eul_wid: vta-add
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Odyssey: Book IV by Scholia on the Iliad and Odyssey

Telemachus's arrival in Sparta prompts notes on why the city is called hollow Lacedaemon, and how he can reach it after a night at Pherae, itself in Laconia. In Book IV Menelaus's simile of a doe leaving her fawns in a lion's lair brings in Aristotle on how many young a deer bears, and the Philomeleides whom Odysseus wrestled is made a king of Lesbos, not Patroclus. Asteris, the island where the suitors lie in wait, is described with its harbours open on both sides.

Part of Scholia on the Odyssey

ΥΠΟΘΕΣΙΣ.Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος ἀπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων καὶ τῆς Πρωτέως μαντείας, διʼ ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ διʼ ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ.

οἱ δʼ ἷξον ὁ ἵξω μέλλων εἰς ἐνεστῶτα μεταβὰς ποιεῖ παρατατικὸν ἀντὶ τοῦ δευτέρου ἀορίστου, τὸ ἷξον ἐν συστολῇ. κοίλην Λακεδαίμονα ἐπεὶ ὑψηλοτάτοις ὄρεσι περικέκλεισται. ποτὲ μὲν τὴν πόλιν καλεῖ Λακεδαίμονα, ποτὲ δὲ τὴν χώραν Λακεδαίμονα, ἤτοι τὴν Σπάρτην. παρὰ τὴν ἱστορίαν φασὶν εἶναι τὸν γενόμενον ἤδη ἐν τῇ Λακωνικῇ — αἱ γὰρ Φηραὶ, ἔνθα Διοκλῆς ᾤκει, τῆς Λακωνικῆς εἰσι. τὸν οὖν γενόμενον ἐν τῇ Λακωνικῇ αὖθις ὡς μὴ γενόμενον ἐπισημαίνεσθαι ἄτοπον. ἔστι δὲ ἡ λύσις ἐκ τῆς λέξεως. τὰ γὰρ τῶν χωρίων ὀνόματα τίθεται καὶ ἐπὶ τῶν προηγουμένων πόλεων, ὥστε τὴν Σπάρτην οὐκ ἀπεικότως Λακεδαίμονα λέγει, καθάπερ καὶ τὴν Ἴλιον Τροίαν «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν»· καὶ ἀνεστραμμένως τὴν Ἀττικὴν εἴρηκεν Ἀθήνας «ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων» κοίλην Λακεδαίμονα κητώεσσαν κοίλην, τὴν μέσην κειμένην κοίλων καὶ βαθυτάτων τόπων, ἤτοι τὴν μεγάλην. κητώεσσαν δὲ ἐκ μεταφορᾶς τοῦ κήτους. λέγει δὲ τὴν Σπάρτην. ἐπάγει γοῦν «πρὸς δʼ ἄρα δώματʼ ἔλων.» κοίλην μὲν διὰ τὸ πολλοῖς ὄρεσι περιέχεσθαι, κητώεσσαν δὲ ἢ μεγάλην ἀπὸ τοῦ κήτους, ἢ μέγα κῆτος ἔχουσαν. Ζηνόδοτος δὲ γράφει καιετάεσσαν ἀντὶ τοῦ καλαμινθώδη. δοκεῖ δὲ καὶ Καλλίμαχος ἐντετυχηκέναι τῇ γραφῇ διʼ ὧν φησιν «ἵππους καιετάεντος ἀπʼ Εὐρώταο κομίσσαι.» κητώεσσαν ὤφειλεν εἶναι τὸ τω μικρὸν, ἀλλʼ ὥσπερ τὸ ἡβώωσα ἐκτείνει, διὰ τὸ εἶναι τὸ πρὸ αὐτῆς μακρὸν, τὸ η, καὶ τὸ τηλεθόωσα σμικρύνει, διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν, ἤτοι τὸ λε, οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει. συστέλλει δὲ τὸ ἐρόεις, κερόεις, ἐρόεσσα, κερόεσσα, ἠερόεσσα, καὶ ὅσα τοιαῦτα, τὸ μὲν διὰ τὰς πρὸ αὐτῶν συλλαβὰς, τὸ δὲ διὰ τὸ μέτρον· ἐπεί τοι γὰρ ἂν οὐκ ἦν οὕτω ἐρόεις καὶ κερόεις· μεγάλα γὰρ ὤφειλον εἶναι. Ἀπορία. διὰ τί ὁ Τηλέμαχος εἰς Λακεδαίμονα ἐλθὼν οὐκ ἐνέτυχε τῷ Ἰκαρίῳ; καίτοι ἄλογον ἐλθόντα τῷ πατρὶ τῆς μητρὸς μηδαμοῦ ἐντυχεῖν. οὐδαμοῦ εἴρηκεν ὡς ἐν Λακεδαίμονι ᾤκουν, ἀλλὰ μᾶλλον πλησίον αὐτῆς ἦσαν. ἡ γοῦν Ἀθηνᾶ ἐν τῷ ὕπνῳ ἐπιστᾶσά φησιν «ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι»· καὶ τὸ μὲν ὀνείροις μάρτυσι χρῆσθαι ἴσως ἄπιστον· αὐτὴ δὲ ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τὰ καθʼ ἑαυτὴν διηγουμένη φησὶ «νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον, οὔτε τινʼ ἄλλην μῆτιν ἐφευρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθαι». ὅθεν καὶ ἄλλη λύσις γίνεται πρὸς τοὺς ἀποροῦντας διὰ τί πρὸς τοὺς γονέας οὐκ ἀποστέλλει τοὺς ἑαυτῆς ἡ Πηνελόπη εἰς βοήθειαν, ὅτε ὁ παῖς ἐκινδύνευσεν, ἀλλὰ πρὸς τὸν Λαέρτην βούλεται ἀποστεῖλαι. φαίνεται γὰρ ἠλλοτριωμένη τοῖς γονεῦσιν ὡς ἀναγκάζουσι γήμασθαι· διὸ καὶ ἐξήρτηται ἀπὸ τῆς τοῦ Τηλεμάχου προσηκούσης μνήμης ὁ Ἰκάριος τοῦ τε Ὀδυσσέως καὶ τῆς Πηνελόπης. τοσοῦτον δὲ εἴρηται ὑπὸ τοῦ Τηλεμάχου «οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου» καὶ «κακὸν δέ με πόλλʼ ἀποτίνειν Ἰκαρίῳ.» αὐτὸς μὲν γὰρ Πηνελόπην μὴ βουλομένην καταλιπεῖν τοῦ ἀνδρὸς τὸν οἶκον ἀναγκάζειν οὐκ εὐπρεπὲς ἡγεῖτο. πάντως οὖν κατὰ τὴν προαίρεσιν τῆς Πηνελόπης ἀνῆψε τοῦ γάμου τὸ τέλος. τινές φασιν ὅτι ὁ Ἰκάριος ὁ τῆς Πηνελόπης πατὴρ ἐν Λακεδαίμονι ἦν. καὶ πῶς οὐκ ἀπῆλθεν εἰς ἐκεῖνον ὁ Τηλέμαχος; ἀνατρέπονται δὲ παρʼ ἄλλων λεγόντων ὅτι ἐχθρὸν εἶχεν αὐτὸν διότι προετρέπετο τὴν Πηνελόπην λαβεῖν ἄλλον ἄνδρα· ὃ μισητὸν ἐδόκει τῷ Τηλεμάχῳ ὑπολαμβάνοντι καὶ ἀπὸ τούτου ὅτι μῖσος εἶχεν ὁ Ἰκάριος πρὸς τὸν Ὀδυσσέα.

δαινύντα ὡς ὀμνύντα, ἀπʼ εὐθείας τῆς ὁ δαινύς. γάμον ὥσπερ ἀλλαχοῦ φησιν Ὅμηρος τάφον τὴν ἐπὶ τεθνεῶτί τινι εὐωχίαν, οὕτω καὶ νῦν γάμον τὴν ἐπὶ γάμου δαῖτα. ἔτῃσιν ψιλῶς ἔτῃσιν, εἴτε ἐπὶ τοῦ πολίτου εἴτε ἐπὶ τοῦ ἑταίρου.

ἠδὲ θυγατρὸς ἀμύμονος Σοφοκλῆς ἐν Ἑρμιόνῃ φησὶν ἔτι ἐν Τροίᾳ τυγχάνοντος Μενελάου ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ Τυνδάρεω τῷ Ὀρέστῃ, κατὰ δὲ ὑπόσχεσιν ἥκοντος Νεοπτολέμου ἀφαιρεθῆναι τὸν Ὀρέστην ταύτην· πάλιν δὲ αὐτῇ συνοικῆσαι τὸν Ὀρέστην Νεοπτολέμου ἐν Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως, καὶ τότε τὸν Τισαμενὸν γεννῆσαι.

ῥηξήνορος ἀνδρείου, τοῦ διὰ τῆς ἠνορέης, ὅ ἐστιν ἀνδρείας, ῥήσσοντος τὰς τῶν πολεμίων τάξεις.

ἐν Τροίῃ γὰρ διὰ τὸ κακὸν εἶναι τὴν τῷ πατρὶ μνηστευθεῖσαν καὶ τὸν υἱὸν λαβεῖν, τούτου χάριν τὰ μὲν λοιπὰ ἐκ τοῦ Ἀγαμέμνονος ἔλαβε, τὴν δὲ γυναῖκα ἐκ Μενελάου.

Μυρμιδόνων προτὶ ἄστυ ἣν Ὅμηρος μὲν Φθίαν λέγει, οἱ δὲ νεώτεροι Φαρσαλίαν.

υἱέϊ τρισυλλάβως. «υἱέϊ σῷ ἑπόμην» ἰδίως δὲ εἴρηκεν. ἐν Σπάρτῃ γὰρ ὄντος αὐτοῦ φησι Σπάρτηθεν. Ἀλέκτορος κούρην οὗτος υἱὸς Ἀργείου τοῦ Πέλοπος καὶ Ἡγησάνδρας τῆς Ἀμύκλα θυγατρός· θυγάτηρ δὲ αὐτοῦ οἱ μὲν Ἰφιλόχη, οἱ δὲ Ἐχεμήλα. οἱ μὲν Ἰφιλόχην, οἱ δὲ Ἐχέμηλον λέγουσιν. τὸν δὲ Ἀλέκτορα γενεαλογοῦσιν Ἀργείου τοῦ Πέλοπος. ἐκ τῆς γενεαλογίας τοῦ Πέλοπος ὁ Ἀλέκτωρ.

τηλύγετος Μεγαπένθης ὁ τῆλε τῆς ἡλικίας, τουτέστι προβεβηκόσι τοῖς γονεῦσι, γενόμενος, μεθʼ ὃν οὐκέτι ἐλπίζουσι τεκνῶσαι διὰ τὸ γῆρας· ἢ ὁ τηλοῦ ἀποδημήσαντι τῷ πατρὶ γεννηθεὶς παῖς· ἢ μονογενὴς, καθάπερ Τηλέμαχος Ὀδυσσεῖ καὶ Ὀρέστης Ἀγαμέμνονι. ὁ γὰρ Μενέλαος κατὰ τὸν καιρὸν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐμίγη τινὶ δούλῃ, καὶ ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν αὐτὸν φερωνύμως Μεγαπένθην· κατὰ γὰρ τὸν καιρὸν τοῦ διὰ τὴν Ἑλένην πένθους ἐτέχθη. διὰ τί δὲ Ἑλένη μόνην τὴν Ἑρμιόνην ἔτεκε; διότι τὸ πολλάκις τεκεῖν ἀλλοιοῖ τὸ κάλλος τῆς γυναικός. μελλούσης γὰρ αὐτῆς μεσολαβῆσαι εἰς τὸν πόλεμον τῶν Τρώων καὶ τῶν Ἑλλήνων, οὐκέτι ἐδίδουν αὐτῇ τέκνον οἱ θεοὶ, ἵνα τὸ κάλλος φυλάττῃ, ᾧ Ἀλέξανδρος ἡδυνθῆναι ἔμελλε. τὸ δὲ παντελῶς εἶναι ἄτεκνον ἦν δύσδαιμον καὶ κακὸν, τὸ δὲ τεκεῖν εὔδαιμον καὶ μακάριον. διὰ τοῦτο ἔτεκεν ἓν, ἵνα μακαρία λογίζηται καὶ ἵνα τὸ κάλλος ἔχῃ. ἐπιφέρει δὲ καὶ ὁ ποιητὴς «Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον·» πιθανῶς, ἵνα ἐπὶ πλεῖστον ἀκμάσῃ, ἢ ἵνα ἐξ Ἀλεξάνδρου γόνον μὴ σχῇ. οἱ δὲ νεώτεροι Ἑλένης μὲν καὶ Ἀλεξάνδρου Κόρυθον ἢ Ἕλενον, ἐκ δὲ Μενελάου Νικόστρατον γενεαλογοῦσι. Μεγαπένθης ἐκ τοῦ ὀνόματος δηλοῖ ὅτι μετὰ τὴν ἁρπαγὴν τοῦτον ἔσχεν.

ἐκ δούλης οἱ μὲν κύριον τὸ Δούλης, οἱ δὲ Τηριδάης· Τηριδάη γὰρ τὸ κύριον αὐτῆς ὄνομα. αὕτη, ὡς μὲν Ἀλεξίων, Τειρὶς, ὡς δὲ ἔνιοι Τηρὶς, θυγάτηρ Ζευξίππης· ὡς δὲ ὁ τῶν Νόστων ποιητὴς, Γέτις. τινὲς δὲ τὸ δούλης κύριόν φασι διὰ τὸ μηδέποτε οὕτω λέγειν τὸν ποιητὴν τὴν θεράπαινα· διὸ καὶ τὸ «εἰσόκεν ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην» ἀθετοῦσιν. Ἑλένῃ ἐν τῇ κατὰ Ῥιανὸν καὶ Ἀριστοφάνην Ἑλένης σὺν τῷ σ.

γείτονες ἠδὲ ἔται οἱ ἀστυγείτονες, οἱ ἐκτὸς μὲν ὄντες τῆς πόλεως πλησίον, ἔται δὲ οἱ ἐκ τῆς αὐτῆς πόλεως, οἱ συνήθεις. ἐκ τοῦ ἔθος ἔθης καὶ ἔτης. ἔται ψιλῶς, ἵνʼ ᾖ οἱ πολῖται.

φασὶ τοὺς εʹ στίχους τούτους μὴ εἶναι τοῦ Ὁμήρου, ἀλλὰ τοῦ Ἀριστάρχου. ἐμέλπετο θεῖος ἀοιδὸς οὕτω γάρ ἐστι μεγαλοπρεπὴς ὁ γάμος.

μολπῆς ὅτι οὐ τὴν ᾠδὴν, ἀλλὰ τὴν παιγνίαν λέγει οὕτω, πρὸς τὸ «μέλποντες Ἑκάεργον»· καὶ γὰρ «κυνῶν μέλπηθρα» φησί. ἐδίνευον συνεστρέφοντο, ἤτοι ἐχόρευον, ὠρχοῦντο.

κρείων Ἐτεωνεὺς ὁ τοῦ Ἀλέκτορος τοῦ συμπενθεροῦ Μενελάου ἀδελφός. κρείων ὁ ἐξέχων καὶ διάκριτος ἐν θεράπουσιν. τοιοῦτόν ἐστι καὶ τὸ ἐπὶ τοῦ συβώτου «συβώτης ὄρχαμος ἀνδρῶν» Φερεκύδης δὲ ἱστορεῖ οὕτως· Ἀργεῖος δὲ ὁ Πέλοπος ἔρχεται παρʼ Ἀμύκλαν εἰς Ἀμύκλας, καὶ γαμεῖ τοῦ Ἀμύκλα θυγατέρα Ἡγησάνδραν. ἐκ τούτου δὲ γίνεται Ἀλέκτωρ. ἔστι γὰρ ἀδελφὸς τούτου καὶ βοηθὸς Ἐτεωνεύς. συγγενὴς οὖν Μενελάου Ἐτεωνεὺς καὶ θεράπων αὐτοῦ, ὡς Ἀχιλλέως Πάτροκλος. κρείων δὲ ὁ ἄλλων μὲν βασιλεὺς, Μενελάου δὲ δεύτερος.

θεράπων ὑπηρέτης, φίλος, ὁ περὶ τὴν θεραπείαν ὑπάρχων.

ὡς τὸ ὕψι ὑψοῦ καὶ ἄγχι ἀγχοῦ.

ξείνω δή τινε μόνῳ τῷ Μενελάῳ περὶ ξένων εἰσαγγέλλεται διὰ τὸ ἠδικῆσθαι ὑπὸ ξένου. τώδε παροξυτονητέον, ἵνα νοηθῇ δυϊκόν. Ἄλλως. τὸ τώδε ἐγκλιτέον. δεικτικὸν δὲ ὂν δηλοῖ τὴν ἐγγύτητα αὐτῶν.

γενεὴν γέννησιν, γένος. ἐΐκτην ἐοίκασιν, ὡμοίωνται. ὄπισθεν δὲ εἶπε «πυρὶ λαμπετόωντι ἐΐκτην» ἤτοι ὡμοιοῦντο.

ἀλλʼ εἴπʼ εἰ σφῶϊν ἐγκλιτέον τὸ σφῶϊν, ἵνα τρίτον γένηται πρόσωπον.

ἦ ἄλλον περισπαστέον τὸ ἦ ὡς ἐρωτηματικόν. τὸ δὲ φιλήσῃ ἐπὶ τοῦ ξενίζειν ἐνταῦθα. λείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄλλον. ὅς κε φιλήσῃ ὅτι ἐπὶ τοῦ ξενίζειν τὸ φιλεῖν τίθησι. παρέλκει δὲ ὁ κε.

τὸν δὲ μέγʼ ὀχθήσας ὑψώσας τὸν θυμὸν, ἐκ μεταφορᾶς τῆς ὄχθης· ἢ λυπηθεὶς, ἐκ τοῦ ἄχθος, τροπῇ τοῦ α εἰς ο.

οὐ μὲν ὁ μέν ἀντὶ τοῦ δή, ὁ δὲ ἀτάρ ἀντὶ τοῦ δέ. Βοηθοίδη Βοηθοίδης τετρασυλλάβως. ὅμοιον δέ ἐστι τοῦ «Πανθοίδης Εὔφορβος» Βοηθοΐδη, καὶ κατὰ συναίρεσιν Βοηθοίδη.

τὸ ἑξῆς οὕτως· εἰ μὲν δὴ ἡμεῖς πολλῶν ἀγαθῶν ἐμπλησθέντες παρὰ ἀλλοδαπῶν ἀνδρῶν, ἐνταῦθα παρεγενόμεθα, ὀφείλομεν πάντως τοῖς ξένοις ὁμοίως ποιεῖν. ἀλλὰ θᾶττον λύε τοὺς ἵππους, αὐτοὺς δʼ εἰσάγαγε εὐωχηθῆναι, ὅπως διὰ τούτου ὁ Ζεὺς τῆς μελλούσης ταλαιπωρίας ἡμᾶς ἐκλυτρώσηται, καὶ μὴ τοῖς παρεληλυθόσιν ἴσα παθεῖν συγχωρήσειεν.

ἐξοπίσω περ παύσῃ δαιμονίως ἐξέφηνε τὴν γεγονυῖαν αὐτῷ πλάνην διὰ μιᾶς λέξεως.

προτέρω τοπικῶς ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, ἢ προτέρους τῶν ἵππων.

ὁ δʼ ἐκ μεγάροιο Ἀρίσταρχος χωρὶς τῆς ἐκ προθέσεως, ὁ δὲ μεγάροιο διέσσυτο· βούλεται γὰρ λέγειν διὰ μεγάρου. κέκλετο δʼ ἄλλους ἐπεὶ ὑπερέχων τῶν ἄλλων θεραπόντων ἦν, προστάσσει τοὺς λοιποὺς συνελθεῖν πρὸς τὸ λῦσαι τοὺς ἵππους.

ἑοῖ αὐτῷ αὐτῷ αὐτῷ. τὸ δὲ ε πλεονασμὸς Ἀττικός.

λῦσαν Ἰακῶς τὸ λῦσαν οὕτως γράφει Ἀρίσταρχος.

κάπῃσι ἀπὸ τοῦ κάπω ῥήματος τοῦ σημαίνοντος τὸ πνέω γίνεται ὄνομα κάπη ἡ φάτνη, ἐν ᾗ ἀναπνέουσι καὶ ἀναπαύονται τὰ ζῷα. αἱ φάτναι. καὶ γίνεται παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτη, καὶ ἐν ὑπερβιβασμῷ τάπη, καὶ τροπῇ τοῦ τ εἰς κ κάπη. παρὰ τὸ ἐν αὐταῖς ἵστασθαι τοὺς ἵππους καὶ κάπειν ἤτοι ἐσθίειν· ἢ παρὰ τὸ χάπτειν, ὅ ἐστι λάπτειν, χάπη καὶ κάπη.

ζειὰς δεῖ νοῆσαι ζειὰν ἐνταῦθα τὸ καλούμενον ἄχυρον.

πρὸς ἐνώπια παμφανόωντα τοὺς ἀντικρὺ τόπους τῆς εἰσόδου ἐνώπια καλεῖ ὁ ποιητής· τοὺς φωτιζομένους ὑφʼ ἡλίου τόπους ἢ τῆς σελήνης. τοὺς ἀντικρὺ τόπους τῆς εἰσόδου ἐνώπια καλεῖ ὁ ποιητής. διὰ τοῦτο καί τινες διαλελυμένην γράφουσι τὴν λέξιν τιθέντες εἰς τὸ πρός βαρεῖαν.

θαύμαζον ἔοικεν, ὡς δείκνυσιν αὐτοὺς ἀπαιδεύτους ἐνταῦθα ἀπὸ τοῦ ἵστασθαι καὶ βλέπειν τὰ τῆς οἰκίας καλλωπίσματα, καὶ τῇ ἀληθείᾳ ἄπειροι ἦσαν· ἀλλὰ τέως πρὶν φανῆναι τὸν Μενέλαον. ὥστε εἰ πρὸ τοῦ φανῆναι ἀνέβλεπον τὸ κάλλος τοῦ δόμου, καὶ ἠσχολοῦντο ἐκεῖνο θαυμάζοντες, οὐ καινόν. διοτρεφέος βασιλῆος οὐ παρέλκει τὸ ἐπίθετον. τὸ δὲ ἑξῆς, θαυμάζουσιν εἰσελθόντες τὴν κατασκευὴν τὴν οἰκίας. οὐ παρέλκει τὸ ἐπίθετον, ἐπεὶ ἀπόγονος Διὸς ὁ Μενέλαος.

ὥστε γὰρ ἠελίου αἴγλη σημειοῦνται τινὲς ὡς ἐνηλλαγμένης τῆς φράσεως. ἡ τάξις ἐνήλλακται· πάντως γὰρ προεκδύονται. ἔδει γὰρ ἀπὸ τῆς σελήνης ἀναβιβάσαι ἐπὶ τὸν ἥλιον, ἵνα ἂν εἰς τὸν ἥλιον ἀποτύχῃ, εἰς τὴν σελήνην οὐκέτι. ἀπὸ μείζονος τὸ ἐπιχείρημα. τοῦτο δὲ ποιεῖ διὰ τὴν ἀποτυχίαν.

δῶμα καθʼ ὑψερεφὲς τὸ οἴκημα τὸ ὑψηλόστεγον. τὸ δὲ κ διὰ τὸ οἱ Αἰολεῖς τὴν πρόθεσιν ἀντὶ ἄρθρου παραλαμβάνουσιν.

ὁρώμενοι ὁρῶντες, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ.

ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας ἁπαλὰς, κεκροκισμένας ἢ τριχωτὰς, τὰ λεγόμενα χάσδια· ἢ καινουργίας, ἀπὸ τοῦ οὖλον τὸ σῶον καὶ ὑγιές.

ἐν ἄλλῳ, παρὰ ξανθὸν Μενέλαον.

χέρνιβα δʼ ἀμφίπολος διὰ τί πρὸ μὲν τοῦ δείπνου ἐνίπτοντο, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, ἐρρήθη μὲν ἤδη καὶ ἐν ἄλλοις, ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ «χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος νίψασθαι,» φήσομεν ὅτι οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δειπνεῖν κυρίως τοῦτο εἴρηται, ἀλλὰ συλλαβὼν τὰ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον λέγει, οὐκέτι τὰ κατὰ μέρος ἐπεξιών. τινῶν γὰρ τὰς ἀρχὰς μηνύσας, οὐκέτι τοῖς κατὰ μέσον ἐπέξεισι, συγχωρεῖ δʼ ἡμῖν ἐπινοεῖν καὶ τὰ μεταξὺ οἷα γίνεται. ὥσπερ οὖν οὐδʼ αἰρομένας τὰς τραπέζας ἐποίησεν οὐδὲ τὰ λείψανα τὰ ἐκ τοῦ συμποσίου συναγόμενα, οὕτως οὐδὲ μεταξὺ νιπτομένους καὶ μετὰ τὸ δεῖπνον ἐπινιπτομένους· ἐπεὶ καὶ τοῦτο οὐ δηλοῖ ἅπαξ τὸ νίψασθαι ἐκόμισεν, ἀλλʼ ὅτι ἐκόμισε τὰ χερόνιπτρα ἐν προχόῳ χρυσέῃ καὶ λέβητι ὑποδεχομένῳ ταῦτα ἀργυρῷ· ὥστε παρέκειτʼ ἀεὶ τὰ χερόνιπτρα, ὅτε βούλοιντο νίψασθαι, ὥσπερ ἡ τράπεζα καὶ τὰ ἄλλα, ἄχρις ὅτου βούλοιντο αὐτοῖς. οὕτως καὶ τοὺς Πυλίους ποιήσας ἐν τῷ κατάπλῳ τῶν περὶ τὸν Τηλέμαχον εὐωχουμένους οὐκέτι δεδήλωκεν ὅπως ἐκ τῆς ᾐόνος ἀναστάντες ἀπηλλάγησαν· καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν ἐπεσημήνατο, ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρʼ αὐτῷ. οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισε· καὶ οὐχ ἧττον ἐξ ὧν κατορθοῖ ἐν οἷς λέγει σοφὸς εὑρίσκεται ἢ ἐν οἷς ἀποσιωπᾷ καὶ οὐ λέγει.

παρὰ δὲ ξεστὴν ἐτάνυσσε παρέκειντο γὰρ τοῖς θρόνοις αἱ τράπεζαι. εἰκότως δὲ νῦν τὰ περὶ τῆς ταμίας παράκειται· οὐ γὰρ ἐν τῷ ξενίζεσθαι παρὰ Τηλεμάχῳ τὴν Ἀθηνᾶν. ἐπεισεληλύθασι γὰρ οὗτοι τοῖς περὶ τὸν Μενέλαον, ἐξ ἀρχῆς δὲ παρὰ τῷ Τηλεμάχῳ πάρεστιν ὁ Μέντης. ξεστὴν γρ. χρυσῆν.

εἴδατα ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω ἔδωρ καὶ εἶδαρ. ἡδύσματα μεμυρισμένα, σκευαστὰ παρʼ ἡμῖν λεγόμενα.

τὼ καὶ δεικνύμενος φιλοφρονούμενος, δεξιούμενος. ἐκ τοῦ δέκω τὸ δέχομαι δείκω δεικνύω καὶ δείκνυμι, τὸ φιλοφρονοῦμαι.

