ΥΠΟΘΕΣΙΣΤὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ ἐν ἀσκῷ ἀνέμους. λύσαντες δὲ οἱ ἑταῖροι κοιμωμένου Ὀδυσσέως ὑπονοστοῦσι πρὸς Αἴολον. καὶ ὡς εἰς Λαιστρυγονίαν ἀφίκοντο, ἔνθα ἕνδεκα ναῦς ἀπώλεσε. καὶ ὅσα ἔπαθε παρὰ Κίρκῃ μεταμορφωσάσῃ αὐτοῦ τοὺς ἑταίρους εἰς σῦς καὶ πάλιν ἄνδρας ποιησάσῃ. καὶ ὅπως αὐτὸς ταύτην διέφυγε παρʼ Ἑρμοῦ φάρμακον λαβὼν τὸ μῶλυ καὶ παρʼ αὐτῇ τὸν ἐνιαυτὸν ἔμεινεν. ΑΛΛΩΣὍτι Ὀδυσσεὺς διηγεῖται πῶς Αἴολος αὐτὸν ἐξέπεμψεν εἰς τὴν πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προσιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφικνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλόχου αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ ἀποπεμφθῆναι δεηθεὶς εἰς Ἅιδην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τειρεσίου. ΑΛΛΩΣἈφηγεῖται ἐνταῦθα Ὀδυσσεὺς πῶς παρεγένετο εἰς Αἰολίαν νῆσον, ἐν ᾗ κατῴκει Αἴολος, καὶ ἀσκῷ βοείῳ δήσας τοὺς ἀνέμους δέδωκε, μόνον ζέφυρον ἐάσας ἔξω, μετὰ τὸ φιλοξενίσαι αὐτόν. καὶ ὅπως νομίσαντες οἱ αὐτοῦ ἑταῖροι θησαυρὸν εἶναι λύουσι τὸν ἀσκὸν, καὶ πάλιν ἀντιπνευσάντων ἀνέμων αὐτοῦ κοιμωμένου μετὰ ἐννέα ἡμέρας καὶ νύκτας πλέοντες εἰς Αἰολίαν παραγίνονται. οὓς ἰδὼν Αἴολος μετʼ αἰσχύνης ἀπεδίωξεν εἰπὼν οὐ δίκαιον εἶναι οὓς οἱ θεοὶ μυσάττονται, τούτοις βοηθεῖν. διηγεῖται δὲ καὶ περὶ τῆς Κίρκης καὶ ὅπως ἐθηριοποίησε τοὺς αὐτοῦ ἑταίρους. ὕστερον αὐτὸς Ὀδυσσεὺς παρʼ Ἑρμοῦ τὸ μῶλυ λαβὼν καὶ ἀπελθὼν πρὸς Κίρκην οὐ μόνον ὅτι δοῦσα αὐτῷ μαγικὴν τροφὴν καὶ φαγόντα οὐκέτʼ ἐθηριοποίησεν, ἀλλὰ καὶ αὐτὸς τὸ ξίφος ἐπὶ ταύτην ἄρας ἔπεισε ταύτην ἐπιστρέψαι τοὺς αὐτοῦ ἑταίρους ἀπὸ χοίρων εἰς ἀνθρώπους· ὅθεν κἀκείνη θαυμάσασα αὐτὸν καὶ γνοῦσʼ Ὀδυσσέα εἶναι κατέχει αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ ἑταίρους ἐν τῷ οἴκῳ αὐτῆς τρέφουσα ἐπὶ χρόνον, συγκοιμωμένου αὐτῇ Ὀδυσσέως. διηγεῖται δὲ καὶ πῶς βουλῇ τῆς Κίρκης ἀπέρχονται ὠκεανὸν μαντευσόμενοι περὶ τῆς ἐπανόδου αὐτῶν.
διὸ τοὺς τόπους ἁπλῶς λέγει «Κυκλώπων δʼ ἐς γαῖαν», «Αἰολίην ῥʼ ἐς νῆσον», ποῦ δέ εἰσιν αὗται ἢ ποῦ κείμεναι οὐκέτι διασαφεῖ. πληθυντικοῖς δὲ ῥήμασι κέχρηται διὰ τὴν τῶν ἑταίρων συμπαρουσίαν.
Αἰολίην δʼ ἐς νῆσον Αἰολίαι νῆσοι πρὸς τῇ Σικελίᾳ ζʹ, Αἰόλη ἡ κατὰ τὸν πορθμὸν Στρογγύλη, Διδύμη, Ἱερὰ, Ἱκεσία, Λιπάρα, Ἐρικώδης, Φοινικώδης. οὐ τὰς Αἰόλου νήσους νῦν λεγομένας, ἀλλά τινα ἄλλην ἐκτετοπισμένην νῆσον λέγει. οἱ δὲ λέγοντες περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκραγαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους. τὰς δὲ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύλην καὶ τὰς λοιπὰς ἓξ, Διδύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικοῦσσαν, Φοινικοῦσσαν. τινὲς δὲ ταύτας τὰς νήσους ἐν τῷ Τυρρηνικῷ πελάγει κεῖσθαι λέγουσιν.
Αἴολος Ἱπποτάδης Δευκαλίων, ἐφʼ οὗ ὁ κατακλυσμὸς γέγονε, Προμηθέως μὲν ἦν υἱὸς, μητρὸς δὲ, ὡς οἱ πλεῖστοι λέγουσι, Κλυμένης, ὡς δὲ Ἡσίοδος Προνοής, ὡς δὲ Ἀκουσίλαος Ἡσιόνης τῆς Ὠκεανοῦ καὶ Προμηθέως. ἔγημε δὲ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας τῆς ἀντὶ τοῦ πυρὸς δοθείσης τῷ Ἐπιμηθεῖ εἰς γυναῖκα. γίνονται δὲ τῷ Δευκαλίωνι θυγατέρες μὲν δύο Πρωτογένεια καὶ Μελάνθεια, υἱοὶ δὲ Ἀμφικτύων καὶ Ἕλλην. οἱ δὲ λέγουσιν ὅτι Ἕλλην γόνῳ μὲν ἦν Διὸς, λόγῳ δὲ Δευκαλίωνος. ἐξ οὗ Ἕλληνος Αἴολος πατὴρ Κρηθέως, Ἀθάμαντος, Σισύφου. ἄλλος δέ ἐστιν ὁ Ἱππότου παῖς· ὁ δὲ Ἱππότης υἱὸς Μίμαντος. τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης τὸν Ὀδυσσέα ἐλθεῖν τὸν ἐκ Ποσειδῶνος. φυλάσσει δὲ Ὅμηρος τὸ εἰπεῖν ἐξ Ἱππότου. Αἴολοι δύο, οὗτος μὲν Ἱππότου τοῦ Μίμαντος, ἕτερος δὲ Ἕλληνος, ὃς ἦν Διὸς, οὗ καὶ Ἡσίοδος μέμνηται.
πλωτῇ ἐνὶ νήσῳ ἔνιοι μὲν τὴν ἐμπλεομένην, οἷον τὴν ἐν πλεομένοις τόποις κειμένην νῆσον, ἢ ἐπιθετικῶς λέγει τὴν Αἰολίαν. ὁ δὲ Ἀρίσταρχος πλωτῇ ἀντὶ τοῦ φορητῇ, οἷον περιφερομένῃ, ὡς ποτὲ μὲν ἐν τοῖς δεξιοῖς μέρεσι, ποτὲ δὲ ἐν τοῖς ἀριστεροῖς ὁρᾶσθαι, οἷον δή τι καὶ περὶ τὴν Δῆλον ἱστορεῖ Πίνδαρος λέγων οὕτως «ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι Δᾶλος παντοδαπῶν τʼ ἀνέμων ῥιπαῖς.» ἐν δὲ ἄλλῳ, προσπλεομένῃ ὑπʼ ἀνθρώπων, ἢ περιφερομένῃ ὑπὸ τῆς θαλάσσης. ἄμεινον δὲ τὸ πρότερον· εἰ γὰρ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν οὐδὲ ἐκ δευτέρου αὐτὴν εὗρεν ὁ Ὀδυσσεύς. ἢ περιρρεομένῃ. Ἄλλως. ἐν πλεομένοις τόποις κειμένῃ ὅτι εἰσὶ νῆσοι πλησίον ἠπείρου κείμεναι τὸ πρὸς τῇ ἠπείρῳ μέρος ἔχουσαι ὑφάλων πετρῶν πλῆρες, αἳ οὐ δύνανται περιπλέεσθαι. ὁ δὲ Ἀρίσταρχος περιφορητῇ· οἰκειότερον γάρ φησι μὴ ἐρριζῶσθαι τῶν ἀνέμων νῆσον. πλωτῇ οἱ μὲν μυθικῶς ἀπέδοσαν τὸ ἐπιπλέουσαν τῇ θαλάσσῃ· καὶ ἴσως τερατεύεται, ἵνα μὴ ζητῶμεν πῶς κεῖται. οἱ δὲ πλεομένην καὶ ἐν πλωτοῖς οὖσαν τόποις, ἐπειδὴ τὰ ἄλλα πρόσθε χωρία κακόξενα. οἱ δὲ τὴν προσορμιστὴν, ἀλλʼ οὐκ ἀμιχθαλόεσσαν.
χάλκεον ἰσχυρόν. ἀπρόσβατον γάρ ἐστι διὰ τὴν περὶ αὐτὸ λειότητα. χάλκεον ἄρρηκτον λείπει τὸ ἐστίν. πῶς ἄρρηκτον; ὅτι πέτρα περιτρέχει τὴν πόλιν περιβολῆς τάξιν ἐπέχουσα. λισσὴ δὲ πέτρη περιτρέχει τὴν πόλιν περιβόλου δίκην ἐπέχουσα.
τοῦ καὶ δώδεκα παῖδες καὶ τοῦτο εἰς εὐδαιμονίαν, ὅταν πάντων ἀπολαύωσι τῶν τέκνων. εὐδαίμων γὰρ τῷ μὴ ὑπὸ πολλῶν ἐξουσίαν δοῦναι τὰς θυγατέρας, ὃ καὶ περὶ τὴν Πριάμου οἴκησιν ἑωρῶμεν. ὑπὸ φιλοτεκνίας γὰρ παρʼ ἑαυτῷ ἀνέλαβε τοὺς ἄνδρας τῶν θυγατέρων. εὐδαιμονίας σημεῖον, ἔκ τε τῶν ἐναντίων ὅτι Τηλέμαχος ὀδύρεται τὴν μονογένειαν τοῦ οἴκου· «μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτεν».
ἓξ μὲν θυγατέρες Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνου γήμας ἐγέννησε θυγατέρας ἓξ καὶ ταύταις ἴσους υἱούς. εἰσὶ δὲ τοῖς μὲν ἄρρεσιν ὀνόματα Ἰόκαστος, Ξοῦθος, Φάλακρος, Χρύσιππος, Φερήμων, Ἀνδροκλῆς, ταῖς δὲ παρθένοις Ἴφη, Αἰόλη, Περίβοια, Δία, Ἀστυκράτεια, Ἡφαιστία. ὁ δὲ Εὐριπίδης ἑτέρως ἱστορεῖ. Ἄλλως. τινὲς ἀλληγοροῦντες Αἴολον μὲν λέγουσι τὸν ἐνιαυτὸν, δώδεκα δὲ παῖδας τοὺς μῆνας. τινὲς δὲ ὅτι παρετήρησεν, ἀστρολογίας ἔμπειρος ὢν, ἡλίου ὄντος ἐν ταύρῳ ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθʼ ἑαυτοὺς, ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος.
ἔνθʼ ὅγε θυγατέρας πόρεν υἱάσιν ἀρχαῖον ἔθος τὸ συνοικίζειν ἀδελφούς. καὶ ὁ Ζεὺς ἀδελφῇ οὔσῃ συνοικεῖ τῇ Ἥρᾳ. μεγίστη γὰρ εὐδαιμονία καθʼ Ὅμηρον ἡ ὁμοφροσύνη. ὅταν οὖν τῷ τῆς συνοικήσεως ἐπιτερπεῖ προσυπάρχῃ τι φυσικὸν φιλοστοργίας πάθος ἐκ γένους καὶ συνανατροφῆς παιδικῆς, διπλασιάζεται εὔνοια. ἀρχαῖον ἔθος, ὡς Ἀρχῖνος ἐν Θεσσαλικοῖς. πρῶτα δὲ Αἴολον ὁμομητρίας κόρας ἀδελφοῖς συνοικίσαι.
