ΥΠΟΘΕΣΙΣ.Ἀθηνᾶ ἐπὶ τὴν πόλιν παραγενομένῳ Ὀδυσσεῖ ὑπαντᾷ, καὶ ἀξιώσαντι δείκνυσι τὸν Ἀλκινόου οἶκον, εἰς ὃν εἰσελθὼν Ὀδυσσεὺς προσπίπτει τοῖς τῆς Ἀρήτης γόνασι, καὶ δεῖται αὐτῆς πέμψαι αὐτὸν εἰς τὴν πατρίδα. ἀναστήσας δὲ αὐτὸν ὁ Ἀλκίνοος παρακαθίζει αὑτῷ καὶ δεῖπνον παρέχει. ἡ δὲ Ἀρήτη θεασαμένη τὴν ἐσθῆτα πυνθάνεται πόθεν ἔσχεν. ὁ δὲ διηγεῖται αὐτοῖς τὸν ἀπὸ Καλυψοῦς πλοῦν καὶ τὸ γεγενημένον ναυάγιον καὶ τὴν πρὸς αὐτοὺς ἄφιξιν, καὶ ὅτι δεηθεὶς Ναυσικάας ἔλαβε τὴν ἐσθῆτα. ΑΛΛΩΣ
Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετʼ ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην τὴν Ἀλκινόου γυναῖκα τοῦ βασιλέως. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται.
στῆσεν ἀπὸ κοινοῦ τὸ, μένος ἡμιόνοιιν.
ἀθανάτοις ἀστράσιν. οἵ ῥʼ ὑπʼ ἀπήνης ἡμιόνους ἔλυον τοὺς ὑπʼ ἀπήνης ἡμιόνους.
δαῖε δέ οἱ πῦρ ἤτοι ἧπτε πυρὰν διὰ τὸ εἶναι χειμῶνα.
γρηῢς αἰδέσιμον γὰρ τὸ γῆρας καὶ σωφροσύνης παρασκευαστικόν. Ἀπειραίη ἄποθεν παροῦσα, ἢ Ἠπειρωτική. ἔστι δὲ ἀντικρὺ Κερκύρας ἡ Ἤπειρος. Ἠπειρωτική. ἡ γὰρ τῶν Φαιάκων νῆσός ἐστιν. ἡ Ἠπειρωτική. ἡ γὰρ Ἤπειρος τῶν Φαιάκων νῆσός ἐστι. λέγεται δὲ καὶ ἤπειρος ἡ ὅλη οἰκουμένη, ἥτις τέμνεται εἰς τρία, εἰς Ἀσίαν, εἰς Λιβύην καὶ εἰς Εὐρώπην. ἑκάστη δὲ τούτων γῆ καλεῖται ἤπειρος. ὅτι συνέστειλεν Ἰακῶς. καὶ ἑξῆς, τήν ποτʼ Ἀπείρηθεν. θαλαμηπόλος ἤτοι ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, ἢ ἡ τοῦ οἴκου προνοοῦσα.
Ἀπείρηθεν πόρρωθεν, ἀπὸ τῆς ἠπείρου. θεοῦ δʼ ὡς δῆμος ἄκουεν καὶ τοῦτο οἰκονομικῶς. ἀηδῶς γὰρ ἔχουσι πρὸς τὰς πομπὰς, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. διὰ δὲ τὴν φιλοξενίαν τοῦ Ἀλκινόου ἀναγκαίως ὑπακούουσι. τὴν πειθαρχίαν οὖν αὐτῶν ἀναγκαίως προσυνίστησιν.
ἀθετεῖ Ζηνόδοτος. ἤδη γὰρ εἶπε «δαῖε δέ οἱ πῦρ.» καὶ διὰ τὴν διαφορὰν τοῦ εἴσω πρὸς τὸ ἔνδον. δόρπον ἐκόσμει παρεσκεύαζε. ἑσπερινὴν τροφήν. δεῖ γὰρ νοεῖν ὅτι ἑσπέρας εἰσῆλθεν ἡ Ναυσικάα.
αὐτὰρ Ἀθήνη ἤτοι ἡ οἰκεία φρόνησις ὑπέθετο αὐτῷ κατὰ τὴν νύκτα ἰέναι. καὶ ὁ ἀὴρ δὲ καὶ ἡ ἀὴρ τὸ αὐτό. ἡ ἀὴρ γὰρ ἡ ἀορασία, ὁ ἀὴρ εἰ μὴ ἔχει τὸ φωτίζον.
πολλὴν ἠέρα χεῦε ὅτι τῷ Ὀδυσσεῖ περιέθηκε σκότος, οὐ τοῖς Φαίαξιν, ὡς ἐν τοῖς ἑξῆς Ζηνόδοτος.
μή τις Φαιήκων μεγαθύμων ὑπερόπτας εἰσήγαγε τοὺς Φαίακας οἰκονομικῶς, ἵνα πρὸ καιροῦ μήτε ὄνομα μήτε πατρίδα μήτε τύχην αὐτοῦ μάθωσιν, ἀλλʼ ὡς ἤθελεν αὐτοῖς οἰκονομήσῃ τὴν ἀπόκρισιν. πῶς οὖν πέμπουσι τοὺς ξένους; ὅτι ἐκ τῶν ἐναντίων φιλανθρώπους πεποίηκε τοὺς ἄρχοντας αὐτῶν. οὐδὲν οὖν εἰς τὰ τοιαῦτα ἔμελλε βλάψειν τὸν Ὀδυσσέα ἡ τῶν ὑποτεταγμένων αὐθάδεια. εἰ δὲ καὶ περὶ τῆς εἰς τὴν Ἰθάκην ἐκβάσεως προοικονομεῖ τι ὁ ποιητὴς διὰ τοῦ τοιούτου ἤθους τῶν πολιτῶν, εἰσόμεθα ἐπὶ τοῦ οἰκείου τόπου γενόμενοι.
ἐραννὴν διὰ τὸ ἄπραγμον καὶ τὴν ῥαστώνην τῶν βιούντων αὐτόθι. ἢ τὴν τῷ Ὀδυσσεῖ ἐραννὴν διʼ ἄμφω, ὅτι τε ἐκ ναυαγίου περισέσωστο, καὶ ὅτι ἐντεῦθεν προσεδόκα εἰς τὴν πατρίδα ἀφίξεσθαι.
θεὰ γλαυκῶπις Ἀθήνη κόρη τις, ἣν θεὰν ὀνομάζει διὰ τὸ δεῖξαι αὐτῷ τὴν ὁδόν.
οὐκ ἄν μοι Ἀριστοφάνης, ἤ ῥά μοι.
ταλαπείριος Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ταλαίπωρος, τινὲς δὲ ἀντὶ τοῦ ξένος καὶ πόρρωθεν πεπερακὼς, ἢ μακρόθεν ἀφιγμένος.
τηλόθεν ἐξ ἀπίης γαίης ὅτι τὴν πολὺ ἀφεστῶσαν γῆν, οὐ τὴν Πελοπόννησον, ὡς οἴονται οἱ νεώτεροι.
καὶ γαῖαν ἔχουσιν γράφεται καὶ ἔργα νέμονται, ἀντὶ τοῦ κατοικοῦσι. καὶ τὰ γεώργια μερίζονται. καὶ ἔργα νέμονται γρ. καὶ γαῖαν ἔχουσιν.
δείξω προσαγωγὸν πάνυ. οὐ γὰρ τὴν ἰδίαν χρείαν καταλιποῦσα ὑπουργήσειν φησὶν, ἀλλὰ τῆς αὐτῆς ὁδοῦ δείξειν τὸ ζητούμενον.
ἀλλʼ ἴθι σιγῆ τοῖον οὕτως ὡς ἔχεις, ἢ ὥς σοι δεικνύω.
ποτιόσσεο ἐνόρα, ἢ προσαγόρευε, ἢ περιβλέπου. μηδὲ πρός τινα ἀνθρώπων ἐνατένιζε.
οὐ γὰρ ξείνους—ἀνέχονται οὐ ξενίζουσι τοὺς ἀνθρώπους. μάλʼ ἀνθρώπους ἀνέχονται ἀντὶ τοῦ, ἀνθρώπους ἀνέχοντας ὑποδέχονται. ζητοῦσί τινες πῶς ἐν τοῖς ἑξῆς φιλοξενωτάτους λέγει τοὺς ἀνθρώπους. καὶ φαμὲν ἢ τὸν μὲν ναυτικὸν ὄχλον εἶναι τῷ ὄντι ἀηδῆ, τοὺς δὲ βασιλεῖς φιλοξένους· ἢ ἵνα φυλάξηταί τινος πυθέσθαι καὶ πρὸς ἕτερον καταχθῆναι.
ἀγαπαζόμενοι τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. τὸ δὲ φιλέουσι, μετὰ στοργῆς ξενίζουσι. ἡδέως πάνυ, ὡς αὐτὴ παρὰ τὸ ἔθος τῆς πολιτείας φιλανθρώπως διακειμένη πρὸς τὸν ξένον.
λαῖτμα οἱ μὲν ὅρμημα, οἱ δὲ τὸ κύτος, οἱ δὲ τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα καὶ πλατύ. λέγει δὲ τὸ κῦμα. προοικονομεῖ τὴν ἐπάνοδον.
ἠὲ νόημα ἐντεῦθεν τὸ παροιμιῶδες «διέπτατο δʼ ὥστε νόημα.» τὸ γὰρ ἐνθύμημα καὶ τὰ πόρρω φαντάζεται.
ναυσικλυτοὶ ὡς ἀγακλυτοί ἐν συνθέσει καὶ κατʼ ὀξεῖαν τάσιν. ἡ γὰρ ναυσί δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατʼ ἰδίαν λέγηται, διὰ τοῦ η γράφεται· «ὡς οἱ μὲν παρὰ νηυσί.» «νηυσὶ θοῇσι τοί γε πεποιθότες»· διὰ τοῦ α, ὅτε ἐν συνθέσει, Ναυσικάα, Ναυσίθοος.
διὰ σφέας ἀντὶ τοῦ, διʼ αὐτῶν. ἔθος τῷ ποιητῇ τὴν διά ταῖς αἰτιατικαῖς συντάσσειν. δύναται δὲ τὸ ἑξῆς εἶναι, διερχόμενον. ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν.
ἥ ῥά οἱ ἀχλὺν Ζηνόδοτος, ἥ σφισιν ἀχλύν, γράφει, οὐκ εὖ. ἐν γὰρ τοῖς ἑξῆς φησιν «καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.»
ὅτι δύο ὄντων «τοῖσι» εἶπε. καὶ περισσὸς ὁ δέ.
βασιλῆας βασιλεῖς τοὺς κατὰ μέρος ἄρχοντάς φησιν.
δαίτην δαινυμένους ἰδίωμα τῶν Ἀττικῶν, ὡς τὸ λόγον λέγει, γραφὴν γράφει. περίφρασις ὁ τρόπος, ὡς τὸ ποδάνιπτρα ποδῶν.
θαρσαλέος ὁ πεπαρρησιασμένος καὶ εὔτολμος, οὐχ ὁ θρασύς· ἐκεῖνος γὰρ ἀναιδής. καὶ ἔστιν οἰκεῖον τῇ Ἀθηνᾷ τὸ τῆς γνώμης. καὶ ἐξ ἀνδρείας καὶ λογισμοῦ ὀρθοῦ τὸ θαρρεῖν περιγίνεται. τοῦτο γὰρ δοκεῖ παραιτεῖσθαι τὴν παρρησίαν Ὀδυσσέως, ὅτι ξένος ἐτύγχανεν. ὑποβάλλει οὖν ὅτι καὶ τὸν τοιοῦτον θαρρεῖν δεῖ, εἰ μέλλει σωτηρίας τεύξεσθαι.
εἰ καί ποθεν γράφεται, εἰ καὶ μάλα. εἰ καὶ μάλα τηλόθεν ἔλθοι γρ. εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι καὶ πῶς ἡ Ναυσικάα φησὶ «τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖρας βάλλειν» κιχήσεαι οὖν, ἱκετεύσεις. ἢ ἐκεῖ τὸ παραμειψάμενος ἀντὶ τοῦ παρελθὼν, ἐάσας ἀπαράκλητον. κιχήσεαι νῦν ἀντὶ τοῦ ἱκετεύσεις. οὐ γὰρ καταλήψεσθαι σημαίνει.
