Περικείμενον. Περιπεπλεγμένον.
Λιγέως. Περιπαθῶς, ὀδυνηρῶς, ὀξέως.
Μύροντο. Ἐθρήνουν.
Ἰότητι. Βουλήσει.
Τύνη. Σύ. Δωρικῶς.
Ἀνέβραχε. Ποιὸν ἦχον ἀπετέλεσεν.
Ἔτρεσαν. Ἐφοβήθησαν.
Ἐτάρπετο. Ἐτέρφθη.
Οἷʼ ἐπιεικές. Ὁποῖα εἰκὸς θεοῦ ἔργα εἶναι. τουτέστιν οἷα ἔπρεπε θεὸν παρέχειν. ἐπιεικὲς γὰρ τὸ πρέπον.
Καδδῦσαι. Κατελθοῦσαι. Χαλκοτύπους. Ὑπὸ σιδήρου τρωθέντας.
Εὐλὰς ἐγγείνωνται. Σκώληκας ἐγγεννήσωσιν. ἴσως δὲ εἴρηνται εὐλαὶ οἱ σκώληκες, παρὰ τὴν εἴλησιν. Ἀεικίσσωσιν. Ἀφανίσωσιν, αἰκίσωσιν.
Ἐκ δʼ αἰὼν πέφαται. Ἤτοι ἀνῄρηται ὁ βίος. ὅ ἐστι ζωῆς ἐστέρηται. ἢ ὡς οἱ γλωσσογράφοι, αἰὼν ἔφθαρται. ὅ ἐστιν ὁ νωτιαῖος μυελός. Πέφαται. Τέτρωται, ἀνῄρηται, ἠφάνισται.
Μελόντων. Ἀντὶ τοῦ μελέτωσαν.
Πειρήσω. Πειράσομαι. Ἀλαλκεῖν. Ἀλεξῆσαι, βοηθῆσαι. Φῦλα. Ἔθνη, γένη.
Ἀρηϊφάτους. Ἐν πολέμοις πεφονευμένους, ἢ σιδήρῳ. καὶ γὰρ ὁ σίδηρος ἄρης.
Κέεται. Ἀντὶ τοῦ κεῖται. Τελεσφόρον. Τὸν πάντα τελειοῦντα. ὅ ἐστι τελείους καρποὺς φέροντα.
Ἐνῆκεν. Ἐνέβαλεν.
Ἀμβροσίην. Θειότητα.
Χρὼς ἔμπεδος. Τὸ σῶμα ἄφθορον.
Αὐτὰρ ὃ βῆ. Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι ὁ Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. Ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτοῦ τοῦτο. οὕτως γοῦν καὶ ἐν τῇ α ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ. ἄλλως τε καὶ διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν, οὐδὲ τοὺς κήρυκας ἀναμείναντες.
Οἴϊα. Οἴακας, πηδάλια.
Ταμίαι. Οἱ φύλακες τῶν πρὸς τροφήν.
Τὼ δὲ δύω σκάζοντε. Συλληπτικῶς πέφρακε. μόνος γὰρ ὁ Διομήδης ὤφειλε σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος. ὁ μέντοι Ὀδυσσεὺς τὴν πλευρὰν, εἰ μὴ κατὰ συμπάθειαν τῶν μερῶν δόξαιμεν αὐτὸν τοῦτο πεπονθέναι.
Ἐρειδομένω. Ἐπερειδόμενοι, σκηριπτόμενοι.
Πρώτῃ ἀγορῇ. Τῇ προεδρείᾳ τὸ δέ.
Δεύτατος. Ἔσχατος.
Ἄρειον. Κατʼ ἐπερώτησιν ἀναγνωστέον. θέλει γὰρ εἰπεῖν, ὅτι ἄρειον ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει. Ἄρειον. Βέλτιον.
Λυρνησόν. Πόλις τῆς Ὑποπλακίου Θήβης τῆς Κιλικίας.