κνισῆεν ἤτοι εὔοσμον, ἢ κνίσης μέτοχον διὰ τὸ πλῆθος τῶν θυομένων. περιστεναχίζεται περιηχεῖται ἐκ τοῦ λαοῦ. στεναχίζεται χορείαις ἢ ᾠδαῖς. τὸ δὲ κνισσῆεν οὐ τὴν εὐδαιμονίαν μόνην σημαίνει τοῦ Αἰόλου, ἀλλὰ καὶ τὸ εὐσεβὲς τὸ εἰς τοὺς θεοὺς καὶ τὸ εἰς ἀλλήλους ὁμοφρονεῖν.
τρητοῖσι λέχεσσι ῥητορικῶς δευτέρῳ προοιμίῳ ἐχρήσατο. τρητοῖσι δὲ τοῖς καλῶς κατεσκευασμένοις ἢ τετορνευμένοις.
καὶ δώματα καλά γρ. καὶ τείχεα μακρά.
Ἴλιον περὶ τῆς Ἰλίου, περὶ τῶν νεῶν τῶν Ἀργείων, περὶ τοῦ νόστου τῶν Ἀχαιῶν. συντόμως ἑκατέρων τῶν ποιήσεων τὴν ὑπόθεσιν ἐδήλωσε.
δῶκε δέ μοι ἀσκὸν διὰ τὸ στερρὸν καὶ ἀρραγὲς τοιοῦτον ἀσκὸν δέδωκεν. ἐννεώροιο ἐνναετοῦς.
ἔνθα δὲ βυκτάων ἀνέμων τῶν ἀθρόως πνεόντων ἢ ἰσχυρῶς, καὶ πληρούντων τὰ ἱστία. λέγονται δὲ οὕτως ἐκ τοῦ ἄγειν βοήν. βυκτάων μεγάλως φυσώντων. ὠνοματοπεποίηται δὲ ἀπὸ τοῦ ἤχου τοῦ γενομένου, ἢ ἀπὸ τοῦ ταράττειν ἐκ βυθοῦ τὴν θάλασσαν. διὰ τί οὐκ αὐτὸς κατέχει τοὺς ἀνέμους, μόνον κελεύσας Ζέφυρον πνεῖν; ἐπεὶ καὶ δίχα τοῦ κλεῖσαι τὸν ἀσκὸν ἐδύνατο κελεῦσαι τῷ Ζεφύρῳ ἅτε δὴ τὴν ἐξουσίαν λαβὼν παρὰ τοῦ Διός. πῶς δʼ αὐτὸς καὶ ἐν Ἰλιάδι ὑποστησάμενος τοὺς ἀνέμους ἐν Θρᾴκῃ οἰκεῖν παρʼ Αἰόλῳ φησίν; εἴληπται μὲν τὸ πλάσμα πρὸς τὸν καιρὸν, διὸ οὐ δεῖ ζητεῖν τὰ τοιαῦτα· ἀνεύθυνα τὰ τῶν μύθων. οἱ δὲ εἰπόντες δαίμονας οἰκεῖν ἐν Θρᾴκῃ αὐτεξουσίους ὄντας, τῶν δὲ πνοῶν τὸν Αἴολον κρατεῖν. οἱ δὲ ἐμπειρίαν ἔχειν τὸν Αἴολον πνευμάτων μεταβολῆς, καὶ διὰ τοῦτο κατέχειν τὸν Ὀδυσσέα μηνὸς ἡμέραν ἕως οὗ εὕρῃ τὸν ἐπίφορον πρὸς Ἰθάκην. τινὲς δὲ ὅτι παρέστησεν ἀστρολογίας ἔμπειρος ὢν ὁ Ὀδυσσεὺς ἡλίου ὄντος ἐν ταύρῳ Ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθʼ ἑαυτοὺς, ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος. τινὲς δὲ τὰς νήσους ταύτας ἐν τῷ Τυρρηνικῷ πελάγει κεῖσθαι λέγουσιν, ἕτεροι δὲ ἐκτετοπισμένην νῆσον λέγουσιν. οἱ δὲ λέγοντες περὶ Σικελίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκραγαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους, τὰς δʼ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύλην καὶ τὰς λοιπὰς ἓξ, Διδύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικώδη, Φοινικώδη. κέλευθα Ἰωνικῶς τὰς κελεύθους κέλευθα εἶπε.
κεῖνον γὰρ προσφιλὴς γὰρ λίαν τοῖς θεοῖς Αἴολος.
μέρμιθι σχοινίῳ ἤτοι σύρματι ἀργυρῷ. μέρμιθι φαεινῇ προῳκονόμησεν, ἵνα τῷ δεσμῷ ἀπατηθῶσιν οἱ ἑταῖροι. καὶ γὰρ οὐδὲ ἐκ τῆς κουφότητος ἦν γνωρίσαι. προσεδέδετο γάρ.
ἀργυρέῃ ἵνα μὴ ἐκεῖνοι δυνηθῶσι βαστάξαντες αἰσθέσθαι τῆς κουφότητος, ἀπατηθῶσί τε τῇ ἀργυρέᾳ μέρμιθι. οἰκονομικῶς, ἵνʼ ἐκ τούτου ὑπονοήσωσι χρυσὸν ἤ τι τοιοῦτον ἐν τῷ ἀσκῷ ἐκ τῆς πολυτελείας τοῦ δεσμοῦ.
οὐδʼ ἄρʼ ἔμελλεν ἐκτελέειν οὐκ ἔμελλεν δὲ ἐς πέρας ἄγειν ταύτην τὴν βουλήν. ἐκτελέσειν πληρώσειν.
πατρὶς ἄρουρα οὐ τὴν οἰκείαν πατρίδα φησὶν, ἀλλὰ ἁπλῶς τὴν γῆν, ὡς κοινὴν οὖσαν πατρίδα.
πυρπολέοντας ἀντὶ τοῦ πυρσεύοντας ὅ ἐστι πῦρ καίοντας, ἢ περὶ πῦρ ἀναστρεφομένους. ἐγγὺς ἐόντες ἐόντες ἡμεῖς.
ὕπνος ἐπέλλαβε γρ. ἐπήλυθε. γλυκὺς ὕπνος οὐ κατηγορεῖται ὡς φίλυπνος, ὅτι γὰρ ἠγρύπνησε νυκτός. κοιμᾶται οὖν ἵνα μὴ ὅτε δεῖ τοὺς οἰκείους ἀσπάσασθαι τοῦτο ποιῇ. οὐδὲ γὰρ ἐδεδίει οὔριον ἔχων πνεῦμα καὶ τὴν πατρίδα ὁρῶν.
πόδα νηὸς τὸν μεταγωγὸν τοῦ κέρατος κάλων· ἢ τὸ πηδάλιον. οὐδέ τῳ ἄλλῳ οὐδὲ ἄλλῳ τινὶ τῶν ἐμῶν φίλων τὸ πηδάλιον ἐνεχείρισα.
οἱ δʼ ἕταροι διὰ τί οὐ προεῖπεν αὐτοῖς; ἐπειδὴ οὐκ ἤλπιζεν ὑπονοήσαντας ὡς κακουργῆσαι. καὶ γὰρ τῶν ἐν Ἰσμάρῳ λαφύρων τὴν ἴσην μοῖραν ἔδωκε καὶ τῶν ἀγρίων αἰγῶν καὶ τὰ περὶ Κύκλωπας. ἐβάσκαινον γὰρ τὸ πολυτελὲς τοῦ δεσμοῦ εἰς ὑποψίαν λαμβάνοντες. ἴσως οὖν τὸ πολυτελὲς τοῦ δεσμοῦ ἠπάτησεν αὐτούς.
καί μʼ ἔφασαν πόθεν τεκμηράμενοι; ὁ γὰρ ἀσκὸς κοῦφος ἅτε πλήρης ἀνέμων. λύεται δʼ ἐκ τῆς λέξεως· πρόκειται γὰρ ὡς ἐλέγετο περὶ τοῦ Αἰόλου αὐτοῦ «νηῒ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ». διὰ τοῦτο οὖν ἐβάσκηναν ὅ τε δεσμὸς πολυτελὴς αὐτοῖς ὑποψίαν ἐδίδω. πῶς ἄγοντες αὐτὸν εἰς τὴν ναῦν οὐκ ᾔσθοντο κοῦφον ὄντα; ἀλλʼ ἐν νηῒ κατέδει μέρμιθι ἀργυρέῃ.
καὶ τίμιός ἐστιν γράφεται, καὶ τιμῇς, ἤτοι τιμήεις.
ὅτεων διχῶς, ὅτεων καὶ ὁτεῶν. ἐκράτησε δὲ ὅτεων προπαροξυτόνως. καὶ γαῖαν ἵκηται γρ. καὶ δώμαθʼ ἵκηται.
ληΐδος ὅτι διῃρημένως ἀναγνωστέον. βούλεται γὰρ λέγειν στρατιωτικῆς λείας, ὡς ὅτε «οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος» ἐκτελέσαντες Ζηνόδοτος, ἐκτελέοντες.
οἴκαδε νισσόμεθα γράφεται, οἴκαδʼ ἐνεισόμεθα. νεισόμεθα ἀπελευσόμεθα.
τάδʼ ἔδωκεν οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ, τὰ δέδωκε, καὶ, τά γʼ ἔδωκε. καὶ, τάγε δῶκεν, Ἡρωδιανός.
ὅττι τάδʼ ἐστίν τί εἰσι καὶ κατὰ τὴν ποσότητα. ὅθεν καὶ ἐπεξηγήσατο, ὅσσος τις χρυσὸς καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
ὅσσος τις χρυσός οὐ γὰρ βαστάσαντες ἔλυσαν, ἀλλὰ κείμενον· ἐν γὰρ κοίλῃ νηῒ κατέθηκεν ὁ Αἴολος.
ἀποφθίμην ἀποφθαρείην, ἀναιρεθείην.
ἦ ἀέκων ὁ δεύτερος η περισπασθήσεται.
αὖτις ἐπʼ Αἰολίην ἐφʼ ἣν καὶ οἱ ἄνεμοι κατὰ πρόσταγμα ὑπέστρεφον πρὸς Αἰολίην.
ἐπʼ ἠπείρου βῆμεν ὅτι τὴν νῆσον ἤπειρον εἶπε κατὰ τὴν διαίρεσιν τοῦ ὑγροῦ, ὡς εἰ ἔλεγεν ἐπὶ τὴν γῆν ἔβημεν.
βῆν εἰς Αἰόλου κλυτὰ δώματα, τὸν δʼ ἐκίχανον ὁ στίχος σφηκώδης. σφηκῶδες δέ ἐστι τὸ ἐλλεῖπον ἐν μέσῳ τοῦ στίχου χρόνου, ὡς ἐνταῦθα. χρῄζει γὰρ ὁ δεύτερος ποὺς χρόνου. τὸ γὰρ αιο τροχαῖός ἐστιν. ἀλλὰ τὸ ο μονόχρονον ὡς δίχρονον λαμβάνομεν. ὁ στίχος λαγαρός ἐστιν.
ἐλθόντες δʼ ἀνὰ δώματʼ ἐπὶ σταθμοῖσιν γρ. πρὸς δῶμα παρὰ σταθμοῖσιν.
ἔχραε ἐβάρησε, μετὰ βλάβης ἐπέθετο. μετὰ βλάβης ἐπῆλθε καὶ κακῶς. μανικῶς ἐπέθετο.
ὄφρʼ ἂν ἵκηαι γρ. καὶ ὄφρʼ ἀφίκοιο.
ἀλλʼ ἀκέσασθε, ὦ Αἴολε καὶ οἱ σὺν αὐτῷ παῖδες. ὀρθοτονητέον τὴν ὑμῖν. τὸ δὲ ἐν οὐ σημαίνει τὸ ἔνεστι.
μαλακοῖσι καθαπτόμενος ἐπέεσσι Ζηνόδοτος, μαλακοῖσιν ἀμειβόμενος, γράφει. καὶ ἔστι χαριεστάτη ἡ γραφή· οὐ καθάπτεται γὰρ αὐτὸν, ἀλλʼ ἱκετεύει. καθικνούμενος, ὀνειδίζων, ἐπιπλήττων. οὐχ ὅτι ἐπιπλήττει, ἀλλὰ καταπραΰνων καὶ ὑποπείθων.
ἔρρʼ ἐκ νήσου καὶ πῶς ἤμελλεν ἀπὸ Φαιάκων τυχεῖν κομιδῆς ταῦτα καθʼ ἑαυτοῦ λέγων; ἀλλʼ ἀπέδειξε τοὺς ἑταίρους αἰτίους ὄντας· ἐλεεινότερον οὖν ἑαυτὸν ἀποδείκνυσιν. ἔρρʼ μετὰ φθορᾶς ἀναχώρει.