Ἀρήτη καθὸ ἀρητῶς καὶ εὐκταίως ἐγεννήθη. ἐπώνυμον φερώνυμον. ἐπώνυμόν ἐστι τὸ ἀπὸ γενέσεως μὲν αὐτομάτως τεθὲν, ὕστερον δὲ κατὰ τύχην δοκοῦν τεθεῖσθαι, ὡς τὸ Δημοσθένης, οἷον τὸ τοῦ δήμου σθένος. Ἀρήτη δʼ ὄνομʼ ἐστίν· ἐκ δὲ τοκήων τοῦτο μάχεται τοῖς ἑξῆς· τὴν μὲν γὰρ λέγει Ῥηξήνορος, τὸν δὲ Ναυσιθόου. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ τοκήων δηλοῖ καὶ τὸ προγόνων. καὶ γὰρ τοὺς πατέρας ἐπὶ τῶν προγόνων τάττουσιν. δοκεῖ ὅτι καὶ ἀδελφή ἐστι τοῦ Ἀλκινόου ἡ Ἀρήτη. οἱ δὲ τοκήων ἐνόησαν τῶν προγόνων, ἵνʼ ὦσι συγγενεῖς καὶ μὴ ἀδελφοί. οὗτοι δέ εἰσι θεῖος καὶ ἀνεψιά. Ἡσίοδος δὲ ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπέλαβεν. ταῦτα πάντα χρήσιμα μανθάνειν τὸν ἱκέτην, ἵνα καὶ ἐκ πατέρων τὴν προσφώνησιν ποιήσηται, «Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο»
Ναυσίθοον πόρρωθεν ἀναλαμβάνει τὴν διαδοχὴν τοῦ γένους, ἐν συντόμῳ δὲ καὶ σαφῶς ἐκτίθεται ὅπερ ἐστὶ δυσχερέστατον οὐχ ὅπως ἐν μέτροις, ἀλλὰ καὶ ἐν πεζῷ λόγῳ. Ποσειδῶνος καὶ Περιβοίας τῆς Εὐρυμέδοντος Ναυσίθοος, οὗ Ῥηξήνωρ καὶ Ἀλκίνοος, Ῥηξήνορος Ἀρήτη.
ὑπερθύμοισι γιγάντεσσι ὡς ἔθνους τινὸς τῶν γιγάντων μέμνηται γενναίου καὶ ὑπερηφάνου. τὰ δὲ παρὰ τοῖς νεωτέροις οὐκ οἶδεν, οὔθʼ ὡς ἦσαν ἐκτράπελοί τινες καὶ ὀφιόποδες, οἵους αὐτοὺς ἀναζωγραφοῦσιν, οὔτε ὡς Φλέγραν ᾤκησαν, οὔτε ὅτι θεοῖς ἐμαχέσαντο.
ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ὅτε ἐμάχετο μετὰ τοῦ Διὸς ἤτοι μετὰ βασιλέως τινός.
τὸν μὲν ἄκουρον ἐόντα τοῦτο ἐναντίον τῶν ἐπιφερομένων «μίαν οἴην παῖδα λιπόντα Ἀρήτην.» λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ ἄκουρον οὐκ ἐκδεκτέον ἄπαιδα, ἀλλὰ οὐκ ἔχοντα κοῦρον, ὅ ἐστιν ἄρρενα παῖδα. ἄκουρον ἄμοιρον ἄρρενος παιδὸς, ἢ μὴ γεννήσαντα παῖδα ἄρρενα.
νυμφίον νεωστὶ γεγαμηκότα. νυμφίον ἰδίως τὸν ἤδη παιδοποιήσαντα. τὸ δὲ νυμφίον ἀντὶ τοῦ νέον, οὐ πολὺν χρόνον ἀπὸ τοῦ γάμου βιώσαντα. ἅπαξ δὲ εἴρηται ἡ λέξις. βραχὺ δὲ διασταλτέον μετὰ τὸ νυμφίον. βέλτιον γὰρ τὸ «ἐν μεγάρῳ» τοῖς ἑξῆς προσνέμειν, ἵνα δηλωθῇ ὅτι παρθένον αὐτὴν ἀπέλιπεν.
ἐπʼ ἀνδράσιν γρ. ὑπʼ ἀνδράσιν.
δειδέχαται μύθοισιν ἐκδέχονται ἐπαίνοις. στείχῃσιν ἀνʼ ἄστυ πορεύονται. τελεία εἰς τὸ ἐσθλοῦ.
οἷσίν τʼ εὖ φρονέῃσι καὶ οἷς ἂν εὐφρονῇ ἡ Ἀρήτη τὰ νείκη καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν διαλύει. ᾗσίν τʼ εὖ φρονέῃσι θαυμαστικόν· οἷς εὖ φρονεῖ, οὐδὲ γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν νείκεα λύει. γράφεται δὲ καὶ «ᾗσί τʼ εὖ φρονέῃσι.» οἷσίν τʼ εὖ φρονέῃσι τοσαύτῃ συνέσει φησὶ κεχρῆσθαι τὴν Ἀρήτην ὁ ποιητὴς ὥστε καὶ στάσεις ἀνδρῶν δύνασθαι αὐτὴν διαλύειν. τὸ δὲ καὶ ἀνδράσιν ὡς ἐν ἐπιτάσει παρέλαβε. τὸ γὰρ γυναικῶν νείκεα λύειν ἁρμόζει γυναιξίν. αἱ χαριέστεραι, ᾗσίν τʼ εὖ φρονέῃσι. πρεπῶδες γὰρ αὐτῇ τὰς πρὸς τοὺς ἄνδρας ἔριδας διαλύειν ταῖς γυναιξίν. ὑπερβιβαστέον δὲ τὸν καί· καὶ ᾗσιν εὖ φρονέῃσι τὰ πρὸς τοὺς ἄνδρας νείκεα διαλύει.
εἰ ἐκείνη προσφιλῶς διάκειται, ἐν σοὶ ἐλπὶς ἔστω ἰδεῖν τὴν οἰκίαν σου. ὡς γελοίως, ὦ βέλτιστε. οὐ γὰρ τῷ δικαίῳ, ἀλλὰ τοῖς φίλοις φησὶν αὐτὴν βοηθεῖν.
Σχερίην Σχερία ἡ χώρα τῶν Φαιήκων. τὴν Φαιακίαν. τὰ λεγόμενα νῦν Κέρκυρα αὕτη ἐστὶν ἡ Φαιακία.
Μαραθῶνα τόπος τῆς Ἀττικῆς, ἔνθα ἀνετράφη ἡ Ἀθηνᾶ. ἔστι δὲ Μαραθὼν ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις· καὶ ὁ Μαραθών γὰρ λέγεται καὶ ἡ Μαραθών· ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. Ἀθήνην ὅτι ἑνικῶς τὰς Ἀθήνας. ὑποπτεύεται ὁ τόπος, ὡς καὶ Χαῖρίς φησιν ἐν Διορθωτικοῖς.
δῦνε δʼ Ἐρεχθῆος ἀπὸ μέρους τὰς Ἀθήνας. τουτέστιν εἰς τὸ ἑαυτῆς τέμενος· ἐν τούτῳ γὰρ ἐτράφη ὁ Ἐρεχθεύς. τὸ δὲ, πυκινὸν δόμον, καλῶς κατεσκευασμένον καὶ ὑπὸ τεχνικῆς συνέσεως. τὴν ἀκρόπολιν.
ὥρμαινʼ ἱσταμένῳ ἠπόρει γὰρ τί βούλεται ἡ τοιαύτη κατασκευή. καὶ γὰρ ἀπὸ οἰκίας καὶ ἐσθῆτος καὶ θεραπόντων ἐστὶ τεκμήρασθαι τὸ ἔθος τῶν δεσποτῶν.
δῶμα καθʼ ὑψερεφὲς περισσὴ ἡ κατά.
χάλκεοι μὲν γὰρ τοῖχοι ῥᾴδιον μὲν ἦν χρυσῆν πᾶσαν φάναι τὴν δημιουργίαν τῆς οἰκήσεως, ἀλλὰ τὸ πιθανὸν πρὸς ἕκαστον μέρος τῆς κατασκευῆς ἐπιλέγεται, χαλκοῦς μὲν τοὺς τοίχους πρὸς ἀσφάλειαν, τὸν δὲ θριγκὸν κυάνεον, τουτέστι τὴν στεφάνην· πρέπον γὰρ τὸ μετέωρον ἀεροειδὲς φαίνεσθαι· τὰς δὲ θύρας χρυσᾶς, ἵνα τὸ πρῶτον τῇ ὄψει προσπῖπτον ἐκ τῆς πολυτελεστάτης ὕλης ᾖ. οἱ δὲ σταθμοὶ πρὸς τὴν ἐξαλλαγὴν ἀργύρεοι. χάλκεος δὲ οὐδὸς, διὰ τὸ πατεῖσθαι. τὸ δὲ ὑπέρθυρον ἀργύρεον, ὡς καὶ οἱ σταθμοὶ, ἵνʼ ἐκ τῆς ὁμοίας ὕλης ἡ τῶν θυρῶν περιγραφὴ τυγχάνῃ. καὶ φύλακας τοῖς τοιούτοις οἴκοις ἐπέστησε κύνας ἀΰπνους ἐκ πολυτελοῦς ὕλης, καὶ ταύτης οὐχ ὁμοίας, ἀλλὰ διαφόρου, ἵνʼ ὁ μὲν φιλόπλουτος τὴν ὕλην θαυμάζῃ, ὁ δὲ φιλόκαλος τὴν τέχνην, ὁ δὲ σπουδαιότερος τὴν χρείαν. οὐδὲν οὖν μειρακιῶδες πάσχει ὁ Ὀδυσσεὺς καταπληττόμενος τὰ οὕτω παράδοξα. ἐληλάδατʼ Ἰωνικῶς ἀντὶ τοῦ ἐληλασμένοι ἦσαν καὶ παρατεταμένοι. ἐρηρέδατʼ γράφεται, ἐληλέδατο. ἐληλέδατο παρατεταμένοι ἦσαν, εἰ δὲ, ἐρηρέδατο, ἡρμοσμένοι ἦσαν ἢ ἐμπεπηγμένοι.
ἐς μυχὸν ἐξ οὐδοῦ ἀντὶ τοῦ μέχρι τοῦ μυχοῦ, ἤτοι ὅλου τοῦ οἴκου. ὅλος γὰρ ὁ οἶκος χαλκός. ἀπὸ φλιᾶς μέχρι τῆς ἔσω γωνίας. θριγκὸς κυάνοιο ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται, θρὶξ, τριχὸς, θριγκὸς, τῶν στοιχείων ἀπολαβόντων τὴν οἰκείαν μετάθεσιν μετὰ πλεονασμοῦ τοῦ γ. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοίχων καὶ τοῦ στέγους ὥσπερ ἐξέχον τάξει τριχώσεως καὶ κόμης. ἢ παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοίχων καὶ τοῦ στέγους ὑπερεξέχον, τάξει τριχώσεως καὶ κόμης. καὶ ἔστιν ἡ εὐθεῖα ἡ θρίξ, καὶ κλίνεται τῆς τριχός. οἱ δὲ Ἴωνες ὡς τὸν χιτῶνα κιθῶνα λέγουσι καὶ τὴν χύτραν κύθραν καὶ τὸ ἐντεῦθεν ἐνθεῦτεν, τρέπουσι καὶ ἐπὶ τῆς τριχὸς τὸ χ εἰς κ, τὸ δὲ τ εἰς θ. ἡ δὲ γενικὴ ἐν πολλοῖς μετάγεται εἰς εὐθεῖαν, ὡς Τρώς Τρωός, καὶ ἡ εὐθεῖα Τρωός Τρωοῦ. καὶ σάρξ σαρκός καὶ ἄσαρκος, καὶ δμώς δμωός. οὕτως καὶ ἐπὶ τῆς τριχὸς μεταβληθέντων τῶν γραμμάτων μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν ὁ θρικός, προσθέσει τοῦ ν ὁ θρινκός. διὰ δὲ τὸ εὑρεθῆναι ἔμπροσθεν τοῦ κ τρέπεται τὸ ν εἰς γ. κυάνοιο δὲ ὁ ἔχων τὴν βαφὴν ἀπὸ τοῦ κυάνου εἶδος βάμματος ὄντος· κύανος, κυάνεος, κυανοῦν, ὡς χρύσεος, χρύσειος, χρυσοῦν· ὅστις κύανος ἐστὶ μέλας· ἢ διὰ τοῦ ἐφʼ ὕψους τοῦ τοίχου εἶναι πρὸς τὸν ἀέρα. καὶ γὰρ ὁ ἀὴρ μέλας ἐστίν. Ἄλλως. περίφραγμα, περίβολος τῆς οἰκίας καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου. παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. κυάνεον δὲ τὸν σίδηρον λέγει.
πυκινὸν δόμον ἐντὸς ἔεργον τὸν στερεὸν δόμον ἔνδον ἑαυτῶν περιέκλειον.
σταθμοὶ αἱ παραστάδες.