Τῷ κʼ οὐ τόσσοι. Οὕτως ἂν οὐ τοσοῦτοι. Ὀδὰξ ἕλον ἄσπετον οὖδας. Ἔδακον τὴν γῆν ἀναιρεθέντες.
Προτετύχθαι. Προγεγονέναι.
Ἀσκελέως. Ἄγαν σκληρῶς, ἀμεταστρεπτί. Μενεαινέμεν. Ὀργίζεσθαι.
Ἰαύειν. Κατευνάζεσθαι.
Ἐξ ἕδρης. Ἐκ τῆς καθέδρας.
Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν Ὑββάλλειν. Εἰδὼς ὁ Ἀγαμέμνων, ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων, δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζόμενον τὸν Ἀγαμέμνονα ὑπενόησαν δημηγορεῖν.
Ὑββάλλειν. Ὑποκρούειν, ἐμποδίζειν τὸν λέγοντα. τινὲς δὲ κακῶς ἤκουσαν τὸ διʼ ἑτέρου λέγειν. Ἐπιστάμενον. Ἔμπειρον.
Βλάβεται δέ. Ἐμποδίζεται, βλάπτεται.
Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι. Οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς. ἢ ἀπολογήσομαι.
Σύνθεσθʼ Ἀργεῖοι. Οἱ δὲ λοιποὶ ἀκούσαντες, εἴπατε τοῖς μὴ ἀκούσασι.
Ἠεροφοῖτις. Ἡ διὰ τοῦ σκότους φοιτῶσα. ἢ ἀόρατος. ἢ ἡ ἀπροοράτως φοιτῶσα, καὶ ἐπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαίμων ἡ Ἐριννύς. οἷον ἡ διερευνῶσα τὰ ἐν ταῖς πράξεσιν ἔργα.
Θεὸς διὰ πάντα τελευτᾷ. Θεὸς γὰρ πᾶσι τοῖς πραττομένοις τέλος ἐπάγει.
Πρέσβα. Ἔντιμος. Ἀᾶται. Βλάπτει.
Οὐ γὰρ ἐπʼ οὔδει Πίλναται. Οὐ γὰρ προσπελάζει τῇ γῇ.
Κατʼ ἀνδρῶν κράατα βαίνει. Κατὰ τὰς τῶν ἀνθρώπων κεφαλὰς ἐπιβαίνει.
Κατὰ δʼ οὖν ἕτερόν γε πέδησεν. Ἕνα γοῦν τινὰ ἔβλαψεν ὅτι μὴ πολλούς.
Ἀάσσατο. Ἔβλαψεν ἡ Ἄτη.
Θῆλυς. Θήλεια.
Ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. Κατατετειχισμένῃ, μεταφορικῶς, διὰ τὸ ὑπὸ Ἀμφίονος καὶ Ζήθου αὐτὴν τετειχίσθαι.
Μογοστόκος. Ἡ περὶ τὰς τικτούσας κοπιῶσα, ἢ ἡ τοὺς μόγους ἐπικουφίζουσα τῶν τικτουσῶν.
Περικτιόνεσσι. Περιοίκοις.
Αἵματος. Ἀντὶ τοῦ σπέρματος, γένους.
Ψευστήσεις. Ψεύσῃ.
Πέσῃ μετὰ ποσσὶ γυναικός. Γεννηθῇ, ἀπὸ τοῦ παρακολουθοῦντος.
Ἀάσθη. Ἠπατήθη.
Ῥίον. Ὄρους ἀκρωτήριον.
Ἰφθίμην ἄλοχον. Τὴν Θεσσαλοῦ γυναῖκα. ἰφθίμην λέγει ἐπιθετικῶς ἀντὶ τοῦ ἀγαθήν. τὸ γὰρ κύριον αὐτῆς ὄνομα ἦν Λευκίππη.
