eul_wid: vta-aep
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book XVI by Scholia on the Iliad and Odyssey

Homer's formulas for moving from one scene to the next are listed as Book XVI turns from the fight round the ship of Protesilaus to Patroclus weeping before Achilles. Patroclus drives the Trojans from the ships like wind clearing cloud from a mountain, lines judged apt in this place but out of place in Book VIII. Hector's words over the dead Patroclus are judged a coward's, and the immortal horses are traced to Poseidon's wedding gift to Peleus.

Part of Scholia on the Iliad

ὣς οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο: οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων ἀπολέσθαι θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ σῶσαι τὴν ναῦν προῄρηνται. —ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παρʼ Ὁμήρῳ· «ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον», «ὣς οἱ μὲν μάρναντο δέμας πυρός», «ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός», «ὣς οἱ μὲν στενάχοντο κατὰ πτόλιν», «ὣς ὁ μὲν ἔνθʼ ἠρᾶτο», «ὣς ὁ μὲν ἔνθα καθεῦδεν». ἡ δὲ περί ἀντὶ τῆς ἐπί· ἀντιφράζει γὰρ αὐτὴν τῷ ἕνεκα· «Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνή», «σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος». δηλοῖ δὲ καὶ τὴν ὑπέρ, «λεπτὸν καὶ περίμετρον», καὶ τὸ περισσῶς, «τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ».

ἐϋσσέλμοιο: σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελμος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ σέλλω τὸ σημαῖνον τὸ ὁρμῶ· ἐξ οὗ καὶ σέλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος. οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον.

δάκρυα θερμὰ χέων: εἰκότως ὁ πρᾷος Πάτροκλος κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ αὐτοψεὶ τῶν δεινῶν ἐπισκοπήσας· διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι συγκεχυμένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγόμενος. καὶ ἐν ταῖς Λιταῖς ὁ Φοῖνιξ «δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν».

μελάνυδρος: ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ τὸ ὕδωρ.

μελάνυδρος: βαθεῖα, σκοτεινή. τοῦ γὰρ—καταυγάζεται.

ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ: αἰγίλιπος ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη τὰ σκέλη αἱ αἶγες. οἱ δὲ τῆς μηδὲν φυούσης, κατʼ Ἀργείους· ὧν γὰρ ἀποτράγῃ αἴξ, ἄσπορον αὐτὸ ποιεῖ. οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. ἀθρόον δὲ ἔκχυσιν δακρύων παριστὰς κατὰ πετρῶν φησι ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφʼ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν τὴν πρόχυσιν ἐμφαίνει.

δνοφερόν: τὸ μετὰ δινήσεως φερόμενον.

ᾤκτειρε: Ἀρίσταρχος γράφει «θάμβησεν»· οὐ γὰρ ἂν ἔπαιξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν.

τίπτε δεδάκρυσαι, Πατρόκλεες, ἠΰτε κούρη:ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος κλάων τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δʼ ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πρᾴους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασίν. καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον ὡς κόρην, ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα

ἠΰτε κούρη νηπίη—ὄφρʼ ἀνέληται: πᾶσαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητής, γερόντων νέων ἐφήβων — ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα —, θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλήρωσε καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν «ἵνα παισὶν ἀεικέα μισθὸν ἕληται» καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγαγεῖν· κατὰ γὰρ Ἡσίοδον «χαλεπὴ δʼ ὑπόπορτις ἔριθος»

ἠΰτε κούρη νηπίη: οὐκ ἠρκέσθη τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν. ταῦτα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου εἰσί· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωϊκὰ πρόσωπα.

ἥ θʼ ἅμα μητρὶ θέουσα: οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη.

ἀνώγει: καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινε, «καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος»· τὸ γὰρ «ἠνώγει Πρίαμός τε» ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς «ἠείδειν» «ἠείδει»

ἀνώγει: «ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο».

ἀνώγει: αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκασιν.

εἱανοῦ: τοῦ ἐνδυτηρίου πέπλου· ἐν ἄλλοις γοῦν «πέπλον μὲν κατέχευεν ἑανόν». σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν, «ἑανοῦ κασσιτέροιο». ἁπτομένη δὲ ἐπισπωμένη, «πρύμνης νεὼς ἥψατο», «ἥψατο δʼ ἡμιόνου». καὶ τὸ καθικνεῖσθαι, «ἅπτηται κατόπισθεν»· ὅθεν καὶ «καθάπτεσθαι» τὸ διὰ λόγων καθικνεῖσθαι.

λαμπροῦ.

εἱανοῦ: ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα γυναικῶν.

ποτιδέρκεται: Ζηνόδοτος «προσδέρκεται».

ὄφρα: ἵνα ᾖ ἕως· προσλιπαροῦσι γάρ, ἄχρις ἂν οὗ βούλωνται τύχωσιν.

κατὰ δάκρυον εἴβεις: κατείβεις, καταστάζεις.

ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι—οἶος: εἰρωνευόμενος ταῦτά φησιν — ἐπίσταται γάρ, περὶ οὗ κλαίει —, καὶ τελευταῖον τοῦτο ἐπιφέρει «ἠὲ σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται;».

ἦέ τι ... ἦ ... ἦέ τινα: πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν.

πιφαύσκεαι: προορᾷς, προσημαίνεις.

Φθίης ἒξ ἔκλυες: τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ ἔκλυες. βραχὺ μέντοι παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ «ὑπερώϊον εἲς ἀναβᾶσα», «μάχης ἒξ ἀπονέεσθαι».

Φθίης ἔξ: ἐκ Φθίας.

ζώειν μὰν—ἀκαχοίμεθα τεθνηώτων: καλὸν διάταγμα τὸ πῶς χρὴ περὶ γονέας ἔχειν· καὶ ὡς ἡ τούτων τελευτὴ πάντων ἔσχατόν ἐστι κακόν.

Μενοίτιον Ἄκτορος υἱόν: τὴν μητέρα Πατρόκλου οὐκ ὠνόμασεν ὡς προθανοῦσαν. ἦν δὲ Σθενέλης. ὁ δὲ Ἄκτωρ τὸ ἀνέκαθεν Μυρμιδόνος.

Μενοίτιον: Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης—μετʼ Ἀχιλλέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ

ζώει: ἔδει «ζώειν».

τῶν κε: περὶ ὧν ἄν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. λείπει δὲ ἡ περί.

τεθνειώτων: διὰ τοῦ η «τεθνηώτων» αἱ Ἀριστάρχου.

ἠὲ σύ γʼ Ἀργείων—ἕνεκα σφῆς: ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρόφασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν καὶ ἀπέσταλκεν πρὸς Νέστορα.

Ἀργείων: ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων.

ὑπερβασίης: τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως ὑπεραπολογεῖται ἑαυτοῦ, ὡς ἀδικηθεὶς ὠργίσθη.

τὸν δὲ βαρὺ στενάχων προσέφης, Πατρόκλεες ἱππεῦ: πρὸς τὴν τοῦ λόγου ἀποστροφήν.

ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν:ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργου καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα.

Πηλέως: οὕτω Πτολεμαῖος. οἱ δὲ ὑπομνηματισάμενοι Ἰακῶς.

μὴ νεμέσα: λείπει τὸ δεδακρυμένῳ· κλαίοντί μοι, φησί, μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω.

βεβίηκεν: ἀπὸ τοῦ βιῶ βιᾷς, καὶ διαίρεσις «οἳ κεῖνον βιόωνται», «ὡς εἴ ἑ βιῴατο». τὸ δὲ ἀπὸ τοῦ βιάζω, «ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς». ἔστι δὲ ὅμοιον τῷ «ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα», ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

οἱ μὲν γὰρ δὴ πάντες—οὐτάμενοί τε: δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι.

βεβλημένοι οὐτάμενοί τε: πρὸς τὴν σύλληψιν· οἱ μὲν γὰρ βεβλημένοι ἦσαν, οἱ δὲ οὐτασμένοι.

οὐτάμενοι: ὡς «ἱστάμενοι». προείρηται δέ

βέβληται μὲν ὁ Τυδείδης—καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ: τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήξειν αὐτοῦ τὴν ἡδονὴν οἴεται. οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ προήσηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλλεύς. ἀλλʼ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν· διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα «εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν» καὶ «μὴ ὄφελες λίσσεσθαι»· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ δὲ ἔδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχάονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρʼ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, διʼ ὃ οὐ θεραπεύεται οὐδὲ βελουλκεῖται, ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ ὀβελίζουσι τοὺς στίχους, ἐν οἷς φησι ὁ Νέστωρ «τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ἰῷ ἀπὸ νευρῆς βεβλημένον», ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη. οἱ δέ φασιν ὡς ἔθος Ὁμηρικόν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλλογεῖν περὶ αὐτῶν, ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διὸς οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου οὐδὲ ἡ Ἶρις περὶ Ποσειδῶνος

βέβληται: ἀντὶ τοῦ ἐκ βολῆς—περὶ ὧν μᾶλλον ἠγωνία.

βέβληται μὲν ὁ Τυδείδης: Ἀριστοφάνης ἔξω τοῦ ἄρθρου, «βέβληται μὲν Τυδείδης».

Ἀριστοφάνης δίχα ἄρθρου.

ἠδʼ Ἀγαμέμνων: δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος ὄνομα ἀναγκαίως ἔταξεν.

κατὰ μηρόν: ἐπὶ τὸν μηρόν· «νύξε δέ μιν κατὰ χεῖρα μέσην»· καὶ ἀντὶ τῆς ἔξ· «βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων».

τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται: ἡ ἀμφί πρὸς τὸ τούς, ἵνʼ ᾖ ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἦσαν ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· «ὁ δʼ ἰητροῖς ἐπιτείλας». τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ περιοδεύοντα εἶδεν.

ἰητροί: ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ Ποδαλείριον συνεπεπλεύκεισαν ἰατροί, ἀλλὰ καὶ ἄλλοι πλείονες.

πολυφάρμακοι: οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, ἀλλʼ ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες.

ἀμήχανος: ὅτι νῦν ἀμήχανος, πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσασθαι.

ἀμήχανος: ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν· ἐκείνους μὲν γάρ, φησίν, ἰάσονται ἰατροί, σὺ δὲ ἔοικας ἀνίατος εἶναι τὴν ψυχήν.

μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις: καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου.

χόλος: ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι.

χόλος: ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφʼ ἑαυτοῦ ηὔξατο μηδὲ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον μὴ εἰς μῆνιν.

αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται: ὅτι τινὲς γράφουσιν «αἶνʼ ἀρετῆς», καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵνʼ ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω τὸ ἀρετῆς· ἀρετῆς τί σοι ἄλλος ὀνήσεται; πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων.

αἰναρέτη: τοῦτο καθʼ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ ἐμφαίνει τὸν σχετλιάζοντα.

αἰναρέτη: σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς «ὑψαγόρη», μισογύνη· ὃ ἀγνοοῦντες γράφουσιν «αἰναρέτης», ἵνʼ ᾖ ὁ χόλος πολέμιος ταῖς ἀρεταῖς καὶ ἐχθρός· «μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι χόλος αἰναρέτης». ἐπεκράτησε δὲ ἡ δίχα τοῦ ς ἀνάγνωσις Ἀριστάρχειος οὖσα, καὶ ἔστιν «εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ», εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνόματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει.

τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ: γίνεται γὰρ καὶ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις· ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.

οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς: οὐκ ἦν ὡς ἔοικέ σοι πατήρ. προαιτησάμενος δὲ συγγνώμην διὰ τοῦ δακρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν φίλων ἐστί, καὶ μάλιστα, ὅταν πρὸς κρείσσους παρρησιάζωνται.

γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα: ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. ὁ δὲ Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι «καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον»

γλαυκὴ δέ σε τίκτε θάλασσα: διὰ τὸ σκυθρωπὸν καὶ ἀπαραίτητον τῆς θαλάσσης καὶ μάλιστα ἐν χειμῶνι· ὅθεν καὶ τοὺς ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι καὶ Πολύφημον Θοώσης τῆς Φόρκυνος γλαυκὴν δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου «καὶ τοῖς, οἳ γλαυκήν»

γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα πέτραι τʼ ἠλίβατοι: πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὁ μὲν γὰρ ᾤκει τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν θάλασσαν.

ὅρα δέ, πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γονέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν θάλασσαν.

ὅ τί τοι: τρία μέρη λόγου, ἵνʼ ᾖ τὸ ὅ ἀντὶ τοῦ διό. περισσεύει δὲ τὸ τι. Ἀρίσταρχος δὲ γράφει «ὅτε τοι».

εἰ δέ τινα φρεσὶ—πότνια μήτηρ: ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί· πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται ὡς οὐ δέει θανάτου πεποίηται τὴν λειποταξίαν.

εἰ δέ τινα φρεσὶ σῇσι: Θέτις καταναγκασθεῖσα— προκρίνας ἐπεστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι

ἴσκοντες: ὅτι τὸ ἴσκοντες ἀνάλογόν ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες, ὁμοιοῦντες· «ἔϊκτο δὲ θέσκελον αὐτῷ». ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἀπεκδεξαμένους τὸ «ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν»· τὸ γὰρ «ἴσκεν» ὑπολαμβάνουσι κεῖσθαι ἀντὶ τοῦ ἔλεγεν, οὐκ ὀρθῶς.

ἴσκοντες: ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει, παρὰ τὸ εἴσκω ἐκδεξάμενος. ἀμείνων δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ. ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει.

τὴν δὲ ἄρχουσαν τοῦ ἴσκοντες συσταλτέον· ἀπὸ γὰρ τοῦ εἴδω μέλλων εἴσω. ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς διφθόγγου γίνεται ἐΐσκω καὶ ἀποβολῇ τοῦ ε ἴσκω.

ἴσκοντες: ὁμοιοῦντες· οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντες τάττουσι τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν, ἐγγὺς ἔθηκε τὸ τῆς ὑπεροχῆς, εἴ γε καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολεμίους.

ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο: ἡ περιλειπομένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· «ὀλίγον ἐστί, διʼ οὗ ἀνάπνευσις πολέμου γίνεται», ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν μεγάλα ὠφελήσομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπιφερόμενον «ῥεῖα δέ κʼ ἀκμῆτες»· δεῖ γὰρ ἐπὶ τελευτῇ τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.

ῥεῖα δέ κʼ ἀκμῆτες—καὶ κλισιάων: οἱ ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται

ἀκμῆτες: ὡς «ἀδμῆτες»· καὶ καθόλου, ὅσα ἀπὸ παρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον ἰθυτμής, μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου καὶ δύο σύμφωνα πρὸ τοῦ η. λαιμοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής.

ὣς φάτο λισσόμενος μέγα νήπιος: ἡ μὲν συνήθεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος. τάχα δʼ ἂν μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθʼ ἑαυτὸ λέγοιτο τὸ μέγα νήπιος.

μέγα νήπιος: ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφωνήσεις αὖται τὸν ἀκροατὴν ἐπαίρουσιν, ἤδη προσδοκῶντα τὸ δεινόν, ὡς «νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη».

ἔμελλεν: ἡ διπλῆ, ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε λιτανεύσειν, ἀλλʼ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ τοῦ ἐῴκει. καὶ ὅτι διὰ μέσου ἀναπεφώνηται τὸ «ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι», ὡς καὶ ἐν Ὀδυσσείᾳ «οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισιν».

ἔμελλεν: ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν.

ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι: λέγει ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην παρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα.

λιτέσθαι: ὁ Ἀσκαλωνίτης ἀξιοῖ ὁμοίως τῷ «λίσσεσθαι», ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ ὁριστικοῦ τοῦ λίτομαι. εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δʼ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος· τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ θάνατον λίσσεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως· ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ «μεταλλῆσαι καὶ ἔρεσθαι», ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ «πυθέσθαι», ἐπειδήπερ μέσος δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος, οἷον «φέρεσθαι», δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους τῆς ἀρχούσης συλλαβῆς εἰς τὸ ε ληγούσης — οὕτως καὶ τὸ «ἔρεσθαι» ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς —, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου· ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ σχηματισμός, παρὰ τὸ λίτομαι. ἀλλʼ ἐπεὶ τὰ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥσπερ ἔχει τὸ «λιπέσθαι», «πιθέσθαι», «ἰδέσθαι», «ἱκέσθαι», οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ δὲ τοῦ χαρακτῆρος. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ

λιτέσθαι: ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος γάρ ἐστιν. ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παρώξυνεν· ἐνεστῶτος γὰρ ὂν ὡς μέσου ἀορίστου δευτέρου παρωξύνθη· ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα τῷ ι παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ μήτε δύο συμφώνων, παροξύνεται, «ἱκέσθαι», «ἰδέσθαι», «λιπέσθαι», «πιθέσθαι» καὶ λιτέσθαι.

λιπέσθαι: καταλιπεῖν.

ὤμοι, διογενὲς Πατρόκλεες, οἷον ἔειπες: σχετλιάζει πρὸς τὸ «εἰ δέ τινα φρεσὶ σῇσι». πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, ὥσπερ ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζε μὴ οὔσας ἱκανάς.

ἥν τινα οἶδα: Ἀρίσταρχος «εἴ τινα οἶδα» διὰ τοῦ ει, ἵνʼ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδά τινα μαντείαν, οὐ φροντίζω. τῆς δὲ μαντείας ἐν ταῖς Λιταῖς ἐμέμνητο.

ἤν τινα: εἴ τινος.

ὁππότε δὴ τὸν ὁμοῖον—προβεβήκει: τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον, ἵνα τὸ προβεβήκει στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν «ἱκάνει» στίζωμεν, τὸ δὲ προβεβήκει ὑποστίζωμεν.

ὁππότε δή: Ἀρίσταρχος «ὁππότε τις».

τὸν ὁμοῖον ... ἀμέρσαι: ἀποστερῆσαι, ἀπομερίσαι καὶ ἀποδιῶξαι. μέτριον δὲ τὸ μὴ φάναι κρείσσονα, ἀλλʼ ὅμοιον.

τὸν ὁμοῖον ἀνήρ: ἄνδρα ἀπὸ κοινοῦ.

ἂψ ἀφελέσθαι: δοὺς πάλιν στερῆσαι.

ὅτε κράτεϊ προβεβήκῃ: ὅτε ἀντὶ τοῦ ἐπεί. ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ «ὁπόταν ἀνήρ, ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον ἐθελήσῃ ἀμέρσαι». προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται, ὧν ἔλεγε Νέστωρ· «ἀλλʼ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει». καὶ Ἀγαμέμνων «καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι».

ὅτε κράτεϊ προβεβήκῃ: ὁπόταν τῷ κράτει προέχῃ.

κούρην, ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν:ταῦτα ἀπʼ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ γεγονότα. ὑποστικτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ «πέρσας».

κούρην, ἣν ἄρα μοι γέρας—μετανάστην: τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ὀργὴν μετέστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε τὴν παῖδα καὶ τοῖς κήρυξι παρέδωκεν ἔστι δὲ ἠθικόν· ὅμοιον γὰρ τοῖς θυμουμένοις καὶ πρὸς τοὺς εἰδότας διηγεῖσθαι· ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ Πατρόκλῳ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς αὐτὸν μεθʼ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέβληται, ὅτι τε παρʼ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρʼ Ἀγαμέμνονος, καὶ ὅτι ἐξ ὧν ἔκαμε λαβών, ἀφῄρηται.

κούρην, ἣν ἄρα μοι γέρας—μετανάστην: διʼ ὅλου φαίνεται τοῦ στόματος κρατῶν. καὶ γέρας, οὐ παλλακίδα καλεῖ.

κτεάτισσα: ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατὰ τὸ ἐνεργητικὸν ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ «πολλὰ κτεατίσσας» ἀντὶ τοῦ κτησάμενος.

πόλιν εὐτείχεα πέρσας: τὴν Πήδασον οἱ τῶν Κυπρίων ποιηταί, αὐτὸς δὲ Λυρνησσόν σημειωτέον δὲ τοῦτο πρὸς τὸ «δῷσι πόλιν Τροίην εὐτείχεον», ὅτι οὐ μόνον Τροία εὔτειχος.

εὐτείχεα: ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι· τὰ γὰρ παρʼ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος «ἀγχιβαθὴς δὲ θάλασσα». τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· «ὄτριχας» γὰρ «οἰέτεας» ἀνέγνωμεν. μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—«αὐτὰρ ὁ διογενής», Πολυνείκης—«ἀλλʼ ἁ πολυνεικὴς δῖʼ Ἑλένα» Παγκράτης—«ἁ δὲ παγκρατὴς ἀλήθεια» Εὐρυσθένης—«ὁ πλοῦτος εὐρυσθενής». εἰ δή ἐστιν Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορμήν· τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπʼ εὐθείας συντίθεται, ξίφος ἄξιφος. μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφʼ οὗ τὸ «δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι»· μεταπλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον «πυργοκέρατα» πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει.

τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων: οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὡσπερεὶ ἔλεγεν ἀνασχετλιάζων «ὁ θαυμάσιος καὶ κράτιστος», τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐχὶ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἐποίησεν.

ὡς εἴ τινʼ ἀτίμητον μετανάστην: ὅτι ἀντὶ τοῦ ἀτιμήτου μετανάστου, ὡς τὸ «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες» ἀντὶ τοῦ ἐμοῦ.

ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησιν, ἵνʼ ᾖ ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο.

μετανάστην: ἐν τῇ Μασσαλιωτικῇ καὶ τῇ Ῥιανοῦ «μετανάστιν», καὶ ἀκούουσι τὴν Βρισηΐδα. ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας καταλιπόντες· «κατὰ ξένου μετοίκου» ὁ κωμικός

ἐάσομεν: ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.

ἀσπερχές: ἄγαν ἐπιτεταμένως.

ἀλήπτως, ἄγαν ἐπιτεταμένως, ἀμεταμελητί.

κεχολῶσθαι: ἀντιφράζει αὐτὸ τῷ «οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν».

ἐνὶ φρεσίν: βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσί συντάττειν.

ἔφην γε: ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην.

μηνιθμόν: πρὸς τὸ μηνιθμόν, ὅτι παραλλήλως τέταχε τῷ χόλῳ.

μηνιθμὸν καταπαυσέμεν: τροφῆς ὡς κεκορημένον.

ἀλλʼ ὁπόταν δή νῆας ἐμὰς—πτόλεμός τε: μέμνηται, ὧν ἐν Λιταῖς ἠπείλησε· «πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι».

τύνη δʼ ὤμοιϊν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι: οὐ βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον ἐπʼ αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα.

ἄρχε δὲ Μυρμιδόνεσσι— θάρσυνος: ἀναγκαῖαι αἱ διαστολαί, μάχεσθαι, ἐπικρατέως, Ἀργεῖοι. στικτέον δὲ ἐπὶ τὸ θάρσυνος

ἄρχε δὲ Μυρμιδόνεσσσι ... μάχεσθαι: Μυρμιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, ὅ ἐστιν ἡγοῦ.

πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπόζειν.

εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκενηυσὶν ἐπικρατέως: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναύσταθμον· νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος.

εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε: εἰ δὴ ταῦτα οὕτως ἔχει. ἔνιοι γράφουσιν «ᾗ δή», ἵνʼ ᾖ· ἐν ᾧ τόπῳ τούτων πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν· ὅθεν φησὶν «ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσει πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς».

εἰ δὴ ταῦτα οὕτως ἔχει, ὡς φῄς. γράφεται δὲ καὶ «ᾗ δή», ἵνʼ ᾖ· ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόνεσσιν.

ἀμφιβέβηκε: περικύκλωκεν.

ῥηγμῖνι θαλάσσης κεκλίαται: περικλείονται τῷ τῆς θαλάσσης αἰγιαλῷ. ἀεὶ δὲ ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ.

κεκλίαται: βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται πρὸς τὸ σαφέστερον.

χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες: τῆς δὲ χώρας ἤτοι τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν.

Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε: τοὺς πολίτας φησίν. ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι τῷ ναυστάθμῳ ἐναργῆ τιθεὶς φαντασίαν, ὡς εἴ τις ἐπιβῇ νεκρῷ.

διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ περιέχοντος τὸ ἐντὸς δηλῶν.

Τρώων δὲ πόλις: τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ διχῶς—τὸ περιεχόμενον.

θάρσυνος: ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα.

θάρσυνος: ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ.

οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον: ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸν ἑαυτῶν ἔπαινον. μεγαλοφυῶς δὲ φθέγγεται· οὐ γὰρ ἔφη ὅτι δεδοίκασι μαχόμενον, ἀλλʼ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐτοῦ ὑφισταμένων τῶν βαρβάρων.

ἐγγύθι λαμπομένης: ἧς καὶ μακρὰν ἀπόντες ὅμως δοκοῦσι πλησίον εἶναι διὰ φόβον.

ἐναύλους: οὕτως ἐναύλους διὰ τοῦ ν.

ἐναύλους πλήσειαν νεκύων: προαναφθέγγεται τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκάμανδρος «οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον στεινόμενος νεκύεσσιν». ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο οἱ Τρῶες, οἱ δὲ τοὺς ἀγρούς, οἱ δὲ στενὰς διώρυχας· αὐλὸς γὰρ πᾶν τὸ στενόν, καὶ βαθὺ καὶ ἐπίμηκες, «ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα».

εἰδείη: εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν.

στρατόν: στρατόπεδον.

οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι: ὅτι ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν

Τυδείδεω Διομήδεος: πρὸς τὸ «μὴ ὄφελες λίσσεσθαι» καὶ «εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν». ἢ ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων.

πρὸς τὸ «μὴ ὄφελες λίσσεσθαι» ἀντιλέγει. καὶ ὅτι αὐχηματίας ὢν ἔλεγεν «εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν».

ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν.

οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος:ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ καὶ πρὸς τὸ «καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι ἔρριγʼ ἀντιβολῆσαι». οἱ δέ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν «ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους».

ὀπός: ἔν τισι τῶν ὑπομνημάτων «ἔπος».

αὐδήσαντος: παρακελευσαμένου.

ἐχθρῆς ἐκ κεφαλῆς: τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθʼ ὃ καὶ ἐκκεκίνηται, ἐνδιατρίβει βλασφημῶν.

περιάγνυται: περιπορεύεται.

πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς:βραχὺ διασταλτέον κατέχουσι.

νεῶν ἀπὸ λοιγὸν ἀμύνων: οὐκ ἀφίσταται τοῦ ὀνόματος τῶν νεῶν· τοῦτο γὰρ διʼ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον ἀπώσασθαι μόνον, μὴ περαιτέρω δὲ προβαλεῖν ἑαυτόν· διὸ καὶ ἐπιφέρει «μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσιν», εἶτα ἑξῆς «ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν» διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀργὴν οὐ βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι.

νεῶν ἀπὸ λοιγὸν ἀμύνων: τὸ ἑξῆς ἀπαμύνων. οἱ δὲ ἀναστρέφουσι τὴν ἀπό.

ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο: ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος· καὶ ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. βραχὺ δὲ διασταλτέον ἐπικρατέως. τάχα δʼ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθʼ ἑαυτὰ λεγόμενα.

ἐπικρατέως: ἰσχυρῶς.

πυρός: ἀντὶ τοῦ πυρί.

πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω —δηριάασθαι: βάσκανον ἦθος ἐνθάδε ὑπόκειται οὐκ ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλακίδος καὶ δώρων μεμνῆσθαι. ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας, μετὰ δὲ ταῦτα οὐκ ἂν ἔτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτως διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει τὸν Πάτροκλον τῆς ἰδίας σωτηρίας καταφρονήσοντα, ἐφʼ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει, ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· «νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν, ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο». ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ ἐπαγαγὼν τὸ «μή τις ἀπʼ Οὐλύμποιο θεῶν», εὐπρεπῶς οὐ Τρῶας, ἀλλὰ τὸν Ἀπόλλω δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλλέα, ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος «ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν».

ὡς ἄν μοι τιμήν ἕως ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν: τοὺς τρεῖς στίχους ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν, ἢ τοῖς ἑξῆς, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην καὶ ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν· ὃ καὶ βέλτιον· καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητι ὡς ἐγώ σοι λέγω ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρʼ Ἕλλησι ποιήσειας, ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε

ἀτὰρ οἱ: τὸ οἵ ἄρθρον ἐστὶ πληθυντικόν· διὸ ἐν τῇ συντάξει ἐγκλιτέον.

ἀτὰρ οἱ: ὀρθοτονητέον τὴν οἵ· ἄρθρον γάρ ἐστι πληθυντικόν, ἵνʼ ᾖ «οἱ δὲ Ἕλληνες». ἔρωτα δὲ παλλακῆς καὶ φιλαργυρίαν ἐπιδείκνυνται οἱ στίχοι

ἂψ ἀπονάσσωσιν: εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν. διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει—ἀμύμονα Πηλείωνα.

ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν: ἀπελάσας, φησί, μόνον τῶν νεῶν ἵεσο τῇδε, μὴ φιλοτιμότερον τῇ νίκῃ χρώμενος καὶ διώκων.

αὖ τοι: τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ τοί.

ἀρέσθαι: παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

μὴ σύ γʼ ἄνευθεν ἐμεῖο: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν, πεποίηκε δὲ οὕτως «μὴ σύ γʼ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι» ἵνʼ ἐπιβάλλῃ ἡ συνέπεια. ἀναγκαῖοι δέ εἰσιν· σκοπὸς γὰρ τῷ Ἀχιλλεῖ μὴ ἀτιμωθῆναι τούτου κατευημερήσαντος.

μὴ σύ γʼ ἄνευθεν—θήσεις: τοὺς δύο ἀθετεῖ Ζηνόδοτος.

ἀτιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνίτης ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ.

ὁ δέ ἀντὶ τοῦ γάρ.

ἐναιρόμενος: ἐναίρων.

προτὶ Ἴλιον ἡγεμονεύειν: ὅτι Ζηνόδοτος «προτὶ Ἴλιον αἰπὺ δίεσθαι».

μή τις ἀπʼ Οὐλύμποιο—δηριάασθαι: τοὺς τέσσαρας ἀθετεῖ Ζηνόδοτος καὶ ἀντʼ αὐτῶν γράφει «μή σʼ ἀπομουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ», ὃν παρῳδεῖ Διονύσιος ὁ Θρᾷξ, ἀντὶ τοῦ «λάβῃ» «δάκῃ» λέγων.

μή τις ἀπʼ Οὐλύμποιο: ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτον· «μή σʼ ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ», ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοίᾳ.

μή τις ἀπʼ Οὐλύμποιο: ἐκφοβεῖ τῷ θεῷ. ὅτε δὲ λέγει «μηδʼ Ἕκτορι ἶφι μάχεσθαι», ἀναφέρει ἐπὶ τὸ «μὴ σύ γʼ ἄνευθεν ἐμεῖο».

ἐμβήῃ: ἐμποδὼν στῇ, ἐναντίως σοι τῇ βάσει χρήσηται, ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην.

πάλιν τροπάασθαι: Νικίας ὑφʼ ἓν ἀνέγνω «παλιντροπάασθαι», Ἀπολλόδωρος δὲ κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ περὶ τοῦ «παλιμπλαγχθέντας» διελαμβάνομεν ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι.

πάλιν τρωπᾶσθαι: συνήθως· ἔστι γὰρ ποιητικόν.

δηριάασθαι: πολεμεῖν τε καὶ μάχεσθαι.

αἲ γάρ, Ζεῦ τε πάτερ—λύωμεν: ἀθετοῦνται στίχοι τέσσαρες, διότι κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρόκλου· τοιοῦτοι γὰρ οἱ λόγοι «πάντες ἀπόλοιντο πλὴν ἡμῶν». καὶ ὁ Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθὴς δέ.

αἲ γάρ, Ζεῦ τε πάτερ—λύωμεν: παντελῶς ἐκβλητέον τοὺς τέσσαρας στίχους· πρῶτον, ὅτι παιδιώδης καὶ ἀδύνατος ἡ εὐχή, εἶθʼ ὅτι φθονερά, εἶτα ἐρωτική. τί δὲ ἠδίκησαν οἱ Μυρμιδόνες; πῶς τε Φοῖβον ἐπικαλεῖται, ὃν ἤκουσεν ὑπὸ Θέτιδος φονέα ἑαυτοῦ ἔσεσθαι τί δὲ θαυμαστόν, εἰ ἐρήμην πορθοῖεν πόλιν καὶ τὸ λύειν τείχη οἰκοδόμων ἐστί. πῶς δὲ τὸ «νῶϊν» εὐθεῖαν δηλώσει; καλῶς οὖν φησιν Ἀρίσταρχος Ζηνόδοτον ὑπωπτευκέναι ὡς εἶεν παρεντεθέντες οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς ἔρωτας λεγόντων εἶναι παρʼ Ὁμήρῳ καὶ ὑπονοούντων παιδικὰ εἶναι Ἀχιλλέως Πάτροκλον.

μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσοι ἔασι μήτε τις Ἀργείων: τινὲς ὑπερβολικῶς φασιν ἀντὶ τοῦ ἀπόλοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχήν, τοὺς μὲν μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς περιϊδόντας ὑβριζόμενον. ἄλλως τε καὶ αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σῴζει διʼ αὐτόν, οὓς ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἑλλήνων ἐκπέμπων τὴν συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν οὐ θέλων.

νῶϊν δʼ ἐκδῦμεν: ἡμεῖς δὲ ἐκφύγωμεν.

ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ «θοῶς ζευγνύμεν ἄνωγεν». καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο.

ἐκδύμεν: παροξυτονητέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ τοῦ ἐκδύμεναι ἀπαρεμφάτου, ἵνʼ ᾖ ὁ λόγος· ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν ὄλεθρον. καὶ λείπει τὸ εἴη· εἰ γὰρ τοῦ δύοιμεν εὐκτικοῦ συγκοπὴν αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος.

κρήδεμνα: νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδεμνον τὸ τῆς κεφαλῆς κάλυμμα.

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἴας δʼ οὐκέτι μίμνε—ἐστήρικτο: μέτεισιν ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται· φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλʼ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· ὁρῶ φασι γὰρ οἱ ποιηταὶ φαντασίαν παρέχειν, τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦντες, καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα. ἐνθάδε δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης καὶ τροπικῆς ἀπαγγελίας ἐπῆρται ὁ λόγος, ἐπʼ αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως.

τοιαῦτα: πῶς πάντα ὑπισχνούμενος εἰδέναι οὐ λέγει «ταῦτα»; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα.

βιάζετο γὰρ βελέεσσιν: ὑπὸ βελῶν κατεπονεῖτο. τρωτὸς ἦν ἄρα· καὶ «ὅσσον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν».

δάμνα μιν Ζηνός τε νόος: μέγιστον ἐγκώμιον τοῦ Αἴαντος ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν.

βάλλοντες ... βαλλομένη ... βάλλετο: πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες λέγων καὶ βαλλομένη καὶ βάλλετο. ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις.

δεινὴν δὲ— πήληξ βαλλομένη καναχὴν ἔχε: τοῦτο τῆς καναχῆς ἐπίθετον· διὸ σὺν τῷ ν. καὶ μὴ ψαύοντες μὲν ἀκοντίζουσι τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν ἀσπίδα· ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παραβάλλοντα τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομήδους τὴν κόρυθα θλιβεὶς σκοτοδινιᾷ ὁ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται.

βάλλετο δʼ αἰεί: ὅτι τινὲς γράφουσι «τύπτετο δʼ αἰεί». προείρηκε δὲ βαλλομένη καὶ «βάλλοντες». τὸ δὲ βαλεῖν ἐστὶν ἐκ χειρὸς τύψαι.

βάλλετο δʼ αἰεί κὰπ φάλαρα: γράφεσθαί φησιν ὁ Ἀρίσταρχος καὶ «τύπτετο δʼ αἰεί κὰπ φάλαρʼ» διὰ τοῦ π, οὐκ εὖ· βούλεται γὰρ λέγειν· καὶ τὰ φάλαρα καναχὴν εἶχεν.

βάλλετο δʼ αἰεί κὰπ φάλαρα: Ἀρίσταρχος διὰ τοῦ καί συνδέσμου «καὶ φάλαρα» γράφων πάντως βραχὺ διέστελλεν ἐπὶ τὸ αἰεί

καὶ φάλαρα: ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται «κὰπ φάλαρα». ὑπερβατὸν δέ ἐστι· «δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τὰ φάλαρα, ἐβάλλετο δὲ συνεχῶς». φάλαρα δὲ τὰ κατὰ τὸ μέσον—ἐντίθεται.

κὰπ φάλαρα: ἄμεινον «καὶ φάλαρα» γράφειν, ὡς τῶν παλαιῶν οἱ πλείους, ἵνα «καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα». ἡ πήληξ μὲν οὖν, εἰς ὃ τὸν λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς κόσμος.

ὁ δέ: ὡς περὶ ἑτέρου. ὅμοιον δέ ἐστι τῷ «ὁ δʼ ἐρεύγετο οἰνοβαρείων».

ἔμπεδον αἰὲν ἔχων σάκος—ἐστήρικτο: ἔμπεδον αἰὲν ἔχων σάκος διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξομένους ὁπλοφόρους πλησίον, «οἵ οἱ σάκος ἐξεδέχοντο, ὁππότε μιν κάματός τε καὶ ἱδρώς». πάντῃ δέ ἀντὶ τοῦ γάρ. ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων.

οὐδὲ δύναντο ἀμφʼ αὐτῷ πελεμίξαι: τὸ περὶ αὐτῷ σάκος οὐδʼ ὅσον ἐδύναντο κινῆσαι.

ἐρείδοντες: πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· «καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο».

ἔσπετε νῦν μοι, Μοῦσαι—νηυσὶν Ἀχαιῶν: ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος τὸν ἀκροατὴν προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ δὲ μιᾶς νεὼς ἐμπρησμόν.

δόρυ μείλινον: οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ γέγονε τὸ δόρυ.

ἄγχι παραστάς: πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προήγαγε τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆναι τὸν Ἕκτορα. ἀλλʼ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπεροχήν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται τοῦ δὲ διὰ τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν. ἀλλʼ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς ἐπελάσεως. διὰ μέσου οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δόρατι περιθείς.

παρὰ καυλόν: καυλὸς τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορατίδα.

ἀντικρὺ δʼ ἀπάραξε: ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα, ὅ ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει «τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα», ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλʼ ὅτε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος; ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι «ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν», ὡς ἐγένετο, ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ «κόλον δόρυ» λέγει κατὰ συμπέρασμα· ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδανθέντος τοῦ δόρατος, ἐπεξηγεῖται· φαίνεται γὰρ ὁ Αἴας, μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα, πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ· διὸ καὶ τὸ «αὔτως» πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. τινὲς δὲ καὶ τὸν «δέ» ἀντὶ τοῦ γάρ λαμβάνουσιν, «τῆλε γὰρ ἀπʼ αὐτοῦ».

ἀντικρὺ δʼ ἀπάραξε: εἰ ἀπήραξεν, πῶς ἐπιφέρει «τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη» ἔστι δὲ τάχος περὶ τὴν ἀπαγγελίαν, καὶ τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πράγματός φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν.

πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ—πεσοῦσα: ἐκράδαινε πρὸς τὸ διαγνῶναι, εἰ τέλεον ἠχρείωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ κόλον κολοβωθησόμενον. οἱ δὲ προειρῆσθαι τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ «ὣς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱόν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα»· καὶ ἔτι ζῇ Πάτροκλος. οἱ δὲ τῆλε δʼ ἀπʼ αὐτοῦ τὸν δέ ἀντὶ τοῦ γάρ φασίν.

αὔτως: δίχα μάχης, ἐπεὶ διάπειρα.

κόλον δόρυ: ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ «κόλοι» λέγονται.

κόλον: οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης· κἀγὼ δὲ συγκατατίθεμαι.

γνῶ δʼ Αἴας—βούλετο νίκην: ἑώρα γὰρ καὶ ἔβλεπεν ὅτι παντελῶς τῆς μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ Τρωσὶν ἠβούλετο νίκην. ἢ μᾶλλον «τὰ τῶν μαχομένων ἐνθυμήματα ἠλάττου».

γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε ἔργα θεῶν: συναπτέον μέχρι τοῦ θεῶν. δύναται δὲ στίζεσθαι καὶ ἐπὶ τὸ ἀμύμονα

ῥίγησεν: οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν.

μάχης ἐπὶ μήδεα κείρει: οὕτως Ἀρίσταρχος «κεῖρε» χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε· «εἰς ἄπορον καθίστη τὰ τῆς μάχης ὡς μηδὲν ἔχειν μήσασθαι».

κεῖρε: Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ι, ἄλλοι δὲ «κείρει».

κεῖρε: παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν «ἔγνω ὁ Αἴας εἰς ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι». τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει. ὥστε καὶ τὸ ἐν ἀρχῇ «ὣς οἱ μὲν περὶ νηός» εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος καὶ πάντων τῶν Τρώων.

παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστιν «ἔγνω Αἴας εἰς ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι»· ὁ γὰρ Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν.

χάζετο δʼ ἐκ βελέων: οὐκ εἶπεν «ἐκ νεῶν».

ΚΑΤΑΣΒΕΣΤΗ: ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν «κατά». εἶτα «σβεστή», τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ κατὰ συναλιφὴν «ἀσβέστη», οἷον ἀκατάσβεστος, ὅ ἐστι δυσκόλως σβεστή· ὃ καὶ μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· «ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως». τὸ δὲ «σβεστή» ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικόν, «ἀσβέστη», καθάπερ «ῥεῖα δʼ ἀριγνώτη πέλεται» ἀντὶ τοῦ ἀρίγνωτος.

κατʼ ἀσβέστη: μόνως ἀσβέστη ἀναγνωστέον, οὐ «κατὰ σβεστή»· οὕτως γὰρ εἴωθε λέγειν· «ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως» καὶ «φλογὶ εἴκελος Ἡφαίστοιο ἀσβέστῳ». καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ «ῥεῖα δʼ ἀριγνώτη πέλεται» ἀντὶ τοῦ ἀρίγνωτος.

ἀσβέστη: Ἀρίσταρχος κατὰ βαρεῖαν τάσιν ἀσβέστη, παρώνυμον ἐκδεχόμενος τοῦ «ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως», ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός.

ἀσβέστη: δυσκατάσβεστος. οἱ δὲ τάχιστα κατασβεσθησομένη.

κέχυτο: ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυθέντος ἔφη τὴν διάδοσιν τοῦ πυρός· ὑπεκκαύματα γάρ, καὶ ἡ καιομένη ὕλη πέφυκεν εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρῖσμα τῆς πίττης.

τὴν μὲν πρύμνην: πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε τὴν μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην.

μηρὼ πληξάμενος: ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ Ἀχιλλέα εἰς τοιαύτην ἀπάγει μεταβολήν.

μεγίστη νῦν καὶ καιρία ἡ συμφορά, ὅπου γε καὶ Ἀχιλλέα εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν.

ἱπποκέλευθε: ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδόν· ἢ ἐφʼ ἵππων τὴν πορείαν ποιούμενε.

ἰωήν: ἐν τῇ Μασσαλιωτικῇ «ἐρωήν».

ἐρωήν: γράφεται «ἰωήν», ὁρμήν, παρὰ τὸ ἰέναι.

μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται: ταῦτα ὁμολογουμένως καθʼ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος γὰρ λέγει. δύναιτο δʼ ἂν καὶ τὸ ἑξῆς εἶναι «ὄρσεο», μὴ δὴ νῆας ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς τὰ ἀσύνδετα τὴν προσωποποιΐαν ὅτι ἐμφαντικωτάτη.

μὴ δὴ νῆας ἕλωσι: μέμνηται τῶν λόγων ἑαυτοῦ· ἠπείλει γὰρ μὴ πρότερον ἐξελεύσεσθαι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας «κατά τε σμῦξαι πυρὶ νῆας».

ἤδη πέρας οἱ λόγοι αὐτοὶ ἀπειλήφασι, καὶ μέμνηται αὐτῶν· διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας.

φυκτὰ πέλωνται: ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται, ὁμοίως τῷ «σπάρτα λέλυνται».

ὅτι ἀντὶ τοῦ πέληται.

δύσεο τεύχεα θᾶσσον: πῶς γὰρ ἂν οὐκ ἦν φθονερός, μάχεσθαι συγχωρῶν τῷ φίλῳ, διʼ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι, μὴ συγχωρῶν;

ἐγὼ δέ κε λαὸν ἀγείρω: δαιμονίως αὐτὸς ἐπισπεύδει οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὑτῷ.

ἀγείρω: ὅτι ἀντὶ τοῦ ἀγείραιμι.

ἀγείρω: ὁμοίως τῷ ἀγερῶ· ἐνεστὼς γάρ ἐστι σημαίνων μέλλοντα, ὥσπερ καὶ ἐπʼ ἄλλων παρεθέμεθα· «ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα», «ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει». οὕτως καὶ τὸ «ἐρύουσιν» ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρχος.

κνημῖδας μὲν πρῶτα: σπεύδοντα δεῖ προφέρεσθαι ταῦτα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον.

ἀστερόεντα: ἄστρων μορφαῖς πεποικιλμένον.

ἄστρων κεχρωματισμένον καὶ πεποικιλμένον μορφαῖς.

ποδώκεος Αἰακίδαο: τινὲς «κακῶν βελέων ἀλεωρήν»· καὶ γὰρ «ξεῖνος γάρ οἱ ἔδωκε … δηΐων ἀνδρῶν ἀλεωρήν».

βάλετο ξίφος: τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ

ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο: ὅτι Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν.