ὑπερθύριον τὸ ἐπικείμενον ταῖς θύραις, εἰς ὃ οἱ ἄνω στρόφιγγες ἐναρμόζονται. κορώνη τὸ ἐπίσπαστρον τῆς θύρας, ἤτοι τὸ κρίγκιον. κορώνη τὸ κρικίον. κορώνη ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, διὰ τὸ ἐπικαμπὲς σχῆμα. εἴρηται δὲ ταῦτα ἀπὸ τοῦ ζῴου τῆς κορώνης. εὐλύγιστον γὰρ ἔχει ὅσον εὐκαμπῆ τὸν τράχηλον. καὶ παρὰ μέρος σώματος ἐπὶ τοῦ ἀγκῶνος. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου.
χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν ἤτοι κυρίως, ἢ ἥλους λέγει, παρὸ καὶ κυνάδας φαμὲν, ἢ τοὺς διπλοῦς ἥλους. τινὲς δέ φασι τοὺς δοθέντας ὑπὸ Ἥρας Ποσειδῶνι ὑπὲρ τοῦ συλλαβεῖν αὐτῷ πρὸς τὴν τοῦ Διὸς ἐπίθεσιν οὕτως περιελθεῖν εἰς Ἀλκίνοον. ἑκάτερθε ἑκατέρωθεν τῶν θυρῶν.
ἰδυίῃσι πραπίδεσσι ταῖς ἐπιστημονικωτάταις βουλαῖς καὶ συνέσεσι.
φυλασσέμεναι ὥστε δοκεῖν φυλάσσειν.
καὶ ἀγήρως διὰ τὸ δοκεῖν εἶναι νεωστὶ κατεσκευασμένους.
ἐληλέδατʼ ἐμπεπηγότες ἦσαν. ἐρηρέδατο ἐνηρμοσμένοι ἦσαν. ἐνηρμοσμένοι ἦσαν ἐρεισθέντες ὡς ἐμπεπηγότες εἰς τὸν τοῖχον.
ἐΰννητοι εὖ νενησμένοι ἐπέκειντο.
κακῶς οἱ «βουνῶν» γράφοντες. Ὅμηρος γὰρ βωμοὺς τὰς βάσεις φησί.
δαινυμένους εὐωχουμένους.
πεντήκοντα δʼ ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες, αἱ μὲν ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπὸν, αἱ δʼ ἱστοὺς ὑφόωσι τὸ σχῆμα τῆς διαλύσεως ὁμοιότροπον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων· τούτους ἠγάπησα, τὸν μὲν ὅτι εὐφυής ἐστι, τὸν δὲ ὅτι φιλόπονος. τούτων κήδομαι, τοῦ μὲν ὅτι εὐφυής ἐστι, τοῦ δὲ ὅτι ἀγαθός. καὶ ἐπὶ δοτικῆς, τούτοις ἐδωρησάμην, τῷ μὲν, τῷ δέ. οὕτως οὖν καὶ ἐπὶ τῆς ὀρθῆς, «Νεστορίδαι δʼ ὁ μὲν ὁ δέ» καὶ γυναῖκες αἱ μὲν αἱ δέ. εἰ δέ τῳ προσκόπτοιτο, στιζέτω ἐπὶ τοῦ γυναῖκες, ἵνα λείπῃ τὸ ἦσαν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς.
ἀλετρεύουσαι ἀλήθουσαι ἐπὶ τῆς μύλης, ἤτοι τοῦ μηροῦ. μύλη γὰρ λέγεται καὶ ὁ μηρὸς καὶ πᾶν τὸ συστρεφόμενον. κλώθουσαι, ἐπὶ τοῦ μηροῦ στρέφουσαι καρπὸν μήλων, ἤτοι ἔρια. ἀλοῦσιν, ἐν τοῖς μύλοις ἀλήθουσι. ἀντὶ τοῦ ἠλέτρευον. ἀναστρεπτέον δὲ τὴν ἐπί. μύλοις ἔπι ἐν τοῖς μύλοις, ἐπὶ τοῖς μύλοις. μήλοπα καρπὸν τοὺς πυρούς· μηλοειδὴς γάρ ἐστι τὴν χροιάν. οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔτρεφον. μύλη γὰρ τὸ ἄκρον τοῦ μηροῦ. μύλης ἐπὶ μήλοπα καρπόν μύλας τινὲς τὰ γόνατα ἀκούουσι, μήλοπα δὲ καρπὸν τὸ ἔριον. καρπὸς δέ ἐστι τῶν προβάτων, ἵνα ὁ λόγος ᾖ ἐπὶ τῶν τὰς κρόκας τριβουσῶν ἐπὶ τῆς ἐπιγουνίδος. ἀλλὰ τὸ τρίβειν ἐν τοῖς γόνασιν οὐχ Ὁμηρικόν. καθόλου γὰρ οὐ ποιεῖ γυναῖκας γυμνουμένας ἕως μηρῶν. ἀλλʼ οὐδὲ μύλην ποτὲ εἴρηκεν Ὅμηρος τὸ γόνυ, ἀλλʼ ἐν ᾧ τοὺς πυροὺς ἀλοῦμεν· «ἥ ῥα μύλην στήσασα» μήλοπα δὲ καρπὸν τὸν σῖτον τὸν μηλοειδῆ τὴν χροιὰν, ὡς καὶ τὴν Δήμητραν αὐτὴν οὕτως ὀνομάζει, «ὅτε τε ξανθὴ Δημήτηρ» πρεπῶδες δὲ πεντήκοντα οὐσῶν τὰς μὲν περὶ τὰς τροφὰς ἀσχολεῖσθαι, τὰς δὲ ταλασιουργεῖν, ὡς καὶ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ παρέδωκεν. ἄλλως τε καὶ τὴν κρόκην τῇ χειρὶ ἔνηθον αἱ παλαιαὶ γυναῖκες, ὥς που καὶ Εὔπολίς φησι «τῇ χειρὶ νῆθε μαλθακωτάτην κρόκην.» Ἄλλως ἐκ τοῦ Πορφυρίου. οὐκ ἔστι τὸ «αἱ μὲν ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπὸν» τὸ ἐκ τῶν μήλων ἔριον, ὥς τινες οἴονται, ἀλλὰ μήλοπα καρπὸν ἔφη τὸν μήλῳ ἐμφερῆ κατὰ τὴν χροιάν. τοιοῦτος γὰρ ὁ πυρὸς, ὡς ἐν ἄλλοις «μυληφάτου ἀλφίτου ἀκτῆς» ἔστι δὲ ἡ ἀκτὴ οὐ τὸ κατεαγμένον, ὥς τινες, ἀλλὰ τὸ ἐξέχον, ἐκ μεταφορᾶς τῶν κατὰ τοὺς αἰγιαλοὺς ἐξοχῶν, ἃς ἀκτὰς λέγει, «ἀκτῇ ἐπὶ προὐχούσῃ.» τὸ ἄκρον οὖν καὶ ἐξέχον τοῦ ἀλφίτου. ὡσαύτως ἐξηγητέον καὶ τὸ «ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν» ἤτοι τὸν ἔξοχον πυρὸν, ὡς τὸ «οἰὸς ἄωτος.» τὸ δὲ, «ἀκτῇ ἐπὶ προὐχούσῃ» ἔφη καὶ ἄλλως, «προβλῆτι σκοπέλῳ» Ἄλλως. μήλοπα, τοὺς πυρούς· μηλοειδὴς γὰρ ὁ καρπὸς τὴν χροιάν. ἢ ἤτοι «αἱ μὲν ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπόν,» ὅταν πεπανθῇ· οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔστρεφον· μύλη γὰρ καὶ τὸ ἄκρον τοῦ μηροῦ. καὶ Ἡσίοδος γάρ φησι τὸ «ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπόν,» ἐπὶ τῆς ἠλακάτης τῆς στρεφομένης δίκην μύλης. μήλοπα γὰρ τὸν τῶν προβάτων καρπὸν, ἤτοι τὸν μαλλόν. μυλὼν δὲ καὶ μύλη λέγεται, οὐ μέντοι καὶ μύλος. κλώθουσιν, ἀλήθουσι. μηλοειδῆ, ἐπεὶ καὶ Δήμητρα ξανθή. ἢ τὸν σῖτον τὸν πυρόν. πολλῆς φροντίδος ἄξιον. Πορφύριος τὸν σῖτόν φησιν, ὡς χροιὰν μήλου ἔχοντα.
ἠλάκατα διαφορὰ ἠλακάτης καὶ ἠλακάτων παρʼ αὐτῷ ἥδε. ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον εἰς ὃ περιειλοῦσι τὸ ἔριον, ἠλάκατα δὲ αὐτὰ τὰ ἔρια περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, «ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα» τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη καὶ λείαν. τὰ δὲ ἔρια αὐτὰ ἐπὶ τῆς ἠλακάτης, «ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα»
μακεδνῆς μακεδνή γίνεται ἀπὸ τοῦ μῆκος καὶ τοῦ δίνη. καὶ μακεδνή ἡ ἐκ τοῦ μήκους δινουμένη, ἤτοι συστρεφομένη. οἷά τε φύλλα μακεδνῆς αἰγείροιο οἱ μὲν ὅτι ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατροειδῶς, οἱ δὲ ὅτι πεπύκνωται τὸ δένδρον τοῖς φύλλοις. φύλλα δὲ ἤτοι διὰ τὸ πλῆθος, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις, καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας, ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ «ὥσπερ γὰρ ἐν φύλλοισιν αἰγείρου μακρᾶς, κἂν ἄλλο μηδὲν, ἀλλὰ τοὐκείνης κάρα κινεῖ τις αὔρα κἀνακουφίζει πτερόν.» τὸ εὐκίνητον αὐτῶν κατὰ τὴν ἐργασίαν δηλοῖ ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας, ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ. ἡ εἰκὼν οὖν πρὸς τὸ συνεχὲς τῆς ἐργασίας. οἱ δὲ, ὅτι πολλαὶ, καὶ πεπύκνωνται τὰ δένδρα τοῖς φύλλοις. ἔστι δὲ καὶ εὐκράδαντα τὰ τῶν αἰγείρων φύλλα, ὡς καὶ ἐν ὕψει ὄντα.
καιροσέων δʼ ὀθονέων Ἀρίσταρχος, καιροσέων. καῖρος δὲ ὁ μίτος, οὗ παράγωγον τὸ καιρόεις, θηλυκὸν καιρόεσσα. ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν καιροεσσῶν, καὶ κατὰ συγκοπὴν καιροσσῶν, κατὰ δὲ διάλυσιν «καιροσσέων δʼ ὀθονέων.» Καὶ ἄλλως. ὅτι καὶ ἐπὶ ἐρίων ὀθόναι λέγονται. καῖρος ἡ διαπλοκὴ τοῦ διάσματος, ἐν ᾗ οἱ στήμονες καθίενται. ἔνθεν καὶ αἱ καιρωτίδες καιρωστρίδες παρὰ Καλλιμάχῳ. ἄλλο δέ ἐστι μίτος, διʼ οὗ τοὺς στήμονας ἐναλλάττουσι χάριν τοῦ τὴν κρόκην πλέκεσθαι. ἰστέον ὅτι οὐ μόνον τὴν λινῆν ἐσθῆτα ὀθόνην ἐκάλουν, ἀλλὰ καὶ τὰ διὰ τῶν ἐρίων ὑφάσματα. καιροσέων δʼ ὀθονέων καῖρος λέγεται ὁ μίτος, οὗ παράγωγον τὸ καιρόεις. ἀπὸ μέρους δὲ τοῦ μιτώματος τοὺς ὅλους εὐυφεῖς λέγει. καιροσέων γὰρ τῶν εὖ κεκαιρωμένων καὶ εὐυφῶν. τῶν καλῶς μεμιτωμένων. καὶ τὰ διʼ ἐρίων ὑφάσματα ὀθόνας ἐκάλουν. καιροσέων εὐυφῶν, εὖ κεκαιρωμένων. καίρωμα δέ ἐστι τὸ διαπλεκόμενον ἐν τῷ στήμονι παρὰ τὸν μίτον ὑπὲρ τοῦ μὴ συγχεῖσθαι τοὺς στήμονας. ὅθεν ἀπὸ μέρους, τοῦ μιτώματος, τοὺς ὅλους εὐυφεῖς λέγει. τὸ δὲ, ἀπολείβεται ὑγρὸν ἔλαιον, ἤτοι οὕτως ἦσαν πυκναὶ ὡς μηδὲ ἔλαιον διʼ αὐτῶν ἐλθεῖν, ἢ ἔξωθεν ὡς ἔλαιον ἔστιλβον διὰ τὴν λευκότητα, ἢ τρυφεραὶ ἦσαν ὡς δοκεῖν ἔλαιον ἀπορρεῖν· ἢ ἀποστίλβειν οὕτως τὸν μίτον, ὡς δοκεῖν ἔλαιον ἐκχεῖν. λείπει ὡς.