κομιζέμεν ἐπιμελεῖν. κακῶς δέ φησι ταῦτα πρὸς τὸν Ἀλκίνοον ἐκφέρειν, ὡς θέμις καὶ αὐτὸν διαβάλλειν. ἀλλʼ Ὀδυσσεὺς ἡγεῖται ὡς οὐκ ἰδίου ὄντος τοῦ ἁμαρτήματος, ἀλλὰ τῶν ἑταίρων.
ἔρρʼ, ἐπεὶ ἀθανάτοισιν γρ. ἔρρε ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδʼ ἱκάνεις.
ἀκαχήμενοι διὰ τί ἀκαχήμενοι; ἐπὶ τῇ ἡμῶν αὐτῶν ματαιότητι, ὅτι οὐκέτι ἐφαίνετο πομπή. ματίῃ δὲ ματαιότητι, φρενοβλαβείᾳ, ματαιολογίᾳ, ματαιοπραγίᾳ. γίνεται δὲ ἀπὸ τοῦ ματῶ ματία, ὡς ἁμαρτῶ ἁμαρτία. ἔστι δὲ Ὁμηρικόν.
ὑπηρεσία ἡ δουλεία, ὑπειρεσία δὲ ἡ κωπηλασία.
ἡμετέρῃ ματίῃ ἐπὶ τῇ ἡμῶν ματαιότητι οὐκέτι ἐφαίνετο ἡ πομπή. τὸ δὲ «ματίῃ» ματαιότητι καὶ ἁμαρτίᾳ. συμπαθῶς δὲ ἑαυτὸν παρέλαβε διὰ τὸ κοιμηθῆναι. εὐγνωμόνως καὶ ἑαυτὸν παραλαμβάνει εἰς τὴν ἁμαρτίαν, ὅτι ἀφύπνωσεν. ἢ ὅτι προσαγωγόν ἐστι τὸ μὴ ἀλαζονεύεσθαι, ὅτι αὐτὸς μὲν διεπράξατο τὴν σωτηρίαν παρʼ Αἰόλου, ἐκεῖνοι δὲ ἐξήμαρτον λύσαντες τὸν ἀσκόν.
Λάμου αἰπὺ πτολίεθρον ἀπὸ τοῦ βασιλεύσαντος Λαιστρυγόνων Λάμου τοῦ Ποσειδῶνος παιδός. ἢ ὄνομα Λαιστρυγόνος. Ἄλλως. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ «Ἰλίου ἐξαλάπαξε πόλιν» τὴν Ἴλιον. καὶ αὐτὴ μὲν καλεῖται Λάμος, οἱ δὲ ἐνοικοῦντες Λαιστρυγόνες. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ «Ἰλίου ἐξαλάπαξε πόλιν,» ἵνα αὐτὴ μὲν καλῆται Λάμος, οἱ δὲ ἐνοικοῦντες Λαιστρυγόνες. ἀλλʼ ἐπιφέρει «τηλέπυλον Λαιστρυγονίην,» τὸ μὲν ὄνομα τῆς πόλεως, ὅ ἐστι Λαιστρυγονία, Λάμου δὲ πτολίεθρον ἀπό τινος βασιλέως Λάμου, ὡς καὶ Πύλον Νηλῆος τὴν Πύλον φησίν.
τηλέπυλον μεγάλην. τῶν γὰρ τοιούτων πολὺ διεστᾶσιν αἱ πύλαι. τινὲς δὲ κύριον τὸ Τηλέπυλον ἐξεδέξαντο. οἱ δὲ τηλέπυλόν φασι μακρόπυλον, οὐ τῷ διαστήματι, ἀλλὰ τῷ πλάτει τῆς πύλης ἢ τῷ μήκει. πόρρω ἀλλήλων καὶ διασταδὸν τὰς πύλας ἔχουσαν· ἢ μακρόπυλον. Λαιστρυγονίην τὴν τῶν Λαιστρυγόνων. Λαιστρυγόνες δὲ οἱ τὴν Λάμον οἰκοῦντες. τὴν Λαιστρυγονίην οἱ νεώτεροι Σικελίαν φασί. ποιμένα ποιμὴν τὸν βουκόλον ὁ τῶν μήλων νομεὺς, διὰ τὸ πολλὰ εἶναι τὰ πρόβατα. καταχρηστικῶς εἴρηκε ποιμένα καὶ τὸν βουκόλον. ὅθι ποιμένα ὁμωνύμως τῷ γένει τὸ εἶδος εἶπεν, ἀντὶ τοῦ νομεὺς νομέα, ἤτοι ἔνθα οἱ νομεῖς ἀλλήλους προσφθέγγονται διὰ τὸ πλησίον εἶναι τὰς νομάς. ἢ μᾶλλον τοῦ διαστήματος τὸ ἀπεναντίον τῶν πυλῶν μέτρον ἀπέχειν, καὶ οὕτως τὴν φωνὴν ἀκούεσθαι τοῦ τε εἰσελαύνοντος καὶ τοῦ ἐξελαύνοντος, ὥσπερ ποτʼ ἔχει καὶ αὐτῷ «ὅσον τε γέγωνε βοήσας».
ἠπύει προσαγορεύει, φωνεῖ.
ἄοκνος γρ. ἄϋπνος.
τὸν μὲν βουκολέων κατὰ μὲν τὸν καιρὸν τῆς νυκτὸς βουκολέων, διὰ τὸν οἶστρον, ὅς ἐστι πολέμιος τοῖς βουσὶ, κατὰ δὲ τῆς ἡμέρας βόσκων πρόβατα. δύναται οὖν τις, φησὶ, ... ἐκεῖ λαμβάνειν δύο μισθοὺς, ἐπειδὴ τῆς ἡμέρας καὶ τῆς νυκτὸς αἱ νομαὶ ἐγγύς εἰσι καὶ οὐ πόρρω.
ἐγγὺς γὰρ νυκτός τοῦτο λέγει ὅτι νυκτὸς μὲν βουκολοῦσι διὰ τοὺς μύωπας, οἵτινες ἐν ἡμέρᾳ τοὺς ταύρους ἐνοχλοῦσιν. τῆς ἡμέρας ἡ ὁδὸς ἐγγὺς εἶναι πέφυκε τῆς νυκτός. τοῦτο δὲ ἔφη ὡς μὴ τῆς ἡμέρας ἀφισταμένης τῆς νυκτὸς, ἀλλὰ τῇ παρελεύσει αὐτῆς εἰσέρχεσθαι νύκτα ἐν ἀκαρεῖ. Ἄλλως. πλησίον γὰρ τῆς πόλεώς εἰσιν αἱ νυκτεριναί τε καὶ ἑωθιναὶ νομαὶ, καὶ τοσοῦτον πλησιάζουσιν ὡς τὸν ἐξελαύνοντα τῆς πόλεως ἀκούειν τῶν ἐν ἀγροῖς. Ἄλλως. Κράτης βραχείας αὐτοῦ ὑποτίθεται τὰς νύκτας. καὶ γάρ φησιν αὐτοὺς εἶναι περὶ τὴν κεφαλὴν τοῦ δράκοντος, περὶ ἧς Ἄρατός φησι «κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.» ὅθεν σύνεγγυς οὐσῶν τῶν ἀνατολῶν ταῖς δύσεσι λέγειν τὸν ποιητὴν «ἐγγὺς γὰρ νυκτός τε» καὶ τὰ ἑξῆς, παρὰ τὸ πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος κελεύθοις, ἢ τὴν νύκτα ἐγγὺς τετάχθαι τῆς ἡμέρας βραχυτάτην οὖσαν. τὸν οὖν καθεύδειν παραιτούμενον διπλοῦς μισθοὺς λαμβάνειν, ἢ τὸν ἐν ὕπνῳ τὸ τῆς ἡμέρας πολὺ καταχρώμενον. αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ ἐγγύς εἰσι τῆς πόλεως. φασὶ δὲ τοὺς Λαιστρυγόνας κατεσχηκέναι τὴν τῶν Λεοντίνων περὶ Σικελίαν χώραν, ἐν ᾗ γεννᾶσθαι πολλὴν μύωπα καὶ τὸν οἶστρον, ὥστε τὰ μὲν λάσια τῇ ἡμέρᾳ νέμεσθαι, τὰ δὲ ψιλὰ τῇ νυκτί. καὶ οὕτως τὸν δυνάμενον ἀγρυπνεῖν δύο μισθοὺς ἀποφέρεσθαι. Κράτης δέ φησι κατὰ τὴν τοῦ δράκοντος αὐτοὺς κατηστερίσθαι κεφαλὴν, περὶ ἧς Ἄρατος λέγει «κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.» ὥστε πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα, ὡς ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. εἴ τις οὖν δύναται διαγρυπνεῖν, διττοὺς κομίζεται μισθούς. ὅτι τὰ ἔννομα περὶ τὴν πόλιν διὰ τὸ ἀγεώργητα εἶναι τὰ προάστεια, εἶναι δὲ ταῖς ἄλλαις πόλεσιν ἐν ὄρεσι καὶ πόρρω. διὰ τοῦτο οὐ δύναταί τις δύο μισθοὺς ἆραι. τοῦ γὰρ ἡλίου ὄντος ἐν θερινῷ τροπικῷ τοὺς ἀρκτῴους ἀνθρώπους μεγίστην τὴν ἡμέραν ἔχειν, καὶ μὴ ἔχειν νύκτα· τὴν γὰρ νύκτα μόνον μιᾶς ὥρας διάστημα εἶναι, τουτέστι τὴν ἡμέραν εἶναι κγʹ ὡρῶν. δῆλον δὲ ὅτι τοῖς βορειοτέροις μεγίστη τῶν νοτιωτέρων ἡμέρα. περὶ τούτων καὶ Ὅμηρος τῶν τόπων μνημονεύει νῦν. φησὶ γὰρ ὅτι «τηλέπυλον Λαιστρυγονίην—νομεύων.» ..ὶ γὰρ δύναταί τις δουλεῦσαι ..ὰ δύο ἡμέρας.
ἔνθʼ ἐπεὶ τότε ἐπειδὴ εἰς λιμένα τὸν ἄξιον θαύματος ἤλθομεν, ἐκεῖ ἔσω τὰς ναῦς ὡρμίσαμεν. ἐς λιμένα κλυτὸν εἰρωνικῶς, ἔνθα τοὺς ἑταίρους ἀπώλεσεν.
ἀκταὶ δὲ προβλῆτες αἱ προβεβλημέναι ἐν τῇ θαλάσσῃ πέτραι καὶ προέχουσαι ἀπὸ τῶν αἰγιαλῶν στενὸν ποιοῦσαι τὸν εἴσπλουν.
ἐν στόματι ἐν τῇ εἰσβολῇ τοῦ λιμένος. δασυντέον τὸ ἁραιή.
ἀντὶ τοῦ εἰσεῖχον, ὡς μὴ συγχεῖσθαι τὸ ἔνδον. τὸ δὲ ἔχον ἀντὶ τοῦ ἤλαυνον. τὸ δὲ ἑξῆς, τότε ἐπειδὴ εἰς τὸν λιμένα ἤλθομεν τὸν ἄξιον θαύματος, ἐκεῖ ἔσω τὰς νῆας ὡρμίσαμεν.
αὐτὰρ ἐγὼν προοικονομεῖ τὸν τρόπον τῆς φυγῆς τοῦ Ὀδυσσέως.
παιπαλόεσσαν τραχεῖαν. ἔνθεν κἀν τῇ συνηθείᾳ παιπάλιμον λέγομεν ἄνδρα τὸν τραχὺν καὶ μὴ ἁπλοῦν.
οὔτε βοῶν βοῶν ἔργα ἡ ἠροτριασμένη γῇ, ἀνδρῶν δὲ ἀμπελὼν καὶ τὰ τοιαῦτα.
προΐειν προέπεμπον.
σῖτον ἔδοντες καὶ πῶς ἄγριοι ὄντες ἐχρῶντο τῇ διαίτῃ ἀπὸ τῆς μάζης;
ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κήρυκα.
οἱ δʼ ἴσαν ἐναντίον ἐστὶ τὸ παριστᾶν τοὺς Λαιστρυγόνας ὠμοφάγους τῷ παραφέρειν ἑαυτοῖς ὕλην. λύοιτο δʼ ἂν ἐκ τοῦ ἔθους· εἰθίσμεθα γὰρ τῇ ὕλῃ καὶ εἰς ἄλλο χρῆσθαι, πρός τε ἀλέαν καὶ εἰς φῶς καὶ κατασκευήν. ᾗπερ ἅμαξαι τινὲς πιθανῶς γρ. ᾗ κεν ἅμαξαι.
καταγίνεον κατεβίβαζον. ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν ἐκ τῆς τοῦ ἄγω παραγωγῆς, νῦν δὲ τὸ καταφέρειν.
