Παυσανίου Ἀττικῶν ὀνομάτων συναγωγή.
ἀβάκιον· ἐφʼ οὗ ἐκύβευον καὶ ἐφʼ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο.
ἄβρα· ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα.
Ἄβυδος· ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς· καὶ Ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ καὶ ἐπὶ τοῦ εἰκαίου καὶ μηδενὸς ἀξίου. κωμῳδοῦνται δὲ οἱ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν, καὶ παροιμία· «μὴ εἰκῆ τὴν Ἄβυδον», ᾗ ἐχρῶντο ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν.
ἀβυρτάκη· ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.
ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες· ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.
ἀγαθὸν δαίμονα· ὃν μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν ἔπινον.
ἄγαλμα Ἑκάτης· τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης· «καὶ κύων ἀκράχολος, Ἑκάτης ἄγαλμα φωσφόρου, γενήσομαι». διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. καὶ Καλλίμαχος οὖν ἐν Ὑπομνήμασι τὴν Ἄρτεμιν ἐπιξενωθῆναί φησιν Ἐφέσῳ υἱῷ Καΰστρου, ἐκβαλλομένην δὲ ὑπὸ τὴς γυναικὸς τὸ μὲν πρῶτον μεταβαλεῖν αὐτὴν εἰς κύνα, εἶτʼ αὖθις ἐλεήσασαν ἀποκαταστῆσαι εἰς ἄνθρωπον, καὶ αὐτὴν μὲν αἰσχυνθεῖσαν ἐπὶ τῷ συμβεβηκότι ἀπάγξασθαι, τὴν δὲ θεὸν περιθεῖσαν αὐτῇ τὸν οἰκεῖον κόσμον Ἑκάτην ὀνομάσαι.
Ἀγαμεμνόνεια φρέατα· ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Ἀττικὴν καὶ περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.
ἄγανον· τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα, καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα.
ἄγγαρος· ὁ νωθρός· λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματοφόρος, ὅθεν ἀγγαρεύεσθαι· τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν.
ἄγειν· μεγαλύνειν. Ὅμηρος· «καί μευ κλέος ἦγον Ἀχαιοί». Ὑπερείδης δὲ ἀντὶ τοῦ ἔχειν. καὶ ἄγειν ἀντὶ τοῦ ὑποκρίνεσθαι καὶ ἄγειν ἀντὶ τοῦ τιμᾶν καὶ ἄγειν ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ ἐπάγειν ἔλεγον οἱ Ἀττικοί. Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ Κατὰ Τιμοκράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων «καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς», καὶ Κατὰ Δημάδου· «ἦγεν δὲ πέντε μνᾶς».
ἀγελαῖος· ἀντὶ τοῦ εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζομένων, ἐφʼ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ. μετῆκται δὲ ἐπὶ τοὺς ἀδοξοτέρους ἀνθρώπους. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ. καὶ Πλάτων Μενελάω ἀγελαῖον ἄρτον τὸν χυδαῖον, καὶ Εὔπολις ἀγελαίας ἰσχάδας τὰς εἰκαίας καὶ … λίθους δὲ ἀγελαίους τοὺς εἰκαίους καὶ ἀκαταξέστους.
ἀγκαλιδαγωγοί· οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων, τὸ ῥῆμα ἀγκαλιδαγωγεῖν. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες ἢ οἱ παῖδες οἱ ἀκολοθοῦντες τοῖς ἀγκαλιδαγωγοῖς ὄνοις, τὸ ῥῆμα ἀγκαλιδοφορεῖν. λέγονται δὲ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι.
ἀγκύλη· ἀκόντιον καὶ τοῦ ἀγκῶνος ἡ καμπὴ καὶ ἡ δεξιὰ χείρ, ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται καὶ εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν, ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον, καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι· «τὴν ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας αὖ λυθεῖσαν». ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει.
ἀγκυλισταί· οἱ ἀκοντισταί.
ἀγκυλομῆται· σκολιόβουλοι.
ἀγκύλον· ἐπικαμπές, στρεβλόν, σκολιόν, ἐπικεκλασμένον.
ἀγναπτότατος αὖος βάτος· ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.
ἀγορὰ Κερκώπων· Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗ μάλιστα τὰ κλοπιμαῖα πιπράσκονται καὶ ὠνοῦνται. τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους.
Ἄγραι καὶ Ἄγρα· χωρίον ἔξω τῆς πόλεως πρὸς τῷ Ἰλισῷ, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν· «εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας ...» καὶ Ἀρτέμιδος τῆς Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ· «ᾗ πρὸς τὸ τῆς Ἀγραίας διαβαίνομεν». Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· «τὰ μὲν οὖν ἄνω τοῦ Ἰλισοῦ προσαγορεύουσιν Ἄγραν Εἰλειθυίας, τῷ δʼ ὄχθῳ πάλαι ὄνομα τούτῳ, ὃς νῦν Ἄγρα καλεῖται, Ἑλικών. καὶ ἡ ἐσχάρα τοῦ Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπʼ ἄκρου». καὶ ἐν τῷ τετάρτῳ· «εἰς τὸ ἱερὸν τὸ μητρῷον τὸ ἐν Ἄγραις».
ἀγροῦ πυγή· τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερβολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων ἢ ἐπὶ τῶν σφόδρα ἀγροίκων.
Ἀγυιεύς· ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς ὁ θεός. Φερεκράτης Κραπαταλοῖς·
«ὦ δέσποτʼ Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι».
ἀγὼν οὐ δέχεται σκήψεις· τάττεται ἐπὶ τῶν μηδὲν ὀνιναμένων, εἰ σκήψαιντο.
ἄδειν τὰ Τελαμῶνος· ἦν τι σκόλιον γεγραμμένον ἐπὶ Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμεικτο.
Ἀδμήτου λόγον· ἀρχὴ σκολίου, ὃ οἱ μὲν Ἀλκαίου φασίν, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας. ἀρχὴ δὲ τοῦ μέλους αὕτη· «Ἀδμήτου λόγον, ὦ ʼταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δʼ ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις.»
Ἀδράστεια· τινές φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως. τὴν αὐτὴν δὲ τῇ Νεμέσει οἱ μὲν ἀπὸ Ἀδράστου φασὶν ὀνομασθῆναι, ὅτι μόνος τῶν ἑπτὰ σωθεὶς μόνος πάλιν τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν.
Ἀδώνιδος κῆποι· ἐκ θριδάκων καὶ μαράθρων, ἅπερ κατέσπειρον ἐν ὀστράκοις κατὰ τὰς οἰκίας. χρῶνται δὲ ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων τῇ παροιμίᾳ. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες.
ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι· ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων, οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων.
ἀεὶ Ἰλίῳ κακά· …
ἀείτην· τὸν ἑταῖρον. Ἀρίσταρχος δὲ τὸν ἐρώμενον.
ἀεί τις ἐν Κύδωνος· ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέντος.
ἀετὸν ἵπτασθαι διδάσκεις· ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινάς, ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν.
ἀήσυρον· ἀσθενὲς καὶ κενόν.
Ἀθηνᾷ τὸν αἴλουρον· ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι.
Ἀθηναία· ἡ θεός
ἀθήρ· λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατίς. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐριπίδης Σθενεβοίᾳ· «παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δʼ ἀθήρ βάλλει με καὶ τοῦδʼ αἰθάλης πυκνὸν πτερόν».
αἰγιαλοί· νεῶνες καὶ οἶκοι νεῶν.
αἰγίλιψ· ἀπρόσβατος, ψιλή, ἀβόσκητος.
αἰγίπυρρος· πόα πυρρά, ἣν αἶγες νέμονται.
αἰγίς· τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ τῶν στεμμάτων πεπλεγμένον δίκτυον καὶ τὸ τοῦ Διὸς ὅπλον καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσι, καὶ θώραξ καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης.
αἴγλη· λαμπηδών, αὐγή, φέγγος, φῶς, βόλος κυβευτικός. Κρατῖνος. καθʼ ἑτέρους δὲ βόλος φαῦλος κυβευτικός. καὶ ποπάνου εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ ἡ θυσία ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ εἰς Δελφοὺς ἀπαγομένη, ὥς φησι Μελησαγόρας. ἔστι καὶ παιδιά τις καὶ τοῦ ζυγοῦ τὸ περὶ μέσον· ἀλλὰ καὶ ἡ σελήνη οὕτω καλεῖται καὶ Αἰγλάηρ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ τὰς ἀμφιδέας ἢ ἁπλῶς τὸ ψέλιον ἢ καὶ τὴν πέδην, ὡς παρʼ Ἐπιχάρμῳ.
αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά μοι· λέγεται καὶ ἑτέρως ἡ παροιμία· «αἲξ ποττὰν μάχαιραν» ὡς Χρύσιππος καὶ Κλέαρχος. τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά. ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, διʼ ἧς θύεται. ἄλλοι δέ φασιν, ὅτι ἐν Κορίνθῳ τῆς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.
Αἰδοῦς βωμός· Ἀθήνησιν ἐν τῇ ἀκροπόλει Αἰδοῦς καὶ Ἀφελείας ἦν βωμὸς περὶ τὸν τῆς Πολιάδος Ἀθηνᾶς νεών, ἃς οἱ μὲν παιδαγωγούς, οἱ δὲ τροφοὺς τῆς Ἀθηνᾶς γενέσθαι φασίν.
αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιος· ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων. λέγεται καὶ χωρὶς τοῦ ῖ «ἀεὶ γεωργός». μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμικὸς ἐν τῇ Εἰρήνῃ ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης· «ἔπειτα κἀν Δελφοῖσιν ἀνετέθη γραφείς· ἀεὶ γεωργὸς εἰς νέωτα χρηστὸς ἦν πρῶτον πολὺ τὸν λιμὸν .. ἀποφεύγων». ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος.
αἰετὸν κάνθαρος μαιεύσομαι· παροιμία. τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.
αἵματι κλαίειν· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι· «οὐδʼ ἂν πείσειας αὐτὸν οὐδʼ αἵματι κλαίων».
αἱμασιά· ἐκ χαλίκων οἰκοδομή, τειχίον, θριγκός.
αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐψήφιζον καὶ ἐχειροτόνουν. Κρατῖνος ἐν Χείρωσιν. καὶ παροιμία τὸ «αἲξ οὐρανία» ὁμοία τῷ «λευκὴ ψῆφος»· ὡς γὰρ Ἀμάλθεια τροφὸς ἦν τοῦ Διός, οὕτω καὶ ἡ τοιαύτη ψῆφος ἔτρεφε τοὺς δωροδοκοῦντας δικαστάς. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τὸ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο εἶχεν.
αἶρε δάκτυλον· τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι.
αἴρειν ἔξω πόδα πηλοῦ· ἐπὶ τῶν μὴ βουλομένων ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ «αἴρειν ἔξω πόδα αἰτίας».
Αἰσώπειος φόρτος· … Αἴσωπος γὰρ φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὐκ εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς τὴν μὲν ἀρχὴν ἐγελᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετʼ αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι.
Αἰώρα· …
ἀκάμπιος δρόμος· ὁ μακρὸς καὶ διʼ εὐθείας περίπατος.
ἄκριες· ἄκρα ὀρῶν, λόφοι, ἐσχατιαί, γωνίαι.
ἀκρίζειν· ἐπὶ τὰ ἄκρα ἐπιπορεύεσθαι, ὃ καὶ ἐξακρίζειν Εὐριπίδης φησίν. Αἰσχύλος δὲ ἐπήκρισέ φησιν ἀντὶ τοῦ ἐπʼ ἄκρον ἤγαγε καὶ τέλος ἐπέθηκεν.
ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν· παροιμία ἐπὶ τῶν μάτην κοπιώντων.
ἀκρωβελία· τὸ ἄκρον τοῦ ὀβελίου ἄρτου.
ἀκτίς· οἰκέτου ὄνομα καὶ ἀγγείου, ἐφʼ οὗ οἱ ὀβολοὶ ῥιπτοῦνται.
ἀλάβαστος … ᾧ ἐχρῶντο ἐπὶ τιμωρίᾳ τῶν μοιχῶν ἀντὶ τοῦ ῥαφάνου.
ἅλας ἄγων καθεύδεις· ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος τὴν ἀντλίαν ἐπαναβῆναι καὶ ἐκτῆξαι τοὺς ἅλας. ἔνθεν ἡ παροιμία.
ἀλάστωρ· ὁ ἁμαρτωλός· κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον, κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι. ἐπὶ δὲ τοῦ Διός, οἷον «ἀλάστωρ Ζεύς», ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν ἢ ὡς οὐδὲν αὐτὸν τῶν τολμωμένων παρὰ ἀνθρώποις λαθεῖν δυνάμενον. καὶ δαίμων τις καλεῖται ἐπεξιὼν τοὺς ἄλαστα εἰργασμένους καὶ αὐτὸς ὁ πράξας τι τοιοῦτον, μάλιστα δὲ φόνον αὐτοχειρίᾳ. Μένανδρος Περικειρομένῃ· «ὁ δʼ ἀλάστωρ ἐγώ καὶ ζηλότυπος ἄνθρωπος». καὶ ἐν Ὀργῇ ἐμφαίνεται, ὅτι προσφάτως ἦν ἐπιχωρία· «καὶ τοὔνομα τί λέγεις; —ἀλάστωρ. —τοῦτο δή καινὸν λεγόμενον», εἰ μὴ πρὸς τραγῳδιοποιούς τινας λέγεται κατακόρως χρωμένους τῷ ὀνόματι.
ἀλαωπός· ὁ ἀφανὴς ἢ ὁ τυφλός.
ἀλετρίδες· αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν. καὶ ἦσαν ἔντιμοι.
ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ· ἐπὶ τῶν ἀληθεστάτων μέν, οὐ πιστευομένων δέ. μέμνηται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ. Σάγρα γὰρ ποταμὸς τῆς Λοκρίδος. Λοκροὺς δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους· τῶν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων, διδόναι δὲ αὐτοῖς τοὺς Διοσκούρους τοὺς Λοκροὺς οἰωνισαμένους τὸ κερτομηθὲν τήν τε ναῦν ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκούρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερὸν καὶ τῆς φήμης διαγγελθείσης εἰς Σπάρτην τὸ μὲν πρῶτον ἀπιστηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐκβῆναι ἐκεῖθεν τὴν ῥηθεῖσαν παροιμίαν.
ἀληλεσμένον βίον· οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων· οἷον κατειργασμένον, πρὸς τροφὴν ἕτοιμον.
Ἁλικοί· οἱ τὰ πρὸς θάλασσαν τῆς Πελοποννήσου περὶ Τίρυνθος οἰκοῦντες μέρη.
ἅλις δρυός· ἐπὶ τῶν δυσχερῶς μέν τι καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ βέλτιόν τι εὑρόντων.
ἁλκυονίδες ἡμέραι· αἱ ἐν χειμῶνι νήνεμοι καὶ γαλήνην ἔχουσαι· περὶ δὲ τοῦ ἀριθμοῦ διαφέρονται· Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ιδʹ φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων, Δημαγόρας δὲ ὁ Σάμιος ἑπτά, Φιλόχορος ἐννέα. τὸν δὲ ἐπʼ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς Περὶ … ὑπομνήμασι λέγει οὕτως· «Ἁλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Φθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δριμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δὲ αὐτὰς ὄρνιθας ἐποίησε καὶ ἀπὸ τοῦ πατρὸς ἁλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἁλκυονίδες καλοῦνται».
ἄλλην δρῦν βαλάνιζε· ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν ἀεὶ δανειζομένων.
ἄλλος οὗτος Ἡρακλῆς· παροιμία ἐπὶ Θησεῖ ἢ ἑνὶ τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ ἐπὶ τῷ Αἰγυπτίῳ Ἡρακλεῖ, οἱ δὲ ἐπὶ τῷ τῆς Ἀλκμήνης.
ἀλοιμός· τὸ τῶν τοίχων χρῖσμα.
ἀλοιφεῖον· ᾧ οἱ ἀλεῖπται χρῶνται.
ἀλύειν· τὸ ἐν ἄλῃ καὶ παρέσει τὴν ψυχὴν ἔχειν.
ἄλφιτα· κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα. καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν.
ἀλφίτων στοά· ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέκειτο Ἑλένη.
Ἁλῷα· ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς ταῖς ἀπὸ τῆς ἅλω τότε καταχρῆσθαι φέροντας εἰς Ἐλευσῖνα, ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαιζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν ἡ ἑορτή. ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. ἀπὸ τοῦ συναλίζεσθαι, ὅθεν καὶ ἅλως.
ἀλώπηξ δωροδοκεῖται· ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλισκομένων. Κρατῖνος Νόμοις·
«ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται».
ἀλώπηξ τὸν βοῦν ἐλαύνει· τάττεται ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων.
ἅμα· χρονικόν. ὁμοῦ· χρονικὸν καὶ τοπικόν.
ἁμαμηλίς· σῦκον τὸ ἅμα μήλῳ ἀνθοῦν.
ἁμαξίδας· τὰ μικρὰ ἁμάξια, ἃ τοῖς παιδίοις ἐποίουν παίγνια.
ἁμάσυκον· μῆλον τὸ ἅμα σύκῳ ἀνθοῦν.
ἀμβροσία· γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου καὶ παγκαρπίας. ἔστι δὲ καὶ ἄνθος τι.
ἀμβρόσιον· θεῖον ἢ ἀθάνατον ἢ θαυμαστόν.
ἀμέργειν· καρπολογεῖν. Ἀριστοφάνης Νήσοις· «ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δʼ ἀμέργων ἐλάας».
ἁμίδας· τὰ οὐροδόχα ἀγγεῖα.
ἅμιπποι· δύο ἵπποι συνεζευγμένοι τοῖς τραχήλοις χωρὶς δίφρου, κατὰ τὸ παλαιὸν καὶ «ξυνωρίς» καλούμενοι. ἦν δὲ ἐπὶ μὲν τοῦ ἑτέρου ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. ἀπὸ οὖν τοῦ ἅμα ἀμφοτέρους καθέζεσθαι ἅμιπποι οὗτοι ἐλέγοντο.
ἀμνὴν θερίζειν· παροιμία ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. ὅταν γὰρ ᾖ ἀμνίον, οὐκ ἀποκείρεται.
ἀμνόν· τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν· «ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίαν δὲ τὸν πρῶτον. ἀρνειὸς δὲ καὶ ὁ τριέτης κριός».
ἀμολγοί· οἱ ἀμέλγοντες τὰ κοινὰ καὶ διαφοροῦντες τὰ δημόσια.
ἀμόργη· ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου.
ἀμόργινος· ὅμοιος βύσσῳ.
ἀμοργίς· κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς ἐνδύματα ἀμόργινα λεγόμενα.
ἀμοργοί· πόλεως ὄλεθροι, Κρατῖνος Σεριφίοις. καλοῦσι δὲ καὶ μοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ μαυρὸν τὸ ἀμαυρὸν καὶ σφοδελὸν τὸ ἀσφοδελόν.
ἀμπυκάσαι· ἀναδῆσαι, χαλινῶσαι, στεφανῶσαι.
ἀμπυκῖται· διαδήματα. ἴσως διὰ τὸ ἀμπέχειν τὰς τρίχας, ὃ καὶ ἀμπυκίζειν λέγεται.
ἄμπυκες· διαδήματα.
ἄμπυξ· χαλινός, συγκάθαμμα, ἐπίκρανον, καλύπτρα, διάδημα, στεφάνη· κατὰ δὲ μεταφορὰν ὁ τροχὸς διὰ τὸ κυκλοτερῆ εἶναι.
Ἄμυρις μαίνεται· θεωρὸς γὰρ ὀνόματι Ἄμυρις ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν Συβαριτῶν ἔσεσθαι τότε, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενον καὶ εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς τὸ λόγιον, ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆρεν εἰς Πελοπόννησον. καὶ Συβαρῖται μέν, ὃ λογισμῷ πεποίηκεν, εἰς μανίαν ἐδέξαντο ἐπιλέγοντες· «Ἄμυρις μαίνεται». ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη.
ἀμφαξονεῖν· τὸ μὴ ἐπʼ εὐθείας πορεύεσθαι καὶ τὸ τὰ γόνατα ἀσθενοῦντας περικλᾶσθαι.
ἀμφιδρόμια· ἡμέρα πέμπτη τοῖς βρέφεσιν ἐκ γενέσεως, οὕτω κληθεῖσα παρʼ ὅσον ἐν ταύτῃ καθαίρουσι τὰς χεῖρας αἱ συναψάμεναι τῆς μαιώσεως, καὶ τὸ βρέφος περὶ τὴν ἑστίαν φέρουσι τρέχοντες κύκλῳ, καὶ τοὔνομα τίθενται τούτῳ δῶρά τε πέμπουσι ὡς ἐπὶ τὸ πλεῖστον πολύποδας καὶ σηπίας οἵ τε φίλοι τε καὶ οἰκεῖοι καὶ ἁπλῶς οἱ προσήκοντες.
ἀμφιμάσχαλος χιτών· δύο χειρῖδας ἔχων, ἅσπερ μασχάλας ἐκάλουν, ὃς ἦν τῶν ἐλευθέρων. ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. ἦν δὲ τοιοῦτος, ἵνα γυμνῷ τῷ ὤμῳ εὐκολώτερον ἐργάζωνται.
ἀμφίταποι· τάπητες ἀμφίμαλλοι.
ἀμφιφῶν· πλακοῦς διὰ τυροῦ, ἐφʼ οὗ δᾷδα πήσσοντες ἅπτουσι τοῦ φωτὸς χάριν.
ἀμφιφῶντες· πλακοῦντος εἶδος, οἵτινες ἐγίνοντο Μουνυχιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος ἐκομίζοντο. ὠνομάζοντο δὲ ἀμφιφῶντες ὡς μέν τινες, ὅτι τότε ἐγίνοντο, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται, ὡς δὲ Ἀπολλόδωρος, ὅτι ἐκόμιζον αὐτοὺς δᾴδια ἡμμένα περιπηγνύντες ἐπʼ αὐτῶν.