τόσσον ἀντὶ τοῦ τοσοῦτον. γράφεται ὅσσον.
νῦν τὸ ὡς ἀντὶ τοῦ τοσοῦτον.
τεχνήεσσαι τεχνίτιδες.
ὄρχατος δενδροφόρος γῆ. ἡ ἐπὶ στίχον καὶ ἐν τάξει τῶν ἀμπέλων φυτεία ὄρχατος λέγεται, ἢ κῆπος.
τετράγυος τετράπλευρος, ἢ τεσσάρων γυῶν τὸ μέγεθος. γύη γὰρ μέτρον γῆς. ὁ δὲ γύης δύο στάδια ἔχει. τετράγυος ἀξιοπίστως ὡς ἐπʼ ἀληθέσι καὶ τὰ μέτρα τῆς γῆς προστίθησιν. ὁ γύης δὲ δύο στάδια ἔχει. τεσσάρων μέτρων, πλέθρα ὀργυιῶν. τετράγυος τεσσάρων γυῶν. γύη δὲ μέτρον γῆς γεωργικόν. ἐρειρέδατʼ γρ. ἐλήλαται. ἀμφοτέρωθεν ἐξ ἑκατέρου μέρους εἰς πλάτος καὶ μῆκος. νῦν πανταχόθεν.
ὄγχναι λέγονται καὶ τὰ κυδώνια καὶ τὰ ἄπια τὰ ἥμερά τε καὶ τὰ ἄγρια. ἀπὸ τοῦ ἄγχειν δὲ γίνεται καὶ τὰ ἀμφότερα. οὐ κυκλικῶς τὰ ἐπίθετα προσέρριπται, ἀλλʼ ἑκάστου δένδρου τὸ ἰδίωμα διὰ τοῦ ἐπιθέτου προστετήρηται. κάλλος μὲν γὰρ πρόσεστι ταῖς μηλέαις ἐπικειμένου τοῦ καρποῦ, τῶν δὲ συκῶν γλυκὺς ὁ καρπὸς, ἐλαίας δὲ ἀειθαλὴς ἡ φύσις. ἐκόσμησε δὲ τὴν ἐπαγγελίαν καὶ ἡ ὁμοιοκαταληξία τῶν λέξεων. Ἄλλως. μηλέαι. τὸ μηλέαι ὡς ἰτέαι καὶ συκέαι, ὃ κατὰ κρᾶσιν γέγονε καὶ συκαῖ, ὡς γαλαῖ.
τάων οὔποτε καρπὸς ἀπόλλυται οὐ μόνον εἰς τὴν ἀπόλαυσιν τῶν κεκτημένων, ἀλλὰ καὶ εἰς ὄψιν τῶν ἐντυγχανόντων. τὸ δὲ ἑξῆς, οὐδʼ ἀπολείπει ἐπετήσιος, ὅ ἐστι διʼ ὅλου τοῦ ἔτους. ἐπετήσιος ἑκάστου ἔτους. ἢ ἐφʼ ὅλῳ τῷ ἔτει τοῦ ἐνιαυτοῦ.
ἔκφρασις λειμῶνος.
ζεφυρίη λείπει, αὖρα.
ἀλωὴ ἐρρίζωται ἀλωὴ νῦν ἡ ἀμπελόφυτος γῆ. ἐρρίζωται δὲ, πεφύτευται.
θειλόπεδον λέγεται ὁ τόπος ἐν ᾧ τίθενται αἱ σταφυλαὶ καὶ ἡλιάζονται. θειλόπεδον ἔνθα θεῖλος γίνεται βοτρύων καὶ ἡλιοῦνται καὶ ψύχονται, ἢ ὁ ψυκτήρ. τὸν τόπον τὸν ψυκτῆρα τῶν σταφυλῶν, ἀπὸ τοῦ εἵλω τὸ θερμαίνω. ἀπὸ τοῦ θέσθαι καὶ τοῦ εἵλη ἡ θερμασία καὶ τοῦ πέδον. ἢ κατὰ πλεονασμὸν τοῦ θ, εἱλόπεδόν τι ὂν, τὸ πεδίον τὸ ἔχον ἕλην, ἤτοι λαμπηδόνα. εἱλόπεδον τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου. τὸ δὲ ἀδιάλειπτον τῆς σταφυλῆς θέλων σημᾶναι φησὶν ὡς τὸ μὲν αὐτῆς πατεῖται, ἄλλο ψύχεται, ἄλλο τρυγᾶται, ἄλλο περκάζει, ἄλλο ὀμφακίζει, ἵνα διʼ ὅλου ἔτους αὐτῶν ἀπολαύωσιν. θειλόπεδον ἐκ τριῶν σύγκειται, ἀπὸ τοῦ θεῖναι καὶ τοῦ ἕλη καὶ πέδον. σημαίνει δὲ τὸν ψυκτῆρα τῶν σταφυλῶν. τινὲς δὲ πλεονασμὸν τοῦ θ φασὶν, ἵνʼ ᾖ εἱλόπεδον, τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου, ἤγουν θερμασίαν. λευρῷ λείῳ, ὁμαλῷ, ἢ πλατεῖ.
τέρσεται ἀντὶ τοῦ πέφρυκται.
τραπέουσι πατοῦσιν· ἢ εἰς πίθους βάλλουσι, παρὰ τὸ ἐξ ὀπώρας εἰς οἶνον τρέπειν. πάροιθε δὲ τὸ πλῆθος ἔμπροσθέν ἐστι τούτων ἐν ἑτέρῳ τόπῳ. διὸ πάλιν ἐπιφέρει, ἕτεραι δʼ ὑποπερκάζουσι, οὐχὶ ὅλαι. τὸ δὲ ὄμφαξ ἀπὸ τοῦ ὠμόφαξ, καὶ ἐξ αὐτοῦ ὄμφαξ, ὁ ὠμὸς εἰς τὸ φαγεῖν. αἱ ὄμφακες τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσιν εἰς σταφυλήν. ἐὰν δὲ στίξωμεν εἰς τὸ εἰσὶ, τὸ δὲ «ἄνθος ἀφιεῖσαι» τοῖς ἑξῆς συνάψωμεν, ἔσται ὁ νοῦς οὕτως· τινὲς αὐτῶν περκάζουσι, τὸ ἄνθος καὶ τὸ θερμὸν τῆς αὐξήσεως λήγουσαι καὶ πεπαινόμεναι. ἄνθος ἀφιεῖσαι ἀπὸ ἄνθους εἰς ὄμφακας μεταβάλλουσαι.
ὑποπερκάζουσι τῇ παραστάσει ἀκμάζουσι. οἷον ἐκ τοῦ ὄμφακος μεταβάλλουσιν εἰς τὸ μέλαν τῆς σταφυλῆς χρῶμα πεπαινόμεναι. ὡριμάζουσι, μελανίζουσι. τὸ ἀδιάλειπτον δὲ τῆς σταφυλῆς διὰ τούτων πάντων θέλει σημᾶναι. τὸ ἕτεραι δοκεῖ παρὰ τὴν Ὁμηρικὴν χρῆσιν ἐνταῦθα κεῖσθαι. εἰπὼν γὰρ «ἕτερον μὲν θειλόπεδον, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,» εἶτα ἐκ τρίτου «ἄλλας δὲ τραπέουσιν,» ἐπήνεγκεν «ἕτεραι δʼ ὑποπερκάζουσιν.» Ἀττικοὶ μὲν οὖν καὶ ἐπὶ τρίτῳ καὶ τετάρτῳ τάττουσι τὸ ἕτερος, ἀλλʼ οὐχ ὁ ποιητής. εἴωθε γὰρ τὸ ἕτερος ἐπὶ δύο τάττειν, ὥς που καὶ ἐν τῇ Πατροκλείᾳ φησὶ, «τῆς μὲν ἰῆς στιχὸς ἦσχε … μενέσθιος αἰολοθώρηξ, τῆς δʼ ἑτέρης Εὔδωρος, τῆς δὲ τρίτης Πείσανδρος» ῥητέον δὲ ὅτι κἀνθάδε παραπεφύλακται τῷ ποιητῇ ἡ ἀκρίβεια. τῶν γὰρ σταφυλῶν τὰς μὲν πεπείρους ἐπίσταται, τὰς δὲ ὄμφακας. εἶτα περὶ τῶν πεπείρων φησὶν ὡς αἱ μὲν ψύχονται, αἱ δὲ τρυγῶνται, αἱ δὲ ἄλλαι πατοῦνται. τελέσας δὲ τὸν περὶ τούτων λόγον καὶ ἐπὶ τὰς ὄμφακας μεταβαίνει ὅτι αἱ μὲν αὐτῶν ὀμφακίζουσιν, ἕτεραι δὲ μελαίνονται ἐξ ὄμφακος. πρὸς τὸ ἕτερον, ὅτι ἐπὶ δύο. ἐπὶ δὲ τοῦ τρίτου, ἄλλας.
κοσμηταὶ πρασιαὶ ἐν τάξει διατεθειμέναι, κατασκευασταὶ λαχανιαί. ἢ αἱ τῶν φυτῶν τετράγωνοι σχέσεις, ὡς νῦν κῆπον ἢ στίχον ἀμπέλων. εὖ διατεθειμέναι πρασιαὶ, λαχανοφόροι γαῖ. αἱ λαχανεῖαι, ἢ αἱ τῶν φυτειῶν τετράγωνοι σχέσεις ὡς τὰ πλινθία.
ἡ δʼ ἑτέρωθεν ἡ δὲ ἑτέρα πρὸς τὸ οἴκημα τὸ ὑψηλὸν ὑπὸ τὴν ὁδὸν τῆς αὐλῆς ὁρμᾷ.
τοῖά ῥʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα δαιμονίως κατέφυγεν ἐπὶ τὴν θείαν ἐξουσίαν ὅτι ταῦτα παρῆν Ἀλκινόῳ θεῶν δωρησαμένων. τοῖʼ ἄρʼ τόσα ἔσαν, ὡς «σπάρτα λέλυνται» κοινῶς, τὸ δὲ Ἀττικὸν τοῖα.
ἑῷ θηήσατο θυμῷ δαιμονίως οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ τῇ διανοίᾳ συνελογίζετο, ἐκ τούτων τεκμαιρόμενος τὴν τῶν χρωμένων προαίρεσιν.
σπένδοντας ἐκ τοῦ πραττομένου τὴν ὥραν τῆς εἰσόδου δεδήλωκεν. ἡ δὲ αὐτὴ ὥρα καὶ ἐπὶ τοῦ Πριάμου· ἁρμόδιος γὰρ ὁ καιρὸς πρὸς ἔντευξιν. ἱλαρωτέρους γὰρ ἡμᾶς ὁ οἶνος ποιεῖ.
ᾧ πυμάτῳ ἐπεὶ ὀνειροπομπὸς καὶ ὑπνοδότης. ἡ δὲ διπλῆ πρὸς τὸ ἔθος, καὶ ὅτι κοίτου ἀρσενικῶς φησι. ᾧ πυμάτῳ ἐπεὶ ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικός. διὸ καὶ «εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει». ὅτε μνησαίατο κοίτου διὰ τὸ μνείαν ἔχειν λόγου τὸν κοιμώμενον. ἢ ὅτι ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικὸς ὁ θεός.
διὰ δῶμα διὰ τοῦ δώματος.
ἥν οἱ περιέχευεν ὅτι τῷ Ὀδυσσεῖ περιέχεεν, οὐ τοῖς Φαίαξιν, ὡς Ζηνόδοτος. τὸ δὲ περιέχευε διχῶς, περιέχευε καὶ περιχεῦεν. Ἀθήνη ἡ φρόνησις αὐτοῦ.
πάλιν χύτο ἀντὶ τοῦ ἀφῃρέθη ἀπʼ αὐτοῦ ὁ ἀήρ.
οἱ δʼ ἄνεῳ ἐγένοντο εἰκότως ἐθαύμαζον ὅτι προσιόντα οὐκ εἶδον. ἄνεω ἥσυχοι, ὥσπερ μὴ ὄντες.
Ἀρήτη θύγατερ κατὰ τὰς ὑποθήκας ἱκετεύει τὴν Ἀρήτην. καὶ τὸ πρὸς Ἀλκίνουν δὲ καθῆκον ἀποπληροῖ πρῶτον αὐτὸν ὀνομάζων, σόν τε πόσιν. θύγατερ Ῥηξήνορος τοῦ διὰ τῆς ἠνορέης ῥήσσοντος τὰς τάξεις τῶν πολεμίων. ἦν γὰρ αὐτῆς πατήρ.