σύμβλητο ἤρχετο.
θυγατρὶ ἰφθίμῃ γενναίᾳ κατὰ τὸ σῶμα.
Ἀρτακίην ὄνομα κρήνης. εἶπον δὲ τὸ ὄνομα παρὰ Κίρκης μαθόντες. λέγει γὰρ «οἶδα καὶ αὐτὴ ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες». ἢ κατὰ τὸ σιωπώμενον παρὰ τῶν φυγόντων μαθόντες παρὰ τῆς Κίρκης ἐπύθοντο.
τῶν δʼ εἴη βασιλεὺς τῶν ἐν τῇ πόλει κατοικούντων, τὸ δὲ οἷσιν Ἀρίσταρχος διὰ τοῦ τ, καὶ τοῖσιν ἀνάσσοι, ἀντὶ τοῦ τίνων.
τὸ τήν δὲ περισσὸν, σημαίνει δὲ καὶ τὸ ἄρθρον τὸ τήν.
ἔστυγον ἐφοβήθησαν, ἐξεπλάγησαν. ἡ γὰρ Στὺξ ἐκπληκτική ἐστιν. ἔστυγον αὐτὴν—τοῖσιν ἐμήσατο τοῖς ἐκ τῶν ἕνδεκα νεῶν· τῶν γὰρ τριῶν πεμφθέντων ἕνα μόνον ἔλαβον, οἱ δὲ ἐσώθησαν εἰς τὴν ναῦν.
Ἀντιφατῆα ἀπὸ τῆς Ἀντιφάτους γενικῆς· τὸ δὲ Ἀντιφάταο ἀπὸ τῆς Ἀντιφάτης εὐθείας.
δεῖπνον γρ. δόρπον.
ἴφθιμοι γενναῖοι. ἐπιφέρει γοῦν ὅτι «οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.» Γίγαντας δὲ τοὺς μεγάλους καὶ εὐτραπέλους τὸ σῶμα.
ἀνδραχθέσι χερμαδίοισι ἤτοι τοῖς δυναμένοις ἄνδρα καταβαρύνειν. ἢ ἅπερ αὐτοῖς μὲν ἦν χερμάδια, ἄλλων δὲ ἀχθοφορήματα· ἢ μέγα βάρος παρέχουσι τοῖς βαστάζουσι. μέγα βάρος παρέχουσι τοῖς βαστάζουσιν ἀνδράσι· ἢ εὐγενέσι, τοῖς δυναμένοις ἄνδρα καταβαρύνειν· ἢ μεγάλοις.
ἰχθῦς δʼ ὣς πείροντες ἀντὶ τοῦ νηχόμενοι καὶ περῶντες ὥσπερ ἰχθύες. ἢ διαπείροντες ὡς ἰχθύας. γράφεται καὶ, σπαίροντες. πείροντες δὲ καὶ ἀντὶ τοῦ διείροντες. ἤτοι περῶντες καὶ νηχόμενοι ὡς ἰχθῦς. ἢ πείροντες αὐτοῖς τοῖς ὀδοῦσιν. τὸ οὖν πείροντες ἀντὶ τοῦ περῶντες τὸν λιμένα καὶ διανηχόμενοι ὡς ἰχθύες. εἰ δὲ γράφεται «ἰχθῦς ὣς εἴροντες ἀτερπέα δαῖτα φέροντες,» ὁ νοῦς αὐτοῦ οὕτως, ὡς ἰχθῦς αὐτοὺς συνείροντες καὶ ὁρμαθοὺς ποιοῦντες ἔφερον εἰς τοὺς οἴκους. ἢ ἴσως ξύλοις ἀπεξυσμένοις διέπειρον αὐτοὺς καὶ ὡς ἰχθύας ἐκ τῆς θαλάσσης ἀνείλκοντο. ἔφερον εἰς οἶκον ἵνα φάγωσιν. δῆλον δὲ ἐκ τούτου ὅτι ᾔδεσαν ἰχθύων τροφήν. οἰκεῖον δὲ ἡ εἰκὼν, ἐπεὶ ἐκ θαλάσσης ἐλάμβανον ἰχθύων τρόπον καὶ κατήσθιον. ἀτερπέα δαῖτα πένοντο Ἀρίσταρχος φέροντο. ἄλλοι δὲ δαῖτα πένοντο. Ἀριστοφάνης «ἰχθῦς δʼ ὣς εἴροντες.» κατέστη ἴδιον τὸ ἰχθῦς καὶ τὸ φέροντο Ζηνοδότῳ, ἐν δὲ ἄλλοις πείροντες. γρ. φέροντο. φέροντο προσεφέροντο.
οἵδʼ ἅμα τοῦτο μὲν ἐμφαντικόν. ἔνιοι δὲ γράφουσιν, οἵδʼ ἄρα πάντες. Καλλίστρατος δὲ καὶ Ῥιανὸς διὰ τοῦ λ, οἵδʼ ἅλα πάντες. ἀνέρριψαν ἀνεκινήθησαν εἰς τὸ κωπηλατεῖν.
ἐπηρεφέας φύγε πέτρας τὰς τοῦ στόματος πέτρας, οὐ τὰς βαλλομένας· ἤτοι ἄνωθεν ἐπηρεφεῖς, ἢ ἐπικεκλιμένας καὶ βαλλομένας κατὰ τῆς νηός.
Αἰαίην δʼ ἐς νῆσον ὄνομα νήσου. ταύτην ἔνιοί φασι τὸ νῦν Κίρκαιον πρὸς τῇ Ἰταλίᾳ.
αὐδήεσσα ἤτοι περιβόητος· ἢ εἰς διάλεξιν καὶ προσαγόρευσιν ἀνθρώποις ἐρχομένην· ἢ καθὸ ἐπίγειός ἐστιν. Ἀριστοτέλης οὐδήεσσα. τὸ «Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς, αὐδήεσσα» σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός· διὰ σημείων γὰρ καὶ οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ διʼ ὀνείρων καὶ οὐκ αὐδῆς φθέγγονται οἱ θεοί. καὶ αἱ ἐφετμαί· «οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων» τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη «καλὸν ἀοιδιάει», ὡς ἄνθρωπος.
ὀλοόφρονος τοῦ συνετοῦ καὶ ὁλόκληρα φρονοῦντος. ἢ ὀλέθρια φρονοῦντος. καὶ γὰρ μάγος ἦν. ἐπεὶ τοὺς μετὰ Ἰάσονος ἀριστεῖς ἀποκτεῖναι ἠθέλησε· τῆς γὰρ περὶ τοὺς Ἀργοναύτας φήμης ἐπὶ τοῖς ἀνθρώποις οὔσης ἀδήλου ἐπὶ βραχὺ ἠσθημένος αὐτοῖς ὁμοίως ἔοικε τὴν Αἰαίαν ἀπὸ τοῦ Αἰήτου ὠνομάσθαι. Αἰήταο Αἰήτης Κόλχων βασιλεὺς, πατὴρ Μηδείας, Κίρκης ἀδελφός.
ἄμφω ἤτοι ὁ Αἰήτης καὶ ἡ Κίρκη ἐγεννήθησαν ἐκ τοῦ Ἡλίου. φαεσιμβρότου ἠελίοιο τοῦ τὸ φῶς τοῖς ἀνθρώποις φαίνοντος.
ἐκ Πέρσης Πέρση Ὠκεανοῦ μὲν ἦν θυγάτηρ, Ἡλίου δὲ γυνή. Ἡλίου δὲ καὶ Πέρσης Αἰήτης καὶ Κίρκη. Ἡσίοδος δὲ καὶ τὴν Ἑκάτην Περσηΐδα λέγει.
κατηγαγόμεσθα κατάγεσθαί φασι τὸ ἀπὸ θαλάττης εἰς λιμένα ἐλθεῖν, καὶ ἀνάγεσθαι τὸ ἀνάπαλιν. δοκοῦσι γὰρ κατὰ τῆς ἀκτῆς ἔρχεσθαι.
ναύλοχον ἤρεμον, παρὰ τὸ λάζεσθαι· ἢ κεκρυμμένον, παρὰ τὸν λόχον. Ἄλλως. τὸν εἰς φυλακὴν τῶν νεῶν ἐπιτήδειον· ἢ ἐν ᾧ ὡσπερεὶ κοιμῶνται αἱ νῆες· ἢ τὸν τὰς ναῦς κρύπτοντα ἢ ὑποδεχόμενον. ἐγὼ δὲ ναύλοχον λέγω ἐκ τοῦ λοχᾶσθαι καὶ κρύπτεσθαι ἐν αὐτῷ τὰς νῆας.
εἰς τὸ κείμεθα στικτέον.
ἀλλʼ ὅτε ἡ ἡμέρα ἐποίησεν ἑαυτῆς τέλος.
ἀνήϊον ἀνήρχοντο τόπον ὑψηλὸν, ἀφʼ οὗ ἔστι περισκέψασθαι καὶ ἀποσκοπεῦσαι.
διὰ δρυμὰ διὰ δρυμῶν πυκνῶν καὶ τῆς ὕλης. ἀντιπτώσει γὰρ ἐνταῦθα κέχρηται. δρυμὸς ὁ κατάπυκνος τοῖς δένδροις τόπος, δρύομός τις ὤν.
αἴθοπα Ἀρίσταρχος τὸν ἐκ τοῦ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, ἀναδιδόμενον.
δοάσσατο κυρίως δοάσασθαι τὸ δυοῖν ἑλέσθαι θάτερον. ἔστι δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς οὐ μόνον ἀντὶ τοῦ ἔδοξεν, ἀλλὰ καὶ ἀντὶ τοῦ ᾑρέθη, προεκρίθη. πρῶτον μὲν ἐλθεῖν εἰς τὸν αἰγιαλὸν καὶ δοῦναι τοῖς φίλοις αὐτοῦ δεῖπνον, εἶτα στεῖλαι αὐτοὺς εἰς τὸ μαθεῖν τὰ ἐν τῇ χώρᾳ ἐκείνῃ.
δεῖπνον ἑταίροισιν δόμεναι ἴσως διὰ τὸ ὀλίγα εἶναι τὰ σιτία αὐτὸς ἐφύλασσεν.
ᾖα καὶ ὑπῆρχον. κανονίζεται δὲ οὕτως. ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος ἦκα, ὁ μέσος εἶα, καὶ διαλύσει καὶ τροπῇ τοῦ ε εἰς η ᾖα.
διὰ τὴν σπάνιν τῶν ἐπιτηδείων καὶ παρακινδυνεύειν ἀναγκάζονται.
κατήϊεν ἐΐω τὸ πορεύομαι, καὶ ὁ παρατατικὸς ἤϊον, ἤϊες, ἤϊε, καὶ κατήϊεν.
δὴ γάρ μιν ἔχειν τὸν ἔλαφόν φησιν ὑπὸ τοῦ ἡλίου ἐκκεκαῦσθαι καὶ ὡς ἐν πυρὶ γεγονέναι, διὸ καὶ ἐπὶ τὸν ποταμὸν κατιέναι τοῦ πιεῖν ἕνεκα. Ζηνόδοτος, δὴν γάρ μιν.
κατʼ ἄκνηστιν καταχρηστικῶς φησιν ὁ Ἀρίσταρχος ἐπὶ τῶν θηρίων εἶναι τὴν ἄκνηστιν. οὐ γὰρ αὐτὴν μόνην ἀδυνατοῦσι κνήσασθαι, ἀλλὰ καὶ τὴν ὀσφῦν καὶ τὸν τράχηλον. Ἄλλως. δεῖ γινώσκειν ὅτι αὐτὸς ἐπεξηγεῖται τί ἐστιν ἄκνηστις διὰ τοῦ εἰπεῖν μέσα νῶτα, ἤτοι ἡ ῥάχις, ἢ τὰ μέσα τῶν τετραπόδων, παρὰ τὸ μὴ δύνασθαι κνήσασθαι. κατὰ τὴν ῥάχιν. καὶ γίνεται ἐκ τοῦ κνήθω κνήσσω κνῆστις καὶ ἄκνηστις, τὸ μὴ δυνάμενον κνηθῆναι.
μακὼν μηκέω μηκῶ, ὁ μέλλων μηκέσω, ὁ ἀόριστος ἐμήκησα, ὁ δεύτερος ἔμακον, ἡ μετοχὴ ὁ μακών. ὠνοματοπεποίηκε τὴν λέξιν, οἷον, ποιὰν φωνὴν καὶ ἄσημον ἀποτελέσας.
ἐμβαίνων γρ. διὰ τοῦ μ ἐν πάσαις, ἐπιβὰς, πλησιάσας, ὡς τὸ «λὰξ ἐν στήθεσι βάς»
ῥῶπάς τε λύγους τε ἱμαντώδη φυτὰ ἐπιμήκεις καὶ εὐκάμπτους ῥάβδους ἔχοντα.
