᾶσιν».

Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν: ὅτι ἴδιον ὑποτίθεται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ καταιγίδες, αἱ πνοαὶ αἱ κάτω ἀΐσσουσαι.

κάλυψεν: τῇ αἰγίδι, ὡς Ἀρίσταρχος.

ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δʼ ἐτίναξε:ὅτι Ζηνόδοτος γράφει «γῆν δʼ ἐτίναξε»· ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ· διὸ λέγει· «αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν». βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μεγάλα.

πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο: οὐ δειλός, εἴπερ εἴκει Διΐ. εἰ δὲ πρῶτος· τέτρωται γὰρ καὶ «πρόσω τετραμμένος». ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες. εἰ δʼ ἀσθενής. πῶς ὁ Ποσειδῶν «Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων Πηνέλεων θʼ ἥρωα»

φόβοιο: ὅτι ἀντὶ τοῦ φυγῆς.

ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις: ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον διʼ ἐπιπολῆς ψαῦσαι, μὴ εἰς βάθος. εἰ οὖν ἐπιλίγδην, πῶς γράψεν δέ οἱ ὀστέον ἄχρις; κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλʼ, ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ τόπος, εἰς ὃν κατενέχθη ἡ πληγή· ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη.

ἐπιλίγδην: καὶ ὅτι ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ «λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός».

ἐπιλίγδην: κατʼ ἐπιδρομήν. οἱ δὲ ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις;

ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατʼ ἐπιδρομήν.

αἰχμὴ Πουλυδάμαντος: οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε, ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ.

Λήϊτον αὖθʼ Ἕκτωρ: ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρωμένοι.

Ἀλεκτρυόνος: ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυόνα τὸ ζῷον τὸ ὄνομα· οὐδέπω γὰρ ἔγνωστο.

ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ —μαχήσεσθαι Τρώεσσιν: καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας.

καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει.

ἔλπετο: διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο.

Ἕκτορα δʼ Ἰδομενεύς: σκόπει τὸ τῆς ἀπαγγελίας τάχος· προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος καὶ ἐφορμήσεως ἐπὶ τὸν Λήϊτον νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται καίπερ πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται. εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸν Ἕκτορα.

ἐν καυλῷ: τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ τοῦ κατὰ τὸν καυλόν.

ἐν καυλῷ: ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.

τοὶ δʼ ἐβόησαν: οὕτως μόνως, φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς τοὶ δʼ ἐβόησαν· ἀβέλτερον γὰρ τελέως τὸ «τοὶ δʼ ἐφόβηθεν»; οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν. καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· «ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε Τρωϊκός».

οὕτως Ἀρίσταρχος τοὶ δʼ ἐβόησαν.

οὐκ «ἐφόβηθεν»· διώκουσι γὰρ οὗτοι. οὕτως Ἀρίσταρχος.

τοὶ δʼ ἐβόησαν: ἐκπληχθέντες, μή τι πάθῃ.

ὁ δʼ Ἰδομενῆος ἀκόντισε—ὦσε δόρυ πρυμνόν: ὡς Ἰδομενέα βάλῃ ἑστῶτα ἐν τῷ δίφρῳ· ὃς πεζὸς ἐλθὼν ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα, ὡς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν ἡνίοχος ὢν τοῦ Μηριόνου· τροπῆς γὰρ γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο ἄν· «οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι». ἔστι δὲ ἡ φράσις ὡς «τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης, υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς» καὶ μετὰ ταῦτα «οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύς». φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος ἐπλήγη.

κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσε. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος Ἰδομενέως ἧκε τὸ βέλος καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν.

ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο ἕως τοῦ αὐτὸς δʼ ὤλεσε θυμόν λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων. ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος … πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ἤλυθε: τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν; ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα, ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατʼ ἐπανάληψιν. τὸ δὲ πεζὸς γὰρ τὰ πρῶτα οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον, ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου — ἦν γὰρ οὐ τῶν ἀριστέων —, ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ ὥστε εἶναι τὸ ἑξῆς· ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν, ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ· πρότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα· πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας ἐν τῇ Ν ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφʼ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον ὕστερον ἐπεκδιδάσκει, πῶς ἔσχεν ἅρμα· καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους. τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος. πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε· τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν

Ἰδομενῆος: τὸ σημεῖον, ὅτι ἐπʼ Ἰδομενέα.

πεζὸς γὰρ τὰ πρῶτα—ἀνδροφόνοιο: μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς «Κοίρανον», «τὸν βάλʼ ὑπὸ γναθμοῖο».

πεζὸς γὰρ τὰ πρῶτα—ἐγγυάλιξεν: ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν.

πεζὸς γὰρ τὰ πρῶτα—ἐγγυάλιξεν: ἐκδεκτέον τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως· ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν — πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου — ἐξήλασε τοὺς ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο σώσας τὸν Ἰδομενέα

καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν: πάντως ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ πεζὸς ἀφίκετο, ὡς εἴ γε τῷ Ἰδομενεῖ ἡνιόχει, ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος· τὸ γὰρ «πεζὸς γὰρ τὰ πρῶτα» καὶ ἐπὶ τοῦ Μηριόνου ἀκουστέον.

καὶ τῷ μὲν φάος ἦλθεν— αὐτὸς δʼ ὤλεσε θυμόν: καινὸν καὶ περιπαθὲς τὸ σύμπτωμα.

τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας: ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος, τῷ δὲ ἅρματι ἐπιβεβηκότος τοῦ βληθέντος.

ὑπὸ γναθμοῖο: εἰκότως πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. ἔστι δὲ τὸ ἑξῆς «αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον», τὸν βάλʼ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα ἐν μέσῳ. διόπερ ἐδέησε καὶ περισσοῦ τοῦ ἄρθρου.

κατὰ τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· καὶ γὰρ ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι.

ὦσε δόρυ πρυμνόν: ἕως τοῦ ἐσχάτου τοῦ δόρατος ὦσε.

δόρυ πρυμνόν: ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.

καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι κύψας ἐκ πεδίοιο: τὸ ἑξῆς «καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε κύψας». ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ, αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι, δηλοῖ τὸ «μάστιε νῦν». φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ μεσαιπόλιον ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος.

ἑτεραλκέα νίκην: οὐ γὰρ ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπʼ ἀλκῆς ὄντων.

τοῖσι: ὅτι ἐπὶ δύο τὸ τοῖσι.

ἀρήγει: ἐν ἄλλῳ «ἀμύνει».

ἐφείη: διχῶς, καὶ «ἀφείη».

Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει: τὸ ἔμπης ἀντὶ τοῦ ὁμοίως τέτακται.

ἔμπης: ὅμως.

αὐτοί περ φραζώμεθα: ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον ἡμεῖς μόνοι οἱ καταλελειμμένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πολέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν.

οἵ που δεῦρο: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «οἵ που νῦν».

οἵ που δεῦρο. τινὲς «οἵ που νῦν», κακῶς.

σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν ἢ τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσειν.

εἴη δʼ ὅστις ἑταῖρος— Πηλείδῃ: ἐπὶ τελευταῖον βοήθημα τουτὶ καταφεύγει.

ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας, εἰς τοῦτο εἰκότως καταφεύγει.

ἀλλʼ οὔ πη δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν:πῶς παρείληπται τὸ πῆ; σημαίνει γὰρ τὸ εἰς τόπον· «πῆ ἔβη Ἀνδρομάχη;». τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλότερον; «ἀλλʼ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινα τῶν Ἀχαιῶν τοιοῦτον». μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλʼ ὡς παραπληρωματικὸν σύνδεσμον ἐκληπτέον.

οὔ πῃ: τινὲς «οὔ πω», ἀντὶ τοῦ οὐδενὶ τρόπῳ.