ἀμφορεύς ὁ ἀμφιφορεὺς ὑπὸ Ἀθηναίων καλεῖται.
ἀμφώβολα· τὴν διὰ τῶν σπλάγχνων μαντείαν. Σοφοκλῆς.
ἀμφωτίδες· ἃς ἔχουσιν οἱ παλαισταὶ περὶ τοῖς ὠσίν.
Ἀναγυράσιος δαίμων· τούτου τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ Περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα.
ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος· ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τοῦ τρόπου ποιουμένων.
Ἀνάκεια· ἑορτὴ Διοσκούρων. τριττύαν δὲ τὴν θυσίαν ταύτην εἶναι συμβαίνει Διοσκούροις καὶ Ἑλένῃ, διʼ ἣν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐκεῖνοι οὐκ ἠδίκησαν οὐδένα τῶν ἐγχωρίων.
ἀνακῶς· ἀντὶ τοῦ φυλακτικῶς καὶ προνοητικῶς. Ἡρόδοτος καὶ Θουκυδίδης.
ἄναντα· ἄνω, ἀνωφερῆ, δυσχερῆ.
ἀναπίπτειν· τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς.
ἀναρρύει· ἀντὶ τοῦ θύει καὶ σφάττει, Εὔπολις. καὶ ἡ θυσία ἀνάρρυσις.
ἀνάστατοι· πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμειγνύμενοι ἐγίνοντο. καὶ δημιουργοὶ ἔπλασσον. Ἀριστοφάνης Δαιταλεῦσι· «πέμψω πλακοῦντας ἑσπέρας χαρισίους». οἱ δὲ ἀμφιφῶντες ἐγίνοντο Μουνυχιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος ἐκομίζοντο. ὠνομάζοντο δὲ ἀμφιφῶντες, ὡς μέν τινες, ὅτι τότε ἐγίνοντο, ὅτε ἥλιός τε καὶ σελήνη πρωὶ ὑπὲρ γῆς φαίνονται, ὡς δὲ Ἀπολλόδωρος, ὅτι ἐκόμιζον αὐτοὺς δᾴδια ἡμμένα περιπηγνύντες ἐπʼ αὐτῶν. φθοῖς δὲ ἦσαν πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματα ἦσαν πλατέα κυκλοτερῆ. πέλανοι δὲ πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, τὰ εἰς θυσίαν ἐπιτήδεια. πόπανα δὲ πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· «καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίνου χλόης». ἐπὶ δὲ ἓξ σελήναις «βοῦν ἕβδομον» ἔπεττον κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν, μᾶλλον δὲ ἐπὶ ταῖς ἓξ ἕβδομον βοῦν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀναισθήτων.
ἀνδραποδώδη τρίχα· τὴν τῶν ἀνδραπόδων ἰδίως κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνησιν δοῦλαί τε καὶ δοῦλοι.
ἁνεῖν· ἐν ἐκτάσει ἔχει τὸ α· δηλοῖ δὲ τὸ πτίσσειν. Φερεκράτης· «νῦν δʼ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀναβράττειν, ἁνεῖν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι». καὶ ἐκ τοῦ πτίσσειν καὶ ἁνεῖν ἡ πτισάνη.
ἀνέμοις θάλασσα δουλεύει· παροιμία …
ἀνεμοκοῖται· οἱ ἀνέμους κοιμίζοντες. γένος δέ φασι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ.
ἀνερίναστος συκῆ· ᾗ μὴ προσβέβληνται οἱ ἐρινεοί. ἐρινεὸς δέ ἐστιν ὁ τῆς ἀγρίας συκῆς καρπός, ὃν καὶ ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάζωσιν. τοῦτο δʼ ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνερίναστος μαλακὸς καὶ ἄγονος.
ἀνηνέχθη· ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Μένανδρος Ῥαπιζομένῃ καὶ Θεόπομπος· «ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη».
ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον· Ἀριστοφάνης Δαιδαλεῦσιν ὡς παροιμιῶδες.
ἀνθʼ Ἑρμιόνος· ἐπὶ τῶν τοὺς ἱκέτας διασῳζόντων. Ἑρμιὼν γὰρ ἐν Πελοποννήσῳ πόλις Κόρης καὶ Δήμητρος ἄσυλος ὥστε σκέπην παρέχειν τοῖς ἱκετεύουσιν.
ἄνθρακες ὁ θησαυρὸς ἦσαν· ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθά, κακουμένων δὲ ἀφʼ ὧν ἦν αὐτοῖς ἡ τῶν ἀγαθῶν ἐλπίς.
ἀντωμοσία· δίκη ἀντωμοσμένη. προώμνυε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν—ἦν δὲ τοῦτο καὶ κατωμοσία—, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι. διωμοσία δὲ ὁ ἑκατέρωθεν γινόμενος ὅρκος τοῦ μὲν ὡς πράξαντα διώκει, τοῦ δὲ ὡς οὐκ ἔπραξεν. ὑπωμοσία δὲ ἀπόδοσις αἰτίας, διʼ ἣν οὐκ ἀπήντησέ τις πρὸς τὴν δίκην. ἐξωμοσία δὲ ἄρνησις σὺν ὅρκῳ ὡς ἀδυνατοῦντος ποιεῖν τὸ προσταττόμενον ἢ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν.
Ἄορνος· λίμνη περὶ Τυρσηνίαν. … δέ φησι καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐν ταύτῃ τῇ λίμνῃ Σοφοκλῆς ἱστορεῖ.
ἀπʼ αἰγείρου θέα καὶ παρʼ αἴγειρον· ἡ ἀπὸ τῶν ἐσχάτων. αἴγειρος γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφʼ ἧς οἱ μὴ ἔχοντες τόπον ἐθεώρουν.
ἅπαν· ὁ λόγος βραχύνειν ἀξιοῖ. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ας οὐδέτερα βραχύνονται, οἷον μέλαν, τάλαν, ἅπαν.
ἀπεγλαψάμην· ἀπεπνευσάμην, ἐκενωσάμην. ἔστι δὲ γλάψαι καὶ τὸ κοιλᾶναι καὶ βαθῦναι, ἀπογλάψασθαι δὲ καὶ τὸ τὰ λίαν καὶ διὰ βάρους ταῖς ψυχαῖς ἐγγεγραμμένα ἀπαλεῖψαι. … «τὸν ἄνδρʼ ἀπεωσάμην τε κἀπεγλαψάμην», ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου.
ἀπεσίμωσε· ὕψωσε καὶ πρὸς τὸ λαμπρότατον ἤγαγε.
ἀπεσκοτωμένα· ἐσκιαγραφημένα, κεχρωσμένα. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. οὕτως Ἀριστοφάνης.
ἀπηδέσθη· ἀπεβρώθη. Πλάτων Σοφισταῖς· «ἐν τρισίν πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος».
ἀπομαγδαλιά· σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον. εἰς τοῦτο τὰς χεῖρας ἀποματτόμενοι εἶτα τοῖς κυσὶν ἔβαλλον. διὸ κυνάδα αὐτὴν Διοσκουρίδης προσαγορεύει.
ἀπομάγματα καὶ ἀπόμακτρα· τὰ ἀποκαθάρματα, καὶ ἀπομάκται· οἱ περὶ τὰ αὐτὰ ταῦτα.
ἀποξιφίσαι· ἐξορχήσασθαι. ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως.
ἀποτυχίσαι· ἀποπελεκῆσαι λίθον, καὶ ἀποτυχισθείς· ἀποτιλθείς, ἀπὸ τύχου· ἔστι δὲ λιθοξοϊκὸν σιδήριον.
ἀποφοιτᾶν· τὸ παύσασθαι φοιτῶντα, ὅ ἐστι μανθάνοντα. οὕτω Λυσίας.
ἀπόψυξις· ἡ ἀποπνευμάτωσις.
ἀπυνδάκωτος· ἀπύθμενος. Σοφοκλῆς· «ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ». καὶ τὴν λαβὴν τοῦ ξίφους πύνδακα εἴρηκεν.
Ἀράβιος αὐλητής· τίθεται ἐπὶ τῶν ἀπαυστὶ διαλεγομένων. τὸ παλαιὸν γάρ φασι τοὺς ἐλευθέρους μὴ μανθάνειν αὐλεῖν διὰ τὸ βάναυσον. τῶν δὲ ἀνδραπόδων τὰ πολλὰ εἶναι βάρβαρα καὶ Ἀράβια, ἐφʼ ὧν ἐλέχθη παροιμία· «δραχμῆς μὲν ηὔλει, τεττάρων δʼ ἐπαύετο». καὶ Κάνδαρος Μηδείᾳ· «κιθαρῳδὸν ἐξηγείρατʼ Ἀράβιον χορόν». καὶ πάλιν Μένανδρος ἐν Ἀνατιθεμένῃ ἢ Μεσσηνίᾳ· «Ἀράβιον ἆρʼ ἐγὼ κεκίνηκʼ ἄγγελον;»
Ἀργεία φορά· ἐσκώπτοντο γὰρ οἱ Ἀργεῖοι ὡς φιλόδικοι καὶ συκοφάνται.
ἀργεϊφόντης· ὁ ὀφιοκτόνος. ἀργῆν γὰρ ἔνιοι τὸν ὄφιν καλοῦσιν.
ἄρδαλον· ῥύπον ἢ μολυσμόν, καὶ γὰρ τὸ μολῦναι ἢ ῥυπᾶναι ἀρδαλῶσαι λέγεται, καὶ ἄρδαλος ἄνθρωπος ὁ μὴ καθαρῶς ζῶν. καὶ ἄρδα ῥύπος τις καὶ ἀκαθαρσία. Φερεκράτης ἐν Θαλάττῃ· «τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπʼ ἐμοῦ σπόγγισον». καὶ Φιλήμων ἐν Πανηγύρει· «Αἰγύπτιος θοἰμάτιον ἠρδάλωσέ μου».
ἀρδάνια· κεραμίων γάστραι, ὅθεν τὰ βοσκήματα ἐπότιζον, ἀπὸ τοῦ ἄρδειν. Δωριεῖς δὲ κύμβαλα ἐκάλουν. ἐτίθετο δὲ καὶ πρὸ τῆς θύρας ὕδατος πλήρη, ὁπότε τις τελευτήσειεν, ἵνα οἱ ἐξιόντες πρὸς ἀφαγνισμὸν περιρραίνωνται. ἐχρῶντο δὲ καὶ αἱ γυναῖκες τῷ ἀρδανίῳ αἱ τὴν κρίκην τρίβουσαι ἐπὶ τοῦ ἐπινήτρου.
ἀρειθύσανοι· Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρʼ Αἰσχύλῳ ἐν Προμηθεῖ Λυομένῳ.
Ἄρειος πάγος· δικαστήριον Ἀθήνησιν ἐν ἀκροπόλει. ἦσαν οὖν Ἀθήνησι βουλαὶ δύο, ἡ μὲν τῶν πεντακοσίων καθʼ ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς βίον ἡ τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος ἤτοι ὅτι ἐν πάγῳ ἦν καὶ ἐν ὕψει τὸ δικαστήριον, Ἄρειος δὲ ἐπεὶ τὰ φονικὰ ἐδίκαζε, ὁ δʼ Ἄρης τούτων ἔφορος ἦν, ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος ἐν αʹ.
ἀρηνοβοσκός· ὁ προβατοβοσκός.
ἄριστα χωλὸς οἰφεῖ· ἐπὶ τῶν οἰκεῖα κακὰ μᾶλλον αἱρουμένων ἢ τὰ ἀλλότρια ἀγαθά. τῶν γὰρ Σκυθῶν ποτε ταῖς Ἀμαζόσι πολεμούντων καὶ ἀνοχῆς γενομένης, τά τε ἄλλα φιλοφρονουμένων καὶ φασκόντων αὐταῖς, ὅτι εἰ τούτοις πεισθεῖεν, ἀπηρώτοις συνέσονται ἀνδράσιν, ἀλλʼ οὐχὶ λελωβημένοις καὶ χωλοῖς καὶ ἀχρείοις ὡς οἱ παρʼ αὐταῖς, Ἀντιάνειρα ἡ τούτων ἡγουμένη, θρασεῖα ἅμα καὶ ἀκόλαστος οὖσα, εἶπε πρὸς αὐτούς· «ἄριστα χωλὸς οἰφεῖ» ἀντὶ τοῦ συνουσιάζει. αἱ γὰρ Ἀμαζόνες τῶν τικτομένων παρʼ αὐταῖς ἀρρένων ἐπήρουν τὰ σκέλη ἢ τὰς δεξιὰς χεῖρας.
ἀριστερεών· φυτὸν ἐπιτήδειον εἰς καθαρμόν.
Ἀρκάδας μιμούμενοι· ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἰδίαν νίκην ἐνίκησαν, ἄλλοις δὲ αἴτιοι νίκης πολλοῖς ἐγένοντο. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ. διὰ γὰρ τὸ τὰς κωμῳδίας αὐτὸς ποιῶν ἄλλοις παρέχειν διὰ πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη.
Ἀρκὰς κυνῆ· Ἀρκαδικὸς πῖλος.
Ἀρκὰς φελλός· φελλὸς παρὰ Ἀρκάσι μέσον τι πρίνου καὶ δρυός, ὃ ἔνιοι θηλύπρινον καλοῦσιν. οὕτως Ἐρατοσθένης.
ἅρκυες· λίνα περιτιθέμενα θηρίοις, ἀπὸ τῶν ἑρκῶν. Ἀττικοὶ δασέως, ὡς ἁρκυωρὸς ὁ τῶν ἁρκύων φύλαξ, ἀφʼ οὗ ἁρκυωρεῖν, ὅ ἐστι φυλάσσειν. Εὔπολις· «σὺ δὲ τὰ καλώδια ταῦθʼ ἁρκυώρει».
Ἅρμα· τόπος τῆς Ἀττικῆς. καὶ παροιμία· «ὁπόταν διʼ Ἅρματος ἀστράψῃ» ἐπὶ τῶν χρονίως γινομένων.
ἀρράβακα· ὀρχηστὴν ἢ βλάσφημον. ἀπὸ τοῦ ἀρραβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι.
ἀρρενωπάδες· ἀνδρόγυνοι.
ἄρριχος· κόφινος ἐπιτήδειος εἰς συγκομιδὴν σταφυλῶν. τὸ δὲ πλέγμα ἀπὸ οἰσύας.
ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων, παρόσον πετρώδης καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦρος, οὐδὲν φέρουσα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θησέως, ἐπειδὴ ἐπιθέμενος τῇ Λυκομήδους ἀρχῇ καὶ πειρῶν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ κατακρημνισθείη. ὀστρακισθῆναι δὲ πρῶτον Ἀθήνησι Θησέα ἱστορεῖ Θεόφραστος ἐν Τοῖς πρώτοις καιροῖς.
ἄρχοντες· Ἀθήνησιν ἐννέα· ἄρχων, βασιλεύς, πολέμαρχος, οἱ ἓξ θεσμοθέται.
Ἀσκώλια· ἑορτὴ Ἀθήνησιν, ᾗ τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν, ὅτε καὶ τὴν λυμαινομένην ταῖς ἀμπέλοις αἶγα ἆθλον τῆς ᾠδῆς προετίθεντο καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ. καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους κριθέντας ἑτέραν ἔδει αἶγα ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν αὖθις μισθοῦσθαι αὐτοὺς ἐναλουμένους τῷ ἀσκῷ· τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἀλλὰ ἡσυχάζειν.
ἀσπάθητον χλαῖναν· τὴν δορὰν ἀνύφαντον.
ἀστόξενοι· οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡς ἐν Κορίνθῳ Γλαῦκος ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου.
ἀστράγαλος· κυρίως τὸ συνήθως λεγόμενον καὶ ὁ σφόνδυλος τοῦ τραχήλου καὶ ὁ πεττικός· καὶ βοτάνη δὲ οὕτω καλεῖται.
ἀσφόδελος· σκιλλῶδες φυτὸν φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. Περσεφόνης καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀσφοδέλῳ στέφουσιν.
ἀτελῆ· ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα.
αὐλός· τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος.
αὐλών· ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενὸς ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. Αἰσχύλος δέ φησι καὶ τὴν τάφρον αὐλῶνα.
αὐλωτοὶ φιμοί· οἱ κημοί. διὰ τὸ κώδωνας προσῆφθαι αὐτοῖς, οἷς ἐμφυσῶντες οἱ ἵπποι φωνὴν σάλπιγγος προίεντο. … οὕτως· «ὃς εἶχε πώλους τέτταρας ζυγηφόρους φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένας».
αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν· ἀντὶ τοῦ αὕτη ἡ μηχανὴ οὐδὲν ἤνυσεν. ἐπὶ τῶν ἐπιχειρούντων τι ποιεῖν καὶ ἀποτυγχανόντων.
αὐτόχθων ἑστία· ἡ τοῦ Χείρωνος.
αὐτοχόωνος· αὐτοχώνευτος. ὁ ἐξ αὐτῆς τῆς χωνείας τὸ τέλειον ἔχων, ἄλλην μηδεμίαν προσειληφὼς ἐπισκευήν.
ἀφάδιον· τὸ ἐχθρὸν καὶ ἀπαρέσκον.
ἀφέλεια· ἁπλότης ἢ μεγαλεῖόν τι καὶ ἐνδοξότης.
ἀφʼ ἑστίας ἀρχόμενος· ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. ἑστία γὰρ ἡ οἰκία. μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων. ἔθος γὰρ ἦν, τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι.
ἀφʼ ἱερᾶς· παροιμία· «κινήσω τὸν ἀφʼ ἱερᾶς». λέγεται δέ τις παρὰ τοῖς πεσσεύουσιν ἱερὰ γραμμή. οὕτως Ἐπίχαρμος.
ἄφλαστον· τὸ ἀκροστόλιον, Ἀπολλόδωρος. ὁ δὲ Δίδυμος τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος ἀνατεταμένον ἐκ κανονίων πλατέων ἐπικεκαμμένων.
ἀφύα ἐς πῦρ· ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει.
ἀχάνη· μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοτέλης.
ἀχέτας· ὁ τέλειος τέττιξ.
Ἀχιλλεία· ἡ μᾶζα. Ἀχίλλεια δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν.
ἁψίς· ξύλινος κύκλος τροχοῦ. τὸ δʼ ἐπʼ αὐτοῦ σιδηροῦν ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν ὅλον κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν.
βάλλʼ ἐς Μακαρίαν· οἷον εἰς Ἅιδου. Μακαρία γὰρ ἡ Ἡρακλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δʼ αὐτὸ τοῦτο καὶ οὕτω λέγουσιν· «ἐς Μακαρίαν» καὶ «εἰς Μακαρίαν».
βαμβαίνων· βῆμα πρὸ βήματος βαίνων, κατὰ βῆμα πορευόμενος καὶ παπταίνων. βαμβαλύζων δὲ ῥιγῶν, ἀπολλύμενος.
βασανίζειν· οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ δοκιμάζειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων. βάσανος γάρ ἐστι λίθος ἡ Λυδία λεγομένη ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα.
βατήρ· τὸ ἄκρον τοῦ τῶν πεντάθλων σκάμματος, ὅθεν καὶ παροιμία «αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου», οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον.
Βάττου σίλφιον· ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων. οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπωσαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου.
βέβληται βαλών· παροιμία ἐπὶ … Ἡρακλῆς γὰρ ἐν Ὀλυμπίᾳ ἀνδριάντα ἰδὼν καὶ νομίσας λῃστρικόν τινα εἶναι ἄνδρα ἐπαφῆκε λίθον, ὃς ἀναστραφεὶς βέβληκε τὸν Ἡρακλῆν.
Βέλλερος· …
Βελλεροφόντης καθʼ ἑαυτοῦ γράμματα· ἐπὶ τῶν τοιαῦτά που ἀγγελλόντων, ἐξ ὧν βλάπτονται.
βίος ἀκανθώδης· ὁ τραχὺς καὶ σκληρός, ὁ παλαιός. καὶ βίος ἀληλεσμένος· ὁ εὐχερὴς καὶ ἡδύς.
βλακικά· εὐήθη, μωρά, ἀνόητα. εἴρηται δὲ ἀπὸ ἰχθύος καλουμένου βλακός, ὁμοίου σιλούρῳ, ἀχρήστου τοσοῦτον ὡς μηδὲ κυνὶ βρώσιμον εἶναι. Πολιτείας τετάρτῃ· «βλακικόν τε ἡμῶν τὸ πάθος», ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δὲ ἀπὸ τοῦ ἐν Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς.
βλεπεδαίμων· ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς. … δὲ καὶ τοὺς Σωκρατικοὺς οὕτως ἔλεγεν.
βλωμός· ἁδρότερος τῶν ψωθίων καὶ ἀτταράγων.
βοΐδης· πρᾷος, εὐήθης. Μένανδρος.
βουνός· λόφος. Φιλήμων ἐν Νόθῳ ἄλλοτε μὲν ὡς σύνηθες τίθησι, ἄλλοτε δὲ ὡς ξενικὸν ἐπισκώπτει. εἰπόντος γάρ τινος· «βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά—» ὁ προσδιαλεγόμενος οὐ συνεὶς τὸ ξένον τοῦ ὀνόματός φησι· «τίς ἐσθʼ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω.»
βουπλήξ· βούκεντρον.
βούπρῳρος· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνὸς προηγουμένου οἷα νηὸς πρῴρας.
βοῦς ἕβδομος· πέμματα κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀταλάντῃ. ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, ἃ καὶ οὕτως ἐκάλουν. ἔστι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ καὶ παρʼ Ἀχαιῷ ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων.
βοῦς ἐν αὐλίῳ κάθηται· παροιμία ἐπὶ τῶν ἀχρήστων.
βοῦς ἐπὶ γλώττης· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παρρησιάζεσθαι ἢ διὰ τὴν ἰσχὺν τοῦ ζῴου ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος παρρησιαζομένους.