δείπνου πασσαμένω τοῖς ὁδοιπορήσασι δείπνου δηλονότι γενομένου. αὐτὸς γὰρ ἑξῆς φησι «δόρπου δʼ ἐξαῦτις μνησώμεθα». καὶ «οὐ γὰρ ἔγωγε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος».

προηθετοῦντο καὶ παρὰ Ζηνοδότῳ καὶ παρὰ Ἀριστοφάνει· τό τε γὰρ σφῶϊν οὐχ Ὁμηρικῶς μονοσυλλάβως ἐξηνέχθη ὅ τε ἔπαινος τῶν νέων οὐκ ἀναγκαῖος.

σφῶν γε γένος χωρὶς τοῦ ι ἡ σφῶν, ὡς Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν γράφει αὐτὴν μετὰ τοῦ ι, ἵνʼ ᾖ δευτέρου προσώπου κατὰ συναίρεσιν· ἀλλʼ οὐκ ἔστι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦσα· τὸ γὰρ λέγειν καὶ ὤμοιϊν καὶ ποδοῖϊν μετὰ τοῦ ι λέγει δισυλλάβως. ἐπίτηδες δὲ Ἀρίσταρχος ἀθετουμένων τῶν στίχων καὶ ἄνευ τοῦ ι εἴασε τὴν γραφὴν, ἵνα καὶ τοῦτο πρὸς τὴν ἀθέτησιν λαμβάνῃ. οὐ γὰρ σφῶν γε γένος σὺν τῷ ι γραπτέον, ἵνʼ ᾖ σφῶϊν δυϊκῶς. οὐ γὰρ ἀφανῶν ἐστε γονέων. σεσημείωται τὸ σφῶν ἐπὶ δευτέρου προσώπου λαμβανόμενον.

νῶτα βοὸς ὡς ἐν Ἰλιάδι «νώτοισι δʼ Αἴαντα διηνεκέεσσι γέραιρε» λέγει δὲ καὶ Ξενοφῶν διμοιρίαν δίδοσθαι τοῖς Λακεδαιμονίων βασιλεῦσι. καὶ οὐ τοῦτό φημι, ὅτι κατὰ τὸν ἐν Σπάρτῃ νόμον ταῦτα πέπρακται, ὕστερον γὰρ τὰ Λυκούργου, ἀλλʼ ἴσως καὶ τὸ Λακωνικὸν ἔθος ἐκ τῆς τούτου παραδέδοται τηρήσεως.

τά ῥά οἱ γέρα τὰ γὰρ ἄνω μέρη ἤτοι τὰ νωτιαῖα παρετίθουν τοῖς ἐντίμοις. τὸ δὲ ἑαυτῷ Ὅμηρος οἱ αὐτῷ γράφει.

δὴ τότε Τηλέμαχος ἀφορμὴν παρέσχε τῷ Μενελάῳ ἀναγνωρισμοῦ καινοῦ. ἐκεῖνο μὲν γὰρ κοινὸν, τὸν μὲν πυνθάνεσθαι, τὸν δὲ ἀποκρίνεσθαι ὅτι Ὀδυσσέως παῖς τυγχάνει, ὥσπερ παρὰ Νέστορι πέπρακται, τὸ δὲ περιπέτειάν τινα εἶχεν, ἐκ τῆς Ὀδυσσέως μνήμης εἰς δάκρυα προπεσόντος τοῦ νέου, εἰς ὑποψίαν ἐμπεσεῖν ἀληθείας τὸν Μενέλαον. αὕτη τοίνυν τοῦ νεανίσκου ἡ ἔκπληξις καιρὸν παρέσχε τῷ Μενελάῳ τῶν λόγων. προσεφώνεε Νέστορος υἱὸν ἐκεῖνος μὲν ἐλάλει κρυφίως πρὸς τὸν Νεστορίδην, μή ποτε κόλαξ φανῇ· ὁ μέντοι Μενέλαος προσεκτικὸς ὢν ἤκουσε τῶν λεγομένων καὶ ἤρξατο λαλεῖν αὐτοῖς. ταῦτα δὲ οἰκονομία τοῦ Ὁμήρου, καὶ ἵνα πλατύνῃ τὴν ποίησιν αὐτοῦ καὶ ἵνα εἴπῃ ἃ εἰς τὴν Ἰλιάδα οὐκ εἶπε. μέλλει γὰρ παραγαγεῖν καὶ τὴν Ἑλένην ὥστε γνωρίσαι αὐτοὺς καὶ εἰπεῖν περὶ τοῦ Ὀδυσσέως ἐπαίνους, καὶ καταλέξαι ἔθη γυναικεῖα, καὶ ἅμα καὶ τὴν Ἑλένην ἐγκωμιάσαι. ἐν γὰρ τῇ Ἰλιάδι οὐδὲν εἶπε τὸ τυχὸν περὶ αὐτῆς ἐπαινετήρια.

ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι τὸ γὰρ ἀκούοντος Μενελάου ἐπαινεῖν θωπείας ἦν ἀνάπλεων καὶ ἐλευθέροις οὐχ ἁρμόττον. ὅπως μὴ δόξειε κολακεύειν. τὸ δὲ πευθοίατο πεύθοιντο ἦν· καὶ οἱ Ἴωνες πευθοίατο ἐκβολῇ τοῦ ν καὶ προσθέσει τοῦ α. πευθοίαθʼ οἱ ἄλλοι οὕτως Ζηνόδοτος. ὁ δὲ Ἀρίσταρχος πευθοίατο ἄλλοι, χωρὶς τοῦ ἄρθρου, ὡς Ἡρωδιανός φησιν.

χαλκοῦ τε στεροπὴν ἄνω εἰπὼν «οἱ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα», νῦν διὰ Τηλεμάχου τὰ περὶ τῆς ἐκπλήξεως ἐσήμανεν, ὅτι ἐκ τῆς τοιαύτης ὕλης ἦν ὁ κόσμος.

Ζηνός που τὸ που στοχαστικόν. γρ. Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.

ὅσσα τάδε ἤρκει καὶ τοῦτο εἰς ἔμφασιν, ὁ δὲ ἐπιφέρει, ἄσπετα πολλά. καθʼ ἕκαστον δὲ αὔξησίς ἐστιν ἱκανή. ἄσπετα ἐκ τοῦ ἐνίσπω τὸ λέγω ἄσπετον, ἄρρητον.

τέκνα φίλʼ, ἤτοι Ζηνὶ μετὰ τὴν προσφώνησιν στικτέον. μετὰ τὸ «Ζηνί» βραχὺ διασταλτέον. οὕτω γὰρ τὰ ἑξῆς σαφέστερα. καὶ ἄλλως ἵνα μὴ δοκῇ τὸν ἕτερον ἐλέγχειν, εὐπρεπῶς πρὸς ἀμφοτέρους ἀποτείνεται, οὐκ ἐπιτιμῶν, ἀλλὰ τὰ ἑαυτοῦ καταβάλλων ἐν ἤθει.

ἀθάνατοι ἄφθαρτοι· τὰ δὲ ἀνθρώπινα πάντα χρόνῳ φθείρονται.

ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἠρέμα θρύπτεται μετὰ ἤθους ἐκφέρων ὅτι ἀμφήριστα ταῦτα ἀνθρώποις, τὰ δὲ θεῖα μείζω ὑπάρχει διὰ τὸ ἄφθαρτα εἶναι.

κτήμασιν εἰς σύστασιν περὶ τοῦ πλήθους. ἴδιον δὲ τῶν ἐκ πόνου πεπλουτηκότων διηγεῖσθαι. καὶ τὸ μὲν κεκτῆσθαι παρὰ προγόνων μικρὸν, τὸ δὲ κτήσασθαι μεῖζον. ἐπαληθεὶς πλανηθείς. οἱ δὲ, ἐπὶ τοὺς ἀληθεῖς Αἰγυπτίους, ὅτι μαντικῆς ἔμπειροι.

Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς Σιδονίους τοὺς περὶ τὴν ἐρυθρὰν θάλασσαν λέγει, οὓς μετῴκισαν οἱ Φοίνικες. Ἐρεμβοὺς δὲ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ βαίνειν. τοὺς δὲ Τρωγλοδύτας Σαρακηνοὺς λέγει. Σιδονίους τοὺς παρὰ τῇ ἐρυθρᾷ θαλάσσῃ λέγει, ὅθεν μετῴκησαν οἱ Φοίνικες. Ἐρεμβοὺς Ἀρίσταρχος Ἐρεμβοὺς τοὺς Ἄραβας ἀκούει. τινὲς δὲ γράφουσιν Ἐρεμνούς, ὅ ἐστι τοὺς Ἰνδοὺς, οἱ δὲ τοὺς εἰς τὴν ἔραν δύνοντας διὰ τοὺς καύσωνας, οὓς καὶ Τρωγλοδύτας φασί. οἵτινες καὶ διὰ τοῦ β γράφουσιν Ἐρεμβούς. κράτιστα δὲ ἀποδιδόασιν οἱ ὀνοματικῶς ἀκούοντες τοὺς Ἐρεμβούς, καὶ παρατιθέντες τοὺς καταλογάδην συγγραφεῖς οὕτως ἀναγράφοντας. ἔνιοι δὲ διὰ τοῦ α γράφουσιν Ἐραμβούς. Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας τοὺς Σαρακηνοὺς παρὰ τὸ εἰς τὴν ἔραν δύειν· οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης τοὺς Ἐρεμνοὺς γράφει· οἱ δὲ ἴδιον ἔθνος. ἔνιοι δὲ τοὺς Ἄραβας, καὶ μεταγράφουσιν οὕτως· «Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.» οἱ μὲν τοὺς Τρωγλοδύτας φασὶ, τοὺς Σαρακηνοὺς, παρὰ τὸ εἰς τὰς τρώγλας ὑπὸ τὰς σχισμὰς δύνειν διὰ τὸν καύσωνα τοῦ ἡλίου. οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης Ἐρέμνους γράφει. ἔνιοι δὲ τοὺς Ἄραβας. καὶ μεταγράφουσιν οὕτως «Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.» πῶς δέ φησι Σιδονίους καὶ Ἐρεμνοὺς καὶ τοὺς ἄλλους, καὶ σὺν αὐτοῖς καὶ τὴν Λιβύην; αἱ γὰρ λεχθεῖσαι χῶραι τῆς Λιβύης εἰσίν· οὕτως δʼ ἔοικε διαχωρίζειν. νοητέον δὲ ὅτι ἔλεγεν ὅλας ἐξ ὀνόματος, εἶτα συνάψας λέγει συντόμῳ λόγῳ αὐτὴν τὴν Λιβύην.

ἄφαρ κεραοὶ ὅ ἐστι γεννῶνται καὶ πρώϊμοι γίνονται. ἢ ἔνθα ταχέως κερατοφυοῦσι διὰ τὴν εὐδίαν. οἱ δὲ ἐπίθετον τῶν ἀρνῶν τὸ κεραοί. τὸ δὲ ἄφαρ, ὅτι ταχέως καὶ πρώϊμοι γίνονται. ἄφαρ, εὐθὺς ἅμα τῷ γεννηθῆναι.

τρὶς γὰρ τίκτει μῆλα τινὲς γελοίως γράφουσι «δὶς γὰρ τίκτει.» πῶς γὰρ ἴδιόν τι λέγει περὶ τῶν ἐν τῇ χώρᾳ προβάτων; διόλου τοιαῦταί εἰσιν αἱ γοναὶ, οὐχ ὡς παρʼ ἡμῖν μόνῳ τῷ ἦρι τίκτουσιν.

ἐπηετανὸν ὁλοχρόνιον, αὐταρκὲς, ἀρκετόν. τὸ εἰς πολὺ καὶ εἰς κόρον. γίνεται παρὰ τὸ ἄτω τὸ κορέννυμι ἄτανος, καὶ ἐν πλεονασμῷ τοῦ ε ἐάτανος, καὶ ἐπαυξήσει τοῦ ε εἰς η ἠέτανος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπηετανός. γάλα θῆσθαι κυρίως μὲν τὸ θηλάσαι, νῦν δὲ τὸ ἀμέλγειν εἶπε, παρὰ τὴν θηλήν. θηλάζειν, ἀπὸ τοῦ θῶ τοῦ σημαίνοντος τὸ θηλάζω. τὸ θηλάσαι· νῦν δὲ τὸ ἀμέλγειν εἶπεν.

ἕως εἵως.

τείως μοι φιλάδελφον τὸ ἦθος. καί ἐστιν ἴδιον ἀνθρώπων πρόχειρον ἔχειν τὸν ἐπὶ τοῖς φιλτάτοις ὀδυρμὸν, καὶ ἐκ πάσης ὁμωνυμίας ἐπὶ τὴν ὑπὲρ ἐκείνων μνήμην ἀπαντᾶν.

λάθρη, ἀνωϊστὶ λάθρη μὲν ἀντὶ τοῦ μηδενὸς εἰδότος, ἀνωϊστὶ δὲ ἀνυπονοήτως καὶ ὡς οὐκ ἄν τις προσδοκήσειε. περιπαθῶς πάνυ εἰς τὸ μὴ δυνηθῆναι ὁτιοῦν χρήσασθαι τὸν ἥρωα. ἀνωϊστὶ ἀνυπονοήτως. ἐκ τοῦ οἴω τὸ ὑπολαμβάνω ὠϊστί, τὸ ω μέγα κατʼ ἔκτασιν, καὶ μετὰ τοῦ στερητικοῦ α ἀωστί, διὰ δὲ τὴν χασμωδίαν προσθέσει τοῦ ν γίνεται ἀνωστί καὶ ἀνωϊστί. ἐπίτασις. συχνοὶ μὲν γὰρ καὶ λάθρα ἐπεβουλεύθησαν προϋπονοήσαντες τοὺς ἐχθροὺς, περὶ τὸν καιρὸν δὲ σφαλέντες. τοῦτον δὲ οὐδὲ ἔννοιαν λαβεῖν φησι τοῦ δεινοῦ, τὸ δὲ ὑπὸ τῆς πιστοτάτης ἐνεδρευθῆναι καὶ προδοθῆναι τῷ μυχῷ τῶν δεινῶν.

ὡς οὔτοι χαίρων οὐ γὰρ ἐν τῷ κτήσασθαι πλοῦτον τὸ ἥδεσθαί ἐστιν, οὐδὲ εὐδαίμονες οἱ πλούσιοι. πολλοὶ γοῦν ἄφθονα κεκτημένοι θρηνοῦντες διατελοῦσιν. ἔστιν οὖν παιδευτικὸν, ὅτι οὐ χρὴ εἰς τὴν πολυτέλειαν τῶν οἴκων ἀφορᾶν, ἀλλʼ εἰς τὴν διάθεσιν τῶν ἐνοικούντων. ἔν τισιν ὑπὸ τοῦτον φέρεται στίχος «οὐδέ τι βουλόμενος, ἀλλὰ κρατερῆς ὑπʼ ἀνάγκης» γελοίως. οὐδεὶς γὰρ μετὰ ἀνάγκης ἀνάσσει χρημάτων. τὸ γὰρ προειρημένον ἱκανὸν ἔχει νοῦν. χαρτοῖς γὰρ φύσει τοῖς χρήμασιν οὐ χαίρω διὰ τὸ συμβὰν ὑπάλλαγμα λίαν ἀνιαρόν.

ὔμμιν Αἰολικῶς ψιλοῦται.

καὶ ἀπώλεσα οἶκον ἀμφίβολον πότερον τὸν ἑαυτοῦ ἢ τὸν τοῦ Πριάμου.

κεχανδότα χωροῦντα. ἀπὸ τοῦ χῶ τὸ χωρῶ χάζω.

ὧν ὄφελον τὸ ἑξῆς, ὄφελον ἐγὼ ναίειν καὶ οἱ ἄνδρες σόοι ἔμμεναι. τὸ ὄφελον ἀπὸ κοινοῦ λαμβάνων διήλλαξε καὶ περὶ πρόσωπον καὶ ἀριθμόν.

Τροίῃ ἐν εὐρείῃ ὀβελίζουσι τινὲς τὸν στίχον, λέγοντες αὐτὸν εἶναι περιττόν. διὰ μέντοι τῶν Ἀρισταρχείων ὑπομνημάτων οὐδὲν φέρεται περὶ τοῦ ἔπους. Τροίῃ πιθανῶς, ἵνα καὶ ἀφορμὴν ἔχῃ ὁ λόγος ἐπὶ τὴν Ὀδυσσέως μνήμην καταντῆσαι. Ἄργεος ἱπποβότοιο τῆς Πελοποννήσου, πρὸς τὸ τρέφειν ἵππους ἐπιτηδείου.

μετὰ τὸ γόῳ βραχὺ διασταλτέον.

αἰψηρὸς δὲ κόρος ὁ ὑπὲρ τῶν ἄλλων μοι θρῆνος ταχέως θραύεται.

τῶν πάντων ἐμπεσὼν εἰς τὸν περὶ τῶν ἡρώων λόγον ἐξαιρέτως Ὀδυσσέα φησὶ θρηνεῖν διὰ τὸ ἀγνοεῖν τὰ περὶ αὐτόν.

ὡς ἑνὸς εἰς ἐπίτασιν ταῦτα πάντων καὶ τῶν μεγίστων κακῶν ἀνάπαυλάν τινα παρέχειν πέφυκεν. ἀπεχθαίρει ἀπεχθαίρειν ποιεῖ, ὡς «πάντας μέν ῥʼ ἔλπει»

ἐμοὶ δʼ ἄχος εἰκότως ἀνιᾶται, ὅτι οὐδὲν ὤναντο τῆς πρὸς ἀλλήλους φιλίας.

κείνου, ὅπως δὴ μετὰ τὸ κείνου βραχὺ διασταλτέον.

ὀδύρονταί νύ που ἅπερ ἔμελλεν ἐρωτήσειν ὁ Τηλέμαχος, ταῦτα φράσας ὁ Μενέλαος ἐκφέρει, καὶ γίνεται τὸ πᾶν νοούμενον περιπαθές. ἀλλὰ καὶ τὴν ὁμοιότητα ἐκφεύγει ὁ ποιητής· παρὰ γὰρ Νέστορι ὁ Τηλέμαχος ἤρχετο τῶν λόγων.

Λαέρτης δʼ ὁ γέρων ἐπὶ τὸ οἰκτρότατον προήγαγε τὸν οἶκτον· διὸ καὶ εὐθέως ἐπήνεγκε «τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.»

ἔλειπε νέον νεωστὶ γεγονότα· ὡς καὶ ἐν Ἰλιάδι «νέον ἡβώοντα,» τουτέστι νεωστὶ ἡβῶντα.

ὦρσε γόοιο ἡ αὐτὴ διάθεσις καὶ παρὰ Φαίαξι πρὸς Ὀδυσσέως. ὁ μὲν γὰρ τὰς ἑαυτοῦ πράξεις ἀκούων κλαίει, ὁ δὲ τοῦ πατρὸς ἀναμνησθείς.

σημειοῦνται τινὲς ὅτι παραλλήλως ἔταξε μίν καὶ αὐτόν.

οὕτως ἐπειρήσαιτο ἀντὶ τοῦ ἐπερωτήσειεν. ἔνιοι δὲ γράφουσι κακῶς μυθήσαιτο.

ἐκ δʼ Ἑλένη ἐπειδὴ μέλλει τῶν Ὀδυσσέως ἔργων μνημονεύειν, συμπλέξαι θέλει τὰς ἐν ἑκατέρῳ στρατοπέδῳ πράξεις αὐτοῦ ὑπὲρ τοῦ ποικίλην καταστῆσαι τὴν διήγησιν. ἐπιτηδειότατον δὲ τὸ τῆς Ἑλένης πρόσωπον, ἅτε δὴ παρατυχὸν ἐν Ἰλίῳ.

χρυσηλακάτῳ τῇ λαμπρὰς καὶ χρυσαυγέας ἠλακάτας ἤτοι ἀκτῖνας ἐχούσῃ.

ἅμʼ Ἀδρήστῃ σημειωτέον καὶ τὰ περὶ τῶν θεραπαινῶν. ἄλλαι μὲν γὰρ ἐν Ἰλιάδι, ἄλλαι δὲ νῦν. οὐ γὰρ εὐπρεπὲς τὰς μετεχούσας τοῦ ἁμαρτήματος ἐπιτρέπειν συνεῖναι τῇ γυναικί. τρισυλλάβως τὸ Ἀδρήστη, ὡς Ἡρωδιανὸς καὶ Ἀρίσταρχος, καὶ κύριον ἀκουστέον. τινὲς δὲ δρήστη, οἱονεὶ θεράπαινα. κλισίην ὃν ἀλλαχοῦ διʼ ἑτέρων κλισμὸν ὀνομάζει· ἔστι δὲ θρόνος ἀνάκλιντρον ἔχων. δίφρον ἀνάκλιτον ἔχοντα.

τάπητα ἀπὸ τοῦ πατῶ πάτης καὶ τάπης, τὸ ὑποκάτωθεν τῶν ποδῶν ὑπόστρωμα· δάπης δὲ τὸ ἐπάνω, οἷον ἐνάπλωμα καὶ ἐφάπλωμα.

τάλαρον τάλαρος γίνεται ἐκ τοῦ τάλας ὁ καρτερικὸς καὶ τοῦ αἴρω τὸ ἐπαίρω, ὁ βαστάζων ἃ ἐν αὐτῷ τίθενται.

ἐνὶ Θήβῃς Θῆβαι πόλις Αἰγύπτου ἡ νῦν καλουμένη Διόσπολις.

δύʼ ἀργυρέας ἀσαμίνθους σημεῖον πλούτου τοῦτο, τὸ ἀσαμίνθους ὅλας ἀργυρᾶς δοῦναι.

δοιοὺς ἀπὸ τοῦ δέω τὸ ἐλλείπω. ἐλλιπέστερα γὰρ τὰ δεύτερα ὡς πρὸς τὰ πρῶτά εἰσι. τάλαντα τὸ τάλαντον ἦν παρὰ τοῖς ἀρχαίοις σταθμὸς ποσὸς ἀόριστος. ἔπειτα δὲ ἐλέγετο εἶναι εἴκοσι πέντε λιτρῶν καὶ παρʼ ἄλλοις πεντήκοντα. τάλαντον δὲ καὶ τὸ σταθμίζον. ἀτάλαντος οὖν ὁ ἰσοκάμπανος, ὃς ἐὰν ἐξῆν ταλαντευθῆναι, ἤγουν σταθμηθῆναι, ἴσος δʼ ἂν εὑρεθῇ τοῖς συσταθμιζομένοις αὐτῷ. τὸ γὰρ α ἐπὶ ἰσότητος. ἢ ἀτάλαντος ὁ δίκαιος, ὁ μὴ τῇ ταλάντου ἀοριστίᾳ συμπίπτων.

χρυσῆν τʼ ἠλακάτην ἠλακάτη τὸ ξύλον ἐν ᾧ περιειλοῦσι τὸ ἔριον, ἠλάκατα δὲ τὰ περιειλούμενα τῇ ἠλακάτῃ ἔρια. ἠλακάτη λέγεται τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔρια τὰ πλεκόμενα τῇ ἠλακάτῃ. ὑπόκυκλον στρογγυλοειδῆ. πρὸς τὸ ἐφέλκειν καὶ περιφέρειν τὸν τάλαρον. ἢ περίκυκλον, ὅ ἐστι κυκλοτερῆ. ἀφʼ ἑτέρας δὲ ἀρχῆς τὸ ἔπος ἀναγνωστέον.

ἐπὶ χείλεα κεκράαντο ἀντὶ τοῦ ἀπήρτιστο ἢ κεκέραστο.

νήματος ἀσκητοῖο τοῦ φιλοκαλουμένου καὶ νήθεσθαι λοιπὸν δυναμένου. σημειοῦνται δὲ τινὲς ὅτι τὸ εἰς τὴν νῆσιν εὔθετον μήρυμα ἐρίου νῆμα εἶπεν. νήματος εἰς νῆσιν ἐπιτηδειότητος. ἀσκητοῖο καλῶς γεγονότος.

ἰοδνεφὲς μέλαν ἢ πορφυροῦν, ἢ τὸ λεγόμενον ἰάνθινον. βεβαμμένον πορφυροῦν. γίνεται δὲ ἀπὸ τοῦ ἴον τὸ ἄνθος καὶ τοῦ δνόφος. ἤτοι τὸ βεβαμμένον κατὰ τὰ ἴα. μέλαν μαλλίον.

ὑπὸ δὲ θρῆνυς ὑπὸ τοῖς ποσὶν ἦν θρῆνυς ἐκ τοῦ θρόνου προσφυής.

εὐχετόωντο ἐκαυχῶντο.

ψεύσομαι ὃ λέγει τοιοῦτόν ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀληθεύσω, ὅμως ἐρῶ. οὔπω γὰρ λέγω ὁρᾶσθαί τινα οὕτως ἐοικότα. ψεύσομαι ἢ ἔτυμον ἐρέω Ἀριστοφάνης οὐκ ἀποφαντικῶς, ἀλλʼ ἐν ἤθει. οὐκ ἀναγκαῖον δὲ περισπᾶσθαι τὸν ἤ. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀληθεύσω, ὅμως ἐρῶ.

ἰδέσθαι γρ. γενέσθαι.

Ὀδυσσῆος υἷι ἔοικε πῶς τὸν Τηλέμαχον ἐχαρακτήριζον καίτοι μὴ ἰδόντες καὶ ἄλλοτε αὐτὸν, τὸν δὲ Πεισίστρατον οὐκ ἐχαρακτήριζον; πλείονα γὰρ φιλίαν καὶ προσοχὴν εἶχον πρὸς τὸν Ὀδυσσέα παρὸ πρὸς τὸν Νέστορα, καὶ ὡς ἀκμάζοντα καὶ σφριγῶντα. τὸν δὲ Πεισίστρατον καθὸ οὐκ ἐγνώρισαν, δηλοῖ αὐτὸς ἑαυτόν. οὐ Τηλέμαχον εἰδυῖα ταῦτα λέγει, ἀλλʼ ἐκ τοῦ χαρακτῆρος τοῦ Ὀδυσσέως. ὡς ὅδʼ Ὀδυσσῆος τοῦτον ἡ συνήθεια τοῖς ἄνω συνάπτει. δύναται δὲ καὶ θαυμαστικῶς ἀναγινώσκεσθαι, θαυμαστικοῦ ὄντος τοῦ λόγου. Ἄλλως. ἔοικε, φησὶν, Ὀδυσσέως υἱῷ ὄντως καὶ οὐδενὶ ἄλλῳ. ἐξομοιοῖ δὲ αὐτὸν τῷ πατρὶ οὐχ ἑωρακυῖά ποτε Ὀδυσσέως παῖδα. μεγαλήτορος τινὲς, ταλασίφρονος.

ἐμεῖο κυνώπιδος ὁ ποιητὴς ὑπεραπολογεῖται Ἑλένης ἀεί.

ἤλθεθʼ γρ. ἦλθον.