ἔγχος δʼ οὐχ ἕλετʼ οἶον: προκατεσκεύακε μόνον αὐτὸ —καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια ποιήσαντι

ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο: διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ Περὶ Ὁμήρου προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιΐαν· καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλʼ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.

ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο:ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλλεῖ, ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, διʼ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι

βριθὺ μέγα στιβαρόν: καθʼ ἕκαστον βραχὺ διασταλτέον.

στιβαρόν: πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν.

τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλὰ—Ἀχιλλεύς: ἀστερίσκους ἔχουσι, κακῶς ὄντες ἐν τῇ Τ. κατὰ συλλογισμὸν ὁ ἔπαινος· ποῖον γὰρ ἦν ὡς μηδὲ πάλλειν αὐτὸ τοὺς ἥρωας δύνασθαι.

ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι «ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας;» ἔστι δὲ κατὰ συλλογισμὸν ὁ ἔπαινος καὶ σύγκρισιν.

ἄλλως· τὸ μὲν οὐ δύνατʼ ἄλλος … ἀλλά μιν οἶος ἐπίστατο: τῇ ἐπιστήμῃ τὴν δύναμιν προσάπτει.

ἀλλά μιν οἶος ἐπίστατο πῆλαι: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι τῷ δόρατι· τὸ γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει.

ἐπίστατο: ἐδύνατο. καὶ Σοφοκλῆς· «οὐπώποθʼ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι». οἱ δὲ πλάττονται λέγοντες ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐτῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως, ὁ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς Μικρᾶς Ἰλιάδος ποιητής· «ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει καὶ ἐπʼ αὐτῷ δίκροος αἰχμή».

μελίην: τὴν ἐκ μελίης.

πόρε: διχῶς, καὶ «τάμε» καὶ πόρε.

ἐκ κορυφῆς: Ἀρίσταρχος «ἐν κορυφῇς» διὰ τοῦ ν.

ἐκ κορυφῆς: καὶ «ἐν κορυφῇς». ἔστι δὲ ἄκρα Χειρώνειος ὑπὲρ Σηπιάδος ἄκρας πρὸς Ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ Χείρων.

ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε:ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προπαρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ.

ζευγνύμεν: ζευγνύμεναι τὸ τέλειον.

τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα: ὅτι Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων.

τὸν μετʼ Ἀχιλλῆα … τῖε μάλιστα: παιδευτικὸν τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον.

παιδευτικὸν καὶ τοῦτο ὅτι μετʼ Ἀχιλλέα εἶχεν αὐτόν· τὸ γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς πίστιν διεγεῖρον.

πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν:πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην πίστιν τῆς φιλίας παρέχεται.

ὕπαγε ζυγόν: ὑπὸ ζυγὸν ἦγεν, ὑπεζεύγνυεν. καὶ ἀλλαχοῦ· «τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν».

Ξάνθον καὶ Βαλίον: ὁ μὲν ἀπὸ τῆς χροιᾶς, ὁ δὲ ἀπὸ τοῦ πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα πάλιν αὐτοὺς ἀνακομίσασθαι ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον. ἐν δὲ τῷ Καταλόγῳ οὐδὲν περὶ αὐτῶν εἶπεν ἐπεὶ μὴ ἐπολέμουν, οὐδὲ περὶ Μυρμιδόνων

τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν δὲ ἀπὸ τοῦ πηδᾶν. ἐν δὲ τῷ Καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει, ὅτι μὴ ἐν πολέμῳ ἐξῄεσαν, οὔτε γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦντας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ πόλεμον ἐξάγει.

Βαλίον: παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων.

τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη:καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν διὰ τὸ ὑπερβάλλον τάχος ἅμα δέ, ὥς φησιν Ἀριστοτέλης ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορᾶν κύουσιν.

εἰκότως δὲ Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους καλεῖ διὰ τὸ τάχος τὸ ὑπερβάλλον, καὶ ὅτι εὔψυχοι καὶ καρτερικοὶ καὶ πολύπονοι. φησὶ δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορρᾶν ὡς ἐξ ἀνέμου κύουσιν.

Ἅρπυια Ποδάργη: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει «Ἅρπυια πόδαργος» ὡς ἐπιθετικόν, ἵνʼ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη. σαφὲς δὲ καὶ ἐκ τούτων· «Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης».

Ἅρπυια Ποδάργη: ὡς «Νηῒς Ἀβαρβερέη». φησὶν οὖν «τηλεκλυτὰ τέκνα Ποδάργης». Ἅρπυια δὲ θήλεια ἄνεμος.

Ἅρπυια· ἤτοι ἀνέμου εἶδος—πόδας ἐχούσης.

Ποδάργη: εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παροξυτονητέον εἰς ἰδιότητα.

παρὰ ῥόον: ἢ ἔτεκεν ἢ βοσκομένη.

ἐν δὲ παρηορίῃσιν: ἄπορον, ὅτου χάριν Ἀχιλλεὺς τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνειν ἄλλο. ἴσως οὖν ἁρμόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτρον γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδραμῇ· ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς δὲ «ἀλεγεινοὶ» ὄντες «ἀνδράσι» Πατρόκλῳ ὑποτάσσονται; ἀλεγεινὸν οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· ἡνίοχος τε ἦν αὐτοῖς Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν —πιθανόν τε Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς διὰ τὰ συμβαίνοντα.

ἄλλως· παρηορίῃσιν: παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντʼ αὐτοῦ τὸν παρήορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ καμεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν

θώρηξεν: ἄμεινον «ἐκόσμησε»· «τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον»· ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει, καὶ ὡς μὴ εἰρημένον νοεῖται. διὰ τοῦτο «σὺν τεύχεσιν».

πάντας ἀνὰ κλισίας: Ζηνόδοτος «πάντῃ ἀνὰ κλισίας».

λύκοι ὥς: διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ «ῥώοντο». κεκορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν.

μέγαν: πρὸς τὸ κορέσαι αὐτούς.

πᾶσιν: ἀντὶ τοῦ πάντων.

αἵματι φοινόν: πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ «αἵματι φοινικόεις» καὶ «χλαῖναν θέτο φοινικόεσσαν» καὶ «ἡνία φοινικόεντα» καὶ «φοίνικι μιήνῃ» καὶ «Φοίνικες», ὅτι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ᾤκουν, ἣν Φοινικὴν Διονύσιος καλεῖ, καὶ τὸ φυτόν ὅτι ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν, καὶ «φοινήεντα δράκοντα» ἀπὸ τοῦ φοινός, καὶ «φοίνιον αἷμα» ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ τὸν φόνον γεγένηται ἡ λέξις.

καί τʼ ἀγεληδὸν ἴασιν: βραχὺ διασταλτέον ἐπὶ τὸ ἴασι πρὸς τὸ σαφέστερον.

ἴασιν: ὧδε ἡ στιγμή.

στικτέον εἰς τὸ ἴασι.

λάψοντες: ὅτι Ζηνόδοτος γράφει «λάψαντες» διὰ τοῦ α. ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ αἵματος ἐμπεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον «ἀπὸ κρήνης ἴασιν» οὐκ ἔδει δέ, ἀλλʼ «ἐκ κρήνης πιόμενοι πορεύονται»

λάψοντες: πιόμενοι. Ζηνόδοτος δὲ «λάψαντες», ἐμπλησθεῖσιν εἰκάζων αὐτούς, οὐ καλῶς. ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων.

ΑΡΑΙΗΙΣΙΝ: δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἱ δὲ ψιλῶς, βλαπτικαῖς.

δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν, ἢ λεπταῖς. ἢ βλαπτικαῖς.

μέλαν ὕδωρ: Ἀναξαγόρας ἐπεὶ φύσει μέλαν· καὶ γοῦν ὁ καπνὸς μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέμενος. οἱ δὲ διὰ τὴν σκιὰν τῶν φυτῶν.

ἄκρον, ἐρευγόμενοι φόνον αἵματος: τὴν πρώτην λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον· τὸ γὰρ συμβαῖνον αὐτὸ ἀπαγγέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ.

ἄκρον, ἐρευγόμενοι φόνον αἵματος: στικτέον εἰς τὸ ἄκρον, ἵνʼ ᾖ «λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ»· οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες· οἱ δὲ λύκοι, πάρδοι, ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως. τινὲς δὲ τῷ φόνον ἐπισυνάπτουσιν, ἄκρον φόνον, τὸ ἀνωτάτω αἷμα τοῦ καταπινομένου καὶ ὄντος ἐν τῷ στομάχῳ.

φόνον αἵματος: ἀντὶ τοῦ αἷμα φόνου.

περιστένεται: ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχωρεῖται· «στεινόμενος νεκύεσσιν»· ὥστε καταστρέφειν εἰς τὸ βαρύνεται. βέλτιον δὲ παρεμπεπτωκέναι τὸ ς ὡς ἐπὶ τῆς φερεσβίου ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται διὰ τὸ ἐμπλησθῆναι τοῦ αἵματος.

περιστένεται: Ἀρίσταρχος ἀντὶ τοῦ «περιτείνεται» διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος· οἱ δὲ «στένει» διὰ τὴν αὐτὴν αἰτίαν· οἱ δὲ «στενοχωρεῖται», ὡς «στεινόμενος νεκύεσσι».

ῥώοντο: ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ γενναιότητος περὶ αὐτὸν ἵσταντο, ἐπιθυμίαν ἔχοντες αἵματος πολεμίου ὡς οἱ λύκοι.

ἐρρωμένως περὶ αὐτὸν οὖν ἵσταντο.

ῥώοντο: ὥρμων προθύμως.

ὀτρύνων ἵππους: ἵππους τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολεμίων. ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ γὰρ ἦσαν ὡς θεῖοι.

ἄλλως· ὀτρύνων ἵππους: ἀντὶ τοῦ ἱππέας· ἀντέταξε γὰρ αὐτῷ τὸ ἀσπιδιώτας.

πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι:πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ; τινὲς μὲν οὖν ἢ οὐκ ἐν πλήθει ἢ ἀρετή· Αἴας γοῦν δώδεκα ναῦς ἔχει Ἀρίσταρχος δέ φησι πεντήκοντα ἀρετὰς εἶναι διὰ τὸ ἐπίκλησιν ν ἢ ναύτας πρὸς ὑπηρεσίαν. Διονύσιος δὲ τὸν μέγιστον ἀριθμὸν ἑκατὸν εἴκοσι ποιεῖν, τὸν δὲ λοιπὸν ἐν τῷ μεταξὺ τούτων ἄγεσθαι, ὡς φθάνειν πάσας ἐπὶ ὀγδοήκοντα πέντε ἀνδρῶν.

πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετή, ἀλλʼ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρχος δέ φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῗσιν ἐδήλωσεν ὡς μόνοι οἱ ἐρέται ἦσαν πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες.

πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν: καὶ Πίνδαρος πεντηκοντερέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι.

πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο: τάχα πρὸς τὸν παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν· εἰ μὴ Ἀχιλλεῖ συμπαρετάσσετο.

ἡγεμόνας ποιήσατο, τοῖς ἐπεποίθει, σημαίνειν: τὸ ἑξῆς «ποιήσατο σημαίνειν, οἷς διʼ ἀρετὴν ἐπεποίθει».

μέγα κρατέων: τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ γὰρ τοιοῦτοι «εὐρυκρείοντες»

τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες «εὐρυκρείοντες».

ἰῆς στιχός: στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ. τὸ δὲ ἰῆς περισπῶσιν καὶ τὸ «ἰῇ δʼ ἐν νυκτὶ γένοντο», οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς». εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ

ἰῆς στιχός: τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις πορεύεται.

διϊπετέος: λαμπροῦ. καὶ Εὐριπίδης· «λαμπρότερος ἢ πρὶν καὶ διϊπετέστερος». ἐπεὶ δὲ χειμάρους, πῶς «Σπερχειῷ ἀκάμαντι» οἱ γὰρ παυόμενοι πόροι δοκοῦσιν ὥσπερ ἀποκαμόντες ἑστάναι. Σπερχειὸς ἐκ Πίνδου κατιὼν καὶ διʼ Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν Μηλιακὸν ἐκδιδοὺς κόλπον. οἱ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ Θερμοπύλας, ἔνθα Πυλαίας Δήμητρος ἱερόν.

λαμπροῦ. καὶ Εὐριπίδης· «λαμπρότερος τίς ἐστι καὶ διϊπετέστερος». ἐπεὶ δὲ χειμάρρους, πρόσκειται τὸ Σπερχειοῖο, ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ χειμάρροι ῥέουσιν. «ἀκάμαντι» δέ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσι ὥσπερ ἀποκαμόντες ἑστάναι.

ἄλλως· διϊπετέος: τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν τὴν ἀρχὴν ἔχοντος.

διϊπετέος: ἤτοι ὑπὸ Διὸς—ἢ διαφανοῦς.

ὃν τέκε: χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως καὶ Ἀριστοφάνης.

ὃν τέκε Πηλῆος θυγάτηρ: ὅτι Φερεκύδης τὴν Πολυδώραν φησὶν ἀδελφὴν Ἀχιλλέως. οὐκ ἔστι δὲ καθʼ Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ καὶ ἐπʼ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγγενείας.

Πηλῆος θυγάτηρ: ἑτέρου Πηλέως· εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, καὶ ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐρωτῶν καὶ ἐν ταῖς Λιταῖς, φάσκων «ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμός», «κτῆσιν ἐμὴν δμῶάς τε», ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν ὁ ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. Νεοτέλης δὲ ὡς ἀδελφιδοῦν Ἀχιλλέως φησὶ τῆς πρώτης τάξεως ἡγεῖσθαι, ὡς καὶ μαρτυρεῖ ἐπιστήμην πολέμου· ὡς ἀχιλλέως τε ἀδελφὴν γαμεῖν ἀπερείσια δίδωσιν ἕδνα εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἐν Ἅιδου· οὐδὲ γὰρ Ὀδυσσεὺς Κτιμένης Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, Σουίδας ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος, Στάφυλος ἐξ Εὐρυδίκης τῆς Ἄκτορος. Ζηνόδοτος δὲ Κλεοδώρην φησίν, Ἡσιόδου καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων.

ἑτέρου, φασί, Πηλέως· εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, πῶς οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς ἐρωτῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς Πηλέα ἑτέρᾳ συνελθόντα γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ λέγουσιν· ὅθεν καὶ τῆς πρώτης τάξεως ἡγεῖται καὶ πολέμων ἐπιστήμων μαρτυρεῖται, καὶ ὡς ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν καιριωτέρων αὐτῷ ἡ φροντίς. ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη αὐτοῦ ἀδελφή, τάχα οὐδὲ μνημονεύειν αὐτῆς ἐβουλήθη. ἢ ὅτι καὶ αὐτὴ ἤδη τετελευτηκυῖα ἦν.

Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη: ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλός φησιν ἐν τῇ τρίτῃ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

Σπερχειῷ: φασὶ Πέλωρα τὸν γίγαντα σπερχόμενον ὑπὸ Ποσειδῶνος ἁλέσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ τριαίνῃ ἀποθανεῖν.

Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα: φασὶ Πέλωρα τὸν γίγαντα, ἐρασθέντα Πολυδώρης, ἐπιτηρῆσαι αὐτήν, πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γεγονυῖαν κρατῆσαι ὡς ἐν προφάσει δῆθεν Σπερχειοῦ καὶ μιγῆναι αὐτῇ· ἀφʼ οὗ Μενέσθιος.

ἐπίκλησιν Βώρῳ: ὁ Μενέσθιος.

Περιήρεος: Περιήρους τοῦ Διοπλήθους τοῦ Μυρμιδόνος.

υἷϊ: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία συλλαβή· διὸ προπερισπαστέον ὁμοίως τῷ «Νηληΐῳ υἷι ἐοικώς». εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία, περιεσπᾶτο, ἀπʼ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ «υἱεῖ ἐμʼ ὠκυμόρῳ».

προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον.

ὅς: ὁ Περιήρης.

ὄπυιε: τὴν αὐτὴν Πολυδώρην.

πορὼν ἀπερείσια ἕδνα: ὅτι ἕδνα τὰ ὑπὸ τῶν γαμούντων διδόμενα ταῖς γαμουμέναις.

ἑτέρης: ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ τὸ μὴ ἐπιδέχεσθαι τὸ μέτρον εἰπεῖν δευτέρας. πρὸς αὐτὸ δὲ τὸ προδεδηλωμένον τῇ δυικῇ διαστολῇ κέχρηται.

ἀντὶ τοῦ δευτέρας διὰ τὸ μέτρον· πρὸς ὃ ἡ διπλῆ.

παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη: ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου νομιζομένης γεννώμενος, σκότιος δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ οὐκ ἀπὸ νομίμου γάμου. καὶ ὅτι τὸ χορῷ καλή πρὸς ἓν ἐκληπτέον, καλλίχορος, διαπρέπουσα ἐν τῷ χορεύειν.

παρθένιος: ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς.

τὸν τίκτε χορῷ καλὴ Πολυμήλη —υἱὸν ἐόντα: προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ καλή οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι τοῦτο παρθένων. διὰ τοῦτο καὶ «μετὰ μελπομένῃσιν» αὐτῆς ἠράσθη.

κρατὺς Ἀργεϊφόντης: πάντων γὰρ περιγίνεται ὁ λόγος· ὅθεν καὶ «σῶκος» διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν.

ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδών: διασταλτέον βραχὺ μετὰ τὸ ἠράσατο.

ἐν χορῷ Ἀρτέμιδος: ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐτῆς χορεύειν τῇ θεῷ· ἢ ὡς συγχορευούσης τῇ θεῷ. ἀθετεῖται δέ· ᾐδέσθη γὰρ ἂν τὴν θεόν.

χρυσηλακάτου: χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινες ἠλακάτην φασί. καὶ Αἰσχύλος ἐν Αἴτναις τοὺς ποταμοὺς «πολυηλακάτους» φησί. κελαδεινῆς δὲ διὰ τὰς ἐν ταῖς θήραις ἐκβοήσεις, «ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον» ἢ διὰ τὰς χορείας· ἢ ἐπεὶ Ἐγκέλαδον ἀπέκτεινε βιαζόμενον αὐτήν.

χρυσηλακάτου: καλλιτόξου, ἢ χρυσῷ—τανύσαντες.

κελαδεινῆς: κυνηγετικῆς, παρὰ τὸν—κέλαδον καὶ ἀϋτήν.

εἰς ὑπερῷʼ ἀναβάς: ὅτι οἱ τῶν θηλειῶν θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίοπτοι ὦσιν.

εἰς ὙΠΕΡΩΙΑΝΑΒΑΣ: ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν. τὰ μετέωρα δὲ τῶν οἰκημάτων ὦα Λακεδαιμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά φαμεν. δύναται δὲ νῦν τοῦ ὑπερώϊον εἶναι ἀποκοπὴ ἢ τοῦ ὑπερῶια συναλιφή.

ἀκάκητα: Ἀρίσταρχος προπαροξύνει. οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις.

οἱ δὲ «ἀκακῆτα» προπερισπωμένως, ὡς γυμνῆτα.

ἀκάκητα: ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς ὀρθῆς κέχρηται, ἀντὶ τοῦ ἀκακήτης, ὡς «κυανοχαῖτα» ἀντὶ τοῦ κυανοχαίτης. καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκακησίου προσηγόρευται καθʼ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. ἢ ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· ὅθεν καὶ «δοτὴρ ἑάων» ὅ ἐστι τῶν ἀγαθῶν.

ἀκάκητα: «Ἑρμεία ... δῶτορ ἑάων». Ἑρμῆς πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ «δοτῆρες ἑάων», ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων· ὅθεν καὶ υἱὸς αὐτοῦ Εὔδωρος ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος.

ἀκάκητα: ὁ μηδενὸς κακοῦ αἴτιος.

πόρεν δέ οἱ ἀγλαὸν υἱόν: Ἑρμῆς αὐτῇ ἀγαθὸν δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος· μέγα γὰρ δῶρον ἡ παιδοποιΐα.

μογοστόκος: μογοῦσα περὶ τοὺς τόκους. ἑνικῶς δὲ εἶπε τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς «μῆνιν ἄειδε θεά».

Εἰλείθυια: αἱ Εἰλείθυιαι, ὡς «μῆνιν ἄειδε θεά» ἀντὶ τοῦ θεαί. αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις.

φώως δέ: οὕτως καὶ Ἀριστοφάνης φώως δέ. Ζηνόδοτος δὲ «πρὸ φόως δέ».

φώως δέ: ὅτι Ζηνόδοτος γράφει «πρὸ φόως δέ». ἀγνοεῖ δὲ ὅτι ἐπὶ μὲν Εὐρυσθέως οὕτως γράφειν ἐγχωρεῖ· πρὸ γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη· διὸ καὶ «ἠλιτόμηνος» εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι.

πρὸ φόως δέ: Ἀρίσταρχος χωρὶς τῆς πρό. Ζηνόδοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ πρὸ φόως δέ· ἠλιτόμηνος γάρ.

ἄλλως· πρὸ φόως δέ: ἢ περισσεύει ἡ πρό, ὡς «νῆάς τε προπάσας»· ἢ τόπον δηλοῖ, ὡς «διαπρὸ δὲ χαλκὸν ἔλασσεν». οἱ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεννήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥρα «ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα»· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλειθυίας.

τὴν μέν: τὴν Πολυμήλην.

τὸν δέ: τὸν Εὔδωρον.

Φύλας: πατὴρ Πολυμήλης.

ἀμφαγαπαζόμενος: φιλοφρονούμενος.

μετὰ Πηλείωνος ἑταῖρον: τὸν Πάτροκλον, κατʼ ἐξοχήν.

γέρων ἱππηλάτα Φοῖνιξ: τινὲς γράφουσι «γερήνιος ἱππότα Φοῖνιξ», λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο

γέρων ἱππηλάτα Φοῖνιξ: δαιμονίως παρέλιπεν ἐπὶ τούτου τὸν πλείω λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι.

Λαέρκεος: ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος

μή τίς μοι—μαχέσθω: οὐδὲν τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων αὐτοὺς ἐντρέπων, μή τίς μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε ἵνα μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί.

ἀπειλάων: συνήθως, ἢ τῶν καυχήσεων. πραότητα δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπενεγκόντος τὰς ὕβρεις, νῦν δὲ ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλλομένου.

πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος: ἡ διπλῆ, ὅτι Ζηνόδοτος, ἓν ποιῶν γράφει χωρὶς τοῦ ι «μητιάασθε», λαμβάνων ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον· διὸ δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθʼ ὑπὸ μηνιθμόν ἤτοι μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον.

πάνθʼ ὑπὸ μηνιθμόν: τὸν τῆς μήνιδος χρόνον. ὅτι ἦν μετὰ τῆς παρούσης ἡμέρας ἑκκαιδεκάτη· πρὸς τὸ ἐν τῇ Η ζήτημα.