καταλοφάδια ὑφʼ ἓν ἀναγνωστέον ὡς τὸ κατωμάδια καὶ τόνῳ καὶ σημαινομένῳ. Ἄλλως. καταλοφάδια ἀντὶ τοῦ καταλοφαδίως. οὕτως δὲ δεῖ νοεῖν ὅτι ἐβάσταζε τὴν ἔλαφον ὁ Ὀδυσσεὺς μεταξὺ τῆς κεφαλῆς καὶ τῶν ὤμων μέσον γὰρ τῶν ποδῶν τῶν ἄνω ἔσχε τὴν ἰδίαν κεφαλὴν ὁ Ὀδυσσεύς. κατεῖχε δὲ τοὺς δύο πόδας συνδεδεμένους ταῖς δύο χερσὶ σκηριπτομέναις τῷ δόρατι. καταλοφάδεια κατὰ λόφου καὶ αὐχένος, κατὰ τραχήλου. οὔπως ἦεν Ἀριστοφάνης δὲ, οὔπως εἶχον. οὔπω εἶχεν οὐκ ἐνεδέχετο ἔχειν.
χειρὶ φέρειν ἑτέρῃ οὐκ ἠδυνάμην γὰρ τῇ ἀριστερᾷ χειρὶ κατὰ τοῦ ἑνὸς ὤμου φέρειν τὸν ἔλαφον.
οὐ γάρ πως τινές φασιν ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο. ἐγὼ δὲ οἴομαι ὅτι ἡ σύνταξις οὕτως ἔχει. ὁ ἀλλά ἀντὶ τοῦ δή· ὦ φίλοι ἄγετε δὴ, ὄφρʼ ἐν νηῒ βρῶσίς τε πόσις, μνησόμεθα βρώμης. οὐ γάρ πω καταδυσόμεθα, ἤτοι κατελευσόμεθα καὶ κατέλθωμεν, ἀχνύμενοί περ εἰς Ἀΐδαο δόμους πρὶν μόρσιμον ἦμαρ ἐπελθεῖν.
εἰς Ἀΐδαο δόμους οὐκ ἔστιν ἀποθανεῖν παρὰ τὴν εἱμαρμένην. δεῖ οὖν ἐσθίειν.
ὦκα δοκεῖ ἐναντίον εἶναι τοῖς ἠθυμηκόσι τὸ ὦκα· διὸ ἔν τισι τὸ οὕτω φέρεται.
ἐκ δὲ καλυψάμενοι ἀπογυμνώσαντες τὰς ὄψεις ἤτοι ἀποσκεπασθέντες τὰ ἴδια σώματα ἐκ τοῦ ὕπνου ἐγερθέντες.
θηήσαντʼ ἔλαφον ἔθος γὰρ τοῖς πολλοῖς θαυμάζειν τὰ ἀπὸ ἄγρας εἰλημμένα.
ἐρικυδέα τιμίαν· πᾶσα γὰρ δαὶς τιμία. ἢ ὅτι ἀναγκαία ἐστί. τὴν ποιοῦσαν γαυριᾶν. ἢ μεγάλως ἔνδοξον.
ἦμος δʼ ἠέλιος κατέδυ οὐδὲ μετὰ τὴν τροφὴν λέγει πρὸς αὐτοὺς περὶ τῆς κατασκοπῆς, ἀλλʼ ἐᾷ τὴν πρώτην.
τὸ ῥηγμῖνι διὰ τοῦ ν, ὡς Σαλαμὶν Σαλαμῖνος.
Ῥιανὸς, δὴ τότʼ ἐγὼ ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον.
κέκλυτε—ἑταῖροι Καλλίστρατός φησιν ὡς ὑπό τινος ὁ στίχος προτέτακται ἀγνοοῦντος τὸ Ὁμηρικὸν ἔθος, ὡς θέλει ἄρχεσθαι ἀπὸ τοῦ γάρ. ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος ταῦτα δὲ λέγει οὐκ ἀπορῶν, ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν. ἀγνοοῦμεν, φησὶν, ἐν ποίῳ κλίματι ἐσμεν, καὶ οὐ δυνάμεθα συγκρῖναι ὡς πρὸς ἑτέραν χώραν εἰ ἀνατολικοί ἐσμεν ἢ δυτικοί. ἐλθόντες οὖν μάθωμεν παρὰ τῶν οἰκητόρων, καὶ οὕτως τὸν ἐπὶ τὴν πατρίδα πλοῦν ποιησώμεθα. ἐκ τούτων δὲ ἐκτετοπισμένη φαίνεται ἡ πλάνη τοῦ Ὀδυσσέως. Ἄλλως. ἄλογόν ἐστι τὸ τοὺς ἑταίρους ἀθυμίᾳ περιβάλλειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. πρὸς γὰρ τὸ δεῖν σκέψασθαι τοὺς οἰκήτορας τῶν τόπων ἥρμοττε τὴν ἀπορίαν τῶν χωρίων εἰπεῖν. Ἄλλως. ταῦτα λέγει οὐκ ἀπορῶν, ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν· οὐ γὰρ ἴσμεν ὅπου ἡ δύσις ἢ ὅπου ἡ ἀνατολή.
ἀννεῖται ἀνατέλλει, ἀνέρχεται, ἀναφέρεται.
ἐγὼ δʼ οὐκ οἴομαι τοῦτο εἶναι διὰ μέσου φησὶν Ἀρίσταρχος ὡς ἂν ἀπαλγήσαντος τοῦ Ὀδυσσέως ἰδίᾳ ἀναπεφωνῆσθαι.
νῆσον τὴν πέρι πόντος ἀντὶ τοῦ ὡς ὄρος ἐπίκειται ἡ θάλασσα τῇ νήσῳ, οἷον δοκεῖ ἐπάνω αὐτῆς εἶναι. χθαμαλὴ γὰρ ἡ νῆσος προείρηται. ἀπὸ τῆς στεφάνης οὖν τοῦ ὄρους ἐστεφάνωται, εἶπεν.
ἀνδροφάγοιο γρ. ἀνδροφόνοιο.
ἓξ γὰρ ἀφʼ ἑκάστης νεὼς ἀπολομένων περιελείποντο μδʹ, ὧν οἱ ἡμίσεις εἰσὶ κβʹ. ἄλλως τε καὶ συγκέχρηται τῷδε τῷ ἀριθμῷ.
ἐν βήσσῃσι ἐν τοῖς βασίμοις τόποις. ἢ ἐν ταῖς προβάσεσι καὶ ὀρειναῖς κοιλάσιν.
ἀμφὶ δέ μιν ἀπὸ τοῦ πληθυντικοῦ τοῦ δώματα πρὸς ἑνικὸν τὸ δῶμα ὑπήντησεν, ὡς τὸ «ἐξ ἑτέρων ἕτερʼ ἐστίν»· εἶτα ἐπιφέρει «οὐκ ἄν τίς μιν ἀνήρ.» ἢ περὶ αὐτὴν τὴν Κίρκην.
τοὺς αὐτὴ κατέθελξεν ἐν ἀνθρώπων εἰς φύσιν λεόντων καὶ λύκων μετέβαλεν. οὐκ ἐξ ἀγρίων τιθασεύουσα, ἀλλʼ ἐξ ἀνθρώπων θῆρας ποιήσασα. λέγει οὖν ὁ Εὐρύλοχος ἑξῆς «ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας.» τὸ ἔθελξεν οὐ τὸ μεταμορφῶσαι σημαίνει, ἀλλὰ τὸ νωθέστερον ποιῆσαι πρὸς τὰς ἐνεργείας, ὡς ἐν Ἰλιάδι «αὐτὰρ Ἀχαιῶν θέλγε νόον», οἷον νωθέστερον ἐποίει.
οὐρῇσιν μακρῇσι τῇ κινήσει τῆς οὐρᾶς ἀσπαζόμενοι.
μειλίγματα θυμοῦ τὰ μειλίσσοντα καὶ καταπραΰνοντα αὐτῶν τὸν θυμόν. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς, ἃς προσδεχόμενοι οἱ κύνες ἐγρηγόρασιν. ἢ κρέα τινὰ καὶ πρὸς ἡδονὴν δωρήματα. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς τῶν δακτύλων αὐτοῦ, ἤτοι τὰ ἐκ τοῦ πίους ῥυπάσματα.
ἔσταν δʼ εἰνὶ θύρῃσι Ἀρίσταρχος γράφει, ἔσταν δʼ ἐν προθύροισι.
ἀειδούσης ὀπὶ καλῇ οὐδὲν ἄτοπον τὴν εἰς τόπον οὖσαν τοιοῦτον ὑποκλέπτειν τῇ ᾠδῇ τὸν πόνον. αἱ εὐγενίδες δὲ εἰσάγονται παρʼ Ὁμήρῳ ἱστουργοῦσαι.
ἱστὸν ἐποιχομένης πορευομένης εἰς τὸ ἱστουργεῖν.
ὅς μοι κήδιστος συγγενικώτατος, φροντίδος ἄξιος, φίλτατος ἐξ ἐπιγαμίας.
ὀϊσάμενος δόλον εἶναι ὑπέλαβε δόλον εἶναι ἀπὸ τοῦ φιλοφρόνως αὐτοὺς καλεῖν μόνην οὖσαν, καὶ ἀπὸ τῆς τῶν θηρίων ἡμερότητος. Εὐρύλοχος ἀπὸ τῆς ἡμερότητος τῶν θηρίων ὁ Εὐρύλοχος ὑπέμεινεν «ὀϊσάμενος δόλον εἶναι.»
Πραμνείῳ τῷ ἀπὸ τῆς Πράμνου νήσου. ἢ πραΰνοντι τὸ μένος· ἢ παραμεμενηκότι ἤτοι παλαιῷ· ἢ πραμνείῳ, τῷ ἀπὸ τῆς Πράμνου. ἔνιοι μὲν τῷ ἐκ πραμνείας ἀμπέλου γινομένῳ οἴνῳ. λέγεται δὲ πραμνεία ἄμπελος ὡς καὶ Θασία καὶ μελίκηρις. ἔνιοι δὲ πραμνείῳ τῷ πραΰνοντι τὸ μένος, οἷον τὴν ψυχὴν εἰς πραότητα ἄγοντι. ἔνιοι δὲ παραμόνιμον εἰς παλαίωσιν καὶ μὴ μεταβαλλόμενον.
ῥάβδῳ πεπληγυῖα πρὸς τὴν γοητείαν καὶ ἡ πληγὴ τῆς ῥάβδου ἐνήργει. καὶ ὅλως αἱ ῥάβδοι τῶν θεῶν ἐνεργοὶ παρʼ Ὁμήρῳ. πλήξας γοῦν τῷ σκηπανίῳ τοὺς Αἴαντας ὁ Ποσειδῶν ἐνῆκε μένος καὶ Ἀθηνᾶ τὸν Ὀδυσσέα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα καὶ ὁ Ἑρμῆς ὥσπερ τιμίῳ ὅπλῳ χρῆται αὐτῇ, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει Ἄλλως. ῥάβδῳ δηλονότι ὁμοῦ πάντας ἔπληξεν. ἐπεὶ ἰδόντες τοὺς πρὸ αὐτῶν ἀποτεθηριωμένους ἀπέσχοντο ἂν τοῦ πότου. συφεοῖσιν ταῖς τῶν χοίρων μάνδραις συνέκλειεν.