βρίκελος· Κρατῖνος Σεριφίοις· «αἶρʼ αἶρε δεῦρο τοὺς βρικέλους». ἔστι δὲ βαρβαρικὸν τὸ ὄνομα, τίθεται δὲ ἐπὶ προσώπων τραγικῶν καὶ εἴρηται οἱονεὶ βροτῷ ἴκελος ἢ Βριξὶν ἴκελος. Βρίγες γὰρ ἔθνος βαρβαρικόν.
βριμοῦσθαι· τὸ μετά τινος ἀπειλῆς ἐκφοβεῖν.
βρόμος· κυρίως ἦχος ἐπὶ ἀνέμου καὶ ἐπὶ πυρός· λέγεται δὲ καὶ σπέρμα λεπτῇ κριθῇ ὅμοιον.
βρωμᾶσθαι· ὀγκᾶσθαι, τὸ βρώμης, ὅ ἐστι βρώσεως ἢ τροφῆς, δεῖσθαι· τίθεται ἐπὶ ὄνων πεινώντων.
βύβλος· φυτὸν φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσιν, ῥάβδος ψιλή, ἐπʼ ἄκρῳ χάρτην ἔχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ Δέλτα …
βυσαύχην· ὁ τὸν αὐχένα συνέλκων καὶ τοὺς ὤμους ἀνέλκων.
βωμολόχος· ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκά τινος κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος δὲ ὁ Κυρηναῖος ὡς εὐτράπελον καὶ γελωτοποιόν, τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα, καὶ τὸν πανοῦργον καὶ συκοφάντην.
γαῖσον· ἐμβόλειον ἢ δόρυ ὁλοσίδηρον.
γαλερόν· γαληνόν, ἥσυχον, προσηνές.
γεννῆται· οὐχ οἱ ἐκ γένους καὶ ἀφʼ αἵματος προσήκοντες, ἀλλʼ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας τριάκοντα. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς τέσσαρας ποιήσαντες, ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φρατρίας καὶ τριττῦς δυοκαίδεκα, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη τριάκοντα ἐν ἑκάστῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι τριακόσιαι ἑξήκοντα.
γέρρα· σκηνώματα. Δημοσθένης· «τὰ γέρρα ἐνεπρίμπρασαν». καὶ Περσικὰ ὅπλα καὶ παρὰ Σικελοῖς τὰ ἀνδρεῖα καὶ γυναικεῖα αἰδοῖα, καὶ περιφράγματα. ἐπὶ σταυροῦ δέ φησιν Εὔπολις.
γέρων· ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστήν, γλυπτὴν καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματο τὰ νηθόμενα στυππεῖα.
γιγγρί· ἐπιφώνημά τι ἐπὶ καταμωκήσει λεγόμενον.
Γιγγρών· ἀφροδισιακὸς δαίμων, διακονήσας τῇ Ἄρεως καὶ Ἀφροδίτης μοιχείᾳ.
γλαῦκʼ Ἀθήναζε· ἐπὶ τῶν ἄλλοθεν μάτην τὰ πλεονάζοντα ὡς σπάνιά τινα ἐμπορευομένων, ὡς τὸ «πύξον ἐς Κύτωρον ἤγαγες» ἢ «ἰχθὺν εἰς Ἑλλήσποντον».
γλεῦξις· οἶνος πολὺ ἕψημα ἔχων.
γλυκὺς ἀγκών· παροιμία ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ γλυκὺς κατʼ εὐφημισμόν· μακρὸς γάρ ἐστι καὶ ἐργώδης. μέμνηται δὲ αὐτοῦ Πλάτων ἐν Φαίδρῳ, ὥστε τὸ «γλυκὺς ἀγκών» μοχθηρίαν τόπου ὑποδηλοῖ.
γνῶθι σαυτόν· ἀπόφθεγμα Χείλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων.
γραῦς· τὸ ἐπαφρίζον ἐν ταῖς χύτραις, καὶ ἡ ἐπὶ τοῦ ζωμοῦ, ἣ καὶ ἐπίπαγος καλεῖται.
γρόνθων· ἀναφύσησίς τις, ἣν πρώτην μανθάνουσιν οἱ αὐληταί.
γυναῖκες εἰλίποδες· διὰ τὴν εἴλησιν τῶν μηρῶν.
γυρῖνοι· Ἀττικοί, γερῖνοι Ἴωνες. μικροὶ βάτραχοι, γυροὶ τὸ σχῆμα, τοὺς πόδας οὔπω ἔχοντες.
Δάειραν Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφήν. καὶ ἔοικε οὕτως ἔχειν, ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν οἱ παλαιοὶ τὴν Δάειραν. διὸ καὶ πολεμίαν τῇ Δήμητρι νομίζουσιν· ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει. ἔτι δὲ φαυλότερον οἱ τὴν Ἥραν Δάειραν ὀνομάζοντες ὡς δάειραν τῆς Δήμητρος ἀποδιδόντες· τινὲς δὲ φύλακα Περσεφόνης ὑπὸ Πλούτωνος ἀποδειχθῆναί φασι τὴν Δάειραν.
Δαιδάλου ποιήματα· ἐπειδὴ οἱ παλαιοὶ δημιουργοὶ τὰ ζῷα συμμεμυκότας ἔχοντα τοὺς ὀφθαλμοὺς ἐποίουν καὶ οὐ διεστηκότας τοὺς πόδας, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν τὰ τούτων βλέφαρα καὶ τοὺς πόδας διέστησε.
δαιταλεῖς· δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. οὕτως Ἀριστοφάνης.
δανά· εὐκέαστα, ξηρά· παρὰ τὸ δαίεσθαι.
δαυλόν· τὸ δασύ. Αἰσχύλος· «δαυλὸς ὁʼ ὑπήνη καὶ γενειάδος πυθμήν».
δελφίς· ὄργανον πολεμιστήριον πρὸς ναυμαχίαν, ὅθεν καὶ δελφινοφόρος ναῦς παρὰ Θουκυδίδῃ.
δενδρυάζειν· κυρίως εἰς τὰς δρῦς καταδύεσθαι, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς δύνειν καὶ κρύπτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ χρωμένων· τοὺς γὰρ παλαιοὺς τῶν ἀνθρώπων πρὸ τῆς τῶν οἴκων εὑρέσεως ἐν τοῖς κοιλώμασι τῶν δρυῶν λέγεται καταδύοντας οἰκεῖν. καὶ τὸ καθʼ ὕδατος δύεσθαι καὶ κρύπτειν ἑαυτόν.
δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα· Ἀριστοφάνης. ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων.
δεύτερος πλοῦς· ὅτε «ἀποτυχών τις οὐρίου κώπαις πλέει».
δημιουργοί· οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ τοὺς ἐν τῇ πόλει ὠφέλουν. καὶ αἱ ἐν τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ τὰς νύμφας ἔλουον καὶ τὰς ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον.
διάλαυρος οἰκία· περιάμφοδος.
διαπηνηκίσαι· διακεφαλαιῶσαι καὶ ἀπατῆσαι. Κρατῖνος· «τοῦτον μὲν καλῶς διεπηνήκισας λόγον». πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην, χρηστὴν οὐ μόνον γυναιξίν, ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσιν, οἳ τριχῶν ἐψίλωνται, ὡς φενάκην, ἣ τοὺς ὁρῶντας ἀπατᾷ. καὶ τὸ φενακίσαι τινὲς ἀπὸ τούτου εἰρῆσθαι λέγουσιν.
διαρρικνοῦσθαι· τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κρατῖνος Τροφωνίῳ· «ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ».
Διομήδειος ἀνάγκη· παροιμία ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ Θρᾳκός, ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς αὑτοῦ θυγατράσι μείγνυσθαι, ἃς καὶ ἵππους ὁ λόγος ἀλληγορεῖ, εἶτα ἀνῄρει. οἱ δὲ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ παλλάδιον κλέψαντες νυκτὸς ἐκ Τροίας ἐπανῄεσαν, ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης, ἐπιστραφεὶς καὶ βιασάμενος τὸν Ὀδυσσέα ἔδησε καὶ προάγειν ἐποίησε παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατʼ ἀνάγκην τι πραττόντων.
δίοποι· οἱ βασιλεῖς καὶ οἱ διέποντες.
Διὸς ἐγκέφαλος· κάλλιστόν τι βρῶμα.
Διὸς Κόρινθος· ἐπὶ τῶν πάλαι μὲν εὐπραγησάντων, ὕστερον δʼ οὐ καλῶς ἀπαλλαξάντων. ἐρρέθη δὲ διʼ αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσέχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· «οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κόρινθος». φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· «παῖε τὸν Διὸς Κόρινθον».
Διὸς κῴδιον· ὅτε θύουσι τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διί, τὰ κῴδια τούτων φυλάσσουσι δῖα προσαγορεύοντες. χρῶνται δʼ αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι, καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρμοὺς ὑποστορνύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν.
Διὸς ψῆφος· οὕτω καλεῖται ὁ τόπος, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις· «ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται». τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.
δίρκοι· οἱ φθεῖρες.
διωχὴς δίφρος· ὁ δύο φέρειν δυνάμενος, ἀπὸ τοῦ δύο ἔχειν, ὃν καὶ δίεδρον ἐκάλουν.
δνοπαλίζειν· κεντεῖν, ταράσσειν, ἐκτινάσσειν, σείειν. ἔστι δὲ ὅτε καὶ κτείνειν καὶ πολεμεῖν.
δόρυ καὶ κηρύκειον· ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες γὰρ εἰς Δελφοὺς ὑπʼ Ἀργείων Γεφυραῖοι λαβόντες χρησμὸν ὡς· «ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος, οἶκος ἄριστος ..», εἶτα βουσὶν ἀκολουθοῦντες, ἕως ἂν οὗ ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους.
δορύξενος· ὁ ἐκ τῶν πολεμίων φίλος καὶ ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες.
Δούλων πόλις· ἐν Λιβύῃ, Ἔφορος πέμπτῃ. καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ πρώτῃ τῶν Κρητικῶν. ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησιν.
δόχμη· τὸ τετραδάκτυλον. Κύπριοι δὲ τὴν παλαιστήν. ἴσως διὰ τὸ πλαγιάζειν τῇ χειρὶ ἐν τῷ μετρεῖν. δόχμιον γὰρ τὸ πλάγιον.
Δρυαχαρνεῦ· δρύινε Ἀχαρνεῦ, ἀναίσθητε. ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί, Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους, Θυμαιτάδαι καὶ Προσπάλτιοι ὡς δικανικοί.
δυσπέμφελος· δυσάρεστος, δυσπειθής, δυσκίνητος, χαλεπός, μεμψίμοιρος, οὕτως Ἡσίοδος.
δωδεκίδες· θυσίαι δώδεκα ἱερείων, ὡς τριττὺς ἡ ἐκ τριῶν. λέγεται δὲ καὶ δωδεκαῒς καὶ διὰ τοῦ η δωδεκηΐς.
Δωδωνεῖον χαλκεῖον· ἐπὶ τῶν μακρολογούντων. Δήμων γάρ φησιν, ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται, τούτους δὲ ψαύειν ἀλλήλους καὶ κρουσθέντος τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστείδης δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα ἑστάναι, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπʼ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι.
δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας· οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτείας.
δωριάζειν· παραγυμνοῦσθαι. Δωρικὸν γάρ ἐστι τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν αὐτούς, τὸ πολὺ δὲ χιτῶνας φορεῖν, ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι.
ἔα καὶ ἐν συναιρέσει ἦ· Ἴωνες δὲ ἐπεκτείνοντες «ἦα» φασίν.
ἑανός· γυναικεία ἐσθὴς ποδήρης.
ἐγγύη· γάμου ἀπογραφή.
ἔγκαφος· ὁ ψωμὸς ἀπὸ τοῦ ἐγκάψαι. τὸ ἐλάχιστον ὡς Εὔπολις· «οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος».
ἐγκεντρίδας τοῖς ποσὶ κατὰ τὰς πτέρνας οἱ ἱππεύοντες περιεδοῦντο, οἷς ἐλαύνονται οἱ ἵπποι.
ἐγ κοτύλῃ· παιδιά τις, ἐν ᾗ διαπλέξας τις ὀπίσω τοὺς δακτύλους τῶν χειρῶν ἐπενωτίζετο τὸν ἀναιρούμενον· ὁ δʼ ἐνθεὶς τὸ γόνυ ταῖς χερσὶ καὶ περιλαβὼν τοῦ αἴροντος τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἐβαστάζετο. ἐκλήθη δὲ ἐγ κοτύλῃ, ἐπεὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλη λέγεται, εἰς ὃ ἐνετίθει τὸ γόνυ ὁ βασταζόμενος.
ἔγκυκλον· περιπόρφυρον ἱμάτιον καὶ χιτὼν γυναικεῖος, ὃν ἔνδοθεν ἐνδύονται γυναῖκες, εἶτα τὸ ἔνδυμα. λέγεται δὲ ὑπʼ ἐνίων ἐπιγονατίς, διότι μέχρι γονάτων διήκει.
ἐγχυτρίστριαι· αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι· Πλάτων Μίνωι ἢ Περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. λέγονται δὲ καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι τοῦ ἱερείου, ἔτι δὲ καὶ αἱ θρηνήτριαι καὶ δὴ καὶ αἱ μαῖαι αἱ ἐκτιθεῖσαι ἐν χύτραις τὰ βρέφη.
ἐδέατρος· ὁ ἐπὶ τῶν ἐδωδίμων καὶ τῆς τοιαύτης παρασκευῆς.
ἕδος· τὸ ἄγαλμα καὶ ὁ τόπος, ἐν ᾧ ἵδρυται.
ἐθνῖται· οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους.
εἰδύοι· μάρτυρες.
εἰθύφαλλος· αἰδοῖον καὶ ὁ πρόχειρος εἰς συνουσίαν καὶ ᾠδὴ ὑπόκενος.
Εἰλείθυιαι· αἱ ἐπὶ τῶν τικτουσῶν θεαί, ὧν τὸ ἱερὸν Εἰλείθυιον.
εἴλλειν· στρεβλοῦν, πιέζειν, μάλιστα δὲ ἐπὶ ὑγρῶν οἰκεία ἡ λέξις, οἷον σταφυλῶν ἢ ἐλαιῶν· καὶ εἰλεῖν τὸ συνάγειν εἰς ταὐτὸ σταφυλάς.
Εἵλωτες· παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι ἀπὸ τοῦ Ἕλους, ἐπειδὴ ἡττήθησαν πρῶτον ἐν τῷ Ἕλει καὶ ἐδουλώθησαν. Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. καὶ εἱλωτεία ἡ δουλεία. τὸ δὲ θηλυκὸν Εἱλωτίδες.
εἰρεσιώνη· θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις, προσκρεμαμένους ἔχων παντοδαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ τῶν θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθʼ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι, καταστέψεσθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν. καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι λέγεται χύτρας ἀθάρης καὶ ἔτνους καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι οἷον Κυαμέψια· τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθʼ ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ᾖδον δὲ παῖδες οὕτως· «Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι, καὶ κύλικʼ εὐζώροιο, ὅπως μεθύουσα καθεύδῃ». μετὰ δὲ τὴν ἑορτὴν ἔξω αγρων τιθέασι παρʼ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν λέγει ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι.
εἰς Κυνόσαργες· εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος. καὶ γὰρ Ἡρακλεῖ θύοντος κύνα λευκὸν ἢ ταχὺν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι. καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρησμόν, ἱερὸν Ἡρακλέους ἱδρῦσαι ἐν ἐκείνῳ τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν ἴσα θεοῖς ἐτιμᾶτο.
εἰς λατομίας· Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ ὕστερον αὐτὸς ἑκὼν ἐξανέστη. τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν ἐκείνου ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα· «ἦ οἶκος φίλος οἶκος ἄριστος», ἅπερ ἐστὶ τῆς χελώνης.
εἰς μελίττας ἐκώμασας· παροιμία ἐπὶ τῶν παρὰ δόξαν ἀθρόως κακουμένων.
εἰς ὄνου πόκους· ἐπὶ τῶν ἀκερδῶν καὶ ἀλυσιτελῶν. Ἀριστοφάνης δὲ χωρίον ἐν Ἅιδου διατετύπωκεν «Ὄνου πόκας». λέγεται δὲ ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν, ὅτι καὶ ὄνος οὔτε κείρεται οὔτε ἐξ αὐτοῦ πόκος γίνεται, ὥσπερ αἱ τοιαῦται· πλίνθον πλύνειν, ἀσκὸν δέρειν, ὠὸν τίλλειν, χύτραν ποικίλλειν, κόπρον ἀναθυμιᾶν.
εἰς τὸ δέον καὶ ἐς τὸ δέον· Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσιν τὴν χώραν, δεκαπέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθηναίοις οὕτω πως ἀπογράψας· «εἰς τὸ δέον». Ἀριστοφάνης Νεφέλαις· «ὥσπερ Περικλέης εἰς τὸ δέον ἀπώλεσα». καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι.
ἐκκεχιλωμένη· ἐψυγμένη, ἐξημελημένη, κεχερσωμένη. ἐπεὶ ὁ χιλὸς ἐν χέρσῳ φύεται. τοῦτο δέ ἐστι χόρτος.
ἐκ κλίμακος· ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὅτε χρονοτριβοῖεν οἱ πύκται, κλῖμαξ εἰσεφέρετο ὥστε διαστάντας καὶ χώραν λαβόντας ἐκείνους μένειν ἐν ταύτῃ ἕνεκεν τοῦ μὴ περιίστασθαι τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τοῦ αὐτοῦ τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι.
ἐκολλόπωσε· κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος τῶν βοῶν ἑψομένου γίνεται κόλλα. ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορδάς, κόλλοψ· ἦν γὰρ δερμάτινος.
ἐκπηνιεῖται· ἐξειλήσει εἰς πηνίον.
ἐκστέψαι· ποτοῦ ἐκκενῶσαι καὶ τὸ ἀποθέσθαι τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων.
ἐκτιλωμένος· συνήθης.
ἐκτορμεῖν· τὸ ἐκ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν.
ἐκτρυπῆσαι· τὸ μετὰ βίας ἐξελθεῖν.
Ἐλαία· Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ.
ἐλειός· εἶδος μυῶν.
Ἑλένης κρατήρ· διάφορος τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ. παροιμία …
ἐμασχαλίσθη· ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι τοῦ τραχήλου κατὰ τῶν μασχαλῶν διείροντας. ἀφʼ οὗ δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ· «πλήρη μασχαλισμάτων». εἴρηκε δὲ τὸν μασχαλισμὸν καὶ ἐν Ἠλέκτρᾳ.
ἔμβαρός εἰμι· νουνεχής, φρόνιμος. Μένανδρος Φάσματι. ἦν τῶν Ἀθηναίων τις Ἔμβαρος, περὶ οὗ ἱστορεῖται τάδε· ἦν πρότερον ὁ Πειραιεὺς νῆσος, ὅθεν καὶ τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν. οὗ τὰ ἄκρα Μούνυχος κατασχὼν Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείσης λοιμὸς ἐπεγένετο, οὗ τὴν ἀπαλλαγὴν ὁ θεὸς ἔχρησεν, ἄν τις τὴν θυγατέρα θύσῃ τῇ Ἀρτέμιδι. Βάρος δὲ ἢ Ἔμβαρος μόνος ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν, διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲν ἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν καὶ εἰς παροιμίαν περιέστη· «οὐκ ἔμβαρος εἶ» ἐπὶ τῶν παραπαιόντων καὶ μεμηνότων.
ἐμμέλεια· ὄρχησις τραγική.
ἕνδεκα· ἀρχὴ ἐν Ἀθήναις ἐπιμελουμένη τῶν ἐν τῷ δεσμωτηρίῳ, ἐφʼ ἣν ἀνήγοντο οἱ κλέπται καὶ οἱ ἀνδραποδισταί.
ἕνη καὶ νέα· ἡ τριακὰς καλουμένη. ἕνον τὸ παλαιὸν καὶ νέον τὸ νέον.
ἐνιλλώπτειν· τὸ ὀφθαλμοῖς καταμωκᾶσθαι, καὶ ἰλλώπτειν καὶ ἐπιλλοῦν τὸ μυκτηρίζειν, καὶ κατιλλώπτειν τὸ καταμυκτηρίζειν.
ἐν Καρὶ τὸν κίνδυνον· ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων, ἐπεὶ Κᾶρες πρῶτοι ἐμισθοφόρησαν.
ἐν μετοπώρῳ τὰ ἄνθη …
ἐν ὅλμῳ ἐκοιμήσω· μαντικὸς ἐγένου. Ἀριστοφάνης γὰρ ὁ γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμώμενοι μαντικοὶ γίνονται.
ἔνρινον καὶ ἔρρινον· ἄρωμα, ᾧ τὰς ῥῖνας ἐνεχρίοντο.
ἐξούλης δίκη· οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι ἢ ἐμβατεύσαντες ἐξελαυνόμενοι δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνοντας ἢ οὐκ ἐῶντας ἐμβατεύειν. καὶ αὔτη ἡ δίκη ἐξούλης καλεῖται ἀπὸ τοῦ ἐξίλλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξίλλειν ἔλεγον.
ἔξω Γλαῦκε· χειμῶνα γὰρ σημαίνει ὁ θαλάττιος.
ἐξωμίς· χιτὼν ἅμα τε καὶ ἱμάτιον· ἦν γὰρ ἑτερομάσχαλος καὶ ἀναβολὴν εἶχεν, ἣν ἀνεδοῦντο· διόπερ καὶ οἱ κωμικοὶ ἐπʼ αὐτῆς ποτὲ μὲν «ἔνδυθι», ποτὲ δὲ «ἀναβαλοῦ» φασιν. ἦν δὲ τῶν δούλων χιτών—ὁ δὲ ἀμφιμάσχαλος τῶν ἐλευθέρων καὶ ἀστῶν—οὐκ ἐπισκεπάζων τοὺς βραχίονας. οἱ δὲ νεώτεροι καὶ θοιμάτιον ἐξωμίδα τὸ μικρὸν καὶ εὐτελές.