Ἐκύει. Κατὰ γαστρὸς εἶχεν. Μείς. Καὶ μὴν Αἰολικῶς, ὥσπερ ῥὶς ῥινὸς, καὶ θὶς θινός. οὕτω καὶ μεὶς μεινὸς κλιθήσεται κατὰ τὴν ἀναλογίαν.
Ἠλιτόμηνον. Διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. ἑπταμηνιαῖος γὰρ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν.
Ἀλκμήνης δʼ ἀπέπαυσε. Ζεὺς μιγεὶς τῇ Ἠλεκτρυόνος Ἀλκμήνῃ, ὃν τρόπον εἴρηται ἐν τῇ ξ, ἔγκυον κατέστησε. μελλούσης δὲ τίκτειν, ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὐτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα, τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντίβειαν δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν. ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα, τροφῆς μοῖραν εἴληχε. βασιλεὺς δὲ ὢν Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσε, οὓς τελειώσας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας, ἀθανασίας μετέλαβε. πῶς τὰ ἑπταμηνιαῖα ζωογονοῦνται, τὰ δὲ ὀκταμηνιαῖα οὔ; καὶ λέγομεν τρεῖς κινήσεις ἔχειν τὸ βρέφος ἐν τῇ γαστρί. τὴν κατὰ δ μῆνα, καθʼ ἣν τὰς φυσικὰς ἐμφαίνει κινήσεις, καὶ ἔτι τὴν καθʼ ἕβδομον, καθʼ ἣν ἔχει κίνησιν τῆς εἰς φῶς προόδου. ἀλλʼ ἡ μήτηρ ἀδυνατεῖ καὶ ἄωρός ἐστιν ἀποβαλεῖν. διὰ τοῦτο γίγνεται καὶ ἑτέρα κίνησις κατὰ τὸν θ, καθʼ ἣν ἔχει πρὸς δυνάμεως καὶ ἡ μήτηρ ἀποβαλεῖν αὐτό. αἱ δὲ κινήσεις εὐτάκτως εἰς δ. εἶθʼ οὕτως εἰς τρεῖς, ὡς εὐσθενέστεραι. εἶτα εἰς δύο μῆνας, ὡς ἔτι εὐσθενέστεραι. ἐξ ὧν ἀποτελεῖται τὸ ἐννεάμηνον. οὕτως ἔχουσι καὶ αἱ ὀπῶραι ἀπότριψιν, ὠριμότητα, καὶ ἀποβολὴν τῆς μητρὸς, καθʼ ἣν ἀποβάλλει ἡ μήτηρ ὅταν ξηρανθῇ τὸ μεταξὺ τῆς μητρὸς καὶ τῆς ὀπώρας λεγόμενον πισμάτιον. εἰς τοίνυν τὸν ἕβδομον μῆνα, ἐπεὶ ἔχει κίνησιν τῆς εἰς φῶς προόδου· εἰ γένηται τοῦτο, ἀλγεῖ μὲν ἡ μήτηρ, τὸ δὲ βρέφος σώζεται. κατὰ δὲ τὸν η. ὂν, συνεχοῦς κινήσεως οὔσης πρὸς τὸν θ, καὶ διακοπείσης ἐκείνης, ἀπόλλυται τὸ κυοφορούμενον καὶ πολλάκις καὶ ἡ μήτηρ. εἰς γὰρ τὴν συνεχῆ κίνησιν εἰ γένηται τμῆσις ἐπὶ πλέον βλάπτει, καὶ δῆλον ἐκ τῆς φλεβοτομίας. οἱ δὲ Πυθαγόρειοι καὶ μαθηματικῶς ἤτοι ἀριθμητικῶς