οἱ δὲ συῶν μὲν ἔχον—αὐτὰρ νοῦς ἦν ἔμπεδος καὶ πῶς; εἰ γὰρ σώζουσι τὴν ἀνθρωπίνην γνώμην καὶ πιόντες, πῶς Ὀδυσσεὺς θαυμάζει; οὐδὲν γὰρ πεπόνθασιν ἀλλότριον. ῥητέον οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐκ ἐθέλχθη οὐδʼ ἤλλαξε τὸ τῆς γνώμης δῖον, οἱ δὲ ἑταῖροι ἐν τοιαύτῃ τινὶ ἕξει ἐγένοντο ὥστε ἔχειν μὲν τὴν ἀνθρωπίνην ψυχήν .... μέντοι καὶ τὸν νοῦν ἐγρηγορότα. ἴσως τὸν μὲν νοῦν ἀπὸ μέρους ὅλον λέγει, .... οἴεται καὶ τὸν νοῦν τρέπεσθαι. ὁ δὲ Ὀδυσσεὺς «αὐτὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ·» ἀκούσας παρὰ τῶν ἑταίρων φησὶ, μαθὼν ὅτι ἡ ῥάβδος ἡ μεταμορφοῦσα. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως οὐ λέγει ῥάβδῳ πεπληγυῖα, ἀλλʼ ἕτερόν ἐστι τὸ λεγόμενον. οὐ γὰρ ὅτι οὐκ ἔθελξεν αὐτὸν τοῦ φαρμάκου διὰ τὸ φάσκειν τῇ ῥάβδῳ πλήσσειν ὡς μεταμορφοῦν ἱκανῇ καὶ ἀλλοιοῦν, καὶ ἐπὶ τῶν ἑταίρων εἰληφέναι μὲν τὸν κυκεῶνα καὶ πεπωκέναι, τὴν δὲ οἰομένην τεθέλχθαι αὐτὸν ἐπιφέρει τὴν ῥάβδον ὅτι οὐ τὸ σῶμα ἦν τὸ μεταβάλλον, ἀλλʼ ἡ ψυχή. ἐπεὶ διὰ τοῦτο οὐ θαυμάζει, ὅτι τῇ ῥάβδῳ πληγεὶς οὐ μετεμορφώθη, ἀλλά φησιν ὡς οὐ πιών. τρίχας τε καὶ πόδας γράφεται, τρίχας τε καὶ δέμας. γρ. δέμας. τρίχας τε καὶ δέμας Ζηνόδοτος, καὶ πόδας, γράφει. καὶ ἐν ἄλλῳ, φωνήν τε τρίχας τε καὶ δέμας.
αὐτὰρ νοῦς ἦν ἔμπεδος πρὸς τὴν ἑξῆς ἀθέτησιν ὅτι τὸ σῶμα μόνον ἠλλοιοῦτο ἡ δὲ ψυχὴ ἔμενεν ἀμετάβλητος. πῶς οὖν ἂν λέγοι «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν», ὡς καὶ τοῦ νοῦ ἠλλοιωμένου; ἡ δὲ λύσις ἐκ τῆς λέξεως. οὐχ ὁ σύμπας, ἀλλʼ ὁ κατὰ τὸ φιλάνθρωπον μόνον. διὸ καὶ σαίνουσιν ὥσπερ δελφῖνες. «φιλάνορα δʼ οὐκ ἔλιπον βιοτάν,» κατὰ τὸν Πίνδαρον. ἔμπεδος δὲ ἑδραῖος, βέβαιος, μὴ συνακολουθήσας τοῖς λοιποῖς.
πάρ ῥʼ ἄκυλον Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον. ὁ δὲ Καλλίστρατος ἀντʼ αὐτοῦ γράφει «παντοίης ὕλης ἐτίθει μελιηδέα καρπόν.» ἄκυλον δέ φησι τὸν τῆς πρίνου καρπὸν, βάλανον δὲ τὸν τῆς δρυός. καρπόν τε κρανείης, τὸν τῆς κρανέας καρπὸν, ὃς πίτταξις καλεῖται, οἱ δὲ βάρβιλος, οἱ δὲ μάραος. τὸν τῆς πρίνου καρπόν. τί οὖν, φασὶ, τίνος αὐτῆς χρεία ἀποθηριοῦν; εἰ μὲν γὰρ οἰκέτην ἔχρηζεν, ἔδει φυλάττειν αὐτοὺς, εἰ δὲ ἀνελεῖν, ἦν ἀποκτεῖναι. ἴσως τὰ μυθικὰ ἀσυκοφάντητα, καὶ ὅτι ἐτέρπετο, ὡς καὶ ἄλλοι θεῶν παῖδες.
χαμαιευνάδες ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι.
ἐρέων λέξων· οὐ γὰρ δὴ λέγων. ἀδευκέα πικρὸν, ἀνιστόρητον, ἀπροσδόκητον.
ἐκφάσθαι διὰ τῆς ἀφωνίας τοῦ ἀγγέλου καὶ τῶν δακρύων μεῖζον φαίνεται τὸ πάθος.
ὠΐετο θυμός προεφήτευε καὶ προενοεῖτο. ὑπενόει, προεδόκει ὄλεθρον καὶ ἀφανισμόν.
ἀγαζόμεθʼ γρ. ἀγασσάμεθʼ. ἐν ἄλλῳ, ἀγαζόμεθα. ἀγασσάμεθα ἐμεμψάμεθα. ἀγαζόμεθα ὀργιζόμεθα. ἄγαν προσεκείμεθα καὶ ἐλιπαροῦμεν καὶ ἐξεπληττόμεθα.
οἴεται τοὺς ἑταίρους διʼ ἡδυπαθείας μένειν ἐκπληττομένους κάλλει γυναικός.
οἱ δʼ ἅμʼ ἀϊστώθησαν ἠφανίσθησαν, ἀφανεῖς ἐγένοντο. ἠφανίσθησαν ὁμοῦ.
σῶν Ἀρίσταρχος ἀντὶ τοῦ σῶον.
ἀλύξαιμεν ἐκφύγοιμεν· ἔτι γὰρ καιρός ἐστι τοῦ ἐκφυγεῖν ἡμᾶς.
τῷδʼ ἐνὶ χώρῳ ὡς τὸ, κλυτὸς Ἱπποδάμεια, μετεσχηματισμένον.
ἱερὰς ἀνὰ βήσσας τὰς ἀστιβήτους, τοὺς συνδένδρους τόπους.
Ἑρμείας χρυσόρραπις οὐχ ὡς Αὐτολύκου πατὴρ, Ὅμηρος γὰρ τοῦτο οὐ δηλοῖ, ἀλλʼ ὅτι ὁ λόγος θεὸς, καὶ τὸν σπουδαῖον εἰς λόγον τιμᾷ. λέγει γοῦν καὶ ἡ Ἀθηνᾶ «τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν, οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος» καὶ ὅτι τῇ Κίρκῃ προεῖπεν ἥξειν αὐτόν.
ὑπηνήτῃ ὑπήνη λέγεται ὁ μύσταξ. πρῶτον ὑπηνήτῃ, ἄρτι γενειῶντι, πρώτης ἥβης καὶ ἡλικίας ὄντι, ἀρτιγενείῳ γενειήτῃ. ὑπήνη δέ ἐστι τὸ ἐπάνω χεῖλος, ἐφʼ οὗ πρῶτον γεννᾶται ὁ χνοῦς, ὅ ἐστιν ἡ πρώτη τοῦ γενείου ἔκφυσις. ὑπηνήτης ὁ τὸ χεῖλος πρῶτον χνοάζων γενείῳ.
αὕτως ἔνιοι, αὖτʼ ὦ.
τὸ οἵδε ἀναφορικόν.
πυκινοὺς κευθμῶνας ἔχοντας κευθμῶνας νῦν φησι τοὺς τόπους καὶ τὰς καταδύσεις ὅπου κεύθονται καὶ συγκεκλεισμένοι εἰσίν.
ἀλλὰ φέρε δή σε τῶν κακῶν ἀπολυτρώσομαι.
κυκεῶ κυκεῶνα κατὰ ἀποκοπήν. κυκεὼν δὲ λέγεται τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος καὶ τυροῦ ἀναμεμιγμένον πόμα.
θέλξαι κακῶσαι, τὸν νοῦν ἀλλοιῶσαι.
περιμήκεϊ ῥάβδῳ φαίνεται ἡ ῥάβδος ἀλλοιοῦσα τὰ σώματα, ὁ κυκεὼν δὲ τὴν ψυχήν.
ἡ δέ σʼ ὑποδδείσασα φοβηθεῖσα ὡς τρωθησομένη, οὐχ ὡς ἀποθανουμένη. κεκλήσεται ἀντὶ τοῦ καλέσεται. εὐνηθῆναι οὐ διʼ ἀκολασίαν, ἀλλʼ ἐξ ὧν προεῖπεν ὁ Ἑρμῆς λογισαμένη ὡς θεοφιλής.
λύσῃ θʼ ἑτάρους ἀπολύσῃ καὶ ἐλευθερώσῃ ἀπὸ τῆς φαρμακείας, ἣ τοὺς σοὺς φίλους χοίρους ἐποίησεν.
μακάρων μέγαν ὅρκον ὀμόσσαι ἢ τῶν θεῶν τὸν ὅρκον, ἢ εἰς τοὺς θεούς. λείπει δὲ ἡ κατά, ἵνʼ ᾖ κατὰ μακάρων.
μή σʼ ἀπογυμνωθέντα τοῦ ξίφους δηλονότι, καὶ «γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος» οὐ γὰρ ἐσθῆτός φησι. ἀνήνορα θείῃ μηδεμίαν ἀνδρείαν ἔχοντα, ἢ μηκέτι ἄνδρα, ἀλλὰ θηρία.
μῶλυ δέ μιν καλέουσι θεοί οὐκ εἶπε πῶς καλεῖται παρʼ ἀνθρώποις. ἐπήγαγε γοῦν ὅτι ἄγνωστόν ἐστιν ἀνθρώποις. μῶλυ βοτάνης εἶδος παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. φασὶ δὲ αὐτὸ ἑλκόμενον τῷ τέλει τῆς ῥίζης θάνατον ἐπιφέρειν τῷ ἀνασπῶντι. τὸ κωλυτικόν. εἰκότως δὲ καὶ Ὀδυσσεὺς σοφὸς ὑπάρχων ἔλαβε τὸ μῶλυ, τοῦτό φησι τὸν τέλειον λόγον, ὑφʼ οὗ βοηθούμενος οὐδὲν παθεῖν ἠδύνατο. μετεβάλλετο καὶ παρηγορεῖτο ἴσως διὰ τὸ μῶλυ. καλέουσι οὐκέτι προσέθηκε παρὰ ἀνθρώποις ὀνομάζεσθαι, ὑπὲρ τοῦ μὴ ζητεῖν ἡμᾶς τὴν ῥίζαν. χαλεπὸν δέ τʼ ὀρύσσειν χαλεπὸν ὀρύττειν ἐν τῇ γῇ καὶ εὑρίσκειν τὰ εἴδη τοῦ φαρμάκου.
ἴσασιν γρ. δύνανται.
Ἑρμείας μὲν οὕτω συντακτέον τὸ ῥητὸν, Ἑρμείας μὲν ἔπειτα ἀπῆλθεν εἰς τὸν μακρὸν καὶ ὑψηλὸν Ὄλυμπον, ἐγὼ δὲ εἰς τὰ δώματα τῆς Κίρκης καὶ εἰς τὴν ὕλην τῆς νήσου ἐπορεύθην.
ἐβόησα γρ. καὶ ἤϋσα. θεὰ δέ μευ ἔκλυεν αὐδῆς οἰκεῖον τὸ βοᾶν τῷ τεθαρρηκότι.
καλοῦ, δαιδαλέου ἐν τούτοις ἐπετέτακτο τὸ «καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν,» οὐ μέντοι παρʼ Ἀριστάρχῳ.
δέπαϊ ἐν ἄλλῳ, γήραϊ ὑπὸ λιπαρῷ.
ἔκπιον ἔπιεν, ἵνα μᾶλλον ὑπὸ τῆς Κίρκης θαυμασθῇ μὴ μεταβληθείς. οὐδέ μʼ ἔθελξεν οὐκ ἠλλοίωσε τὴν διάνοιαν.
συφεόνδε εἰς τὸν συφεῶνα, εἰς τὰ τῶν χοίρων μάνδρα. λέξο οὕτως Ἀρίσταρχος δισυλλάβως τὸ λέξο. ἄδηλον δὲ πότερον κοιμῶ, ἢ συναριθμοῦ. λέξω κοιμηθῶ ἢ ἐναριθμηθῶ.
μέγα ἰάχουσα διὰ τὸ φοβεῖσθαι τρωθῆναι, οὐκ ἀποθανεῖν. δεδοικυῖα τὴν πληγὴν ἢ τὸν θάνατον. καὶ λάβε γούνων θνητὴ ἄρα οὐ πάντως, ἀλλὰ τὴν τρῶσιν φοβεῖται. διὰ τί δὲ ἐφοβήθη ἡ Κίρκη τὸ ξίφος τοῦ Ὀδυσσέως θεὰ οὖσα; φαμὲν ὅτι τοὺς πολὺν χρόνον ζῶντας δαίμονας, θανάτῳ δὲ ὅμως καθυποβαλλομένους, θεοὺς εἴωθεν ὀνομάζειν ὁ ποιητής. ἢ φυσικῶς φοβεῖται τὸ ξίφος ἡ Κίρκη, ὡς καὶ ἄλλας τινὰς ὕλας τινὲς τῶν δαιμόνων· ὡς καὶ Διονύσιος ἐν Λιθικοῖς «φύσει δὲ κρύσταλλον ἰδʼ ἱερὴν ἴασπιν, ἐχθρὴν Ἐμπούσῃσι καὶ ἄλλοις εἰδώλοισιν.»