ἐπακτρίδες· αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί.
ἐπακτροκέλης· πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος· ἅπερ καὶ αὐτὰ πλοιάριά ἐστιν.
ἐπαύλια· ἡ δευτέρα τῶν γάμων ἡμέρα οὕτω καλεῖται, καθόσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη τότε τὸ πρῶτον ἐπηύλισται. καλεῖται δʼ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς φερόμενα τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι. παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα μετὰ τοῦτον κανηφόρος, εἶθʼ αἱ λοιπαὶ ἀκολουθοῦσιν ἐφεξῆς φέρουσαι χρυσία, λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μυράλειπτρα· ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρουσιν.
ἐπικωπητήρ· ὁ τροπωτὴρ ἱμάς.
ἐπὶ Λειψυδρίῳ μάχη· χωρίον ὑπὲρ τῆς Πάρνηθος, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προειστήκεσαν. ἐκπολιορκηθέντων δʼ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον σκόλιον εἰς αὐτοὺς ᾔδετο· «αἰαῖ, Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότʼ ἔδειξαν, οἵων πατέρων ἔσαν».
ἔπιλλος· παράστραβος.
ἐπὶ Παλλαδίῳ· δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ Παλλαδίου εὑρεθέντος κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος. Κλείδημος δέ φησιν Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος κρίσιν ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων, οὓς ἐφέτας κληθῆναι διὰ τὸ παρʼ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ τῆς κρίσεως. καὶ τὸ δικαστήριον ἐπώνυμον τοῦ Παλλαδίου γενέσθαι.
ἔπιπλα· τὰ μὴ ἔγγεια κτήματα, ἀλλʼ ἢ κατʼ οἶκον κτῆσις ἢ δυναμένη πλεῦσαι.
ἐπίστιον· νεώριον, νεώσοικος.
ἐπισφελίτης· ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δὲ οὗτος τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος.
ἐπὶ τὰ Μανδροβόλου· ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμῳ γεωφάνειον εὑρόντος καὶ πρῶτον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι, ὡς Ἔφορος.
ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν· Ἕλλησι λοιμῷ κρατουμένοις ὁ θεὸς ἔχρησεν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν. αὖθις δὲ … τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον. ἔνιοι τὴν παροιμίαν ἔκ τινος χρησμοῦ λέγουσι Τηλέφῳ μαντευομένῳ γεγονέναι περὶ γονέων, ἐπὶ τίνας τόπους ἐλθὼν εὕροι τοὺς γονεῖς· τὸν δὲ θεὸν προστάξαι, πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς Τευθρανίαν—νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσούς—ἐπιτυχεῖν τῇ μητρί. τάττεται ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων.
ἐποστρακίζειν· παιδιά τις, ἣν παίζουσιν οἱ παῖδες ὄστρακα ἀφιέντες εἰς τὴν θάλασσαν.
ἐπωβελία· τὸ ἐπιδέκατον.
Ἐργάνη· ἡ Ἀθηνᾶ ὡς ἔργοις ἐπιστατοῦσα· αὕτη γὰρ εὗρε τὰς τέχνας.
ἐρείκη· εἶδος φυτοῦ.
ἐρεικτὰ ὄσπρια· τὰ σχιστὰ οἷον ὁ κύαμος.
ἐρεικτόν· τὸν δίχα σχιστὸν πυρὸν καὶ μὴ εἰς ἄλευρα ἀληλεσμένον, ἀλλʼ ὥστε δύο ἐξ ἑνὸς γεγονέναι. τοῦτο λέγουσιν ἐρεικτόν.
Ἐρετριέων ῥῶ· ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων. κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ρ.
ἐρήμη δίκη· ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ. ὅμοιον καὶ τὸ ἐρήμην ἁλῶναι.
ἐρινάζειν· ὀλύνθους περιάπτειν ταῖς ἡμέροις συκαῖς· ἀπὸ ἐρινεῶν τῶν ἀγρίων σύκων, ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτὸν ὥστε μὴ ἀπορρυῆναι τοῦ δένδρου.
ἐρινεός· καὶ ἡ ἀγρία συκῆ καὶ ὁ καρπὸς αὐτῆς, ὥσπερ καὶ ἐλαία τό τε φυτὸν καὶ ὁ καρπός. Ἀριστοτέλης δὲ ἐρινεοὺς μὲν τὸ φυτὸν ἐν τοῖς Περὶ ζῴων, ἐρινεὰ δὲ τὸν καρπόν.
ἕρμαιον· τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ταύτας δὲ τῷ Ἑρμῇ ἀφιεροῦσιν ὡς ὄντι καὶ τούτῳ ἑνὶ τῶν ἐνοδίων θεῶν.
Ἑρμῆς στροφαῖος· ὁ παρὰ ταῖς θύραις ἱδρυμένος. ἀπὸ τοῦ στροφέως τῆς θύρας, ἢ καὶ ὁ στρέφων καὶ ἐξαπατῶν οἷον στρόφις.
Ἑρμῆς τετρακέφαλος· ἐν Κεραμεικῷ Τελεσαρχίδου ἔργον, ᾧ ἐπεγέγραπτο· «Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον, πάνθʼ ὁράᾳς ...» ἡ δὲ τετρὰς ἱερὰ τοῦ θεοῦ.
Ἑρμοκοπίδαι· οἱ τῶν Ἑρμῶν τοὺς τραχήλους καὶ τὰ αἰδοῖα ἀποκόψαντες· φασὶ δὲ Ἀλκιβιάδην συμπράττοντα Κορινθίοις τοῦτο πρᾶξαι.
Ἑρμώνειος χάρις· ἡ κατʼ ἀνάγκην διδομένη, οὐκ ἐκ διαθέσεως ψυχῆς, ἀλλʼ ἐπιπλάστως καὶ κατὰ προσποίησιν φιλίας, οὐ κατʼ ἀλήθειαν. ὁ γὰρ Ἕρμων ὁ Πελασγῶν βασιλεύς, Δαρείου ἐπὶ Θρᾴκην ἰόντος καὶ πάντα χειρουμένου, παρεχώρησεν Ἀθηναίοις τῆς Λήμνου τῷ μὲν δοκεῖν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ Δαρεῖον φοβηθείς.
ἐρυσίβη· θηρίδιόν τι ἐν τῷ σίτῳ γινόμενον, ὃ λυμαίνεται τὸν καρπόν· τινὲς δὲ νόσον ἐκ τοῦ περιέχοντος ἀέρος ἐπιγινομένην τοῖς σπέρμασιν.
ἐρύσιμος· λάχανον θερμαντικόν, οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες.
Ἑστίᾳ θύομεν· ἀφʼ ὧν οὐκ ἔξεστι μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν.
ἕστωρ· σφήν, ἔμβολος, γόμφος ἢ πρῶτος τύλος τοῦ ῥυμοῦ ἢ κοίλωμα ζυγοῦ, ὑφʼ ὃ ὁ τράχηλος τῶν ἵππων ὑποτίθεται.
ἑτερομάσχαλος· χιτὼν δουλικός, ἣν ἐξωμίδα λέγουσιν.
εὐγενέστερος Κόδρου· τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νείλεω. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμὸν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν ἀνεῖλον, ὡς Δήμων.
εὕδοντι κύρτος αἱρεῖ· παροιμία· καθεύδουσι γὰρ καθέντες τοὺς κύρτους. παρὰ τοῦτο ἐποίησε Κρατῖνος Ἀρχιλόχοις· «εὕδοντι πρωκτὸς αἱρεῖ».
εὐήτριον· ἱμάτιον εὐυφὲς ἢ τὸ ὁμαλὸν ὕφασμα.
Εὔνοστος· θεὸς ἐπιμύλιος, ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων.
Εὐρύβατος πονηρός· παροιμία ἐπὶ τῶν πονηρῶν ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόρρητα καὶ τὰς Σάρδεις. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· «Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο· γένος δʼ ἔσαν Οἰχαλιῆες, Ὦλός τʼ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες». Νίκανδρος· «ἀγίνευν Ὦλον τʼ Εὐρύβατόν τε πανουργότατον ...» οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ Περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ Τῶν περὶ Ἀγαθοκλέα ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα· «εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία». οἱ δὲ ὅτι πλείονες ἐγένοντο Εὐρύβατοι καθὰ … «ἠδʼ ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισιν», πάντες δὲ πανοῦργοι ἀπέβησαν. —ἦν δὲ καὶ κλέπτης Εὐρύβατος· καθειρχθεὶς δὲ πολλάκις καὶ διαδράς, εἶτα πάλιν ἁλοὺς καὶ παραφυλαττόμενος, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάττοντες καὶ ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶτον διωθεῖτο. δεομένων δὲ ὡς οὐ βουλομένου, ἐπεὶ μόλις ἀνέπεισαν, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγγους λαβὼν ἀνερριχήσατο διὰ τοῦ τείχους τῆς εἱρκτῆς. ἀναβλεπόντων δὲ ἐκείνων καὶ θαυμαζόντων τὰς τέχνας λαβὼν τὸν ὄροφον καὶ ὑπερβάλλων κατεπήδησεν ἔξω καὶ ᾤχετο, ἐν ὅσῳ οἱ φύλακες περιῄεσαν, ὅπως ἴδοιεν αὐτὸν κατιόντα.
εὕστρα· ἔδεσμα ἐκ σταχύων καυθέντων τοὺς ἀνθέρικας ἀποβαλόντων ἤτοι ὁ περικεκαυμένος στάχυς.
Ἐφέσια γράμματα· φωναὶ φυσικὸν ἐμπεριέχουσαι νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσος ἐπὶ πυρᾶς εἶπεν. ἀσαφῶς δὲ καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. καὶ παροιμία τὸ «Ἐφέσια γράμματα» ἐπὶ τῶν ἀσαφῆ τινα λαλούντων καὶ δυσπαρακολούθητα.
ἐφετίνδα· παιδιά τις, ὅταν ἄλλῳ προδείξαντες τὴν σφαῖραν ἄλλῳ ἐφῶσιν.
ἔφυγον κακόν, εὗρον ἄμεινον· παροιμία. νόμος γὰρ Ἀθήνησιν ἐν τοῖς γάμοις ἀμφιθαλῆ παῖδα ἐστεμμένον ἀκάνθαις μετὰ δρυΐνων καρπῶν, λίκνον βαστάζοντα ἄρτων πλέον, τοῦτο λέγειν αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν.
ἐχῖνος τὸν τόκον ἀναβάλλει· λέγεται ἐφʼ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρον γίνεται. καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθʼ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τῷ τόκῳ.
ζβεννυμενάων αἰγῶν· ληγουσῶν.
ζβέσαι· παῦσαι, λῆξαι, κοιμίσαι.
ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες, τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιοῦνται. παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκνουμένης. κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης, μέση μὲν ἡ νύμφη, ἑκατέρωθεν δὲ ὅ τε νυμφίος καὶ ὁ πάροχος. οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη. καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσί τινες κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται.
ζμινύη· ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον. οἱ δὲ δίκελλαν.
ζμῶδιξ· μώλωψ, τὸ ἐκ πληγῆς οἴδημα παρὰ τὸ ζμῶξαι τὸ πατάξαι.
ζύγαστρον· ἡ κιβωτός. κυρίως δὲ ἡ ξυλίνη σορὸς παρὰ τὸ ἐζυγῶσθαι· οὕτως Εὐριπίδης. παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον.
ζύγιοι· ἐρέται τινὲς οὕτω καλοῦνται.
ζυγός· τοῦ σανδαλίου τὸ συνέχον τοὺς δακτύλους καὶ σταθμός, ὅθεν ἡ παροιμία· «ζυγοῦ πρὸς δίκην εὐθέστερος».
ζυγώσω· καθέξω, δαμάσω.
ἡγητηρία· παλάθη σύκων, ἣν ἐν τῇ πομπῇ τῶν Πλυντηρίων φέρουσιν, ὅτι ἡμέρου τροφῆς πρώτης ταύτης ἐγεύσαντο.
ἡ δὲ αἲξ τὴν μάχαιραν· ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν, ἀπὸ Κορινθιακῆς παροιμίας «ἡ αἲξ δοῦσα τὴν μάχαιραν». οὕτω γὰρ λέγεται· Κορινθίων τῇ Ἥρᾳ Ἀκραίᾳ θυόντων, ἣν λέγεται ἱδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπτοντο ἐπιλελῆσθαι· ἡ δὲ αἴξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν.
ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν· τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν τὴν παροιμίαν εἰρῆσθαι Δήμων. ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν πρὸς τὸ πρᾶγμα, στραγγευομένων δέ. φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι.
ἦδος· τὸ ὄφελος καὶ τὸ ὄξος.
ἠκέστας βόας· φορβάδας, ἀδαμάστους, νομάδας.
ἡ κύων ἐπὶ τῆς φάτνης· παροιμία ἐπὶ τῶν μήτε χρωμένων μήτε ἄλλοις μεταδιδόντων.
ἠλακατῆνες· ἰχθύες θαλάσσιοι κωβιώδεις ταριχευόμενοι.
ἤλεκτρον· ἀλλότυπον χρυσίον μεμειγμένον ὑέλῳ καὶ λιθείᾳ.
ἥλῳ τὸν ἧλον ἐκκρούεις· ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι.
ἠμὲν κλέος ἠδὲ καὶ ἦσθα· παροιμία ἐπὶ τῶν ὁμοίων τῇ περὶ αὐτῶν φήμῃ.
ἡμένη πελειάς· παροιμία ἐπὶ τῶν ἁπλουστάτων καὶ ἀκακοήθων ταττομένη, κατʼ ἀντεξέτασιν τῶν παλευτριῶν, αἳ ἐξιπτάμεναι ἄλλας προσάγουσιν.
ἡμερωρεῖν· ἡμεροφυλακεῖν.
ἡμίεκτον· τὸ δωδέκατον μέρος τοῦ μεδίμνου. ἔστι γάρ τι μέτρον ἑκτεύς, ὅπερ ἐστὶ τὸ ἕκτον μέρος τοῦ μεδίμνου ἔχοντος χοίνικας τεσσαράκοντα ὀκτὼ ὥστε εἶναι τὸν ἑκτέα ὀκτὼ χοινίκων.
ἡμιωβολιαῖον· τὸ τιμώμενον ἡμίσεος ὀβολοῦ.
Ἡράκλεια λουτρά· θερμὰ λουτρὰ, ἃ τὴν Ἀθηνᾶν φασιν ἐν Θερμοπύλαις καμόντι Ἡρακλεῖ ἀνεῖναι, οἱ δὲ ἐν Σικελίᾳ τὰς νύμφας, οἱ δὲ αὐτὸν αὐτὰ κατασκευάσαι.
Ἡρακλείαν λίθον· τινὲς τὴν Μαγνῆτιν ἀπέδοσαν διὰ τὰ καὶ Ἡράκλειαν τὴν Μαγνησίαν καλεῖσθαι. ἔνιοι δὲ ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶτις, ἡ δὲ Μαγνῆτις ἀργύρῳ ὁμοία ἐστίν, ὡς Εὐριπίδης ἐν Οἰνεῖ· «ἄργυρος δὲ τὰς βροτῶν γνώμας σκοπῶν ὥστε Μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν». οὐ λέγει νῦν ὑπὸ τῆς Μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένων ὡς ἐπὶ ἀργύρῳ.
Ἡρακλείδην· τὸν Ἡρακλέα οὕτως ἔλεγον.
Ἥρυλλος· ὁ Ἡρακλῆς ὑποκοριστικῶς ἐν τοῖς σατυρικοῖς.
ἦσάν ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι· παροιμία ἀπὸ χρησμοῦ ἐπὶ τῶν προγεγονότων.
ἤτριον· ἔνδυμα ὑμενῶδες.
ἡ Φανίου θύρα· τὸν Φάνιόν φησι Δήμων ὀβολοστάτην εἶναι, ἄλλως δὲ τυφλόν. ὑπανοιγομένης δὲ αὐτῷ τῆς τοῦ ταμιείου θύρας κατασκευάσαι αὐτὸν τοιαύτην, ἣν οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας. … ἐνίους δὲ λέγειν ὡς μοιχευομένης αὐτῷ τῆς γυναικὸς τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι. τῆς δὲ κατὰ τοῦ στέγους δεχομένης τὸν μοιχὸν χλευάζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν «τὴν Φανίου θύραν» εἶναι λέγειν.
θάλασσα κοίλη· τὸ θέατρον.
θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων ἑνικὸν καὶ πληθυντικόν. Μένανδρος δὲ λέγων· «ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν» ἐσχάτως βαρβαρίζει. τὸ γὰρ ἀρσενικὸν ἅτερος λέγεται καὶ θατέρου γενικὴ καὶ θατέρῳ δοτικὴ τῶν ἑνικῶν· τὸ δὲ θατέροις σολοικισμός. ἐπὶ δὲ αἰτιατικῆς οὐ κιρνᾶται. τὰ δὲ θηλυκὰ οὕτω συναλείφεται· ἡτέρα καὶ θητέρᾳ, οὔτε δὲ κατὰ γενικὴν οὐδʼ αὐτὰ οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται.
θᾶττον ἢ Βούτης· οἷον κατεσκευάσθη. Νίκων γὰρ ὁ ζωγράφος ὀφθαλμὸν ποιήσας καὶ κράνος περιφαινόμενον ἐπέγραψε Βούτης.
Θελγῖνες· γόητες, φαρμακοί.
θεμισσέτω· νομοθετείτω, δικαζέτω.
θεοὶ Μολοττικοί· οἱ χθόνιοι, ἐπεὶ ψυχοπομπεῖόν ἐστιν ἐν Μολοττοῖς.
θεὸς θεός ταῖς ἀρχαῖς ἐπέλεγον ἐπιφημιζόμενοι.
θεράπων· δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας.
θεσμοθέται· ἀρχὴ Ἀθήνησιν ἀνδρῶν ἕξ, οἳ τὴν τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο καὶ τὰς εἰσαγγελίας εἰσήγγελλον εἰς τὸν δῆμον καὶ τὰς χειροτονίας ἐποιοῦντο καὶ τὰς προβολὰς προὐβάλλοντο ἁπάσας καὶ γραφὰς ἐγράφοντο παρανόμων. καὶ ἦσαν διορθωταὶ τῶν νόμων.
Θετταλικὰ πτερά· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας. πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξιν.
Θετταλικὴ ἔνθεσις· ὁ μέγας ψωμός.
Θετταλῶν σόφισμα· καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάττεται ἀπὸ αἰτίας τοιαύτης· Διοτίμῳ κατιόντι ὁ θεὸς ἔχρησε φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατʼ αὐτοῦ χρησάμενοι. ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῷ Ἀπόλλωνι, κατορθώσας δὲ ἃ ἐβούλετο, ἀνεβάλλετο ἀεὶ τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι. ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων τὰς ὑποσχέσεις ἢ καὶ ἄλλως παρακρουόντων.
θεῶν ἀγορά· ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερέχουσιν.
θίς· ὄχθος, βουνός, ἄμμος.
θολία· πῖλος εἰς ὀξὺ ἀπολήγων, οἱ δὲ σκιάδιον.
θόλοι· στέγαι, ἐπάλξεις, καμάραι.
Θρᾶκες ὅρκια οὐκ ἐπίστανται· ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. λέγει γάρ, ὅτι ἐν ταύτῃ τῇ γῇ πρεσβεύς τις ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο. καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· «Θρᾷκες ὅρκια οὐκ ἐπίστανται».
θριπήδεστα· ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, οἷς ἐχρῶντο ἀντὶ σφραγίδων.
θύλακος· ὁ ῥαπτὸς φάσκωλος.
θύραζε Κᾶρες, οὐκέτʼ Ἀνθεστήρια· οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς· «θύραζε Κᾶρες, οὐκέτʼ Ἀνθεστήρια». τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν· «θύραζε κῆρες, οὐκ ἔνι Ἀνθεστήρια» ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερχομένων.
θύσανοι· Ἀττικῶς, σίλλυβα, κοινῶς δὲ κροσσοί, ἀφʼ ὧν οἱ κροσσωτοί.
ἰδύους· μάρτυρας, συνίστορας.
Ἴκκου δεῖπνον· ἐπὶ τῶν ἀπερίττως δειπνούντων. ἀπὸ Ἴκκου σοφοῦ ἰατροῦ Ῥηγίνου διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς.
ἴκρια· ἀφʼ ὧν ἐθεῶντο τοὺς Διονυσιακοὺς ἀγῶνας πρὶν ἢ κατασκευασθῆναι τὸ ἐν Διονύσου θέατρον.
Ἱλάων· Ποσειδῶνος υἱός, ἥρως ὑπερφυής, οὐκ εὐπρόσιτος.
Ἰλιὰς κακῶν· ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν.
ἰλλάδας γονάς· ἀγελαίας κατὰ συστροφάς· ἰλλάδες δὲ κατʼ Ἴωνας δεσμοὶ ἐξ ἱμάντων ἢ λύγων.
ἴξαλος· προπηδῶν καὶ τέλειος.
ἵππος Νησαῖος· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῆσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νησαῖον. ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νησαῖον. ἐν δὲ Δικτύῳ Ὀρφεὺς λέγει.
ἰχθυόκεντρον· τρίαινα, ᾗ ἐπὶ μεγάλων ἰχθύων χρῶνται.
Καδμεία νίκη· παροιμία ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν· οἱ δὲ ὅτι Οἰδίπους Θήβησι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν. τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν, ὡς καὶ Λύκος ὁ τὰ Περὶ Θηβῶν συντάξας φησίν, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη.
καὶ τὰ τοῦ λύκου· φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν προβάτων ἐσθίοντα εἰπεῖν· «ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετʼ ἄν;»
καῖρος· σειρά τις ἐν ἱστῷ, διʼ ἧς οἱ στήμονες διείρονται.
