eul_wid: vta-aht
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book XX by Scholia on the Iliad and Odyssey

Themis summons the gods to Olympus, and the scholiast explains that Ocean stays away lest the eldest of them stop their battle, and sorts the nymphs by groves, trees, springs, flocks, mountains and marshes. After Demetrius of Scepsis, the rise on the Trojan plain is identified as Callicolone, where the goddesses were judged for beauty. Later in the twentieth book Achilles lashes himself like a lion whose tail hides a black sting, and Achilles' chariot tramples the dead.

Part of D-Scholia on the Iliad

Θωρήσσοντο. Καθωπλίζοντο.

Ἀμφὶ σέ. Περὶ σέ. ὀρθοτονητέον τὴν ἀντωνυμίαν. Ἀκόρητοι. Ἀπλήρωτοι.

Θρωσμῷ. Ὑψηλῷ τόπῳ, ὅθεν ἐστὶ καταθορεῖν, καὶ πηδῆσαι. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περιμέτρον μεταξὺ Σιμοῦντος ποταμοῦ, καὶ τῆς Ἰλιέων καλουμένης κώμης. ὅπου καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ.

Θέμιστα. Ἀντὶ τοῦ Θέμιν, δικαιοσύνην, ἥτις ἐστὶ μία τῶν Τιτανίδων.

Κρατὸς ἀπʼ Οὐλύμποιο. Κορυφῆς τοῦ Ὀλύμπου, τῆς ἀκρωρείας. Πολυπτύχου. Πολλὰς ἀποκλίσεις καὶ ἐξοχὰς ἔχοντος.

Φοιτήσασα. Παραγενομένη.

Ἀπέην. Ἀπῆν. Νόσφι. Χωρίς. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον. ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης, πρεσβύτατος ὑπάρχων.

Οὔτʼ ἄρα Νυμφάων ταί τʼ ἄλσεα καλὰ νέμονται. Αἱ τὰ ἄλση κατοικοῦσαι Νύμφαι, Ἀλσηΐτιδες καλοῦνται. αἱ δὲ ἐπὶ τῶν δένδρων, Ἁμαδρυάδες. αἱ δὲ τὰ νάματα τῶν ὑδάτων, Ναΐδες καὶ Ὑδριάδες. Καὶ τούτων αἱ μὲν Κρηνῖδες, αἱ δὲ Ἐπιποταμίδες. αἱ δὲ ἐπὶ τῶν βοσκημάτων, Ἐπιμηλίδες. αἱ δὲ ἐπὶ τῶν ὀρῶν, Ὀρεστιάδες. καὶ ὅσαι ταύταις ὅμοιαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἑλῶν, Ἑλειονόμοι.

Πείσεα. Τὰ ὑδρηλὰ χωρία, τοὺς καθύγρους τόπους. ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς πεῖσαι. ὅ ἐστι ποτίσαι. Ποιήεντα. Βοτάνην ἔχοντα.

Οὐδʼ Ἐνοσίχθων Νηκούστησε θεᾶς. Ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία φιλονεικίαν.

Νηκούστησε. Παρήκουσε. Μετʼ αὐτούς. Πρὸς αὐτούς.

Δέδῃε. Φαίνεται, φλέγει.

Ξυνάγειρα. Συνήγειρα, ἤθροισα.

Πτυχί. Ἀποκλίσει, ἐξοχῇ.

Ἵκησθε. Παραγένησθε.

Χώεται. Λυπεῖται.

Ὑπὲρ μόρον. Παρὰ τὸ εἱμαρμένον. παρὰ τὸ δέον.

Ἀλίαστον. Χαλεπὸν, ἄφυκτον. Ἔγειρεν. Ἤγειρεν, ἐκίνησε.

Δίχα. Διχῶς, εἰς δύο.

Ἀγῶνα νεῶν. Τὴν συναγωγὴν τῶν πλοίων.

Ἐριούνης. Μεγάλην ὄνησιν παρέχων, μεγαλωφελής.

Πευκαλίμῃσι. Δριμείαις, συνεταῖς.

Βλεμεαίνων. Ἐπιῤῥωνύμενος, ἐπιών.