καί μʼ ὀλοφυρομένη Ἀριστοφάνης, καί με λισσομένη. καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή. οὐδὲν γὰρ ὀλοφυρτικὸν λέγει καὶ ἐπάγει.
ἀμείψεται ἕρκος ὀδόντων διαβῇ, παρέλθῃ. τὰ φάρμακα δηλονότι, ὡς τὸ «δοῦρα σέσηπεν» ἀντικαταλλάξεται τὰ ἔξω καὶ ἔλθῃ εἰς τὰ ἔσω. διέλθῃ· τοῦτο δὲ τῆς ὑπερβολῆς τῶν φαρμάκων.
σοὶ δέ τις ὁ Σιδώνιός φησιν ἀθετεῖσθαι τὸν στίχον. καὶ μὴν καὶ τῶν ἄλλων «αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ». εἰ γὰρ ἔμενεν ὁ νοῦς, πῶς ἀπορεῖ ἐπὶ τοῦ Ὀδυσσέως ὅτι οὐ μεταβέβληκε; ἢ τάχα περὶ τοῦ ἠγριῶσθαι τὸν νοῦν ἐκείνων φησί. ἢ ἐκ τῆς λέξεως λύοιτʼ ἄν· ἢ γὰρ παραφραστικῶς λέγει «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν» ἀντὶ τοῦ ἀκήλητος εἶ, ἢ τὸ «ἀτὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ» οὐκ ἐπὶ παντὸς λέγεται τοῦ νοῦ, ἀλλὰ τῆς ἡμερότητος. ἀκήλητος ἄθελκτος, ἀκάκωτος, ἀκατάκλαστος, ἀνεξαπάτητος. ἄθελκτος, ἀμετάβολος. τὸ δὲ θελχθῆναι ὁ ποιητὴς οὐκ ἐπὶ τοῦ σώματος τίθησιν ἀλλοιώσεως, ἀλλʼ ἐπὶ τῆς ἀφροσύνης, «ᾗ τʼ ἀνδρῶν ὄμματα θέλγει» θελχθείσης γὰρ τῆς ψυχῆς διὰ τὸν ἐπιφερόμενον ὕπνον καὶ ἡ ὅρασις τῶν ὀφθαλμῶν. τούτου δὲ οὕτως ἔχοντος μαχόμενον εἶναι δοκεῖ τὸ «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστιν.»
ἦ ἀποφαντικῶς ἀντὶ τοῦ ὄντως.
φάσκεν ὁπότε ἐπέστησε, τότε ἔγνω. τοιοῦτοι γὰρ παρʼ Ὁμήρῳ οἱ θεοί.
εὐνῆς ἡμετέρης οὐχ ἡδονῆς, ἀλλὰ πίστεως ἕνεκα τοῦτο προβάλλεται.
γυμνωθέντα τὸ ξίφος ἀποθέμενον.
τέως μὲν γρ. κεδναί.
δρήστειραι ὑπηρέτιδες, διάκονοι, ὑπουργοί. γίνεται δὲ ἀπὸ τοῦ δρῶ τὸ πράττω, ἰσχυραί.
γίγνονται δʼ ἄρα ταί γε κατήγοντο δὲ τῇ γενέσει. ὑφίστανται νύμφας τινὰς ἐξ ὕδατος. τινὲς δὲ ὑπερβατόν· ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει ἔκ τε κρηνέων. οἱ δὲ ἀλληγοροῦσι Κίρκην μὲν λέγοντες τὸν ἐνιαυτὸν, τέσσαρας δὲ θεραπαινίδας τὰς ὥρας. ἔκ τε κρηνέων ἔνθα αἱ Ναΐδες νύμφαι καὶ αἱ Δρυάδες.
οἵτʼ εἰς ἅλαδε οὔτε γράφει Ζηνόδοτος. Ἀρίσταρχος δὲ, οἳ εἰς ἅλα. δεύτερον δέ ἐστιν ἡ εἰς. καὶ γὰρ ὧδε νῦν τʼ εἰς δῆ, ὡς τὸ «αὐτόν μιν» καὶ «ἀμφὶ περὶ κρήνην.»
ῥήγεα καλὰ βαπτὰ περιβόλαια καὶ ἱμάτια.
λιθʼ ἐνθάδε ὀξυτονητέον τὸ λίτα· πληθυντικὸν γάρ ἐστιν, οὐχ ἑνικόν. λέγει λίτα τὰ ἐφαπλώματα, καὶ πορφύρεα κέκληκε τὰ ἁλιπόρφυρα καὶ ἁπαλὰ περιβόλαια. ἁπλᾶ περιβόλαια.
ὅτι τὸ ἑτέρη ὑγιῶς ἐπὶ τῆς δευτέρας. ἐτίταινε τραπέζας παρεῖχεν, ἔτεινε κατὰ τῆς τραπέζης προπαρατιθεῖσα τοῖς μέλλουσιν ἑστιᾶσθαι. ἐτίταινε ἔτεινεν, εἷλκεν.
κάνεια γρ. κύπελλα.
ἤνοπι χαλκῷ λαμπρῷ, ἐν ᾧ ἔστιν ἐνοπτρίσασθαι. διαυγεῖ, ἐν ᾧ ἔστιν ἰδεῖν ἑαυτόν.
λόʼ ἐκ τρίποδος τὸ τέλειον ἀπὸ τοῦ λόω λόε, ἤτοι λουτρὰ ἐπέχεεν, ἀντὶ τοῦ κατὰ κρατός τε καὶ ὤμων, ἡδὺ κεράσασα ἐκ τοῦ τρίποδος εἰς ἄλλο ἄγγος δηλονότι. ἀσάμινθον πύελον, κιβωτόν. καὶ ἡ κοίλη δὲ καὶ ἡ μεγάλη κύλιξ καὶ ἡ λάρναξ οὕτω καλεῖται. οἱ δὲ πύελον λουτῆρα, ὅπου ἡ ἄσα μινύθει.
θυμῆρες καταθύμιον, ἡδὺ, τῆς ψυχῆς ἐράσμιον. τὸ μὲν θυμῆρες προπερισπωμένως, τὸ δὲ θυμαρές ὀξυτόνως. γράφεται γὰρ ἀμφότερον.
ᾤετο γρ. καὶ ὄσσετο.
κρατερὸν γρ. καὶ στυγερόν, ὅ ἐστι κρεῖττον.
ἀγχοῦ δʼ ἱσταμένη ἔνιοι δʼ, ἄγχι παρισταμένη.
βρώμης ὡς ῥώμης. ὅμοιον δὲ αὐτῷ ἐστι καὶ τὸ τρώμη· καὶ Ἀρίσταρχος ὀξύνει.
περισπαστέον τὸ η· διαπορητικὸν γάρ ἐστι.
Ἀρίσταρχος, λύσασθʼ ἑτάρους.
ὣς ἄρʼ ἔφην γρ. ὣς ἐφάμην.
ἀνώϊξε γρ. ἀνέῳγε.
τῶν δʼ ἐκ μὲν Ἀριστοφάνης, τοῖς δʼ ἐκ μέν.
πότνια Κίρκη γρ. δῖα θεάων.
αἶψʼ ἐγένοντο Ἀρίσταρχος, ἂψ ἐγένοντο. νεώτεροι μᾶλλον νέοι. συγκριτικῶς δὲ κεῖται τὸ νεώτεροι.
μείζονες ἐπείπερ οἱ μετὰ πείρας κακίας εἰς ἀρετὴν στραφέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ κακὸν οἷς κακῶς ἔπαθον.
ἔφυν προσφυῶς ἐπελαμβάνοντο.
πότνια Κίρκη γρ. δῖα θεάων. δῖα θεάων γρ. πότνια Κίρκη.
κτήματʼ ἐν σπήεσσι ἔν τισι γρ. κτήματα δὲ σπείεσσι, καὶ, κτήματα ἐν σπείεσσιν. πελάσσατε νῦν ἀντὶ τοῦ ἀπόθεσθε.
ἰέναι νῦν ἀντὶ τοῦ ὑποστρέφειν.
οἴκτρʼ ὀλοφυρομένους οἰκτρῶς καὶ ἐλεεινῶς ὀδυρομένους.
ἄγραυλοι οἱ ἐν τοῖς ἀγροῖς αὐλιζόμενοι. πόριες νέαι βόες, μόσχοι. ἀγελαίας δὲ νομαίας, ἀζεύκτους.
κόπρον τὴν βουστασίαν. τὴν στάσιν τῶν βοῶν.
οὐδέ τι σηκοὶ καίπερ μικραὶ οὖσαι αἱ ἐπαύλεις οὐ κωλύουσιν αὐτὰς τοῦ σκιρτᾶν.
μυκώμεναι βοῶσαι· μυκηθμὸς γὰρ ἡ τῶν βοῶν φωνή.
πόλιν αὐτῶν Ἀρίσταρχος, πόλιν αὐτήν. πόλιν Ἰθάκης, τὴν Ἰθάκην.
ἵνα τέτραφεν γρ. ἵνʼ ἔτραφον.
Εὐρύλοχος—ἑταίρους λείπει τὸ λέγων.
ἂ δειλοὶ τὸ ἂ θαυμαστικὸν, ἀντὶ τοῦ ὦ δειλὲ καὶ ἄθλιε.
καταβήμεναι καταβῆναι, ὑπειορθεῖν.
σῦς ἀπορήσειε δʼ ἄν τις πῶς ὁ Εὐρύλοχος ταῦτα λέγει μὴ εἰσελθὼν εἰς τὴν Κίρκην. ἀλλὰ ῥητέον ὅτι ἐστοχάσατο ἀπὸ τῶν πρὸ τῆς θύρας προσσαινόντων αὐτῷ ἀνθρωπίνως.
δῶμα φυλάσσοιμεν τηροῖμεν. οὐχὶ φυλάσσειν τὸ δῶμα, ἀλλὰ τὸ ἀεὶ ἐκεῖσε εἶναι.
ὁ θρασὺς ὁ προπετής. λοιπὸν ἐπάγει τὴν αἰτίαν διὰ τί θρασὺν αὐτὸν εἶπε.
καὶ πηῷ ἀντὶ τοῦ, καὶ πηοῦ περ ἐόντος. συγγενεῖ. Κτιμένην γὰρ γεγαμήκει τὴν Ὀδυσσέως ἀδελφήν. γαμβρῷ μοι ὄντι ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ.
ἔκπαγλον ἐνιπήν ἔξοχον, μεγάλην ἐπίπληξιν.
λοῦσέν τε λούσασθαι ἐκέλευσε. μετωνυμία δὲ ὁ τρόπος.
δαινυμένους δʼ ἄρα τούς γε γρ. δαινυμένους δʼ εὖ πάντας. δαινυμένους δʼ εὖ πάντας γρ. δʼ ἄρα τούς γε.
φράσσαντό τε πάντα ἐπέγνωσαν τὰ κατʼ αὐτοὺς γεγονότα. ἐν ἄλλῳ δὲ γρ. φράσσαντό τʼ ἐσάντα. φράσσαντο δὲ θυμῷ γρ. πάντα. φράσσαντο ἐπέγνωσαν. ἔναντα ἀπεναντίας.
περὶ δʼ ἐστοναχίζετο περιήχει.
θαλερὸν Ἀριστοφάνης, στυγερὸν γόον. καὶ οὐκ ἄχαρις ἡ γραφή.
ἀνάρσιοι ἄνδρες τοὺς Λαιστρυγόνας αἰνίττεται καὶ τὸν Κύκλωπα.
θυμὸν θυμὸς ἐνταῦθα ἡ δύναμις καὶ ἡ προθυμία.
ἀσκελέες καὶ ἄθυμοι ἄγαν κατεσκληκότες καὶ κεκμηκότες, σκληροὶ, ἐσκελετευμένοι καὶ νενεκρωμένοι καὶ ψυχικῆς ἰσχύος ἐστερημένοι. ἄθυμοι κεκακωμένοι τὴν ψυχὴν, οἷον ἄψυχοι.
πέπασθε κέκτησθε.
περὶ δʼ ἔτραπον ὧραι παρῆλθον αἱ ὧραι, ἐαρινὴ, θερινὴ καὶ ἑξῆς. ὁ δὲ καί περισσός. ἤτοι περιῆλθον δὲ πάλιν οἱ καιροὶ ἐπὶ τὴν ὥραν.
ἐϋκτίμενον γρ. ὑψόροφον.
ἐκ νυκτέρων δὲ μεγίστη γίγνεται βροτοῖς χάρις, φησὶν Εὐριπίδης. γούνων ἐλλιτάνευσα διὰ τῶν γουνάτων τῆς Κίρκης λιτὴν ἐποίησα καὶ παράκλησιν. ἀντὶ τοῦ, τῶν γονάτων ἁψάμενος.