ὄλβια δοῖεν ἐν τῷ ὄλβια δοῖεν ἡ στιγμή. λοιπὸν λέγει ποῖα ὄλβια, «ζωέμεναι καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος τὸν ὄλβον.» ἤτοι συναπτέον, ἵνʼ ᾖ ὀλβίως ζῆν. ὄλβια δοῖεν ζωέμεναι ἐν εὐδαιμονίᾳ παράσχοιεν ζῆσαι. ὀλβίως. ἀντὶ τοῦ εὐδαιμονίαν.
ἐπιτρέψειαν παραδοῖεν. οὕτως, ἐπιτρέψειεν, αἱ Ἀριστάρχου.
ὀτρύνετε ἐπείξατε, παρορμήσατε.
ἄπο πήματα ἀναστρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄποθεν.
ἕζετʼ ἐπʼ ἐσχάρῃ ἀντὶ τοῦ παρʼ ἐσχάρῃ. τὸ δὲ πὰρ πυρί οὐ μόνον τὸν λόγον ἐντέχνως ὡμίλησεν, ἀλλὰ καὶ διὰ τοῦ σχήματος τῆς καθέδρας οἶκτον ἐκίνησεν. ἅμα δὲ καὶ τὴν ἄνασσαν ᾤετο προσηγορίας ἀρχὴν καὶ φιλίας ὑποθήκην αὐτῷ γενήσεσθαι. πρὸς δὲ τοὺς ζητοῦντας πῶς φησιν ὡς χειμῶνος ὄντος Ἀρήτην ἀλεαίνεσθαι παρὰ τῷ πυρί. εὔκρατος γὰρ ὁ ἀὴρ καὶ οἱ καρποὶ διαμένουσι καὶ γειτνιῶσιν Ἠλυσίῳ πεδίῳ μὲν ὄντι, ὅθεν καὶ τὸν Ῥαδάμανθυν διεκόσμησαν, τὸ δὲ ἀεὶ καθιερωμένον τῇ Ἑστίᾳ πῦρ.
πὰρ πυρὶ ἐπὶ τὸ διακονικὸν πῦρ.
ὀψὲ δὲ δὴ μετέειπε καὶ πανταχοῦ τῇ σοφίᾳ προεδρίαν ὁ ποιητὴς δέδωκε τῶν ἀρετῶν, διαφερόντως δὲ ἐπὶ τῆς Ὀδυσσέως ἱκετείας, τοὺς μὲν ἄλλους Φαίακας ἐκπεπληγμένους καὶ σιωπῶντας εἰσάγων, ὁ δὲ τοῖς ἔτεσι προγενέστερος καὶ τὴν γνώμην φρονιμωτέραν εἶχεν. Ἐχένηος γρ. Ἁλιθέρσης. ὁ ποιητὴς πλάττει τοῦτο τὸ ὄνομα· ἀπὸ γὰρ τοῦ ἔχειν τὴν νῆα ἐκάλεσε τοῦτον Ἐχένηον.
ὃς δὴ Φαιήκων ἐπειδὴ μέλλει ἐπιτιμήσειν τῷ βασιλεῖ, προσυνίστησι τὸ πρόσωπον ὅτι ὑπὸ γήρως καὶ ἐμπειρίας ἐθάρρησεν ἐπιτιμῆσαι.
οὐ μέν τοι τόδε κάλλιον ἀντὶ τοῦ οὐ καλόν. γρ. καὶ, τό γε κάλλιον.
ἰσχανόωνται ἐπέχονται τοῦ εἰπεῖν τι πρὸς τὸν ξένον.
οἶνον ἐπικρῆσαι πρὸς τῷ ὄντι ἕτερον ἐπιχέαι, ὡς τὸ «κέρασσε δὲ νέκταρ ἐρυθρόν». Διὶ ἱκέσιος γὰρ ὁ θεός.
ταμίη ἡ ταμίη ἡ οὖσα ἀπὸ τῶν ἐόντων ἔνδον δούλων· ἢ ἡ ταμίη ἀπὸ τῶν ἐόντων βρωμάτων ἔνδον δότω τῷ ξένῳ φαγεῖν.
αὐτὰρ ἐπεὶ τόγʼ ἄκουσε δηλονότι περιμείνας σύμψηφον τῇ ἑαυτοῦ βουλήσει τὴν παρὰ τῶν Φαιάκων κρίσιν εὑρεῖν.
ὦρσεν ἀπʼ ἐσχαρόφιν αἰτιῶνται δέ τινες τὸν Ἀλκίνοον ὡς φιλόξενον ὄντα ἐπὶ τοσαύτης ὥρας ἐρρίφθαι ἐπὶ κόνει τὸν Ὀδυσσέα. πρὸς οὓς λεκτέον ὅτι οὐκ ἐκ τυραννίδης εἶχε τὴν ἀρχὴν, ἀλλʼ εἰς οὓς ἐπέλασεν. ὁπότε οὖν ἐβούλευσε τὸ κοινὸν, εἰκότως αὐτὸν .... ἀνίστησιν.
υἱὸν ἀναστήσας τῶν μὲν ἄλλων οὐδένα ἀποκλίνει, τὸν δὲ υἱὸν τὸν μάλιστα ἀγαπώμενον. τὰ γὰρ ὑπηρετικὰ τῶν ἐπιταγμάτων μάλιστα τοῖς στεργομένοις ἐπιτάττειν εἰώθαμεν διὰ τὸ πρόδηλον εἶναι τὴν εἰς αὐτοὺς εὔνοιαν. πρὸς δὲ τὸ πιθανώτερον ὑπὲρ τοῦ μὴ λυπῆσαι τὸν παῖδα οὕτως εἰσῆκται. τὸ δʼ αὐτὸ καὶ ἐν Ἰλιάδι «τὰρ δὲ Διῒ καθέζετο, εἶξε δʼ Ἀθήνη» ἀγαπήνορα τινὲς τὸν ἀγαπῶντα ἀνδρείαν, τινὲς δὲ τὸν ἀπὸ τῆς ἀνδρείας ἀγαπώμενον· ἢ ὑπὸ τῶν ἀνδρῶν ἠγαπημένος· ἢ φιλάνθρωπον προσηγορικῶς ἀπὸ τοῦ ἀγαπᾶν τοὺς ἄνδρας· ἢ ἀπὸ τοῦ ἀγαπᾶσθαι διὰ τὴν ἠνορέην, ἤτοι τὴν ἀνδρείαν.
ἐτάνυσσε τράπεζαν ὡς πτυκτῆς οὔσης τῆς τραπέζης. ἀθετεῖται τὸ ἔπος ὡς ἀσύμφωνον τῇ τοῦ Ὁμήρου συνηθείᾳ. οὐ γὰρ ποιεῖ τὰς τραπέζας ἀφαιρουμένας παρόντων τῶν δαιτυμόνων, ἀλλὰ μετὰ τὴν ἀπαλλαγήν.
εἴδατα πολλὰ οὐ τῆς σκευασίας, ἀλλὰ τῆς οὐσίας. παρεόντων ἐν τοῖς παροῦσι.
βραχὺ διασταλτέον μετὰ τὸ πᾶσι. τὸ δὲ ἐπαρξάμενος, ἀπὸ τοῦ πρώτου ἀρξάμενος. τὴν καταρχὴν τῆς πόσεως ποιησάμενος.
δαισάμενοι κατακείετε εὐωχησάμενοι καθευδήσατε. ἐκ τοῦ κῶ, κείω. κοιμήθητε.
ἐπὶ πλέονας καλέσαντες ἀντὶ τῆς πρός.
μνησόμεθʼ γρ. φρασσόμεθα.
μεσσηγύς γε ἤγουν ἀναμεταξὺ ἡμῶν καὶ τῆς τούτων πόλεως.
πρίν γε τὸν ἀντὶ τοῦ, πρὶν αὐτόν. ὡς περὶ ἑτέρου λέγει.
ἅσσα οἱ αἶσα γενικόν ἐστι τὸ αἶσα, εἶτα εἰδικὸν τὸ κλῶθες, ὡς «ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον» τὸ μὲν γὰρ γενικὸν, τὰ δὲ εἰδικά. τὸ δὲ κατά πρὸς τὸ νήσαντο· τὸ δὲ Κλῶθες μεταπλασμός ἐστι τοῦ Κλωθοί, ἀπʼ εὐθείας τῆς Κλωθώ, ὡς Σαπφώ, Κλωθοί ὡς Σαπφοί. αἱ κατακλώθουσαι. ὅσσα οἱ αἶσα κατακλῶθές τε βαρεῖαι ὡς γενικόν τι Ὅμηρος λαμβάνει τὸ αἶσα ὡς εἰδικὸν δὲ τὸ «κατακλῶθές τε βαρεῖαι,» ὡς ἐν Ἰλιάδι τὸ «ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον,» ὡς ἰδιωτικόν. ἡ μέντοι τοῦ κατακλῶθες πρόθεσις ἀποδίδοται πρὸς τὸ νήσαντο. αἱ κατακλώθουσαι καὶ καταμοιροῦσαι ἑκάστῳ τὸ εἱμαρμένον βαρεῖαι. Ἄλλως. κατακλῶθες ἐπικλώσεις τῶν Μοιρῶν. Μοῖραι ἐπεισάγουσι τῷ ἀνθρώπῳ, ἡ Λάχεσις, ἡ Κλωθὼ, ἡ Ἀταρπώ.
εἰ δέ τις ἀθανάτων γε εἰ δὲ θεὸς ὢν ἀνθρωπόμορφος ἥκει, ξένον τι οἱ θεοὶ βουλεύονται. οὐδέποτε γὰρ οἱ θεοὶ ἀλλοιόμορφοι ἡμῖν ἐφαίνοντο, ἀλλʼ ἀναφανδόν. οὐ μόνον δὲ, φησὶν, ἐν θυσίαις ἀναφανδὸν ἡμῖν φαίνονται, ἀλλὰ καὶ ἰδίᾳ. γράφουσι, κατʼ οὐρανόν, ἵνʼ ᾖ, τῶν κατὰ τὸν οὐρανόν. ἐν ταῖς Ἀριστάρχου, κατʼ οὐρανόν.
ἐχρῆν δύο εἶναι τὰς ὀξείας ἐν τῷ, ἄλλό τι.
φαίνονται ἐναργεῖς διὰ τὸ ὁμοιοῦσθαι τοῖς θεοῖς ἢ κατὰ ἀρετὴν ἢ κατὰ γένος. ἐναργὲς φανερόν.
τὸ καθήμενοι τοῖς ἑξῆς βέλτιον συνάπτειν.
ξύμβληται ἐντύχῃ. προπαροξύτονον.
ἐπεί σφισιν ἐγγύθεν εἰμέν συγγενεῖς γάρ ἐσμεν θεῶν, ὡς οἱ Κύκλωπες τῶν Γιγάντων. ὅμοροι γὰρ οὗτοι, ἢ ἄμφω ἄδικοι.
ὥσπερ Κύκλωπες ἢ κατὰ γένος, ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς κατὰ δικαιοσύνην. ἀγχιστεύομεν γὰρ αὐτοῖς κατὰ γένος, ὥσπερ οἱ Κύκλωπες καὶ οἱ Γίγαντες ἀλλήλοις ἀγχιστεύουσιν. ἢ ὥσπερ Κύκλωπες καὶ Γίγαντες ἐγγὺς κατὰ γένος, ἢ κατὰ τόπον, ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς πλησίον θεοῖς κατὰ δικαιοσύνην. γιγάντων ὅμοροι γὰρ οὗτοι. ἢ ὅτι ἄμφω ἄδικοι ὑπάρχουσιν ὅμοιοι, οὕτω καὶ ἡμεῖς θεοῖς πλησίον κατὰ δικαιολογίαν.
ἄλλο τι μελέτω φρεσίν οὐκ ἀργῶς ἡ προανάκρουσις. ἐπιτείνει δὲ τοὺς παρόντας ποθῆσαι μαθεῖν τὰ περὶ αὐτόν.
στικτέον εἰς τὸ «βροτοῖσι.» τὸ «οὕστινας» ἀφʼ ἑτέρας ἀρχῆς. ὑποστικτέον δὲ εἰς τὸ «ἀνθρώπων.»
ὀχέοντας ὀϊζύν ἀνέχοντας καὶ βαστάζοντας. ἀπὸ τῶν ὑποζυγίων ἡ μεταφορά. φέροντας τὴν ἐν τῷ βίῳ κακότητα. ἐπιφέροντας ταλαιπωρίαν. ὑποφέροντας. ἢ ἔχοντας καὶ βαστάζοντας. ἐπιφέροντας ἢ ἔχοντας.
καὶ μᾶλλον ἐγὼ γρ. καὶ πλείονʼ ἐγώ.
ὅσσα γε δὴ ξύμπαντα τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἐν θαυμασμῷ ἀνεφώνησε.
δορπῆσαι ἔν τισι γράφεται δειπνῆσαι. οὔπω δὲ ὥρα τοῦ ἀρίστου.