ἠέρι: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου· «ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν».

κατέχονται: ἐν ἄλλῳ «κεκάλυπται».

ἀλλὰ σὺ ῥῦσαι—εὔαδεν οὕτως: θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ ἔργων ἀγαθῶν· διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς.

ἀλλὰ σὺ ῥῦσαι—εὔαδεν οὕτως: μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς τὴν τῶν ὀφθαλμῶν χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν.

ἰδέσθαι: ἐν ἄλλῳ «ὁρᾶσθαι».

δάκρυ χέοντα: ἡ κατὰ παράλειψιν διήγησις· ἄνω γὰρ οὐδὲν εἰπὼν περὶ δακρύων τοῦτο ἐνέφηνε. περιπαθῆ δὲ λίαν εἰσάγει τὰ πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα.

περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα· οὐ γὰρ ἦν κατʼ Αἴαντα.

αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὁμίχλην: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταὐτὸν τῷ ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλην.

καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον: ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον.

αἴ κεν ἴδηαι ζωὸν ἔτʼ Ἀντίλοχον: ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ αἴ κεν, ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν οὐδὲ τοῦτον.

καὶ τοῦτο περιπαθές, ὡς οὐκ ἐλπίζων ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης.

ὥς τίς τε λέων—τετιηότι θυμῷ: πολλαὶ αἱ εἰκόνες κατὰ τοῦ ἥρωος, καὶ ἑκάστη κατὰ καιρὸν ἁρμόδιος· πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστοργίαν βοΐ νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀποχώρησιν· καὶ ἑξῆς διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν αὐτόν.

μεσσαύλοιο: τῆς ἐπʼ ἀγρῷ ἐπαύλεως.

κε κάμῃσι: ὅτι ὁ κέ περισσός. ἢ ὑφʼ ἓν «κεκάμῃσι».

πῖαρ: τὸ λίπος τῆς πιμελῆς, ἐκ παρεπομένου δὲ τὸ ζῆν.

ὁ δὲ κρειῶν ἐρατίζων ἰθύει: λέγεται τὸν λέοντα ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφʼ οὗ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται.

καιόμεναί τε δεταί, τάς τε τρεῖ: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων φησὶ λέοντα μάλιστα τὸ πῦρ δεδοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδεμέναι ἐκ ξύλων λαμπάδες.

τετιηότι θυμῷ: ἐν ἄλλῳ «τετιημένος ἦτορ».

τετιηότι: κακωθέντι ὑπὸ λύπης.

τετιημένος: βεβλημένος διὰ λύπην.

ἀέκων: πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς οὐδὲν ἐξείργασται περιτιθέμενον τῷ ἥρωϊ.

ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν: ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν ὑπὸ φυγῆς· καὶ ὅτι ἕλωρ ἕλεμα.

πρὸ φόβοιο: ἀντὶ τοῦ ὑπὸ φόβου· «ἀεθλεύων πρὸ ἄνακτος».

ἐνηείης Πατροκλῆος: πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί. νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾷος ἦν, δῆλον ἐξ ὧν τῶν βασιλέων διαφερομένων ἡσυχάζει, Νέστορος ἐπιμελῶς ἀκούει φιλοστόργως Εὐρύπυλον ἰᾶται κλαίει πρὸς Ἀχιλλέα

ἐνηείης: προσηνείας. ἀπηνὴς δὲ ὁ ἐναντίος.

πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι: αὐξητικὸν τὸ πᾶσιν, οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ κοινῶς πᾶσιν.

πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι: ἔνδειξις τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος ὅτι οἱ χρηστοὶ τὴν γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται.

ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν: ἀξιοπίστως τὸ φασί προσέθηκεν ὡς πρὸ τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. φησὶ δὲ καὶ Ἀριστοτέλης ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς ἥλιον ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος.

ὅν τε καὶ ὑψόθʼ ἐόντα—κατακείμενος: πάντοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτεται, τὸ δὲ κατασκοπούμενον, λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρίνεσθαι καὶ τῷ μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφʼ οὗ κέκρυπται ὁ λαγώς.