ὦ Κίρκη δῆλον ὅτι Ὀδυσσεὺς πολλάκις τοῦτο ἱκέτευσεν.
ἀλλʼ ἄλλην χρὴ πῶς πέμπει αὐτὸν ἵνα ἀκούσῃ; προῄδει γὰρ καὶ τὸν τῆς δαίμονος ἔρωτα. «θάνατος δέ τʼ ἐξ ἁλὸς αὐτῷ ἀβληχρός». καὶ μὴ πεισθῆναι Καλυψοῖ τὴν ἀθανασίαν ὑπισχνουμένῃ. διʼ ἑαυτῆς δὲ οὐ μαντεύεται, ἵνα μὴ δοκῇ ἐρῶσα φοβερώτερον καθιστᾶν τὸν πλοῦν καὶ ἀπιστηθῇ.
εἰς Ἀΐδαο δόμους ὑπονοοῦσα μὴ πιστεύεσθαι πέμπει αὐτὸν πρὸς Τειρεσίαν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἐπεισοδίῳ χρήσασθαι ἐβουλήθη διὰ τὸ φρικῶδες καὶ ἐκπληκτικὸν τῆς ψυχαγωγίας. ἐπαινῆς δεινῆς, κατʼ εὐφημισμὸν, ὡς «ἁγνὴ Περσεφόνεια»
ψυχῇ χρησομένους μαντευσομένους ἐν τῇ ψυχῇ τοῦ Τειρεσίου. μαντευσομένους, ὀφείλοντας χρησμῳδηθῆναι. διὰ τί οὖν οὐκ αὐτὴ μαντεύεται; ὅτι οὐκ ἂν ἐπίστευσεν Ὀδυσσεὺς ἐρώσης αὐτῆς. εἶτα κατὰ μὲν Σειρῆνας καὶ τὸν πορθμὸν ὡς γειτνιῶσα μηνύει, περὶ ὧν οὐδʼ ὁ Τειρεσίας εἶπεν εἰδὼς ἐροῦσαν τὴν Κίρκην, περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει.
τῷ καὶ τεθνηῶτι φασὶν ὡς δράκοντας δύο ἐν Κιθαιρῶνι μιγνυμένους ἰδὼν ἀνεῖλε τὴν θήλειαν, καὶ οὕτως μεταβέβληται εἰς γυναῖκα, καὶ πάλιν τὸν ἄρρενα, καὶ ἀπέλαβε τὴν ἰδίαν φύσιν. τοῦτον Ζεὺς καὶ Ἥρα κριτὴν εἵλοντο, τίς μᾶλλον ἥδεται τῇ συνουσίᾳ, τὸ ἄρρεν ἢ τὸ θῆλυ· ὁ δὲ εἶπεν «οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπεται ἀνὴρ, τὰς δέκα δʼ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.» διόπερ ἡ μὲν Ἥρα ὀργισθεῖσα ἐπήρωσεν, ὁ δὲ Ζεὺς τὴν μαντείαν δωρεῖται.
οἴῳ πεπνύσθαι συνετῷ, ἔμφρονι εἶναι. Ἀρίαιθός φησιν Ἥραν μεταβουλεύουσαν ἐπὶ τῷ πηρῶσαι αὐτὸν αἰτεῖσθαι παρὰ Περσεφόνης ὥστε εἶναι αὐτῷ καὶ ἀποθανόντι τὴν μαντικήν. περὶ τῆς τέχνης οὖν μόνον λέγει «οἴῳ πεπνύσθαι.» οἱ δὲ ἄλλοι φρένας μὲν εἶχον, τέχνην δὲ οὔ. τοὶ δὲ σκιαὶ ἀΐσσουσιν οἱ δὲ ἄλλοι νεκροὶ πλὴν τοῦ Τειρεσίου σκιαί εἰσι καὶ ὡς σκιαὶ ὁρμῶσι, καθάπερ αὗται παρέπονται τοῖς κινουμένοις. ἀντὶ τοῦ αἱ ψυχαί. ὁ μέντοι ποιητὴς πρὸς τοὺς ἄλλους νεκροὺς ποιεῖται τὴν σύγκρισιν ἐν τῷ, οἱ δὲ ἄλλοι νεκροὶ ὡς σκιαὶ ἀΐσσουσιν.
ἀπὸ τοῦ γάρ ἤρξατο.
ἀλλʼ ὁπότʼ ἂν δὴ νηῒ διʼ ὠκεανοῖο περήσῃς ὅλα ὁμοῦ ἀναγνωστέον, ἀλλʼ ὁπόταν περήσῃς, ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα καὶ αἴγειροι, νῆα μὲν αὐτοῦ κέλσαι.
ἀκτή τε λάχεια βαθεῖα, εὔγεως, εὔσκαφος. οὐ δεῖ δὲ γράφειν ἐλάχεια. οὐ γὰρ εἰκὸς ἐλάχιστον ἀκούειν τῆς Περσεφόνης τὸ τέμενος. οὐκ ἄτοπον δὲ περὶ τὴν ἀκτὴν εἶναι ἄλσος. πολλὰ γὰρ εὕροι τις ἂν ἄλση ἐπιθαλάσσια. Ἄλλως. βαθεῖα καὶ εὔσκαφος, ἐκ τοῦ λαχαίνω τὸ σκάπτω. ἐλαχίστη. ἀκτή ἡ προηγμένη καὶ ἐξέχουσα εἰς θάλασσαν ἄκρα. ἄλσεα ἱερὰ καὶ σύνδενδρα χωρία.
ἰτέαι ὠλεσίκαρποι ἀποβάλλουσι γὰρ τὸ ἄνθος πρὶν πεπανθῇ. ἢ ἐπεὶ οἱ πίνοντες τὸ ἄνθος ἄγονοι γίνονται. Ἄλλως. σημείωσαι ὅτι ἄκαρπα φυτὰ εἶπεν εἶναι ἐν τῷ ἄλσει τῆς Περσεφόνης, διὰ τὸ νεκροῖς προσήκειν. ἀποβάλλει γὰρ τὸ ἄνθος. οἰκείως δὲ ἀγόνοις φυτοῖς ἐχρήσατο. οἰκεῖα γὰρ νεκροῖς τὰ ἄκαρπα. φησὶ δὲ Θεόφραστος ἐν Φυτικοῖς τὸν χυλὸν τῆς ἰτέας πινόμενον ἀφανίζειν τὴν γονὴν τῶν ἀνθρώπων.
ἔνθα μὲν εἰς Ἀχέροντα τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσι. τὸ δὲ σχῆμα καλεῖται προδιεζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα. τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι Ἀλκμὰν πρῶτος αὐτῷ ἐχρήσατο, ἀλλʼ ὅτι πολύ ἐστι παρʼ αὐτῷ, οἷον «Κάστωρ ὠκέων πώλων ἐλατῆρες καὶ Πολυδεύκης.» ὅμοιον δέ ἐστι τὸ σχῆμα «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων»· καὶ «ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.» ἔνθα μὲν εἰς Ἀχέροντα τοῦτο τὸ σχῆμα καλεῖται προδιεζευγμένον καὶ καθʼ ὑπέρβατον, ὑπʼ ἐνίων δὲ Ἀλκμανικόν. τὸ δὲ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσιν. τὸ σχῆμα Ἀλκμανικὸν, τὸ τιθέναι ῥῆμα μέσον ὀνομάτων δύο.
Κωκυτός λέγεται ὁ πρῶτος ποταμὸς ὁ τὸν βροτὸν δεχόμενος, τῶν ἀνθρωπίνων παθῶν ἐπώνυμον κακόν. εἶτα Πυριφλεγέθων, ἤτοι τὸ πῦρ τὸ ἀφανίζον τὸ σάρκινον τῶν βροτῶν. εἶτα ὁ Ἀχέρων μετὰ τὸν Κωκυτὸν καὶ τὸ ἠρίον, ὅπερ ὀφειλὴ νεκρῶν ἐστιν ἰαχὴ γίνεται. εἶτα Στυγὸς ἀπορρῶγες. οὐκ ἔστι γὰρ ὃς οὐ στυγνάζει τὸν τεθνηκότα.
πέτρη τε ξύνεσίς τε φησὶ γὰρ ὡς πέτρα τίς ἐστι κατʼ ἐκεῖνον τὸν τόπον καθʼ ὃν ἡ τῶν ῥευμάτων συμβολὴ γίνεται τοῦ τε Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος εἰς ταὐτὸ μισγομένων καὶ ῥεόντων εἰς τὸν Ἀχέροντα. ξύνεσις συνάφεσις καὶ εἰς ταὐτὸ συμβολὴ τῶν ποταμῶν.
χριμφθεὶς προσπελασθεὶς, ἐκ τοῦ χρίμπτω τὸ προσπελάζω. ἐριδούπων γρ. ἐριμύκων.
βόθρον ἐνταῦθα ὁ ποιητὴς τὴν νεκυομαντείαν δηλοῖ, καὶ παρίστησι διὰ τῆς τῶν νεκρῶν θυσίας καὶ τῆς τῶν εἰδώλων αὐτῶν ἐπιφανείας ἀθανάτους εἶναι τὰς ψυχάς· τὸ γὰρ λέγειν «ὁ δʼ Ἄϊδόσδε βεβήκει» σημαντήριόν ἐστιν ὡς αἱ ψυχαὶ παραμένουσαι οὐ διαφθείρονται. πυγούσιον πηχυαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ ἀγκῶνος μέχρι τῶν δακτύλων συνεσταλμένον μῆκος· ἀπολήγει γὰρ τὸ μέτρον εἰς τοὺς δακτύλους πὺξ γενομένους. πυγονιαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων κεκαμμένων διάστημα, ἐξ οὗ καὶ πυγμή. αἰνίττεται δὲ διὰ τούτου τὸ μὴ ἀνεῖσθαι μηδʼ ἐπʼ ἐξουσίας εἶναι τοὺς τετελευτηκότας, ἀλλʼ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθάπερ καὶ οἱ δάκτυλοι. ἔνθα καὶ ἔνθα εἰς πλάτος καὶ εἰς μῆκος.
χοὴν χεῖσθαι τὴν τοῖς νεκροῖς ἐπιχεομένην χύσιν. καινοπρεπῶς δὲ χοὴν, σπονδήν.
ἀμενηνὰ ἀσθενῆ, μένος οὐκ ἔχοντα, ἢ σώματος δύναμιν, ἀπὸ τοῦ μονὴν ἔχειν ἐκεῖ τὴν ψυχήν.
στεῖραν βοῦν εἰς τὸ ὅμοιον. ἄγονα γὰρ καὶ στεῖρα τὰ τῶν νεκρῶν.
παμμέλανα καὶ τοῦτο εἰς τὸ ὅμοιον.
εἰς Ἔρεβος στρέψας καὶ πῶς ἠπίστατο τὴν δύσιν ἐν σκότῳ ὄντος; λέγομεν ὅτι παρὰ τοῖς Κιμμερίοις σκότος ἦν, οὐχ ὅπου ἡ θυσία ἐγίνετο. ἀπονόσφι τραπέσθαι εἰς τὰ ὀπίσω τράπηθι αὐτὸς ἱέμενος τῶν τοῦ ποταμοῦ ῥευμάτων. ὡς πρὸς τοὺς ποταμούς.
ἀργύφεον ἀρύφεον, ὅ ἐστι λαμπρὸν τῇ ὑφῇ καὶ εὐκατασκεύαστον, καὶ πλεονασμῷ τοῦ γ ἀργύφεον.
ἀωτεῖτε ἀπανθίζετε τὸν ὕπνον.
ψύχεος ἱμείρων ἀναψῦξαι διὰ τὸ πνῖγος καὶ τὴν μέθην ἐπιθυμῶν τῆς αὔρας. ψύχεος ψύχους, τῆς αὔρας.
ἀστραγάλων ἀστράγαλον τοῦ αὐχένος λέγει.
ἀχνύμενοι οἱ λυπούμενοι. γίνεται δὲ ἀπὸ τοῦ ἄχος ἡ θλίψις, ἢ ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ χαίνω ἀχανής τις ὤν· ὁ γὰρ λυπούμενος οὐ δύναται ἀναπνεῦσαι.
ῥεῖα παρεξελθοῦσα ἀντὶ τοῦ ῥᾳδίως παραδραμοῦσα ἡμᾶς, ἤτοι κρυφίως. λάθρα ποιήσασα.
ἢ ἔνθα ἢ ἔνθα ἀντὶ τοῦ, ἢ εἰσερχόμενον ἢ ἐξερχόμενον τὸν θεὸν καὶ μὴ θέλοντα οὐ δύναταί τις ἰδεῖν.