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον οὐδὲν τῆς γαστρὸς ἐπάνω βέβηκεν εἰς ἀναίδειαν. κύντερον γὰρ τὸ ἀναιδέστερον, ἀπὸ τοῦ κυνὸς ὄντος ἀναιδοῦς. οὐ γάρ τι μισητότερον ἔπλετο καὶ ἐγένετο τῇ γαστρὶ ἄλλο, ὡς ἡ ταύτης τῶν βρωμάτων ἀκάθεκτος ἔφεσις. κατατρέχουσί τινες τούτων ἱκανῶς ὡς ἀγενέστατα περὶ τῆς γαστρὸς διαλεγομένου καὶ δεῖπνον ἀπαιτοῦντος, καὶ ταῦτα παρὰ ἀνθρώποις οὓς οὐδέπω εἶδεν· οὐδὲ ἡρωϊκὸν τὸ παράγγελμα γαστρὶ εἴκειν. πρὸς οὓς ῥητέον ὅτι ἀποτρίβεται τὴν ὑπόνοιαν τοῦ δοκεῖν εἶναι ... εἰς ταπεινοὺς λόγους καταβαίνειν λόγους. διὸ καὶ ... μένειν τὰ περὶ τῆς γαστρός. στυγερῇ ἐπὶ γαστέρι ἀντίπτωσις.
ἐκέλευσεν διὰ τούτου ἐνδείκνυται ὅτι ἀνάγκη, ὡς ἐπὶ ἀπαραιτήτου δεσπότου. ἕο μνήσασθαι αὐτῆς φροντίσαι. Ζηνόδοτος ἕο γράφει ἀντὶ τοῦ ἑαυτῆς. δασυντέον τὴν ἕο· πρωτότυπος γάρ ἐστι γενικῆς πτώσεως.
ληθάνει λανθάνει ἡ γαστήρ. τὸ ληθάνει ὡς τὸ «μελάνει δὲ πόντος ὑπʼ αὐτῆς» ἐνιπλήσασθαι αὕτη μέντοι ποιητικωτέρα. ἡ δὲ Ἀριστάρχου ἐμπλησθῆναι.
ὀτρύνεσθαι ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὅπερ ἀγνοῶν Ζηνόδοτος γράφει ὀτρύνεσθε. ὀτρύνεσθε ἐπείγεσθε.
ὥς κʼ ἐμὲ ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ.
βέλτιον τοῖς ἄνω συνάπτειν τὸ «πολλὰ παθόντα,» ἀφʼ ἑτέρας δὲ ἀρχῆς προφέρεσθαι τὸ «ἰδόντα με.» καὶ λίποι αἰών καταλείψειέ με ἡ ζωή.
κτῆσιν ἐμὴν ὅτι φιλοχρήματος ἐκ τῶν τοιούτων Ὀδυσσεὺς φαίνεται, κτῆσιν ἐμὴν δμῶάς τε. ἄμεινον ἂν ἔσχε, πατρίδʼ ἐμὴν ἄλοχόν τε. κομιδῆ γὰρ σμικρολόγος φαίνεται προτάσσων τῶν φιλτάτων τὴν κτῆσιν, ὡς παρὰ Μενάνδρῳ Σμικρίνης ἐν Ἐπιτρέπουσιν. ὁ δὲ Πῖός φησιν ὅτι διὰ τοῦ «κτῆσιν ἐμὴν δμῶάς τε» συνίστησιν ἑαυτὸν ἐνδεικνύμενος τὴν οἴκοι εὐδαιμονίαν. οὐ μέντοι καὶ περὶ τῆς γυναικὸς νῦν λέγει· τὸ γὰρ ἔχειν γυναῖκα καὶ τοῖς ἀπερριμμένοις ἀκολουθεῖ. ἐκ τούτου ἐνδείκνυται ὅτι καὶ αὐτός ἐστι τῶν ἐχόντων κτήματα, οὐχ οἷος δὲ ὁρᾶται, ὥσπερ καὶ Ναυσικάᾳ ἔλεγεν «πολὺς δέ μοι ἔσπετο λαός» ἔνδειξιν οὖν ἐποίει ὅτι οὐ παρημελημένος ἦν, ἀλλʼ ἔστιν αὐτῷ καὶ πατρὶς καὶ οἶκος καὶ κτήματα. διχῶς, δμωάς καὶ δμῶας.
οἱ μὲν ἔστιξαν ἐπὶ τὸ ἐπῄνεον, οἱ δὲ συνῆψαν, ἠδʼ ἐκέλευον πεμπέμεναι.
ἀπεκόσμεον ἄκοσμον ἐποίουν τὴν τράπεζαν αἴροντες τὰ ἐν αὐτῇ. τὰ ὅπλα νῦν τραπέζας λέγει. ἀφαιροῦνται τὰ σκεύη τὰ ἔχοντα ἔσωθεν τὴν δαῖτα. ἔντεα δαιτός τὰ σκεύη τὰ ἔχοντά τι ἔσωθεν τῶν εἰς εὐωχίαν, οἷον κρατῆρες, πίνακες, κύπελλα. τὰ ὅπλα τῆς εὐωχίας, οἷον τραπέζας καὶ τὰ τοιαῦτα.
ἔγνω γὰρ εἵματα γὰρ ἰδοῦσα φάρος τε χιτῶνά τε ἔγνω.
τά ῥα ἀντὶ τοῦ δή. ἃ δή. τεῦξε Ἰακῶς τὸ τεῦξε.
ὅτι πρὸς τὸ τελευταῖον ἀποκρίνεται μόνον, τίς τοι τάδε εἵματʼ ἔδωκεν. δοκεῖ τισὶ μικροπρεπὲς καὶ ταπεινὸν τὸ τὴν Ἀρήτην παρὰ τοῦ ξένου πρῶτον περὶ τῆς ἐσθῆτος πυνθάνεσθαι. ῥητέον δὲ ὅτι πολλῶν ἕνεκα ἐντεῦθεν ἤρξατο. πρῶτον μὲν ἐπιγνῶναι τὴν γυναῖκα τὰ ἱμάτια εἰκὸς ἦν πρώτην· καὶ γὰρ ὑφαίνειν καὶ θεραπεύειν καὶ διαχειρίζειν τὰ τοιαῦτα τῆς γυναικείας φύσεως ἔργον.
οὐ δὴ φῆς τὸ φῇς ὅτε σὺν τῷ ι γράφεται, ἐνεστῶτός ἐστι καὶ ὀξύνεται, ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικός ἐστιν Ἰακῶς ἐκ τοῦ ἔφης γεγονὼς καὶ περισπᾶται. ἔνιοι γράφουσιν, οὐ δὴ φῇς, ἀντὶ τοῦ, οὐδὲ ἔφης. εἶπας.
ἀργαλέον βασίλεια τὸ μὲν ἐρώτημα βραχὺ, πόθεν ἔλαβε τὴν ἐσθῆτα· ὁ δὲ οὐκ εὐθὺς δηλοῖ ὅτι παρὰ τῆς Ναυσικάας· οὕτω γὰρ τήν τε Ἀρήτην συνταράξειν ἔμελλε, τήν τε κόρην εἰς αἰσχρὰς ὑποψίας ἐμβαλεῖν, ἑαυτόν τε εἰς κίνδυνον τὸν ἔσχατον καταστήσειν· ἀλλὰ κεφαλαιωδῶς ἀποδύρεται τὰς ἑαυτοῦ συμφορὰς, καὶ τὴν παρὰ Καλυψοῖ διαγωγὴν, καὶ τὸν ἔρωτα τῆς θεοῦ, διʼ ὧν συστήσειν ἑαυτὸν ἔμελλεν. ὡς ὁ καταφρονήσας τῶν θεῶν οὐκ ἂν εἰς τὰ ἀνθρώπινα παρανομεῖν ὑπέμεινε. καὶ τὸ πέρας οὕτω διέθηκεν αὐτοὺς ὥστε καὶ ἐπιτιμῆσαι τὸν Ἀλκίνουν, ὅτι μὴ καὶ ἤγαγεν αὐτὸν φανερῶς ἅμα ταῖς θεραπαίναις ἡ θυγάτηρ. διηνεκέως διʼ ὅλον ἀπʼ ἀρχῆς καὶ ἕως τέλους. ὁλοκλήρως. νῦν ταχέως· ἢ τὸ σύμπαν.
τοῦτο δέ τοι ἐρέω πρὸς τὸ αὐτό. τὸ μεταλλᾷς ἀντὶ τοῦ πολυπραγμονεῖς καὶ ἀνερευνᾷς, ὥσπερ οἱ τὴν γῆν μεταλλεύοντες καὶ τὰ ταύτης ὑπεξάγοντες ψήγματα. διὰ τοῦτο εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει καὶ τῶν προσυμβεβηκότων αὐτῷ.
Ὠγυγίη τις νῆσος ἐπαινεῖται Ὀδυσσεὺς ὅτι πυθομένης τῆς Ἀρήτης πῶς καὶ πόθεν ἔχοι τὰ ἱμάτια, πρὶν περὶ τοῦ ὅπως ἀποκρίνεσθαι δεξιῶς τὴν μὲν παῖδα πονηρίας ἀπαλλάξειεν, ἑαυτὸν δὲ συστήσειε τοῖς Φαίαξιν, ἀφʼ ὧν δόξει σεμνότερος εἶναι καὶ τιμιώτερος. εἰ μὲν γὰρ μόνον τὸν ἀποκρίσεως τύπον διῆλθεν, ἴσως ἂν τήν τε κόρην αἰσχρᾶς αἰτίας ἔνοχον κατέστησε καὶ τὸν ἑαυτοῦ τρόπον διέβαλεν· ἐπειδὴ δὲ ἄνωθεν ἀρξάμενος τόν τε πλοῦν καὶ τῶν χειμῶνα καὶ τὰς ἀτυχίας τὰς ἐν θαλάσσῃ διηγεῖται καὶ τὴν κατὰ τὸν ποταμὸν ἔκβασιν καὶ τὸ τελευταῖον ἱκετείαν, ᾗ χρησάμενος ἁπάντων τῶν προσηκόντων φησὶ παρʼ αὐτῆς τυχεῖν, εὔλογον μὲν τὴν πρόφασιν τοῦ λαβεῖν τὰ ἱμάτια κατεσκεύασε, καλῶς τε τῆς παρθένου τὴν ὑποψίαν ἀπέλαβεν, εὖ δὲ τῆς μητρὸς αὐτῆς τὴν ἀπορίαν ἔπαυσεν, ἀκέραιον δὲ διαβολῆς τὴν ἑαυτοῦ φύσιν κατέστησε.
δολόεσσα Καλυψώ καὶ μὴν οὐκ ἦν φαρμακὶς, ἀλλʼ ὅτι αὐτὸν ἦγεν ἐξαπατῶσα καὶ ἀφῄρει τὸν νόστον.
ἐφέστιον ἐπὶ τὴν οἰκίαν αὐτῆς ἐπιξενωθησόμενον. ἐγκάτοικον.
οἶον, ἐπεί μοι νῆα θοὴν τὸ μὲν ναυαγῆσαι, ἀνθρωπίνης τύχης, τὸ δὲ περισωθῆναι ἀπὸ τῆς τῶν θεῶν εὐεργεσίας καὶ εὐνοίας σημεῖον. τῷ ἀποτελέσματι οὖν θαρρῶν τὸ ἐκ τῆς τύχης συμβεβηκὸς εἰς τοὺς θεοὺς ἀναφέρει, εἰς ἔλεον ἐπισπώμενος τοὺς Φαίακας. ἀργῆτι κεραυνῷ ταχέως διακονουμένῳ διὰ λεπτότητα. ἔστι δὲ κατʼ ἀντίφρασιν.
ἐλάσας γρ. καὶ ἔλσας. ἀντὶ τοῦ συστρέψας. ἔλσας γρ. ἐλάσας. διεσκέδασε. ἀντὶ τοῦ συστρέψας. ἐλάσας συνελάσας. ἐκέασε διέσχισε. ἐκέασσε, διχῶς.
ἀπέφθιθεν ὡς κόσμηθεν. ἀθετοῦνται δὲ στίχοι ηʹ. ὕστερον γὰρ ταῦτα λέγεται. εἰ δὲ προείρητο, οὐκ ἂν ἐπαλιλλόγει.
τρόπιν τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζεται τὸ κῦμα. ἢ τὸ μέσον τῆς νεὼς ξύλον. τρόπις λέγεται Λατινικῶς δελφίν. δελφῖνον ἐναγκαλισάμενος, περιλαβών. ἀμφιελίσσης τῆς ἀμφοτέρωθεν συστρεφομένης ὑπὸ τῶν κωπῶν.
δεκάτῃ δέ με νυκτὶ γρ. δεκάτῃ δʼ ἐν νυκτί.