κείνου γὰρ τοιοίδε πόδες ἐκ γὰρ τῶν ἄκρων καὶ τῆς ὄψεως μάλιστα αἱ ὁμοιότητες τῶν σωμάτων ἐμφαίνονται. ὅσον δὲ βράδιον ἐστοχάσατο, τοσοῦτον ἀκριβέστερον ἀπεφήνατο τὸν μεταξὺ χρόνον δηλονότι κατανοῶν. τὸ δὲ λεγόμενον, ἐκ ποδῶν εἰς κεφαλήν. καθʼ ἓν δὲ διασταλτέον πόδες, χεῖρες, βολαί.

καὶ νῦν καὶ νῦν ὡς ἐγὼ περὶ ἐκείνου ἔλεγον εὐθέως οὗτος ἔκλαιε.

αὐτὰρ ὁ πυκνὸν οὗτος δὲ συνεχές.

ὄρχαμε ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὡς παρδαλῆ ἡ δορὰ καὶ πάρδαλις τὸ ζῷον.

οὐκ ἐφέροντο ἐν τῇ Ῥιανοῦ οἱ τρεῖς στίχοι.

ἀλλὰ σαόφρων παρὰ τὰ πάτρια καὶ οὐχ ἁρμόττοντα τῷ Πεισιστράτου προσώπῳ. καὶ τὸ νεμεσσᾶται ἀντὶ τοῦ αἰδεῖται οὐχ Ὁμηρικῶς. καὶ αἱ ἐπεσβολίαι δὲ γέλοιαι. ὅθεν Ζηνόδοτος μεταποιεῖ «ἐπιστομίας ἀναφαίνειν.» ἀθετοῦνται δὲ στίχοι γʹ ὡς περιττοὶ καὶ ὑπὸ νέου παντάπασι λέγεσθαι ἀπρεπεῖς. ἄλλως τε οὐδὲ συμβουλευσόμενος τῷ Μενελάῳ πάρεστιν, ἀλλʼ «εἴ τινα οἱ κληηδόνα πατρὸς ἐνίσποι»

ἐπεσβολίας ἐπῶν ἐσβολὰς, ἤτοι τὰς τῶν μνηστήρων λοιδορίας. ἐπεσβολία γὰρ ἡ ὕβρις ἡ τοῖς ἔπεσι βάλλουσα. βολὰς λόγων ἤτοι προπετείας. τὰς γενομένας τῶν μνηστήρων εἰς αὐτὸν φλυαρίας, ἢ τὰς περὶ τὸν οἶκον αὐτοῦ λοιδορίας διεξιέναι. ἢ ὑπὸ σωφροσύνης οὐ βούλεται προκατάρχεσθαι λόγων. ἐπεσβολίας οὖν νῦν τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχάς φησιν.

αὐτὰρ ἐμὲ οὐκοῦν οὐδὲ οὗτος προπετὴς, οὐχ ὅτι σώφρων φθέγγεται. σχεδὸν γὰρ τὴν ἔντευξιν τὴν πρὸς Μενέλαον οὗτος ἐμπεπίστευται ὑπὸ τοῦ πατρός.

ἐέλδετο Ζηνόδοτος «ὀΐετο» κακῶς.

ὄφρα οἱ προειρηκότος τοῦ Μενελάου «οὐδέ τι ἴδμεν, ζώει ὅγʼ ἢ τέθνηκεν», ψυχρὸν ἦν ἐπαγαγεῖν ὅτι ἧκεν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς εἰ ζῇ. ἐπʼ ἄλλο οὖν μεταβαίνει, ὅτι μαθήσεως καὶ ὠφελείας τυχεῖν βουλόμενος ἥκει διὰ τὰ ἐνοχλοῦντα ἐν τῇ πόλει. τὸ δὲ ἦθος οὐ συνιέντες τινὲς ἠθέτησαν τὰ ἔπη.

πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς ὅρα τὴν σύνεσιν, πῶς τὴν τοῦ πατρὸς σοφίαν ἀπομέμακται. ὥσπερ ἐκεῖνον παρεφυλάττομεν οὐ φανερῶς ἐκθέμενον τὰ περὶ τοὺς μνηστῆρας, ἵνα εἰ μὴ βούλοιτο ἐμφανίζειν ὁ Τηλέμαχος τὰ περὶ αὐτοὺς, μὴ φαίνηται αὐτὸς περιεργαζόμενος μηδὲ ὀνειδίζων τὴν συμφορὰν τῷ νεανίσκῳ, οὕτω καὶ ὁ Πεισίστρατος μετήνεγκε τὸν λόγον ἐπὶ τὴν κοινὴν ὀρφανίαν. τὸ γὰρ ἐπελθεῖν τὸ κατὰ τοὺς μνηστῆρας περίεργον παρόντος αὐτοῦ τοῦ πεπονθότος.

ἀοσσητῆρες οἱ ἕτοιμοι βοηθοὶ, παρὰ τὸ μὴ ἀναμένειν ὄσσαν ἤτοι χρησμὸν καὶ μαντείαν εἰς τὸ βοηθῆσαι. ὁ γὰρ μὴ θέλων βοηθῆσαί τινι καλούμενός φησιν ὅτι ἀπελθεῖν θέλω πρῶτον καὶ λαβεῖν χρησμὸν περὶ τούτου, καὶ εἰ ἔστιν ἀπὸ χρησμοῦ δεδομένον, βοηθήσω σοι. ἢ ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ ὄσσω τὸ βλέπω. ἔωσιν ὡς λέγωσι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. σημαίνει γὰρ ὑπάρχωσιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾷς κέκλιται, προπερισπαστέον, «οὐ μέν σʼ οὐδʼ ἐῶσιν»

οὐδέ οἱ ἄλλοι ἐγκλιτικὴ νῦν ἐστιν ἡ οι· διὸ τοῦ συνδέσμου φυλακτέον τὸν τόνον.

εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν διὰ τί μὴ συμμαχεῖ Μενέλαος; καλὴ γὰρ ἡ πρόφασις γυναῖκα περισῶσαι φίλου εἰς τὰ ὅμοια ὑπὸ Ὀδυσσέως εὐεργετηθείς. διὰ τί δὲ καὶ Τηλέμαχος οὐκ αἰτεῖ συμμαχίαν; ἢ ὅτι ἔλεγεν Ἀθηνᾶ «οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος ἔσσεται, οὐδʼ εἴπερ σιδήρεα δέσματʼ ἔχῃσι». μετὰ δὲ τοὺς λόγους τούτους θεασάμενος τὴν ἀπαλλαγὴν τῆς θεᾶς καὶ γνοὺς ὅτι παρὰ θεοῦ ταῦτα ἠκηκόει, εἰκότως ἐκδέχεται τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τοῦτο μάλιστα σπεύδει μαθεῖν, ποῦ ποτε ἄρα τυγχάνει Ὀδυσσεύς. τὸ δὲ μὴ δεηθέντος τοῦ Τηλεμάχου Μενέλαον συμμαχεῖν περίεργον. δεῖ γὰρ ὠφελεῖν τοὺς φίλους εἰς ἃ βούλονται. ἄλλως τε καὶ ἀφορμὴν ἔχει Νέστωρ τε καὶ Μενέλαος τοῦ μὴ πέμψαι στρατιάν· Νέστωρ μὲν ἐκ τοῦ αὐτόπτης γενέσθαι τῆς Ἀθηνᾶς πιστεύσας τῇ Ὀδυσσέως παρουσίᾳ, ὁ δὲ ἐκ Πρωτέως ἀκούσας. τί οὖν ἔδει ὑφαρπάζειν τῆς Ὀδυσσέως ἐκδικίας;

τὸν δʼ ἀπαμειβόμενος γρ. τὸν δὲ μέγʼ ὀχθήσας.

ὦ πόποι οὐκ ἂν ὁμοίως πιστὸς ἦν ὁ λόγος, εἰ μὴ καὶ πρὸ τῆς γνώσεως τοῦ Τηλεμάχου ἀγνοῶν τίνες οἱ παρόντες προείρηκεν ἐκεῖνα τὰ ἔπη, «τῶν πάντων οὐ τόσσον ὀδύρομαι» καὶ ἑξῆς.

πολεῖς γρ. πολέας.

ἔξοχα πάντων γρ. ἔξοχον ἄλλων.

ἐξ Ἰθάκης ὥστε χώραν εὐδαίμονα ἀντὶ τῆς λυπρᾶς ἐκείνης ἀνταλλάξασθαι. τὸ γὰρ μόνον μετοικῆσαι ὅμοιον φυγῆς.

μίαν πόλιν ἐξαλαπάξας ἀπὸ τῶν πόλεων ἐκείνων, αἵτινες ὑπʼ ἐμοῦ βασιλεύονται. τὸ δὲ ἐξαλαπάξας οὐκ ἔστι νῦν πορθήσας, ἀλλʼ ἁπλῶς κενώσας, καὶ μεταστήσας τοὺς ἐνοικοῦντας εἰς ἕτερον τόπον. ἀπίθανον γὰρ τὸ ἐξαλαπάξας ἐπὶ τῶν ὑποτεταγμένων πόλεων. λάπαθα γὰρ βοτάνη κενωτικὴ, ὅθεν καὶ ἀλαπάζω ῥῆμα.

οὐδέ κεν ἡμέας οὐκ ἐν τῇ Σπάρτῃ, ἀλλʼ ἐν ὅλῃ τῇ χώρᾳ.

ἄλλο διέκρινε οὐδὲν ἡμῖν διέζευξε τῆς φιλίας τὴν εὐφροσύνην, ἢ ὥστε κατὰ διαδοχὴν ἥκειν πρὸς ἀλλήλους, πλὴν θάνατος.

ἀλλὰ τὰ μέν που περιπαθῶς ὀλοφύρεται ὡς αὐτὸς δεινὰ πεπονθώς. ἔγκειται δὲ, ἀλλὰ καὶ τὸ ἀνθρώπινον. ἀγάσσασθαι ὅτι ταῖς μεγάλαις ὑποσχέσεσι τῶν ἀνθρώπων φθόνος θεῖος ἐπακολουθεῖ. ἀλλὰ τὰ μέν που μέλλεν ἀλλὰ ταῦτα μὲν ἐῴκει ἐπὶ πάθους παρʼ Ὁμήρῳ φθονήσειν, ἐμποδίσαι, ἀποτρέψασθαι παρὰ Διὸς ἡμῖν ἐκπλαγῆναι.

φανερῶς δείκνυσιν ὅτι πρόφασιν σχόντες τὸν Τηλέμαχον κλαίει εἷς ἕκαστος περὶ τῶν ἰδίων· ἡ μὲν Ἑλένη ὑπὲρ τῶν γεγονότων εἰς αὐτὴν, ἢ ὅτι «κάρτα τοι φίλοικτον ἡ γυνή·» Πεισίστρατος δὲ διὰ τὸν αὐτοῦ ἀδελφόν. κλαίουσι δὲ καὶ Πάτροκλον αἱ ἀμφίπολοι τάχα. καὶ γὰρ ἐκεῖνον πρόφασιν ἔχουσαι κλαίουσι περὶ τῶν ἰδίων δαιμονίως ἀντιλαμβανόμενος ὁ ποιητὴς, ὅπως κεκίνηκε τὸν οἶκτον τῶν ἀκροατῶν, φαντασίαν ἐπὶ τοὺς τότε ἀκούοντας μετήνεγκε. δαιμονίως τῇ τάξει κέχρηται, πρῶτα μὲν κλαίειν τὴν Ἑλένην· φύσει γὰρ πολύδακρυ τοῦτο τὸ γένος· εἶτα τὸν παραγενόμενον πρωτοστατοῦντα τοῦ πάθους· ὁ δὲ Μενέλαος τρίτος δεόντως μετὰ τὴν θήλειαν καὶ αὐτὸν τὸν πεπονθότα· τέταρτος δὲ Πεισίστρατος, οὐ μὰ Δία Ὀδυσσέα, οὐ γὰρ οἶδε τὸν ἄνδρα· κεκίνηκε δὲ αὐτὸν ἡ τοῦ ἀδελφοῦ ἀνάμνησις, ὡς καὶ ἐν Ἰλιάδι «Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν». παρατηρητέον δὲ καὶ τὴν ἐν τοῖς ῥήμασι διαφοράν. ἐφʼ ὧν μὲν γὰρ παρατατικῶς ἔφη κλαῖε, ἐπὶ δὲ Πεισιστράτου ὡς ἀγνοοῦντος Ὀδυσσέα «οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε.» τοῦτον γὰρ οὐ διατρίβειν κλαίοντα ὡς ἐκείνους, ἀλλʼ αὐτὸ μόνον τὸ μὴ εἶναι ἄδακρυν δηλοῖ.

κλαῖε καὶ Ἀτρείδης Μενέλαος οὐχ ὅτι πέπεισται τεθνηκέναι αὐτόν — πιστεύει γὰρ αὐτὸν ζῆν, ἐξ οὗ τοῦ Πρωτέως ἀκήκοεν —, ἀλλὰ τὸ μηδέπω παραγεγονέναι ἀπολοφύρεται.

οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω μὴ θέλων πολλάκις λέγειν τὸ αὐτὸ, ἤτοι τὸ κλαῖε, διʼ ἄλλου τρόπου φησί. ἔστι δὲ θαυμαστικόν.

μνήσατο γὰρ τὰ ἐν Ἰλιάδι παραλειφθέντα διὰ τῆς Ὀδυσσείας ὡς μιᾶς οὔσης τῆς πραγματείας παραδίδωσι. ἀμύμονος Ἀντιλόχοιο ἤτοι τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ παρὰ τοῦ Τιθωνοῦ υἱοῦ τῆς Ἡμέρας ἀναιρεθέντος ἐν Τροίᾳ.

τόν ῥʼ Ἠοῦς ἔκτεινε ἴσως διὰ τὸ ἐξ ἀνατολῆς αὐτὸν εἶναι. Τιθωνοῦ γὰρ καὶ Ἡμέρας λέγεται εἶναι υἱὸς Μέμνων. τοῦτο λέγει, τὸν Ἀντίλοχον φονευθῆναι ὑπὸ τοῦ Μέμνονος. οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι νέος καὶ παρὰ τὸν καιρὸν τὸν δέοντα ἐτελεύτησε. Μέμνων γὰρ ἐτυμολογεῖται παρὰ τὸ μένειν νέος. Ἡρώδης ἑρμηνεύεται παρʼ Ἕλλησι δερμάτινος νοῦς.

Ἀτρείδη πάντων ἐπὶ δάκρυα τετραμμένων ἔδει τινὰ παρελθεῖν τὸν ἐφέξοντα. τὴν μὲν οὖν Ἑλένην οὐ πιθανὸν τοῦτο πράττειν, ἥτις γε καὶ αὐτῶν πρώτη κατάρχει. οὐδὲ μὴν τὸν Τηλέμαχον, πατέρα γὰρ ἀπολοφύρεται. εὐπρεπὲς δὲ οὐδὲ τῷ Μενελάῳ, αὐτὸς γὰρ αἴτιος τῆς συμφορᾶς. πιθανὸς δὲ πρὸς τοῦτο ὁ Πεισίστρατος Ὀδυσσέα μὲν ἀγνοῶν, πρὸς βραχὺ δὲ δακρύσας ἐκ τῆς τοῦ ἀδελφοῦ μνήμης, ἀλλʼ οὐδὲ ἐκείνῳ συνήθης γεγονώς· κομιδῆ γὰρ νέος τυγχάνει, καὶ οὐχ ὁμοία ἡ τελευτὴ εὐκλεής.

τὸ ἑξῆς, Νέστωρ φάσχʼ ὁ γέρων οἷσιν ἐνὶ μεγάροισιν, ἢ ὅτʼ ἐπιμνήσομαι σεῖο οἷσιν ἐνὶ μεγάροισιν· ἤγουν ἐν τοῖς αὐτοῦ οἴκοις.

καὶ ἀλλήλους ἐρέοιμεν τινὲς, καὶ ἀλλήλοις ἐρέοιμεν, ὅ ἐστι διαλεγοίμεθα. Ἀρίσταρχος δὲ ἀθετεῖ.

εἴτι πού ἐστι εἴπως ἐστὶν, ἤτοι εἰ δυνατόν ἐστι, πείσθητί μοι. οὐ γὰρ ἔγωγε ὀδυρόμενος μετὰ δείπνου εὐφραίνομαι. ἐὰν πρέπον ἐστὶν, εἰ ἐνδέχεται. εἴπως ἐστὶ, τουτέστιν εἴτις μηχανή ἐστι.

τέρπομʼ ὀδυρόμενος ἐν δείπνῳ οὐ τέρπομαι ὀδυρόμενος, ὅτε ἀνέσεως μάλιστα τῇ ψυχῇ χρεία. τὸ ἀνεπιτήδειον οὖν τοῦ καιροῦ μέμνηται· ἐπιφέρει γοῦν «ἀλλὰ καὶ ἠὼς ἔσσεται.» ἐν δείπνῳ οὐκ ἔστιν ὀδύρεσθαι, ἀλλʼ ἔλθῃ ἡμέρα καὶ τότε λύπη ἔστω. μεταδόρπιος μετὰ τὸ δεῖπνον. ἢ οὕτως, οὐκ ἀρέσκει μοι θρηνεῖν μετὰ τὸ δεῖπνον. Ἄλλως. μεταδόρπιος, δείπνου ὥρᾳ, ἤγουν ἐν τῷ δείπνῳ· καὶ μεταδήμιος, ἔνδημος, ὁ ἐν δήμῳ ὤν.

κλαίειν, ὅς κε θάνῃσι ἔοικεν ἐνταῦθα μωρὸς εἶναι ὡς μὴ δεινοπαθῶν ὁ Πεισίστρατος καὶ ἀνάλγητος, πλὴν συνετῶς ἐποίει ἀνακτήσασθαι θέλων ἐκείνους. ἀπρεπὲς γὰρ ἀνδράσι τὸ τοιοῦτον.

καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεὸς δεξιῶς καὶ τούτου μνημονεύει, ἵνα μὴ δοκῇ ἐκ περιουσίας τὰ τοιαῦτα ἐπιτάττειν, μηδὲν αὐτὸς πεπονθὼς δεινόν. Καὶ ἄλλως. δαιμονίως οὗτος γνωμολογεῖ περὶ πάντων ὅτι οὐ χρὴ κλαίειν, ἀλλὰ τὸ ἴδιον πάθος ἐξήνεγκε. τὸ μὲν γὰρ ὡς μαλακιζομένοις ἐπιτιμᾶν οὐ πρέπον νέῳ, τὸ δὲ διὰ τὴν ἑαυτοῦ ἀηδίαν παραιτεῖσθαι δάκρυα ἀνθρώπινον.

ἔγωγε τὸ φορτικὸν τῶν τοῦ ἀδελφοῦ ἐπαίνων διέφυγε τὸν ἀκούοντα μάρτυρα ἐπαγόμενος.

περὶ μὲν θείειν ταχὺν μετὰ γὰρ τὸν Ἀχιλλέα τὸ τρέχειν ταχὺς ὁ Ἀντίλοχος.

ὦ φίλʼ, ἐπεὶ περιττεύει ὁ ἐπεί, ὡς καὶ ἐν τῷ «ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀϊζύος». τὸ ἑξῆς ἐστιν, ἐπεὶ τόσα εἶπες, ἡμεῖς δὲ κλαυθμὸν μὲν, περιττεύοντος τοῦ συνδέσμου. τὸ ἐπεί ἐνταῦθα βεβαιωτικὸν καὶ ἀργόν ἐστι.

καὶ ὃς προγενέστερος εἴη ὃς καὶ τῷ χρόνῳ προὔχοι, ὁ πεπνυμένος ἀνὴρ δηλονότι.

τοίου ἀντὶ τοῦ τοιούτου, οὐχ ὡς οἱ γλωσσογράφοι, πάντως ἀγαθοῦ.

ᾧ τε Κρονίων ὄλβον ἐπικλώσῃ οὐ τῷ γόνῳ, ἀλλὰ τῷ γεννήτορι ὄλβον ἔδωκεν ὁ Ζεὺς καὶ γαμοῦντι καὶ τεκνοῦντι.

χευάντων ἐπιχεέτωσαν, Ἀττικῶς.

Ἀσφαλίων οἰκεῖον τὸ ὄνομα Μενελάου θεράποντι. τοιοῦτος δὲ καὶ ὁ Ἐτεωνεύς. οὐκ ἀνεπισκέπτως· ἀπὸ γὰρ τῶν συμπτωμάτων καὶ τὰ ὀνόματα τοῖς οἰκέταις τιθέναι εἰώθαμεν, ὡς καὶ ὁ Πηνελόπης δόμος διὰ τὸν τρόπον τῶν δεσποτῶν. πεποίηκε τὸ ὄνομα παρὰ τὴν ἀσφάλειαν· ἀρετὴ γὰρ δούλου τὸ μὴ σφάλλειν.

νηπενθές τʼ ἄχολόν τε ἐξ οὗ ἐπεκράτησε λέγεσθαι τὰ τῆς Ἑλένης νηπενθῆ φάρμακα. δαιμονίως τὰ ἀνώτατα δύο παρέλαβε, τὸ πένθους καὶ ὀργῆς ἀπαλλάττειν, οἷς καὶ τὰ λοιπὰ ὑποστέλλεται πάθη. ἐπίληθον προπαροξυτόνως, ἵνʼ ᾖ ἐπιληστικόν. οἱ δὲ προπεριέσπασαν, ἵνʼ ᾖ ἐπιλανθάνεσθαι ποιοῦν. ἐπίληθες προπαροξυτόνως, ἵνʼ ᾖ ἐπιλαθέσθαι ποιοῦν. κακῶν ἐπίληθον ἁπάντων ὁ Ἀσκαλωνίτης περισπᾷ μετοχὴν ἀκούων, Ἀρίσταρχος δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενος. οὕτω δὲ καὶ ἡμῖν ἀρέσκει, ἐπεὶ καὶ τὰ προκείμενα ὀνόματα ἐπίθετα ἦν, «νηπενθές τʼ ἄχολόν τε.»

καταβρόξειεν γράφεται καὶ μικρὸν καὶ μέγα. ὅτε μὲν γὰρ λαμβάνεται ἀντὶ τοῦ καταπίῃ, τότε τὸ βρο μικρὸν, ἀπὸ τοῦ βρόχω. ὅταν δὲ ἀντὶ τοῦ καταφάγῃ, μέγα βρω. διχῶς ἡ γραφή. μιγείη ὑποοτικτέον εἰς τὸ μιγείη.

ἐφημέριος διήμερος, ὅ ἐστι διʼ ὅλης τῆς ἡμέρας. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἔπιεν. ἀσφαλῶς τὸ ἐφημέριος. ἀπάθειαν γὰρ τῶν τοιούτων κακῶν οὐκ ἔστιν εὑρεῖν.

ἐμφαντικώτατα ἡ αὔξησις καὶ καθʼ ἕκαστον ἐπιτεινόμενον.

χαλκῷ δηϊόῳεν ἀναιροῖεν, φονεύοιεν. ἔστι τὸ θέμα δήω, καὶ κατὰ παραγωγὴν δηϊόω. χείρους γὰρ αὐτομάτων οἱ βίαιοι δοκοῦσι θάνατοι.

φάρμακα μητιόεντα δραστήρια, ἢ ὑπὸ συνέσεως εὑρεθέντα. μητιόεντα γρ. μητιόωντα. φάρμακα μητιόεντα … ἢ τὰ ὑπὸ συνέσεως εὑρημένα καὶ κατὰ τέχνην θεωρητικὴν ἐσκευασμένα. τῆς γὰρ ἰατρικῆς τὸ μὲν θεωρητικὸν, τὸ δὲ διὰ τῶν καθολικῶν λόγων καὶ διὰ μεθόδου ἐπάγον ἐπὶ τὴν τῶν κατὰ μέρος γνῶσιν. τούτου δὲ αὖ μέρη τὸ μὲν σημειωτικὸν, τὸ δὲ αἰτιολογικὸν, τὸ δὲ πρακτικόν. ταύτης ἐστὶν ὁ διὰ τῆς ἐνεργείας βαδίζων. τούτου δὲ μέρη τὸ μὲν διαιτητικὸν, τὸ δὲ χειρουργικὸν, τὸ δὲ φαρμακευτικόν.

Πολύδαμνα ἀμφίβολα πότερον τῆς φαρμακίδος ἐστὶ τὸ ὄνομα, ἢ τὰ φάρμακα τὰ πολλοὺς δαμάζοντα. ἐκείνην γὰρ Θοῦμιν Πτολεμαῖος ἐν τῷ πρώτῳ χρόνῳ φησί. κύριον ὄνομα ἡ Πολύδαμνα κατὰ Ἀρίσταρχον. καὶ Ἡρωδιανὸς ἄμεινον εἶναι φησίν. γρ. πολύδαμνα, τὰ πολλοὺς δαμάζοντα. σχῆμα ἀμφιβολίας. εἴτε κύριόν ἐστιν ὄνομα ἡ Πολύδαμνα, ὡς Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεσθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύσῳ φησὶ «βλαψίφρονα φάρμακα χεῦεν, ὅσσʼ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη.» Θῶνος παράκοιτις ἀπὸ τοῦ Θόωνος. τὸν αὐτὸν δὲ λέγουσιν εἶναι τὸν Θῶνιν. οὗτός ἐστιν εὑρετὴς τῆς ἰατρικῆς παρʼ Αἰγυπτίοις, οὗτινος καὶ φερώνυμός ἐστιν ὁ πρῶτος μήν. ὁ Θῶνος βασιλεὺς ἦν τοῦ Κανώβου καὶ τοῦ Ἡρακλείου στόματος, ὃς πρὶν μὲν ἰδεῖν Ἑλένην ἐφιλοτιμεῖτο Μενέλαον, ἰδὼν δὲ αὐτὴν ἐπεχείρει βιάζεσθαι· ὃ γνοὺς Μενέλαος ἀναιρεῖ αὐτόν. ὅθεν ἡ πόλις Θῶνις ὠνόμασται, ὡς ἱστορεῖ Ἑλλάνικος.

τῇ ἀντὶ τοῦ ᾗ, τουτέστιν ὅπου, ἐν Αἰγύπτῳ δηλονότι. τῇ, ἐνταῦθα, ὡς «τῇ εἴη, ὃς ἄποινα φέρει»

φάρμακα παρὰ τὸ φέρειν ἄκος ἢ ἄχος.

ἰητρὸς δὲ ἕκαστος ἕκαστος δὲ τῶν ἐκεῖθι ἰατρῶν ὑπὲρ τοὺς ἄλλους ἐστὶν, ἐπεὶ Παιήονος ἀπόγονοί εἰσι. γράφεται καὶ «περὶ πάντων φαρμακέων.» οὐ γὰρ πάντες πάντα ἴσασιν. ὁ νοῦς, ἕκαστος δὲ ἰατρὸς Αἰγύπτιος ἐπιστήμων ἐστὶν ὑπὲρ πάντας ἀνθρώπους τῆς εἰδήσεως τῶν βοτανῶν. Ἀρίσταρχος δὲ γράφει οὕτως «ἰητρὸς δὲ ἕκαστος, ἐπεί σφισι δῶκεν Ἀπόλλων ἰᾶσθαι· καὶ γὰρ Παιήονός εἰσι γενέθλης» κακῶς. διαφέρει ὁ Παιήων Ἀπόλλωνος, ὡς καὶ Ἡσίοδος μαρτυρεῖ, «εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι, ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.»