κακὴ μὲν ὄψις· κόμμα παροιμίας. «κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες» Μένανδρος Σικυωνίῳ.
καλαμᾶσθαι· τὰ λείψανα τῶν τετρυγημένων συνάγειν.
καλαμίς· χρυσοῦν κοσμάριον, ὃ τοὺς πλοκάμους περιέχει.
κάλλαια· οἱ πώγωνες τῶν ἀλεκτρυόνων.
κάλλη· ἄνθη, βάμματα.
Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούσαις μέρος καταλαβόντες τοῦ πολιτεύματος, γενόμενοι πολλοί τινες τὸ πλῆθος. δοῦλοι δʼ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ἕκτῃ· ὅθεν τοὺς ὑπερβολῇ πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων Πολιτείᾳ, ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις Εἵλωσι καὶ παρὰ Θετταλοῖς Πενέσταις καὶ παρὰ Κρησὶ Κλαρώταις.
καλλύνειν· κοσμεῖν καὶ σαροῦν.
κάμπιος δρόμος· δρόμοι τινὲς ἦσαν κάμπιοι οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες.
κάναστρον· τρύβλιον.
κανθάρου μελάντερος· παροιμία … Μένανδρος Θησαυρῷ.
κάρδακες· οἱ στρατιῶται ἐν Ἀσίᾳ· λέγονται δὲ καὶ οἱ φύλακες κάρδακες.
Καρκίνου ποιήματα· Μένανδρος Ψευδηρακλεῖ ἀντὶ τοῦ αἰνιγματώδη. ὁ γὰρ Καρκίνος Ὀρέστην ὑπὸ Ἰλίου ἀναγκαζόμενον ὁμολογῆσαι, ὅτι ἐμητροκτόνησεν, ἐποίησε διʼ αἰνιγμάτων ἀποκρινόμενον.
κατʼ αἶγας ἀγρίας· παροιμία λεγομένη ἐπὶ κατάρας—κατʼ αἶγας ἀγρίας τρέπειν τὰ κακά—ὁμοίως τῇ «ἐς κόρακας».
κατακαχρύσω· καταφρύξω καὶ συντρίψω· ἀπὸ τῶν καχρύων μετενήνεκται.
κατακορμίσαι· κατακόψαι ξύλον.
κάταντα· κατωφερῆ.
κατηδέσθημεν· κατεβρώθημεν. Πλάτων ἐν Ἑορταῖς· «κατηδέσθημεν ἄν καὶ κατεκόπημεν εὐθύς».
κατουλάδα· τὴν κατίλλουσαν καὶ κατείργουσαν, καὶ ἐξούλης δίκη ἡ ἐξείρξεως. Σοφοκλῆς Ναυπλίῳ· «ἐπεύχομαι δὲ νυκτὶ τῇ κατουλάδι». οἱ δὲ τῇ πανωλέθρῳ ἐσομένῃ τοῖς Ἕλλησιν. οὖλον γὰρ τὸ ὀλέθριον, καὶ ἡ κατα πρόθεσις αὔξησιν ἔχει. ἢ τὴν ζοφώδη ἀπὸ τῆς κατὰ τὸ σῶμα γινομένης οὔλης τριχός, μελαντέρα γὰρ ὡς ἐπὶ πολύ. ἢ τὴν καταιγίδας ἔχουσαν καὶ συστροφὰς ἀνέμων. εἰλεῖν γὰρ τὸ συστρέφειν. Ὅμηρος.
καυσία· εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς ὡς τιάρα, ὃν οἱ Μακεδονικοὶ βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα περιειλοῦντες.
κελέοντες· οἱ ἱστόποδες καὶ τὰ λεπτὰ καὶ πηνοειδῆ τῶν ξύλων.
κεντρηνεκὴς ἵππος· ὁ εὐπειθὴς κέντροις.
Κερκῖται· ἔθνος Ἰνδικόν, ὃ χρῆται μικρῷ πηδαλίῳ τῷ καλουμένῳ κερκέτῃ· οὗτος δὲ μηχάνημα σιδηροῦν, ὃ ἐξαρτᾶται τῆς νεώς, ὅταν ᾖ ἄνεμος, πρὸς τὸ ἀντέχειν ὡς ὁ δελφίς.
Κέρκωπες· πανοῦργοι, δόλιοι, ἀπατεῶνες, κόλακες, οἳ καθάπερ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπατᾷ, τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων. φασὶ δὲ τοὺς Κέρκωπας γενέσθαι· «ψεύστας, ἠπεροπῆας, ἀμήχανα τʼ ἔργʼ ἐάσαντας ἐξαπατητῆρας· πολλὴν δʼ ἐπὶ γαῖαν ἰόντες ἀνθρώπους ἀπάτασκον, ἀλώμενοι ἤματα πάντα».
κερκώπη· ἐλάχιστον τεττίγιον τὸ καὶ καλαμαῖον.
Κέσκος ἦν πόλις ἐν Κιλικίᾳ καὶ παρʼ αὐτὴν ποταμὸς Νοῦς ὄνομα. διόπερ οἱ κωμικοὶ παίζοντες τοὺς νοῦν οὐκ ἔχοντας Κέσκον φασὶν οἰκεῖν.
κεστρεῖς νήστεις ἐκάλουν καὶ κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες. καὶ ἡ παροιμία «κεστρεὺς νηστεύει» εἴρηται ἐπὶ τῶν δικαιοπραγούντων μέν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό. μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας. νέμεται δὲ ἰλύν, ὡς Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων, καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλὺν καὶ ἧττόν τι φέρεται.
κηρύλοι· οἱ ἄρσενες τῶν ἁλκυόνων, οἳ γηράσαντες ὑπὸ τῶν θηλειῶν βαστάζονται.
Κιλίκων· ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος ἀπὸ τροφοῦ Κιλίσσης, ὃς τὴν πατρίδα Μίλητον προὔδωκε τοῖς Πριηνεῦσι καὶ τοῖς βασιλέως στρατηγοῖς, ἢ παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίᾳ καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων. Φερεκράτης· «ἀεί ποθʼ ἡμῖν ἐγκιλικίζουσʼ οἱ θεοί».
κιχλισμός· ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως.
Κλαρῶται· μέτοικοι, ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ καὶ Εἵλωτες ἐν Λακεδαίμονι καὶ ἐν Θετταλίᾳ Πενέσται καὶ Καλλικύριοι ἐν Συρακούσαις.
κλεισίαι· αὔλειοι πυλῶνες, πλατεῖαι θύραι, διʼ ὧν καὶ ζεύγη εἰσέρχονται.
κλείσιον· θυρών, ἐν ᾧ καὶ ζεύγη ἵσταται.
κοινὰ τὰ τῶν φίλων· Τίμαιός φησιν ἐν τῷ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα, καθʼ οὓς χρόνους Πυθαγόρας ἀνέπειθε τοὺς ταύτην κατοικοῦντας ἀδιανέμητα κεκτῆσθαι. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Ἀδελφοῖς.
κολόκυμα· τὸ κωφὸν κῦμα καὶ μὴ ἐπικαχλάζον.
κόνδυλος· κόλαφος, ὅθεν κονδυλίζω Ἀττικοὶ τὸ κολαφίζω. ὁ δὲ Κόλαφος παρʼ Ἐπιχάρμῳ ἐν Ἀγρωστίνῳ καὶ παιδοτρίβου ὄνομα.
κόντιλος· εἶδος ὀρνέου. Εὔπολις· «αὐτοῦ δʼ ὄπισθεν κατέλαβεν τὸν κόντιλον».
κουροτρόφος γῆ· ταύτῃ δὲ θῦσαί φασι πρῶτον Ἐριχθόνιον ἐν ἀκροπόλει καὶ βωμὸν ἱδρύσασθαι χάριν ἀποδιδόντα τῇ γῇ τῶν τροφείων. καταστῆσαι δὲ νόμιμον τοὺς θύοντάς τινι θεῷ ταύτῃ προθύειν.
κρατευταί· ὀβελοὶ ἢ λίθοι ἢ σιδήριά τινα, ἐφʼ ὧν οἱ ὀβελίσκοι ἐπιτίθενται.
κρεάγρα· … καλεῖται δὲ καὶ ἁρπάγη καὶ λύκος.
κρεῖον· κρεοδόχον κανοῦν ἢ ἄλλο τι, ἐφʼ οὗ τὰ κρέα κόπτεται.
κριὸς τροφεῖα ἀπέτεισεν· παροιμία ἐπὶ τῶν ἀχαρίστων· ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν.
κριοῦ διακονία· παρὰ τὴν παροιμίαν «κριὸς τὰ τροφεῖα ἀπέτεισεν». κυρίττει γὰρ τοὺς τρέφοντας.
κρόκη· ῥοδάνη.
κροτῶνος ὑγιέστερος· τοῦτο δεῖ ἐπὶ τοῦ ζῴου δέχεσθαι. τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν διακοπήν, ἀλλʼ εἶναι λίαν ὁμαλόν. διὰ τοῦτο ἀπʼ αὐτοῦ λέγουσιν· «ὑγιέστερος κροτῶνος».
κρουπέζαι· Βοιώτια ὑποδήματα ξύλινα, ἐν οἷς τὰς ἐλαίας πατοῦσιν. οἱ δὲ κρόταλον, ᾧ ἐπιψοφοῦσιν οἱ αὐληταί.
Κρωβύλου ζεῦγος· ἐπὶ πονηρῶν, ἀπὸ πορνοβοσκοῦ δύο πόρνας ἔχοντος.
κρωσσός· κεράμιον, κρατὴρ ὕδατος, ὑδρία.
κτίλος· ὁ προηγούμενος τῶν προβάτων κριός.
κυβησίνδα· ἐπὶ κεφαλῆς φέρειν ἢ κατὰ νώτου.
Κυκλώπειος δωρεά· ἡ ὄψιμος καὶ ὀλεθρία.
Κύλλου Πήραν· ἡ Πήρα χωρίον πρὸς τῷ Ὑμηττῷ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης καὶ κρήνη, ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι καὶ ἄγονοι γόνιμοι γίνονται. Κρατῖνος δὲ ἐν Μαλθακοῖς καλλιαν αὐτήν φησιν, οἱ δὲ κυλλουπηραν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως.
κυμβίον· εἶδος ποτηρίου.
Κυνάδρα· κρήνη ἐν Ἄργει, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι τῶν οἰκετῶν, ὅθεν τὸ «ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ» παροιμιακῶς ἐπὶ τῆς κατʼ ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ κρήνη διὰ τὸ τὸν Κέρβερον κύνα ταύτῃ διαδρᾶναι καὶ ἐλευθερωθῆναι.
κυνοῦχος· θυλάκιον, μαρσίππιον.
κύρβεις· τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ οἱ πολιτικοί, ἄξονες δὲ τετράγωνοι, ἐν οἷς οἱ περὶ τῶν ἰδιωτικῶν. τινὲς δὲ ἀδιάφορα ταῦτά φασιν.
κωλακρέται· ταμίαι τοῦ δικαστικοῦ μισθοῦ, οἳ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα παρεῖχον.
Κωρυκαῖος ἠκροάζετο· Κωρυκαῖον θεόν τινα παρεισάγουσιν οἱ κωμικοὶ ἐπακροώμενον ἀπὸ παροιμίας τινός. Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρʼ ᾧ πόλις Ἀττάλεια· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν λῃστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμοῦντας κατηκροῶντο καὶ τοῖς λῃσταῖς ἀπήγγελλον, καὶ τίνες εἰσὶ καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία· «τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο», Μένανδρος Ἐγχειριδίῳ. οἱ δὲ κωμικοὶ τὸν Κωρυκαῖον καὶ θεὸν εἰσάγουσιν· Διώξιππος Θησαυρῷ· «μὴ κατακούσειεν δέ μου ὁ Κωρυκαῖος. —Β. ἀλλὰ μὴν κατακήκοεν σοῦ κατακολουθῶν ἔνδοθεν». ὁ δὲ Ἔφορος ἐν γʹ· «ὑπʼ ἄκρᾳ, φησίν, ᾤκουν οἱ καλούμενοι Κωρυκαῖοι ἀνατεινούσῃ εἰς πέλαγος, σύμμεικτοί τινες κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυοννήσῳ. τοῖς οὖν ὁρμοῦσιν ἐμπόροις προσῄεσαν ὡς ἐωνούμενοι ἢ σύμπλοοι. εἶτα μαθόντες, τί τε κομίζουσι καὶ ποῖ πλέουσιν, τοῖς Μυοννησίοις ἀπήγγελλον κἀκεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων».
κωρυκίς· θύλακος, πήρα. Ἀριστοφάνης Ὁλκάσι· «σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει».
κώρυκος· θυλάκιον.
λαγὼς καθεύδων· παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύδειν.
λαγὼς περὶ τῶν κρεῶν· παροιμία. δειλὸν γὰρ τὸ ζῷον. ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. παροιμία δέ τίς ἐστιν «λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει» ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων ταττομένη.
λάρος ἐν νεμέσει· παροιμία ἐπὶ τῶν ταχὺ ἀποδιδόντων.
λαῦραι· ῥῦμαι, κῶμαι, στενωποί, ὑπόνομοι.
Λείβηθρα· ὄρος Μακεδονίας, οὗ τὸ ἐθνικὸν οἱ Λειβήθριοι, οἷς ἐνδιατρῖψαί ποτε ὁ Ὀρφεὺς λέγεται.
λείβηθρον· ὀχετὸς ὑδραγωγός.
λέμβος καὶ ἐφόλκιον· σκάφος ἢ πλοῖον.
λέμφοι· τὰ θνησείδια τῶν θρεμμάτων καὶ ξηρὰ ὑπὸ νόσου.
λέοντα ξυρᾷς· παροιμία ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.
λεπτὴν πλέκειν· λεγόμενόν τι ἐπὶ τῶν πενήτων, οἷον ἀκριβῆ, στενήν, ἀσθενῆ.
Λέρνη θεατῶν· ἀντὶ τοῦ Λέρνη κακῶν τὸ θέατρον Κρατῖνος. οἱ μὲν διὰ τὴν ὕδραν, οἱ δὲ διὰ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν. ὁ γὰρ Δαναὸς ἐν τῇ Λέρνῃ τὰς κεφαλὰς τῶν Αἰγυπτιαδῶν ἀπέθετο καὶ ὡς εἰκὸς ἐφʼ ὕβρει ἐκέλευσε τὰ δυσοιώνιστα ἐκεῖ ῥίπτειν.
Λεσβίων ἄξια· παροιμία ἐπὶ τῶν ἀπράκτων.
λευκὴν μᾶζαν φυρῶ σοι· παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων.
λευκὴ στάθμη· ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων ἢ ἐπὶ τῶν μηδὲν συνιέντων. ἡ γὰρ ἐν τοῖς λευκοῖς λίθοις στάθμη λευκὴ οὐδὲν δύναται δεικνύναι διὰ τὸ μὴ παραλλάττειν καθάπερ ἡ διὰ τῆς μίλτου γινομένη. Σοφοκλῆς Κηδαλίωνι· «τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ ʼν λίθῳ λευκῇ στάθμῃ». ἔστι δὲ στάθμη σπάρτος τεκτονική.
λευκοί· οἱ δειλοί, καὶ λευκόπυγοι οἱ αὐτοί.
Λήμνιον κακὸν βλέπων· πυρῶδες. καὶ παροιμία «Λήμνιον κακόν». ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων. ἐπὶ δὲ Θόαντος αἱ γυναῖκες τοὺς ἄνδρας ἀνεῖλον ἅμα ταῖς τῶν Θρᾳκῶν γυναιξίν, ὅτι αὐταῖς οὐ προσεῖχον ἐπὶ τῇ δυσωδίᾳ, ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τῇ Ὑψιπύλῃ ζῆλον κατασχεῖν φησι τὰς Λημνίας, Καύκαλος δὲ διὰ τὸ ὀλιγωρῆσαι αὐτὰς τῆς Ἀφροδίτης. ἔνθεν τὰ μεγάλα κακὰ «Λήμνια» λέγεται.
λίγδος· χωνεία, ἀλοιφή. καὶ λίγδοι· χωνευτήρια, χοάναι, ἡ τῶν νομισμάτων διατύπωσις.
λιμῷ Μηλίῳ· παροιμία, ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ.
λίνον λίνῳ συνάπτεις· ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων. Στράττις Ποταμίοις καὶ Πλάτων.
λίσπαι· οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι. καὶ «λίσπη γλῶσσα» ἡ ἐπιτετριμμένη. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι διὰ τὸ ναυτικοὺς ὄντας ἕνεκα τῆς ἐν τῷ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι. ἐν ᾧ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς Ἅιδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης ἐπικαθισθέντα σὺν τῷ Πειρίθῳ ταύτῃ προσφυῆναι, Ἡρακλέους δὲ ἐπὶ τὸν Κέρβερον κατελθόντος παρὰ τῆς θεοῦ τε αὐτὸν ἐξαιτησαμένου καὶ τῆς πέτρας ἀποσπῶντος ἐγκαταλειφθῆναι τὸ προσηνωμένον αὐτῇ τῶν γλουτῶν μέρος. διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ἐπονομάζεσθαι.
λίτρα· ἦν μὲν καὶ νόμισμά τι, ὡς Δίφιλος. ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαντο. Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβόν, ἀπὸ τοῦ νομίσματος.
Λοκρῶν σύνθημα· παροιμία ἐπὶ τῶν παρακρουομένων. λέγονται γὰρ Λοκροὶ Πελοποννησίοις συνθέμενοί ποτε εἶτα Ἡρακλείδαις βοηθῆσαι.
λοφεῖον· θήκη λόφου περικεφαλαίας.
Λυδὸς ἐν μεσημβρίᾳ παίζει· ἐπὶ τῶν ἀκολάστων ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων.
λύκος ἀετὸν φεύγει· παροιμία ἐπὶ τῶν ἀφύκτων.
λύκος ἔχανεν· παροιμία. λέγουσι τὸν λύκον, ἐπειδὰν ἁρπάσαι τι βούληται, κεχηνότα παραγίνεσθαι ἐπʼ αὐτό. ὅταν οὖν μὴ λάβῃ, ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φασιν. ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ.
Λύκου δεκάς· παροιμιῶδες, ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο παρὰ τοῖς δικαστηρίοις, ἔνθα προσήδρευον οἱ συκοφάνται. ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.
Λύσιοι τελεταί· αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατʼ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν ἀλλήλους καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός, ὡς Ἀριστοφάνης δὲ διὰ τὸ λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων ἄμπελον.
λύχνον ἐν μεσημβρίᾳ ἅπτεις· ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων.
λωτός· αὐλός τις.
μαγδαλιά· ζύμωμά τι, ἐν ᾧ ἀποματτόμενοι τὰ ἐκ τῶν βρωμάτων λιπαρὰ ῥύπη ἐρρίπτουν κυσίν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ «κύων ζῶν ἀπὸ μαγδαλιᾶς».
μάγειρος· ὁ τὰς μάζας μερίζων.
μαγίδες· μᾶζαι καὶ τὰ τῇ Ἑκάτῃ συντελούμενα δεῖπνα. οὕτως Ἀριστοφάνης.
μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ἑπτὰ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα, ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνῄσκει· οἱ δὲ πελαργούς, δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσιν. Σόλων δὲ οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ Αἴσωπος ὁ λογοποιὸς Φρὺξ τὸ γένος «τοσοῦτον», εἶπεν, «ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν». ἀκούσας δὲ Κροῖσος εἶπε· «μᾶλλον ὁ Φρύξ».
μανδαλωτόν; εἶδος φιλήματος ὡς γίγγλυμον τὸν καὶ δρεπτὸν καὶ παιδάριον καὶ ἕτερα.
μάρσιππος· σάκκος, θυλάκιον, σακέλλιον.
μασχάλην αἴρεις· ἀντὶ τοῦ κωθωνισθήσῃ. οἱ γὰρ μεθύοντες ᾖρον τὰς μασχάλας καταμωκώμενοι. καὶ οἱ μνηστῆρες χεῖρας ἀνίσχοντες γέλῳ ἔκθανον.
μασχαλίσματα· Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινα ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες καὶ μασχαλίσματα προσηγόρευσαν. σημαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις.
μέγαρον· κοινῶς ὑπερῷον, οἴκημα, ἰδικῶς δὲ μέγαρα· κατάγεια οἰκήματα ταῖν θεαῖν.
μειρακιεύεσθαι· ὡς μειράκιον ἀθύρειν· μεῖραξ γὰρ τὸ μειράκιον.
Μελαναιγίδα Διόνυσον ἱδρύσαντο ἐκ τοιαύτης αἰτίας. αἱ τοῦ Ἐλευθῆρος θυγατέρες θεασάμεναι φάσμα τοῦ Διονύσου ἔχον μέλαιναν αἰγίδα ἐμέμψαντο· ὁ δὲ ὀργισθεὶς ἐξέμηνεν αὐτάς. μετὰ ταῦτα ὁ Ἐλευθὴρ ἔλαβε χρησμὸν ἐπὶ παύσει τῆς μανίας τιμῆσαι Μελαναιγίδα Διόνυσον.
μερίς, οὐ πνίξ· τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων καὶ ἐπὶ τούτῳ ἐκείνων πνιγομένων, ὅτι αὑτοῖς βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμερισμός. καὶ ἕκαστος ἑκάστῳ τὸ ἴσον λαμβάνων ἐπεφώνει «μερίς, οὐ πνίξ».
μέσακμον· τὸ τῷ κανόνι ὑποδεδεμένον, ὃ καλεῖται καῖρος.
μετὰ Λέσβιον ᾠδόν· παροιμία λεγομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων. οὕτω Κρατῖνος. οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρῳδοὺς πρώτους προσεκαλοῦντο. ἀκαταστατούσης γάρ ποτε τῆς πόλεως αὐτῶν χρησμὸς ἐγένετο, τὸν Λέσβιον ᾠδὸν μεταπέμπεσθαι. οἱ δʼ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφʼ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. ἐκαλοῦντο δὲ καὶ ὕστερον εἰς τὴν ἐκείνου τιμὴν πρῶτον μὲν ἀπόγονοι αὐτοῦ, εἶτα εἴ τις ἄλλος παρείη Λέσβιος, εἶθʼ οὕτως οἱ λοιποὶ «μετὰ Λέσβιον ᾠδόν».
μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες· οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις. ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη.
μὴ παιδὶ μάχαιραν· ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων. καὶ Εὔπολις Δήμοις· «μὴ παιδὶ τὰ κοινά».
μὴ σύγε μελαμπύγου τύχοις· … μελαμπυγοι ἐγένοντο πέρπεροι λίμνης υἱοί. ἀκολοσταινόντων δὲ αὐτῶν πολλὰ ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι, μήποτε ἐμπέσωσιν εἰς μελάμπυγον. ἐμπεσόντες οὖν εἰς Ἡρακλέα ἐπʼ ἀναφόρῳ κατωκάρα ἐδέθησαν. εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας ἐπυνθάνετο τὴν αἰτίαν. οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρός, ἐμπεσεῖσθαι ἡμᾶς εἰς μελάμπυγον. καὶ γελάσαντα λέγεται τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν.
μία χελιδών· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ. βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ τὸν σοφὸν εἰς τελείωσιν ἐμβαλεῖν οὐδὲ δυσημερία μία εἰς ἀμαθίαν. μέμνηται δὲ αὐτῆς Ἀριστοτέλης ὁ φιλόσοφος ἐν Ἠθικοῖς.
μικρὸν τοῦ ὀβολοῦ· τίμιον. λέγεται δὲ ἐπὶ τῶν πονηρῶν. Εὔπολις Μαρικᾷ· «τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ».
μίλτος· δρόσος καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφʼ ἧς διαφθείρεται πᾶς σπόριμος καρπός.
μιλτωρυχία· τόπος, ἐν ᾧ μίλτος ὀρύσσεται. Ἀμειψίας.
μισήτη· τὴν καταφερῆ μισήτην ἔλεγον, οὐ παρὰ τὸ μῖσος, ἀλλὰ παρὰ τὸ μίσγεσθαι —τὸ γὰρ μῖσος ἄποθέν ἐστι τοῦ μίσγεσθαι· ὃ γὰρ μισεῖται μεμόνωται καὶ ἀμιγές ἐστιν—οἱονεὶ μισγήτην τινὰ οὖσαν, ὃ καὶ βέλτιον. καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον· «περὶ σφυρὸν παχεῖα μισήτη γυνή» κατὰ τοῦτο εἰρῆσθαι δοκεῖ. καὶ ὁ Κρατῖνός που τοῦτο ἔφη· «μισῆται δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται». τὸν δὲ ἁπλῶς μισητὸν ἀνίκανον λέγει. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλήστου κατὰ τὴν τροφὴν τίθεται ἡ λέξις.
μονίπποις· τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον.
μυῖα χαλκῆ καὶ μυίνδα· παιδιᾶς εἶδος, ἣν οἱ παίζοντες ἀποτετακότες τὰς χεῖρας ἐπιμύουσιν, ἕως ἂν ἐπιλάβωνταί τινος.
Μυκώνιος γείτων· αὕτη τάττεται κατὰ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείᾳ παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν.
Μύλλος πάντʼ ἀκούει· ἐπὶ τῶν ἀκουόντων μέν, προσποιουμένων δὲ μὴ ἀκούειν.
μυσάχνη· ἡ πόρνη παρὰ Ἀρχιλόχῳ καὶ ἐργάτις καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησὶν ἀπὸ τοῦ βορβόρου καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι. Ἀνακρέων δὲ πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις εἰλίποδας ἀπὸ τῆς εἰλήσεως τῶν ποδῶν τῆς κατὰ μεῖξιν.
μῦς λευκός· οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κεκίνηνται καὶ μάλιστα οἱ λευκοί. οὗτοι δέ εἰσιν θήλεις. ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ ἀφροδίσια ἡ παροιμία εἴρηται
μῦς πίσσης γεύεται· ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων μετὰ κόπου. καὶ «ὅσα μῦς ἐν πίσσῃ» ἀπὸ Μυὸς τοῦ Ταραντίνου πύκτου κακῶς Ὀλυμπίασιν ἀπαλλάξαντος.
μυστιλᾶσθαι· κοιλαίνειν ψωμούς.
Μυσῶν λεία· ἐπὶ τῶν καταφρονητῶν καὶ εὐκαταφρονήτων …
μωρότερος εἶ Μορύχου· παροιμία. Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· «μωρότερος εἶ Μορύχου, ὃς τἀνδὸν ἀφεὶς ἔξω τᾶς οἰκίας κάθηται». Μόρυχος δὲ παρʼ αὐτοῖς ὁ Διόνυσος κατʼ ἐπίθετον διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. μορύξαι γὰρ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμολυμμένος μεμορυχμένος φησίν. εὐήθειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων.
νεοττός· ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ· «καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φίλταται, δότε τὸν νεοττόν». Κλέαρχος ἐν τῷ Περὶ θινῶν συγγράμματί φησιν· «ὠχρόν, ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκὸν ὄν· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ· διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες. καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος». ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ Περὶ χρησμῶν. ὄναρ γάρ τινά φησι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠὰ προσαναθέσθαι ὀνειροκρίτη. τὸν δὲ εἰπεῖν· «ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον». εὑρόντα δὲ σταμνίον, ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει. τὸν δὲ μάντιν εἰπεῖν· «τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως;» καὶ Δίφιλος κέχρηται τῇ λέξει· «ᾠῶν δʼ ἐν αὐτῇ διέπρεπεν νεόττια».
νοῦς οὐκ ἔνι Κενταύροισι· παροιμία ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνοήτων ταττομένη.
νυκτάλωψ· ὁ νύκτωρ ἀλαὸς τοὺς ὦπας. καὶ νυκταλωπιῶν· ὁ νυστάζων.
νύμφαι· σκώληκες οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις, ὅταν ἤδη πτεροποιεῖν ἄρξωνται. οἱ δʼ ἁπλῶς τοὺς πτερωτοὺς μύρμηκας, Σάμιοι. καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσι. καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι νύμφαι· καὶ αἱ νεόγαμοι κόραι. καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν νύμφαι καλοῦνται. ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτως, δῆλον. περὶ δὲ τῶν θεῶν Διονυσίῳ πᾶσα ἱστορία συνῆκται ἐν τριάκοντα καὶ τρισὶ βιβλίοις.
ξάνιον· κτένιον.
ξηραλοιφία καὶ ξηραλοιφεῖν· τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι.
ξιφίζειν· τὸ χειροτονεῖν παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα.
ξιφισμός· σχῆμα τῆς ἐμμελείας καλουμένης ὀρχήσεως.
ὀβελίας ἄρτος· ὁ ἐπὶ ὀβελῶν ὀπτώμενος. λέγονται δὲ καὶ ὀβελιαφόροι οἱ ἐν τοῖς Διονυσίοις τοὺς ὀβελίας ἄρτους φέροντες, ἐτάσσετο δὲ ἡ λέξις ἐπὶ τῶν ἐργατῶν καὶ ἀγροίκων.
ὄγκαιον· ἀγγεῖον πλεκτὸν οἷον σπυρίς, ἐν ᾧ αἱ ἀκίδες τῶν βελῶν, αἳ καὶ ὄγκοι.
ὀγκίαν· τὸν σταθμόν. Σώφρων καὶ Ἐπίχαρμος.
ὄγκοι· γωνίαι.
ὀδοντισμός· εἶδος αὐλήσεως.
οἴαξ· πηδάλιον, αὐχήν. Διογενιανὸς δὲ οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν, ἤγουν κανόνας καὶ κρίκους, διʼ ὧν ἱμάντες διείρονται.
οἴκοι γενοίμην· ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.
οἰκότριβες· οἱ ἐκ δούλων δοῦλοι, οἳ καὶ οἰκογενεῖς λέγονται. ἐνομίζοντο δὲ τὸ παλαιὸν ἀτιμότεροι τῶν ὠνητῶν, ὅτι οἱ μὲν ἐκ δούλων, οἱ δὲ ἐξ ἐλευθέρων ἐγένοντο καὶ οἱ μὲν ἀεὶ δοῦλοι, οἱ δὲ ὕστερον.
Οἰναῖοι τὴν χαράδραν· ἐπὶ τῶν ἐπʼ ὠφελείᾳ παρακαλουμένων, βλαπτόντων δέ. τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα.
οἶνος ἄνευ παίδων· δύο παροιμίαι, ἡ μὲν «οἶνος καὶ ἀλήθεια», ἡ δὲ «οἶνος καὶ παῖδες ἀληθεῖς». λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων.
οἰσύα· ἀκανθώδης βοτάνη, ἐξ ἧς πλέκονται σχοινία.
ὁ κάνης τῆς κοίτης ὑπερέχει· ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων.
Ὄκνου πλοκαί· ἐπὶ τῶν ἀνηνύτων καὶ τῶν μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν. Ἀρίσταρχος γὰρ Κρατῖνον ὑποθέσθαι φησὶν Ὄκνον τινὰ ἐν Ἅιδου σχοινίον πλέκοντα, ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα.
ὁ Κρὴς τὴν θάλασσαν· ἰδὼν γὰρ αὐτὴν γαληνίζουσαν ἔφη· «εἰ μὴ ᾔδειν σε».
ὀκτώπουν· σκορπίον. Κρατῖνος Θρᾴτταις· «ὀκτώπουν ἀνεγείρεις·» παροιμία γάρ· «σκορπίον ἀνεγείρεις». ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· «ἐκ ποδῶν δʼ ἄνω ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, κέντημα γλώσσης, σκορπίου βέλος λέγω».
ὄμπνιος λειμών· ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀμπνία ἡ Δημήτηρ λέγεται.
ὄνος ἄγων μυστήρια· ἐπὶ τῶν ἑτέροις κακοπαθούντων καὶ παρεχόντων εὐφροσύνην διὰ τὸ τῷ καιρῷ τῶν μεγάλων μυστηρίων ἐξ ἄστεος Ἐλευσῖνάδε τοὺς ὄνους κομίζειν αὐτοῖς τὰ ἐπιτήδεια. τότε γὰρ θλίβονται μᾶλλον τὰ πρὸς τὴν χρείαν ἀγόμενα βαστάζοντες. Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαί φησιν, ὅτι στεφανοῦσιν αὐτὸν τότε.
ὄνος εἰς ἄχυρα· παροιμία ἐπὶ τῶν παρʼ ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρωμένων.
ὄνος λύρας· Μένανδρος Ψοφοδεεῖ. ἡ δʼ ὅλη παροιμία· «ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗς». λέγεται δὲ ἐπὶ τῶν μὴ συγκατατιθεμένων μηδὲ ἐπαινούντων.
ὄνος ὕεται· ἐπὶ τῶν μὴ ἐπιστρεφομένων. Κηφισόδωρος Ἀμαζόσιν· «σκώπτεις μʼ, ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι». Κρατῖνος Δραπέτισιν· «οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δʼ ὄνος ὕεται».
ὄνου θάνατος· ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων.
ὃν οὐ θρέψει Κῶς, ἐκεῖνον οὐδὲ Αἴγυπτος· παροιμία …
ὄνου παρακύψεως· ὄνου παρακύψαντος ὄρνιθες πτοηθεῖσαι ἱστὸν ἀνέρρηξαν. ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τῷ τοῦ ὄνου δεσπότῃ ἐνεκάλεσεν. ὅθεν ἡ παροιμία.
ὄνου σκιά καὶ περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· «ὅσʼ ἂν γένηται, ταῦτα πάντʼ ὄνου σκιά». Ἀριστοφάνης Δαιδάλῳ· «περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς». Ἀριστοτέλης δὲ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μέγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι· οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτʼ ἄλλο τοιοῦτον οὐδέν. τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δὲ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς.
ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων ιʹ· «μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια ...» Σέλευκος δὲ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ φησίν· «ἔνθα Καβάρνους θῆκεν ἀγακλέας ὀργειῶνας». καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· «ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών· εὐχαῖς δὲ σῴζοις δεσπότας παιωνίαις». περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος· «τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν».
ὀστράκου περιστροφή· παροιμία ἐπὶ τῶν ταχέως τι ποιούντων λεγομένη. εἴρηται δὲ ἀπὸ παιδιᾶς τοιαύτης· διελόντες ἑαυτοὺς οἱ παῖδες ὡς ἰσαρίθμους ἑκατέρους γενέσθαι οἱ μὲν πρὸς ἀνατολὴν ἵσταντο, οἱ δὲ πρὸς δυσμάς, ἄλλος δέ τις μεταξὺ ἑκατέρων καθήμενος ὄστρακον εἶχεν ἐκ μὲν τοῦ ἑνὸς μέρους κεχρισμένον λεύκῃ, ἐκ δὲ θατέρου μέλανι καὶ ἔρριπτε τοῦτο ὀρθόν. καὶ εἰ μὲν κατεφέρετο τὸ λευκὸν μέρος ἄνω, οἱ πρὸς ἀνατολὰς ἑστῶτες ἐδίωκον τοὺς πρὸς δυσμάς, εἰ δὲ τὸ μέλαν ἄνω, οἱ ἐκ δυσμῶν ἐδίωκον, ἕως καταλάβοιεν. καταλαβόντες δὲ ἐβαστάζοντο ὑπʼ αὐτῶν, ἕως ἐπανέλθωσιν ἐπὶ τὸν τόπον, ἀφʼ οὗ τὴν ἀρχὴν ἔφυγον.
ὀσφὺν κατηγὼς ὥστε Μυσίας ὄνος· παροιμία … ἐν Μυσίᾳ γὰρ σπανιώτατον εὑρεῖν ὄνον ὀρθὴν ἔχοντα τὴν ὀσφύν.
οὐ γὰρ ἄκανθαι· λεγόμενον ἐπὶ τῶν ὠφελίμων, ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώτερον μεταβολῆς.
οὐδʼ ἀπὸ γείσων ὗσεν· ἐπὶ τοῦ ἐλαχίστου.
οὐδὲ Ἡρακλῆς πρὸς δύο· τοὺς Μολιονίδας ἔφυγε. Δίνων δὲ ἐν βʹ τῆς δευτέρας συντάξεως Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον καταδείξαντα Ὀλύμπια πρὸς δύο διαπυκτεύσαντα ἡττηθῆναι.
οὐδὲν ἱερόν Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων ὀφειλόντων τιμᾶσθαι. ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον.
οὐδὲν πρὸς τὸν Διόνυσον· Ἐπιγένους τοῦ Σικυωνίου τραγῳδίαν εἰς τὸν Διόνυσον οὐκ ἀνήκουσαν ποιήσαντος ἐπεφώνησάν τινες τοῦτο. ὅθεν ἡ παροιμία. βέλτιον δὲ οὕτως· τὸ πρόσθεν εἰς τὸν Διόνυσον γράφοντες τούτοις ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τὸ τραγῳδίας γράφειν κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν, μηκέτι τοῦ Διονύσου μνημονευόντες· ὅθεν τοῦτο καὶ ἐπεφώνησαν. καὶ Χαμαιλέων ἐν τῷ Περὶ Θέσπιδος τὰ παραπλήσια ἱστορεῖ. Θεαίτητος δὲ ἐν τῷ Περὶ παροιμίας Παρράσιόν φησι τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοις ποιῆσαι Διόνυσον κάλλιστον· τοὺς δὲ ὁρῶντας τά τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρρασίου Διόνυσον ἐπιφωνεῖν· «Τί πρὸς τὸν Διόνυσον;» ἐπὶ τῶν μὴ τὰ προσήκοντα τοῖς ὑποκειμένοις φλυαρούντων.
οὐδʼ ἐν σελίνοις· ἐπὶ τῶν μηδὲ τὴν ἀρχὴν ἐφθακότων, ἀπὸ τῶν εἰς τοὺς κήπους ἰόντων. ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περικήπους, σέλινα καὶ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία· οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν.
οὐδὲ πυρφόρος· ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη, οἷον οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν, καθάπερ εἰ ἐλέγομεν «οὐδὲ σκηνοφύλαξ» ἤ τι τῶν παραπλησίων.
οὐδὲ τἀρχαῖον ποιεῖ· ἐπὶ τῶν μὴ λυσιτελούντων. ὁ δʼ οξυκριθεις ἐπὶ τῶν ἐλαχίστων.
οὐδʼ ἴκταρ βάλλει· παροιμία ἀντὶ τοῦ οὐδʼ ἐγγὺς τοῦ σκοποῦ γίνεται.
οὐκ ἐπαινεθείης οὐδὲ ἐν περιδείπνῳ· ἐπὶ τῶν μηδενὸς ἀξίων ἡ παροιμία. εἰώθεσαν γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.
οὐ μάλα κυκκᾶς. παροιμία «οὐδέν» σημαίνουσα.
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς· διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασίν, ἐν τῷ μεγάλῳ πολέμῳ τῇ Ἀφροδίτῃ ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν, ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι καὶ τῶν πλουσίων μόνων ὁ πλοῦς.
οὐρανίαν· παιδιάν, ὅταν τὴν σφαῖραν εἰς τὸν οὐρανὸν ἀναβάλλωσιν.
οὐ τρέφει μία λόχμη δύο ἐριθάκους· ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.
οὐ φροντὶς Ἱπποκλείδῃ· παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις. Ἱπποκλείδης ὁ Τεισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου ἐν αὐτῇ τῇ τῶν γάμων ἡμέρᾳ ἐπωρχήσατο περιττῶς. μεταβουλευσαμένου δὲ τοῦ Κλεισθένους καὶ Μεγακλεῖ τῷ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης, ὑποτυχὼν ἔφη· «οὐ φροντὶς Ἱπποκλείδῃ».
ὀψʼ ἦλθες, ἀλλʼ ἐς τὸν Κολωνὸν ἵεσο· παροιμία λέγεται ἐπὶ τῶν μισθαρνούντων.
παιπάλημα· τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίᾳ καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ.
παλάθη· ἡ τῶν σύκων ἢ τῶν ἰσχάδων ἐπισύνθεσις.
παλαμναῖος
Παναθήναια· ἡ τῶν Παναθηναίων ἑορτὴ καὶ ὁ ἀγών· ἐτέθη μὲν πρῶτον ὑπὸ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ τῆς Ἀθηνᾶς, ὕστερον δὲ ὑπὸ Θησέως συναγαγόντος τοὺς δήμους εἰς ἄστυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖς Ἰσθμικοῦ πρεσβύτερος καὶ ἀγένειος καὶ ἀνήρ. τῷ δὲ νικῶντι διδόασιν ἔλαιον ἐν ἀμφορεῦσι καὶ στεφανοῦσιν αὐτὸν ἐλαίᾳ πλεκτῇ.
πάντα κάλων σείειν· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.
πάντα λίθον κινεῖν· Πολυκράτει τῷ Θηβαίῳ χρησμὸς ἐξέπεσε πριαμένῳ τόπον, ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, καὶ εὗρε χρυσόν. οἱ δὲ εἰρῆσθαί φασιν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόντων.
πάντα ὀκτώ· οἱ μὲν Στησίχορόν φασιν ἐν Κατάνῃ ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπʼ αὐτοῦ Στησιχορείοις λεγομέναις πύλαις τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας καὶ ὀκτὼ βαθμοὺς καὶ ὀκτὼ γωνίας. οἱ δὲ ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων ὀκτὼ φυλὰς ἐποίησε τοὺς πολίτας καὶ ὀκτὼ μέρη τὴν πόλιν.
παρὰ κωφὸν ἀποπέρδειν· παροιμία ἐπὶ ἀναισθήτων.
παραλοῦμαι· παροιμιακῶς. εἰώθεσαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πένητας. Ἀριστοφάνης Ἀναγύρῳ· «ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ … τοὺς σπόγγους ἐᾶν», συνεισιέναι τοῖς πλουσίοις ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι.
παραμπυκίζεται· παραπλέκεται τὰς τρίχας.
πάραντα· πλάγια, ἑτεροκλινῆ.
πάροχος· ὁ παροχούμενος ἐκ τρίτων τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐπὶ τῆς ἁμάξης· καὶ παροχήσομαι· πάροχος ἔσομαι.
πάτος· ὁδός, καὶ ἐκ πάτου· ἐκ ποδῶν.
πέλανοι· πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια, ὡς αὐτός φησιν· «θύματα οὐκ ἦν τοῖς θεοῖσι ζῷα, πέλανοι δὲ καὶ καρποὶ μέλιτι δεδευμένοι». Διονύσιος Θρᾷξ· «θεοῖς ἀπαρχαί τινες». λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρὸς καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον οἷον λιβανωτὸς καὶ κόμμι, καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός.
πελάται· οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι καὶ θῆτες· οἱ αὐτοὶ δὲ καὶ ἑκτήμοροι, ἐπεὶ τῷ ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν γῆν.
Πενέσται· οἱ παρὰ Θετταλοῖς μὴ γόνῳ δοῦλοι. ἀπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν οὐ φυγόντων τὴν παρʼ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων τῇ χώρᾳ. παρέδοσαν δὲ ἑαυτοὺς ἐφʼ ὅρκῳ ἐπὶ τῷ μήτε παθεῖν τι ἐργαζόμενοι μήτε ἐκβληθῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετωνομάσθησαν παραφθαρέντος τοῦ χαρακτῆρος.
περὶ ὄνου σκιᾶς· παροιμία ἐπὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις.
πεσσοί· αἱ παιδιαὶ ἀπὸ τῶν πεσσῶν, οἵπερ εἰσὶν ἀστράγαλοι.
πηδάλια· αὐχένες.
Πηλέως μάχαιρα· παροιμία, ἣν ἀναγράφει καὶ Ἀριστοφάνης οὕτως· «μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ». ἐδόκει σωφροσύνης γέρας, ἡφαιστότευκτος, ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς. λαμβάνεται δὲ ἐπὶ τῶν σπανίων καὶ τιμιωτάτων κτημάτων.