τὴν αἰτίαν ἀποδιδόασιν, λέγοντες· ἐκκείσθω τρίγωνον σκαληνὸν τὸ α, β, γ, ἔχον τὴν μὲν α, β, μονάδων δ. τὴν δὲ β, γ, μονάδων ε. τὴν δὲ α, γ, μονάδων γ. φανερὸν ὅτι κατὰ τοὺς Πυθαγορείους ὁ μὲν γ, καὶ ὁ ε ἄῤῥενες, ὡς περιττοί· ὁ δὲ δ θῆλυς, ὡς ἄρτιος. πεπολυπλασιάσθω ὁ δ ἐπὶ τῶν ε, γίνονται κ. καὶ ὁ ε, ἐφʼ ἑαυτὸν κε, ὁμοῦ με. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου ἤτοι τὸν ϛ, γίνονται σο, ἃ περιέχουσι χρόνον μηνῶν θ. πάλιν τὸν δ ἐπὶ τὸν ε, γίνονται κ. τὸν γ ἐπὶ τὸν ε, γίνονται ιε, ὁμοῦ λε. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου τὸν ϛ, ὁμοῦ σι. ἃ περιέχουσι χρόνον μηνῶν ζ. πάλιν τὸν γ, ἐπὶ τὸν ε, γίνονται ιε. ἐφʼ ἑαυτὸν γίνονται κε, ὁμοῦ μ. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τὸν ϛ, γίνονται σμ. καὶ περιέχουσι χρόνον μηνῶν η. ἐπεὶ οὖν μόνον ἐπὶ τῶν θ καὶ ζ κατὰ φυσικὴν συμπλοκὴν ἄῤῥενος, καὶ θήλεος τοῦ ε, καὶ δ, καὶ γ, οἱ ἀριθμοὶ τῶν ζ καὶ θ γίνονται, εἰκότως τὰ οὕτω τικτόμενα ζωογονεῖται. ἐπὶ δὲ τῶν η μηνῶν, οὐ φαίνεται ἄῤῥενος συμπλοκὴ πρὸς τὸ θῆλυ. οὔτε γὰρ ὁ ε, οὔτε ὁ γ γίγνονται ἐπὶ τὸν δ, ὅς ἐστι θῆλυς. εἰκότως οὖν παρὰ φύσιν οὔσης τῆς συμπλοκῆς, οὐ ζωογονεῖται τὰ τικτόμενα.
Ἀργικέραυνε. Λαμπρὸν ἔχων κεραυνὸν, ἢ ταχύν.
Σθενέλοιο πάϊς Περσηϊάδαο. Εὐρυσθέως. ἦν γὰρ Περσέως ἔγγονος, ὅθεν Περσηϊάδην αὐτόν φησι.
Οὔ οἱ ἀεικές. Οὐ δεινὸν καὶ ἀεικὲς καὶ ἀπεοικὸς, καὶ οὐ χαλεπὸν αὐτῷ.
Αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο.Ἀφείλετο δὲ ἐκ τῆς αὐτοῦ βαθυπλοκάμου κεφαλῆς τὴν Ἄτην. οἱ δὲ ἐκ τῆς ἠλειμμένους πλοκάμους ἐχούσης.
Καρτερὸν ὅρκον. Τὸ Στυγὸς ὕδωρ. τὴν Στύγα Ὠκεανοῦ παῖδα οὖσαν καὶ αὐτὴν τιμιωτάτην τῶν ἀδελφῶν μετὰ τὴν τῶν οὐρανίων θεῶν μάχην τῶν λεγομένων Τιτάνων, εἶναι συνέβη διὰ τήνδε τὴν αἰτίαν. οἱ περὶ Κρόνον Οὐρανοῦ παῖδες ἀρχαῖοι Τιτᾶνες τοῖς ἀμφὶ τὸν Δία νεωτέροις θεοῖς πόλεμον ἤραντο, καὶ τοῦ Διὸς συμμάχους ἀγείροντος, ἡ Στὺξ πρώτη πάντων σὺν τοῖς παισὶν αὐτῆς παρεγένετο. διʼ ὃ ἐξόχως αὐτὴν ἐτίμησαν οἱ περὶ τὸν Δία θεοί. καὶ τὸ ὕδωρ αὐτῆς τῆς ἐν ᾅδου πηγῆς θεῶν ὅρκον ἐποίησαν.