καί μʼ ᾐτιάασθε ἕκαστος: λείπει τὸ «ταῦτα λέγοντες». πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. τινὲς δὲ «μητιάασθε» ἑνίζουσιν, οὐχ ὑγιῶς.

σχέτλιε Πηλέος υἱέ, χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ: ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ· ὑπερβολικῶς οὐ γάλακτι, ἀλλὰ χολῇ.

χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ: διὰ τὸ ἄμετρον τῆς ὀργῆς. ἔστι δὲ ὡς Σάμος ἀντὶ τοῦ Σάμη καὶ «ἐν πύλῳ ἐν νεκύεσσιν» ἀντὶ τοῦ πύλῃ.

νηλεές: ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς. διασταλτέον δὲ ἐπὶ τὸ νηλεές.

παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους: οὐκ ἐγκαλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλʼ ὅτι καὶ τοὺς ἑταίρους κατέχεις.

κακὸς χόλος: νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν.

χόλος δέ ἐστι τὸ περὶ ψυχὴν πάθος ἢ ἡ χολή.

ταῦτά μʼ ἀγειρόμενοι: ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐστιν ἡ μέ, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρχος. ὁ μέντοι Κρατήτειος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουσαν οὕτως.

ταῦτά μʼ ἀγειρόμενοι ... ἐβάζετε: τὸ πλῆρες «ταῦτά μοι»· ἢ «ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα», οὐχ ὑγιῶς.

θάμʼ ἐβάζετε: Ἀρίσταρχος Ἰακῶς «θαμὰ βάζετε».

Ἰακῶς τὸ «βάζετε».

νῦν δὲ πέφανται φυλόπιδος μέγα ἔργον: νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη.

ἕης τὸ πρίν γʼ ἐράασθε: ἕης διῄρηται ὡς τὸ «ὅου κλέος». ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προπέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε. καὶ ὡς ἐπιτυχόντας, ὧν ἐπεθύμουν, ἀνδρίζεσθαι παρακελεύεται.

ἄρθεν: Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψιλοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδία, διαλαμβάνοντες περὶ τοῦ «ἄρσαντες κατὰ θυμόν».

ἄρθεν: ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἱ δὲ ψιλοῦσιν, ἵνʼ ᾖ «λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθησαν».

βασιλῆος: ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέμνων «ὅσσον βασιλεύτερός εἰμι».

δώματος ὑψηλοῖο: ταῦτα γὰρ μᾶλλον καταπνεῖται. ἀμελέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται.

ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδομεῖται, ἀμελέστερον δὲ τὰ ταπεινά.

κόρυν: τινὲς «κόρυθα». οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν, καὶ «κόρυθα βριαρήν» φησίν. ἔστι δὲ ὅμοιον τῷ ὄρνιν.

νευόντων: στικτέον: μᾶλλον γὰρ ἐμφαίνει.

ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι: καὶ κατὰ στίχον ἕστασαν, ὅ ἐστι κατὰ βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτωπον.

θωρήσσεσθον: γράφεται «θωρήσσοντο».

θωρήσσοντο: γράφεται «θωρήσσεσθον».

χηλοῦ: χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι. οἱ δὲ παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα. οἱ δὲ παρὰ τὸ χῶ τὸ χωρῶ. Λάκωνες μὲν κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα.

ἀνέῳγε: πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ «ἐπὶ στόμʼ ἔωσε», Ἀττικῶς.

δαιδαλέης: δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρʼ ᾗ Ἀθηνᾶ ἐτράφη.

τήν οἱ Θέτις: ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλλέα γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταί, ἀλλὰ συνεβίου Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα καί φησιν· «τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω», ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα.

Θέτις … θῆκε: οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ. δῆλον δὲ καὶ ἐκ τοῦ «πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης».

θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι: Ζηνόδοτος καὶ Ἀριστοφάνης «θῆκʼ ἐπὶ νηὸς ἰόντι».

οὔλων τε ταπήτων: εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ οὔλη θρίξ.

οὔλων: οὔλων ὡς δούλων. προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας

τετυγμένον: εὖ πεποιημένον. οὐ στρατιώτης δέ, ἀλλὰ Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι.

οὔτε τεῳ σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί:Ἀρίσταρχος «ὅτι» διὰ τοῦ ι· οὐ γὰρ ὅτε Διΐ, καὶ τοῖς ἄλλοις ἔθυε. καλῶς δὲ τῷ προπάτορι Διῒ ἀφώρισε μόνῳ τὴν φιάλην.

ὅτι: οὕτως Ἀρίσταρχος ὅτι, ἄλλοι δὲ διὰ τοῦ ε, «ὅτε».

τό ῥα: οὕτως Ἀρίσταρχος τό ῥα διὰ τοῦ ἑνὸς ρ.

τό ῥα: διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.

θεείῳ: τοῦτο κατὰ ἔθος πάτριον.

μέσῳ ἕρκεϊ: ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου Ἑρκείου Διὸς βωμὸς ἵδρυται, Μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς σκηνῆς. ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ ἐσχάρα ἔκειτο.

Δωδωναῖε: εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα θεὸν ἐπικαλεῖται, ὡς καὶ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ Χρύσης Σμινθεῖ ὁ δὲ Δωδωναῖος καὶ Νάϊος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. οἱ δὲ γράφουσι «Φηγωναῖε»· Σκοτουσαῖοι γάρ φασι παρʼ ἑαυτοῖς λόφον εἶναι Φαγόεντα ἀπέχοντα Σκοτούσης σταδίους πεντεκαίδεκα, ἐν ᾧ Διὸς Φηγωναίου ἐστὶν ἱερόν. οἱ δὲ γράφουσι «Βωδωναῖε»· πόλις γὰρ Θεσσαλίας Βωδώνη, οὗ τιμᾶσθαι τὸν Δία. τινὲς δὲ «ἀναδωδωναῖε» ὑφʼ ἕν, παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. ὠνόμασται δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς τὴν μαντικὴν εἰλήφει. ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν ἐν Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυῒ κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν πόλιν οὕτω προσονομάσαι. ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον τοῦ Διὸς ὁ ποιητής, φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ· καὶ Εὐριπίδης· «Θεσπρωτὸν οὖδας. —σεμνὰ Δωδώνης βάθρα;» Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν· ἐπεὶ κἂν εἰρήκει ὡς περὶ τῆς ἐν Ἰλίῳ «φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο» καὶ «Διὸς περικαλλέϊ φηγῷ». Δωδῶναι δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσι. «δυσχείμερον» δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται.

Δωδωναῖε: ἐν χωρίῳ—τιμώμενε. Δωδῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν. «δυσχείμερον» δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος—προσηγόρευσεν. ἡ ἱστορία παρὰ Θρασυβούλῳ καὶ Ἀκεστοδώρῳ.

Πελασγικέ: ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέμενος· οἱ δὲ «Πελαργικέ»· ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν, ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ. οἱ δὲ «Πελαστικέ», οὗ πέλας ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων, ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν· Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα.

Πελασγικέ: Πελασγία πρότερον ἡ Θεσσαλία—Βοιωτίας ὑπὸ Αἰολέων.

δυσχειμέρου: οἱ περὶ Ζηνόδοτον «πολυπίδακος», διὰ τὸ Καλλιμάχου «κρηνέων τʼ Εὐρώπῃ μισγομένων ἑκατόν».

Σελλοί: πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον. οἱ μὲν γὰρ Σελλούς, οἱ δὲ Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις ἀφʼ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι.

Σελλοί: ὁ μὲν Πίνδαρος Ἑλλοὺς αὐτοὺς οἴεται. δεῖ δὲ ἀπὸ τοῦ ς ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος ποταμοῦ. ὀξύνεται δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ α μὴ προηγεῖται, ὀξύνεται· κιλλός, εἶδος χρώματος ἐν Στεφανοπώλισιν Εὐβούλου· «εὔχρων τι κιλλὸν—μανθάνεις; —θερίστριον», «πολλός», κυλλός, Ἑλλὸς ἢ Σελλός — ἀμφὶ δὲ Σελλοί —, σκελλός, φελλός τὸ προσηγορικόν. τὸ δὲ Γάλλος καὶ «ἄλλος» τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ τὸ «ἄλλος» καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται.

Σελλοί: «Ἑλλοί», ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ. οὕτω δὲ ὁ ποιητὴς καὶ οἱ παλαιοί. τινὲς δὲ Σελλοί, ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ, ὃς νῦν ὡς καλῶς καλεῖται. ἐὰν δὲ εἴπωμεν Σελλοί, ἔσονται περὶ πᾶσαν τὴν Δωδώνην οἰκοῦντες, οὐ περὶ τὸ τέμενος τοῦ θεοῦ· καὶ βέλτιον· ἐν Δωδώνῃ γὰρ τὸ γένος ἐστὶ τῶν ἱερέων τοῦ Διὸς κατὰ διαδοχήν. κοινὸν δὲ τοῖς πᾶσι Ἕλλησι τὸ ἐνταῦθα ἱερόν. σημειωτέον ὅτι ἄνδρας φησὶν αὐτόθι προφητεύειν.

ἀπὸ σελλοῦ τοῦ Θετταλοῦ τοῦτο τὸ γένος· ὅθεν κατὰ διαδοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο.

Σελλοί: Πίνδαρος Ἑλλοί χωρὶς τοῦ ς, ἀπὸ Ἑλλοῦ τοῦ δρυτόμου, ᾧ φασι τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον.

ὑποφῆται: ὑπομάντεις, ἱερεῖς—ἐκφέροντας.

ἀνιπτόποδες: οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι. ἢ μὴ προϊόντες τοῦ ἱεροῦ ὡς μὴ δεῖσθαι νίπτρων· καὶ Καλλίμαχος· «ἧσεν ἐκδοὺς σάμβαλον αὐλείου». ἢ διὰ τὸ μὴ ὑποδεδέσθαι καθʼ ὑπόμνησιν τοῦ κατακλυσμοῦ, ὅτι πεπολημένοι μετὰ τὸ σωθῆναι ηὔξαντο τῷ Διΐ. οἱ δὲ ἀνιπτόποδας ἀνιπταμένους ταῖς διανοίαις, μετεωρολόγους. χαμαιεῦναι δὲ χαμαὶ ὄντες καὶ τὰ πόρρω σκοποῦντες.

ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε—θρησκεύειν.

ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο: ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν κακώσεως εὐχόμενος οὐδὲ κατʼ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς· διὸ ἀθετητέον τὸν ἑξῆς «τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν»· καθολικῶς γὰρ λέγει καὶ οὐκ εἰς ἀφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος.

ἠμὲν δήποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο: τὴν ἀπὸ τῆς μητρὸς δέησιν ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή· καὶ Ἀλκμὰν γάρ φησι· «καί ποτʼ Ὀδυσσῆος ταλασίφρονος ὤαθʼ ἑταίρων Κίρκη ἐπαλείψασα»· οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλʼ ὑπέθετο Ὀδυσσεῖ.

τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν: ὁ μὲν ὀβελὸς πρὸς τὴν προειρημένην ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ τῆς τοῦ Χρύσου εὐχῆς μετενήνεκται.

τιμήσας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν:Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης ἀθετεῖ.

αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νεῶν ἐν ἀγῶνι, — μάρνασθαι: ὡς πρὸς παρόντα τὸν θεὸν καὶ ἀγνοοῦντα διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός.

ἄλλως· ὁ ἀλλά ἀντὶ τοῦ δέ.

νηῶν ἐν ἀγῶνι: ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ ναυστάθμῳ.

τῷ κῦδος ἅμα πρόες—ἐνὶ φρεσίν: πρέπον Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ Ζεὺς διδοὺς τὸ ἕτερον τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα κατορθοῖ παρὰ θεοῖς τὰ αἰτούμενα.

ἐπίστηται: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει «ἐπιστέαται». ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν ἀνάλογον ἕξει τὸ «ἐπιστέαται» τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. ἔστιν οὖν ἀντὶ τοῦ ἐπίσταται, καὶ μετείληπται τὸ α εἰς τὸ η.

ἐπίστηται: δύναται.

ἦ: ὡς ἐρωτηματικὸν περισπαστέον.

ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος: Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ, ἐν οἷς φησι «κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο». οἱ δὲ ἐν Ἰλίῳ γεγενῆσθαι. πῶς οὖν Ἀχιλλεῖ συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιοχοῦντα καιρῷ καὶ ἀναιρεῖν, ὅπου καὶ Αὐτομέδων τοῦτο ποιεῖ ἡνιοχῶν Πατρόκλῳ

ΠΕΡΙΩ: βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ σύνδεσμος.

μῶλον: μολυσμόν.

ναῦφι: ἰδίως ἀπὸ ὀρθῆς παρῆκται γενικὴν δηλοῦν.

δίηται: διώξῃ, κατὰ Μάγνητας.

ἀσκηθής μοι: ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. ἡ δὲ λέξις Αἰτωλῶν. διὰ δὲ τῆς προσθήκης τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ.

τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν:κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους· διὸ προπερισπᾶται τὸ πᾶσι, «σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις». ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπʼ εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς σύμπαντας· «σύμπαντας· τοῖς δʼ οὔ τι δυνήσεαι ἀχνύμενος». καὶ οὕτως ἀνεγνώσθη τὸ «σύμπασιν Πυλίοισι». καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστί, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ τεύχεσι τε ξὺν πᾶσι φυλάξει τὸ ν τὸ ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν.

κατὰ παράθεσιν ἔχει ἐνθάδε ἡ σύν: διὸ καὶ προπερισπαστέον τὸ πᾶσι διὰ τὴν πρὸς τοὺς ἑταίρους ἀντιδιαστολήν.

τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν:ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων.

τοῦ δʼ ἔκλυε μητίετα Ζεύς. τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε: σαφῶς καὶ διὰ βραχέων τὸ πᾶν ἐξήνεγκεν.

νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε:πρὸς τὸ πρῶτον ὑπήντησεν.

σόον: διχῶς γράφεται, καὶ σόον καὶ «σάον».

σόον: γράφεται καὶ «σάον» διὰ τὸ «σαώτερος ὥς κε νέηαι» καὶ «σάω δʼ ἐρίηρας ἑταίρους». οὐ πρὸς τὸ «ἢν γὰρ δή με σόωσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι».

ἀπέθηκε: οὕτως ἀπέθηκε διὰ τοῦ α.

στῆ δὲ πάροιθʼ ἐλθὼν—αἰνήν: εἰκότως θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον.

ἔτι δέ: ἔτι γάρ.

σφήκεσσιν ἐοικότες: παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν.

εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες: ὅτι τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς καὶ ὑγιέστερον εἴρηται.

εἰνοδίοις: παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν.

ἐριδμαίνωσιν: εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν· ἔθοντες δὲ ἐξ ἔθους ἐπιόντες, «ἔθων Οἰνῆος ἀλωήν».

αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας: ἀθετεῖται, ὅτι τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ διʼ ἔργων ἐρεθίζειν, ἀλλὰ διὰ λόγων. καὶ ὅτι διὰ τοῦ προειρημένου στίχου ταὐτὸν εἴρηται· τὸ γὰρ «εἰνοδίοις» ταὐτόν ἐστι τῷ ὁδῷ ἔπι οἰκίʼ ἔχοντες, καὶ τὸ «ἐριδμαίνωσιν» τῷ κερτομέοντες, καὶ τῷ αἰεί τὸ «ἔθοντες», ἐξ ἔθους συνεχῶς ἐπιφοιτῶντες.

αἰεὶ—ἔχοντας: ἠθέτει καὶ Ἀριστοφάνης.

αἰεὶ—ἔχοντας: ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· τὸ γὰρ αἰεί ταὐτόν ἐστι τῷ «ἔθοντες», τὸ δὲ κερτομέοντες τῷ «ἐριδμαίνωσι», τὸ δὲ ὁδῷ ἔπι τῷ «εἰνοδίοις». ἄλλως τε ὁ ποιητὴς κερτόμησιν ἀεί φησι τὸ διὰ λόγων ἐρεθίζειν, οὐκ ἔργων. τινὲς δὲ «ὁδῷ ἔπι οἰκίʼ ἔχοντες» γράφουσιν, ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει τὸ οἵ, ἵνʼ ᾖ οἱ κερτομικοί.

ἔχοντας: Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ ἅπασαι.

τιθεῖσι: προπερισπᾶται. προείρηται δέ

παρά τίς τε κιών: παροδεύων τις. πλεονάζει οὖν ὁ τέ σύνδεσμος.

πρόσσω πᾶς πέτεται: ὅτι πληθυντικῶς εἰπὼν «οἱ δʼ ἄλκιμον ἦτορ ἔχοντες» ἑνικὸν ἐπιφέρει πᾶς πέτεται διὰ τὸ τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικόν, ὅμοιον τῷ «ἀγρόμενοι πᾶς δῆμος».

πρὸς τὸ σχῆμα. καὶ τὸ πᾶς ἴσον τῷ πάντες.

πρόσσω πᾶς πέτεται: ἥκιστα ἂν ἴδοις σφῆκα φεύγοντα, διώκοντα δὲ προθυμότατα.

βοὴ δʼ ἄσβεστος ὀρώρει: Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ βοησάντων, Τρώων δὲ θορυβηθέντων.

ἑτάροισιν ἐκέκλετο: οὔπω ἐμβαλοῦσιν εἰς τὸν πόλεμον, ἀλλʼ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδʼ ἂν ἠκούσθη. καλῶς δὲ ἐπὶ Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπʼ ἐξουσίας γεγονὼς παρακαλεῖ γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ.

ὡς ἂν Πηλείδην τιμήσομεν: μέγαν αὐτοῖς ὑπογράφει σκοπὸν ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν.

καὶ ἀγχέμαχοι θεράποντες: ἀπὸ κοινοῦ τὸ «μέγʼ ἄριστοι» Σέλευκος δὲ ἀθετεῖ.

γνῷ δὲ καὶ Ἀτρείδης— ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν ἐλέγχων μετὰ παρρησίας—«νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ»—, ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπολογούμενος. τὰ αὐτὰ δὲ τῷ Ἀχιλλεῖ προφέρεται ἔτι. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι σπεύδοντος Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.

ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: ὅτι τὸ δεν παρέλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν Ἀχαιῶν οὐκ ἔτισεν.

περισσεύει τὸ ἕν· ἔστι γὰρ «οὐκ ἔτισεν».

ἐν δʼ ἔπεσον Τρώεσσιν: ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν· «ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι».

ἀμφὶ δὲ νῆες: οὐ πᾶσαι, ἀλλʼ αἱ τῶν Μυρμιδόνων.

Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱόν:αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱόν, προαναπεφώνηκε δὲ τοῦτο ἀφʼ ἑαυτοῦ ὁ ποιητής.

αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας:Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι τὸν Πάτροκλον, Πάτροκλον δὲ Ἀχιλλέα.

πᾶσιν ὀρίνθη θυμός: ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν πραγμάτων ἐχομένους.

φάλαγγες ἐλπόμενοι: ἔστι τι ὅμοιον καὶ παρὰ Θουκυδίδῃ· «ἐκ τῶν Ἀθηνῶν καὶ ἄλλης συμμαχίας πεντήκοντα τριήρεις πλέουσαι ἐς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.»

ἄλλως· φάλαγγες ἐλπόμενοι: ἀντὶ τοῦ ἐλπομένων. Ζηνόδοτος δὲ γράφει «ἐλπόμεναι», ἐπὶ τῶν φαλάγγων. ἐπαινεῖ δὲ Ἀρίσταρχος ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσομένους.

ἐλπόμενοι: ὅτι ἰδίως εἴρηκε «φάλαγγες» ἐλπόμενοι πρὸς τὸ νοητόν· σύστημα γὰρ ἀνδρῶν εἰσιν αἱ φάλαγγες. ἢ δεῖ τὴν πτῶσιν μεταλαβεῖν «ἐλπομένων».

ναῦφι: ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν.

πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον:δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης ἐν ᾧ πάντες φευκτιῶσι, καὶ οἰκεῖον βαρβάρων.

νηῒ παρὰ πρυμνῇ μεγαθύμου Πρωτεσιλάου: καλῶς τῇ κινδυνευούσῃ νηῒ πρώτῃ ἐπικουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεύς· «μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλονται».

Παίονας ἱπποκορυστάς: Μίμνερμος «Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων». ἐν δὲ τῷ Καταλόγῳ καὶ «Παίονες ἀγκυλότοξοι». ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην· ἢ διαφόρῳ ὁπλίσει ἐχρῶντο· ἢ ἱπποτοξόται ἦσαν.

ἐξ Ἀμυδῶνος: Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ τὸν Ἀξιὸν ποταμὸν κείμενον.

ἕταροι δέ μιν ἀμφεφόβηθεν Παίονες: ἐκ πλήρους ἡ ἀμφί. τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου δὲ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος. ἅμα δὲ διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους.

ἀμφεφόβηθεν: Ἀρίσταρχος Ἰακῶς «ἀμφὶ φόβηθεν».

κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ: ἐπαινεῖται ταῦτα ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἰ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ σκάφος

ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν ἔχοντα.

ἔσβεσεν: αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβεσεν, ὅπερ ὁ Ζεὺς ἀνῆψεν.

αἰθόμενον: ἐν ἄλλῳ «ἀκάματον».

ἡμιδαής: ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ ἐπάγει τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν.

τοὶ δὲ φόβηθεν: ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ τῶν πολεμίων ὑποχώρησις.

ἀλίαστος: ἀνέκλειπτος.

ἀφʼ ὑψηλῆς κορυφῆς: ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον. μέμνηται δὲ αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ «εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε».

κινήσῃ … νεφέλην: πιθανῶς οὐκ εἶπε σκεδάσῃ· οὐ γὰρ προτροπάδην ἀπίασιν. ὁπότε δὲ προτροπάδην φεύγουσιν, «ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται».

κινήσῃ ὑπʼ ἀνέμου δηλονότι.

κινήσῃ: καὶ ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνατίθησιν, οἱ δὲ μετʼ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα θεοῦ.

ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι—αἰθήρ: ὅτι ἐνταῦθα οἰκείως κεῖνται· ἐπικειμένης γὰρ τῆς Τρωϊκῆς φάλαγγος ὡς νέφους ὄρει, αἰφνιδίως ὡς ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο. ἐν δὲ τῇ Θ κακῶς.

σκοπιαί: τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω.

πρώονες: ὡς σώφρονες. προείρηται

πρώονες: οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. ἔστι δὲ τοῦ πρῶνες διαίρεσις.

οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ: αἴφνης —νεφέλης ῥαγείσης.

ὑπερράγη ... αἰθήρ: τῶν νεφῶν διαρραγέντων ὤφθη ὁ αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν.

ἄσπετος αἰθήρ: Νέστορος εἰπόντος «αἴ κέν τι φόως Δαναοῖσι γένηαι» φησὶν ἄσπετος αἰθήρ.

οὐ γάρ πώ τι Τρῶες—ἀνάγκῃ: δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ γενομένου φυγεῖν προτροπάδην τοὺς βαρβάρους.