Ἀκερσεκόμης. Μὴ κειρόμενος τὴν κόμην. ἀεὶ κομῶν, διὰ τὰς ἀκτῖνας. ἶσος γὰρ τῷ ἡλίῳ ὁ Ἀπόλλων.

Ἐκύδανον. Ἐδόξαζον.

Ἐπʼ ἀκτάων. Ἐπὶ τῶν αἰγιαλῶν. λέγω δὴ τῶν παραθαλασσίων τόπων τῶν τῇδε κακεῖσε τοῦ ναυστάθμου προβεβλημένων. Ἐριδούπων. Μεγαλοήχων. Μακρὸν ἀΰτει. Μέγα ἐβόα.

Αὖεν. Ἐφώνει, ἐβόα. ἐὰν δὲ δασύνηται, ἐξέκαιεν. Ἐρεμνῇ. Σκοτεινῇ, φοβερᾷ.

Ὀξύ. Χαλεπὸν, δριμύ.

Θέων ἐπὶ καλλικολώνῃ. Ὅ ἐστι τρέχων. Ἀρίσταρχος ἀνέγνω περισπωμένως, τὸ χωρίον θεῶν λέγων· ἡ δὲ Καλλικολώνη ἐστὶν ὑψηλὸς τόπος.

Ῥήγνυντο. Ἔῤῥησσον.

Ἐτίναξε. Διέσεισεν.

Ἀπειρεσίην. Μεγάλην.

Πόδες. Τὰ καταλήγοντα τῶν ὀρῶν, μεταφορικῶς.

Ἴαχεν. Ἐβόα.

Στυγέουσι. Δεδοίκασι, φοβοῦνται.

Ξυνιόντων. Συνερχομένων.

Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος. Καὶ τὰ ἑξῆς. ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν, κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι. τὸ μερικὸν πῦρ, τῷ παντὶ ὑγρῷ. Ἀθηνᾶ δὲ Ἄρεϊ. ἡ φρόνησις τῇ ἀφροσύνῃ. Ἥρα δὲ Ἀρτέμιδι. ὁ περίγειος ἀὴρ τῇ σελήνῃ. Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ. Ἥφαιστος δὲ Ξάνθῳ. τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. Διατί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς· τοῖς δὲ Τρωσὶν, Ἀπόλλων, Ἄρτεμις, Λητὼ, Σκάμανδρος, Ἀφροδίτη; Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιος ἐστὶν ἡ θεά. μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον. ἢ ὅτι ἐν τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶς. ὅθεν φησὶν ὁ Ποιητὴς καὶ τὸ, Ἥρη τʼ Ἀργείη. ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη. ὥς φησιν ἐν τῇ δ. Ἀθηνᾶ δὲ ἤτοι διὰ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου. ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι. καὶ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ τῇ ἀποστερήσει τοῦ μισθοῦ τῆς τειχοποιΐας. Ἑρμῆς δὲ ὅτι ἐξ Ἀρκαδίας. ἢ ὅτι λόγιος. ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει ἠβουλήθησαν ἀνελεῖν οἱ Τρῶες. τῶν δὲ κηρύκων προστάτης ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ προέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων, φιλοπόλεμος γὰρ ὁ θεός. φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες. καὶ τὴν μοιχείαν τοῦ Πάριδος περιέπων ὡς μοιχός. ὁ δὲ Ἀπόλλων, καὶ ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος. ἢ ὅτι κιθαριστὴς, καὶ εὔμορφος ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι, καὶ σχεδὸν εἰπεῖν, αὕτη ἀνθίσταται τῷ πολέμῳ, καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.

Ἰά. Βέλη, πληθυντικῶς.

Ἄντα δʼ Ἐνυαλίοιο. Ἐξεναντίας δὲ τοῦ Ἄρεος. ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπὸ Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος.

Χρυσηλάκατος. Ἐργατική. νῦν δὲ ἡ χρυσοῦν τόξον ἔχουσα. χρυσότοξος. ἀπὸ τούτου δὲ καὶ κελαδεινή. ἀντὶ τοῦ κυνηγετική. κραυγάζουσι γὰρ οἱ κυνηγοί.