Τάχα. Ταχέως.
Ἀρέσαι. Φιλοποιήσασθαι, ἁρμόσασθαι.
Δῶρα μὲν αἴκʼ ἐθέλησθα παρασχέμεν. Τὰ μὲν δῶρα εἴτε θέλεις παρασχεῖν, εἴτε καὶ παρʼ ἑαυτῷ ἔχειν, ἐν σοί ἐστι.
Παρά σοι. Πάρεστί σοι.
Κλοτοπεύειν. Ἤτοι ὑποκλέπτειν αὐτοὺς τῆς μάχης ἐν τοῖς λόγοις, ἢ ἑτέρου τινὸς ἐπιθυμεῖν.
Διατρίβειν. Χρονουργεῖν, παρέλκειν. Ἔτι γὰρ μέγα ἔργον ἄρεκτον. Ἀτελείωτον, ἄπρακτον. ἤτοι δὲ περὶ τῆς Πατρόκλου ταφῆς λέγει, ἢ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως.
Πρῶτον. Νῦν καθάπαξ. Ὁμιλήσωσι φάλαγγες. Εἰς ταυτὸ συνέλθωσιν αἱ τῶν στρατιωτῶν τάξεις πολεμοῦσαι, συμπλακεῖσαι.
Πάσασθαι. Γεύσασθαι. Ἄνωχθι. Κέλευσον.
Τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. Τοῦτο γὰρ τῆς θρεπτικῆς δυνάμεως ἐστὶ παρασκευαστικὸν παντὸς τοῦ σώματος.
Ἄκμηνος. Ἄγευστος.
Μενοινάα. Προθυμεῖται.
Θαρσαλέον. Ὑπομονητικὸν, τολμηρόν.
Ἐρωῆσαι. Ὑποχωρῆσαι.
Σκέδασον. Σκόρπισον.
Ἰανθῇς. Διαχυθῇς, χαρῇς.
Ἀρεσάσθω. Διʼ ἀρέσκειαν θεραπευσάτω, φιλοφρονησάτω.
Πιείρῃ. Λιπαρᾷ, δαψιλεῖ, πολυτελεῖ. ἔστι δὲ μεταφορά. Ἵνα μή τι δίκης ἐπιδευὲς ἔχησθα. Ἵνα μηδὲν ἐλλίπῃ τῶν ὀφειλόντων πρὸς σὲ δικαίως πραχθῆναι.
Ἐπʼ ἄλλῳ. Πρὸς ἄλλους.
Οὐ μὲν γάρ τι νεμεσσητὸν, βασιλῆα Ἄνδρʼ ἀπαρέσσασθαι. Οὐ μεμπτὸς γὰρ ὑπάρχει βασιλεὺς θεραπεύων ἄνδρα ὃν προηδίκησεν.
Χαλεπήνῃ. Κακῶς βλάψῃ. ὅ ἐστιν, εἰς ὀργὴν ἔλθῃ.
Ἐν μοίρῃ. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον.
Πρὸς δαίμονος. Κατὰ θεόν.
Μιμνέτω. Μενέτω. Αὖθι. Αὐτόθι. Ἐπειγόμενός περ. Καίτοι σπεύδων.
Κρινάμενος. Ἐπιλεξάμενος. Κούρητας. Κούρους, νέους.
Ἐνεγκέμεν. Ἐνεγκεῖν.
Χθιζόν. Χθές. Ὑπέστημεν. Ὑπεσχόμεθα.
Ταμέειν. Διχοτομῆσαι. διʼ ἐντόμων ποιήσασθαι.
Ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι. Ἄλλοτε ποτὲ ταῦτα δρᾷν ὀφείλετε, παυσαμένου τοῦ πολέμου, καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης τὴν ψυχήν.
Μεταπαυσωλή. Ἀνάπαυσις.
Μένος ἦσιν. Ὀργὴ ὑπάρχῃ.
Κέαται. Κεῖνται. Δεδαϊγμένοι. Διακεκομμένοι.
Βρωτύν. Βρῶσιν. Ἦτʼ ἂν ἔγωγε. Τέως ἂν ἐγώ.
Ἐπὴν τισαίμεθα λώβην. Ἐπειδʼ ἂν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν.
Ἱείη. Καθίει.
Κεῖται ἀνὰ πρόθυρον τετραμμένος. Κεῖται ἐπὶ τὴν θύραν ὁρῶν. Ὅ ἐστι τετραμμένους ἔχων ἐν αὐτῇ τοὺς πόδας. οὕτω γὰρ τίθενται οἱ νεκροί. διὰ τὸ ἐξερχομένους τοῦ ἀνθρωπίνου βίου μηκέτι ἀναστρέφειν εἰς τοὺς οἴκους.
Τό μοι. Διό μοι.
Προβαλοίμην. Νικήσαιμι.
Ἐπεὶ πρότερος γενόμην. Ἐπειδὴ πρεσβύτερος ὑπάρχω.
Αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισι. Ταχέως γὰρ κόρος λαμβάνει τοὺς ἀνθρώπους ἐν τῇ μάχῃ. ὀλίγοι εἰσὶν οἱ ἀπολειπόμενοι ζῶντες, πολλοὶ δὲ οἱ φονευόμενοι.
Καλάμην. Καλάμη δὲ κυρίως τὸ ξυλῶδες τῶν ἀσταχύων. ἢ τοὺς στάχυας περιφραστικῶς. ἀλληγορικῶς οὖν καλάμην νῦν κέκληκε τὰ σώματα τῶν ἀνῃρημένων. ἄμητον δὲ τὸν τοῦ θέρους καιρόν. θέλων δηλῶσαι, ὅτι τροπῆς ἐκ Διὸς γιγνομένης πολλοὶ πίπτουσι κατὰ πόλεμον.
Ἄμητος. Προπαροξυτόνως μὲν, ὁ ἀμώμενος καὶ θεριζόμενος καρπὸς τοῦ σίτου. ἀμητὸς δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους. Ὀλίγιστος. Ὀλίγος, μικρός. Ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. Ὁπόταν τροπὴν ἐργάσηται ὁ Ζεύς.
Ἐπήτριμοι. Ἐπάλληλοι, πυκνοί.
Νηλέα. Ἀνηλεῆ, ἀσυμπαθῆ. Ἐπʼ ἤματι δακρύσαντας. Μίαν ἡμέραν κλαύσαντας.
Νωλεμές. Ἀδιαλείπτως.
Ἑσσάμενοι. Περιβαλόμενοι, ἐνδυσάμενοι. Ἀτειρέα. Τὸν ἀκαταπόνητον, καὶ ἄτρωτον.
Ὀτρυντύν. Παρακέλευσιν, παρόρμησιν. Ἰσχαναάσθω. Ἀναμενέτω, ἀπεχέσθω.
Ὀπάσσατο. Προσηταιρίσατο, ἀκολούθους ἔλαβε.
Στήσας. Ἀριθμήσας. ἢ διὰ ζυγοῦ στήσας. οὕτως γὰρ οἱ ἀρχαῖοι τὰ χρήματα ἐστάθμιζον, ὅθεν ὀβολοστάται εἴρηνται.
Ἐπʼ αὐτόφιν. Ἐπʼ αὐτοῦ τοῦ τόπου.
Ὕπατος. Πρῶτος, μέγιστος.
Τίνυνται. Τιμωροῦνται.