τὸ «ἥ με λαβοῦσα» βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν, αὕτη μʼ ἑλοῦσα.
ἐνδυκέως ἐπιμελῶς, ἀπὸ τοῦ κῆδος ἡ φροντίς. καὶ ὤφειλεν εἶναι ἐνκηδέως ἀλλʼ ἐν μεταθέσει τῶν γραμμάτων καὶ τροπῇ τοῦ η εἰς υ γίνεται ἐνδυκέως.
θήσειν ἀθάνατον καὶ διὰ τί μὴ βεβούληται· ἔοικε διὰ τὸ, οὔποτʼ ἔπειθε. δῆλον οὖν οὐ τὸ μὴ θέλειν γενέσθαι ἀθάνατος, ἀλλὰ τὸ μὴ πιστεῦσαι αὐτῇ τοιαῦτα λεγούσῃ. ἡ μὲν γὰρ ἔφασκε ποιήσειν, ὁ δὲ οὐκ ἐπίστευεν. ἀλλʼ οὐχὶ πιστεύων παρῃτεῖτο. ᾔδει γὰρ ὡς σοφὸς ὅτι ἀθανασίαν οὐχ αἱ τοιαῦται δαίμονες χαρίσαιντʼ ἂν, ἀλλὰ τοῦ Διὸς ἂν εἴη καὶ τῶν ἔργων ἃ πέφυκεν ἀπαθανατίζειν. Ἀντισθένης δέ φησιν ὅτι τοὺς ἐρῶντας ᾔδη ψευδομένους τὰς ὑποσχέσεις. τοῦτο γὰρ ποιεῖν οὐκ ἠδύνατο δίχα Διός. τὰ γὰρ οὕτως ἐνδείκνυται ὅτι πάντων τοῦ πραγμάτων προτέθεικε τὸν νόστον, ἵνα μᾶλλον ὑπακούσῃ Ἀλκίνοος.
οὔτι τε γρ. οὔποτε.
Ζηνὸς ὑπʼ ἀγγελίης ὑπονοῶν Ὀδυσσεὺς φαίνεται τὴν ὑποστολὴν τοῦ Ἑρμοῦ· ὡς ἐξαίφνης γὰρ καὶ οὐ προσδοκήσαντος ἐγένετο ἡ ἐκπομπὴ εἰς αὐτόν. ἀγνοῶν τὴν ἐπιδημίαν τοῦ Ἑρμοῦ τοῦτο φησί. ἀγγελίης, νῦν κελεύσεως. ἢ καὶ νόος διστακτικῶς λέγει. διὸ ὑφʼ ἓν ἀναγνωστέον τὸν στίχον. οὐδὲ γὰρ ᾔδει εἰ ὁ Ζεὺς ἔπεμψε τὸν Ἑρμῆν.
βραχὺ διασταλτέον μετὰ τὸ, ἔδωκε, τὴν λύσιν τῶν ἑξῆς.
γαίης Φαιήκων γρ. γαίης ὑμετέρης.
τὸ δυσμόρῳ ἀνεφώνησεν. ὄντως γὰρ ἔτι ἔμελλε δυστυχήσειν.
ἀτερπέϊ χώρῳ ἀντὶ τοῦ ἀτρεπέϊ. ὅθεν οὐκ ἦν τραπῆναι καὶ ἐκφυγεῖν, ἢ ἐκτροπὰς μὴ ἔχοντι καὶ ὁδούς. ἐκτροπὰς— ὁδοὺς, ὡς τερπικέραυνος. χαλεπῷ.
θυμηγερέων ἐμαυτὸν ἐπεγείρων καὶ τὴν ψυχὴν συλλέγων καὶ ἐμαυτὸν ἀνακτώμενος. λειποψυχῶν, ἢ συλλαμβάνων καὶ συνάγων καὶ ἀνακτώμενος τὴν ψυχήν. ἀμβροσίη νύξ ἐν ᾗ οὐ περιπατοῦσι βροτοί.
διιπετέος ποταμοῖο τοῦ ἀπὸ Διὸς ἤτοι ἀέρος ἀρδευομένου. τοῦ ὑπὸ τῶν τοῦ Διὸς ὄμβρων πλήρους.
βραχὺ διασταλτέον μετὰ τὸ ἐκβάς. ἐκβὰς ἐν θάμνοισι τρία εἴδη τῶν φυτῶν, βοτάναι, θάμνοι καὶ δένδρα. αἱ μὲν ἐπὶ ἐδάφους τῆς γῆς ἀπομένουσα. βοτάναι λέγονται, αἱ δὲ μέσαι θάμνοι, τὰ δὲ εἰς ὕψος δένδρα. οἷον ἄγρωστις καὶ ἡ λοιπὴ πόα, βοτάνη, βάτοι δὲ καὶ τὰ ἐν τοῖς ὑγροῖς γινόμενα θάμνοι. δένδρα δὲ, οἷον συκῆ, ἐλαία καὶ τὰ ὅμοια.
ἠφυσάμην κυρίως οὐ περιεβαλόμην, ἀλλʼ ἐπήντλησα. καὶ ἐπέβαλον ἀθρόα· νῦν δὲ ἐπεχεάμην. ἐπεσπασάμην, περιεβαλόμην.
δύσετό τʼ ἠέλιος εἰς δύσιν ἐκλίνετο. Ἀρίσταρχος γράφει δείλετο, ὅ ἐστιν εἰς δείλην ἐκλίνετο. πρὸ δυσμῶν γὰρ, φησὶ, συνέτυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεύς. δείλετό τʼ ἠέλιος ὅ ἐστιν εἰς δείλην ἐκλίνετο· πρὸ δυσμῶν γὰρ συνέτυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεὺς, τοῦ ἡλίου μὴ φθάσαντος εἰς τὸν δυτικὸν ὁρίζοντα, ἀλλʼ ἐπέχοντος ἐφʼ ἱκανόν. ὅτε γὰρ ἔδυ ὁ ἥλιος, τότε εἰς τὸ ἄλσος ἔφθασαν τῆς Ἀθηνᾶς οὗτοι, ὡς καὶ ὁ ποιητὴς «δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο», καὶ τὰ λοιπά. δείελον πρὸς δείλην.
ἀμφιπόλους δʼ ἐπὶ θινὶ τὸ γὰρ λέγειν ὅτι ἐκ τῆς βοῆς τῆς ἐπὶ τὴν σφαῖραν ἀνέστην οὐ χάριεν. τί γὰρ ἀναγκαῖον ἦν καταγορεύειν τῆς παιδὸς ὅτι ἔπαιξεν, ὡς δηλοῖ καὶ τὸ ἐπιφερόμενον; πάντα μὲν εὔκαιρα, δεξιώτατον δὲ εἰς ἀπόλυσιν τῆς ὑπονοίας τὸ μὴ μόνης περιτυχεῖν, ἀλλὰ μετὰ ἀμφιπόλων.
ἤμβροτεν ἀπέτυχεν. ἐξ οὗ καὶ ἀμφίβροτος ἡ ἀσπὶς ἡ ἀμφοτέρωθεν τὸν βροτὸν περιέπουσα.
ὡς οὐκ ἂν ἔλποιο κοσμίως ἄγαν. ὡς γὰρ πατὴρ περὶ νέας διαλέγεται ἀποδεχόμενος τὸ σπουδαῖον τοῦ τρόπου. οὕτω, φησὶ, Ναυσικάα πρός με διετέθη καλῶς, ὡς οὐκ ἂν ἐλπίσειας νεώτερόν τινα πρᾶξαι ἐπί τινι ἄλλῳ καθʼ ἡμᾶς πάσχοντι. Ἄλλως. οὕτως Ὁμηρικὸν τὸ τῆς ἑρμηνείας. ἀντὶ γὰρ τοῦ ἔλποιτο. ῥεξέμεν πρᾶξαι.
ἀπαμείβετο ἀνταπεκρίνετο, ὅ ἐστιν ἐξ ἀμοιβῆς προσεφθέγγετο.
τέλεον καὶ μεγαλοπρεπὲς τὸ ἦθος τοῦ Ἀλκινόου τοσοῦτον ἀπέσχε τοῦ μέμψασθαι μικροψύχως τὴν θυγατέρα ἐν τῇ δόσει τῶν ἱματίων, ὡς μᾶλλον αἰτιᾶσθαι ὡς ἐξέλιπεν εὐεργετοῦσα .. τὸ μὴ μετὰ θεραπαινίδος ἀγαγεῖν κατὰ τὴν πόλιν.
ἐς ἡμέτερον τουτέστιν εἰς τὸν ἡμέτερον οἶκον. Ἀττικὸς δὲ ὁ σχηματισμός. οὕτως, ἡμετέρου. Ἀττικὸν δὲ τὸ σχῆμα ὡς, ἐς διδασκάλου.
μὴ νείκεε κούρην μὴ τὴν ἄψογον σὴν θυγατέρα τὴν Ναυσικάαν, ὦ Ἀρήτη, φιλονεικήσῃς ἐμοῦ ἕνεκεν. αὕτη μὲν γὰρ ἐκέλευσε συνακολουθῆσαί μοι δουλίδα, ἐγὼ δὲ αὐτὴν οὐκ ἠθέλησα. καὶ ἐνταῦθα τεχνικῶς ἄγαν ὁ Ὀδυσσεὺς ἀπολογεῖται ὑπὲρ τῆς κόρης· πλέον γὰρ προενόησε τοῦ τῆς παιδὸς εὐσχήμονος ἢ τοῦ ἰδίου ξυμφέροντος, ἐξ οὗ φιλανθρωποτέραν αὐτὴν ἔμελλεν ἀποδεῖξαι. «ἡ μὲν γάρ μʼ ἐκέλευσεν, ἀλλʼ ἐγὼ οὐ πιθόμην.» ἀλλʼ ὁ μὲν τὴν μὲν παρθένον ἀκαταιτίατον ἐφύλαξεν, ἑαυτὸν δὲ ὠφέλησε ψευσάμενος. παραδεκτέον ψεῦδος ὅτε ἑαυτόν τις σώζει μὴ βλάπτων τὸν φίλον. νείκεε γρ. νεικέο.
δείσας, αἰσχυνόμενός τε ψεύδεται μὲν, ἀλλʼ ἀναγκαίως ὑπὲρ τοῦ μὴ βλάψαι τινά. ἰδὼν δὲ τὴν γνώμην τοῦ βασιλέως ἐπὶ τὸ φιλανθρωπότερον ῥέπουσαν ἀμφότερα πράττει. τὴν μὲν γὰρ πρόνοιαν τῆς παρθένου ἐξιδιοποιεῖται, τὴν δὲ φιλανθρωπίαν ἐκείνης οὐκ ἀφαιρεῖται. δαιμονίως δὲ καὶ ἑαυτὸν τῷ ἁμαρτήματι συμπεριέλαβεν.
δύσζηλοι γὰρ κακοῦργον γὰρ ὁ ζῆλος καὶ ἐπίψογον τίθεται.
ξεῖνʼ, οὔ μοι τοιοῦτον συνῆκεν ὁ Ἀλκίνοος καὶ περὶ ἑαυτοῦ ἀπολογεῖται. φίλον κῆρ γρ. νόημα.
ἀμείνω δʼ αἴσιμα πάντα τὰ αἴσιμα πάντα ἀμείνονα εἰσί. δεῖ γὰρ μήτε ἀνάλγητον εἶναι, ὥστε μηδὲ ἐφʼ ἑνὶ κινεῖσθαι, μήτε ματαίως κεχολῶσθαι. ἐφʼ ἑκάστου γὰρ ἄμεινον τὸ σύμμετρον καὶ καθῆκον. γνωμικὸν, τὰ καθήκοντα καλά εἰσιν. τὰ καθήκοντα πάντα καλά ἐστιν.