Σῶκος. Ἤτοι ὁ ἰσχυρός. σώκειν γὰρ τὸ ἰσχύειν. ἢ σοούμενος ὠκέως. τουτέστιν ὁρμῶν ταχέως. ἄγγελος γὰρ ὁ θεός.

Ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον. Τῶν διωνύμων τὸ μὲν προγενέστερον ὄνομα εἰς θεοὺς ἀναφέρει ὁ Ποιητὴς, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώπους. διατὶ δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις; Ποσειδῶν μὲν Ἀπόλλωνι. ὅτι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος, ἐκείνῳ συνήργει. Ἄρης Ἀθηνᾷ. ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι. ἢ διότι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν, εἰποῦσα, Μαινόμενε φρένας ἠλέ. Ἥρα δὲ Ἀρτέμιδι. ἔστι γὰρ αὐτῆς μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίως. μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπόλλωνα γεννήσασαν, καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν. ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ, εἰκότως. ὅτι ἡ μὲν ποταμῶν φύσις πέφυκεν ὑγρά. Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης. οὗ τὰ ξύλα τροφή. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ Ἀφροσύνη. ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀήρ. Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, καὶ τὸν ἀέρα τέμνουσα, ἐξ οὗ ἤρτηται, καὶ τὸ βαρύνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστιν ὁ λόγος. Λητὼ δὲ ἀμνημοσύνη. οἷον ληθὼ τὶς τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ. Ξάνθος τὸ ὑγρὸν, ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.

Ἆσαι. Πληρῶσαι, κορέσαι.

Εἴσατο. Ὡμοιώθη.

Ἀπειλαί. Νῦν, καυχήσεις.

Οἰνοποτάζων. Τῶν δημοσίων τιμῶν τε καὶ γερῶν ἀπολαύων καὶ εὐωχούμενος.

Λυρνησόν. Πόλις τῶν Ὑποπλακίων Θηβῶν. Πήδασον. Ποταμὸς Ἑλλησπόντου, καὶ τόπος.

Λέλεγας. Τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώτους κατοικοῦντας.

Πάρα. Πάρεστιν.

Ἀπολήγει. Ἀποπαύεται.

Ἀνδρομέοιο. Ἀνθρωπίνου.

Ἶσον τείνειε πολέμου τέλος. Ἶσον ποιήσειε τὸ τέλος τοῦ πολέμου. μὴ δʼ ἑτέρῳ βοηθῇ.

Ἀρειῇ. Ἀπειλῇ· οἱ δὲ βλάβῃ, ἀπὸ τοῦ Ἄρεος.

Ἡ δʼ ἄμυδις καλέσασα θεούς. Αὕτη δὲ τοὺς θεοὺς ὁμοῦ συγκαλέσασα.

Δευέσθω. Προσδείσθω.

Οἳ τὸ πάρος περ. Νῦν οἱ ἐξαρχῆς.

Ἐπένησεν. Ἐπέκλωσεν.

Εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκπεύσεται ὀμφῆς. Εἰ δὲ Ἀχιλλεὺς οὐκ ἀκούσεται ἐκ τῆς θείας φωνῆς. τοῦτʼ ἔστιν ἡμῶν αὐτῶν. Ὀμφῆς. Κληδόνος.

Δείσεται. Φοβηθήσεται.

Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. Χαλεποὶ δὲ καὶ δεινοὶ οἱ θεοὶ φανεροὶ φαινόμενοι τοῖς ἀνθρώποις.

Παρὲκ νόον. Παρὰ γνώμην, ἀνοήτως.

Ἐκ πάτου. Ἔκτοθεν τῆς κοινῆς ὁδοῦ. τοῦτʼ ἔστι τῆς συναναστροφῆς. Ἐκ πάτου ἐς σκοπιήν. Ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον σκοπιὰν ἔχοντα. λέγει τὸ Ἡρακλέους χῶμα.

Αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόφι νεῖκος ὀρεῖται. Ἵνʼ ᾖ, διεγερθήσεται, κινηθήσεται. εὐθέως οὖν φησι καὶ ἡμῖν αὐτοῖς φιλονεικία καὶ μάχη γενήσεται.