Παιήονος Παιήων ἰατρὸς θεῶν, οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι, ἀλλὰ κεχωρισμένος. παρὰ μέντοι τοῖς νεωτέροις ὁ αὐτὸς νομίζεται εἶναι. καὶ Ἡσίοδος δὲ μάρτυς ἐστὶ τοῦ ἕτερον εἶναι τὸν Παιήονα τοῦ Ἀπόλλωνος, λέγων «εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι, ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.» ἰατρὸς οὗτος ἄριστος. ἐκ τοῦ παύω Παιών, καὶ πλεονασμῷ τοῦ η Παιήων.

ἐνέηκε Ἰωνικόν.

τὸ ἑξῆς, Ἀτρείδη Μενέλαε καὶ ὦ παῖδες, ἤτοι νῦν δαίνυσθε. Ζεὺς γὰρ ἄλλοτε ἄλλα δίδωσιν, ὡς καὶ νῦν ἡμῖν τὸ εὐωχεῖσθαι.

ἀτὰρ τὸ ἀτάρ ἀντὶ τοῦ δέ, ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

πάντα μὲν ἰδίως τὸ πάντα ἐπήνεγκε τῷ ὅσσοι τὸ γένος ἀλλάξας. παραληπτικὸν σχῆμα.

ἄεθλοι ὁ ἆθλος ἀρσενικῶς μόνον ὁ ἀγὼν, τὸ ἆθλον δὲ καὶ τὸ ἐπινίκιον καὶ ὁ ἀγών.

ἀλλʼ οἷον τόδʼ ἔρεξε Παρμενίσκος ἐψίλου τὸ οἶον, ἵνʼ ᾖ, τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαστικῶς ἀναγινώσκειν.

αὐτόν μιν ψιλῶς. οὐκ οἶδε τὴν αὐτῶν συνήθειαν ὁ ποιητής. δύο ἰσοδυναμοῦσαι ἀντωνυμίαι ἀντὶ τῆς μιᾶς παραλαμβάνονται. αὐτόν μιν πληγῇσιν ταύτην ἐπελέξατο τοῦ ἀνδρὸς τὴν πρᾶξιν, ἐν ᾗ τὸ πᾶν ὠφεληκυῖα αὐτὸν φαίνεται. αἰτία γὰρ πᾶσι καθεστῶσα τῶν συμφορῶν οὐκ ἄλλην ἀπολογίαν εὕρετο. δεόντως οὖν ἐπιλεαίνει τὰ χαλεπά. πληγῇσιν ἀεικελίῃσι δαμαστικαῖς, δειναῖς, ἀπρεπέσιν. ἀπὸ τοῦ ἀεικὲς τὸ ἀπρεπές.

σπεῖρα ἱμάτια παλαιὰ ἀπὸ τοῦ σπειρᾶσθαι τὸ ἐντυλίσσεσθαι. ἐπεὶ σπεῖρα κοινῶς πᾶν ἱμάτιον, προσέθηκε κακά. κοινῶς πᾶν ἱμάτιον. σπεῖρα κακὰ ἱμάτια. προσέθηκε δὲ κακά, ἵνα δηλώσῃ ῥάκη. τὰ ἐνδύματα, ἀπὸ τοῦ διασπείρεσθαι ἐν ὅλοις τοῖς μέλεσι. προσέθηκε δὲ τὸ κακά, ἵνα ῥάκη δηλώσῃ. διὰ πολλὰ τῆς πράξεως ταύτης μνημονεύει ὁ ποιητὴς, οὐ μόνον ὅτι πρὸς τὴν ποίησιν συμφέρει τὰ μὴ δεδομένα τῆς Ἰλιάδος νῦν ἐμφανίζειν, ἀλλὰ καὶ πρὸς τὴν μνηστηροκτονίαν ταῦτα ᾠκονόμηται, ἵνα μηδὲ τοῖς μνηστῆρσι συνὼν ἐν τοιούτῳ σχήματι ἀπίθανον φαίνοιτο. τὸ πιθανὸν δὲ τοῦτο καὶ πρὸς τὴν Τηλεμάχου πίστιν. δεξάμενος γὰρ ταύτην τὴν διήγησιν, ἑτοιμοτέρως καὶ παρʼ Εὐμαίῳ πιστεύει τοῦτον εἶναι τὸν πατέρα τὸν τοῦ πτωχοῦ πρόσωπον ὑποκρινόμενον. πιστεύει αὐτῷ ἐπιθέσθαι βουλευομένῳ τοῖς μνηστῆρσιν. ὁ γὰρ καὶ πληγὰς καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων καὶ πόλεως ὅλης καταφρονήσας πῶς τῶν ἰδίων ἀποστήσεται; καλῶς οὖν Λακεδαιμόνιοι παιδεύουσι τὴν μαστίγωσιν τοὺς νέους καρτερεῖν τὰ δεινὰ ἐθίζοντες.

κατέδυ πόλιν ἵνα μετρήσῃ τὰς πύλας διὰ τὸν δούριον ἵππον. οἱ μὲν ἵνα μετρήσῃ τὸ τεῖχος, οἱ δὲ ἵνα πείσῃ τὴν Ἑλένην συνεργῆσαι τοῖς Ἕλλησιν.

ἄλλῳ δʼ αὐτὸν φωτὶ ἀπὸ κοινοῦ τὸ αὐτόν, ἵνʼ ᾖ, κατακρύπτων νῦν ἑαυτὸν ἤϊσκεν αὐτὸν ἄλλῳ φωτὶ καὶ οὐκ Ὀδυσσεῖ. ἀντὶ τοῦ κατακρύπτων ἑαυτὸν ὡμοιοῦτο.

δέκτῃ, ὃς οὐδὲν ὁ κυκλικὸς τὸ Δέκτῃ ὀνοματικῶς ἀκούει, παρʼ οὗ φησι τὸν Ὀδυσσέα τὰ ῥάκη λαβόντα μετημφιάσθαι· ὃς οὐκ ἦν ἐν ταῖς ναυσὶ τοιοῦτος οἷος Ὀδυσσεὺς ἀχρεῖος. Ἀρίσταρχος δὲ δέκτῃ μὲν ἐπαίτῃ, τὸ δὲ «ὃς οὐδὲν τοῖος ἔην,» τῷ ἐναντίῳ τὸ ἐναντίον, ὃς οὐκ ἦν τοιοῦτος, ὁ Ὀδυσσεὺς, ἀλλʼ ἐνδοξότατος καὶ μεγαλοπρεπέστατος, ἴκελος δὲ ἐπαίτῃ. τὸ δὲ δεν παρέλκει. ἤτοι ἐπαίτῃ ἀπὸ τοῦ δέχεσθαι, πτωχῷ. τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν δισσῶς νοεῖται. ἢ γὰρ τοιοῦτον πτωχὸν κατέστησεν ἑαυτὸν, οἷος οὐ μὴ εὑρεθῇ ἄλλος εἰς τὸ ὅλον Ἑλληνικόν· ἢ τοιοῦτος ἐγένετο, οἷόν τις ὁρῶν εἶπεν ἂν μὴ εἶναι Ὀδυσσέα· τοιοῦτον εἰργάσατο ἑαυτὸν ὥστε μὴ ἔχειν ἴχνος τοῦ πρώην χαρακτῆρος. ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τοῖς Ἕλλησι τοιοῦτος οὐκ ἦν οὐδαμῶς· πλούσιος γὰρ ἦν καὶ ἔνδοξος. πλὴν τότε οἰκονομικῶς γέγονε τοιοῦτος, ἵνα ἴδῃ τὴν θέαν τῆς Τροίας καὶ τὴν ἔσωθεν τοῦ πύργου εἴσδυσιν, εἰ ἄρα ὑψηλός ἐστιν ὡς ἀπὸ τοῦ ἔξω μέρους, ἢ οὐχί.

τῷ ἴκελος γεγονὼς διὰ τὴν ἀπαίτησιν τῆς Παλλάδος. ἀβάκησαν ἠγνόησαν, οὐκ εἶπόν τι. οἱ γὰρ ἀγνοοῦντες οὐ δύνανται βάζειν. ἀπὸ τοῦ βῶ τὸ λέγω γίνεται. ἐμωράνθησαν, ἠγνόησαν. ἀπὸ τοῦ α καὶ βάζω. ὃν οὐδεὶς οἶδεν ὥστε ὁμιλῆσαι. ἠγνόησαν. παρὰ τὸ βάζω ἐσχημάτισται. ἡ δὲ λέξις τῶν ἅπαξ εἰρημένων ἐστίν.

τοῖον ἐόντα ἀντὶ τοῦ τοιοῦτον. τινὲς δὲ οὕτω, καίπερ ἐν τοιούτῳ σχήματι ὄντα· ὃ καὶ ἄμεινον.

ἀλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν οὕτως ἔλουον. ἐπίτηδες δὲ αὐτὸν λούει, ἵνα διʼ ὧν τὸ λανθάνειν ἐπορίζετο ῥακῶν, τούτων αὐτὸν ἀφελομένων γνωριμώτερον ποιήσηται, ἐπείτοι γε παρʼ Ὁμήρῳ παρθένων ἐστὶν ἔθος τὸ λούειν τοὺς ξένους. ἐλόευν ἐξεπίτηδες Ἑλένη λούει αὐτὸν διὰ τὸ ἀκριβῶς γνῶσιν σχεῖν, ἐπεὶ ταῖς παρθένοις τοῦτο ἐφεῖται. ἐλόευν ἔλουον. ἵνα ἀκριβέστερον τὰ κατʼ αὐτὸν μάθῃ, αὐτὴ ἔλουεν αὐτόν. καὶ χρῖον Ἰακῶς τὸ χρῖον. καὶ ἔχρισʼ ἢ καὶ χρῖον.

μὴ μὲν πρὶν Ὀδυσῆα τί κατήπειγε, φασὶ, μηνύειν τοῖς Τρωσὶν ὅτι ἦν Ὀδυσσεύς; τοῦτο γὰρ καὶ προδοσίας ὑποψίαν παρεῖχε τῇ Ἑλένῃ, εἴ γε ὁμολογοῦσα ἐγνωκέναι τὸν κατασκεψάμενον ὃς ἦν, οὐ τότε ἐμήνυσεν, ἀλλʼ ἐπίτηδες αὐτὸν περιέσωσεν. ἔστιν οὖν ὅμοιον τῷ «τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν» καὶ «οὐδέ ποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἀργοὶ ἔδονται»

πρίν γε τὸν τὸ πρίν μὴ νόει μοι τοιοῦτον ὅτι μετὰ τὸ ἀπελθεῖν τὸν Ὀδυσσέα εἰς τὰς νῆας ἔμελλεν ἡ Ἑλένη εἰπεῖν. οὐδʼ ὅλως γὰρ οὔτε πρώην οὔτε ὕστερον ἔμελλεν εἰπεῖν. τοιοῦτον γὰρ τὸ πρίν ἐνταῦθα. εἰ γὰρ εἶπεν, εὐθέως διεσπάσαντο αὐτὴν ὡς μὴ ὁμολογήσασαν. δῆλον δὲ ὅτι καὶ ἡ Ἑκάβη ἀγνοεῖ τὴν Ὀδυσσέως εἰσέλευσιν· εἰ γὰρ ἔγνω, οὐκ ἂν ἐσίγησεν.

νόον κατέλεξεν ὃν εἶχε νῦν περὶ τῆς διὰ τοῦ ἵππου ἐπιβουλῆς. ὅτι δὲ τοῦτό φησι δῆλον ἐκ τοῦ «αὐτὰρ ἐμὸν κῆρ χαῖρε.»

ταναήκεϊ χαλκῷ τεταμένην ἔχοντι τὴν ἀκμήν. ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ ἀκονῶ. ταναήκεϊ γὰρ τῷ πολλὰ ἠκονημένῳ. τῷ εἰς μῆκος ἥκοντι, ἢ τῷ ἐπιτεταμένην ἔχοντι τὴν ἀκμὴν, τῷ ταναῷ γινομένῳ ἀκόνῃ. δῆλον δὲ ὡς παρὰ τῆς Ἑλένης ἔλαβε τὸ ξίφος· ἐν ῥάκεσι γὰρ παρῆλθεν εἰς τὴν πόλιν.

κατὰ δὲ φρόνιν ἤγαγε πολλήν καταφρόνησιν αὐτῶν ἤγαγεν, τουτέστιν ἢ αὐτὸς κατεφρόνησε τότε αὐτῶν, ἢ τοὺς Ἕλληνας ἐποίησεν αὐτῶν καταφρονῆσαι διʼ ὧν ἔπεισε τὴν Ἑλένην. ἢ φρονήσεως ἀπείρου ἑαυτῷ περιέθετο ὄνομα ταῦτα ποιήσας. οἱ δὲ νεώτεροι φρόνιν τὴν λείαν ἀπεδέξαντο. ἤγαγε δὲ πολλὴν καταφρόνησιν τοῖς πολεμίοις· ἢ τοῖς οἰκείοις φρόνησιν καὶ δόξαν πολλὴν κατήγαγεν, ὅ ἐστιν ἐπηνέγκατο. ἕτεροι δὲ ἀντὶ τοῦ, κατήγαγε πολλὴν φρόνησιν ἤτοι γνῶσιν τῶν ἐν Τροίᾳ τοῖς Ἕλλησιν. ἤγαγεν Ἕλλησι πολλὴν καταφρόνησιν τῶν πολεμίων, καταγνοὺς αὐτῶν τὸ ἀσθενές. τινὲς δὲ κατήγαγε πολλὴν φρόνιν, ὅ ἐστι πολλὴν δόξαν ἀπηνέγκατο ὁ Ὀδυσσεύς.

χαῖρʼ λύσις τοῦ ἀντιπίπτοντος· ἤρετο γὰρ ἄν τις διὰ τί τοῦτο Ἑλένη πεποίηκεν. χαῖρʼ, ἐπεὶ ἤδη μοι ἄμεινον τὸν δή χρονικῶς δέχεσθαι κατὰ Ἀρίσταρχον. Κράτης δὲ δύο ποιεῖ, ἦ καὶ δή· διὸ καὶ περισπᾶται τὸ ἦ. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸς μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. ἐπειὴ δή μοι τὸ η πλεονασμός.

οὔ τευ δευόμενον οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος ἐνῆν μὲν εἰπεῖν, οὐ γὰρ φρένας οὔτε τι ἔργον, ἡ δὲ τὸ εἶδος ἐπαινεῖ. διόπερ καὶ ἐξημαρτηκέναι διεβάλλετο ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. οἱ γὰρ ἄνδρες οὐχ οὕτως ἐπὶ ταῖς φθοραῖς τῶν γυναικῶν ἀγανακτοῦσιν ὡς ἐπὶ ταῖς προαιρέσεσιν, ὅταν αἴσθωνται ὑπʼ ἄλλων παρʼ αὐταῖς.

ἀλλʼ οὔπω θαυμαστικὸς ὁ λόγος, εἰ χωρίζοιτο, ὁμοιωτικὸς δὲ, εἰ τοῖς ἄνω συνάπτοιτο· ὃ καὶ ἄμεινον.

ἔσκε Ἰωνικόν.

ἵνʼ ἐνήμεθα ὅπου ἐκαθήμεθα, ἐνεβεβλήμεθα.

ἦλθες ἔπειτα τοῦτο πρὸς τὴν Ἑλένην φησὶν ὁ Μενέλαος. κελευσέμεναι δέ σʼ ἔμελλεν προτρέψαι δέ σε ἐῴκει ὁ θεὸς ὅστις ἐβούλετο τοῖς Τρωσὶ δόξαν παρασχεῖν.

ὃς Τρώεσσιν ὁ τὰ τῶν Τρώων αἱρούμενος, μὴ βουλόμενος δὲ τὴν Ἑλένην ἐλέγχειν τοῦτο παρενέβαλλεν.

καί τοι Δηΐφοβος προηθετεῖτο κατʼ ἐνίους. καὶ εἴη ἂν ἐγκείμενος ὑπὸ τῶν ἱστορούντων τρίτον Δηΐφοβον γεγαμηκέναι τὴν Ἑλένην. καὶ διʼ ἄλλων δὲ ὁ τόπος ἐμφαίνεται «αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ» τοῦτο ἐκ τῶν ὕστερον ἐγνωσμένων φησὶ μαθὼν ὅτι περιεστήκεσαν οἱ πολέμιοι, ἐπεὶ τότε ἠγνόει καὶ τὴν Δηϊφόβου πρόσοδον. Δηΐφοβος Ἀλεξάνδρου ἀδελφὸς, ὃς εἶχε τὴν Ἑλένην. τελευτήσαντος γὰρ τοῦ Ἀλεξάνδρου ὑπὸ Φιλοκτήτου Δηϊφόβῳ ἐγαμήθη ἡ Ἑλένη.

περίστειξας περιῆλθες. ἀπὸ τοῦ στίχειν, ὅ ἐστι πορευθῆναι. περιῆλθες, ἀπὸ τοῦ στείχειν, ἢ ἀπὸ τοῦ στίξ ἡ τάξις, ἤτοι κατὰ τάξιν, περιεκύκλωσας. περιῆλθες, ἀπὸ τοῦ στίχω τὸ βαδίζω. περιεπάτησας, περιῆλθες, ἀπὸ τοῦ στείχω. περίστιξας Ἀρίσταρχος βραχέως. δηλοῖ τὸ περιῆλθες, ἀπὸ τοῦ στείχειν. ἀμφαφόωσα ψηλαφῶσα, μὴ δόλος τις ᾖ ἐν τῷ κατασκευάσματι.

πάντων Ἀργείων ἐμιμήσατο γὰρ ἡ Ἑλένη τὰς φωνὰς τῶν γυναικῶν ἑκάστου αὐτῶν. ὁμοιοῦσα. ταῖς γυναιξὶν ἑνὸς ἑκάστου ἀπεικάζουσα σεαυτὴν ἐκάλεις ἐξ ὀνόματος. μιμουμένη τὴν Ἑλληνίδα φωνήν. οὐ γὰρ ἂν πασῶν ἠπίστατο τὰς φωνάς. ἢ ἴσως οὐκ ἠγνόει τῶν ἀρίστων τὰς φωνάς. πάντων Ἀργείων ὅ ἐστι τὴν Ἑλληνικὴν φωνὴν τῶν Ἀχαιϊάδων μιμουμένη. πόθεν γὰρ ὅλας ᾔδει, ἵνα καὶ τὰς φωνὰς αὐτῶν μιμήσηται; πάνυ δὲ γέλοιος ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. πῶς δʼ ἂν ἐπίστευον ὅτι πάρεισιν αὐτῶν αἱ γυναῖκες; τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι, μᾶλλον δὲ τοῖς ἄνω, ἵνα μὴ ἀλογώτερον γένηται τὸ ζήτημα. οὐ δυνατὸν γὰρ ταῖς ἁπάντων γυναιξὶν ὁμοφωνῆσαι, ἀλλὰ ταῖς τῶν ἀριστέων, αἷς καὶ ἐν ἔθει ἐτύγχανεν.

ὑπακοῦσαι ἀποκριθῆναι.

ἀλλʼ Ὀδυσεὺς καὶ πῶς ἦν νομίζειν αὐτοὺς εὑρεθῆναι ἐκεῖσε τὰς γυναῖκας αὐτῶν; ἴσως ἤλπισαν ὅτι πορθηθεῖσαι ἀπήλθοσαν ἐκεῖ.

ἔνθʼ ἄλλοι μὲν πάντες Ἀρίσταρχος τοὺς εʹ ἀθετεῖ, ἐπεὶ ἐν Ἰλιάδι οὐ μνημονεύει Ἀντίκλου ὁ ποιητής. ἀλλʼ οὐδὲν τὸ κωλῦον οὐ βασιλέα ὄντα τοῦτον, ἀλλὰ γενναῖον, εἰς τὴν ἐνέδραν ταχθῆναι, οὐ τῶν ἡγεμόνων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἐπιλέκτων ἐπὶ τὴν πρᾶξιν ᾑρημένων. ἄριστον νῦν οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ ἀνδρείᾳ φησίν. ὁ Ἄντικλος ἐκ τοῦ Κύκλου. οὐκ ἐφέροντο δὲ σχεδὸν ἐν πάσαις οἱ πέντε. τὰ γὰρ τῆς διαθέσεως ψυχρά.

Ἄντικλος οὗτος παρʼ Ὁμήρῳ ἐν Ἰλιάδι οὐκ ἀναγέγραπται, νῦν δʼ ᾕρηται· στρατηγὸς γὰρ ἄριστος ἦν.

ἐπὶ μάστακα ἐπεπίεζε τὴν μάστακα, ὅ ἐστι τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι. τουτέστιν ὁ Ὀδυσσεὺς ταῖς χερσὶν αὑτοῦ ἐκώλυσε τὸ στόμα τοῦ Ἀντίκλου μὴ λαλῆσαί τι. μάσταξ ἡ τροφὴ, ἀπὸ τοῦ μασᾶσθαι τὰ βρώματα.

ἄλγιον δεινότερον καὶ ἐπιπονώτερον τὸ περὶ Ὀδυσσέα πάθος εἰ οὕτω σοφὸς ὢν οὐδέν τι ἀπήλαυσε τῆς σοφίας, ἀλλʼ ὑπὸ τῆς εἱμαρμένης ἐκρατήθη, καὶ ὁ τοὺς ἄλλους σώσας ἑαυτὸν σῶσαι οὐ δεδύνηται.

τράπεθʼ ἡμέας ἀπόλυτος ἡ ἡμέας· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ὄφρα κεν ἤδη γρ. καί.

ὑπὸ περιττὴ ἡ ὑπό. ἢ δοτική ἐστιν ἀντὶ γενικῆς. ταρπώμεθα γρ. παυσώμεθα, ἀντὶ τοῦ ἀναπαυσώμεθα.

δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι τινὲς οὕτω τὸ ὑπέρβατον, δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι, στορέσαι τʼ ἐφύπερθε τάπητας, καὶ ῥήγεα καλὰ πορφύρεʼ ἐμβαλέειν καὶ χλαίνας οὔλας καθύπερθεν ἕσασθαι, ὅ ἐστι περιβαλέσθαι. ὑπʼ αἰθούσῃ ἠχητικῇ. θέμεναι καθʼ ἕκαστον βραχὺ διασταλτέον, θέμεναι, βαλέειν, τάπητας.

ὕπερθε ὑπεράνωθεν.

χλαίνας οὔλας ἁπαλὰς, ἢ τελείας καὶ ἀνδρομήκεις. ἕσασθαι ἀναπαυθῆναι, καθίσαι. ἐνδυθῆναι, σκεπασθῆναι.

δᾷδας γράφεται δάος, ἤγουν μερισμὸν, σπουδὴν, ἢ ταχύτητα, ἢ φῶς. ἀφʼ οὗ καὶ αἱ δεκτικαὶ τοῦ φωτὸς αἱ δᾷδες.

ἐν προδόμῳ δόμου προστώῳ, προθύρῳ τῷ πρὸ τοῦ θαλάμου.

προπερισπωμένως τὸ καθεῦδε.

τανύπεπλος ἡ τεταμένον καὶ ἐπιμήκη τὸν πέπλον ἔχουσα. ὡς ἂν εἰ ἔλεγεν ἡ νεωτέρα καὶ εὐμήκης τὴν ἡλικίαν. τεταμένου γὰρ τοῦ σώματος ἀνάγκη τετάσθαι καὶ τὸν πέπλον.

ποσσὶ δʼ ὑπὸ λιπαροῖσι στερεοῖς, ταχυτάτοις.

Τηλεμάχῳ δὲ πάριζεν ἐὰν ἓν μέρος λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήσεται, ὡς «Νέστωρ αὖ τότʼ ἔφιζεν» ἐὰν δὲ ἡ παρά πρὸς τῷ Τηλεμάχῳ συντάσσηται, προπερισπᾶται. οὐκ ἀναστρέφεται δὲ ἡ παρά, ἐπεὶ κατʼ ἔκθλιψίν ἐστιν. ἄλλως τε καὶ μέσον πέπτωκεν ὁ δέ. διχῶς, πάριζεν καὶ παρίζεν.

Τηλέμαχʼ ἥρως πρὸς τὴν ἑρμηνείαν, τί ποτέ σε χρειὼ ἤγαγε δήμιον ἢ ἴδιον; προσαγωγὸν τὸ ἥρωα καλεῖν τὸν νέον διὰ τὰ τοῦ πατρὸς κατορθώματα.

νῶτα θαλάσσης μεταφορικῶς τὸ πλάτος τῆς θαλάσσης εἶπεν.

ἔνισπε γρ. ἐνίσπες.

κλῃδόνα πατρὸς ἀπὸ τοῦ κλέος κλεΐζω κλεϊδὼν καὶ κλῃδὼν, ὡς τὸ χρέος χρεΐζω χρῄζω. μένει δὲ τὸ ι προσγεγραμμένον. λείπει ἡ περί, ἵνα ᾖ, εἴ τινά μοι φήμην περὶ τοῦ πατρὸς ἐνίσποις.

πίονα ἔργα τὰ ἐκ τῶν ἰδίων κτημάτων γεώργια, ἃ διʼ ἐργασίας κτᾶταί τις.

μῆλʼ ἀδινὰ λεπτὰ, πρὸς σύγκρισιν τῶν βοῶν. ἢ ἀντὶ τοῦ πυκνῶς. τὸ δὲ ἕλικας βοῦς τοὺς ἑλικοειδῆ κέρατα ἔχοντας, ἢ τοὺς ἑλικοειδῆ τὴν πορείαν ποιουμένους, ἢ τοὺς μέλανας.

ἱκάνομαι ἀντὶ τοῦ ἱκάνω. ἡ δὲ λέξις ἀντὶ τοῦ ἱκετεύω.

μηδέ τί μʼ αἰδόμενος διὰ δύο πράγματα κρύπτει τις τὸ ἀληθὲς, ἢ διʼ αἰδῶ ἢ διʼ ἔλεον. μειλίσσεο μειλίχια καὶ προσηνῆ λέγε, ἢ χαρίζου.

ἔργον ὑποστὰς ἐκ μεταφορᾶς τῶν βασταζόντων φορτία μεγάλα καὶ τὸ φορτίον ὅ τι ἂν εἴη ἀναδεχομένων.

μέγʼ ὀχθήσας τὸν θυμὸν ὑψώσας ἢ ἀχθεσθείς. ὀχθίζω ἢ ὀχθῶ.

ὦ πόποι ὅρα τὴν ἐξαλλαγήν. ὁ μὲν γὰρ Νέστωρ ὡς ἂν ἐκ πολλοῦ ἀφιγμένος καὶ τῶν κατὰ τοὺς μνηστῆρας οὐκ ἀνήκοος πυνθανέται τοῦ τρόπου τῆς ἐπηρείας «εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι», ὁ δὲ Μενέλαος πρῶτον πυνθανόμενος σχετλιάζει οὐ φέρων τὴν εἰς τὸν Ὀδυσσέως οἶκον ὕβριν.

ἐν ξυλόχῳ ξύλοχον τὴν κατάδυσιν τοῦ λέοντός φησιν, ἢ τὸν φωλεὸν τὸν ἔχοντα ξύλα πολλά. ἐν τόπῳ ὑλώδει καὶ συνδένδρῳ, ἔνθα τὴν εὐνὴν ὁ λέων ἔχει καὶ ἐνεδρεύει τὰ παρατυχόντα τῶν ζῴων.