ἴδοιτο: οὕτως Ἀρίσταρχος ἴδοιτο, τὰ ὄσσε δηλονότι.

ἴδοιτο: οὕτως αἱ Ἀριστάρχειοι ἴδοιτο. τίς; τὰ προκείμενα ὄσσε. ἢ νοητέον ἀποστροφὴν λόγου ἀπὸ τοῦ πρὸς τὸν Μενέλαον εἰς τὸν περὶ αὐτοῦ λόγον· διὸ καὶ τὸ σημεῖον.

ἴδοιντο: τὰ ὄσσε. οἱ δὲ ἑνικῶς «ἴδοιτο», ἵνʼ ᾖ «τὰ ὄσσε ἴδοιτο», ὡς τὰ παιδία παίζει. οἱ δὲ ἀπὸ τῆς σχολῆς «ἴδοιο» γράφουσιν.

οἱ μὲν μετὰ τοῦ ν διὰ τὸ πλῆθος. οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τὰ δὲ παιδία παίζει. λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλμοί, εἴ που θεάσαιντο Νέστορος υἱόν.

κυλίνδει: Ἀρίσταρχος βαρύνει, ὑγιῶς πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φησιν οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε»· διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν, «μέγα κῦμα κυλίνδων».

πέφαται δʼ ὤριστος Ἀχαιῶν, Πάτροκλος, μεγάλη—τέτυκται: παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη.

κατέστυγε: κατεστύγνασεν, ἠνιάθη.

ἀφασίη: πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα δὲ ἐκ τοῦ μὴ δὲ πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, ὥς που καὶ ἐν τῇ Νεκυίᾳ φησὶ «καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο». πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει τοῦ θανάτου αὐτοῦ.

μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται.

ἄλλως· ἀφασίη· ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ Πατρόκλου θανάτου ἄγνοιαν, ὡς καὶ ἐπὶ τῆς Ἀνδρομάχης· καὶ γὰρ αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα ἐν χαλεπωτέρῳ γίνεται πένθει ἀκούσασα

βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ:πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆναι τῷ Ἀχιλλεῖ.

τὸν μὲν δάκρυ χέοντα πόδες φέρον: πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν, μηδʼ ὅτι τρέχει εἰδώς. ἡ διπλῆ, δέ, ὅτι οὕτως εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας. πρὸς Ζηνόδοτον μεταγράφοντα «ῥίμφʼ ἑὰ γοῦνα φέρει».

τὸν μὲν δάκρυ χέοντα πόδες φέρον: τρόπον τινὰ τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν πόδες φέρον. ἐφʼ ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος. ἢ τὸ πένθος αὐτὸν τοῦτο συνιδεῖν οὐκ ἐᾷ. καὶ Πηνελόπη γοῦν οὐκέτι «ἔτλη δίφρῳ ἐφέζεσθαι» ἀκούσασα περὶ τοῦ παιδός. τινὲς δὲ Λαοδόκῳ παραδοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολεμίοις Ἀντίλοχος εἶναι, τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυγεῖν· ἀλλʼ εἶχεν ὁ Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον ἄμεινον οὖν διὰ τὸ πένθος.

οὐδʼ ἄρα σοί, Μενέλαε διοτρεφές, ἤθελε θυμός: ὅτι πάλιν ἀπέστροφε τὸν λόγον.

ἔνθεν: ἀντὶ τοῦ ὅθεν.

ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν: ὅτι ἀπέστροφεν ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ λόγον. τὸ δὲ ἀνῆκεν ἀνέπεισε, παρώτρυνεν.

κεχολωμένον Ἕκτορι δίῳ: ἐν ἄλλῳ «κεχολωμένον Ἀτρείωνι».

οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο:πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ ἀδύνατον αὐτοῦ. τὰ δὲ τοῦ Πατρόκλου οὐκ ἐνδύεται ὅπλα, ἢ ὡς ἐλάσσω τοῦ σώματος, ἢ οὐκ εἶχεν.

ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα: γενναῖον πρὸς προτροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων ἐπικουρίαν.

Τρώων ἐξ ἐνοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φησίν.

νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζόμενος Ἀχιλλεὺς ὑπʼ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται. εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν νεκρὸν ὑπʼ Αἴαντος βασταζόμενον. ὡς οἱ νεώτεροι.

ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι: πάντοθεν προτρέπει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος ἐν Πέρσαις ὁρῶν τινα Ἀλέξανδρον ἀνδριζόμενον «ἴσος», φησίν, «ὄφθητι τῆς ὁμωνυμίας».

ὁμώνυμοι: ὁ λόγος· ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς γε τοιαῦτα λέγει «ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομʼ ἔχομεν· οἱ γὰρ δύο Αἴαντες καλούμεθα»· βουγάϊος γὰρ ὡς ἀληθῶς.

μένοντες: Ἀριστοφάνης δυϊκῶς «μένοντε».

οἱ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο: ἐγγὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ Ἀχιλλεύς. διὰ δὲ τοῦ ἀγκάζοντο τὸ σπουδαῖον καὶ μοχθηρὸν ἐνέφηνεν.

ἀγκάζοντο: ἐμφαντικῶς ἐμήνυσε τοὺς περιειληφότας ὥσπερ τὸν νεκρόν. καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν «ἐρύοντο». ἀλλʼ οὐκ ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι.

ἴθυσαν δὲ κύνεσσιν ἐοικότες—ἄλλυδις ἄλλος: πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή. καὶ τὴν αἰτίαν τοῦ θάρσους παρίστησι τῷ βλημένῳ. ἀλλὰ καὶ τὸ ἑλίξεται συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων διωκόμενον, ὁ κάπρος.

ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες:τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ.

εἵως: ἕως. λείπει τινός.

ἕως τινός.

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν: οἱ μὲν ἐγγὺς ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν.

τῶν δὲ τράπετο χρώς: περισσὸς ὁ δέ.

ἄγριος ἠΰτε πῦρ—ἲς ἀνέμοιο: ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνιδίου, ἵνα λανθάνον νέμηται.

ἐν σέλαϊ: ὑπὸ σέλᾳ.

ἐπιβρέμει: ἐπιταράσσει.

ἀζηχής: σφοδρὸς καὶ πολύς.

οἱ δʼ ὥς θʼ ἡμίονοι—σπευδόντεσσιν: βόες μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων τὸ ἴδιον βάρος· ἡμίονοι δὲ διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπασχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν τῶν πολεμίων οὐκ ἔχοντες. κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκάτερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρέλαβεν ὁδὸν καὶ μακρὸν τὸ ἑλκόμενον ξύλον διὰ τῆς ὁδοῦ.

κρατερὸν μένος ἀμφιβαλόντες: ἰσοβαρήσαντες τῇ δοκῷ τὴν προθυμίαν ἢ συμπλέξαντες καὶ ἑνώσαντες, ὡς τὸ «ἥλικες ἰσοφόροι».

ἀταρπόν: ἀτραπόν, ὁδόν, ἣν οὐκ ἔστιν ἐκτραπῆναι.

ὣς οἵ γʼ ἐμμεμαῶτε: οὕτω διὰ τῶν δύο μμ. τινὲς δὲ «οἱ μὲν ἄρʼ ἐμμεμαῶτε».

ὥς τε πρὼν ἰσχάνει ὕδωρ —ῥέοντες: ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλʼ ἀσαλεύτοις πρηόσιν ἀντέχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον· Αἴαντες γὰρ ἐρριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιεχόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως καὶ ἐπὶ τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπʼ ἄλλο μέρος.

πρών: προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν ἐκρύσεως.

πρών: ὄρους ἐξοχή. τινὲς πετρώδης τόπος. οὕτως οὖν φησιν· ἐπεῖχον οἱ Ἕλληνες τὴν φορὰν τῶν Τρώων ὡς ὁ πρὼν τὸ ὕδωρ.