προτροπάδην: ἀμετάστρεπτοι.

ἀνθίσταντο: ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες.

τινὲς «ἄντα ἵσταντο».

ὑποεῖκον: ζητεῖ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς δεῖ ἀναγινώσκειν.

κεδασθείσης ὑσμίνης: ἄλλος γὰρ ἄλλῃ ἔφυγε· διὰ δὲ τῶν Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγεμόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλʼ ἐκθυμότερον ἀφʼ ὧν ἔπαθον, ἀμύνονται τοὺς Τρῶας.

ἡγεμόνων: τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω προσνέμει.

αὐτίκʼ ἄρα στρεφθέντος: τοῦτο καὶ ἀπʼ ἄλλης ἀρχῆς δύναται λέγεσθαι, ἵνα στίζωμεν ἐπὶ τὸ «υἱός». κοινὸν δὲ νοηθήσεται κατʼ ἐκείνης τῆς διανοίας τὸ «ἕλεν».

στρεφθέντος: εἰς φυγὴν δηλονότι.

διαπρὸ δὲ χαλκὸν ἔλασσεν: διήλασε τὸν χαλκὸν εἰς τοὔμπροσθεν.

οὖτα Θόαντα στέρνον: ἀντὶ τοῦ Θόαντος.

Θόαντα: πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας οὗτος.

καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ.

στέρνον: λείπει ἡ κατά.

ἐφορμηθέντα: Ἀριστοφάνης «ὑφορμηθέντα» ἀντὶ τοῦ ὑποχωρήσαντα· καὶ οὐκ ἄχαρις ἡ γραφή.

ὀρεξάμενος: τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.

ἄλλως· ἔφθη ὀρεξάμενος: ἀντὶ τοῦ «παίσας ἔφθη πρὶν οὐτάσαι».

ἄλλως· ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας.

πρυμνὸν σκέλος: τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν.

μυών: μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ τῶν καιρίων. οἱ δέ φασιν ὡς μύες ἐκ νεύρων εἰσι πεπλεγμένοι καὶ σαρκὸς στερίφης· ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱμορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, τελευτὴ δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ «πάχιστον» αὐτόν φησιν· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ κνήμῃ, καθάπτων ἐπὶ τὴν πτέρναν, καλούμενος τένων.

μυών: μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες.

Νεστορίδαι δʼ ὁ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρί: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ Νεστοριδῶν ὁ μὲν Ἀντίλοχος οὔτασεν Ἀτύμνιον ὁ δὲ Θρασυμήδης Μάριν

Νεστορίδαι: ἀντὶ τοῦ Νεστοριδῶν. ἢ ἀπὸ κοινοῦ τὸ «οὔτασαν». δεῖγμα δὲ φιλαδελφίας κοινὸν προὔβαλε τῶν φονευόντων καὶ φονευομένων, ἥδιστα δὲ κατεσχημάτισεν ὅλον τὸν λόγον.

Νεστορίδαι δέ: μετὰ τὸν δέ σύνδεσμον διασταλτέον.

οὔτασε: τινὲς «οὐτάς».

Ἀντιλόχῳ ἐπόρουσε—οὐδʼ ἀφάμαρτεν: ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν φιλαδελφίαν ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόντος.

ἔφθη ὀρεξάμενος, πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,ὦμον ἄφαρ: τὸ ἑξῆς ἔφθη ὀρεξάμενος ὦμον ἄφαρ

ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας.

δρύψʼ ἀπὸ μυώνων: εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ νεῦρα εἰς νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι πρὸς τὰ καίρια· ὅθεν αἱ ἀθρόαι κατὰ τῶν μυῶν πληγαὶ θανατοῦσιν.

ἄλλως· δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε: τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος, ἀπήραξε δὲ ἕως τοῦ ὀστέου.

ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε: τὸ ἑξῆς «ἀπάρραξεν ὀστέον». ἄχρις δὲ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπικὸν ὡς νῦν.

ἄχρις: Ἀρίσταρχος ὡς «μέχρις» ἀνεγίνωσκε, παρὸ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις, «ἅλις», «μόγις», ἄχρις, αὖθις. ὀξύνεται δὲ τὸ «χωρίς» καὶ «ἀμφίς», διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι· διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις, «αὖθι», αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου.

ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε: ἡ διπλῆ, ὅτι πτῶσις ἤλλακται, δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις παρεῖται· ἔστι γὰρ ἀντὶ τοῦ «ὣς τὼ ὑπὸ δοιῶν κασιγνήτων δαμέντε».

ὑπὸ τῶν δύο ἀδελφῶν δαμέντες, ὡς τὸ «Ἀχιλῆϊ δαμασθείς».

Ἀμισωδάρου: οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα ἔγημε Βελλεροφόντης, ὡς Ξενομήδης ἔφη.

Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν: ὅτι οὐ πέπλασται τὰ περὶ τὴν Χίμαιραν, πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη· οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος ἔπλασεν.

ἀμαιμακέτην: τὴν ἀκαταμάχητον.

ἀμαιμακέτην: ἐφʼ ἣν οὐκ ἄν τις ὁρμήσειεν.

Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ζωὸν ἕλε: πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ τῷ Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος· διὸ καὶ τὸ ἐπορούσας πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν τινα.

πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι: πᾶν ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορραγίαν. ἀλλαχοῦ δὲ «ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν».

τὸν δὲ κατʼ ὄσσε ἔλλαβε ... θάνατος: ἀντὶ τοῦ «τοῦ δέ». ἡ δὲ κατά πρὸς τὸ ἔλαβεν

Πηνέλεως δὲ Λύκων τε συνέδραμον—ξιφέεσσι συνέδραμον: τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶτον ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλʼ ὥσπερ αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον δεδήλωκεν ὅτι ἀκοντίσαντες ἐπʼ ἀλλήλους ἥμαρτον.

ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω: ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ παντὸς οὕτως Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ καὶ τάλανος, καὶ ἡ συνήθεια· πρὸς ὃ καὶ ἡ σημείωσις.

ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσσουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

φάσγανον ἐρραίσθη: διεκλάσθη καὶ διεφθάρη ὑπὸ τῆς βίας τοῦ τύψαντος, ὡς τὸ Μενελάου «τριχθά τε καὶ τετραχθά».

θεῖνε: ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ συνήθως τὰς πληγάς.

ἔσχεθε δʼ οἶον δέρμα: μόνον δὲ τὸ δέρμα κατεῖχε καὶ κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν.

κιχείς: ἀπὸ τοῦ κίχημι. ἢ τῆς «κιχών» παθητικόν, ὡς τῆς λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς· «ἐριπέντι Πολυνείκει»

ἐπιβησόμενον: ἐπιβατικῶς ἔχοντα.

Ἐρύμαντα: παρὰ τὸ ἔρυμα. τινὲς δὲ «Ὀρύμαντα».

κατὰ στόμα νηλέϊ χαλκῷ—ὑπʼ ἐγκεφάλοιο: ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον διαθέμενος περὶ τὸν Πάνδαρον τοῦ μὲν γὰρ ἄνωθεν πληγέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν πληγὴ διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφαλῆς.

νέρθεν ὑπʼ ἐγκεφάλοιο— ἐκ δʼ ἐτίναχθεν ὀδόντες: ἐπάνω τῆς ὑπερῴας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον, οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος ἐξετινάχθησαν. ὀστέα δὲ Ἀπολλώνιος τοὺς σφονδύλους φησίν.

κέασσε: οἰκείως ἐπὶ μὲν ὀστῶν ἐκέασθεν, ἐπὶ δὲ ὀδόντων «ἐτίναχθεν», ἐπὶ δὲ τοῦ δόρατος «ἐξεπέρησε» φησίν.

ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί: ἡ αἱμορραγία ὅλην τὴν κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπʼ ὀφθαλμῶν δῆλοι τὰ πρῶτα γίνονται τῆς χολῆς ὑποδραμούσης.

αἵματος ὀφθαλμοί: βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλμοί. ἔσται δὲ ὁ λόγος· ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν.

πρῆσε: ἐξεφύσησε. καὶ ἀλλαχοῦ· «ἐν δʼ ἄνεμος πρῆσεν». εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προχυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι.

οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος:βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον.

ἄνδρα ἕκαστος: ἐν ἄλλῳ «ἄνδρας ἀρίστους».

ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον: ὅταν ἑνὸς ἔφοδον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, «ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι». νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.

ἐπέχραον: ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν.

ὑπὲκ μήλων αἱρεύμενοι: ἐξ αἰγῶν ἢ προβάτων ὑφαιρούμενοι.

μήλων: προβάτων καὶ αἰγῶν. καὶ ἐν ἄλλοις «μῆλʼ ὄιές τε καὶ αἶγες» πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοί· καὶ Εὔπολις προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν.

αἵ τʼ ἐν ὄρεσσιν: αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. καλῶς δὲ καὶ τὸ νέον καὶ τὸ θῆλυ, καὶ τὸ ἐν ὄρεσσιν, ἔνθα οὐκ ἔστι φυγή.

αἵ τε: οὕτως αἵ τε θηλυκῶς, αἱ ὄϊες.

διέτμαγεν: ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν διέτμαγεν ὡς «κόσμηθεν», ἵνʼ ᾖ διετμάγησαν, παθητικῶς· τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν.

διέτμαγεν: οὕτω διὰ τοῦ ε διέτμαγεν.

ὣς Δαναοί: καὶ Μυρμιδόνας συμπεριλαμβάνει.

ἐπέχραον: ἐπήλθοσαν.

φόβοιο δυσκελάδου: προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώκοντες καὶ οἱ διωκόμενοι.

Αἴας δʼ ὁ μέγας— ἵετʼ ἀκοντίσσαι: δαιμονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ Αἴαντι· ἐγκότως γὰρ ἔχει πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν διʼ αὐτὸν ἀποκρουσθεὶς τῆς νεώς εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι τὴν ὁμοίαν.

Αἴας δʼ ὁ μέγας: ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸς τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων.

πρὸς διαστολὴν τοῦ Ὀϊλέως.

σκέπτετο: ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε καὶ παρετήρει εἰς τὸ μὴ πληγῆναι.

σκέπτετο: σκοπεύων ἐφυλάττετο. τοῦτον δὲ ἀκοντοδόκον φασίν.

ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων: καλῶς ἐπὶ μὲν τοῦ βαρέος δοῦπον, ἐπὶ δὲ τοῦ ταχέος ῥοῖζον.

καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος καὶ κούφου ῥοῖζον φησίν, ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον.

ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω: ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός· ὡς γὰρ ἀφʼ ἑτέρου ἐφʼ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ μὴν τόπος ἐπουράνιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι· καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· «ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὸν νέφος». τοιγαροῦν καὶ ὅταν λέγῃ ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται, ἀπὸ ὄρους σημαίνει.

ἀπʼ Οὐλύμπου: τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται.

νέφος ἔρχεται οὐρανὸν εἴσω: οὐ τὴν ἄνω φορὰν ποιούμενον — πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη; —, ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον.

οὐρανόν: τὸν περὶ τὰ νέφη τόπον εἴωθε καλεῖν.

Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ νέφη τόπος. λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσι κινούμεναι, περιέρχονται τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ οὐρανόν.

αἰθέρος ἐκ δίης ὅτε τε Ζεὺς λαίλαπα τείνῃ: ΔΙΗΣ τινες τῆς ὑπὸ Διὸς ἀρχομένης, ὡς Ὀδυσσήϊος δόμος «ὅτʼ ἂν ἐκ τῆς αἰθέρος ὁ Ζεὺς ἐπιτείνῃ λαίλαπα». ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν ἦν «λαίλαπι», ἵνʼ ᾖ «ὅταν ὁ Ζεὺς ἐν λαίλαπι παρατείνῃ τὰ νέφη».

ἄλλως· αἰθέρος ἐκ δίης ὅτε τε Ζεὺς λαίλαπα τείνῃ: ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε τῶν Τρώων.

αἰθέρος ἐκ δίης: τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι. τὸ μέντοι ζήτημα ὁμοίως μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος.

αἰθέρος ἐκ δίης: πῶς αἰθέρος; τὰ γὰρ πάθη—ἐν τῷ αἰθέρι.

λεῖπε δὲ λαόν Τρωϊκόν, οὓς ἀέκοντας: ὅτι πρὸς τὸν νοῦν ὑπήντησεν.

πολλοὶ δʼ ἐν τάφρῳ … ἵπποι: καὶ μήν, φησίν ἔξω τὴν ἵππον εἴασαν. ἀλλʼ ὁ Ἀπόλλων ἱππήλατον ὁδὸν αὐτοῖς ἐποίησεν· «αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον πᾶσαν λειανέω» καὶ «ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο».

ἄξαντε: πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ δυϊκόν. πρώτῳ δὲ ῥυμῷ τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· οἱ δὲ τῷ πρὸς τὸν ἄξονα, ὃς καὶ μᾶλλον τρίβεται.

ἄλλως· ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ: ἀπὸ κοινοῦ τὸ ἅρματα.

πρώτῳ: ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. «πρώτῃσιν δὲ πύλῃσιν» ἀντὶ τοῦ ἄκραις.

σφεδανόν: οὕτως ὡς σφοδρόν. προείρηται.

σφεδανόν: ἐσπευσμένως. οἱ δὲ συντόνως, ἀφʼ οὗ καὶ σφὴν ὁ διατείνων τὰ ἄρθρα καὶ σφίγγων.

τμάγεν: καὶ τοῦτο διὰ τοῦ ε.

τμάγεν: διεκόπησαν καὶ διεσχίσθησαν ἀπʼ ἀλλήλων. διʼ ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι· «πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι».

ἀέλλη: ὀμιχλώδης κονιορτός.

ὑπαὶ νεφέων: ἔμπροσθεν τῶν νεφῶν.

ὑπαὶ νεφέων: ὑπὸ τὰ νέφη. ἢ ὑπὸ τῶν ἀνέμων.

τανύοντο: ἐμφαντικώτερον τοῦτο τοῦ ἀπέτρεχον.

νεῶν ἄπο καὶ κλισιάων: ἐν ἄλλῳ «ἑλιχθέντων ὑπʼ Ἀχαιῶν».

ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν: ὅπου πολὺν ἐργάσασθαι φόνον ἠδύνατο.

ἔχε: ἤλαυνε τοὺς ἵππους.

ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον —ἀνεκυμβαλίαζον: οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι ὡς τοὺς πίπτοντας αἰτίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς ὄπισθεν τιτρωσκόμενοι.

ἀνακυμβαλίαζον: οὕτως Ἀρίσταρχος ἀνακυμβαλίαζον διὰ τοῦ α· οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ τοῖς Ἴωσιν.

οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ἀνεκυμβαλίαζον».

ἀνεκυμβαλίαζον: Ἀρίσταρχος διὰ τοῦ α, «ἀνακυμβαλίαζον».

ἀνεκυμβαλίαζον: ἀνεπήδων καὶ ἀνεκουφίζοντο, ἀπὸ τῶν κυμβάλων, ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ βομβῶδες ὂν τὸ ῥῆμα ἔδωκεν ἔμφασιν τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως ἐγὼ οἶμαι· «ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ὀχέων· οἱ γὰρ δίφροι ἀνεκυμβαλίαζον». ἀνακουφιζομένων οὖν τῶν ἀξόνων πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται.

ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι:τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλλέως ἵππων. Ἕκτωρ δὲ αὐτὸ μόνον ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν, «ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται». Αἰσχύλος δὲ Ἀχιλλέα σὺν τῇ πανοπλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα τὰ νῶτα τοῖς ἐχθροῖς.

ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός: παρεκελεύετο γὰρ αὐτοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν.

τὸν δʼ ἔκφερον ὠκέες ἵπποι: ἐξενηνόχεισαν ἴσως διὰ τῆς ὑπὸ Ἀπόλλωνος γεγονυίας ὁδοῦ πῶς δὲ οὐ καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς Αἰνείας· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος· ἀφʼ οὗ καὶ οἱ Ἀσίου, «ὃν Ἀρίσβηθεν φέρον ἵπποι»· ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

ἐξενηνόχεισαν διὰ τῆς ὑπʼ Ἀπόλλωνος γεγονυίας ὁδοῦ. πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας προέφυγεν. ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

λαίλαπι: λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος, ποτὲ δὲ ἁπλῶς ὑετός.

ὀπωρινῷ: τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος πολὺς κατὰ τὸ μετόπωρον. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν τοῦ θείου ὀργὴν προσπαρέλαβεν, ὠφελῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνύς, ὅσα τοῖς ἀδικοῦσι συμπίπτει δεινά, οὐ καθʼ ἕνα μόνον, ἀλλὰ κοινῇ. ἐντεῦθεν Ἡσίοδός φησι· «λιμὸν ὁμοῦ καὶ λοιμόν»

οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας:παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα καὶ τοὺς κριτάς. οὐκοῦν ἐὰν παρὰ καιρόν τι φαίνηται γινόμενον, οὐκ ἐχρῆν ἐπικαλεῖν τὸ δαιμόνιον· ἔοικε γὰρ κολάζειν τοὺς ἀδίκους.

οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας:οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι θέμιστας. ἢ τὸ «κρίναντες» ἀπὸ κοινοῦ.

θέμιστας: ὅτι ἀντὶ τοῦ δίκας.

θεῶν ὄπιν οὐκ ἀλέγοντες: τὴν ἐπιστροφὴν τῶν θεῶν οὐκ ἔχοντες ἐν λόγῳ.

τῶν: τῶν ἀσεβῶν ἀνδρῶν.

κλιτύς: ἐχρῆν μὲν διὰ τὸ «κλιτύας οὐρῆας» περισπᾶσθαι τὸ κλιτύς, ἀνεγνώσθη δὲ κατʼ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ «κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων».

κλιτύς: κλίματα ὀρῶν. καὶ ἐχρῆν μὲν περισπᾶσθαι, ἐπεὶ ἀπὸ τοῦ κλιτύας ἦν. ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ «κνημῖδας γραπτὰς δέδετο, γραπτὺς ἀλεείνων».

κλίματα ὀρῶν. μεμάκρυνται δὲ τὸ κλι καὶ περισπᾶται, ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς.

σχόλιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ «γραπτῦς» περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ «κλιτῦς» δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφʼ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται.

κλιτῦς: αἱ ἀποκλίσεις τῶν ὀρῶν.

χαράδραι: πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται δὲ τὰ τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος.

χαράδραι: κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι. νυνὶ δὲ αἱ ῥύσεις.

ἄλλως· χαράδραι: χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις ἐκ ποταμῶν καὶ ὑετῶν ἐκρησσόμενος.

ἐπικάρ: ὅτι ἐπὶ κάρα ἐστὶ κατὰ ἀποκοπήν. σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος. οὐ λέγει δὲ ὁ ποιητὴς —ἢ πληθυντικά.

ἐπικάρ: τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμεινον δὲ ἐπικρασίως εἶναι τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν. οἱ δὲ «ἐπικάρπια ἔργα μινύθει».

ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι:ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει, ὡσεὶ «μεγάλα στενάχουσι ῥέουσαι», εἶτα ἀντέθηκε μεγάλα στενάχοντο θέουσαι.

στενάχοντο: πρὸς τοῦτο ἡ πᾶσα παραβολή. τὰ δʼ ἄλλα εὐσεβείας χάριν παρέθηκεν.

ἂψ ἐπὶ νῆας ἔεργε … μεταΐσσων: θαυμάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι· ταῦτα γὰρ οὐδὲν διαφέρει τῶν ἐπʼ Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πολεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· «ἔνθα διατμήξας τοὺς μὲν πεδίον δʼ ἐδίωκεν».

ἄλλως· ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές: πάλιν ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς.

παλιμπετές: παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πιπτόντων βολῶν. ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν βούλεται, ὅπερ καὶ ἐπὶ Δόλωνος πράττουσιν

ἔνθʼ ἤτοι Πρόνοον—χθονὶ πουλυβοτείρῃ: συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ περὶ τῶν ἐκδικουμένων Ἑλλήνων.

Πρόνοον—παρʼ ἀσπίδα: παραβάτης ἦν οὗτος· διὸ καὶ ἀσπίδα φέρει. ὁ δὲ Θέστωρ ἡνίοχος αὐτοῦ.

δουρὶ φαεινῷ: ἐν ἄλλῳ «ποιμένα λαῶν».

ὁ δὲ Θέστορα: ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ.

ὁ δὲ Θέστορα: Θέστορα δέ.

δεύτερον ὁρμηθείς· —ὁ δʼ ἔγχεϊ νύξε παραστάς: οὐ στικτέον μετὰ τὸ ὁρμηθείς, ἀλλὰ διασταλτέον· ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως· «ὁ δὲ Θέστορα Ἤνοπος υἱόν» δεύτερον ὁρμηθεὶς ἔγχεϊ νύξε παραστάς

δεύτερον ὁρμηθείς: ἀπὸ κοινοῦ τὸ «βάλε».

εὐξέστῳ: οὐ διαιρήσεις τὴν λέξιν διὰ μέτρον.

εὐξέστῳ: ἀδιαίρετον.

ἀδιαίρετον διὰ μέτρον.

ἀλείς: συστραφεὶς ἐν ἑαυτῷ ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως.

ἐκ γὰρ πλήγη: ὅτι τὸ ἐκ γὰρ πλήγη ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α.

γναθμόν: ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγομένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς «λιμός».

διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων: διέπειρε δὲ τῶν ὀδόντων αὐτοῦ, Ἀττικῶς.

ἕλκε: ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς «ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα».

ὑπὲρ ἄντυγος: ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ ἄντυγος καὶ τὸν τόπον ἔδειξε, διʼ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπʼ ὄψιν ἤγαγεν.

ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φώς—δουρὶ φαεινῷ: παντάπασιν ἡ παραβολὴ ὡμοίωται· καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ ὁ μὲν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι· καὶ ὁ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύϊ, τὸ δὲ δόρυ, διʼ οὗ εἵλκετο, τῷ ἁλιευτικῷ καλάμῳ.

πέτρῃ ἐπὶ προβλῆτι: διδάσκει, ποῦ δεῖ τοὺς ἁλιεύοντας καθέζεσθαι, οὐ παρʼ αἰγιαλῷ, ὅπου σπανίως ἰχθὺς παρατρέχει.

ἱερὸν ἰχθύν: οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ ιθʹ Περὶ ζῴων ἱστορεῖ ὅτι «ὅπου δʼ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγεῖς καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους.» οἱ δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις. οἱ δὲ διερόν. Πλάτων δὲ ἀγνοῶν ἱερόν φησι διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ τῶν ἡρωϊκῶν ἐστιν.

ἱερὸν ἰχθύν: ἤτοι μέγαν, ἢ Ποσειδῶνος· ἢ τὸν ἄνετον διὰ τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ τῶν ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον διʼ ἀνάγκην λιμοῦ.