Ὁμήγυριν. Ἄθροισιν.

Τεῖχος ἐς ἀμφίχυτον. Τὸ πανταχόθεν περικεχυμένον κύκλῳ, πολλῷ τῷ χώματι εἰς ὕψος, τὸ καὶ χωστὸν λεγόμενον, ὃ κατεσκεύασαν οἱ Τρῶες. Τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο,τὸ ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη Ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο. Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι ἐπὶ μισθῷ τεταγμένῳ, τὸ τεῖχος κατασκευάζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μισθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν, ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς, διέφθειρε. μαντευομένῳ δὲ τῷ Λαομέδοντι χρησμὸς ἐδόθη, Ἡσιόνην τὴν θυγατέρα Λαομέδοντος βορὰν ἐκδοῦναι, καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωῒ Ζεὺς ἀντὶ Γαννυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος, ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας, θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐστράτευσε, καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἔλαβε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

Ἀλέοιτο. Ἐκκλίνοι, φυλάξοιτο.

Σεύαιτο. Κατεπείγετο διωκόμενος. Ἀπʼ ἠϊόνος. Ἀπὸ τοῦ αἰγιαλοῦ.

Ἄῤῥηκτον. Ἄπρακτον.

Ὀφρύσι. Ἐξοχαῖς, μεταφορικῶς.

Ἤϊε. Ἄπολλον τοξικὲ, ἀπὸ τοῦ ἱέναι.

Ἑκάτερθε. Κεχωρισμένως. Καθείατο. Ἐκαθέζοντο. Μητιόωντες. Βουλευόμενοι.

Δυσηλεγέος. Δεινοῦ, χαλεποῦ, δυσκόλου.

Ὤκνεον. Ὤκνουν.

Ἐπλήσθη. Ἐπληρώθη.

Κάρκαιρεν. Ἐκινεῖτο. ἤχει. ὀνοματοποιΐα ὁ τρόπος.

Νευστάζων κόρυθι. Ἐπινεύων τῇ περικεφαλαίᾳ. Βριαρῇ. Στιβαρῇ, ἀσφαλεῖ. Θοῦριν. Πολεμικήν.

Σίντης. Βλαπτικὸς, κακοῦργος.

Ἀγρόμενοι πᾶς δῆμος. Ἐν σχήματι περιφραστικῷ, ἀντὶ τοῦ οἱ δημόται. Ἀτίζων. Ἀτιμάζων.

Ἀρηϊθόων. Ἐν τῷ πολέμῳ εὐκινήτων.

Ἑάλη. Συνεστράφη, εἰλήθη.

Στένει. Στενάζει. ἢ στενοχωρεῖται.

Οὐρῇ μαστίεται. Τῇ οὐρᾷ μαστίζει ἑαυτόν φησιν ὁ λέων, οὕτως εἰωθώς. ἔχει δέ τι ἐν τῇ οὐρᾷ ἀναμέσον τῶν τριχῶν κεντρίον μέλαν, ὡς κεράτιον. ὑφʼ οὗ νυττόμενος, πλέον ἀγριοῦται ἐκ τῆς ὀδύνης.

Ἕε δʼ αὐτόν. Ἀντὶ τοῦ, αὐτὸς δὲ ἑαυτὸν ἀγριοῦσθαι ποιεῖ.

Γλαυκιόων. Πυῤῥῶδες καὶ φοβερὸν βλέπων. ἀφʼ οὗ ἀγριούμενος.

Φθίεται. Φθείρεται.

Τιμῆς τῆς Πριάμου. Ἕνεκεν τῆς βασιλείας. ἀντιφέρει γὰρ οὕτως τοὔνεκα Πρίαμος γέρας.

Οὐ δʼ ἀεσίφρων. Οὐ δὲ κοῦφος, καὶ ματαιόφρων τὸ φρόνημα.

Χαλεπῶς. Δυσκόλως. Ἔολπα. Ἐλπίζω.

Σεῦα. Ἐδίωξα.