νεβροὺς νεβρούς φησι τοὺς μνηστῆρας, λέοντος δὲ ξύλοχον καὶ κοίτην τὴν τοῦ Ὀδυσσέως εὐνὴν, λέοντα τὸν Ὀδυσσέα, εἰς ἐλάφου τόπον τάσσει τοὺς γονεῖς τῶν μνηστήρων, οἵτινες τῶν υἱῶν αὐτῶν ὡς νεβρῶν φονευομένων αὐτοὶ ἢ ἐκφύγωσιν ἢ συσχεθῶσιν, ἐὰν εὑρεθῶσιν ἐκεῖ. νεηγενέας Ἀρίσταρχος, νεογενέας.

κνημοὺς τοὺς βασίμους τόπους, τὰς προβάσεις τῶν ὀρέων. ἢ κνημοὺς σκληροὺς τόπους καὶ τραχεῖς, ἐκ μεταφορᾶς τῆς κνήμης τοῦ σκέλους, ὡς αὐτοῦ ὀστώδους καὶ νευρώδους ὄντος. κρημνοὺς γρ. κνημούς. ἄγκεα ποιήεντα κοίλους τόπους ὀρέων. ἀπὸ γὰρ τοῦ συγκλείεσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. ἀπὸ τοῦ ἄγω τὸ φέρω, ἄγη, καὶ πλεονασμῷ τοῦ κ, ἄγκη.

ἀμφοτέροισι δὲ τοῖσιν Ἀριστοφάνης τὸ ἀμφοτέροισι ἐπὶ τῆς ἐλάφου καὶ τῶν νεβρῶν λαμβάνει. ὁ γὰρ Ἀριστοτέλης ἕν φησι τίκτειν τὴν ἔλαφον, σπανίως δὲ δύο. εἰκότως δὲ Ὅμηρος τούτῳ συγχρῆται, ἵνα καὶ κατὰ τὸν ἀριθμὸν ἐμφερὲς ᾖ τὸ τῆς εἰκόνος. ὡς γὰρ οἱ μνηστῆρες πλεῖστοι πρὸς ἕνα, οὕτως καὶ οἱ νεβροὶ πρὸς τὸν ἕνα ἰσχυρότερον ἀντίκεινται.

τοῖος ἐὼν ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο, ἐπανέλαβε τὸ τοῖος ἐών.

Φιλομηλείδῃ τινὲς τὸν Πάτροκλον ἤκουσαν· Φιλομήλας γὰρ ἦν υἱός. οὔτε δὲ ἀπὸ μητρὸς τὸ γένος Ὅμηρος σχηματίζει οὔτε οἱ Ἕλληνες ἥσθησαν ἂν Πατρόκλου ἡττηθέντος· «πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι» ἀλλʼ οὗτος βασιλεὺς ὢν Λέσβου τοὺς παριόντας εἰς πάλην ἐκάλει, καὶ τοὺς Ἕλληνας δὲ προσορμισθέντας, ὃν Ὀδυσσεὺς καὶ Διομήδης δολοφονήσαντες τὸν τάφον αὐτοῦ καταγώγιον ξένων ἐποίησαν, ὡς Ἑλλάνικός φησιν. Φιλομηλείδῃ τῷ Πατρόκλῳ. Φιλομήλας γὰρ ἦν υἱός. γρ. Φιλομηλείδη, κατʼ Ἀττικοὺς χωρὶς τοῦ ν. ἐν Ἀρίσβῃ ἐνὶ Λέσβῳ. βασιλεὺς γὰρ ἦν Λέσβου ὁ Φιλομηλείδης.

τὸ ἑξῆς, ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι εἴποιμι ἔγωγε, οὐκ ἄλλα παρακλιδόν. τὸ παρακλιδόν ἄμεινον τοῖς ἄνω συνάπτειν, διὰ τὸ ὑπέρβατον. παρατρεπτικῶς, παρακλιθείσης τῆς ἀληθείας· ἐκ τοῦ παρακλίνεσθαι εἰς τόδε τὸ μέρος.

τά ἀντὶ τοῦ ἅ, προτακτικὸν ἀντὶ τοῦ ὑποτακτικοῦ. νημερτὴς ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἁμαρτῶ. ὁ μὴ ἁμαρτήσας περὶ οὓς εἶπέ μοι λόγους.

Αἰγύπτῳ μʼ ἔτι ὁ μὲν Ἀριστοφάνης παρέλκειν φησὶ τὸ ἔτι, ὡς τὸ «ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ». οἱ δὲ οὕτως, εἰς Λακεδαίμονα ὁρμώμενον ἔτι ἐν Αἰγύπτῳ ἔσχον οἱ θεοί.

ἐφετμέων βούλεται μὲν λέγειν θυσιῶν. ἀσαφέστερον δὲ εἴρηται. διὸ Ζηνόδοτος ἠθέτει. ποῖαι γὰρ, φησὶν, ἐγένοντο ἐντολαί; ἡμᾶς θυσιῶν, ἐντολῶν. ἐντολὴ γὰρ ἦν θύειν τοῖς θεοῖς, αὐτὸς δὲ οὐκ ἔθυσεν, ἵνα τὴν ἐντολὴν πληρώσῃ.

Φάρον Φάρος νῆσος, ἀπὸ Φάρου τινὸς ναυκλήρου ἐν Αἰγύπτῳ τῆς νηὸς ἐκβάντος καὶ ὑπὸ ὄφεως καταποθέντος, ὡς Ἀντικλείδης ἱστορεῖ. Ἀντικλείδης ἱστορεῖ ὅτι ποθοῦσα Μενέλαον Ἑλένη λάθρα ἔξεισι τῆς πόλεως, καὶ Καρικὸν εὑροῦσα πλοῖον παρακαλεῖ τὸν ναύκληρον, ὃς ἐκαλεῖτο Φάρος, εἰς Λακεδαίμονα αὐτὴν ἀποκαταστῆσαι. χειμασθέντες δὲ ἧκον εἰς Αἴγυπτον, καὶ ἐνθάδε τῆς νεὼς ἀποβάντα τὸν Φάρον ὄφις ἀναιρεῖ. ἡ δὲ θάψασα αὐτὸν οὕτως ὠνόμασε τὴν νῆσον. Φάρος ἐστὶ νῆσος Αἰγύπτου, ἡ νῦν Ἀλεξάνδρεια λεγομένη. τινές φασιν ὅτι φάρους τῆς Ἑλένης ἐκπεσόντος οὕτως ὠνομάσθη.

τόσσον ἄνευθʼ εἰκὸς τοσοῦτον εἶναι κατὰ τοὺς ἡρωϊκοὺς χρόνους τὸ διάστημα. ἔπειτα ἀπογαιωθῆναι τοῦ Νείλου ὑπερχέοντος τὴν ἰδίαν ἰλύν. ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατὰ Ἡρόδοτον. τόσσον ἄνευθʼ τοσοῦτον γὰρ ἀπέχει Ναυκράτεως ἡ Φάρος, ἔνθα τότε τῆς Αἰγύπτου τὸ ἐμπόριον ἦν, ὥς φησιν Ἀριστοτέλης. μέχρι Ναυκράτεως τὸ πέρας ἦν τοῦ Νείλου τότε. καὶ Ἡρόδοτος γοῦν φησιν ὅτι τὸ παλαιὸν τὸ κάτω μέρος τῆς Αἰγύπτου πᾶν πέλαγος ἦν, ὁ δὲ Νεῖλος πολλὴν καταφέρων ἰλὺν τὴν καλουμένην κάτω χώραν ὅλην προσέχωσεν· ὅθεν καὶ μέλαινα καλεῖται. ὁρᾶται δὲ καὶ μέχρι νῦν κογχύλια καὶ λοπάδες. ἐγὼ δὲ καὶ περὶ Μέμφιν εἶδον, φησὶν ὁ Πῖος.

εὔορμος εὐκαθόρμιστος. ὅθεν τʼ ἀπὸ ἀφʼ οὗ λιμένος ἀρύονται ὕδωρ ἐκ τῆς ἠπείρου ἐπὶ τὰς νῆας.

ἀφυσσάμενοι ἐὰν διὰ τοῦ ο, ἀρυόμενοι, ἐὰν διὰ τοῦ α, ὑδρευσάμενοι. τὸ ὕδωρ τῇ νηῒ κομισάμενοι.

ἔνθα μʼ εἴκοσιν γρ. καὶ χωρὶς τοῦ ν τὸ εἴκοσι.

ἁλιαέες οἱ ἐν τῇ θαλάσσῃ πνέοντες. ἀπὸ τοῦ ἄω τὸ πνέω, καὶ ἐκ τοῦ ἅλς, ἢ τοῦ ἄλη ἡ πλάνη.

καί νύ κεν ὡς μήπω τῶν ὅλων ἀναλωθέντων. τάχα οὖν φησιν ὅτι πεφεισμένως ἤσθιον τῇ προσδοκίᾳ τῆς βραδύτητος οὐ πρὸς κόρον ἄρτον σιτούμενοι.

εἰ μή τίς με θεῶν ὀλοφύρατο βραχὺ διασταλτέον ἐπὶ τὸ ὀλοφύρατο, εἰ μὴ ἄρα στικτέον καὶ ἀφʼ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. καί μʼ ἐλέησεν διέσωσεν. καὶ τοῦτο παιδευτικόν. ὡς γὰρ ἡ αἰτία θεοῖς ἀνάκειται, οὕτως καὶ ἡ λύσις.

Πρωτέος ἰφθίμου ἡδέως τῷ ἐπιθέτῳ· ὡς γὰρ εὐεργέτην ἐγκωμιάζει.

Εἰδοθέη ἀπὸ τῆς εἰδήσεως καὶ ἐπιστήμης τοῦ πατρὸς τὸ ὄνομα. καὶ Αἰσχύλος δὲ ἐν Πρωτεῖ Εἰδοθέαν αὐτὴν καλεῖ. ὁ δὲ Ζηνόδοτος γράφει Εὐρυνόμη.

ἥ μʼ οἴῳ ἔρροντι μετὰ λύπης μόνῳ πορευομένῳ, φθειρομένῳ, καὶ μετὰ φθορᾶς βαδίζοντι. καταστρέφει δὲ εἰς τὸ ἀλύοντι.

ἰχθυάασκον ἀλλαχόσε οὐ λέγει ὁ Ὅμηρος ἐσθίειν τοὺς Ἕλληνας ἰχθύας. νῦν δέ φησι τούτους ἀγρεύειν ἰχθύας διὰ τὸ τείρεσθαι ὑπὸ τοῦ λιμοῦ.

ἡ δʼ ἐμεῦ ἄγχι στᾶσα Ζηνόδοτος, ἡ δέ μοι ἀντομένη.

νήπιος εἶς, ὦ ξεῖνε ἀντὶ τοῦ ἀμαθὴς, ἔτι τὰ παίδων φρονῶν. χαλίφρων δὲ χαυνωθεὶς καὶ διαρρυεὶς τῆς προτέρας φρονήσεως. ἑκὼν δὲ μεθίεις ἀντὶ τοῦ ἑκὼν πάσχεις καὶ τέρπῃ ὑπερβολικῶς. τρία δὲ ταῦτά εἰσι διʼ ἃ ἄνθρωποι ἁμαρτάνομεν. ὁ νοῦς, τοσοῦτον ἀνόητος εἶς, ὦ ξεῖνε, ὅτι δηθὰ ἐνὶ νήσῳ ἐρύκεαι. εἰς ἐγκλιτικὸν τὸ εἰς. χαλίφρων χαυνόφρων, καὶ μὴ πεπυκνωμένος τὰς φρένας, ὅ ἐστι πρώην μὲν πυκνὸς, νῦν δὲ κεχαυνωμένος τὸν νοῦν, κεχαλασμένας καὶ παρῃωρημένας ἔχων τὰς φρένας.

ἠὲ ἑκὼν μεθίεις ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλους ὀξεῖαν, ἵνα γένηται διαζευκτικός. ὅτε γάρ ἐστι διαπορητικὸς ὁ η, περισπᾶται, ὡς τὸ «ἦε χόλον παύσειεν ἐρητύσειέ τι θυμόν»

θαυμαστικὸς ὁ λόγος, ἐὰν καθʼ αὑτὸ τὸ ἡμιστίχιον προάγωμεν.

μινύθει δέ τοι ἦτορ ἑταίρων γρ. μινύθει δέ τοι ἔνδοθεν ἦτορ.

ἐκ μέν τοι ὁ μέν ἀντὶ τοῦ δή. ἐξερῶ δή σοι ἥτις ἐσσὶ θεάων. καὶ περιττὴ ἡ πρόθεσις.

ἀθανάτους ἀλιτέσθαι λείπει ἡ εἰς, ἀλλὰ ἔοικα ἡμαρτηκέναι εἰς τοὺς θεούς.

εἰπὲ Ζηνόδοτος ἔειπε κακῶς· τὴν διαφορὰν γὰρ ἠγνόησεν.

πωλεῖται ἀντὶ τοῦ ἀναστρέφεται· κατὰ Ἀττικοὺς, ἐπιφοιτᾷ. ἐξέτεινε δὲ τὸ ο μικρὸν διὰ τὸ μέτρον. καὶ ἐν Ἰλιάδι ἐπὶ τῆς αὐτῆς σημασίας τῇ λέξει χρῆται «πεζὸς ἐὼν ἐπιπωλεῖται.» καὶ τὸ «δεῦρο» δὲ εἰς τοῦτον τὸν τόπον. γέρων ἅλιος νημερτής ἠλληγόρηται παρὰ τῷ Ἡρακλείτῳ οὕτως· ὁ Πρωτεὺς ἄνθρωπος ἦν οἰκῶν κατὰ θάλασσαν, εἴτε πλησίον αὐτῆς εἴτε ἐν νήσῳ, χρώμενος μαντικῇ ἀπὸ τῶν ἐναλίων ζῴων, ὡς ἄλλοι ἀπὸ τῶν ὀνείρων καὶ ἄλλοι ἀπὸ τῶν ἱερείων. Εἰδοθέη δὲ γυνὴ καὶ αὐτὴ θνητὴ ὡς ἐκεῖνος, θυγάτηρ αὐτοῦ. καί τινές φασιν ὡς τεθνήκει πρὸ τοῦ τὸν Μενέλαον ἐκεῖσε ἰέναι. ἀλλʼ ὅμως εἰ καὶ αὐτὸς σωματικῶς οὐ παρῆν, ἀλλʼ ἦσαν αὐτῷ βίβλοι καὶ ἑρμηνεῖαι περὶ μαντείας, αἷς ἐχρήσατο ὡς ἐκείνῳ Μενέλαος, ἀναγκασθεὶς ὑπὸ τῶν ἀπουσιῶν τῶν ἀνέμων καὶ παντελοῦς ἀπνοίας. τινὲς δὲ καὶ ἀλληγορικῶς Πρωτέα τὴν ὕλην. ἄνευ γὰρ ὕλης φασὶ τὸν δημιουργὸν πάντα τὰ ὁρώμενα … ὕλης δὲ τῆς μὴ φαινομένης ἡμῖν, ἐξ ἧς ἄνθρωποι, δένδρα, ὕδατα καὶ πάντα τἄλλα. Εἰδοθέη γὰρ τὸ εἶδος. ὕλη γὰρ ἀποτελεῖ εἶδος κατεργασθεῖσα. ἄλλοι δὲ Πρωτέα φασὶν ἀλληγορικῶς τὸν πρὸ τοῦ ἔαρος καιρὸν, μεθʼ ὃν ἄρχεται ἡ γῆ εἴδη ποιεῖν βοτανῶν καὶ γενῶν. ὁ δὲ Μενέλαος μὴ ὄντος καιροῦ ἐπιτηδείου πρὸς τὸ πλεῖν φθάσαντος τοῦ ἔαρος ἀπέπλευσε. τὸ δὲ Πρωτέως ὄνομα εἰς τὴν ἀλληγορίαν ἐπιτήδειον.

ὑποδμώς ὁ ὑποτεταγμένος θεράπων τοῦ Ποσειδῶνος. ἔμφασιν γὰρ ἔχει ἡ ὑπό. θεράπων ὁ ὑπείκων τῷ οἰκείῳ δεσπότῃ καὶ δαμαζόμενος. παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν.

Ἐρώτησις. ἐκ ποίας διανοίας ἡ Εἰδοθέα ὁρμωμένη φησὶ πρὸς Μενέλαον τάδε «πωλεῖταί τις δεῦρο γέρων, τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι;» τὸ γὰρ «φασίν» ἀμφιβαλλούσης ἐστὶ καὶ διανοουμένης περὶ τοῦ πατρός. Ἀπόκρισις. τὰ μὲν περὶ τῶν μητέρων ἐκ γενέσεως ἱκανά φησιν Ὅμηρος ἔχειν τεκμήρια, τὸ δὲ τῶν πατέρων ἀδιόριστον εἶναι. ἔφη γάρ που «μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι.» ὅθεν καὶ Εὐριπίδης «ἀεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθʼ, ὁ δʼ οἴεται.»

τὸν δʼ εἴπως σὺ ἐπίτηδες αὐτὸν προδίδωσιν, ὅπως γνωστὸς παρὰ τοῖς ἀνθρώποις γένηται. λελαβέσθαι ἀναδιπλασιασμὸς, ὡς τετυπέσθαι. γρ. δὲ λαβέσθαι.

ἀλέηται ἐκφύγῃ. ἀπὸ τοῦ ἀλέω τὸ ἐκφεύγω, καὶ πλεονασμῷ τοῦ υ ἀλεύω, ὡς τὸ χέω χεύω καὶ δέω δεύω.

τοιγὰρ ἐγὼν ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι ἢ οὕτως, τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.

ἀμφιβεβήκει δίχα Ἀρίσταρχος, ἀμφιβεβήκει. τὴν γῆν. πρὸς ταῦτα νοητέον τὸ ἀμφιβεβήκει. τινὲς γάρ φασι τὸν ἥλιον πολλῷ μείζονα τοῦ κόσμου. πῶς οὖν τὸ ἀμφιβαῖνον μεῖζόν ἐστι τοῦ ἀμφιβαινομένου;

φρικὶ τῇ ἐπιγενομένῃ μελανίᾳ πόντῳ ἐκ τῆς ἐπιπολαίου κινήσεως τῶν ὑδάτων. φρίκην λέγουσι τὴν ἐπιγενομένην μελανίαν τῷ ὕδατι ἐν τῇ ἐπιπολαίῳ κινήσει τοῦ ὕδατος κατὰ τὰς ἀρχὰς τῶν ἀνέμων τοῦ πνεῖν. εἰς τὸ λανθάνειν συντελεῖ καὶ τὸ μελαίνῃ φρικὶ καλυφθείς. φρῖκα δὲ λέγει τὴν ἐπιγενομένην κ.τ.λ.

ἀμφὶ δέ μιν φῶκαι συνδιαιτᾶται γὰρ φώκαις ὁ Πρωτεὺς, διότι ἐπιτηδειότατον εἰς μαντείαν τῶν ἄλλων ἐναλίων τοῦτο τὸ ζῷον.

νέποδες αἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμεναι· ἢ ἄποδες. αἱ ἐστερημέναι τῶν ποδῶν, εἰ πρὸς τὰ μεγέθη τῶν σωμάτων αὐτῶν συγκρίνῃ τις. τὸ νέποδες ἀντὶ τοῦ σχεδὸν ἄποδες. σφόδρα οὖσαι μεγάλαι σμικροτάτους ἔχουσι πόδας. πρὸς ἀντιδιαστολὴν νῦν τῶν ἰχθύων ἀπόδων ὄντων τὸ νέποδες, ὡς τοῖς ποσὶ νηχόμεναι. βοσκήματα τῆς θαλάσσης. ὡς καὶ ἀλλαχοῦ «ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη» ἐπιτήδειον δὲ εἰς μαγείαν φώκη. Καὶ ἄλλως. νέποδες ἢ ἄποδες, τοῖς ποσὶ νηχόμεναι. καλῆς ἤτοι τῆς εὐμόρφου, τῆς χρησίμου, ἀπὸ τοῦ ἐμπορεύεσθαι διʼ ἐκείνης καὶ ἔχειν τροφὰς τοὺς ἀνθρώπους. ἀλλὰ τὸ μὲν εὐμόρφου, εἰ Νηρηΐδα εἶπες τὴν Ἁλοσύδνην, τὴν Ἀμφιτρίτην καλουμένην· εἰ δὲ ἐπὶ θαλάσσης, τὸ καλῆς ἤτοι χρησίμου. Ἁλοσύδνης τῆς θαλάσσης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. ἐπιθετικῶς τῆς Ἀμφιτρίτης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι.

ὀδμήν ἡ λέξις μέση, καὶ σημαίνει ποτὲ μὲν εὐωδίαν, ποτὲ δὲ δυσωδίαν.

ὀλοφώϊα ἢ σκοτεινὰ καὶ ἀπόκρυφα, ἀπὸ τοῦ ἑλεῖν τὸ φῶς· ἢ ὀλέθρια, ἀπὸ τοῦ ὀλοὸν τὸ ὀλέθριον καὶ τοῦ φαίνω. ὀλοφώϊα λέγονται τὰ ποιοῦντα πάτον καὶ ὄλεθρον, ἀπὸ τοῦ ὄλω τὸ φθείρω καὶ τοῦ φῶ τὸ λέγω. ὀλοὰ ποιήματα, ἢ ἀπόκρυφα, ὀλέθρια, ἢ δόλια.

ἀριθμήσει καὶ ἔπεισιν πρωθύστερον. καταλάβῃ, ἐπέλθῃ. μέλλοντα νοητέον, παραχρᾶται γὰρ ταῖς λέξεσι.

πεμπάσσεται κατὰ πεντάδας μετρήσῃ, ἀριθμήσῃ. πεμπάζειν γὰρ λέγεται τὸ κατὰ πεντάδας μετρεῖν. παρὰ δὲ τοῖς Δωριεῦσι πέμπε τὰ πέντε κατονομάζονται. κατὰ πέντε ἀριθμήσει. τὰ γὰρ πέντε πέμπε λέγουσιν Αἰολεῖς.

λέξεται ἀντὶ τοῦ κοιμηθήσεται, ἀπὸ τοῦ λέχους.

καὶ τότʼ ἔπειτʼ ὔμμιν διὰ τούτων δείκνυσιν ὁ ποιητὴς ὅτι οὐ δεῖ ποτε προχείρως χαρίζεσθαι καὶ ὠφελεῖν, ἀλλὰ δοκιμάσαντα. ἔργον τε ἔπος τε γρ. κάρτος τε βίη τε.

αὖθι δʼ ἔχειν ἀντὶ τοῦ ἔχετε. βραχὺ διασταλτέον ἐπὶ τὸ ἔχειν, πρὸς τὸ σαφέστερον.

γιγνόμενος πειρήσεται ἀντὶ τοῦ πειρώμενος γενήσεται.

ἑρπετὰ κυρίως μὲν οἱ ὄφεις, καταχρηστικῶς δὲ νῦν πάντα τὰ θηρία. νῦν καταχρηστικῶς τὰ ζῷα ἑρπετὰ λέγει. θεσπιδαὲς θεῖον, ἐκ θεοῦ πῖπτον, θείως καῖον, ἐκ τοῦ δαίω τὸ καίω.

ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν πάλιν ἀντὶ τοῦ ἔχετε. καὶ πιέζειν δὲ ὡς δικάζειν. φησὶ γοῦν «ἐπὶ μάστακα χειρὶ πίεζε». Ἀπίων μέντοι περισπᾷ· «χερσὶ στιβαρῇσι πιέζευν»

αὐτός Ἀρίσταρχος, αὐτός.

ἴδησθε γρ. ἴδηαι.

εἴρεσθαι, ὡς φθείρεσθαι. ἔστι γὰρ ἐνεστῶτος καὶ παρατατικοῦ.

πόρφυρε κιόντι ἐν βάθει τῆς διανοίας διενοεῖτο, ἐκινεῖτο, ἐταράσσετο, ὅπερ συμβαίνει ἐπὶ τῶν ὑδάτων ἃ ἐκ βάθους κινούμενα μελαίνεται.

αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα ὑποστικτέον εἰς τὸ θάλασσαν, καὶ ὁπλισάμεσθα, καὶ ἀμβροσίη νύξ.

δόρπον ἄριστον. τοῦ Ἀριστάρχου σημειοῦνται τινὲς ὅτι δόρπον τὸ δεῖπνον.

πεποίθεα Ἰωνικόν. ἰθύν ὁρμὴν, πρᾶξιν, ἐκ τοῦ ἰθύω τὸ πορεύομαι.

φωκάων τὰ δέρματα φώκας καλεῖ, ὡς βόας τὰς βύρσας.

νεόδαρτα τὰ γὰρ ξηρὰ οὐ συναρμόζονται τοῖς σώμασιν. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν. δόλον δʼ ἐπεμήδετο τὸν δόλον ἐνταῦθα αἴτιον τιμῆς μεγίστης μάλιστα νοητέον τῷ Πρωτεῖ παρὰ τῆς θυγατρὸς Εἰδοθέης.

διαγλάψασα διαγλύψασα, διακοιλάνασα, ἐκ τοῦ γλάφω. καὶ πῶς οὐκ εἶπε γράψασα; ἀλλὰ τὸ ρ ἐπὶ τραχυτήτων λαμβάνεται, οἷον τὸ μετὰ χαλκοῦ κονδύλου τοῖς πίναξι τῶν ζωγράφων ἐγξέειν καὶ γράφειν. ἔστι δὲ καὶ τὸ διὰ μέλανος γράφειν. ἡμεῖς γὰρ προστιθέαμεν τῷ μέλανι γράφοντες, ἐκεῖνοι δὲ μᾶλλον ἀφαιροῦσιν ἀπὸ τοῦ ἐν πίνακι κειμένου εἴτε κηροῦ εἴτε ὀστράκου. τὸ γλάπτειν δὲ ἐπὶ τραφερῶν, οἷον ἐπὶ ψάμμου. διακοιλάνασα. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν.

κεῖθι δὴ αἰνότατος αἱ πλείους «ἔνθα κεν αἰνότατος,» ὡς τὸ «ἔνθα κε λοιγὸς ἔην» ἀντὶ τοῦ δυσχερέστατος.

ὀλοώτατος ὀδμή ὅμοιον τῷ «κλυτὸς Ἀμφιτρίτη» καὶ «θερμὸς ἀϋτμή» καὶ «κλυτὸς Ἱπποδάμεια»

ἀμβροσίην νῦν τὸ θεῖον καὶ εὐῶδες ἔλαιον. ἀλληγορικῶς ἀμβροσίην τὴν εὐελπιστίαν τοῦ ἀποτελέσματος. ὑπέμεινε γὰρ τὴν δυσωδίαν διὰ τὸ μέλλειν κατορθῶσαι τὸ ἑαυτοῦ συμφέρον.

ἠοίην τὸν ἑωθινὸν καιρὸν τὸν ἀπὸ πρώτης ὥρας ἕως ἕκτης λέγει ἠοίην. τὴν ἄχρι μεσημβρίας ὥραν. ἐπιφέρει γοῦν «ἔνδιος δʼ ὁ γέρων ἦλθεν.»