ἱερὸν ἰχθύν: ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασιν τὸν πομπίλον, οἱ δὲ τὸν κάλλιχθυν, ἀλλὰ κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν λέγομεν τὸν ἀνειμένον.

ἐκ πόντοιο θύραζε λίνῳ: τῇ διὰ νεύρων ἢ τριχῶν ἱππείων ὁρμιᾷ· καὶ ταῦτα γὰρ λίνα φασί. τὸ δὲ θύραζε ὅμοιον τῷ «δόρυ μείλινον ὦσε θύραζε».

λίνῳ: αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς ἧπτον συρίγγια κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον.

ἤνοπι χαλκῷ: ἐμφώνῳ. ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτρίσασθαι.

ἄλλως· ἤνοπι χαλκῷ: τῷ ἀγκίστρῳ, ἀπὸ τοῦ ὅλου τὸ μερικόν. ἤνοπι δὲ ἐμφώνῳ· μόνος γὰρ τῶν ἀψύχων φωνὴν ἔχει· οἱ Πυθαγορικοὶ γάρ φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θείῳ πνεύματι καὶ ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπάντων σειομένοις ἐοικέναι τὰ κοῖλα χαλκώματα.

τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν. μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον ποιὸν ἀποτελεῖ.

ὣς εἷλκʼ ἐκ δίφροιο: ἑτοίμως. οὕτως Ἀπίων. τὸ δὲ «ἕλκε» χωρὶς τοῦ ι· οὐ γὰρ προστίθεται τὸ ι εἰ μὴ διʼ ἀνάγκην.

ἐπεσσύμενον: γράφεται καὶ «ἐπεσσύμενος».

ἐπεσσύμενον βάλε πέτρῳ: κατῆλθεν ἐκ τοῦ δίφρου κατὰ τὸ σιωπώμενον· πῶς γὰρ ἂν εἷλε τὸν πέτρον; καὶ τὸ δόρυ εἰς τὴν λαιὰν ἐπήγαγεν. οἱ δὲ «ἐπὶ πέτρον ἐσσύμενον». Δημήτριος δὲ πεζὸν ἀγωνιζόμενον ἄχρι τοῦ ἅρματος, ὅτε Σαρπηδόνα εἶδε, προθορεῖν ὡς τὸ «ἐκ δʼ ἔθορε προμάχων»· οὐκ ἂν δὲ ἐμέμνητο τοῦ δίφρου, εἰ πεζὸς ἦν. ἄμεινον οὖν λέγειν ὅτι νῦν μὲν κατῆλθε κατὰ τὸ σιωπώμενον, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον ἀναβεβηκέναι.

ἄλλως· ἐπεσσύμενος βάλε πέτρῳ: πῶς λίθων εὐπορεῖ ἐφʼ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι· ὅτι γὰρ ἐφʼ ἅρματός ἐστι πάλιν, ἑξῆς φησι «Πάτροκλος δʼ ἑτέρωθεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου». καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

θυμοραϊστής: φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκος· οὐδέποτε γὰρ τὸ «ῥαῖσαι» εἶπεν ἢ δισυλλάβως. πῶς οὖν τὸ «θυμοραϊστέων» διεῖλε;

τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός φησιν, ἵνʼ ᾖ θυμοραίστης, ἀλλὰ κακῶς· ἀντίκειται γὰρ αὐτῷ τὸ «θυμοραϊστέων».

αὐτὰρ ἔπειτʼ Ἐρύμαντα—Πολύμηλον: διὰ ταχέων πάλιν καταλέγει τινὰς ἐπιτρέχων· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος ἐπεξεργάσασθαι ἀδόλεσχον ἦν.

Ἀμφοτερόν: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς «δεξιτερόν»· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται.

Ἀμφότερον: εἰς ἰδιότητα ὤξυνεν Ἀρίσταρχος τὸ Ἀμφότερος. ἀγνοεῖ δὲ ὅτι ἐπὶ τοῦ ἀριθμοῦ οὐ λέγεται ἑνικῶς· τὸ γὰρ «ἀμφότερον, βασιλεύς τʼ ἀγαθός» μεσότητός ἐστιν ἐπίρρημα.

καὶ Ἀργεάδην ΠΟΛΥΜΗΛΟΝ: τὸ πολύμηλος ἐπίθετον, Ἀργεάδης δὲ τὸ κύριον. εἰ δὲ κύριον ὁ Πολύμηλος, ἔσται τὸ Ἀργεάδης πατρωνυμικόν.

Σαρπηδὼν δʼ ὡς οὖν ἴδεν: ἔδει γὰρ ἀπὸ τῶν πολεμίων γενέσθαι τινὰ ὑπεναντίωσιν· τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν.

ἄλλως· Σαρπηδὼν δέ: καὶ ὡς τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμμάχων ἄγει εἰς μάχην.

ἀμιτροχίτωνας: οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώραξιν· ἢ ἀνακώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ δεῖσθαι μίτρας. οἱ δὲ ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής· ἄτοπον δὲ οὕτως καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἄρης ταύτῃ χρῆται οἱ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλʼ ἐπὶ τῶν ἀνῃρημένων, οἷον «ἐπεὶ εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι»

ἀμιτροχίτωνας: τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ μίτρας μὴ ἐζωσμένους.

νῦν θοοὶ ἔστε: ἀγαθοὶ πολεμεῖν γίνεσθε, ὡς τὸ «νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι». καιρίως δὲ κεῖται τὸ νῦν, οἷον «εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέψατε ἑαυτούς».

ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος: ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις.

ὄφρα δαείω ὅς τις ὅδε κρατέει: οἶδε μὲν ὅτι οὐκ Ἀχιλλεύς, ἀγνοεῖ δέ, εἰ Πάτροκλός ἐστιν.

ἔκθορε δίφρου: κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ ἅρματι.

οἱ δʼ ὥς τʼ αἰγυπιοί: πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντιμαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν οἱ συνιστάμενοι· διόπερ οὐχ ἑτερογενῆ ὄρνεα ὑποτίθεται.

ἀγκυλοχεῖλαι: παρασύνθετον, ἐκ τοῦ ἀγκυλόχειλος. ἢ ὡς τὸ «δωδεκέται» παρὰ Κρατίνῳ

πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται:ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην. φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ Μύνδιος μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι.

κεκλήγοντες: ὡς «λέγοντες», ἀπὸ εὐθείας ἑνικῆς τῆς εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτως σχηματίζειν.

κεκλήγοντες: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου «κεκληγῶτες». οὕτω καὶ αἱ πλείους· οὐ γὰρ ἀναγκαῖον τὸ Αἰολικόν, μέτρου μὴ ἐπείγοντος.

τοὺς δὲ ἰδὼν ἐλέησε—τηλόθι πάτρης: ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ ποιητής· οὐδὲ γὰρ ἄξιον ἦν Διὸς υἱὸν ὄντα τὸν Σαρπηδόνα ἀνεπισημάντως ἀναιρεθῆναι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου σκέψει.

Ἥρην δὲ προσέειπεν: ὅτι Ζηνόδοτος καθόλου περιγράφει τὴν ὁμιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας οὐκ αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει ὁ ποιητὴς σιωπωμένως γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν, πῶς ἡ μικρὸν ἔμπροσθεν ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν.

Ἥρην δὲ προσέειπε: παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλογος τῆς Ἥρας καὶ τοῦ Διός· πῶς γάρ, φησίν, ἐν τῇ Ἴδῃ εὕρηται ἡ θεός; οἱ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώμενον, ἵνα μετὰ τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ Διὸς μεταβεβλημένου τῷ γεγενῆσθαι, ἃ ἠξίωσεν ἡ Θέτις.

κασιγνήτην ἄλοχόν τε: αἱμομίκτου Διὸς ἀνασκαφῆι τὰ ἔτη.

ὤ μοι ἐγών—δαμάσσω: οὐ μεμπτέον τὸν ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώπους ἢ τὰ ἑπόμενα αὐτῇ λέγειν. ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς ὀλόφυρσις, διδάσκοντος τοῦ ποιητοῦ ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμένουσι· δεῖ οὖν καὶ τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως.

οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπόμενα κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ τούτων ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καὶ Ζεὺς ὁ τῶν θεῶν ἄριστος.

ἤ μιν ... ἦ: τὸ μὲν πρῶτον η ὀξυτονητέον, τὸ δὲ δεύτερον περισπαστέον, ἦ ἤδη χείρεσσιν

ἢ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω: τὸ ἑξῆς ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο βουλεύεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει τὸν Σαρπηδόνα, ἀλλʼ εἰ ἤδη δαμάσει, τουτέστι νῦν ὑπὸ Πατρόκλῳ δαμάσει.

οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο σκέπτεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει, ἀλλʼ ὅτι δύο βούλεται, ἢ σῶσαι ἢ δαμάσαι νῦν.

πεπρωμένον αἴσῃ: κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ πάλιν ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία συμβουλεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον.

ζών: οὕτως ζών αἱ Ἀριστάρχου, ἀπʼ εὐθείας τῆς ζώς, τὸν ζών· «ἤ κε ζὼς ἀμενηνὸς ἔα».

οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι δὲ «ζωόν».

αἴ κε ζωὸν πέμψῃς Σαρπηδόνα: «ζών» ἀπὸ τῆς «ἤ κε ζὼς ἀμενηνὸς ἔα». ἔστι δὲ αὐτοῦ μητρυιά. σύμμαχος δὲ Ἑλλήνων ἡ μοῖρα.

ὃν δέ: τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ σύνδεσμον εἴτε ὅμοιόν ἐστι τῷ «οἶκον δέ» ἀντὶ τοῦ εἰς οἶκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται, ὡς ἐν τῷ «ἀγρὸν δὲ προΐαλλε», ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν σύνταξιν.

ὃν δέ: ὡς «οἶκον δέ».

μή τις ἔπειτα θεῶν—ὑσμίνης: ἰσχυρότατα ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παράθεσιν ἐνθύμημα.

υἱέες ἀθανάτων: Ἰάλμενος Ἄρεος Μενέσθιος Σπερχειοῦ Εὔδωρος Ἑρμοῦ Ἀχιλλεὺς Θέτιδος Αἰνείας Ἀφροδίτης

ἀλλʼ εἴ τοι φίλος ἐστί, —θανόντων: δεξιὸν τοῦτο τῷ ἀποθύμια διαλεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μηδὲν ἐκεῖνον ὠφελοῦν.

φίλον ἐστί: Ἀρίσταρχος «φίλος ἐστί», ἄλλοι δὲ φίλον ἐστί.

ἐπειδή: ἐν ἄλλῳ «ἐπὴν δή».

πέμπειν μιν Θάνατον τε φέρειν καὶ νήδυμον Ὕπνον: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται ἀντὶ προστακτικοῦ τοῦ πέμπε.

ἵκωνται: ἐν ἄλλῳ «ἵκοιτο».

τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων:ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσι· καὶ μὴ περιεργάζου πλέον.

οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε: διδακτὸν τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην.

αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε: ἁρμόδιος ἡ τερατεία, ἐφʼ ἥρωϊ τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μονονουχὶ συνάχθεσθαι.

παῖδα φίλον: ἀπήρκεσεν αὐτῷ τὸ ὄνομα πρὸς ἔνδειξιν τῆς τοῦ θεοῦ διαθέσεως.

ἔμελλεν: ἐῴκει.

ἔνθʼ ἤτοι Πάτροκλος—θυμοβόροιο: χάριεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γίνεσθαι· ὁ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον.

ἄλλως· ἔνθʼ ἤτοι Πάτροκλος—θυμοβόροιο: κατʼ ἀρχὴν πολλάκις ἀποτυγχάνοντας ποιῶν τοὺς βάλλοντας ἐναγώνιον ποιεῖ τὸν ἀκροατήν.

ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύδημον: πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος καὶ κατʼ ἐπανάληψιν εἶπε «τὸν βάλε νείαιραν» ὥστε εἶναι τὸ ἑξῆς ἀγαθὸν Θρασύδημον «βάλε νείαιραν».

Θρασύμηλον: ἐν ἄλλῳ «Θρασύδημον».

νείαιραν κατὰ γαστέρα: ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι διʼ αὐτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ.

ἄλλως· γράφεται καὶ νέαιρα νέω νέαιρα ὡς χέω χέαιρα, «ἰοχέαιρα».

δεύτερος ὁρμηθείς: οἱ ὑπομνηματισταὶ «δεύτερον» διὰ τοῦ ν.

διὰ μέντοι τοῦ ν γραπτέον τὸ «δεύτερον ὁρμηθείς».

ὁ δὲ Πήδασον οὔτασεν ἵππον: ὅτι ἐξ ἐπαναλήψεως τὸ ἄρθρον εἴληφε κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει, ἀντὶ τοῦ Πήδασον δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· βεβλήκει γὰρ τὸ δόρυ.

ὁ δὲ Πήδασον οὔτασεν ἵππον: δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ ὁ Πήδασος. καὶ μήποτε γραφή τις ἐφέρετο, διʼ ἧς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο «ὁ δὲ Πήδασον ἤλασεν ἵππον»· ἔστιν γὰρ ὅτε ἐπὶ τῆς πληγῆς τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου «καὶ βάλεν Ἀρήτοιο», εἶτα «νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν».

δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ οὐτάσαι. καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως ἀφῆκε τὸ ἄπορον, ὁ δὲ Φιλήμων «ἤλασεν» γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι ὡς ἐκεῖ· «καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα ἡ δʼ οὐκ ἔγχος ἔρυτο νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν».

ὁ δὲ Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον: οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ ἐπὶ τοῦ βαλεῖν τῷ ῥήματι κέχρηται· λέγει γὰρ «Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτεν», ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ γράφει Ἀρίσταρχος «ὁ δὲ Πήδασον ἀγλαὸν ἵππον τόν ῥα ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι τὸν βάλε δεξιὸν ὦμον».

ἀΐσθων: βαρυτονητέον ὡς «ἔσθων»· καὶ εἴρηται ὅτι ὁμοίως ἐγένετο τῷ «βιβάσθων».

ἀΐσθων: ἀΐω ἀϊστὸς ἀΐσθω, ὡς βιβάζω βιβαστὸς βιβάσθω.

μακών: εἰς μῆκος ἐκταθείς, ἢ βοήσας.

κρίκε: καὶ «κρίγε» καὶ «τρίγε». πάντα δὲ τῶν κατὰ μίμησιν. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον τὰς δὲ ἡνίας συγκεχυμένας τοὺς δὲ ἵππους διεστηκότας, τὸν δὲ ζυγὸν ἠχοῦντα τῇ παρατρέψει.

κρίκε: ἠχῆσαι ἐποίησεν.

παρήορος: ὁ παρῃωρημένος ἵππος.

τοῖο μὲν Αὐτομέδων—εὕρετο τέκμωρ: θέλουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν ἀναιρῇ τὸν Σαρπηδόνα.

τοῖο: τοῦ μὴ ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ συγχυθῆναι τὰ ἡνία.

ἀΐξας ἀπέκοψεν: ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήματος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται, «ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπετέμνεν». καὶ ἐπʼ ἐκείνου μὲν «φασγάνῳ ἀΐσσων» φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος ἀΐξας.

οὐδὲ μάτησεν: οὐκ εἰς μάτην δὲ διεπράξατο.

τὼ δʼ ἰθυνθήτην: οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν ἡρώων τὸ ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους — οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται —, ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τοὺς περὶ τὸν Πάτροκλον μεταβαίνει λέγων «τὼ δʼ αὖτις ξυνίτην».

ἰθυνθήτην: εἰς ὀρθὸν κατέστησαν.

ῥυτῆρσι: ἑλκυστηρίοις. γράφεται καὶ «ῥυτῆρι» ἑλκυστηρίῳ· «ἠδὲ ῥυτῆρας ὀϊστῶν», «οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι».

ῥυτῆρσι: ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθόν, ὡς τὸ «ῥυτῆρα βίου τʼ ἔμμεναι», παρὰ τὸ ῥύω τὸ σώζω.

ἀλλʼ ἔβαλʼ, ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἀδινὸν κῆρ: ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν ψυχήν.

ἔβαλε: ἐπέτυχε.

φρένες: τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι τὸ μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι.

ἔρχαται: εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην καὶ ἔστιν ἀπαθές· διὸ φθέγγεται.

ἄλλως· ἔρχαται· ἐκ τοῦ εἴργω τὸ κωλύω.

ἀδινὸν κῆρ: πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατʼ οὐσίαν.

κῆρ: τὴν καρδίαν.

ἀχερωΐς: δένδρον, ὃ—εἶπον αὐτήν.

οὔρεσι τέκτονες: Ἀρίσταρχος κατʼ ἰδίαν τὸ οὔρεσι καὶ τὸ τέκτονες. Νικίας δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ.

βεβρυχώς: τινὲς διὰ τοῦ κ, κακῶς.

ἠΰτε ταῦρον—λέοντος: ἡ πρώτη εἰκὼν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παραβέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ὡς ταύρου ἐν ἀγέλῃ βοῶν

μετελθών: ἐπελθών.

ἐν εἰλιπόδεσσι: διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι, αἱ Ἀριστάρχου.

γράφεται «ἐπʼ εἰλιπόδεσσι». αἱ δὲ πλείους διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι.

μενέαινε: ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο, ὡς τὸ «μενέαινε δὲ κῦδος ἀρέσθαι». ἢ ἐθυμοῦτο.

μενέαινε: τὸ μένος ἠφίει, ἐλιποθύμει.

Γλαῦκε πέπον, πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρή αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν: τὸ μετʼ ἀνδράσιν ἑκατέρῳ δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις λέγων· εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ χρῄζει τινὰ λόγον. βέλτιον δὲ τοῖς ἄνω· μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι· νῦν σε μάλα χρή καὶ «νῦν σοι ἐελπέσθω».

πέπον, πολεμιστά: ἄμεινον γράφειν «πάρος πολεμιστά» ἀντὶ τοῦ πέπον πολεμιστά: ἀντίκειται γὰρ τῷ νῦν σε μάλα χρή.

ἐελδέσθω: ἐν ἐπιθυμίᾳ γινέσθω.

κακός: τινὲς «θρασύς» γράφουσιν· πῶς γὰρ ἂν προτρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον;

θοός: ἀγαθός, δραστικός.

πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περὶ ἑτέρου λέγων, Σαρπηδόνος ἀντὶ τοῦ ἐμοῦ. ἢ ἐλλείπει τὸ «τάδε λέγων», καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κεῖται, ἵνʼ ᾖ «ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας τάδε λέγων, Σαρπηδόνος ἀμφιμάχεσθαι».

Σαρπηδόνος: ἀντὶ τοῦ ἐμοῦ, ὡς «Νέστορί τʼ ἀνδρῶν».

ἐμεῦ ΠΕΡΙΜΑΡΝΑΟ: δύναται ἀναστρέφεσθαι ἡ περί, ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου. δύναται δὲ καί, ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ, φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλασσομένων προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους.

περιμάρναο: ὑφʼ ἓν Ἀρίσταρχος. δύναται δὲ διχῶς ἀναγινώσκεσθαι ἡ πρόθεσις.

κατηφείη καὶ ὄνειδος: αἴτιος αἰσχύνης καὶ ὀνείδους. ἐνάρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ τὰ λάφυρα καταλεῖψαι τοῖς πολεμίοις.

εἴ κέ μʼ Ἀχαιοί: ἐν ἄλλῳ «εἴ κεν Ἀχαιοί».

νεῶν ἐν ἀγῶνι: ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε «θεῖον δύσονται ἀγῶνα», τὴν συναγωγὴν τῶν θεῶν.

νεῶν ἐν ἀγῶνι: ἄμεινον παροξυτόνως ἀναγινώσκειν «νέων»· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔσται οὖν ὅμοιον τῷ «νέων δʼ ἀλάπαζε φάλαγγας».

ἄλλως· νεῶν ἐν ἀγῶνι: τῷ ἀθροίσματι τῶν νεῶν. οἱ δὲ τῇ περὶ τῶν νεῶν μάχῃ.

τέλος θανάτοιο: τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ τελευτᾷ.

τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς τε: ὁ δὲ θάνατος αὐτοὺς—φρένας ἔχουσιν.

ὀφθαλμοὺς ῥῖνάς τε: ὄψιν καὶ ἀναπνοήν.

ἕλκε ... ἕποντο: οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ ι καὶ «ἔχοντο» οὕτως διὰ τοῦ χ.

ἕλκε ... ποτὶ ... ἕποντο: ἕλκε, ποτί, «ἔχοντο»· οὕτω γραπτέον τὰ τρία.

ποτὶ δὲ φρένες αὐτῷ ἕποντο: τὰς σωματικὰς λέγει φρένας· κατʼ ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν ἑλκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος.

ἐπεὶ λίπεν ἅρματʼ ἀνάκτων: διὰ τοῦ ε λίπεν, ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλείφθησαν, ἠρημώθησαν. Ζηνόδοτος δὲ διὰ τοῦ ο «λίπον».

ἐπεὶ λίπεν ἅρματʼ ἀνάκτων: ὅτι Ζηνόδοτος γράφει «ἐπεὶ λίπον», ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ ἔστιν ἑνικόν, ἀλλὰ ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ «κόσμηθεν» καὶ «ποιμένος ἀφραδίῃσι διέτμαγεν» ἀντὶ τοῦ διετμάγησαν· εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συντάσσειν, ὡς «σπάρτα λέλυνται».

ἐπεὶ λίπεν ἅρματʼ ἀνάκτων: λίπεν διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστιν, ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν ἠρημώθησαν τῶν δεσποτῶν.

ἀΐοντι: ὡς λέγοντι. οὕτως Ἀρίσταρχος.

ἀΐοντι: παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ ἀκούσαντι.

ἐπίεζε: διὰ τοῦ ε· «χερσὶ στιβαρῇσι πίεζον», «ἐπὶ μάστακα χερσὶ πίεζεν».

ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ τείχεος ὑψηλοῖο: «Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδʼ Ἱππολόχοιο, ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης».

πάντοσʼ ἀκούειν: ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν «πάντοσε ἀκούειν», εἰς πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον ἀφικνουμένων· «πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος», εἰς Κύπρον ἠκούετο· διὸ καὶ νῦν κατὰ συναλιφὴν ἀκουστέον, ἵνʼ ᾖ τὸ πλῆρες «πάντοσε ἀκούειν».

πάντοσʼ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ἀκούει «πάντοσε». Ζηνόδοτος «πάντʼ ἐσακούειν» διὰ τοῦ ε. πάντοσε ὡς «πάντοθεν»· τὰ γὰρ εἰς σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, «ἄλλοθεν», «ἄλλοσε», «ὁμόθεν», «ὁμόσε». οὕτως οὖν εἰ «πάντοθεν ἐκ κευθμῶν», καὶ «πάντοσε δαιδάλλων».

πάντοσʼ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες «πάντοσε». Ζηνόδοτος «πάντʼ ἐσακούειν». τινὲς δὲ «πάντοθι». οἱ δὲ ὡς τὸ «πεύθετο γὰρ Κύπρον δέ»· ὅταν ἐκ τόπου εἰς τόπον ἀφικνουμένης φωνῆς ἢ φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται.

Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ παντός, Ζηνόδοτος δὲ ἀντὶ τοῦ παντί. ἄμεινον δὲ τὸ τοπικόν, ὡς Ἡρωδιανός.

ἀνέρι: ἀντὶ τοῦ ἀνέρος· «Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ— δερκομένῳ», «τῆς δʼ αὐτοῦ λύτο γούνατα … σήματʼ ἀναγνούσῃ».

ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς.

οὐδέ μοι αἷμα τερσῆναι δύναται: οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητικήν· «τέρσετο δʼ αἷμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος».

ὁ δʼ οὐδʼ οὗ παιδὸς ἀμύνει: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ περί· ἔστι γάρ, οὐδὲ περὶ τοῦ οὗ παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες γράφουσιν «ὁ δʼ οὐδʼ ᾧ παιδὶ ἀμύνει».

ὁ δʼ οὐδʼ ᾧ παιδί: Ἀρίσταρχος «ὁ δʼ οὐδʼ οὗ παιδός».

ᾧ παιδὶ ἀμύνει: «οὗ παιδὸς ἀμύνει», οὕτως ἡ γραφή. καὶ λείπει ἡ περί.

ἄκεσσαι: Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνοῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλʼ ἢ παθητικῶς ἢ μέσως. ἔστιν οὖν προστακτικόν.

κατατεθνηῶτι: οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου, κατατεθνηῶτι.

ἔκλυε: ἀντὶ τοῦ ἐπήκουσεν· οὐδέποτε γὰρ ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα.

Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε ὅττι οἱ ὦκʼ ἤκουσε: ἤτοι στικτέον ἐπὶ τὸ φρεσί· ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ, «ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκʼ ἤκουσε».

ἔγνω ᾗσιν ἐνὶ φρεσὶ—θεὸς εὐξαμένοιο: τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆναι προφανῶς θεῖον ἦν.

πρῶτα μὲν ὤτρυνεν: ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν ὁ ποιητής.

εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ. ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο, κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο, «θοῶς δέ οἱ ἤνυτο ἔργον», ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ «εἴλυτο» καὶ εἴρυτο.

δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη.

δίκῃσι τε καὶ σθένεϊ ᾧ: ταῦτα γὰρ σῴζει, τὸ μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος· «ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῶνδε καρτερωτέρα;». τὴν δὲ δίκην προέταξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν.

ἀλλά, φίλοι, πάρστητε: ἀπὸ τῶν ὀνειδιστικῶν εἰς τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον μετήνεγκεν, ὡς τὸ «Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοί πᾶσιν ἐλέγχιστον θέμεναι», εἶτα ἑξῆς «τλῆτε, φίλοι, καὶ μείνατε».

νεμεσσήθητε: μεμπτὸν ἡγήσασθε.

Δαναῶν κεχολωμένοι: ὅτι ἐλλείπει ἡ περί πρόθεσις, περὶ Δαναῶν.

τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν: παλαιᾶς ἀνδραγαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν.

κατὰ κρῆθεν: Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ. καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλʼ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστόν, εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐστὶ καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος οὕτως ἐξεδέξατο, εἰπὼν τὸ «τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων».

κατὰ κρῆθεν: ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν ποιητὴς οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν. δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν κάρηθεν κρῆθεν. Ἡσίοδος· «τῆς καὶ ἀπὸ κρῆθεν». τινὲς «κατʼ ἄκρηθεν», ἐπεί φησι «μέγα κῦμα κατʼ ἄκρης», «ὤλετο πᾶσα κατʼ ἄκρης».

κάρα καρῆθεν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν, καὶ μετὰ τῆς προθέσεως κατακρῆθεν.

ἄσχετον, οὐκ ἐπιεικτόν: βραχὺ διασταλτέον μετὰ τὸ ἄσχετον διὰ τὴν ἔμφασιν.

ἕρμα: τὸ σήκωμα τῆς νεὼς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν. νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος «ἔρεισμα Ἀκράγαντος» εἶπε τὸν Θήρωνα. ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.

Ἕκτωρ χωόμενος Σαρπηδόνος: ὅτι ἐλλείπει ἡ περί. καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος.

φίλον ἔστω: ἐν ἄλλῳ «μένος ἔστω».

οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν, ἢ καὶ ἀρείους: δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσι· δύναται γὰρ λείπειν τὸ ἔστε ἢ γίνεσθε. δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς αἰτιατικήν, ὡς κἀκεῖ «αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα κρυπτάδια φρονέοντα». παρατηρητέον δὲ τὸν στίχον πρὸς τὸ ἐπάνω ὑποκείμενον «Γλαῦκε πέπον, πολεμιστὰ μετʼ ἀνδράσι».

οἷοί περ πάρος ἦτε: προθυμίαν πρὸς τοὺς πόνους ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων.

ἀρείους: βελτίονας.

ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν: τῶν πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει πρὸς ἀμύνης ὑπόμνησιν. πῶς δέ φησιν ἀλλαχοῦ «Πριαμίδης, ὃς ἐσήλατο» ἢ ἑκάτερος τῆς ἰδίας φάλαγγος πρῶτος. Πορφύριος δὲ ψιλοῖ τὸ ἐσήλατο καὶ ἐκδέχεται τὸ ἐσάλευσε, ἀπὸ τοῦ σάλω· ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται. οἱ δὲ «ἔβλαψεν ὑπερβολικῶς».

ἐσήλατο: Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ δασύνουσι, Λυσανίας δὲ ψιλοῖ, προσνέμων τὸ ς τῷ η· σήλασθαι γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν «Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἡ δʼ ἕσπετο πᾶσα»· ἐπὶ δὲ τοῦ Ἕκτορος «ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς», εἶτα ἐπιφέρει «ὁ δʼ ἔσθορε φαίδιμος Ἕκτωρ». ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθεν· ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· «ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαΐξαι» ὥστε τὸ ἥλατο ταὐτὸν εἶναι τῷ ὁρμῆσαι.

ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες: ὅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· «εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι». καὶ ἐν Ὀδυσσείᾳ «ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας».

ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες: λείπειν φασὶν αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι.

Ἀρίσταρχός φησι λείπειν τὸ καλῶς ἂν γένοιτο.

ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες: ὅπερ σπεύδει δρᾶσαι, τοῦτο αὐτὸς κινδυνεύει παθεῖν ὑφʼ Ἕκτορος ὡς κἀκεῖνος ὑπʼ Ἀχιλλέως· οὕτως τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μείλιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμότητος, «ὃς πρῶτος ἐσήλατο», καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι.

ἄλλως· ἀλλʼ εἴ μιν: εἴ μιν ἀντὶ τοῦ εἴθε.

ἀλλʼ εἴ μιν: ἐν τῇ Ῥιανοῦ «ἀλλʼ εὖ μιν».

αὐτοῦ ἀμυνομένων· ὅτι ἀμφίβολον, εἰ λείπει ἡ περί, ἵνʼ ᾖ «περὶ αὐτοῦ», ἢ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, «ἐν τῷδε τῷ τόπῳ».

αὐτοῦ, λείπει ἡ περί, ἢ ἐνταῦθα, τοπικῶς.

Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί:Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται.

νύκτʼ ὀλοήν: σκότον· «ὀρώρει δʼ οὐρανόθεν νύξ». καὶ ἐπὶ Πατρόκλῳ «ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε». ἐπʼ αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρατοῖς υἱὸς Διός.

ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλλησι καταχαρίζεσθαι δοκοίη. γενομένης οὖν τῆς Γλαύκου προτροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων ἀγωνιζομένους.

ἑλίκωπες: ἀξιοθέατοι, πρὸς οὓς ἑλίσσομεν τὰς ὦπας.

ἐν Βουδείῳ: τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου τοῦ Ἄργου ὠνομασμένη. πῶς δʼ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ πόλεως; οὐ γὰρ ἦν ἔθος τοῦτο. ἴσως οὖν ἀπὸ Βουδείας τῆς ἀπʼ Ὀρχομενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου, ἐπώνυμος ἦν πόλις ἐν τῇ Βοιωτίᾳ τὸ Βούδειον.

ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: ἡ ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλιον στρατείας συνῆν Θέτις Πηλεῖ. ἱκέτευσε δέ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυται ἀπὸ Πατρόκλου Φοίνικος καὶ τούτου.

ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ συνῴκει αὐτῷ.

Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο:δριμυτέραν τὴν μάχην ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλʼ ἑταῖρον Πατρόκλου, ἵνʼ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ.

ἴρηκι ἐοικώς: πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπʼ αὐτοῦ ἐπιγενόμενον φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ ψᾶρας

ψῆρας: διὰ τὸ κακόφωνον τοῦ «ψᾶρας», ἐκεῖ δὲ «τῶν δʼ ὥς τε ψαρῶν». καὶ «αἶψʼ ἀγξηράνῃ», οὗ δὲ «θερμήνῃ» φησίν.

ὣς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε: ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τῶν περὶ αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.

καί ῥʼ ἔβαλε Σθενέλαον: ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς τὸν Πάτροκλον λόγου πάλιν εἰς τὸν περὶ αὐτοῦ· εἴρηκε γὰρ ἔβαλε καὶ οὐχὶ «ἔβαλες, ὦ Πάτροκλε».

αἰγανέης: διὰ τὸ εἰς αἶγας γενέσθαι· «ὦρσαν δὲ Νύμφαι ι … αἶγας ὀρεσκῴους … καὶ αἰγανέας … εἱλόμεθʼ ἐκ νεῶν».

αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας. ἔστι δὲ εἶδος ἀκοντίου.

ἄλλως· αἰγανέης … ταναοῖο: τεταμένης. οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον φεύγειν· διὸ εἴληφε σύμμετρον ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι, πόσον ὑπεχώρησαν

αἰγανέης ... ταναοῖο: πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο εἴρηκεν ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς.

ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων: ἣν ἀφῇ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα γένοιτο ἐν πολέμῳ; ἀλλὰ τὸ μὲν πειρώμενος ἐπὶ τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἠὲ καὶ ἐν πολέμῳ πρὸς τὸ ἀφέῃ ἡ δὲ ὑπό ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ «ὑπὸ δηΐων πειραζόμενος».

ἡ ὑπό περιττή.

Γλαῦκος δὲ πρῶτος— ἐτράπετο: ποικίλως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν ἄρχεται ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερέχων ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται.

ἐτράπετο: ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ «στρεφθεὶς ἐξαπίνης». καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς κτείνει τὸν διώκοντα.

Βαθυκλῆα μεγάθυμον Χάλκωνος φίλον υἱόν: Πρόδικος· «ἀπὸ τῆς τοῦ χαλκοῦ κτήσεως καὶ Βαθυκλέα». εἰρήκει δὲ ἂν Χρύσωνος, ἀπὸ τῆς καλλίστης ὕλης.

ὃς Ἑλλάδι οἰκία ναίων: ὅτι πόλις ἐν Φθίᾳ ἡ Ἑλλάς.

ὃς Ἑλλάδι οἰκία ναίων: Ἑλλὰς χώρα ὑπὸ Ἀχιλλεῖ.

Ἑλλάδι: Ἑλλὰς πόλις Θεσσαλίας, ἧς—καὶ Ἀχαιοί.

πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο: συναπτέον ἕως τοῦ ἀνήρ· τὸ γὰρ ὥς αἴτιον.

στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες: ἔστησαν περὶ τὸν Γλαῦκον ἐπιβοηθοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς.

Λαόγονον: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ.

Λαόγονον: ὡς ὀρίγανον.

θρασὺν υἱόν: γράφεται «φίλον υἱόν»· τί γὰρ ἐποίησε θράσους;

ὑπὸ γναθμοῖο καὶ οὔατος: μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος καὶ τοῦ ὠτός.

ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν: ἔν τισι ἐπεφέρετο· «Μηριόνης δʼ ἀνέπαλτο, φίλον δέ οἱ ἦτορ ἰάνθη»· διὸ καὶ ἐπισκώπτει ὁ Αἰνείας

πρόσσω γὰρ κατέκυψε: ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν ἐπιτυγχάνοντα πεποίηκεν — ἔτυχε γὰρ ἄν, εἰ μὴ κατέκυψεν ὁ Μηριόνης — καὶ τὸ τοῖς Ἕλλησι κεχαρισμένον διὰ τῆς τοῦ Μηριόνου σωτηρίας.

ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης:ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο καθάπαξ. ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο.

καὶ ὀρχηστήν περ ἐόντα: Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν· καὶ οἱ μὲν αὐτοῖς, οἱ δὲ Νεοπτολέμῳ, οἱ δὲ Μολόσσοις, οἱ δὲ Κάστορι, οἱ δὲ Διονύσῳ τὴν εὕρεσιν διδοῦσιν. ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός, συνεπιστάμενος ἑαυτῷ ὅτι αὐτὸς μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία.

ἄλλως· καὶ ὀρχηστήν: ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν.

Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, ἔμπειροι ὄντες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός· βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν· ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι εὐστόχως μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία.

ὀρχηστήν περ ἐόντα: εὐκίνητον κατὰ τὸν πόλεμον —ἁρμόδιος.

ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ: τινὲς διαμπερὲς εἴ σʼ ἔβαλόν περ, ἵνʼ ᾖ «εἴ σε ἔβαλλον διεπερόνησα ἄν». ἀλλʼ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαυσε διαμπερές οἷον εἰς ἀεί.

χαλεπόν: ἀδύνατον καὶ ἀτελείωτον· «χαλεπὸν δέ τʼ ὀρύσσειν».

πάντων ἀνθρώπων ... ὅς: πρὸς τὸ σχῆμα.

σβέσσαι μένος: σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος οὖν ἡ μεταφορά, τὸ θάνατον εἰπεῖν σβέσιν δυνάμεως.

δοίης: ἐν ἄλλῳ «δῴης».

οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι: ἀποτροπὴ τοῦ φιλολοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν. διδάσκει δὲ δρᾶν αὐτούς, μὴ λέγειν κακῶς.

ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ:καλὴ καὶ βραχυλόγος ἡ γνώμη.

τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει — ὣς τῶν ὤρνυτο δοῦπος: ἐὰν γράφωμεν ὀρώρει, πάντα στίζομεν, βήσσῃς καὶ ἀκουή, καὶ δὶς ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν «ὄρωρεν», ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ἀκουή, τῷ δὲ τῶν ἐπανειλῆφθαι τὸ τῶν δέ.

ὥς τε δρυτόμων—ἀκουή: πρὸς τὸ πᾶν ἁρμόζει ἡ παραβολή, πρός τε τὸν ἄθρουν κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνομένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέκεσι παραβέβληται.

ὀρώρει: ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει, πότερον ἐπὶ τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδός, οὕτως καὶ τῶν μαχομένων· ὅπερ καὶ βούλεται, ὥστε τὸ ὀρώρει τὸν ἐνεστῶτα χρόνον σημαίνει.

ὀρώρει: οὐ δύναται κατὰ τῶν μαχομένων· ἐπάγει γὰρ «ὣς τῶν ὤρνυτο δοῦπος». ἔστιν οὖν ἀνθʼ ὑποτακτικοῦ τὸ ὀρώρει.

ὀρώρει: οὕτως ὀρώρει Ἀρίσταρχος.

ἔν τισιν «ὄρωρεν».

ἀκουή: Ἀριστοφάνης «ἀϋτή».

ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης:παράγωγον ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους λέξεως· διὸ ἐψίλωσαν. βραχὺ δὲ διασταλτέον εὐρυοδείης· διχόθεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς καὶ τῶν ὅπλων

εὐρυοδείης: ψιλωτέον· παραγωγὴ γάρ ἐστιν, οὐ σύνθεσις.

χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων: ὅτι προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε. καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτό, ὡς «πυκνοὶ καὶ θαμέες» καὶ «πόλεμόν τε μάχην τε»· ἢ τὸν τέ σύνδεσμον περιττὸν νομιστέον, ἵνʼ ᾖ «ῥινοῦ βοῶν», τουτέστι τῶν ἀσπίδων.

χαλκοῦ τε ῥινοῦ τε βοῶν τε: περισσὸς ὁ εἷς τέ.

ἄλλως· χαλκοῦ: τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηΐων.

ῥινοῦ τε βοῶν τʼ εὐποιητάων: «ἄμεινον εἶχε», φησὶν ὁ Ἀρίσταρχος, «εἰ ἐγέγραπτο “βοῶν εὐποιητάων”, ἔξω τοῦ τέ συνδέσμου.» ἐν δέ τισιν εὕρομεν «ῥινῶν τε βοῶν τʼ εὐποιητάων» κατὰ τὸ πληθυντικόν.

ἄμεινον φησὶν Ἀρίσταρχος χωρὶς τοῦ τέ «βοῶν εὐποιητάων», ἵνʼ ᾖ «ῥινοῦ βοῶν».

εὐποιητάων: τὸ «εὖ» οὐ θέλουσι κατʼ ἰδίαν προφέρεσθαι, ἀλλʼ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν «εὐποιήτῃσι πύλῃσι» παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι.

εὐποιητάων: τῶν εὖ γεγονυιῶν.

οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον ἔγνω: αἱ μὲν κοιναὶ κατʼ αἰτιατικὴν Σαρπηδόνα, αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον ἔγνω, ἵνʼ ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δέ, ὡς Ἀρίσταρχος γράφει, «Σαρπηδόνι δίῳ» κατὰ δοτικήν, βραχὺ διασταλτέον ἐπὶ τὸ «δίῳ»· τὸ γὰρ λεγόμενον· «οὐδὲ ὁ πάνυ γνώριμος», φησί, «καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι»

φράδμων: ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν Σαρπηδόνα ἀκριβῶς.

Σαρπηδόνα δῖον: Ἀρίσταρχος κατὰ δοτικήν, «Σαρπηδόνι δίῳ».

Σαρπηδόνα δῖον: κατὰ δοτικὴν «Σαρπηδόνι δίῳ», ἵνʼ ᾖ «τὶς συνήθης Σαρπηδόνι».

ὡς ὅτε μυῖαι—ἄγγεα δεύει: πρὸς τὸ πλῆθος καὶ τὸ πρόθυμον ἡ παραβολή.

περιγλαγέας: περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθούσας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ πεπελεκῆσθαι.

ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων: τί δήποτε τιμήσειν ὑποσχόμενος Ἀχιλλέα μεῖζον ἔβλαψεν ὡς λέγειν αὐτὸν «ἀλλὰ τί μοι τῶν ἦδος;» ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.

ἤ: ἀντὶ τοῦ εἴ.

καὶ κεῖνον: ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου.

ἐκ πλήρους δὲ ὁ καί.

ἠ: τοῦτον τὸν η περισπαστέον.

ὄφρʼ ἠῢς θεράπων—ἀπὸ θυμὸν ἕλοιτο: πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πάτροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν.

φύγαδʼ ἔτραπε: προσυπακουστέον «ἵππους».

κέκλετο δʼ ἄλλους Τρῶας φευγέμεναι: τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ «Ἀργείων προκαλίζετο πάντας ἀρίστους». ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ.

ἴδον: ᾔσθοντο.

βεβλαμμένον ἦτορ: γράφεται «δεδαϊγμένον ἦτορ»

βεβλαμμένον ἦτορ: νεκρόν.

οἱ δʼ ἄρʼ ἀπʼ ὤμοιϊν Σαρπηδόνος ἔντεʼ ἕλοντο:εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδʼ ἂν ἐτόλμησαν Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν

καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος. μικρᾷ δὲ παρεκβάσει ἀναπαύει τὸν ἀκροατὴν καμόντα.

καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων «καὶ τότʼ ἄρʼ ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν», ἵνʼ ἐκ τῆς Ἴδης προσφωνῇ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς Ἥρας

ἄλλως· καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: Ζηνόδοτος «καὶ τότʼ ἄρʼ ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν».

εἰ δʼ ἄγε: δύναται ἀντὶ τοῦ ἄγε δή.

αἷμα κάθηρον —Σαρπηδόνα: ἀντὶ τοῦ Σαρπηδόνος. δύναται δὲ ἀντὶ τοῦ «καθαρθῆναι ποίησον», ὡς «ἀλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν». ὑπακούει δὲ Θάνατος· Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων.

αἷμα κάθηρον —Σαρπηδόνα: οὕτως Ἀρίσταρχος «Σαρπηδόνι» κατὰ δοτικήν, Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους· παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι.

Ἀρίσταρχος «Σαρπηδόνι» κατὰ δοτικήν.

ἄλλως· Σαρπηδόνι: οὕτως κατὰ δοτικήν, «κάθηρον τῷ Σαρπηδόνι τὸ αἷμα».

ἠθέτει Ζηνόδοτος· ἄτοπον γάρ φησι τὸν ἀπενθῆ τοιαῦτα διακονεῖν. ἀλλὰ τοῦτο προστάσσεται ὡς τιμώμενος ἐν Λυκίᾳ.

ἀπὸ πρὸ φέρων: τινὲς τὴν ἀπό ἀναστρέφουσιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι, οἳ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών», «ἡ δὲ διὰ πρό Πηλιὰς ἤϊξε», «περὶ πρὸ γὰρ ἔγχεϊ θυῖεν». οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι.

ἄπο προφέρων: ἄπο ἄπωθεν, πρό δὲ ἔμπροσθεν.

Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν: τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχή, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς ψυχῆς.

θήσουσʼ ἐν Λυκίης: γράφεται «θήσουσιν Λυκίης».

ἐν Λυκίης—δήμῳ: ἡρῷον φαίνεται Σαρπηδόνος ἐν Λυκίᾳ. τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν.

κασίγνητοι: ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρηκεν αὐτοῦ ἀδελφούς.

οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν: οὐδὲν φθέγγεται ἐπείγοντος τοῦ καιροῦ.

βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν: ὅτι Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ.

Πάτροκλος δʼ ἵπποισι— Τρῶας καὶ Λυκίους μετεκίαθε καὶ μέγʼ ἀάσθη, νήπιος: ἀλλʼ ὑποστρέφει ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλʼ ἔτι ἀνθίστασθαι. οἱ δέ, ἐπεὶ «νεώτεροι ἀφραδέουσιν». ὁ δὲ ποιητής φησιν «ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος, ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν».

νήπιος: τὸ νήπιος καθʼ ἑαυτό· οὕτως γὰρ μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες.

κῆρα κακήν: δόγμα Ὁμηρικὸν τὸ δύο τὰς μοίρας εἶναι, ὡς καὶ ἐπʼ Ἀχιλλέως «διχθαδίας κῆρας» φησὶ «φερέμεν».

ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν: συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.

Διὸς κρείσσων νόος: ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι «κρείσσω». τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται. καὶ τὸ κρείσσων ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής.

κρείσσων νόος ἠέ περ ἀνδρός: ἰδίως εἶπεν· ἔδει γὰρ «κρείσσων ἀνδρῶν».