Οὔτι μετετροπαλίζεο. Οὐδὲ ἐπεστρέφου.

Ληϊάδας. Τὰς ἐκ τῆς λείας αἰχμαλώτους.

Ὡς ἐνὶ θυμῷ βάλλεαι. Ὡς κατὰ διάνοιαν ἐννοῇ.

Νηπύτιον. Νήπιον, ἄφρονα.

Ἔλπεο. Ἔλπιζε. Δειδίξεσθαι. Εἰς δέος ἄξειν, φοβηθῆναι.

Κερτομίας. Ἐρεθιστικοὺς καὶ χλευαστικοὺς λόγους.

Πρόκλυτα. Τὰ ὑπὸ τῶν προτέρων πεφημισμένα, παλαιά.

Ὄψει. Ὀφθαλμοῖς.

Ἁλοσύδνης. Ἐναλίας θεοῦ, ἐν θαλάσσῃ κατοικούσης.

Ἐκγεγάμεν. Γεγονέναι.

Τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταιΣήμερον. Ὑπερβολικῶς εἴρηκε τὸ σήμερον. Πῶς γὰρ ἔμελλεν ὁ ἐν Φθίᾳ ὢν ἀκούσεσθαι; ἢ λείπει τὸ ἀναιρεθέντα.

Ὧδε. Οὕτως, νῦν.

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. Τὸ Δαρδάνου γένος δηλονότι πρῶτον ἐποιήσατο ὁ Ζεύς. Δάρδανον αὖ πρῶτον τέκετο. Δάρδανος ὁ Διὸς καὶ Ἠλέκτρας τῆς Ἄτλαντος θυγατρὸς διϊὼν τὴν Σαμοθράκην ἐπομβρίας γενομένης, κατασκευάσας σχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς, διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρῳάδος. καὶ ἀποβὰς Διὸς ὑποθεμένου, κτίζει πόλιν· ἣν καὶ ἀφʼ ἑαυτοῦ Δαρδανίαν ἐκάλεσεν. ἱστορεῖ Λυκόφρων.

Δαρδανίην. Πόλις Τροίας.

Πεπόλιστο. Ἔκτιστο.

Ὑπωρείας. Τὰ κάτω μέρη τῶν ὀρῶν.

Ἀταλῇσιν. Ἁπαλαῖς, νέαις.

Τάων καὶ Βορέης ἠράσσατο. Λείπει ἡ ἐκ πρόθεσις· ἵνʼ ᾖ, ἐκ τούτων, οὐ γὰρ πασῶν ἠράσθη.

Κυανοχαίτῃ. Μελαίνας τρίχας ἔχοντι.

Ὑποκυσσάμεναι. Ἔγκυαι γενόμεναι.

Ἄκρον ἐπʼ ἀνθερίκων καρπῶν θέον, οὐ δὲ κατέκλων. Νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν ἀθέρων. Ἐλαφρῶς οὖν φησιν ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως καὶ ἐπὶ τῆς τῶν κυμάτων ἐπιφανείας, μὴ βαπτιζόμεναι τῷ ὕδατι. κυρίως δὲ ἀνθέριξ καλεῖται, ὁ τοῦ ἀσφοδέλου καυλός. ἔστι δὲ φυτὸν λαχανῶδες.

Ἀνηρείψαντο. Ἀνήρπασαν.

Κάλλεος εἵνεκα οἷο. Διὰ τὸ ἴδιον αὐτοῦ κάλλος.

Ἀρετήν. Εὐδαιμονίαν. ἀνδρίαν. Μινύθει. Φθείρει.

Λεγώμεθα. Διαλεγώμεθα. Νηπύτιοι ὥς. Ὡς νήπιοι, καὶ ἄφρονες.

Ἑκατόνζυγος. Ὑπὸ ἑκατὸν ἐρετῶν ἐλαυνομένη. Ζυγὰ γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. Ἄχθος. Φορτίον, βάρος. Ἄροιτο. Λάβοι, κτήσαιτο.

Στρεπτή. Εὐκίνητος. μεταβολὰς πολλὰς ἔχουσα.