ἔνδιος μεσημβρινός. τότε γὰρ ἄρχεται λοιπὸν ἐνδεῖν ἡ ἕλη, ὅ ἐστιν ἡ ἀκτὶς ἡλίου. μεσημβρινὸς, ἤτοι κατὰ τὴν μεσημβρίαν, ἐν ᾗ ἐνιδίουσιν ἤτοι ἱδροῦσιν, ἐνίδιός τις ὢν, καὶ ἐν συγκοπῇ ἔνδιος, ἤτοι βεβρεγμένος. κατὰ τὴν συνήθη ὥραν. μεσημβρινὸς, ἀπὸ τοῦ ἐνδεῖν καὶ ἐλλείπειν. αὔξεται γὰρ ἕως ἕκτης ὥρας, ἔκτοτε δὲ ἐλαττοῦται ἡ ἡμέρα. κατὰ τὴν συνήθη ὥραν. ἔστιν οὖν καὶ τοῦτο παίδευμα τοῦ Ὁμήρου, τὸν σοφὸν τεταγμένῃ τῇ διαίτῃ χρῆσθαι καὶ μὴ ἄλλοτε ἄλλῃ.

λέκτο δʼ ἀριθμόν ἐμέτρει τὸν ἀριθμὸν, κατηρίθμει. λέκτο δʼ ἀριθμόν, λέγε κήτεσι, λέκτο καὶ αὐτός ὅτι τῇ αὐτῇ λέξει παραλλήλως οὐκ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κέχρηται.

ἀλλʼ ἤτοι πρώτιστα οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντασίαν ἐποίει τέχνῃ μαγικῇ. ἐλήφθη δὲ ἐν δόλῳ οὐ προμαντευόμενος, οὐδὲ προεφεστηκὼς ἐπὶ τὰς μεθόδους τῆς μαντείας. λέων γένετʼ οὐκ ἀληθῶς, ἀλλὰ κατὰ φαντασίαν. μάντις ὢν καὶ φρόνιμος ὁ Πρωτεὺς μερίζεται καὶ τρέπεται εἰς πολλὰ, εἰς λέοντα, καὶ εἰς τὰ τοιαῦτα διὰ δριμύτητος, καὶ διʼ ἄλλων ποικίλων τρόπων, θέλων ἰδεῖν εἰ ἔστιν ἄξιος τοῦ εὐεργετηθῆναι. ὁ δὲ ἔμεινεν ἀστεμφέως ἔχων ὁ Μενέλαος ἤτοι μειδιάσας. ἀλλʼ ἀνθρωπικῶς νοητέον. ὁ γὰρ θεὸς οἶδε καὶ οὐκ ἀγνοεῖ. λέων γένετο ὄπισθεν ἑρπετὰ εἶπε μόνον, καὶ νῦν λέοντα καὶ πάρδαλιν καὶ σῦν. καὶ μὴν αὐτὰ ἑρπετὰ οὐκ εἰσὶν, ἀλλʼ εἰπὼν «ὅσσʼ ἐπὶ γαῖαν» δηλοῖ ἀπὸ μέρους τὸ πᾶν. ἐν γὰρ τῇ γῇ καὶ ἑρπετὰ, οἷον δράκοντες καὶ ἄλλα ὅσα ἂν εἴπῃς. τὸ γὰρ «ὅσσʼ ἐπὶ γαῖαν» πάντα δηλοῖ καὶ ἑρπετὰ καὶ ἀλλοῖα. μάγος γὰρ ὢν καὶ ποικίλος ἐκ μαγειῶν ἐδοκίμαζεν αὐτὸν εἰ ἄξιός ἐστιν ἐλεηθῆναι. καὶ γὰρ οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντασίαν ἐποίει μαγικῇ τέχνῃ. Ἄλλως. ἀλληγορικῶς. ἡ ὕλη ἐγένετο πρὸ τῶν ἄλλων, καὶ ἐξ αὐτῆς ἔπειτα ἐγένετο ζῷα καὶ τὰ λοιπά. ἡ Εἰδοθέη δὲ εἰδωλοπλαστήσασα πάντα, πρόνοια. διὰ μὲν γὰρ λέοντος ἐμπύρου ζῴου τὸν αἰθέρα δηλοῖ, διὰ δὲ τοῦ δράκοντος καὶ τῶν λοιπῶν ὡς αὐτοχθόνων τὴν γῆν· τὸ δὲ ὕδωρ προῦπτον· διὰ δὲ τοῦ δένδρου τὸν ἀέρα διὰ τὴν ἀπὸ γῆς τοῦ δένδρου μεταρσίαν ὁρμήν.

ὀλοφώϊα ὀλέθρια καὶ πανοῦργα βουλεύματα.

ἀμειβόμενος γρ. ἀνειρόμενος. ἀνειρόμενος, ἡ γραφή.

συμφράσσατο γρ. ἐφράσσατο. βουλὰς γρ. βουλήν. ἐν ἤθει λέγεται ὥσπερ ἐξελέγχοντος τὴν θυγατέρα. διὸ καὶ ὁ Μενέλαος, «οἶσθα, γέρον.»

τὸ ἑξῆς, οἶσθα ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκομαι, τὰ δὲ ἄλλα διὰ μέσου. ἐρεείνεις γρ. ἀγορεύεις. Ἀρίσταρχος, ἐρεείνεις, γράφει, οὐκ ἀγορεύεις.

γρ. ἔειπε, θεοὶ δότε.

ἀλλὰ μάλʼ ὤφελλες Ὁμηρικὸν τὸ ἀπὸ συνδέσμου ἄρχεσθαι.

βραχὺ διασταλτέον πρὸς τὸ καλά διὰ τὸ σαφέστερον.

πόντον ἰστέον ὅτι δύο σημαίνει, τὸν ποταμὸν τὸ ῥεῖθρον, καὶ τὸν ἐπιστατοῦντα δαίμονα, ὡς εἶπον οἱ θεολόγοι.

οἶκον ἐς ὑψόροφον γρ. ἐϋκτίμενον.

Αἰγύπτοιο ὁ γὰρ Νεῖλος πρότερον Αἴγυπτος ἐκαλεῖτο. ὅτι τὸν Νεῖλον Αἴγυπτον ὀνομάζει. ὁ δὲ Ἡσίοδος ὡς ὢν νεώτερος Νεῖλον αὐτὸν οἶδεν ἤδη καλούμενον. διιπετέος τοῦ ἐξ ἀέρος ἀρδευομένου ἢ πίπτοντος. τοῦ ὑπὸ Διὸς πληρουμένου. οἱ δὲ, διαπεπετασμένου καὶ μεγάλου. οἱ δὲ, διαφανοῦς. πολλῶν λεγομένων περὶ τῆς τοῦ Νείλου ἀναβάσεως πρῶτος Ὅμηρος τὴν ἀληθεστάτην αἰτίαν εἶπε διιπετῆ προσαγορεύσας αὐτὸν, διότι πληροῦται ἐκ τῶν ἐν Αἰθιοπίᾳ γινομένων ἀδιαλείπτων τοῦ θέρους καὶ σφοδρῶν ὑετῶν, ὡς καὶ Ἀριστοτέλης καὶ Εὔδοξος, πεπύσθαι ταῦτα φάσκοντες ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. ὁ δὲ Ἡσίοδος ὡς μεταγενέστερος Νεῖλον καλεῖ. Αἰγύπτοιο διιπετέος θαυμάσαι τις ἂν πῶς τὸν ποταμὸν τοῦτον διιπετῆ εἴρηκεν. διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς Αἰγυπτίους οὐρανόθεν ῥεῖν. πρῶτον μὲν καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει, «υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο» καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ «ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο» καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει, «ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα» διιπετεῖς οὖν τοὺς ποταμοὺς λέγει τοὺς ἐκ Διὸς γεγενημένους. τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γενέσθαι χρῆται, ὥσπερ τῷ «ὅστις ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός» ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς, «Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς» τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη «καί σφιν Διὸς ὄμβρος ἀέξει» οἵῳ λόγῳ καὶ τὰς νύμφας Διὸς θυγατέρας λέγει, «νύμφαι κρηναῖαι, κοῦραι Διός» ἔτι «νύμφαι ὀρεστιάδες, κοῦραι Διός,» ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδοτος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι. διὰ τοῦτο καὶ γράφει διειπετέος διὰ τῆς ει διφθόγγου. τινὲς διιπετῆ, ἐπεὶ καὶ Αἰγύπτιοί φασιν οὐρανόθεν ῥεῖν τὸν Αἴγυπτον. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ «υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο.» οὕτως οὖν αὐτοὺς καλεῖ ὡς διογενεῖς τινας ὄντας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος, ὥσπερ τῷ «ὅστις ἐπʼ ἤματι τῷδε πέσῃ παρὰ ποσσὶ γυναικός» διιπετῆ εἶπε διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγάς. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ, «υἱὸς Σπερχειοῦ διιπετέος ποταμοῖο.» καὶ οὕτως καλεῖ πάντας διιπετεῖς ἐν παραβολῇ, «ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο.» καλεῖ δὲ καὶ ὡς διογενεῖς τινας ὄντας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος. τὸ δὲ ὅλον ἐπεὶ τῷ ὑετῷ πληροῦνται. καὶ νύμφαι κοῦραι Διός.

κατεκλάσθη φίλον ἦτορ ἐλυπήθη. πάθος γὰρ ψυχῆς ἡ λύπη.

ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν γρ. ἀλλὰ καὶ ὣς μύθοισιν.

τελέω τελέσω, ἐνεστὼς ἀντὶ μέλλοντος.

κατάλεξον γρ. ἀγόρευσον.

εἰ πάντες σὺν νηυσὶν ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνʼ ὁ πρότερος σύνδεσμος ἀντὶ τοῦ ἆρα διαπορητικοῦ κέηται. ἢ συναπτέον, ἵνα ὁ ἤ σύνδεσμος ἀντὶ συναπτικοῦ κέηται τοῦ εἰ. περὶ τῶν ἅμα Ἀγαμέμνονι ἀπομεινάντων, ὧν ἦν καὶ Ὀδυσσεὺς ἐξ ὑποστροφῆς. τὸ γὰρ περὶ πάντων πυνθάνεσθαι ἀφορμὴν ταυτολογίας παρεῖχε τῷ Πρωτεῖ ἄνωθεν τοῦ νόστου ἐπεξιόντι, ἅπερ φθάνει διηγησάμενος ὁ Νέστωρ. καὶ τὸ μὲν ὅλον διὰ τὸν ἀδελφὸν πυνθάνεται δεδιὼς ὅτι κατέλιπεν αὐτὸν ἐν Τροίᾳ, διὰ δὲ τὸ νεμεσητὸν κοινοποιεῖται τὸν λόγον.

ὀλέθρῳ ἀδευκέϊ ἀδοκεῖ, ἀπροσδοκήτῳ, ἀπὸ τοῦ δεύχω τὸ δέχομαι. ἢ πικρῷ, ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ γλεύκους.

τολύπευσεν ἐμηχανήσατο. μετὰ κακοπαθείας ποιηθέν. τολυπεύειν ἐργάζεσθαι, τολύπη ἡ ἐργασία, τολυπευτὸν κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. τολύπη, εἶδος βοτάνης. μεταφορικῶς δὲ καὶ τὴν ἐρίων τῶν ἤδη κατειργασμένων εἴλησιν τολύπην λέγομεν. τολύπευσε γοῦν ἤτοι κατειργάσατο, ὑπέμεινεν, ἢ ἐξέφυγεν.

ἐπεί κʼ εὖ πάντα γρ. ἐπὴν εὖ πάντα.

δάμεν οὕτως αἱ Ἀριστάρχου. αἱ κοινότεραι θάνον.

ἀρχοὶ δʼ αὖ δύο τὸν Αἴαντα τὸν Λοκρὸν λέγει καὶ τὸν Ἀγαμέμνονα. καὶ γὰρ αὐτὸς οὐδέπω εἰς τὴν αὐτοῦ παρῆν οἰκίαν. Αἴας ὁ Λοκρὸς καὶ Ἀγαμέμνον. ἀμφοτέρους δὲ ἐν νόστῳ ἀπολέσθαι φησὶ, παρόσον καὶ Ἀγαμέμνων ἀγροῦ ἐπʼ ἐσχατιῆς ἀπώλετο, οὐ φθάσας οἴκαδε ἀνελθεῖν καὶ τοὺς φίλους ἰδεῖν καὶ συγγενεῖς. διὸ καὶ ἐν νόστῳ ἀπώλετο, ἤτοι ἅμα τῷ νοστῆσαι.

μάχῃ τὸ «μάχῃ δέ τε καὶ σὺ παρῆσθα,» τάχα ὁ Πρωτεύς φησι πρὸς τὸν Μενέλαον. ὁ δʼ Ὅμηρος πρὸς τὸν ἀκροατὴν, ἐδιδάχθης, φησὶν, ἐν τῇ Ἰλιάδι τίνες ἀπώλοντο, καὶ διὰ τοῦτο οὐδὲ θέλει αὐτοὺς πάλιν ἀπαριθμεῖν. παρῆσθα γρ. παρῆας. ἦν ἔα ἦα παρῆα καὶ παρῆας.

εἷς δʼ ἔτι—Ζηνόδοτος τοῦτον περιγράφει. ἀναγκαῖον δὲ καὶ αὐτὸν εἶναι διὰ τὸ λέγειν ὕστερον Μενέλαον «σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε.»

Αἴας μὲν ἡ διάθεσις τοῦ μύθου ὠφέλιμος τοῖς νέοις, ὅτι ἐφʼ ἑνὶ ἁμαρτήματι ἐσώθη ἂν ὁ Αἴας διὰ τὴν τῶν θεῶν φιλανθρωπίαν, εἰ μὴ καὶ ἄλλο προσέθηκεν.

γυρῇσιν πέτραις πλησίον Μυκόνου τῆς νήσου οὕτως καλουμέναις, ἐπεί εἰσι περιφερεῖς. στρογγύλαις πέτραις, ἐξ οὗ καὶ γυρὸς ὁ κυρτὸς, διὰ τὸ δοκεῖν κυκλοῦσθαι. γυραὶ πέτραι εἰσὶ περὶ τὴν Μύκονον πλησίον, Μύκονος δὲ καὶ Νάξος τῶν Κυκλάδων νήσων. γυραὶ πέτραι εἰσὶν ἢ αἱ μεγάλαι πέτραι αἱ ἐξέχουσαι τῆς θαλάσσης, αἱ λεγόμεναι χοιράδες. ἐπέλασσε γρ. ἐδάμασσε.

λαῖτμα τὸ κῦμα, παρὰ τὸ λίαν ἀΐσσειν.

τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος οὐκ ἔστι, μεγάλα ἔκλυεν, ἀλλὰ, μεγάλα αὐδήσαντος, τουτέστιν ὑπερήφανα εἰπόντος, ὡς καὶ ἐν ἄλλοις ὑψαγόρην καλεῖ τὸν Τηλέμαχον «Τηλέμαχʼ ὑψαγόρη μένος ἄσχετε». καὶ παραινεῖ μὴ μεγαλίζεσθαι θυμῷ μηδὲ ἑαυτὸν ἐπαίρειν. μεγαλορρημονήσαντος. τίς οὖν ὁ ὑπερήφανος λόγος; «φῆ ῥʼ ἀέκητι θεῶν.»

ἑλὼν χερσὶ ἀντὶ τοῦ εὐτρεπισθεὶς εἰς τὸ πλῆξαι.

ἀπὸ δʼ ἔσχισεν αὐτήν Ἀττικῶς· πᾶν ἀπέσχισε τῆς πέτρας τὸ μέρος ᾧ ἐκάθητο ὁ Αἴας. ἀπʼ αὐτῆς δέ τι ἔσχισεν, ὅ ἐστι μέρος αὐτῆς κατέβαλεν εἰς τὴν θάλασσαν.

μεῖνε γρ. μίμνε. τρύφος ἀπόκομμα. γίνεται δὲ ἐκ τοῦ θρύπτω, ἢ ἐκ τοῦ ἔτρυφον δευτέρου ἀορίστου.

ὣς ὁ μὲν ἔνθʼ ἐν οὐδεμιᾷ ἐφέρετο. καὶ λίαν γάρ ἐστιν εὐτελής. θαυμάσαιμεν δʼ ἂν πῶς παρέλαθε τὸν Ἀρίσταρχον ὀβελίσαι αὐτόν.

Μαλειάων ἀλλαχοῦ δὲ ἑνικῶς «περιγνάμπτοντα Μάλειαν».

βαρέα γρ. μεγάλα.

Ἄνδρων τὴν Θυέστου οἴκησιν περὶ Κύθηρα ὑφίσταται.

καὶ κεῖθεν ἐκ πλήρους ὁ καί.

πατρίδος αἴης σημειοῦνταί τινες ὅτι ἐπὶ τῆς ὅλης χώρας νῦν τέθεικε τὴν πατρίδα, οὐκ ἐπὶ τῆς πόλεως.

καὶ κύνει προσεκύνει. ἁπτόμενος ἐφίλει. ἔθος εἶχον οἱ ἀποδημοῦντες τῆς πατρίδος, ὅταν ἐνδημήσωσι, κυνεῖν αὐτὴν καὶ κατασπάζεσθαι.

δάκρυα θερμὰ χέοντʼ ἤτοι περιχαρῆ, χαρᾶς ἐκλυόμενα τοῦ σώματος ἐπὶ τῆς ἡδονῆς.

παριὼν τινὲς, παρεών. νῦν δὲ ἐγκλιτική ἐστιν ἡ ἑ. μνήσαιτο δὲ θούριδος ἀλκῆς μνησθείη ὁ Ἀγαμέμνων τοῦ φονεῦσαι τὸν Αἴγισθον.

βῆ καλέων ὑπαντήσων αὐτῷ ἐξῆλθεν εἰς τὸν αἰγιαλὸν, ὡς δὴ τιμήσων αὐτόν.

στικτέον εἰς τὸ ἀνήγαγε.

δειπνίσσας δεῖπνον ποιήσας ἐκείνῳ. δειπνῶ γὰρ δειπνήσω ἐγὼ, δειπνίζω δὲ ἕτερον. βραχὺ διασταλτέον εἰς τὸ δειπνήσας. ἀριστήσας κατέκτανεν ὡς βοῦν ἐπὶ φάτνῃ. ἔοικεν ὡς τρυφητοῦ κατηγορεῖν τοῦ Ἀγαμέμνονος καὶ μεθύσου καὶ διὰ τοῦτο ἀγνοοῦντος καὶ τὴν αὐτοῦ ἐπιβουλὴν ὡς μεμεθυσμένου. ἀλλʼ οὐκ ἔστι τοῦτο. ἐθάρρει γὰρ καὶ τὸν δόλον οὐκ ἐνόησεν. εἰ δὲ καὶ βοῦν εἶπεν, ἀλλʼ οὐ πρὸς ὕβριν αὐτοῦ εἶπεν, ἀλλὰ μᾶλλον τὴν ἀνδρείαν αὐτοῦ ἐδήλωσε. κατεκτάνθη γὰρ καθήμενος ἐπὶ τῆς τραπέζης καὶ ἐσθίων, ὡς ὅταν μὲν βοῦς στερρὸς καὶ δυνατὸς ᾖ, σφαγῇ δὲ ὅμως ἐν φάτνῃ δεδεμένος καὶ ἀγνοῶν τὴν ἑαυτοῦ ἐπιβουλήν.

οὐδέ τις Αἰγίσθου τοῦτο εἰς σύστασιν τοῦ ἥρωος, ὅτι καὶ πλειόνων ὄντων τῶν ἐπιθεμένων καὶ ἐνόπλων οὐδεὶς περιεσώθη, ἐπειδὴ ἅπαξ ᾔσθετο τῆς ἐπιθέσεως γινομένης.

οὐδέ μοι ἦτορ γρ. οὐδέ νύ μοι κῆρ.

ἀνθρωπίνως εἶξε τῇ ἐπιθυμίᾳ αὐτοῦ καὶ παρέσχε καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν.

γέρων ἅλιος νημερτής δῆλον ὡς ὁ Πρωτεὺς μάντις ἄνθρωπος ἦν· εἰ γὰρ ἦν δαιμόνιον, παντελῶς ἂν ὑπεχώρησε. τῷ μύθῳ δὲ δοτέον τοῦτο ὅτι θεὸς ἦν.

ἀσκελὲς αἰεί ἀμετακινήτως, ἀμεταμελήτως, ἀμετατρέπτως, ἀδιαλείπτως καὶ συνεχῶς. αἰεί γρ. οὕτω.

πείρα βαρυτόνως καὶ χωρὶς τοῦ ι. προστακτικὸν γάρ ἐστίν. σπούδαζε, ἀγωνίζου. παρʼ ἡμῖν μὲν τὸ πειρᾶν ἐπὶ τοῦ τὴν ἐρωμένην βιάζεσθαι, παρʼ Ὁμήρῳ δὲ οὐχ οὕτως. πειρῶμαι τὸ ἀπόπειραν ποιῶ, παθητικὸν, πειρῶ δὲ τὸ συνεύω ἐνεργητικόν.

ἤ κεν Ὀρέστης διαζευκτικοί εἰσιν οἱ δύο σύνδεσμοι. διὸ ὁ μὲν πρῶτος βαρεῖαν δέχεται, ὁ δὲ δεύτερος διὰ τὸν κέν ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν.

ὑποφθάμενος ἀντὶ τοῦ προφθάσας. ἄλλως γὰρ παρὰ τοὺς Ἀθηναίους οὐκ ἐλέγετο. τάφου τοῦ δείπνου τοῦ ἐν τῇ ταφῇ. ἀντιβολήσαις ἀντιβολῆσαι παρʼ ἡμῖν τὸ παρακαλέσαι λέγεται, ἐκ τοῦ ἄντα καὶ ἔμπροσθεν τῶν ποδῶν βάλλειν ἑαυτόν. νῦν δὲ ἐκ τοῦ ἀντί καὶ ἐξεναντίας τοῦ σκοποῦ βάλλειν. παρʼ ἡμῖν μὲν καὶ ἁπλῶς παντὸς τοῦ σκοπουμένου, εἴτε καλοῦ εἴτε φαύλου, ὡς καὶ νῦν τοῦ ἐλπιζομένου.

αὖτις ἐνὶ στήθεσσι ὡς καὶ ἐν τοῖς κακοῖς παραμυθίαν φέρει τὸ μὴ ἀτιμωρήτους γενέσθαι τοὺς ἄρξαντας τῶν ἀτυχημάτων.

ἠὲ θανών ἐν ἁπάσαις ἠθετεῖτο. τοῦ γὰρ Πρωτέως εἰπόντος «δύο μοῦνοι ἀπόλοντο» γελοίως τρίτον ζητεῖ ἀπολόμενον. καὶ ἀχνύμενός περ παιδευτικῶς ὁ ποιητὴς, μὴ ὑπὸ λύπης ἐκκρούεσθαι τῶν μαθημάτων.

Λαέρτεω Ἰωνικόν. Λαέρταο ἡ εὐθεῖα Βοιωτικόν. Ἰθάκῃ ἐνὶ οἰκία ναίων ἀπὸ κοινοῦ τὸ κατερύκεται εὐρέϊ πόντῳ. στικτέον εἰς τὸ τέλος τοῦ στίχου.

ἐν νήσῳ δῆλον κἀκ τούτου ὅτι ἐξῴκισται ἡ νῆσος. ἐπεὶ τί ἐκώλυε τὸν Μενέλαον οὕτως ἔχοντα περὶ τὸν Ὀδυσσέα ὡς καὶ πόλιν ὅλην χαρίσασθαι ἐθέλειν ναῦν πέμψαι καὶ σῶσαι τὸν φίλον;

ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον ἐκ τοῦ λύω. λύονται γὰρ τῶν βιωτικῶν δεσμῶν οἱ ἀπελθόντες ἐκεῖ. καὶ κατὰ πλεονασμὸν τοῦ η Ἠλύσιον. τὸ τῶν ἡρώων ἐνδιαίτημα ἦν κεκλημένον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθερίου, εὐσεβεστάτου γενομένου. ἢ παρὰ τὸ ἄλυτα ἐν αὐτῷ μένειν τὰ σώματα. ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις Μακάρων νήσοις, ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης. τὸ Ἠλύσιον πεδίον οἱ νεώτεροι Μακάρων εἰρήκασι νήσους. Ἠλύσιον πεδίον παρὰ τὸ λύσιν εἶναι τῶν κακῶν, ἢ παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖσθαι. ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυομένη, πορφύρεα ἔχουσα φύλλα. Ἀπίων διὰ πολλῶν κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα Ἠλύσιον εἰρῆσθαι ἀπὸ τῆς Νείλου ἰλύος. πέρατα δὲ γῆς, τῆς Αἰγυπτίας· ἐπὶ θαλάσσῃ γὰρ κεῖται. οἷον καὶ τὸ Αἰσχύλου «ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός.» κινεῖσθαι δὲ αὐτὸν οἶμαι διὰ τὸ Μενελάου τὴν χώραν ἅπασαν ἐκείνην καλεῖσθαι, ᾗ καὶ ὁ Μενελαΐτης νομὸς παράκειται.

ἀθάνατοι πέμψουσιν οὕνεκα ἔχεις Ἑλένην, οὕτω τὸ ἑξῆς.

ἀλλʼ αἰεὶ ζεφύροιο δοκεῖ καὶ τοῦτο φυσικῶς εἰρηκέναι Ὅμηρος. ὁ γὰρ ζέφυρος οὐ μόνον ἐστὶ πολύκαρπος καὶ γόνιμος, ὡς καὶ ἐν ἄλλοις φησὶ «ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει» ἀλλὰ καὶ τῆς ψυχῆς τὸ διανοητικὸν ἔχειν δοκεῖ καὶ πρὸς ἐπίνοιαν συντελεῖν. τὸ πνείοντος διὰ τοῦ ο πρὸς τὸ ζεφύροιο.

καί σφιν γαμβρὸς Διός ἐσσι τινὲς, φίλος ἐσσί. ἐν ἐνίοις δὲ οὐ φέρεται ὁ στίχος διὰ τὸ ἀκύρως ἔχειν τὴν ἀντωνυμίαν. οὐ γὰρ Διὸς γαμβρὸς ὁ Μενέλαος. δύναται ἡ σφίν πρὸς τὸ ἀνίησι φέρεσθαι.

πόρφυρε κιόντι ἐν βάθει ἐμερίμνησε. ἡ μεταφορὰ ἀπὸ τῶν βαθυτάτων φρεάτων, ἅτινα διὰ τὴν ἄγαν βαθύτητα πορφυρίζονται καὶ μέλανα φαίνονται.

νηῒ μελαίνῃ γρ. νηὸς ἐΐσης. γρ. νηυσὶν ἑῆσιν.

ἑζόμενοι σημειοῦνταί τινες ὅτι ὁμοίως ἐκείνῳ εἴρηται «ἑζόμενοι λεύκαινον ὕδωρ»

ἂψ δʼ εἰς Αἰγύπτοιο εἰς τοὐπίσω, ἤτοι εἰς Αἰγύπτου τόπον, ὡς τὸ εἰς Ἅιδου, καὶ εἰς μυσταγωγῶν. Ἀττικῶς, ὡς εἰς διδασκάλου.

τεληέσσας ἑκατόμβας τὰς ἀλωβήτους. οὐ γὰρ κολοβόν τι ἔθυον.