πεδίοιο διαπρύσιον τετυχηκώς: ὡς διόλου προήκειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα.

πᾶσι ῥόον πεδίον δὲ τίθησι: ἀποστρέφει τὰ ῥεύματα πάντων.

πλάζων: προσπελάζων.

οὐδέ τέ μιν: «οὐδέ τί μιν». Ἀριστοφάνης «οὐδέ τι μήν».

ῥηγνῦσι: ἀντὶ τοῦ ῥηγνύουσι, ὡς «πιμπλᾶσι». οὕτως Ἀρίσταρχος.

ἀνέεργον: ἀπώθουν.

τῶν δʼ ὥς τε ψαρῶν—ὀρνίθεσσιν: ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ Πάτροκλος ἐδίωκεν· «ἴρηκι ἐοικώς ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε». ἀλλʼ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πάσχουσιν, ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος τῆς ταπεινῆς εἰκόνος.

ψαρῶν νέφος: τὴν ἀγέλην νέφος ὠνόμασεν, οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλʼ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι.

ἄλλως· ψαρῶν νέφος ... ἠὲ κολοιῶν: διὰ τὴν εὐφωνίαν· ἐκεῖ δὲ «κολοιούς τε ψῆράς τε». συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία· «καὶ γὰρ κολοιὸς παρὰ κολοιὸν ἱζάνει». μαρτυρεῖ δὲ καὶ ὁ τῆς θήρας αὐτῶν τρόπος· ἐλαίου πλήρη κρατῆρα τιθέασιν, οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐπιπεσόντες τῷ ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. τ πολύ τε μᾶλλον ἀγεληδὸν αὐτῶν ἡ πτῆσις γίνεται ἰδόντων ἱέρακα, καὶ τοῦ φόβου τὴν φωνὴν συστρέφοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος «οὖλον» λέγει. τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἡ φωνή.

ὅρα δέ, πῶς καὶ ἐκεῖ κολοιοὺς συνέμιξε· συναγελαστικὸν γὰρ ὁ κολοιὸς καὶ φιλόφωνον, ὡς ἡ παροιμία· «καὶ γὰρ κολοιὸς παρὰ τὸ κολωὸν εἴκασται.» εἰσὶ δέ πως καὶ τῶν ἄλλων ἀνοητότεροι, ὡς καὶ ὁ τῆς θήρας αὐτῶν μαρτυρεῖ τρόπος· ἐλαίου γὰρ πλήρη κρατῆρα τιθέασιν· οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει καὶ ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐπιπεσόντες τῷ ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται συγκολληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε δὲ ἴδωσιν ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμηρος «οὖλον» ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες καὶ ἀνόητον ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλάλληλον· ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται.

οὖλον: συνεστραμμένον, ὀξύ.

κεκλήγοντες: πρὸς τὸ σημαινόμενον ὑπήντησεν.

κεκλήγοντες: ἀντὶ τοῦ κεκληγότες.

κίρκον, ὅ τε σμικρῇσιν: ὁ γὰρ ἀετὸς μεγάλα φονεύει. ἐπὶ δὲ τῶν λίαν ἀσθενῶν οὐδέποτε «τυτθῇσιν» εἶπεν.

ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, ἐπὶ δὲ τῶν εὐτελῶν καὶ ἀσθενῶν οὐδέποτε κάτεισιν.

τεύχεα … πέσον: πεφεισμένως οὐκ εἶπεν «ἀπέβαλον τὰ ὅπλα» ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλʼ «ἔπεσον», ὡς οὐχ ἑκοντὶ ῥιψάντων, ἀλλʼ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν.

φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίνετʼ ἐρωή: οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλήνων ὄχλος, οὐχ ὑπεχώρουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ νεκροῦ.

οὐ γίνετʼ ἐρωή: οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον αὔξησις.

ἐρωὴ δὲ ἡ ἐπίσχεσις.

ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.