πηνήκη· περικεφαλαία τριχωτὴ καὶ περιθετὴ κόμη· ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾶν. τῆς δὲ περιθετῆς κόμης τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν.
πιππίζειν καὶ τιτίζειν· μίμησις ὀρνέων φωνῶν.
πλέθρον· τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ἑξήκοντα ἓξ διμοίρου. ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων.
πλήξαντα καὶ πληγέντα τὸν Ἡρακλέα· ἐπεὶ μεταξὺ Πίσης καὶ Ἤλιδος δαιδάλειον ἀνδριάντα ἀγνοήσας ὡς ἄνδρα ἔπληξε λίθῳ, ὁ δὲ ἀντικρούσας ὀπίσω ἔπληξεν αὐτόν.
πλόχανον· πλέγμα, ᾧ ὁ σῖτος καθαίρεται.
πόλεις παίζειν· τὰς νῦν χώρας καλουμένας ἐν ταῖς ἑξήκοντα ψήφοις.
πόπανα· πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.
πρεσβύτερος Κόδρου· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου.
Προμυλαία· θεὸς προμύλιος, ἣν ἀφιδρύοντο ἐν τοῖς μυλῶσιν ὡς Εὔνοστον.
πρὸ ὁδοῦ· τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου.
προόδων· ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος.
πρὸς δύο οὐδʼ Ἡρακλῆς· ταύτης τῆς παροιμίας τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται· Ἡρακλέα φησὶ βωμὸν εἱσάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶνα θεῖναι καὶ νικήσαντα, τὴν ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι· καὶ ἐξ ἐκείνου τὸ «πρὸς δύο οὐδʼ Ἡρακλῆς» παροιμιασθῆναι. Ἐχεφυλίδας δὲ αὐτὸν ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολιονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπʼ Αὐγέαν στρατείαν. διωχθέντα δὲ ἄχρι τῆς Βουπράσιδος καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψῦξαί τε καὶ ἐκ τοῦ παραρρέοντος ποταμοῦ πιόντα προσαγορεῦσαι τοῦτο «ἡδὺ ὕδωρ», ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν καλούμενον ὑπὸ τῶν ἐγχωρίων «Σαδὺ ὕδωρ». τὰ δὲ αὐτὰ καὶ Φερεκύδης καὶ Κώμαρχος καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσιν. καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι· ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη. Ἡρόδωρος δὲ καὶ Ἑλλάνικός φασιν ὡς, ὅτε τὴν ὕδραν Ἡρακλῆς ἀνῄρει, τὴν Ἥραν αὐτῷ καρκίνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον μάχεσθαι σύμμαχον ἐπικαλέσασθαι τὸν Ἰόλαον, καὶ ἐντεῦθεν ῥηθῆναι τὴν παροιμίαν.
προτέλεια· ἡ πρὸ τῶν γάμων θυσία. Μένανδρος.
«πρῴ» μονοσύλλαβον· τὸ πρωῒ ἢ τὸ πρὸ καιροῦ.
πρωκτὸς λουτροῦ περιγίνεται· παροιμία, ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλʼ ἡ κοιλία ἐπιφέρηται. ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο.
πρῶνες· ὀρῶν ἐξοχαί, βουνοί· ἀπὸ τοῦ προῶσθαι.
πτέον· … Σοφοκλῆς δὲ πτύον.
πύανοι· κύαμοι, ἀφʼ ὧν Πυανόψια.
Πυανόψια· ἑορτὴ Ἀθήνησιν Ἀπόλλωνος. ὠνομάσθη δὲ καὶ Πυανέψια διὰ τὸ ἑψόμενον ἔτνος τῶν κυάμων. τὸ γὰρ ἔτνος καὶ τὴν ἀθάρην πυάνια καλοῦσιν· ἀφʼ οὗ καὶ μήν ἐστι Πυανεψιὼν λεγόμενος· οὗ τῇ ἑβδόμῃ ἄγεται ἡ ἑορτή.
Πύθια καὶ Δήλια· φασὶ Πολυκράτη τὸν Σάμου τύραννον Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰς θεοῦ χρησόμενον, εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸν ὡρισμένον χρόνον. τὴν δὲ Πυθίαν ἀνελεῖν· «ταῦτά σοι καὶ Πύθια καὶ Δήλια», βουλομένην δηλοῦν, ὅτι ἔσχατα. μετʼ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη. Ἐπίκουρος δὲ ἔν τινι τῶν Πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα.
πυθοῦ χελιδόνος· παροιμία ἀπό τινος Χελιδόνος, θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ. οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζῷον, οἱ δὲ ὅτι τὸ ἔαρ προσημαίνει.
Πυθώδʼ ὁδός· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρασσόντων, ὡς πρὸς τῷ «Διὸς Κόρινθος».
πυόν· τὸ πυρίεφθον· τινὲς δὲ πᾶν γάλα νέον ἢ ὃ ἂν μετὰ γάλακτος ἑψηθῇ χθεσινοῦ.
πύραυνος· ὁ τὸ πῦρ ἐναυόμενος.
πῦρ ἐπὶ πυρί· παροιμία, ἧς μέμνηται καὶ Πλάτων· κακὸν ἐπὶ κακῷ.
πυρπαλάμης· ὁ ταχέως τι ἐπινοῶν καὶ παλαμώμενος ἴσα πυρί.
Ῥαμνουσία Νέμεσις· αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τῷ τόπῳ. τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν, οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ. ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς ἐπέγραψεν· «Παντάρκης καλός». ἦν δὲ οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ.
ῥαχίαι· οἱ τραχεῖς καὶ παρήκοντες τόποι καὶ αἰγιαλῷ παρατείνοντες.
ῥάχους· τὰς ἀκανθώδεις καὶ τραχείας ῥάβδους λέγουσιν.
Ῥηγίνους· τοὺς δειλούς. Ξέναρχος γὰρ ὁ Σώφρονος τοῦ μιμογράφου υἱὸς ἐκωμῴδει τοὺς Ῥηγίνους ὡς δειλοὺς ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. καὶ παροιμία· «Ῥηγίνου δειλότερος» ἐπὶ τῶν καθʼ ὑπερβολὴν δειλῶν.
ῥικνοῦσθαι· τὸ διέλκεσθαι καὶ παντοδαπῶς διαστρέφεσθαι κατʼ εἶδος· λέγεται δὲ καὶ τὸ καμπύλον γίνεσθαι ἀσχημόνως καὶ κατὰ συνουσίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφύν. Σοφοκλῆς Ἰχνευταῖς.
Ῥοδίων χρησμός· Ῥόδιοι τῇ Λινδίᾳ Ἀθηνᾷ θύοντες καθʼ ἑκάστην ἡμέραν διετέλουν ἐν τῷ ναῷ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἁμίδα εἰσφέρειν. δόξαν οὖν αὐτοῖς ἠρώτησαν τὸν Ἀπόλλωνα, εἰ τοῦτο δέοι ποιῆσαι. συγκαταινέσαντος δὲ τούτου πάλιν ἀνεπυνθάνοντο χαλκῆν ἢ ὀστρακίνην. ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο «μηδετέραν». διὸ τὴν παροιμίαν τάσσεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων.
Ῥοδώπιδος ἀνάθημα· ἐν Δελφοῖς ὀβελίσκοι πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἰάδμονι Μιτυληναίῳ. ἐλυτρώσατο δὲ αὐτὴν Χαράξας ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ.
σάκος· ὅπλον.
σάκτας· θύλακος, μάρσιππος.
Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος· Ἀριστοφάνης Βαβυλωνίοις ἐπισκώπτων τοὺς ἐστιγμένους. οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι. τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχῖνος ἐπὶ ἄρχοντος Εὐκλείδου. τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κεʹ ἐπὶ Εὐκλέους. περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκί, Σάμιοι δὲ … τῇ σαμαίνῃ, ὅ ἐστι πλοῖον δίκροτον ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νόστων. τὸ δὲ πλάσμα Δούριδος. οἱ δὲ τὴν σάμαιναν νόμισμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν συμφοράς, παρόσον Ἀθηναῖοι τοὺς Σαμίους ἔστιξαν.
Σαρδαναπάλου τρυφηλότερος· Σαρδαναπάλους ἐν βʹ Περσικῶν δύο φησὶ γεγονέναι Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δʼ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτʼ ἐπιγέγραπται· «Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πῖνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια», τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος. τὸ γὰρ ἐφεστὼς τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταὐτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸς Ταρσῷ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.
Σαρδόνιος γέλως· παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων, ἣν Δήμων μέν φησι διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενημένους τῷ Κρόνῳ ἔθυον γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι, Τίμαιος δὲ τοὺς ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν, εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον, γελᾶν. οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετʼ ἀνίας. καί φασιν ἄλλοι τε καὶ Κλείταρχος ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιθέντας — ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας, ὑφʼ ᾧ κρίβανος — ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν. Σιμωνίδης δὲ Τάλων τὸν ἡφαιστότευκτον Σαρδονίους τοὺς βουλομένους περαιῶσαι πρὸς Μίνωα εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προσστερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας. Σιληνὸς δὲ ἐν δʹ Τῶν περὶ Συρακούσας λάχανον εἶναι παρὰ Σαρδονίοις ἡδύ, σελίνῳ ἐμφερές, οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας σεσηρέναι καὶ τὰς σάρκας αὐτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺς ἐπὶ κακῷ γελῶντας, ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος «μείδησε δὲ δῖος Ὀδυσσεύς σαρδόνιον», καὶ ἐν ἄλλοις· «ἡ δʼ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη».
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι· Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου δοθῆναι ὑπʼ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· «εἴθʼ ἐγὼ ἐν κείνοις γενόμην ἢ κεῖνοι ἅμʼ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν. ὡς ἐπʼ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· νῦν δὲ χρόνῳ προέχουσʼ, οἷς φθόνος οὐχ ἕπεται». διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν ἐκείνους παραιτήσασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο ὡς παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ «σαυτὴν ἐπαινεῖς».
σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα· σειρὴν ζῷόν ἐστι κηροποιὸν μελίσσῃ παραπλήσιον.
Σειρῆνας· γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦθος παλαιὸς Ἑλληνικός, αἵτινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος κάτω εἶδος στρουθῶν, τὰ δὲ ἄνω γυναικῶν.
Σείριον· τὸν Κυνὸς ἀστέρα, ὁτὲ δὲ καὶ τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα σείρια λέγει.
σελῆναι· πέμματα πλατέα κυκλοτερῆ.
σηκός· σημαίνει μὲν τὸ περίφραγμα καὶ τὴν ἔπαυλιν τῶν προβάτων, σημαίνει δὲ καὶ τὸ ἡρῷον, οἷον· «ὃς τόνδʼ ἔχεις τὸν σηκόν, ἵλεως γενοῦ». ἔτι δὲ καὶ ἐλαίαν, οὐ μονοστελέχη, ἀλλὰ πολύκλαδον ὥστε καὶ καλάμην ἔξωθεν ἔχειν περικεχυμένην καὶ πολλὴν καὶ πυκνήν. ἔνεστι γὰρ ὑπὸ ταῖς τοιαύταις ἐλαίαις καὶ σηκάζεσθαι. ὥστε τρία εἴδη ἐλαίας· αἱ μὲν γὰρ ἁπλῶς ἐλαῖαι καλοῦνται, αἱ δὲ μορίαι, ὅσαι καὶ ἱεραὶ τῆς Ἀθηνᾶς ἦσαν, αἱ δὲ σηκοί, αἱ πολύκλαδοι καὶ κομῶσαι. οὐκ ἐξῆν δὲ οὔτε τοὺς σηκοὺς οὔτε τὰς μορίας ἐκκόπτειν· ἢ γὰρ θάνατος ἦν ἡ ζημία.
σίραιον· τὸν ἑψημένον οἶνον καὶ γλυκύν.
σκαπέρδα· παιδιά τις. δοκίδος γὰρ ἐκτετρημένης σχοινίον διεκβαλόντες προσάπτουσι τοῖς νεανίσκοις, καὶ ὁ προσαγαγὼν πρὸς τὴν δοκίδα τὸν ἕτερον νικᾷ.
σκάφας ἔφερον οἱ μέτοικοι ἐν τῇ πομπῇ τῶν Παναθηναίων, οἱ μὲν χαλκᾶς, οἱ δὲ ἀργυρᾶς κηρίων καὶ ποπάνων πλήρεις, ἐνδεδυκότες φοινικίους χιτῶνας. οὕτω Μένανδρος.
σκνὶψ ἐκ χώρας· ἐπὶ τῶν ταχὺ μεταπηδώντων ἡ παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῷον μικρὸν ξυλοφάγον.
σκολιόν· ἡ παροίνιος ᾠδή, ὡς μὲν Δικαίαρχος ἐν τῷ Περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν, τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον, τὸ δὲ καθʼ ἕνα ἑξῆς, τὸ δὲ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχε τῇ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν. ὡς δὲ Ἀριστόξενος καὶ Φύλλις ὁ μουσικός, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα. ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν.
σκολύθρια· ταπεινὰ διφρία, Πλάτων ἐν Εὐθυδήμῳ. ἔνιοι δὲ ὑποπόδια.
σκόλυθρον· σκνιπὸν καὶ ἀνελεύθερον· ἀπὸ σκολύθρων, διφρίων βραχέων.
σκορακίζειν· οἷον ἐς κόρακας ἀποπέμπειν. ἀπὸ τούτου γὰρ εἴρηται, ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι.
σκορακισμός· προπηλακισμός.
σμήρινθοι· δεσμοὶ ἢ σπασμοί· Πλάτων Νόμων πρώτῳ· «ταῦτα τὰ πάθη νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλοις ἀνθέλκουσιν.»
σπιθαμὴ τοῦ βίου· τὸ ἐλάχιστον.
στάθμης ἀκριβέστερος· ὀρθότερος τῆς ὀρθότητος ἢ τοῦ κανόνος εὐθύτερος.
στρεψίμαλλος ἄνθρωπος· ὁ μὴ ἁπλοῦς. ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόντων.
συκίνη μάχαιρα· συκοφάντρια.
σῦκον ἐφʼ Ἑρμῇ· τὸ ἐκκείμενον ἐπʼ ὠφελείᾳ τῷ βουλομένῳ. τὸ γὰρ πρῶτον φανὲν σῦκον Ἑρμῇ ἀνετίθεσαν, οἱ δὲ παριόντες ᾖρον.
σὺν δόρει, σὺν ἀσπίδι· ἐπὶ τῶν παντὶ τρόπῳ πρᾶξαί τι πειρωμένων.
συνωμότης· ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, συναγωγεὺς δὲ ὁ τοὺς τοιούτους ὑποδεχόμενος.
συρβηνεύς· ὁ ταραχώδης ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου, ἢ πένης διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενὰς ἔχειν. καὶ συρβηνέων χορός· ὁ τεταραγμένος καὶ συώδης ἀπὸ τοῦ τοῖς ὑσὶν ἐπιφωνουμένου συρβαβυττα. καὶ τύρβη· ὁ τάραχος. οὕτως Ἀριστοφάνης ὁ γραμματικός.
Σύροι πρὸς Φοίνικας· ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα, ἢ ὅτι ἑκάστοτε διʼ ἔχθρας ἀλλήλοις ὄντα οὐδέποτε πιστῶς διαλλάττεται.
συστομώτερον σκάφης· τάττεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων. Θεόφραστος γὰρ ἐν τῷ Περὶ νόμων εἰρῆσθαί φησιν ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον, διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης.
σφηκιὰν ἠρέθισας· βλάβην ἤγειρας κατὰ σεαυτοῦ.
σφηκίσκοι· ἀριθμητικὸν σχῆμα καὶ ξύλα μικρὰ εἰς ὀξὺ συνηγμένα. οὕτω Φερεκράτης.
σφηκώδεις· οἱ λαγαροὶ τοῖς σώμασι καὶ συνεζωσμένοι. καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσιν.
Σφήττιοι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. κωμῳδοῦνται δὲ ὡς ὀξεῖς, ὥσπερ Ἀχαρνεῖς ἄγριοι, Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους.
σχῆμα καὶ τριώβολον· … Φρύνιχον γάρ φασι τὸν τραγῳδιοποιὸν οὕτω σπουδάσα περὶ τραγικὴν ὄρχησιν ὥστε τῷ καινὸν σχῆμα εὑρόντι διδόναι τριώβολον.
σχοινίον μεμιλτωμένον· εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες συνήλαυνον καὶ τὰ πρατήρια διέκλειον.
τάδε ἐκ τοῦ τρίποδος· τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν. Ἀριστοκλείᾳ γὰρ τῇ … Πυθίᾳ γενομένῃ μειχθῆναι Πυθαγόραν τὸν Δελφὸν καὶ τῶν ὑπʼ αὐτῆς μαντευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενομένη. καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος.
τάδε Μῆδος οὐ φυλάξει· κατὰ τὴν Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀναλίσκειν καὶ δαπανᾶν ἐπιλέγοντας· «τάδε Μῆδος οὐ φυλάξει».
τάδʼ οὐ παρὰ Κενταύροισι· λεγόμενόν τι. Τηλεκλείδης τισι· «τῶν δυνατῶν τι κέλευʼ· οὐ γὰρ παρὰ Κενταύροισιν».
τὰ ἐκ τῶν ἁμαξῶν σκώμματα· ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπτόντων. Ἀθήνησι γὰρ ἐν τῇ τῶν Χοῶν ἑορτῇ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν. τὸ δʼ αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν.
τάλαρος· καλαθίσκος.
ταλασία· ἐριουργία.
ταλάσιον· ἐριουργικόν.
ταλασιουργία· ἡ τῶν ἐρίων ἐργασία.
Ταντάλου δένδρα· ἐπὶ τῶν ἀκερδῶν …
Ταντάλου τάλαντα· πλούσιος ὁ Φρὺξ Τάνταλος διεβεβόητο Πλουτοῦς καὶ Διὸς λεγόμενος. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν γʹ. γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα, ὡς καὶ παρὰ τῷ κωμικῷ εἴρηται· «τὰ Ταντάλου τάλαντα τανταλίζεται».
τἀπὶ κοσκίνῳ· λεγόμενόν τι, οἷον τἀληθῆ πάντα.
τὰ πρῶτʼ ἀρίστους παῖδας Αἴγινʼ ἐκτρέφει· παροιμία ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων. ἐξ ἀκμῆς γάρ φασι μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως, Πατρόκλου, Αἴαντος, Νεοπτολέμου.
ταρρός καὶ ταρσός· τὸ τυροκομεῖον, ἀγγεῖον πλεκτὸν ὡς ψίαθος ἐκ καλάμων, ἐν ᾧ τυρεύουσιν, καὶ κρεμαστήρ, ἐφʼ οὗ τοὺς τυροὺς ἔτερσον, καὶ τὸ ἄνω τοῦ ποδὸς ἢ τὸ ἄκρον τῆς χειρός. καὶ ταρροί· κρεμάστρα καλαμίνη καὶ τὰ τῶν τυρῶν ἀγγεῖα καὶ τὰ τῶν λαχάνων καὶ ὁ στοῖχος τῶν κωπῶν, ἐπεὶ πτεροῖς ἐοίκασιν.
τάρρωμα· τὴν κωπηλασίαν. οὕτως Ἀριστοφάνης.
τὰ Σαμίων ὑποπτεύεις· παροιμία αὕτη λέγεται ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας. παρῆλθε δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν. ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τῇ καλουμένῃ σαμαίνῃ, ἥ ἐστιν εἶδος πλοίου Σαμιακοῦ. ἀνθʼ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθηναίων ἔστιξαν.
ταῦτʼ αὐτὰ πράττω ʼφασκʼ ἀνὴρ οὐδὲν ποῶν· Κρατῖνος Ὥραις. ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων.
ταχυβάμονας ὅρκους· Ἀρίσταρχος κατʼ ἀντίφρασιν ἀκούει ἀντὶ τοῦ βραδεῖς. βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους νοεῖν. ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες. ὅθεν καὶ παροιμία· «Ἀφροδίσιος γὰρ ὅρκος οὐκ ἐμποίνιμος».
Τελχῖνες· πονηροὶ δαίμονες, φθονεροί, βάσκανοι. Ξενομήδης δὲ ὁ τὰ Κεῖα γράψας καὶ τοὺς Τελχῖνας ἐτυμολογήσας εἶπεν, ὅτι θελγῖνες ἦσαν. «τὰ γὰρ θάλλοντα ἔθελγον, φησί, καταρραίνοντες τοῖς ὕδασι τῆς Στυγὸς καὶ ἄγονα ἐποίουν, ἕως φυτῶν βασκαίνοντες.»
Τενέδιος ἄνθρωπος· Κύκνον τὸν Ποσειδῶνος γενόμενον πατέρα Ἡμιθέας καὶ Τέννου ἐπιγῆμαι τούτοις. καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μητρυιᾶς, ὡς πειρῶντα αὐτήν. πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βαλεῖν τὸν νεανίαν. ἑλομένης δὲ τῆς Ἡμιθέας συγκινδυνεύειν τῷ ἀδελφῷ ἑκατέρους κατεπόντωσεν. ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρότερον καλουμένην Λεύκοφρυν, ὕστερον δὲ Τένεδον ἀπʼ ἐκείνου. ὃς καὶ βασιλεύσας τῆς νήσου ἐνομοθέτησε τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρεστάναι τὸν δήμιον πέλεκυν ἐπῃρμένον ἔχοντα, ὡς ἐλεγχθέντας παραχρῆμα ἀναιρεῖσθαι. ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι «Τενέδιος ἄνθρωπος». εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις.
Τενέδιος πέλεκυς· ἐπὶ τῶν ἀποτόμων. Τέννης. γὰρ διὰ τὰ τῆς μητρὸς αὐτοῦ ψευδῆ κατηγορηθέντα ἐνομοθέτησεν ἐξόπισθεν τοῦ θανάτου κατηγοροῦντος ἵστασθαί τινα ἔχοντα πέλεκυν, τὸν δʼ ἀδικεῖν γνωσθέντα τούτῳ παίειν.