Νομός. Νομὴ, διάταξις.

Ἔριδας. Φιλονεικίας. Νείκεα. Νείκη, ὀνείδη λέγειν.

Χολωσάμεναι. Ὀργισθεῖσαι.

Νεικεῦσι. Φιλονεικοῦσι, λοιδοροῦσι. Μέσην ἐς ἀγυιὰν ἰοῦσαι. Εἰς μέσον τὸ ἄμφοδον προελθοῦσαι.

Πόλλʼ ἐτεά τε καὶ οὐκί. Πολλὰ καὶ ἀληθῆ καὶ ψευδῆ.

Γευσόμεθʼ ἀλλήλων. Ἀντὶ τοῦ ἁψώμεθα. ὅ ἐστιν ἀπόπειραν ληψώμεθα τῆς ἀλλήλων δυνάμεως. εἴρηται δὲ μεταφορικῶς.

Μύκεν. Ἐψόφησεν. ἡ μεταφορὰ ἀπὸ τῆς φωνῆς.

Ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας. Ἕως τοῦ Τῇ ῥʼ ἔσχετο χάλκεον ἔγχος. Ἀτρώτων ὑπαρχόντων παρʼ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, ἔξωθεν κατʼ ἐνίους τεταμμένης διὰ πλείονα κόσμον τῆς χρυσῆς πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον, Ἀλλὰ μέχρι μὲν δύω πτυχῶν προῆλθεν ἡ τοῦ ἔγχους ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης. ἐπὶ δὲ τῇ τρίτῃ ἐπεσχέθη. πῶς φησιν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν, ὅτι ὁ χρυσὸς ὢν μαλθακώτερος χαλκοῦ καὶ σιδήρου, ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο κοίτη καὶ οὐ τρῶσις.

Πτύχας. Τὰ ἐλάσματα τῆς ἀσπίδος. Ἤλασεν. Ἔπληξεν, ἔτρωσεν. Κυλλοποδίων. Χωλός. λέγει δὲ τὸν Ἥφαιστον.

Ἔσχετο. Ἐπεσχέθη.

Ἄντυγʼ ὑπὸ πρώτην. Κατὰ τὸν ἔξωθεν κύκλον τῆς ἀσπίδος. Ἧι λεπτότατος θέε χαλκός. Καθʼ ὃ μέρος τῇ ἀσπίδι λεπτότατος περιέκειτο χαλκός.

Λάκεν. Ἐψόφησεν, ἤχησεν, ἢ διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις, λακίδες λέγονται αἱ διακοπαί.

Ἐάλη. Συνεστάλη.

Ἱεμένη. Προθυμουμένη, ἐπειγομένη. Ἕλε. Διεῖλεν, ἔκοψεν.

Χύτο. Περιεχύθη.

Ἤρκεσεν. Ἐβοήθησεν, ὠφέλησεν.

Πηλείωνι δαμείς. Ὑπὸ Ἀχιλλέως ἀναιρεθείς.

Μόρσιμον. Εἱμαρμένον, μεμοιραμένον. Ἀλέασθαι. Ἐκκλῖναι, διασωθῆναι.

Ἄσπερμος. Ἄτεκνος, ἄγονος.

Φίλατο. Ἐφίλησε.

Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.Ἀφροδίτη χρησμοῦ ἐκπεσόντος, ὅτι τῆς Πριαμιδῶν ἀρχῆς καταλυθείσης, οἱ ἀπʼ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν. τεκοῦσα δʼ Αἰνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι τῆς τῶν Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ, ταῖς δὲ ἀληθείαις, παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παντελῶς ἀπελπίσαντες, ἀποδῶσι τὴν Ἑλένην. Ἱστορεῖ Ἀκουσίλαος.

Ἐρύσσεαι. Ῥύσῃ, σώσεις.

Πολεῖς. Πολλούς.

Ἐπέσευεν. Ὥρμησεν, ἐδίωξε.