αἰ γὰρ Ζεῦ πάτερ τοὺς ἓξ Ἀρίσταρχος διστάζει Ὁμήρου εἶναι. εἰ δὲ καὶ Ὁμηρικοὶ, εἰκότως αὐτοὺς περιαιρεθῆναί φησι. πῶς γὰρ ἀγνοῶν τὸν ἄνδρα μνηστεύεται αὐτῷ τὴν θυγατέρα καὶ οὐ προτρεπόμενος, ἀλλὰ λιπαρῶν; αἲ γὰρ, Ζεῦ τε πάτερ ἄτοπος, φασὶν, ἡ εὐχή· μὴ γὰρ ἐπιστάμενος ὅστις ἐστὶ μηδὲ πειραθεὶς εὔχεται σύμβιον αὐτὸν λαβεῖν καὶ γαμβρὸν ποιήσασθαι. ἦν μὲν παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων καὶ διʼ ἀρετὴν ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ Βελλεροφόντου, Τυδέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ πολλοὶ, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως· «βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας» ὁρᾷ δὲ δὴ καὶ ἐκ τῆς ὄψεως τὸν Ὀδυσσέα καὶ ἐκ τῶν λόγων τεκμαίρεται τὸ ἀξίωμα τοῦ ἀνδρός. ἴσως δὲ καὶ πεῖραν αὐτοῦ λαμβάνων τοῦτο εἴρηκεν, ὡς εἰ μὲν θέλοι παραμένειν παρʼ αὐτοῖς καὶ πολιτεύεσθαι, ἐλέγχοιτο ἂν ἀλαζονευσάμενος περὶ τῆς Καλυψοῦς καὶ διʼ ὧν ἐπιθυμεῖν ἔφησε τῆς πατρίδος καὶ τῶν οἰκείων· οὐ γὰρ εἰκὸς εἶναι τὴν μὲν ἀθανασίαν ὑπεριδεῖν, θνητῆς δὲ γυναικὸς ὑπομεῖναι γάμον. εἰ δὲ μηδὲν προσέχοι τῷ γάμῳ, τεκμήριον εἶναι τῆς ἐπιεικείας αὐτοῦ καὶ τῆς πίστεως ὧν ἔφη περὶ τῆς Καλυψοῦς, ὥστε προθυμότερον περιγενέσθαι τὴν παρασκευὴν πρὸς τὸν νόστον, ὡς ἀνδρὸς τιμῆς καὶ πολλῆς χάριτος ἀξίου.
τοῖος ἐὼν ἀντὶ τοῦ μένων οἶος εἶ τὴν γνώμην, καὶ μηδὲν τῆς προαιρέσεως τῆς νῦν παρούσης παρατρέπων.
παῖδά τʼ ἐμὴν ἐχέμεν ταῦτα λέγει πειρώμενον τοῦ Ὀδυσσέως, εἰ ταῖς ἀληθείαις παραιτεῖται θεοῦ γάμον. εἰ γὰρ προπετῶς ὑπόσχηται γαμήσειν, πάντως ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. ταῦτά φησι πειρώμενος εἰ ταῖς ἀληθείαις ἀπείπατο τὸν τῆς Καλυψοῦς γάμον. ἢ τοῦτο μὲν κακόηθες καὶ οὐ βασιλικὸν, οὐδὲ κατὰ τὸ Ἀλκινόου ἦθος. ἁπλοϊκὸς γὰρ μάλιστα εἰσάγεται, ὅπερ συμβαίνει περὶ τοὺς ἐκ γενετῆς εὐτυχοῦντας. ἐκεῖνο δὲ ῥητέον ὅτι παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων, καὶ διʼ ἀρετὴν αὐτοῖς ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ τοῦ Βελλεροφόντου, Τυδέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ παλαιοὶ, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως. «βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας»· «γενεῇ δὲ Διὸς μεγάλοιο ἐΐκτην»· «οἵ τε ἀνάκτων παῖδες ἔασιν»· «ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν» ἐχέμεν—καλέεσθαι ἀντὶ εὐκτικοῦ τοῦ ἔχοιο καὶ καλοῖο. καλέεσθαι γρ. καλεῖσθαι.
αἴ κʼ ἐθέλων γρ. εἰ.
μὴ τοῦτο τὸ ἑκόντα σὲ ἐρύξαι.
πομπὴν δʼ ἐς τόδʼ ἐγὼ ἕως τόδε ἐγὼ τεκμαίρομαι καὶ νοῶ τὴν σὴν προπομπὴν, ἕως ἂν σὺ εὖ εἰδὼς θελήσῃς ἀπελθεῖν οἴκαδε. τεκμαίρομαι σημειῶ, ὑπονοῶ. τελειῶ. Ἀριστοφάνης περισπᾷ τὸ εἰδῇς.
ἐς τῆμος δὲ μέχρι τοῦτο. ἕν ἐστι τὸ τημόσδε. τὸ δὲ ἐς τόδε καὶ ἐς τημόσδε ταυτὸν δηλοῦσιν, ἀντὶ τοῦ κατʼ αὐτὴν τὴν ὥραν, ὡς εἴ τις λέγοι, ἄνω ἀνάβηθι ἐπὶ τὴν κλίνην. βέλτιον δὲ τοῖς ἄνω συνάπτειν. τὸ τῆμος δὲ οἷον εἰς τοῦτον τὸν χρόνον. σὺ μὲν δεδμημένος ὕπνῳ τίνος ἕνεκεν ὑπνώττοντα Ὀδυσσέα ἄγουσι Φαίακες; φαμὲν οὖν ὡς εἰδότες τὸ ἁβροδίαιτον ἑαυτῶν καὶ τὸ περὶ τοὺς πολέμους ἀσθενές· φησὶ γοῦν «οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη»· οὐδένα θέλουσιν ἀκριβῶς μαθεῖν ποίοις οἰκοῦσι τόποις, ἐπανάστασιν πολεμίων δεδοικότες. τούτου χάριν καὶ μισόξενοι, καὶ τοὺς ἀφικομένους ἀποστέλλουσι τάχιστα καὶ κοιμωμένους, ἵνα μὴ τὴν ὁδὸν μάθωσι. διὸ καὶ κοιμώμενον ἀποτίθενται τὸν Ὀδυσσέα, διὰ τὸ μὴ ἰδεῖν εἰς ποῖον λιμένα ἀναπλέουσιν. ὕπνῳ λέξεαι οἱ ναῦται ὑπνώττοντός σου ἐκδέξονται καιρόν.
ἐλόωσι γαλήνην ὡς ἐν γαλήνῃ πλέοντες ἢ γαλήνην ἔχοντες. δῆλον γὰρ ὅτι τοιοῦτον παρέξουσι πλοῦν, ὡς δοκεῖ ἐν γαλήνῃ πλεῖν. παραιτητέον γὰρ τοὺς γαλήνην τὴν θάλασσαν ἀκούοντας. ἐλαύνωσιν ἡσύχως. εὐφήμως τὴν θάλασσαν λέγει, ἢ τὴν γαληνιῶσαν οὕτω φησί. ἐλάσουσι γαληναίως, συνεχῶς. τινὲς δὲ, ἐλάωσι. εὐφήμως τὴν θάλασσάν φησι.
ἑκαστέρω πορρωτέρω, ἀπὸ τοῦ ἑκὰς, ὃ σημαίνει τὸ πόρρω. ἐκτετόπισται τὰ τῆς πλάνης. τῆς γὰρ Σχερίας πόρρω φησὶ τὴν Εὔβοιαν. ἴδιον τοῦτο τῶν ἀπείρων τῆς Ἑλλάδος.
ὅτε τε ξανθὸν Ῥαδάμανθυν δῆλον κἀκ τούτου ῥηΐστην βιοτὴν εἶναι ἐνταῦθα. οὔτε γὰρ ὑετὸς οὔτε χειμὼν οὔτε νιφετὸς, ἀλλὰ τὴν Ζεφυρίαν αὔραν ἐπιπνεῖν φασιν .... αὐτὸν ὄντα τὸν Ῥαδάμανθυν δίκαιον καὶ νομοθέτην. πῶς οὖν ἐν τῇ Νεκυίᾳ τὰ περὶ Τιτυὸν ἐν τῇ Φωκίδι φησὶ γενέσθαι; καὶ «Λητὼ γὰρ ἥλκησε Πυθώδʼ ἐρχομένην» ἴσως ἐν Εὐβοίᾳ μὲν ᾤκει, ἐν Φωκίδι δὲ ἐτελεύτησεν.
Τιτυὸν γαιήϊον υἱόν τὸν τῆς γῆς υἱόν. κτητικὸς ὁ τύπος. Ἐλάρᾳ τῇ Ὀρχομενοῦ, τινὲς δὲ Μινύου, συνελθὼν ὁ Ζεὺς διὰ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἔκρυψεν αὐτὴν κατὰ γῆς. ἡ δὲ ἀνῆκε παῖδα Τιτυὸν, ὃς ἀθέμιστος ἦν. ἠράσθη γὰρ τῆς Λητοῦς, καὶ ἐτοξεύθη ὑπὸ Ἀπόλλωνος. ἧκε δὲ ὁ Ῥαδάμανθος ἐπὶ θέαν τοῦ Τιτυοῦ, ὡς δὴ σωφρονίσων αὐτὸν ὡς ἀδελφὸν αὐτοῦ. φαίνονται γοῦν οἱ Φαίακες πλησίον τῶν μακάρων νήσων κατοικοῦντες. ὅτι δὲ κατῴκει τὸ Ἠλύσιον πεδίον ὁ Ῥαδάμανθυς ἤδη εἶπεν ὁ Πρωτεὺς ἐν τῷ πρὸς Μενέλαον λόγῳ «ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς.» ὁ Τιτυὸς ἦν υἱὸς τῆς γῆς, ὃς ἠράσθη τῆς Λητοῦς, καὶ ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. τοῦτον οὖν ὁ Ῥαδάμανθος ὁ δικαιότατος παρʼ Ἕλλησι κριτὴς ἐτιμώρησε πρότερον.
καὶ μὲν οἱ γρ. καὶ μὲν οἵ. οἱ προειρημένοι ἑταῖροι, ἀναφορικῶς. ἔνθα δὲ, εἰς τὴν Εὔβοιαν δηλονότι. ἔνθʼ ἦλθον ἐκεῖ εἰς Εὔβοιαν ἀπῆλθον. τέλεσσαν τὸν μετʼ αὐτοῦ πλοῦν.
ἀπήγαγον γρ. ἀπήνυσαν. ἠγοῦν ἐγκατῴκισαν.
ἄριστα κάλλιστα.
ἀναρριπτεῖν ἅλα πηδῷ ἀναρριπτεῖν περισπωμένως. ἤγουν ἀνακινεῖν καὶ ἀνακρούειν τὸ ὕδωρ τῷ πηδαλίῳ ἢ ταῖς κώπαις. πηδαλίῳ ἢ κώπῃ. ἀναρρίπτειν κωπηλατεῖν. ἀναρρίπτεται γὰρ τὸ ὕδωρ ὑπὸ τῶν κωπηλατούντων. πηδῷ νῦν οὐ πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια, ἀλλὰ κώπαις, παρὰ τὸ παίειν τὴν θάλασσαν· πῆδος γὰρ εἶδος ξύλου· ἢ τῷ πλατεῖ τῆς κώπης.
εὐξάμενος δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν γράφεται, ἰδὼν εἰς οὐρανὸν εὐρύν.
αἴθʼ ὅσα γρ. καὶ, αἴθʼ ὡς.
δαιμονίως ἐν ταῖς ἀποκρίσεσι τοῦ γάμου οὐδʼ ἀκοῦσαι προσεποιήσατο, ἀλλὰ μόνου τοῦ νόστου. συνίστησιν ἑαυτὸν ὡς περὶ ἐνδοξότατον πρόσωπον τὴν σπουδὴν καταθησομένου τοῦ Ἀλκινόου.
κέκλετο δʼ Ἀρήτη ὁ μὲν βασιλικῶς ὑπέσχηται περὶ τῆς ἀποστολῆς, ἡ δὲ γυναικείως παρασκευάζει τὴν κοίτην. ἐν μεγάροισι γρ. ἀμφιπόλοισι. ἀμφιπόλοισι γρ. ἐν μεγάροισι.
βραχὺ διασταλτέον καθʼ ἕκαστον, θέμεναι, βαλέειν, τάπητας, οὔλας.
δάος φῶς, ἀπὸ τοῦ δαίω τὸ μερίζω, διακριτικὸν γὰρ ὄψεως. δᾷδα φέγγουσαν, ταχύτητα.
ἐγκονέουσαι σπεύδουσαι, ἐνεργοῦσαι καὶ κόνεως πληρούμεναι τῇ σπουδῇ τοῦ δρόμου.
ὄρσο κέων ἀντὶ τοῦ ὄρσεο ἤτοι διεγέρθητι κοιμηθησόμενος.
ὑπʼ αἰθούσῃ ἐριδούπῳ ἐν τῷ ἀποσκέπτῳ. εὔηχος γὰρ ἡ στοὰ, τοῦ πνεύματος κινουμένου εὐθέως καὶ ἦχον εὐθέως πέμποντος.
λέχος πόρσυνε καὶ εὐνὴν διαφέρουσι λέχος καὶ εὐνή. φασὶ λέχος μὲν εἶναι τὴν κλίνην, εὐνὴν δὲ τὰ ἐπὶ τὴν κλίνην μαλάγματα, ὡς αὐτὸς ἐν ἄλλοις «ἀλλʼ ἄγετʼ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνὴν, δέμνια καὶ χλαίνας» πόρσυνε δὲ ἀντὶ τοῦ ηὐτρέπιζεν. πόρσυνε γρ. πόρσαινε ἐν ταῖς Ἀριστάρχου.