τύμβον, ἵνʼ ἄσβεστον ἐποίησε κενοτάφιον τῷ Ἀγαμέμνονι γράψας ἐκεῖ ἐν λίθῳ τὸ αὐτοῦ ὄνομα καὶ τὴν αἰτίαν τοῦ θανάτου καὶ τὸ ποῦ ἦν καὶ ὅπως πέπονθε. τὸ δὲ ἵνα ἄσβεστον κλέος εἴη, τὸ μὴ σβεννύμενον, ἀλλʼ ἀεὶ φαῖνον, ἐκ μεταφορᾶς τοῦ πυρὸς τοῦ ἀεὶ φαινομένου, τοῦ ἀειφανοῦς. τοιαύτη γὰρ ἡ δόξα τρόπον πυρὸς φαίνουσα διαφανῆ ποιεῖ καὶ περίφημον τὸν ἔχοντα.

ἄτοπόν φησι τὸ προλέγειν. ποιεῖν γὰρ δεῖ, φασὶ, τὰ τοιαῦτα καὶ μὴ προλέγειν, ἵνα μὴ ἀπαρνήσεται ὁ λαμβάνων. ἀλλʼ ἔθει παλαιῷ τοῦτο λυτέον.

τρεῖς ἵππους ὅτι οὐκ ἂν, εἰ τέθριππα ᾔδεσαν, τρεῖς ἵππους ἐδίδου τῷ Τηλεμάχῳ. νῦν δὲ ξυνωρίδα δίδωσι καὶ παρήορον, ὡς καὶ ἐν Ἰλιάδι χρώμενοι, πλὴν Ἕκτορος.

καὶ γάρ κʼ εἰς ἐνιαυτὸν περὶ δύο γέγονεν ὁ λόγος τῷ Μενελάῳ, περὶ τῆς ιβʹ ἡμερῶν ἐπιμονῆς καὶ δωρεᾶς ἵππων. ὁ δὲ πρὸς ἄμφω συνετῶς ἀνθυποφέρει, τὴν μὲν ἑαυτοῦ ἐπιμονὴν ἑκούσιον ἀποφαίνων, ἀντιτιθεὶς δὲ τὴν τῶν ἑταίρων ἀνίαν, οὓς κατέλιπεν ἐν Πύλῳ· τὸ δὲ δῶρον ὡς ἀνεπιτήδειον οὐ διʼ αὐτὸν, ἀλλὰ διὰ τὴν πατρίδα ἀρνούμενος.

ἀνιάζουσιν ἑταῖροι οὓς λέλοιπα ἐπὶ νηὸς παρὰ Νέστορι.

σὺ δέ με Ἀρίσταρχος, σὺ δέ κε.

ἄγαλμα ὅτι τοὺς ἵππους ἄγαλμα εἴρηκεν ἐν Ἰλιάδι «βασιλῆϊ δὲ κεῖται ἄγαλμα.» ὥσπερ δὲ ὁ Τηλέμαχος ἐνθάδε παραιτεῖται τοὺς ἵππους, οὕτως καὶ Ὀδυσσεὺς τοὺς ἐκ τῆς κατασκοπῆς ἵππους Διομήδει παραχωρεῖ.

ἔνι μὲν λωτὸς πολὺς λωτὸς λέγεται ἡ πόα καὶ τὸ δένδρον. παρὰ τοῖς Λωτοφάγοις δὲ τοῦτο, ὅπερ παρέχει καὶ ξηρὰν τροφὴν καὶ ὑγρὰν ἀπὸ τοῦ καρποῦ αὐτοῖς. διὸ καὶ Λωτοφάγοι καλοῦνται. λωτός τριφύλλιον.

αἰγίβοτος τραχεῖα, πρὸς βόσιν αἰγῶν ἐπιτηδεία. ἀπὸ ἄλλης δὲ ἀρχῆς τοῦτο, ἵνʼ ᾖ, καίτοι αἰγίβοτος οὖσα, τῆς ἱπποτρόφου ἐμοὶ μᾶλλον ἐπέραστος. αἰγίβοτος δὲ λειμὼν ὁ τραχὺς, πρὸς βόσιν καὶ νομὴν αἰγῶν ἐπιτήδειος. Ἀρίσταρχος, αἰγίβοτον καὶ μᾶλλον ἐπήρατον, τὸ πεδίον.

ἱππήλατος ἤτοι ἐπιτηδεία εἰς τὸ ἐλαύνειν ἵππους. ἵνα γὰρ μὴ δόξῃ ὅτι τὴν πατρίδα ὑβρίζει, καὶ τὰς ἄλλας τοιαύτας φησίν.

μείδησε γρ. γήθησε.

ἀγαθοῖο Κράτης γράφει ὀλοοῖο. τὸ «οἷʼ ἀγορεύεις» καθʼ ἑαυτὸ προοιστέον. μᾶλλον γὰρ οὕτως ἐμφαίνει ὁποῖα ἀγορεύεις.

μεταστήσω μεταλλάξω. ἀπὸ δὲ τῶν σταθμῶν τὰς ἀμοιβὰς ποιουμένων ἡ μεταφορὰ ὅταν χρυσὸν πρὸς ἄργυρον ἢ ἄλλα ἀντικαθιστῶσιν. μετασταθμήσω. τὸ γὰρ στῶ στήσω καὶ ἐπὶ σταθμοῦ λέγεται, ὅθεν γίνεται καὶ ὁ σηκὸς στηκός τις ὢν καὶ δηλῶν σταθμόν τινα, ὅθεν καὶ ἡ ἀντισήκωσις ἀντιστάθμησίς τις οὖσα.

σημειοῦνται ὡς ἀκατάλληλοι.

καὶ τιμηέστατόν ἐστι τὰ εἰς ων καὶ εις μακροκατάληκτα ἐκφέρονται διὰ τοῦ έστερος καὶ έστατος, ὡς σώφρων σωφρονέστερος καὶ σωφρονέστατος, καὶ τιμήεις τιμηέστερος καὶ τιμηέστατος.

φαίδιμος ἄδηλον εἰ κύριον τὸ φαίδιμος. τινὲς δὲ αὐτὸν Σώβαλον, οἱ δὲ Σέθλον ὀνομάζουσι.

ἑὸς δόμος αὐτοῦ τοῦ βασιλέως. οὕτως δὲ Ἀρίσταρχος καὶ τὰ ὑπομνήματα, ὃ τεὸς δόμος. ἀμφεκάλυψε ἀντὶ τοῦ ὑπεδέξατο.

κεῖσέ με ὀρθοτονητέον τὸ μέ. τεῒν ἀντὶ τοῦ σοί Δωρικῶς.

δαιτυμόνες οἱ τὴν τράπεζαν τοῦ γάμου παρασκευάζοντες. οἱ εἰς τὸν γάμον εὐωχούμενοι, ἢ οἱ τὴν δαῖτα παρασκευάζοντες. οἱ μάγειροι.

εὐήνορα οἶνον τὸν ἀνδρείαν παρέχοντα, ἢ τὸν ἀνδρείας περιποιητικὸν, ἐκ τοῦ κατὰ καιρὸν πίνεσθαι. ἢ τὸν λεπτὸν καὶ διαφανῆ, ἀπὸ τοῦ εὖ ἐν αὐτῷ ὁρᾶν, πρὸς ἀντιδιαστολὴν τοῦ παχέος καὶ δυσοράτου.

καλλικρήδεμνοι καλὰ περιβόλαια ἐπὶ τῶν κεφαλῶν ἔχουσαι.

πένοντο σημειοῦνταί τινες, ἀντὶ τοῦ ἐνήργουν.

μνηστῆρες δὲ τὸ σχῆμα μετάβασις. εἰπὼν γὰρ τὰ περὶ Μενέλαον μετέβη ἐπὶ τοὺς μνηστῆρας.

δίσκοισιν τροχὸς ἦν ὁ δίσκος λίθινος ἢ σιδήρεος ἔχων ἱμάντα ἐν τῷ μέσῳ, ὃν στρέφοντες ἐδίσκευον. ἀπὸ τοῦ δίκω τὸ βάλλω δίκος καὶ δίσκος. τροχὸς, ὃν καὶ ἐν ἄλλοις φησὶ σόλον αὐτοχόωνον σόλον μὲν διὰ τὸ στρογγύλον καὶ εἰς ἑαυτὸν συνεστράφθαι, αὐτοχόωνον δὲ τὸ αὐτοφυές. αἰγανέα δὲ λέγεται τὸ σμικρὸν ἀκόντιον. γίνεται δὲ ἐκ τοῦ κατʼ αἰγὸς ἵεσθαι, ὅ ἐστι πέμπεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι, ἢ ἀπὸ τοῦ κατὰ τῶν αἰγῶν νέεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν νέεσθαι. καὶ αἰγανέῃσιν ἱέντες δορατίοις, παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι.

τυκτῷ κατεσκευασμένῳ καὶ λελειωμένῳ ἐδάφει. ὕβριν ἔχεσκον ταυτὸ ἰδίᾳ οἱ ὑβρισταί. ἔχεσκον γρ. ἔχοντες. Ἀρίσταρχος διαστέλλει μετὰ τὸ ὅθι περ πάρος, ἵνʼ ᾖ τὸ ἑξῆς, μνηστῆρες δὲ ὕβριν ἔχοντες.

ἀρχοὶ μνηστήρων γενναῖόν τι λαμβάνει ὁ ποιητὴς, καὶ τοὺς κακίστους μὴ ἀνάρχους λαμβάνειν. αἱρήσονται οἱ μὲν ἀγαθοὶ τὸν ἀμείνω, οἱ δὲ φαῦλοι τὸν φαυλότερον. ἀρετῇ ἀρετὴν νῦν ποιητικῶς τὴν εὐγένειαν λέγει.

τοῖς δʼ υἱὸς Φρονίοιο ὅτι καὶ ἐν Ἰλιάδι ἡ αὐτὴ εὐστοχία τῆς τῶν ὀνομάτων θέσεως.

ἐμὲ δὲ χρεὼ ἐμὲ δὲ χρεία ἐστὶν αὐτῆς, Ἀττικῶς ἀντὶ τοῦ ἐμοί.

δώδεκα θήλειαι δοκεῖ μαχόμενον εἶναι τῷ ὑπὸ τοῦ Τηλεμάχου λεγομένῳ «οὐ γάρ τις νήσων ἱππήλατος», εἴπερ οὗτος μέλλει δαμάζειν ἵππους οὐ δυνάμενος χρῆσθαι αὐταῖς ἐν Ἰθάκῃ. ἀγνοοῦσι δʼ ὅτι οὐχ ἵππους δαμάσαι βούλεται, ἀλλὰ τὰς ἡμιόνους, ἵνʼ ἔχῃ ὀρεῦσι χρῆσθαι εἰς τὰς κατʼ ἀγρὸν ἐργασίας.

ἀλλά που αὐτοῦ Ἀττικῶς ἀλλά που αὐτοῦ, ὅ ἐστιν ἐν τόπῳ τινὶ τῶν ἀγρῶν.

ἢ μήλοισι παρέμμεναι ἢ τὰ ποίμνια ἐπισκοπεῖν ἢ τὰ συβόσια.

προσέφη Εὐπειθέος υἱός ἐν ἄλλῳ «ἀπαμείβετο φώνησέν τε.»

καὶ τίνες οἱ μὲν τὸν καί ὀξύνουσιν, ἵνʼ ᾖ, καί τινες αὐτῶν, κακῶς· ἐγράφετο γὰρ ἂν, κʼ εἴ τινες. λείπει ἡ σύν. ἀντὶ τοῦ, κʼ εἴ τινες.

κοῦροι ἕποντο στικτέον μετὰ τὸ ἕποντο, τὰ δὲ ἑξῆς ἐν πεύσει ἀναγνωστέον. ἦ ἑοὶ ὁ μὲν ἦ περισπᾶται· διαπορητικὸς γάρ· ἡ δὲ ἑοί ἀντωνυμία κτητική ἐστιν ἐν πλεονασμῷ τοῦ ε.

θῆτές τε δμῶές τε σημειοῦνταί τινες ὅτι διέστειλε τοὺς θῆτας ἀπὸ τῶν δμώων. θῆτες γὰρ λέγονται οἱ ἐλεύθεροι μὲν, μισθῷ δὲ δουλεύοντες, δμῶες δὲ αὐτοὶ οἱ δοῦλοι, παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι. οἱ μίσθιοι, παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι. ὁ μέλλων θήσω καὶ ἀποβολῇ τοῦ ω θής τοῦ θητός. ὁ κανὼν, τὰ εἰς ης ὀνόματα διὰ τοῦ η γράφεται, μονοσύλλαβα δὲ διὰ τοῦ η κλίνονται, οἷον θής θητός, σής σητός.

εἴ σε βίῃ ἵνα, εἰ μὲν ἑκὼν ᾖ δεδωκὼς, φυλάττηται ὡς φίλον Τηλεμάχου τὸν Νοήμονα· εἰ δὲ βιασάμενος ἔχοι, κἀκεῖνον συνεργὸν πρὸς τὴν ἐπιβουλὴν λάβωσιν. βίᾳ σε ἀφείλετο. ὁμοίως τῷ «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες»

προσπτύξατο ἐδεξιώσατο φιλοφρόνως τῷ μύθῳ, τουτέστιν ἐξελιπάρησεν. ἐκολάκευσεν.

τί κεν ῥέξειε τί ἂν πράξειε καὶ ἄλλος αἰτοῦντος τοιούτου πάντως δοῦναι;

ἔχων μελεδήματα ἐτυμολογεῖται τὸ μελέδημα παρὰ τὸ τὰ μέλη ἔδειν καὶ ἐσθίειν. τὸ δὲ, ὁππότε ἀνήρ, ἀφʼ ἑτέρας ἀρχῆς.

κοῦροι νεώτεροι. κατʼ εἰρωνείαν τοῦτό φησι. κοῦροι δʼ οἳ κατὰ δῆμον ἄνδρες αὐτῷ συμπλέουσι λογάδες Ἰθακήσιοι, οἳ μεθʼ ὑμᾶς κρατοῦσιν. μεθʼ ἡμέας πρὸ τέλους ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθεσιν καὶ τὴν ἔμφασιν.

γρ. ἠὲ θεὸν, ἵνα ᾖ καθὰ θεόν. τῷ δʼ αὐτῷ τούτῳ δʼ αὐτῷ, τῷ Μέντορι, ἐῴκει ὁ θεός.

μετὰ τὸ θαυμάζω στικτέον πρὸς τὴν ἔμφασιν.

μνηστῆρες τοὺς μνηστῆρας δὲ οἱ δύο ἀρχηγοὶ ὅ τε Ἀντίνοος καὶ Εὐρύμαχος κατέπαυσαν τῶν ἀγώνων ἐξ ὧν ἐτέρποντο. εἶτα ἄμυδις καὶ ὁμοῦ αὐτοὶ οἱ ἀρχηγοὶ καὶ οἱ λοιποὶ μνηστῆρες ἐκάθισαν. ἄμυδις ψιλωτέον τὸ ἄμυδις. δῆλον κἀκ τῆς συναλοιφῆς «οἵ τʼ ἄμυδις κονίης»

ἀχνύμενος ἐκ τῆς Ἰλιάδος μετηνέχθησαν οὐ δεόντως οἱ στίχοι. μένεος δὲ ὅρα τὴν ἀναισχυντίαν. σχετλιάζει γὰρ καὶ ὀργίζεται ὡς δεινὰ πεπονθὼς, ἄλλῳ οὐδενὶ ἔχων ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥαθυμίᾳ. ἀμφιμέλαιναι αἱ ἐν βάθει κείμεναι, ἢ αἱ ἀμφοτέρωθεν μελανωθεῖσαι τῷ καπνῷ τοῦ θυμοῦ.

ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι οἱ μὲν οὖν φασιν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατὰ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως ἀπὸ τοῦ ὄσσε τὸ ἑνικόν ἐστιν ὄσσ διὰ δύο σσ. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων τοῦτο γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμώ, οὐδὲ ἀπὸ τοῦ φῶτε φώτ. οὕτως οὖν οὐδὲ ἀπὸ τοῦ ὄσσε ὄσσ. ἡ δὲ αἰτία ἐστὶν αὕτη. ἐπεὶ τὸ ρ καὶ τὸ ν κατά γε τὸ πλεῖστον τῶν ἀμεταπτώτων ἦν, προσεβλήθη τῷ θήρ καὶ τῷ χήν τὸ ε, καὶ δυϊκὸν γέγονεν. οὐδέποτε εὕροις ἂν τοῦτο συμβαῖνον ἐφʼ ὧν ἔσχατον ἦν τὸ σ. τῷ γὰρ Κρής εἰ προσθείης τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο Κρῆσσε, οὐδὲ τῷ χρώς καὶ παῖς. οὕτως οὐδὲ τῷ ὄσσ. ἔτι δὲ καὶ ἀδύνατόν ἐστι συλλαβὴν μίαν εἰς δύο σσ λήγειν, οὐδὲ μὴν δύναται ὄς εἶναι διʼ ἑνὸς σ· τῶν γὰρ εἰς ος ληγόντων τὰ δυϊκὰ εἰς ω λήγει· ῥητέον οὖν ὅτι τὸ ὄσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς «τὼ δέ οἱ ὄσσε ποσσὶν αἱματόεντα χαμαὶ πέσον» οὐχ αἱματόεντες. οὐδετέραν οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς ἕρκος, βέλος, τεῖχος· καὶ δὴ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη, βέλη, τείχη, κατὰ δὲ τοὺς Ἴωνας ἕρκεα, βέλεα, τείχεα· καὶ δῆλον ὅτι καὶ ὄσσεα. τῶν δὲ εἰς α πληθυντικῶν οὐδετέρων τὰ δυϊκὰ εἰς ε τελευτᾷ, ὄμματα ὄμματε, γράμματα γράμματε. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ «γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε;» σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν τοῦ τελικοῦ ε ὄσσε ἐγένετο.

οὕτως, φάμεν δέ οἱ. τινὲς, φαμὲν δέ μιν, κακῶς.

τόσσων δὲ οἱ πλείους ὡς δύο μέρη τοῦ λόγου ἀνέγνωσαν ἐν δυσὶν ὀξείαις, ὡς τὸ «τοίῃ δʼ ἀμφὶ γυναικί» ὁ δὲ Ἀσκαλωνίτης περισπωμένως κατʼ ἐπίτασιν. διχῶς, τόσσων δέ, καὶ τοσσῶνδε. Ἄλλως. ἐκ τόσσων δὲ ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς προενεκτέον μετὰ ἤθους καὶ ἐρωτήσεως· μᾶλλον γὰρ οὕτως ἐμφαίνει τὴν ἀγανάκτησιν. τὸ ἑξῆς οὕτως, ἐκ τόσσων δʼ ἀέκητι οἴχεται. τὸ δὲ ἀέκητι ἐπὶ τῆς προαιρέσεως αὐτῶν κεῖται.

ἄρξει ἰσχυροποιήθη ὁ Τηλέμαχος καὶ εἰς τὸ μετὰ ταῦτα κακὸν ἐπενεγκεῖν ἡμᾶς. Ἄλλως. οἷον προκακώσει ἡμᾶς. οἱ δὲ ὄνομα, ἀπὸ εὐθείας τῆς ἄρξις, ἵνʼ ᾖ, ἀπὸ ταύτης τῆς ἀρχῆς χεῖρον ἡμᾶς ἐργάσεται. ἄρξει καὶ προτέρω τὸ γενόμενον καὶ προσωτέρω προκόψει ὥστε κακὸν εἶναι. τὸ δὲ προτέρω ἀντὶ τοῦ ἐπὶ πλέον, προσωτέρω, ἐκβολῇ τοῦ σω. Ἄλλως. παρέλκει τὸ ἔμμεναι. ὁ δὲ νοῦς, καὶ εἰς τοὔμπροσθεν ἄρξεται τὸ κακὸν προχωρεῖν αὐτοῦ καὶ μέχρις ἡμῶν τῆς τόλμης τὸ κακὸν φθάσει, τουτέστι καὶ ἡμῶν αὐτῶν ἅψεται. ἀλλά οἱ αὐτῷ ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ· ἔστι γὰρ ἀντιδιασταλτικὴ καὶ προηγεῖται τῆς αὐτός· ἀλλʼ ὅμως ἐγκλιτικῶς ἀνεγνώσθη.

πρὶν ἥβης μέτρον ἱκέσθαι, αἱ Ἀριστάρχου. αἱ δὲ κοινότεραι, πρὶν ἡμῖν πῆμα γενέσθαι.

λοχήσομαι ἤτοι ἐνεδρεύσω. φυλάξω δὲ τηρήσω.

ἐν πορθμῷ τῷ διαπεράματι, τῷ στενῷ τόπῳ. πορθμὸς γὰρ λέγεται ἡ στενὴ θάλασσα. στένωμα τὸ ἀνὰ μέσον γαιῶν. διαφέρει δὲ ἰσθμὸς καὶ πορθμός. ἰσθμὸς μὲν λέγεται τὸ ἀνὰ μέσον θαλάσσης πεδίον, πορθμὸς δὲ τὸ ἐναντίον. Σάμοιό τε ὅτι τὴν Σάμην Σάμον εἶπεν. ἔστι δὲ Σάμος Ἰωνίας, Σάμος Θρᾴκης, Σάμος Κεφαλληνίας.

ἐπισμυγερῶς ὅπως ἐπὶ κακῷ τῷ ἑαυτοῦ, ἐπιπόνως, ἀθλίως, χαλεπῶς, ἀπὸ τοῦ σμύχω. παρέλκει δὲ ἡ ἐπί.

οὐδεμία ἀντιλογία πρὸς τὸ δυσεπιχείρητον ἢ ἄδικον. ἀλλʼ ὁ μὲν ἀπερισκέπτως εἰσηγήσατο, οἱ δὲ ἑτοίμως δέχονται.

πάθος κινεῖ τῇ Πηνελόπῃ τὸ ἐπεισόδιον, ὅταν τὸν Ὀδυσσέα θρηνοῦσα τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβῃ. ἄπυστος ἀνήκουστος.

βυσσοδόμευον ἐμηχανῶντο, κρυφίως συνεβουλεύοντο, εἰς βάθος ἔκρυπτον, ἤτοι ἐν τῷ μυχῷ τῆς αὐτῶν διανοίας διενοοῦντο. κρυφίως ἐβουλεύοντο, ἐκ τοῦ βυσσὸν, ὃ σημαίνει τὸ ἔνδον, καὶ τοῦ δόμος.

Μέδων οὗτος ἐδούλευε τοῖς μνηστῆρσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἵνα τὰς βουλὰς αὐτῶν διαγγέλλῃ τῇ Πηνελοπείῃ. ἄλλως τε δὴ καὶ τὰ πρὸς ζωὴν πραγματευόμενος ἐποίει τοῦτο. διὸ οὐδὲ ἀπεκτάνθη σὺν αὐτοῖς. πλάττει ὁ Ὅμηρος ὅτι ἔξωθεν τῆς αὐλῆς ὢν ὁ Μέδων ἤκουε τὴν ἐπιβουλὴν τῶν μνηστήρων, ἔνδοθεν ἐκείνων ὄντων.

αὐλῆς ἐκτὸς ἐών σημειοῦνταί τινες πρὸς τὸ περὶ τῆς Ὀδυσσέως οἰκήσεως.

Πηνελοπείῃ Ἰωνικόν.

ἦ εἰπέμεναι σημειοῦνται διὰ τὴν ἐν τῷ μέτρῳ συνίζησιν.

ἔργων παύσασθαι περιπαθὲς τὸ δυσχεραίνειν ἐπὶ τῇ ἀσωτίᾳ αὐτῶν καὶ βίᾳ τοῦ παιδός.

ὅτι τὰ ἰσοδυναμοῦντα παράλληλα τέθεικεν, ὕστατα καὶ πύματα.

διχῶς, οἵ θʼ ἅμα, καὶ, οἳ θαμά, ὃ καὶ ἄμεινον, ὡς καλά. κατακείρετε καταναλίσκετε, καταδαπανᾶτε. βίοτον γράφεται, βρωτόν, ἤγουν τροφήν.

κτῆσιν Τηλεμάχοιο περιπαθῶς ἄγαν οὐκ ἔφη Ὀδυσσέως, ἀλλὰ Τηλεμάχου. μεῖζον γὰρ φαίνεται τὸ πάθος ὅταν καὶ περὶ ψυχὴν ἐπιβουλευόμενον τοῦτον αἴσθηται, ἥτις οὐδὲ τῆς κτήσεως ἀνέχεται.

ἐξαίσιον ἔξω τοῦ καθήκοντος, ἀπὸ τοῦ αἴσιον τὸ ἁρμόδιον. τὸ ἔξω τοῦ καθήκοντος, ἔξω αἴσης, ὅ ἐστιν ἄδικον.

ἐν δήμῳ τουτέστιν, ἐκ τοῦ δήμου κακολογήσας τινάς. βέλτιον τὸ «ἐν δήμῳ» τοῖς ἄνω προσδίδοσθαι. τὸ δὲ ἐχθαίρῃσιν ἀντὶ τοῦ ἐχθαίρῃ, καὶ τὸ «ἰχθὺς ὅς κε φάγῃσι» ἀντὶ τοῦ φάγῃ. ἥτʼ ἐστὶ δίκη ὥσπερ τρόπος ἐστὶ τῶν βασιλέων τὸ ἄλλον μὲν μισεῖν, ἄλλον δὲ φιλεῖν. Καὶ ἄλλως. γνωμικὸς ὁ στίχος περὶ τῶν βασιλέων λεγόμενος, ὅτι τοὺς μὲν μισοῦσι, τοὺς δὲ φιλοῦσιν· ὅπερ οὐ προσῆν Ὀδυσσεῖ. καὶ αὐτὸν οὖν κατʼ ἰδίαν προενεκτέον τὸν στίχον. τινὲς τὸ μηδὲν ἐξαίσιον δρᾶν. ἀλλʼ οὐχ ἁρμόσει ταύτῃ τῇ ἀποδόσει τὰ ἐπιφερόμενα.

εἰ γὰρ δὴ βασίλεια δαιμονίως ἔχει τὰ τῆς διαθέσεως. ἡ μὲν γὰρ καὶ ἐπὶ τοῖς μετρίοις χαλεπαίνει, ὁ δὲ εὔχεται μὴ δέχεσθαι ἄλλην ἐπίτασιν τὸ τόλμημα τῶν μνηστήρων. τινὲς, αἳ γὰρ δή.

τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦλα συντόμως.

μεμάασι προθυμοῦσι.

νεισόμενον τὸ νείσω ποτὲ μὲν διὰ διφθόγγου γράφεται, ποτὲ δὲ διὰ τοῦ ι. γίνονται δὲ καὶ ἀμφότερα οὕτω. νέω τὸ πορεύομαι πρωτότυπον θέμα. ὁ μέλλων νέσω, καὶ ἐπενθέσει τοῦ ι νείσω, καὶ ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ ι νίσω. θεματοποιεῖται δὲ οὗτος ὁ μέλλων ποτὲ μὲν διφθογγογραφούμενος, ποτὲ δὲ ἰωτογραφούμενος, καὶ ἔχει τὴν κίνησιν εἰς ἐνεστῶτα παθητικὸν, ὡς ἐνταῦθα, οἴκαδε νεισόμενον. νισσόμενον ἐπανερχόμενον. ἀπὸ τοῦ νέω τὸ πορεύομαι.