Καύκωνες. Οἱ μὲν Τρωϊκὸν ἔθνος βάρβαρον, ἄλλοι δὲ Παφλαγωνίας, οἱ δὲ τοὺς ἐπίκλην Καυκανίας. ἡ δὲ Καύκανος πόλις παράλιος Λυκίας καὶ Καρίας. Ἐζήτηται δὲ, πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρύσατο, ἀλλὰ Ποσειδῶν. καὶ φασὶν, ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα τυγχάνει καὶ τοὺς διʼ ἔχθρας ὄντας.

Ἀτέοντα. Ἐν ἄτῃ ὄντα, ὅ ἐστι βλαπτόμενον καὶ ἀφροντιστοῦντα σαυτοῦ.

Διεπέφραδε. Διεσήμανεν. εἶπε.

Σκέδασεν. Ἐσκόρπισε.

Ἦ ῥα. Ὄντως δή.

Ἐῤῥέτω. Φθειρέσθω.

Ἄσμενος. Χαίρων.

Τοσσούσδʼ ἀνθρώπους. Ὁ Ἀσκαλωνίτης προπερισπᾷ κατὰ δεῖξιν, ὡς τοσσῆς δʼ ὑσμίνης. ὁ δὲ Ἀρίσταρχος κατὰ παρολκὴν ἐδέξατο τόνδε.

Ἐφέποι. Ἐπέρχοιτο, ἐπιδιώκοι. Στόμα. Τὴν σύστασιν.

Ἠβαιόν. Ὄντως μικρόν.

Στιχὸς εἶμι διαμπερές. Διὰ τῆς τάξεως ἐλεύσομαι.

Φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος. Ἔλεγε δὲ ἄντικρυς ἐλεύσεσθαι τοῦ Ἀχιλλέως.

Κολούει. Ἀκέφαλον, καὶ ἀτελῆ ποιήσει. τοῦτʼ ἔστιν, ἀποτεύξεται πρὸ τοῦ ποιῆσαι.

Εἱμένος ἀλκήν. Περικείμενος δύναμιν.

Τμώλῳ. Ὄρει Λυδίας. Ὕδης. Ὕδη διὰ τοῦ δ πόλις Λυδίας, ἡ νῦν καλουμένη Σάρδεις. διὰ δὲ τοῦ λ Ὕλη, πόλις Βοιωτίας. Πίονι δήμῳ. Τῷ εὐδαίμονι.

Κεάσθη. Ἐσχίσθη.

Ἐπεύξατο. Ἐπεκαυχήσατο.

Λίμνῃ Γυγαίῃ. Οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν· ἢ ἀπό τινος ἐγχωρίου ἥρωος Γύγου καλουμένου.

Ἐπισσώτροις. Κανθοῖς. Δατέοντο. Διέκοπτον.

Ἀλεξητῆρα. Μάχης ἀποτρεπτικὸν, βοηθόν.

Ἔσχεθεν. Ἐπέσχεν, ἐκώλυσε.

Πεπάλακτο. Ἐπεμόλυντο.

Ἄϊσθεν. Ἐξέπνευσεν. Ἤρυγεν. Ἐμυκήσατο. ἀνερύγγανε. πνεῦμα σφοδρὸν ἀφῆκεν. Ὡς δʼ ὅτε ταῦρος Ἑλικώνιον ἀμφὶ ἄνακτα. Τὸν Ποσειδῶνα. ἤτοι, ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν. διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη· ὅτι Ἑλικὼν μὲν, ὄρος Βοιωτίας, Ἑλίκη δὲ, νῆσος Ἀχαΐας, ἐν ᾗ ἱερὸν Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν, ἀποικίαν ἔστελλεν εἰς Μίλητον, καὶ Καρίαν, ἔνθα ἱερὸν Ποσειδῶνος ἱδρύσατο. καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους, Ἑλικώνιον τὸν θεὸν προσηγόρευσε. δοκεῖ δὲ ἔπειδʼ ἂν θύωσι, βοησάντων μὲν τῶν βοῶν, προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν. σιγώντων δὲ, λυπεῖσθαι καὶ μηνιᾷν νομίζεσθαι. ἡ ἱστορία παρὰ Κλειτοφῶντι.

Γάνυται. Ἥδεται, χαίρει.

Νηπιέῃσιν. Ἀφροσύναις, ἀνοίαις.