τερηδών· σκώληξ ξυλοτρώκτης οἰκῶν ἐν ξύλῳ.
Τερμέρια κακά· περὶ Καρίαν χωρίον Τερμέριον καλεῖται, ᾧ ἐχρῶντο οἱ τύραννοι δεσμωτηρίῳ· τὸ δὲ χωρίον ἐρυμνὸν ὂν κεῖται μεταξὺ Μύλου καὶ Ἁλικαρνασσοῦ. τῶν δὲ ἀπὸ τούτου ληϊζομένων δυσαλώτων ὄντων λεχθῆναι τοῦτο.
τετράδι γέγονας· ἐπὶ τῶν ἄλλοις πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι. διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτῃ εἰς θεοὺς μεταστάντι.
τετρωβολίζων· τὸ δικαστικὸν τετρώβολον λαμβάνων. ἐγένετο γὰρ καὶ τοσοῦτόν ποτε.
τετρωβόλου βίος· στρατιωτικὸς μισθός.
τὴν Ἀκεσαίου σελήνην· παροιμία, λέγεται δὲ ἐπὶ τῶν διαμενόντων καὶ βραδυνόντων. ἦν δὲ Νείλεω κυβερνήτης ὁ Ἀκεσαῖος.
τὴν κατὰ σαυτὸν ἔλα· τοῦτο οἱ μὲν Πυθικὸν εἶναί φασιν ἀπόφθεγμα, οἱ δὲ Σόλωνος. ἔνιοι δὲ αὐτὸ Χείλωνα εἰπεῖν συμβουλευομένῳ τινί, εἰ πλούσιον ἕλοιτο γάμον.
τῆς μητρὸς ὡς αἲξ καλεῖται· οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπολίοις ἀπὸ τῶν μητέρων γνωρίζονται. ἀπὸ πατέρων γὰρ ἀδύνατον.
τιγγάβαρι· μίλτος ἀναμεμειγμένη, οὗ τὴν ἐργασίαν φασὶ πρῶτον εὑρεῖν Καλλίαν Ἀθηναῖον.
Τιθωνοῦ γῆρας· παροιμία ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων. ἱστορεῖται δέ, ὅτι Τιθωνὸς ἐπιθυμίᾳ τοῦ τὸ γῆρας ἐκδύσασθαι εἰς τέττιγα μετέβαλεν.
τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ; κέχρηται αὐτῇ Πλάτων ἐν Μενελάῳ, παρὰ δὲ τὴν ἱστορίαν. οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρωσάμενοι οὐδʼ ἡστινοσοῦν τιμῆς ἠξιοῦντο.
τίς πατέρʼ αἰνήσειʼ, εἰ μὴ κακοδαίμονα τέκνα· ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων.
τίς τρόπος ἵππων· παροιμία ἐπὶ τῶν ἀλλοκότων. Μεταγένης Θουριοπέρσαις· «τίς τρόπος ἵππων; ὡς δʼ ὀρχοῦνται τὸν βαρβαρικὸν τρόπον οὗτοι».
τιτιγόνιον· ζωύφιον ὅμοιον τέττιγι. Ἐπίλυκος Κοραλίσκῳ.
τὸ ἀπὸ τῆς Παλληνίδος· τὸ φοβερόν· ἀπὸ τῆς ἐν Παλληνίδι μάχης, ἐν ᾗ ἡττήθησαν Ἀθηναῖοι.
τὸ θερμὸν τοῦ ὀβελοῦ· ἐπὶ τῶν αἱρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων ἡ παροιμία. ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. μέμνηται αὐτῆς Σοφοκλῆς.
τὸ Μηλιακὸν πλοῖον· τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται· φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι. ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον, κατηράσατο μήτε πλοῖα στέγανα αὐτοῖς γενέσθαι ποτὲ καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί.
τὸ παρὸν εὖ ποιεῖν· παροιμία. Πλάτων Γοργίᾳ· «καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν». Κρατῖνος Πυλαίᾳ· «ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι».
τόρμη· ὁ δρόμος ὁ ἐν τῷ ἱπποδρόμῳ ἢ ἡ καμπὴ ἢ ἡ ὕσπληξ.
τόρμος· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ἐνήρμοσται.
τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθόν· αὕτη ἡ παροιμία δημώδης ἐστὶ καὶ φανερά. τάττεται δὲ κατὰ τῶν διάστροφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύνειν καὶ μηδὲν ὠφελούντων.
τοῦ Διὸς τὸ σάνδαλον· ἐπὶ τῶν ὡς μεγα δη τι· Εὔπολις Χρυσῷ γένει.
τραπεζῆες· παράσιτοι οἰκοτραφεῖς.
τρασιά· οὗ τὰ σῦκα ψύχεται. οὕτως Εὔπολις.
τρία Στησιχόρου· στροφήν, ἀντίστροφον, ἐπῳδόν· ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι.
τρὶς ἓξ ἢ τρεῖς κύβοι· οἱ μὲν «τρὶς ἕξ» νίκην, οἱ δὲ «τρεῖς κύβοι» ἧτταν δηλοῦσιν. καὶ τὸ παρʼ Εὐριπίδῃ τοιοῦτον· «βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα». τριῶν γὰρ ὄντων τῶν ἀναρριπτουμένων βόλων δύο μὲν κενοὺς αὐτόν φησι βαλεῖν, ἕνα δὲ τὸν τρίτον τεττάρων. διττὸς οὖν ὁ «κύβος»· ὅ τε ἀναρριπτούμενος, εἴτε κενὸς εἴτε πλήρης εἴη, καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· «τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆς ἐμῆς φρυκτωρίας».
τρίτος κρατήρ· Διὸς τελείου σωτῆρος. πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία, ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα, ὡς Φιλόχορος ἐν τῷ Περὶ ἡμερῶν.
τριττύα· ἡ ἐκ τριῶν ζῴων θυσία. Ἐπίχαρμος τὴν ἐκ δύο μήλων καὶ βοός, Καλλίμαχος τὴν ἐκ κριοῦ καὶ ταύρου καὶ κάπρου. Ἴστρος δὲ ἐν ταῖς Ἀπόλλωνος Ἐπιφανείαις ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρρένων, πάντων τριετῶν.
τριωβολιμαῖος· ὁ εὐτελής.
τριώβολον· μισθὸς δικαστικὸς καὶ οἱ ἁπλῶς τρεῖς ὀβολοί.
τρυγόνα ψάλλειν· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἴσως παρὰ τὸ τρύζειν.
τρύμη· ὁ πανοῦργος. Ἀριστοφάνης.
τρυτάνη· ὁ ζυγός.
τυφλότερος λεβηρίδος· καὶ «κενότερος λεβηρίδος»· ἀμφότερα λέγεται. τάττεται καὶ ἐπὶ τεττίγων καὶ πάντων τῶν τὸ γῆρας ἀποδυομένων.
τυφλότερος σπάλακος· τοῦτο τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς. φησὶ δʼ αὐτὸ Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς. ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὡς μυγαλῆς καὶ πόδας ὡς ἄρκτου.
Τυφῶνος πολυπλοκώτερον· Τυφὼν ὁ λεγόμενος κεραυνωθῆναι ὑπὸ Διός. τούτου ποικιλώτερον.
τῶν τριῶν κακῶν ἕν· λεγόμενόν τι ἐστίν. καὶ Μένανδρος δύο προθεὶς ὡς παροιμιῶδες ἐπιλέγει παίζων τὸ· «ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακῶν». ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισε προστιμήματα. Πολύζηλος Δημοτυνδάρεῳ· «τριῶν κακῶν ἓν γοῦν ἑλέσθαι τοὐστὶ πᾶσʼ ἀνάγκη· ἢ ξύλον ἐφέλκειν ἢ πιεῖν κώνειον ἢ προδόντα τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι. ταυτὶ τὰ τρία Θηραμένους εὖ σοι φυλακτέʼ ἐστίν.» Ἀριστοφάνης Τριφάλητι· «ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί».
ὕδραν τέμνειν· ἐπὶ τῶν ἀμηχάνων λέγεται. ἱστορεῖται γὰρ ὕδρᾳ τῇ ἐν Λέρνῃ ἑκατοντακεφάλῳ οὔσῃ μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κελεῦσαι Ἰολάῳ ἐπικαίειν τὰς τεμνομένας.
ὕδωρ παραρρέει· ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθένει σπουδάσειν ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων.
Ὕης· ἐπίθετον Διονύσου, ὡς Κλείδημος, «ἐπειδή φησιν ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθʼ ὃν ὁ θεὸς ὕει χρόνον». ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγεσθαι καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην· «Ὕης γάρ φησιν ἐπίκλησις τοῦ Σαβαζίου».
Ὕλαν κραυγάζειν· ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις, γενόμενον κατὰ Μυσίαν ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι. τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκραγέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν μηδὲν περαίνοντα. διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι. καὶ νῦν δὲ Κιανοὺς ἔτι ἀπομίμημα τῆς ζητήσεως ποιουμένους ἑορτάζειν τῷ ἥρωι.
ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι· χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως· «Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες, ἄνδρες δʼ, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἵτε μεσηγύ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δʼ, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτʼ ἐν λόγῳ οὔτʼ ἐν ἀριθμῷ». ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων, τίνες κρείττονες εἶεν τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ. τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται· «ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι». ὡς καὶ Καλλίμαχος ἐν τοῖς Ἐπιγραμματίοις· «τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός».
ὑπέρα· τὸ τοῦ κέρως τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεταί τε καὶ διατείνεται. γέγονε δὲ ἀπὸ τούτου παροιμία τὸ «ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν» ἐπὶ τῶν ἃ δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων.
ὑπὲρ καπνοῦ τὸ πηδάλιον· ἐπὶ τῶν ἀργούντων καὶ καταμελούντων τέχνης.
ὑπέρου περιτροπή· ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων. καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· «Διὸς Κόρινθος» καὶ «αὖθις αὖ Πυθώδʼ ὁδός» καὶ «ὁ τὴν δοκὸν φέρων» καὶ «οὐ τυφλός, ἀλλʼ ἐξώρυκται». Πλάτων Ἀδώνιδι· «εἶτʼ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;»
ὑπὲρ τὰ ἐσκαμμένα· ὑπὲρ τὰ μέτρα. ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά, λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι, ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων πρῶτος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· «πέντʼ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, δίσκευσεν δʼ ἑκατὸν πέντʼ ἀπολειπομένων». καὶ Πλάτων ἐν τῷ διαλόγῳ, ᾧ ἡ ἐπιγραφὴ «Κρατύλος, περὶ ὀνομάτων ὀρθότητος».
ὑπὲρ τὰ Καλλικράτους· Κλέαρχός φησιν, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος· εἴ ποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῶς, ἔλεγον· «Ὑπὲρ τὰ Καλλικράτους». Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.
ὑπὲρ τὸν κατάλογον· παροιμία ἐπὶ τῶν γεγηρακότων.
ὑπὸ παντὶ λίθῳ σκορπίος· ἐλλείπει ὕπεστι. λέγεται ἐπὶ τῶν κακοήθων καὶ ἐπὶ ἐριστικῶν.
ὕπουλος· δόλιος, φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις. ἐξ οὗ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν ἐλέχθη οὗτος ὁ λόγος. Σοφοκλῆς δὲ ὕπουλον εἶπε τὸν δούρειον ἵππον.
ὑπώβολον· ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, εἴτε ἀγρὸς εἴτε οἶκος εἴτε ἄλλο τι. Φερεκράτης Ἰπνῷ· «οὐχ ὁρᾷς τὴν οἰκίαν τὴν Πουλυτίωνος κειμένην ὑπώβολον;»
ὗς διὰ ῥόδων· ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων. Κράτης Γείτοσιν.
ὗς ὑπὸ ῥόπαλον δραμεῖται· παροιμία παρὰ Δεινολόχῳ ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.
ὑφόρμιον· χρυσοῦν κοσμάριον.
φαινίνδα· παιδιὰ διὰ σφαίρας, ὅταν ἑτέρῳ προδεικνύντες εἶτα ἄλλῳ ἐφιῶσι τὴν σφαῖραν ὥσπερ φενακίζοντες.
φάλαγγες· στίχες, τάξεις· οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος. λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα καὶ νεὼς ὑπερείσματα. ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον φαλάγγιον. λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα, καὶ ὁ ἀράχνης δέ, ὃν ἔνιοι καλοῦσι φαλάγγιον. καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια.
Φασηλιτῶν θῦμα· ἐπὶ τῶν εὐτελῶν τίθεται. Φασηλίτας γὰρ τάριχον τῷ Κυλάβρᾳ θύειν φησὶ Καλλίμαχος ἐν Βαρβαρικοῖς νομίμοις.
Φάων· ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων· τοῦ γὰρ Φάωνος ἐρασθῆναί φασι πολλοὶ Σαπφώ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν καὶ ἀποτυγχάνουσαν ῥῖψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας.
φεῦγʼ ἐς κόρακας· παροιμία ἐπὶ κατάρας λεγομένη ἀντὶ τοῦ εἰς ἀπώλειαν καὶ φθοράν. Βοιωτοῖς γὰρ ἀναστάτοις ὑπὸ Θρᾳκῶν γενομένοις καὶ περὶ ἀποικίας μαντευομένοις ἔχρησεν ὁ θεός, ἔνθα ἂν λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. οἱ δʼ ἐν Θετταλίᾳ παρὰ τὸν Παγασητικὸν κόλπον κόρακας ἰδόντες περιπετομένους τοὺς τοῦ Ἀπόλλωνος ἱερούς, οὓς παῖδες ἄκακοι ἐγύψωσαν, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ἐνταῦθα κατῴκησαν καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς τοὺς φυγαδευομένους εἰς αὐτὸ ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ κατὰ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησι λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπῳδαῖς ἀφιέναι ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ· «φεῦγʼ ἐς κόρακας». ὁ δὲ Αἴσωπος μυθικῶς κολοιὸν μέγαν νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δʼ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας· «φεῦγʼ ἐς κόρακας». Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς· «φεῦγʼ ἐς κόρακας».
φέψαλοι καὶ φεψάλυγες· σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων.
φθοῖς· πέμματα, ἃ τοῖς θεοῖς μετὰ τῶν σπλάγχνων ἔθυον.
Φοινικήϊα γράμματα· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις. Σκάμων δὲ ἐν τῇ δευτέρᾳ τῶν Εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίωνος ὀνομασθῆναι· μυθεύεται δʼ οὗτος ἀρσένων μὲν παίδων ἄπαις, γενέσθαι δὲ αὐτῷ θυγατέρας Ἄγλαυρον, Ἕρσην, Πάνδροσον. τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖσαν τελευτῆσαι. διὸ καὶ Φοινικήϊα καλέσαι τὰ γράμματα τὸν Ἀκταίωνα βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί.
Φοινικικὸν ψεῦδος· ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων.
Φοινίκων συνθῆκαι· οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τῇ Λιβύῃ, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπιτυχόντες δὲ τούτου οὐκ ἐβούλοντο ἀπαλλάσσεσθαι ὡς συνθέμενοι νύκτας καὶ ἡμέρας μένειν. διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων. τὰ δʼ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ.
φόνου πτερόν· τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον.
φορμός· ὁ κόφινος.
φορμίσκοι· πλεκτὰ ἀγγεῖα.
φρουρήσεις ἐν Ναυπάκτῳ· τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ διδομένου, τῶν δʼ ἐπιτηδείων πολλοῦ πιπρασκομένων τὴν παροιμίαν γενέσθαι. ἔνιοι δέ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ τοῦτο καὶ Θεόπομπος ἐν νʹ δευτέρῳ.
χαλιμάς· ἡ πόρνη. ἀπὸ τοῦ χαλᾶσθαι τὸ σῶμα ὑπὸ μέθης ἢ μανίας.
Χαλκεῖα· ἑορτὴ ἀρχαία καὶ δημώδης πάλαι, ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν, ὅτι ὁ Ἥφαιστος ἐν τῇ Ἀττικῇ χαλκὸν εἰργάσατο. ἔστι δὲ ἕνῃ καὶ νέᾳ τοῦ Πυανεψιῶνος, ἐν ᾗ καὶ ἱέρειαι μετὰ τῶν ἀρρηφόρων τὸν πέπλον διάζονται.
χαλκιδίζειν· ἐπὶ τῶν γλισχρευομένων. οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο.
Χαλκιδικὸν δίωγμα· τοῖς Θεσμοφορίοις Ἀθήνησί τι νόμιμον. ἐν πολέμῳ γάρ ποτε γυναικῶν εὐξαμένων διωχθῆναι τοὺς πολεμίους, καὶ συνέβη φυγεῖν εἰς Χαλκίδα, ὡς καὶ Σῆμος.
χαλκιδῖτις· ἡ πόρνη. ἀπὸ τῆς εὐτελείας τοῦ διδομένου νομίσματος.
χάραξ· ἡ κάμαξ. ὅθεν καὶ παροιμία· «ἐξηπάτηκεν ἡ χάραξ τὴν ἄμπελον», ὅταν ὑπὸ τοῦ σῴζοντος ἀπατηθῇ τὸ σῳζόμενον.
Χάρητος ὑποσχέσεις· Χάρης στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ ἑτοιμότατος πρὸς τὰς ὑποσχέσεις λέγεται γεγονέναι. ὅθεν ἡ παροιμία τάττεται ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων.
χαρίσιοι· πλακοῦντος εἶδος. οὗτοι ἀπὸ τῶν καταλειπομένων συμμειγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ ἔπλαττον. Ἀριστοφάνης Δαιταλεῦσιν· «πέμψω πλακοῦντας ἑσπέρας χαρισίους».
χαυλιόδων· κεχαλασμένους ἔχων τοὺς ὀδόντας ἐξέχοντας.
χῆνα ὀμνύναι· ὑπὲρ τοῦ μὴ τοὺς θεοὺς ἐπὶ πᾶσιν ὀνομάζειν Ῥαδάμανθυς ἐκέλευσε κατὰ χηνὸς καὶ κριοῦ ὀμνύναι, οὐχ ὥς τινες Σωκράτης.
Χιαστὶ τίλλειν· … ὡς τῶν Χίων παρατιλλομένων.
Χῖος λόφος· τὸ ἀποτιλθῆναι τὴν κεφαλὴν τὸ μέσον ἀπολειπόντων.
Χλόη· Δημήτηρ. Χλόης γὰρ Δήμητρος ἱερὸν πρὸς τῇ ἀκροπόλει. Εὔπολις Μαρικᾷ· «ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ κριὸν Χλόῃ Δήμητρι».
χοῖνιξ· σκεῦός τι μετρητικὸν σπορίμων, καὶ δεσμὸς ποδῶν.
χορταῖος· χιτὼν ποδήρης ἔχων χειρῖδας.
χρήματα, χρήματʼ ἀνήρ· ὁμοία τῇ «ἀρχὴ ἄνδρα δείκνυσι» καὶ «τὴν κατὰ σαυτὸν ἔλα» καὶ τῷ «γνῶθι σαυτόν». λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν ὑπὸ Ἀριστοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ ὑπό τινος Ἀργείου, τὸ ὄνομα οὕτω λέγων. ὁ δὲ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων.
χρυσῆ κορώνη· παροιμία. ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην λέγεται.
χρυσὸς Κολοφώνιος· οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάσαντο· καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. καὶ τάχα ἴσως οἱ ἐκπεσόντες τῆς οἰκείας Λυδῶν τὰ περὶ Θρᾴκην καὶ Στρύμονα χρύσεια κατέσχον μέταλλα σύν τισιν Ἰώνων καὶ ἐσπούδασαν περὶ τὸν χρυσόν.
χύτρα· φιλήματος εἶδος.
ψαιστά· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα.
Ψιθυριστὴς Ἑρμῆς· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἀγάλματά εἰσιν Ἀθήνησι Ψιθυριστοῦ Ἑρμοῦ καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ἅπερ πρῶτος ἐποίησεν, ὥς φησι Ζώπυρος, Θησεύς, ἐπεὶ Φαίδρα, ὥς φασιν, ἐψιθύρισε Θησεῖ κατὰ Ἱππολύτου διαβάλλουσα αὐτόν· οἱ δὲ ἀνθρωπινώτερόν φασιν Ἑρμῆν Ψιθυριστὴν παρὰ τὸ ἀνθρώπους ἐκεῖ συνερχομένους τὰ ἀπόρρητα συντίθεσθαι καὶ ψιθυρίζειν ἀλλήλοις, περὶ ὧν βούλονται.
ψιλοδάπιδας τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσιν.
ψίττα· ποιμενικὸν ἐπίφθεγμα καὶ ψιττάζειν· τὸ ποιμενικῶς ἐπιφθέγγεσθαι.
Ψύρα τὸν Διόνυσον ἄγοντες· ἡ παροιμία παρὰ Κρατίνῳ· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου. λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.
ψώθια· τὰ ὑπερωπτημένα ἀποθραύσματα τὰ ὑποκάτω τοῦ ἄρτου. τὰ δὲ τοιαῦτα ψώθια καὶ ἀτταράγους ἐκάλουν τινές.
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου· ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν. ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ ἀπεσκολυμμένων. παρὰ δὲ Διφίλῳ ἐν τοῖς Ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος.
ὦαι· ἔσχαται ἄκραι τοῦ χιτῶνος.
Ὠγύγια κακά· ἐπὶ τῶν ὀχληρῶν. ἐπεὶ συνέβη Κάδμον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεῖν. ἄμεινον δὲ λέγειν «Ὠγύγια κακά» τὰ παλαιά. τοῦτο γὰρ ἡ λέξις δηλοῖ.
ὦτος· παραπλήσιος γλαυκί, ἔχων περὶ τὰ ὦτα πτερύγια. οἱ δὲ νυκτικόρακα.