ἠγαθέην Ῥιανὸς Ἠμαθίην γράφει. ἐς Λακεδαίμονα οὐδὲ ἐνταῦθα ἡ Κρήτη, οὐδὲ Ἰδομενεὺς ὀνομάζεται.

ἀμφασίη ἀφασία, ἀφωνία. ἀφασίη. τὸ δὲ μ περισσόν.

ἔσχετο αἱ Ἀριστάρχου «ἔσκετο» ἀντὶ τοῦ ἐγένετο· γέλοιοι γάρ εἰσιν οἱ γράφοντες ἔσχετο.

οὐδέ τί μιν χρεώ οὐδεμία ἀνάγκη αὐτὸν ἐπιβαίνειν νηῶν.

αἵθʼ ἁλὸς ἵπποι λείπει τὸ ὡς, ὡς κἀν τῷ «Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε» ἡμάρτηται, διότι ἐν τῷ παθητικῷ οὐ κρατεῖ τοῦ λόγου. ἀλλʼ ἔοικεν ὁ ποιητὴς κεχρῆσθαι ποιητικῇ ὁρμῇ, οὐ λογιζόμενος τὸ πρέπον τοῦ προσώπου.

περόωσι δὲ πουλὺν ἐφʼ ὑγρὴν οἱ ἀρχαῖοι ὁ πολύς καὶ ἡ πολύς ἔγραφον, ὡς ὁ ἠμαθόεις καὶ ἡ ἠμαθόεις καὶ τὰ ἄλλα. ἐν σχήματι εἴρηται, ὡς «θερμὸς ἀϋτμή.»

οὐκ οἶδʼ εἴ τίς μιν ἤ τις μιν Ἀρίσταρχος διὰ τοῦ η. καὶ γίνεται ἡ στιγμὴ ἀμφίβολος. εἰ μὲν γὰρ διαζευκτικὸς εἴη, στικτέον πρὸ αὐτοῦ καὶ βαρυντέον τὸν ἑπόμενον, εἰ δὲ ἀντὶ τοῦ συναπτικοῦ κέοιτο τοῦ εἰ, βραχὺ διασταλτέον πρὸ αὐτοῦ.

πατρὸς λείπει ἡ περί.

πολυκμήτου τοῦ μετὰ πολλοῦ καμάτου κατασκευασθέντος, ἢ ἐν ᾧ πολλὰ ἔκαμον οἱ κατασκευάσαντες. οὐ κατὰ τὸ ἐπίθετον, ἀλλʼ ἔχει τὴν ἀναφορὰν πρὸς τὰ ἔργα τοῦ κατασκευάσαντος αὐτὸν Ὀδυσσέως

μινύριζον ποία λέξις; ἡσύχως ἔκλαιον καὶ μικρῶς· μινυὸν γὰρ τὸ μικρόν. ἡσύχως ἔκλαιον. θρηνῶδες ἐφώνουν. μεθʼ ἡσυχίας ἐφύμνουν, παρὰ τὸ μύρω τὸ ὀδύρομαι, καὶ κατὰ ἀναδιπλασιασμὸν μιμύρω καὶ μινύρω τροπῇ τοῦ μ εἰς ν, καὶ μινυρίζω.

πᾶσαι ὅσαι ἄκρως τῇ διαθέσει. ὑπέγραψε γὰρ τὴν μὲν εἰς τοὔδαφος, τὰς δὲ περιεστώσας μετὰ δακρύων.

ἀδινὸν τὸ μάλα οἰκτρόν. γίνεται δὲ ἐκ τοῦ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς. καὶ ἀδινὸν τὸ συχνὸν καὶ πυκνόν.

κλῦτε, φίλαι φίλας καλεῖ τὰς θεραπαίνας οἰκείως τῇ παρούσῃ περιστάσει. τοιοῦτοι γὰρ οἱ δυστυχοῦντες καταβαίνοντες εἰς ταπείνωσιν, ἀπὸ τοῦ ἰδίου ἀξιώματος ἐπαγόμενοι εἰς ἔλεον. πέρι γάρ μοι ὅτι ἐν ἀρχῇ λόγου ὁ γάρ, ὡς καὶ ἐν Ἰλιάδι «πολλοὶ γὰρ τεθνᾶσι.»

βραχὺ διασταλτέον μετὰ τὸ θυμολέοντα, καὶ Δαναοῖσι, καὶ ἐσθλόν.

ἐσθλὸν, τοῦ κλέος περιττὸς ὁ στίχος. καὶ γὰρ προεῖπεν «ἢ πρὶν μὲν πόσιν ἐσθλόν.» καὶ οὐκ οἶδεν ὁ Ὅμηρος τὴν καθʼ ἡμᾶς Ἑλλάδα, ἀλλὰ τὴν Θεσσαλικὴν οὕτω λέγει καὶ Ἕλληνας τοὺς ἐκεῖθεν. καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος Θεσσαλίαν καὶ Πελοπόννησον.

ἀποκτεῖναι μεμάασιν ἀνηρείψαντο θύελλαι ἡ χαριεστέρα τῶν Ἀριστάρχου, καὶ ἄλλαι πολλαὶ οὕτως. γράφεται «ἀνηρείψαντο θύελλαι.» καὶ ἄλλαι δὲ πολλαὶ οὕτως. διὰ τὸ αἰφνίδιον γὰρ καὶ ἀπροφώνητον τῆς ἐξόδου ὡς ἀπολωλότα αὐτὸν θρηνεῖ.

ἀκλέα ἀγνοούμενον, ἄδοξον· οὐ γὰρ μόνον τὴν ἀπώλειαν ἀπολοφύρεται, ἀλλὰ καὶ τὸν ἀκλεῆ θάνατον.

τὸ ἑξῆς, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότε κεῖνος ἔβη. μάλα γρ. σάφα.

ὁρμαίνοντα τινὲς «ὁρμηθέντα» κακῶς.

τῷ κε μάλʼ ἐνταῦθα ἀνέκυπτε τοῦ Τηλεμάχου ἡ πρόνοια λαθεῖν πειραθέντος τὴν μητέρα ἐπὶ τῇ ἐξόδῳ.

ἀλλά τις ὀτρηρὸς ὅρα τὸ εὔτακτον, μηδʼ ἐν τηλικούτῳ δεινῷ γενομένην ἀνεπιτηδείῳ ἀγγέλῳ πρὸς τὸν Λαέρτην χρήσασθαι. ὀτρηρῶς δραστικῶς, σπουδαίως.

ἔτι δεῦρο κιούσῃ παρέλκον τὸ ἔτι· τὸ γὰρ κιούσῃ οὐ δέχεται αὐτό.

τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦλα συντόμως.

μῆτιν ὑφήνας εἴ τινα ἐξευρὼν μηχανὴν ἐκεῖνος, σύνεσιν, βουλὴν, γνώμην, τέχνην κατασκευάσας.

λαοῖσιν ὀδύρεται ἐν τοῖς μνηστῆρσι κλαύσει, καὶ οἰκτειρήσουσι τοῦ μὴ κτεῖναι Τηλέμαχον.

φθῖσαι γόνον γρ. καὶ φθεῖσθαι δόμον.

νύμφα φίλη δεξιῶς οὐ περιμένει τὸν ἔλεγχον οὐδὲ φθάνει. μιᾷ δὲ τῇ μηνύσει καὶ αὐτὴν ἀξίαν τοῦ ἀπολωλέναι φησὶ διὰ τὸ πεισθῆναι τῷ Τηλεμάχῳ. αἰτίαν δὲ τῆς σιωπῆς ὅρκον προβάλλεται.

ἢ ἔα ἐν μεγάρῳ τινὲς δασύνουσι τὸ ἥ ὡς ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προσώπου φασὶν, ἵνʼ ᾖ, ἥτις ἤμην ἐν τῷ μεγάρῳ.

βραχὺ διασταλτέον εἰς τὸ ὑδρηναμένη, ἑλοῦσα, γυναιξί, πρὸς τὸ σαφέστερον.

εὔχεʼ οὐ παραινεῖ μὴ δακρύειν· οὐ γὰρ πείσει· προτρεπομένη δὲ ἐπʼ εὐχὰς καταφεύγειν, ὅθεν λεληθότως παύει τὰ δάκρυα.

ἡ δασυντέον τὸ ἡ ἔστι γὰρ ἀντὶ ἀντωνυμίας τῆς αὕτη. σαώσαι πρὸ τέλους ἡ ὀξεῖα. ἔστι γὰρ εὐκτικόν.

μηδὲ γέροντα οὐ θέλει ὁ Ὅμηρος μηνῦσαι τοῦτο τῷ Λαέρτῃ ὡς ἀπὸ τῆς Πηνελόπης. ἢ γὰρ οὐ πείθει τοὺς Ἰθακησίους, καὶ ἔστι δυσχερὲς αὐτῷ μή πως βιάσωνται αὐτήν· ἢ πείθει αὐτοὺς, καὶ κωλύουσι τοὺς μνηστῆρας. καὶ τοῦτο ἀπὸ ἱστορίας οὐκ ἔστι τῷ Ὁμήρῳ· εἰ γὰρ συνεστάλησαν οἱ μνηστῆρες, οὐκ ἂν ἀπεκτάνθησαν.

Ἀρκεισιάδαο ὁ Ἀρκείσιος ἐγέννησε τὸν Λαέρτην, ὁ Λαέρτης τὸν Ὀδυσσέα καὶ ὁ Ὀδυσσεὺς τὸν Τηλέμαχον. Ἀρκεισιάδης οὖν ὁ υἱὸς τοῦ Ἀρκεισίου, ἤτοι ὁ Λαέρτης.

οἴχεσθʼ γράφεται, ἄχθεσθʼ.

πίονας ἀγρούς τοὺς πιαίνοντας, ἤτοι λιπαροὺς καὶ πλουσίους ποιοῦντας τοὺς ἀνθρώπους.

ἐν δʼ ἔθετʼ οὐλοχύτας ἀντὶ βωμοῦ καθιέρωσε τῷ κανέῳ τὰς κριθάς.

τὸ δίστιχον τοῖς ἑξῆς συνάπτειν βέλτιον.

ἀπάλαλκε ἀπότρεψαι. λέγεται γὰρ αὕτη Ἀλαλκομενηΐς. τὸ δὲ «κακῶς ὑπερηνορέοντας» κακῶς βουλευομένους περὶ τοῦ Τηλεμάχου.

ὀλόλυξε ὀλοφυρτικὸν ἐφθέγξατο. τὸ δὲ ὀλόλυξεν εὐχὴ γυναικεία.

μνηστῆρες δʼ ὁμάδησαν θόρυβον ἐποίησαν πρὸς ἀλλήλους διαλεγόμενοι.

ὑπερηνορεόντων ἀπὸ τῶν νέων τῶν ἄγαν ἀνδρείων.

ἦ μάλα ἄκρως τὰς δόξας τῶν ἀνθρώπων διελέγχει. πάντα γὰρ ἐλπίζουσι πρὸς τὰς ἐπιθυμίας. ὃ γὰρ βούλεταί τις, τοῦτο καὶ οἴεται. πολυμνήστη ὑπὸ πολλῶν μεμνηστευμένη.

ἀρτύει παρασκευάσει. ὅ οἱ φόνος ὅτι φόνος τῷ υἱῷ αὐτῆς ηὐτρέπισται· ἡ γὰρ οἱ ἀντὶ γενικῆς ἐστι.

τὸ πάντας τοῖς ἄνω συναπτέον. ἐμφαίνει δὲ καὶ τοῖς ἑξῆς συναπτόμενον.

ἐν δʼ ἱστόν τε τίθεντο οὐ γὰρ πάντοτε εἶχον τοὺς ἱστοὺς διὰ τὸ μὴ πάντοτε πλεῖν. ὅταν οὖν ἔμελλον πλεῖν, ἐτίθεντο καὶ οἱ ἱστοί. πῶς; τῇ εἰρεσίᾳ χρώμενοι· κόσμου χάριν.

τροποῖς τοῖς λεγομένοις τροπωτῆρσι. τροποῖς ἐν δερματίνοισι διʼ ὧν αἱ κῶπαι τρέπονται καὶ στρέφονται· ἢ ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις, ἢ τοῖς σκαλμοῖς. περισπωμένως. δηλοῖ γὰρ τοὺς τροπωτῆρας, περὶ οὓς αἱ κῶπαι τρέπονται καὶ στρέφονται ἐν ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις. παρεσκευάσαντο τὰς κώπας τοῖς τροπωτῆροι, περὶ οὓς αἱ κῶπαι τρέπονται.

περιττὸς δοκεῖ οὗτος ὁ στίχος.

ὑψοῦ δʼ ἐν νοτίῳ ἐν βάθει τοῦ ὕδατος. ἢ ἐπὶ μετεώρῳ. εἰς τὸ νοτιώτερον τῆς γῆς, τουτέστιν ἄνω πολὺ τῆς γῆς, ἐπεὶ μετέωρα φαίνεται τὰ ἐντὸς τῆς θαλάσσης. νοτίῳ δὲ ἢ τῷ πρὸς νότον μέρει, ἢ πρὸς σύγκρισιν τῆς γῆς, ἀντὶ τοῦ ἐν τῷ διύγρῳ. ἐννοτίῳ Ἀριστοφάνης εἰνοδίῳ, ὡς ἄν τις εἴποι ἐν ὁδῷ, ἑτοίμην εἰς τὸ πλεῖν. ἐπεὶ τὸ ὥρμισαν καὶ ἐπὶ γῆς λέγεται, ἐπάγει τὸ ἐν νοτίῳ. τὸ δὲ ὑψοῦ ἀντὶ τοῦ ἐν βάθει. τὸ γὰρ ὕψος καὶ βάθος ἔχει. ὑψοῦ δὲ ἐν βαθυτέρῳ τόπῳ. ἐν ὕψει, ἐν τῷ κατωτέρω τόπῳ. νοτίῳ τῷ διύγρῳ. οἱ δὲ ἐννοτίῳ, τῷ πρὸς νότον τόπῳ. ὥρμισαν ἡσύχως ἑστάναι τὴν ναῦν ἐποίησαν.

ἕσπερον τὴν ἑσπέραν ἕσπερον εἶπεν.

ἡ δʼ ὑπερῷʼ ἀναβᾶσα γράφεται, ἡ δʼ ὑπερῴῳ αὖθι.

Ῥιανός, κεῖτʼ ἄρʼ ἄναυδος. καὶ ἔστιν αὕτη χαριεστέρα ἡ γραφή.

ὅσσα δὲ μερμήριξε πρὸς τὸ πυκνὸν τῆς μερίμνης ἡ παραβολή.

δόλιον περὶ κύκλον ἄγωσι κύκλον ἂν εἴποι τὸ δίκτυον. δόλον, κύκλῳ τὸ δίκτυον. ἤτοι περικυκλώσουσι.

ἐπήλυθε νήδυμος ὕπνος ἀγνοοῦσί τινες τὸ νήδυμος ὕπνος ἀποδιδόντες τὸ ἡδύς. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. καὶ οὕτως λέγουσιν «οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ» τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος. ἥδιστος καὶ θανάτῳ ἄγχιστα ἐοικώς. καὶ ἐπʼ ἄλλων περιεχόντων καὶ κατειληφότων τὸν ὅλον λέγει «ἀμφὶ δέ μιν θάνατος χύτο» «τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε» καὶ «θείη δέ μιν ἀμφέχυτʼ ὀμφή» «θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη» «λιμένες ναύλοχοι ἀμφίδυμοι» λέγει, εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ δίδυμοι, δύο ἐκ μιᾶς καταδύσεως τῆς ἐκ γαστρός.

λύθεν δὲ οἱ ἅψεα ὁ γὰρ ὕπνος ἐκλύει καὶ χαῦνα ποιεῖ τὰ μέλη. διὰ τοῦτο καὶ λυσιμελὴς, ἀπὸ τοῦ τὰ μέλη ἤτοι τὰς φροντίδας λύειν. τὰ βουλεύματα, ἐκ μεταφορᾶς τῶν δεσμῶν· κυρίως γὰρ ἅψεα τὰ δεσμὰ λέγουσι ἅψεα δὲ τὰ μέλη φησὶν, ἀπὸ τοῦ συνῆφθαι. ὅτι οὕτως λέγει τὰς συναφὰς τῶν μελῶν, οὐ τὰ μέλη. οὐκ οὖν ἂν εἴποιμι μηρὸν ἢ χεῖρα ἅψεα.

εἴδωλον ποίησε οὐ διʼ ἑαυτῆς ἔρχεται ἡ Ἀθηνᾶ, ἵνα μὴ ἀναγκασθῇ τι εἰπεῖν περὶ Ὀδυσσέως καὶ λυθῇ τὰ τῆς ὑποθέσεως.

Ἰφθίμῃ κούρῃ ἀμφιβάλλει Ἀρίσταρχος πότερον ἐπίθετον τὸ ἰφθίμη, ἢ κύριον. τὸ Ἰφθίμη ὄνομα κύριον, ὅτι γενναία ἦν. λέγει δὲ τὴν ἀδελφὴν τῆς Πηνελόπης. οὕτως ἐκαλεῖτο κυρίως ἡ ἀδελφὴ τῆς Πηνελόπης. Ἄσιος δέ φησι «Κοῦραί τʼ Ἰκαρίοιο, Μέδη καὶ Πηνελόπεια.» τινὲς δὲ Ὑψιπύλην λέγουσι. οὕτως— Πηνελόπεια. Ἄνδρων δὲ Ὑψιπύλην λέγει. Ἰκαρίου καὶ Ἀστεροδίας τῆς Εὐρυπύλου τοῦ Τελέστορος γίνονται παῖδες Ἀμάσιχος, Φαληρεὺς, Θόων, Φερεμμελίας, Περίλαος, θυγατέρες δὲ Πηνελόπη καὶ Μήδη ἢ Ὑψιπύλη ἢ Λαοδάμεια. Δίδυμος δὲ Ἀμειράκην φησὶ προσαγορεύεσθαι τὴν Πηνελόπην, ἢ Ἀρνακίαν. Ναυπλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ ποινὴν Παλαμήδους, ὑπὸ πηνελόπων αὐτὴν σωθεῖσαν οὕτως ὀνομασθῆναι. ἐν δὲ ἐπιμερισμῷ τοῦ, μῆνιν ἄειδε θεά, Πηνελόπην αὐτήν φησι λελέχθαι, παρὰ τὸ πένεσθαι τὸ λῶπος.

Φερῇς ἐν ταῖς Φεραῖς. Φεραὶ δὲ πόλις Μεσσηνίας.

εἵως εἵως ἀντὶ τοῦ ὅπως. δασυντέον τὸ εἵως, ὅπως.

παρὰ κληῗδος ἱμάντα ἀντιστρόφως. ἀντιστροφή· παρὰ τὴν κλεῖδα, ἥτις ἱμάντα εἶχε παρὰ τὸ κλεῖθρον. διὰ τῆς ὀπῆς τοῦ ἱμάντος, ᾧ ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ κληῗδα λέγει. ἱμάντος, ᾧ ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ κληῗδα λέγει.

οὐ μέν σʼ οὐδὲ τὸ οὐ μέν καὶ τὸ οὐδέν ἀντὶ τοῦ οὐδαμῶς λαμβάνεται. ῥεῖα ζώοντες ῥᾳδίως καὶ ἀπόνως ζῶντες.

ἐλπίζων ἀνακομισθῆναι καὶ σωθῆναι. οἱ πλείους, ἀκάχησθαι, ὡς λέγεσθαι, ὡς Αἰολικῆς τῆς κλίσεως οὔσης. ὁ δὲ Ἀσκαλωνίτης ὡς πεποιῆσθαι.

ἀλιτήμενος ἐστὶ ῥῆμα πρωτότυπον ἀλείτω. τούτου ὁ δεύτερος ἀόριστος ἤλιτον, ὁ μέλλων δεύτερος ἀλιτῶ. θεματοποιεῖται οὖν ὁ μέλλων δεύτερος καὶ γίνεται ἀλιτέω ἀλιτῶ. τούτου ὁ παθητικὸς παρακείμενος ἠλίτημαι, ἡ μετοχὴ ὁ ἠλιτημένος. ὥσπερ δὲ τὸ ἀλαλήμενος καὶ ἀκαχήμενος, οὕτω καὶ ἀλιτήμενος. οὐχ ἡμαρτηκὼς εἰς τοὺς θεοὺς, ἀλλὰ τοὐναντίον προσφιλής. τὸ δὲ ἀλιτημένος εἰ μὲν παροξύνεται, παρακείμενός ἐστι κατὰ συστολὴν τῆς ἀρχούσης· εἰ δὲ προπαροξύνεται, ἐνεστώς ἐστιν Αἰολικὸς, ὡς ἀλαλήμενος καὶ ἀκαχήμενος.

κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν ἀντὶ τοῦ ἐν βάθει τοῦ ὕπνου· διὰ γὰρ τούτου ἔρχεται τὰ ὀνείρατα.

ἣ πρὶν μὲν πόσιν περιπαθὲς τὸ μηδʼ ἐν τοῖς ὀνείροις ἀπεῖναι τὴν τοῦ ἀνδρὸς μνήμην.

νήπιος, οὔτε πόνων ὅρα τὸ ἐνοχλοῦν. οὐ γὰρ ὅτι ἐπιβουλεύεται, ἀλλʼ ὅτι ἄπειρος τυγχάνει ἔργων καὶ λόγων. τούτων γὰρ καὶ ὁ Φοῖνιξ διδάσκαλος ἕπεσθαι τῷ Ἀχιλλεῖ φησι, «τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρα τε ἔργων»

τοῦ δὴ ἐγὼ καὶ μᾶλλον γυναικείως τῷ ἤθει. καὶ γὰρ εἰ τὰ μάλιστα στέργουσι τοὺς ἄνδρας, ἐν τοῖς ὑπὲρ τῶν ψυχῶν κινδύνοις μᾶλλον ὑπὲρ τῶν τέκνων ἀγωνιῶσιν.

εἴδωλον ἀμαυρόν ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ μαίρω τὸ λάμπω ἀμαιρόν, καὶ τροπῇ τοῦ ι εἰς υ. ἢ τὸ ταχὺ, τὸ ἅμα αὔραις φερόμενον. ἢ τὸ ἀσθενὲς, τὸ ὡς σκιὰ φαινόμενον. ἀσθενὲς, δυσθεώρητον, ἅμα ταῖς αὔραις φερόμενον. τὸ δὲ τήν ὡς πρὸς τὴν φανεῖσαν ὄψιν, ἀλλʼ οὐ τὸ εἴδωλον.

ἅμʼ ἔρχεται γρ. ἅμʼ ἕπεται.

καὶ ἀμύνειν γρ. δύναται γάρ.

περίφρων Πηνελόπεια περιπαθὲς τὸ οὕτως νηφαλέως ἐν τῷ ὀνείρῳ τὴν Πηνελόπην ἔχειν. τοιοῦτοι δὲ οἱ ἄνθρωποι μετὰ τὰ κατεπείγοντα πολυπραγμονοῦντες καὶ περὶ τῶν λοιπῶν.

οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω ἀντὶ τοῦ περὶ ἐκείνου ἕως τέλους τὰ πάντα εἴπω. ἢ ἀκριβῶς. κεῖνον ἀντὶ τὰ περὶ ἐκείνου. διηνεκέως σαφῶς, ἀκριβῶς, ἕως τέλους τὰ πάντα.

ἀνεμώλια τὰ μὴ ἐπιστάμενα μηνύειν. ἀνεμοόλια, καὶ κράσει τῶν δύο οο εἰς ω μέγα.

σταθμοῖο τῆς παραστάδος. ὅτι νῦν περὶ εἰδώλου ὁ λόγος. διὰ δὲ τῆς αὐτῆς ὀπῆς ἔξεισιν.

φίλον δέ οἱ ἦτορ ἰάνθη κατʼ ἐκεῖνο, ὅτι περὶ τοῦ υἱοῦ ἐθάρσυνεν αὐτήν.

νυκτὸς ἀμολγῷ ἐν τῇ τοῦ μεσονυκτίου ὥρᾳ, καθʼ ἣν ἄρα συμβέβηκεν ἀμέλγεσθαι τὰ ζῷα. τινὲς ἀπὸ ἀμογῶ, ὅταν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλὰ ἀναπαύεται. τινὲς ἀπὸ ἀμολῶ, ὅταν οὐδεὶς μολήσει, ὅ ἐστι βαδίσει. πάντα δὲ ταῦτα εἰς τὴν τοῦ μεσονυκτίου ὥραν καταστρέφει. ἐν τ. τ. μ. ὥρᾳ. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἤτοι ἀμολγῷ, καθʼ ἣν ὥραν συμβέβηκε μὴ ἀμόλγεσθαι τὰ ζῷα, ἢ κατὰ ἀφαίρεσιν τοῦ γ, ἀμολῷ, καθʼ ἣν ὥραν οὐδεὶς μολίσκει, ὅ ἐστι βαδίζει. ἢ κατὰ ἀφαίρεσιν τοῦ λ, ἀμογῷ, καθʼ ἣν ὥραν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλʼ ἀναπαύεται. ταῦτα δὲ πάντα κ. τ. λ. μέσῳ τῆς νυκτός. νόει δὲ τὸ ἀμολγῷ ἤτοι ὁπότε οὐκ ἀμέλγει τις, ἢ ἡνίκα τις οὐ μολεῖ, ἀμολός καὶ πλεονασμῷ τοῦ γ ἀμολγός.

Σάμοιο ὅτι τὴν Σάμην Σάμον λέγει. παιπαλοέσσης τὰ σκληρὰ καὶ κατάξηρα εὐκόλως καὶ χνοώδη γίνονται καὶ ὡσανεὶ παιπάλη.

Ἀστερίς ὄνομα νήσου κειμένης μέσον Ἰθάκης καὶ Σάμου. ὄνομα νήσου ἐπιτηδείας πρὸς τὸ τὰς ναῦς λοχᾶν, ἢ νηῶν δεκτικὴ, οἱονεὶ λέχη νηῶν. ναύλοχοι νῆας φυλάττοντες. ἐν οἷς αἱ νῆες λοχῶσαι καὶ ἐνεδρεύουσαι λαθεῖν δύνανται. ἢ οἱ τὰς ναῦς ὑποδεχόμενοι τόποι. οἱ εὔδιοι καὶ καλοί· καὶ γίνεται παρὰ τὸ ναῦς καὶ τὸ λόχω τὸ κοιμῶμαι, ἐν ᾧ αἱ νῆες ἀναπαύονται. ἔνι ἔνεισι. διὸ ἀναστρέφεται.

ἀμφίδυμοι διττοὶ, ἀμφοτέρωθεν εἰσδύσεις, τουτέστιν ἐξ ἑκατέρου μέρους εἴσπλους καὶ καταγωγὰς ἔχοντες. ἢ διπλοῖ, εἰς οὓς ἔστι δύνειν, ἢ ἑκατέρωθεν εἰσδύσεις ἔχοντες. τῇ τόνγε μένον ἐκεῖ ἐν τῇ νήσῳ. ἢ ἑκατέρωθεν τῆς νήσου.