ἀνδρός: γράφεται «ἀνδρῶν».

ἔνθα τίνα πρῶτον … ἐξενάριξας, Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν: ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιητὴς τῷ Πατρόκλῳ.

τοὺς ἕλεν: ὅτι Ζηνόδοτος γράφει «τοὺς ἕλες». ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ αὐτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται.

Ζηνόδοτος «ἕλες».

φύγαδε: τοῦτο οὐκ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, ὡς τὸ «ἦ, καὶ ὁ μὲν φύγαδʼ αὖτις ὑποστρέψας»· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, μὴ καὶ δύο μέρη λόγου ἐστίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγὴν φύγα, ἤ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στὺξ Στύγα, τοῦ δέ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παράγωγα ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις, «Ἴδηθεν μεδέων», «δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρός». ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται «φύγα δέ» ὡς «Οὔλυμπον δέ», ἢ εἷς ὡς ἄγραδε· τὸ γοῦν «ἅλαδʼ ἑλκομενάων» δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς «οἶκον δέ», ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν ὡς ἄγραδε, «ἅλαδε». ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου

φύγαδε: εἰς φυγήν.

ἐπʼ ἀγκῶνος: ὅτι ἀγκῶνος τῆς γωνίας λέγει.

ἀγκῶνος: ἐξοχῆς. καὶ ὁ Ἕκτωρ «πύργῳ ἐπὶ προὔχοντι». ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρὸς ὡς ἐγγὺς εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως.

χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων:ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα ἐμφαντικῶς.

χείρεσσʼ ἀθανάτῃσι: βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν.

ἔπεα πτερόεντα προσηύδα: γράφεται «προσέφη ἑκάεργος Ἀπόλλων».

οὔ νύ τοι: Ἀρίσταρχος «οὔ νύ πω».

«οὔ νύ πω» διὰ τοῦ πώ.

οὐδʼ ὑπʼ Ἀχιλλῆος: ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης.

ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω:ὅτι Ζηνόδοτος γράφει «τυτθόν». ὁ δὲ αὐτὸς στίχος καὶ ἐπὶ τοῦ Διομήδους κεῖται καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται «τυτθόν». συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν. ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς «μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων».

ἐνταῦθα πολλόν, ἐπὶ δὲ Διομήδους «τυτθόν».

ἀνεχάζετο πολλὸν ὀπίσσω: ἤκουσε γὰρ «μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων», καὶ δέδιε πρᾷος ὢν καὶ ὑπʼ οὐδενὸς θεοῦ βοηθούμενος. ὁ δὲ Διομήδης θερμὸς καὶ ἔχων Ἀθηνᾶν.

ᾔδει μὲν ἀκούσας ὅτι «μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων», ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου ἢ καὶ φιλοδοξῶν· διὸ κινδυνεύει ἀναιρεθῆναι.

δίζε: ἐδίσταζεν.

ὁμοκλήσειεν: μετὰ ἀπειλῆς κελεύσειεν.

εἰσάμενος: οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν «τῷ μιν ἐεισάμενος».

Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος: εἰκότως τούτῳ εἴκασται, ἵνα διὰ τὴν εὐγένειαν δέξηται τὴν παραίνεσιν.

μήτρως: μητρὸς ἀδελφός. οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν.

αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης Κισσέως.

αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: Δύμαντος καὶ Εὐθόης νύμφης, ὡς Φερεκύδης· Ἀθηναίων δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ ἐν τῷ Καταλόγῳ αὐτοῦ μέμνηται.

ὃς Φρυγίῃ ναίεσκε: ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οἶδεν.

ὃς Φρυγίῃ ναίεσκε: ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν· «Ἄσιος Ὑρτακίδης».

Ἕκτορ, τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή:ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ μὲν ἀρετήν, ἐλέγχει δὲ ὡς ἀνάξια πράττοντα.

αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων:διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴ κεν σύνδεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, «ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην ὁ Ἀπόλλων». δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος.

ἔφεπε: ἐν ἄλλῳ «ἔπεχε».

σκαιῇ ἔγχος ἔχων, ἑτέρηφι δὲ λάζετο πέτρον:γραφικῶς τοῦτο.

τόν οἱ περὶ χεὶρ ἐκάλυψεν: χειροπληθῆ.

οὐδὲ δὴν ἅζετο φωτός: ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ ὅλως ηὐλαβήθη αὐτόν.

ἅζετο: ἅζετο καὶ ἀπέσχετο.

μετώπιον: μεσόφρυον, τὸ μεταξὺ τῶν ὤτων.

σύνελεν: συνέχεε καὶ εἰς ἓν συνήγαγεν.

ὀφθαλμοὶ δὲ χαμαὶ πέσον: δηλονότι ἐκθλιβέντες ὑπὸ τῶν ὀστῶν συντριβέντων.

αὐτοῦ πρόσθε ποδῶν: ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν ἐξακοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστήσας ὁ νεκρὸς ἕξειν τοὺς πόδας.

ἀρνευτῆρι: παρὰ τοὺς ἄρνας.

ἐπικερτομέων: διὰ τοῦ ἐπικερτομέων τὸ εἶδος τῶν ῥηθησομένων λόγων ὑποβάλλει.

διὰ τοῦ κερτομέων τὸ τῶν ῥηθησομένων λόγων ἦθος καὶ τὸ εἶδος ἀπογυμνοῦται.

ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ: σαρκάζων.

πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν: ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς τοὺς Χωρίζοντας· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας φανερὸν δὲ ὅτι, εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμένους. ἀλλʼ ὅμως φησὶ «δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες».

πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν: οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας διαίτῃ· οὐδὲ γὰρ οὐδὲ τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς τοιούτοις χρωμένους εἰσήγαγεν. ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο, τοῖς ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν τῶν ἡρώων, πρὸς ἀνάγκην δὲ ἐν πλῷ· τοῦτο γάρ φησιν ὁ Πάτροκλος· ἐπιφέρει γοῦν «νηὸς ἀποθρῴσκων» οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν, ἀλλʼ ὅμως διʼ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως ἑταῖροι· καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν ἵνα καὶ ἐπὶ Ἀχιλλέως εἰπεῖν δυνηθῇ «τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς». ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν ἕψειν.

τήθεα: εἶδος ὀστρείου. ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς πέτραις.

διφῶν: διαφῶν, ψηλαφῶν.

εἰ καὶ δυσπέμφελος εἴη: ὅτι Ζηνόδοτος γράφει «εἰ καὶ δυσπέμφελοι εἶεν» ὥστε ἐπὶ τῶν ἀνδρῶν εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες. βέλτιον δὲ ἐπὶ τῆς θαλάσσης, «εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα»· τὴν γὰρ τοῦ κολυμβητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι. καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε· «καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται»

εἰ καὶ δυσπέμφελος εἴη: Ζηνόδοτος «δυσπέμφελοι εἶεν» γράφων ἐπὶ τῶν ἀνδρῶν ἤκουεν, οἷον δυσάρεστοι, οἱ ἑταῖροι δηλονότι, ὡς καὶ Ἡσίοδος· «πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι». ἢ ἀπλήρωτος. καὶ Ἡσίοδος· «ναυτιλίης δυσπεμφέλου»· κέρδους γὰρ οὐ πίμπλαται.

ἄλλως· δυσπέμφελος: δυσχείμερος, ὁ πόντος δηλονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης.

κεραΐζων: ἀπὸ τῶν κερατηφόρων ζῴων.

ἔβλητο πρὸς στῆθος: δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπʼ ἀλκῆς καὶ προθυμίας ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται ἑή τέ μιν ὤλεσεν ἀλκή. καὶ τὸ ἀντιπρόσωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς ἀρετῆς καὶ τοῦ θράσους σημεῖον.

ἑή: αὐτοῦ.

λέονθʼ ὣς δηρινθήτην: καὶ ἐπʼ ἐκείνης τῆς παραβολῆς ἐσημειωσάμεθα, «ὥς τε δύʼ αἶγα λέοντε», ὅτι λέοντες οὐ διαμάχονται πρὸς ἀλλήλους περὶ ζῴου. λύεται δὲ διὰ τοῦ «πεινάοντε».

ὥ τʼ ὄρεος κορυφῇσι—μάχεσθον: ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευμένον γὰρ ζῷον τῷ πεφονευμένῳ Κεβριόνῃ παραβέβληται.

Ἕκτωρ μὲν κεφαλῇφιν— Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός: ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον.

ὡς δʼ Εὖρός τε Νότος τʼ—ἀγνυμενάων: ἡ παραγωγὴ πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου. ὅμοιον δέ ἐστι τῷ «Βορέης καὶ Ζέφυρος».

βαθέην: εὖ τὸ βαθέην εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων.

τανυήκεας ὄζους: ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ ἐπὶ τοῦ ξίφους «τανύηκες ἄορ», ἀλλὰ κατὰ παραγωγὴν τανυήκεας ὄζους, οἷον ταναούς, ὡς «κελαινεφὲς αἷμα». τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν.

τανυήκεας: παράγωγον ἀντὶ τοῦ ταναούς· ἐπὶ δὲ τοῦ «τανύηκες ἄορ» σύνθετον. ὁμοίως καὶ ἐπὶ τοῦ «κελαινεφές»· ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος.

πάταγος δέ τε ἀγνυμενάων: λείπει γίνεται.

ἀγνυμενάων: ἡ ἐπὶ τῆς παρατελεύτου μακρότης παρίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον ἦχον.

ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντεςδῄουν: τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπʼ ἀλλήλοισι θορόντες ἐστίν.

πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει:ἀμφί περὶ αὐτόν, οὐκ ἐν αὐτῷ.

πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν:βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλα.

ἐστυφέλιξεν: Ἀρίσταρχος διὰ τοῦ α «ἐστυφέλιξαν».

ὁ δὲ στροφάλιγγι κονίης: καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς.

ὁ δὲ στροφάλιγγι: Ἀρίσταρχος «ὁ δʼ ἐν στροφάλιγγι» σὺν τῷ ν.

ἄλλως· ὁ δὲ στροφάλιγγι: «ὁ δʼ ἐν στροφάλιγγι» διὰ τῆς ἔν.

εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν.

κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων:ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν Νέκυιαν μετάκειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος, πρὸς τὸ «ἐν καρὸς αἴσῃ», ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ.

κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων:ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον.

βουλυτὸν δέ: ἐπὶ τὴν ἑσπέραν, καθʼ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

ὑπὲρ αἶσαν: ὑπερλίαν. ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ καθῆκον.

τρὶς μὲν ἔπειτʼ ἐπόρουσε—, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν: τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν· ὑπὲρ μέτρον γὰρ τὸ φονεύειν εἴκοσιν ἑπτά.

τρίτον, φησίν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον. ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν.

ἔνθʼ ἄρα τοι, Πάτροκλε, φάνη βιότοιο τελευτή:ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον· σοὶ γάρ, ὦ Πάτροκλε, τῷ οὕτως ὑπʼ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλήνων πραγματευσαμένῳ, τῷ Νέστορος φιλοπόνως ἀνασχομένῳ, τῷ Εὐρύπυλον φιλοστόργως ἰασαμένῳ, τῷ ὑπὲρ τῶν Ἑλλήνων δακρύσαντι καὶ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, τῷ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι. ταῦτα πάντα ἔνεστιν ἐπαναφέροντας ἐπὶ τὴν ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές.

δεινός: δεινῶς καὶ ἐπιφανῶς.

ὁ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν: ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

καταπρηνεῖ: πλατείᾳ καὶ διατεταμένῃ.

στρεφεδίνηθεν: περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνομάτων ταὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν τῆς πληγῆς παρίστησιν.

τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην— Ἀπόλλων: ἀφοπλίζει αὐτόν, ἶσον τῇ ὁπλίσει ἀπεργαζόμενος Ἕκτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιΐαν παρεισάγει καὶ ἐπιτερπῆ κοσμοποιΐαν οὐ θέλει δὲ μετὰ θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. ἔλεον καὶ ἀνδρίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ ἐν τῇ γυμνώσει τῶν ὅπλων. ἡ δὲ Ἀθηνᾶ ἀντὶ τούτου τὸν Ἕκτορα ἀπατᾷ ὡς καὶ Εὐμήλου τὸν ἄξονα «ἦξεν» ἀντὶ τῆς μάστιγος Διομήδους

τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην—Ἀπόλλων: ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησι.

πάρος γε μὲν οὐ θέμις ἦεν —κονίῃσιν: ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται.

ἱππόκομον: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε. ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. προείρηται δὲ περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπαρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται.

ἱππόκομον: ἵππου κόμην ἔχουσαν· διὸ καὶ προπαροξύνεται.

ᾗ: τῇ αὐτοῦ. σχεδόθεν: ἐκ τοῦ σύνεγγυς χρόνου. ἢ ὡς τὸ «σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη». τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων τὸν Ἕκτορα: διὸ ἐπήγαγε τὸ σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.

πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη … ἔγχος: ὅλον ἐκ μέσου, καθʼ ὃ κατεῖχεν αὐτό. εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ ἂν ἐκλάσθη.

πᾶν δέ οἱ: οὕτω πᾶν δέ οἱ. ἐν δέ τισι «τῷ δέ οἱ».

πᾶν: ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον.

λῦσε δέ οἱ θώρηκα: ὅτι οὐχ ἥνωντο, ἀλλὰ ζωστῆρσι συνείχοντο οἱ θώρακες.

στῆ δὲ ταφών: ἔστη δὲ παραπληγεὶς καὶ ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα, ὃς ἅμα νοήματι αὐτὸν ἀπέδυσε· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται ἐπεστραμμένος δὲ ὑφʼ Ἕκτορος εἰς τὴν λαγόνα τιτρώσκεται.

σχεδόθεν βάλε Δάρδανος ἀνήρ: ὅτι Ζηνόδοτος γράφει «σχεδὸν οὔτασε Δάρδανος ἀνήρ». ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, ὡς διὰ τῶν ἑξῆς δείκνυται, «ὅς τοι πρῶτος ἐφῆκε βέλος».

σχεδόθεν βάλε: Ζηνόδοτος «σχεδὸν οὔτασε». καὶ πῶς φησιν «ὅς τοι πρῶτος ἐφῆκε βέλος» δηλοῖ οὖν τὸ σχεδόν, ὡς «τὸν δὲ σχεδὸν ἄορι τύψας». Σέλευκος δέ φησιν οὐ δύνασθαι «σχεδὸν βάλε».

Δάρδανος ἀνήρ, Πανθοΐδης Εὔφορβος: καὶ πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι.

καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων:ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος οὐκ ἐπὶ μελέτης, ἀλλʼ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ πρώτως εἰς πόλεμον παραγενόμενος.

καὶ γὰρ δή ποτε: διὰ τοῦ τ αἱ Ἀριστάρχου, «καὶ γὰρ δὴ τότε».

καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι—διδασκόμενος πολέμοιο: ὡς τῶν τότε τοιαύτην ἀσκούντων μελέτην, ὥστε τοὺς ἀντελαύνοντας ἀναστρέφειν τῶν ἁρμάτων. διδασκόμενος δὲ πεῖραν λαμβάνων. πόλεμον δὲ τὸν ἐν Ἰλίῳ φησίν· ἔστι γὰρ νέος, ὡς καὶ ἡ περὶ αὐτοῦ παραβολὴ δηλοῖ.

φῶτας ἐείκοσι—πολέμοιο: εἰκότως τὸ πρόσωπον συνίστησιν, ὡς ἂν μὴ δοκοίη ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις.

πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο:τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι.

ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεες ἱππεῦ: ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος· βέλος γοῦν κέκληκεν διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν.

οὐδʼ ὑπέμεινε Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι: φιλέλλην ὁ ποιητής, κατακωμῳδῶν τὸν βάρβαρον καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων.

ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο: ταῦτα τοῦ ἀληθοῦς ἔχεται· εἰ γὰρ προσέθηκεν ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, ἐξέπιπτε τοῦ πιθανοῦ.

βεβλημένον ὀξέϊ χαλκῷ: ὅτι ὁμόλογον τῷ βεβλῆσθαι αὐτόν.

ἀγχίμολον: σύνεγγυς. καὶ «τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδών». χρονικῶς δὲ «ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δῶμʼ Ὀδυσσῆος».

δούπησεν δὲ πεσών: ὅτι ἐκ τῶν τοιούτων ἀπεξεδέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθʼ ἑνὸς ἀντὶ τοῦ ἀποθανεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλʼ ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ τῶν ὅπλων.

δούπησεν: τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. ἀντὶ τοῦ ἀπέθανεν, ὡς τὸ «δεδουπότος Οἰδιπόδαο» ἀντὶ τοῦ ἀποθανόντος.

μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν: διὰ τὴν Πατρόκλου ἀρετήν, διὰ τὸ Ἀχιλλέως ἐπʼ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν τῷ εὐεργέτῃ.

σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ: ἰσχυρὸν ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσι αὐτοὺς εἴκασε νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις.

πίδακος ἀμφʼ ὀλίγης, ἐθέλουσι δὲ πιέμεν ἄμφω:τὸ δίψος παρέλαβεν αἰτίαν τῆς συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.

ἄλλως· πίδακος ἀμφʼ ὀλίγης: ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν.

ἀσθμαίνοντα: φύσει γὰρ τοιοῦτος ὁ σῦς· τῷ δʼ ηὔξηται ἡ δίψα. πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. ἔστιν οὖν «ἀγωνιζόμενον».

πέφνοντα: ὡς τέμνοντα. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει, «κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπεφνών», τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι· εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω, «πέφνῃς», «πέφνῃ» καὶ «πέφνε γὰρ Ὀθρυονῆα», καὶ ἔστι δεύτερος ἀόριστος ὡς «ἔλαβε», λάβω λάβῃς, «λάβῃ», δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη καὶ οὕτως ἐβάρυνεν· ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφωνον κατʼ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι «διὰ τί γὰρ οὐ περισπᾷ;», διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν

Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα: ὅτι οὗτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκε

ἦ που ἔφησθα πόλιν κεραϊζέμεν ἀμήν: οὐκ ἐᾷ ἐπʼ ἄκρον φέρεσθαι τὰς ἐλπίδας.

τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι — πολεμίζειν: ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει καὶ οὐ θείαν τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὑτοῦ δυνάμεως.

ὀρωρέχαται: ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ «τανύοντο δὲ μώνυχες ἵπποι».

ἦμαρ ἀναγκαῖον: τὸ εἰς ἀνάγκην ἄγον, ὡς «δούλιον ἦμαρ».

μή μοι πρὶν ἰέναι, Πατρόκλεες—δαΐξαι: κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκπέμποντα Πάτροκλον.

ὥς πού σε προσέφη: οὕτως διὰ τοῦ ε, ὥς πού σε προσέφη·

σοὶ γὰρ ἔδωκε νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ μʼ ἐδάμασσαν: Ζεὺς ἡ Μοῖρα. ἢ ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητής, τοῦτο τῷ ἡρωϊκῷ προσώπῳ περιέθηκε. τὸ δὲ ἐδάμασσαν ἀντὶ τοῦ δαμασθῆναι ἐποίησαν.

τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν —δαμέντες: ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσοντος, ἀλλʼ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ μετὰ τελευτήν.

σὺ δέ με τρίτος ἐξεναρίζεις: ἡ διπλῆ πρὸς τὸ ζητούμενον· τέσσαρας γὰρ προειπὼν ἐπιφέρει σὺ δέ με τρίτος. τὴν δὲ κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας.

σὺ δέ με τρίτος ἐξεναρίζεις: πολλοστός, ὡς «ἀσπασίη τρίλλιστος». οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρίτος Ἕκτωρ. τινὲς δὲ καθʼ ὑπερβατόν, ἵνʼ ᾖ «τρίτος Εὔφορβος, σὺ δέ με ἐξεναρίζεις».

ἄλλως· σὺ δέ με τρίτος ἐξεναρίζεις: αὔξει ἑαυτὸν ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύτερον.

πῶς τέσσαρας καταριθμήσας—ἵνʼ ᾖ πολλοστός.

ἄλλο δέ τοι ἐρέω—ἀμύμονος Αἰακίδαο: δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὥστε ἀπαλλασσομένας τὰς ψυχὰς ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ ψυχὴ προγινώσκει τι τῶν μελλόντων.

βέῃ: βιώσῃ, ὡς «τί νυ βείομαι αἰνὰ παθοῦσα».

χερσὶ δαμέντʼ Ἀχιλῆος: πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος. ἢ ἐπεὶ κατʼ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν Ἀπολογίᾳ Σωκράτους· «καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.»

πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὅτι ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείας γάρ ἐστι μέρος φύσεως, καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα.

δαμέντʼ: ἐκ πλήρους τὸ «δαμέντι» Ἀρίσταρχος.

ἐκ πλήρους γραπτέον τὸ «δαμέντι».

ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη: ὅτι πνεῦμα ποιὸν ἡ ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος.

ἐκ ῥεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον.

οἱ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν ἀναχωρεῖ.

ὃν πότμον γοόωσα: Πυθαγόρας φησὶν ὡς ἀναχωροῦσα ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, ᾧ ἂν γεννωμένῳ σώματι ἢ φυτῷ καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ γενναῖα τῶν σωμάτων καὶ ψυχὴ καταλείπουσα θρηνεῖ.

λυπεῖται ἡ ψυχή, μή ποτε ἀνάξια πράξασα ἑαυτῆς ἀναξίως περιπέσῃ καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ Πυθαγόρας κακῶς φησιν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά τινα καὶ σώματα καὶ θάμνους μεταβάλλεται, ὅθεν καὶ λελύπηται. πρὸς ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπραξάμενοι τοῖς αὐτοῖς περιπέσωμεν.

ἀνδροτῆτα: ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν ἰδίαν οὖσαν.

ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρίαν, ἀλλὰ τὴν ἀνθρωπότητα. τὴν ἀνδρὸς φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν οὖσαν ἰδίαν.

τεθνειῶτα: διὰ τοῦ η τὸ «τεθνηῶτα» Ἀρίσταρχος.

τίς δʼ οἶδʼ, εἴ κʼ Ἀχιλεὺς—ἀπὸ θυμὸν ὀλέσσαι: δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπʼ Ἀχιλλέως ἀνδρεῖα· «τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι».

ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν: ἡ ἀναφορὰ ἐπὶ τὸν Ποσειδῶνα· φησὶ γὰρ «Ποσειδάων δὲ πόρʼ αὐτούς πατρὶ ἐμῷ Πηλῆϊ, ὁ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν»· φασὶ γὰρ ἐν τοῖς γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ Ἡφαίστου ὅπλα καὶ ξίφος.

ἄμβροτοι: οὐ μετέχοντες θανάτου.

θεοὶ δόσαν ἀγλαὰ δῶρα: τινὲς προσγράφουσιν «ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον»· καὶ γάρ φησι· «τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ».

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.