Ὀχῆες. Οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες.

Διέσχε. Διῆλθε.

Γνύξ. Ἐπὶ γόνυ. Οἰμώξας. Στενάξας.

Προτὶ οἷ. Πρὸς ἑαυτόν. Λιασθείς. Ἐκκλίνας.

Λιαζόμενον ποτὶ γαίῃ. Πρὸς τῇ γῇ κεκλιμένον, ὅ ἐστι κείμενον.

Ἐσεμάσσατο. Καθίκετο, ἐλύπησε.

Τετιμένον. Τετιμημένον.

Πτώσσοιμεν. Φοβοίμεθα. Πτολέμοιο γεφύρας. Τὰ μεταξὺ τῶν πολεμούντων διαστήματα.

Αἴσυλα. Τὰ παρὰ τὸ καθῆκον γιγνόμενα, ἄδικα.

Ὀξὺ πάροιθεν. Ἔξυστο τοῦ ἔμπροσθεν μέρους, κατὰ τὴν ἀκμήν.

Πνοιῇ. Πνεύματι. Ἀχιλῆος πάλιν. Ἐπὶ τὸ ἕτερον μέρος Ἀχιλλέως, ὅ ἐστι τὸ ἐναντίον.

Ἦκα μάλα ψύξασα. Πάνυ ἠρέμα καὶ πράως καταπνεύσασα καὶ ὑποκλάσασα τῆς ὁρμῆς. ἢ κοῦφον ποιήσασα.

Ὁμοκλήσας. Ἀπειλήσας.

Ἐρύσατο. Ἔσωσε.

Μέλλεις. Ἔοικας. Ἐς δοῦπον ἀκόντων. Ἐπὶ τὴν ἄφεσιν τῶν δοράτων. ἐπὶ τὴν μάχην.

Ἐπιείσομαι. Ἐπελεύσομαι.

Ἐξαίνυτο. Ἀφῃρεῖτο, ἐλάμβανε.

Εἴπως πεφίδοιτο. Εἴπως αὐτοῦ φείδοιτο.

Γλυκύθυμος. Ἀνειμένος, καὶ προσηνὴς τῇ ψυχῇ. Ἀγανόφρων. Πρᾶος τὸ φρόνημα.

Ὄλισθεν. Ἔπεσεν.

Ἐνέπλησεν. Ἐπλήρωσεν.

Ἵνα. Ὅπου. Τένοντες. Τὰ τεινόμενα νεῦρα.

Ἔπειρεν. Ἐπέρασε.

Πρόσθʼ ὁρόων θάνατον. Ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον.

Σφονδυλίων. Σφονδύλων, οἵ εἰσιν κδ. ἐν τῇ ῥάχει. Ἔκπαλτο. Ἐξεπήδησε.

Νηδύϊ. Γαστρί.

Ἀναμαιμάει. Ἀναφέρεται, ἢ ἐνθουσιᾷ. Θεσπιδαές. Ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον.

Ἀζαλέοιο. Ξηροῦ.

Κλονέων. Ταράσσων. Εἰλυφάζει. Εἰλεῖ, συστρέφει.

Κτεινομένους ἐφέπων. Ἔδει εἰπεῖν, ἔφεσπε κτείνων.

Εὐρυμετώπους. Πλατυμετώπους.

Τριβέμεναι. Ἀλοᾷν.

Ἐριμύκων. Μεγάλως μυκωμένων.

Στεῖβον νέκυας. Ἐπάτουν τοὺς νεκρούς.

Ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον. Ἃς ἀποπίπτουσαι τῶν ἱππείων ὁπλῶν, ὅ ἐστιν ὀνύχων, αἱ ῥανίδες ἔβαλλον. Ῥαθάμιγγες. Ῥανίδες.

Λύθρῳ. Ὁ ἐκ τῆς πολεμικῆς ἐνεργείας μολυσμὸς, ἢ τὸ μετὰ κονιορτοῦ καὶ ἱδρῶτος ἀνθρώπειον αἷμα λύθρος καλεῖται. Ἀάπτους. Ἀπροσπελάστους, χαλεπάς.