Ἐπενεῖκαι. Ἐπιβαλεῖν, ἅψασθαι.
Οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος. Ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην.
Ἀπροτίμαστος. Ἀνύβριστος. ἄθικτος συνουσίας, καὶ μίξεως ἀνδρός.
Ὅς τις σφʼ ἀλίτηται ὀμόσσας. Ὅς τις ἁμάρτῃ ἐπιορκήσας.
Στόμαχον. Λαιμόν.
Τὸν μὲν Ταλθύβιος Ῥίψʼ ἐπιδινήσας. Ἐπιστραφείς φησιν ἔῤῥιψεν εἰς θάλασσαν τὸν κάπρον. σημαίνει ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα οὐκ ἤσθιον, ἀλλʼ ἐῤῥίπτουν, ἢ ἔκαιον, ὡς ἐν τῇ γ. φησί.
Βόσιν. Βορὰν, βρῶσιν.
Διδοῖσθα. Διδοῖς.
Ἀμήχανος ἀλλά ποθι Ζεύς. Ὥστε τὸν Δία ἀμήχανον δηλοῦσθαι, ὅ ἐστι κακομήχανον.
Ἀγορὴν αἰψηρήν. Τὴν ταχέως ἀθροισθεῖσαν.
Ἀμφʼ αὐτῷ. Περιπλακεῖσα τῷ Πατρόκλῳ δηλονότι. Λίγʼ ἐκώκυεν. Ὀξέως ἐθρήνει. Ἄμυσσε. Κατέξεε τοῖς ὄνυξιν, ἐσπάραττεν.
Κιχάνομαι. Καταλαμβάνω. Ὄρχαμε. Ἡγεμών.
Ἂψ ἀνιοῦσα. Εἰς τοὐπίσω ἀνερχομένη. Ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. Ὡς ἐν ἀδιαλείπτοις γίγνομαι κακοῖς.
Κηδείους. Εὐνουστάτους, καὶ μᾶλλον διαφέροντας τῇ συγγενείᾳ. φροντίδος ἀξίους. Ἐπέσπον. Ἐπηκολούθησαν.
Ἔφασκες. Ἔλεγες.
Κουριδίην. Τὴν παρθενικήν. Ἄξειν. Ἀπάξειν.
Δαίσειν. Εὐωχήσειν.
Ἄμοτον. Ἀμότως, ἀπληρώτως.
Σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη. Αἱ δὲ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηΐδι δῆθεν, ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον· τῇ δὲ ἀληθείᾳ, ἑκάστη ἐπʼ αὐτῷ ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.
Σίτοιο. Ἄρτου.
Ἄσασθαι. Κορεσθῆναι.
Δύντα δʼ ἐς ἠέλιον. Ἕως ἡλίου δυσμάς.
Ἀπεσκέδασεν. Ἀπεσκόρπισε.
Τέρποντες. Ἀντὶ τοῦ τέρπειν βουλόμενοι, παρηγοροῦντες. Πυκινῶς. Συνετῶς. Ἀκαχήμενον. Λυπούμενον.
Ἀδινῶς ἀνενείκατο. Ἀθρόως καὶ ἐλεεινῶς καὶ οἰκτρῶς ἀνέκραξε. ἢ οἱονεὶ ἀνεστέναξε, καὶ πολὺ ἤγαγε πνεῦμα.
Δυσάμμορε. Κακόμοιρε.
Λαρόν. Ἡδύ.
Αἶψα καὶ ὀτραλέως. Ἐνεργῶς, καὶ σπουδαίως. τὸ αὐτὸ εἶπεν ἐπιτάσεως χάριν. Σπερχοίατο. Ταρασσόμενοι ἐπείγοιντο.
Σῇ ποθῇ. Τῷ σῷ πόθῳ, τῇ σῇ ζητήσει. Κακώτερον. Χεῖρον.
Πυθοίμην. Ἀκούσαιμι.
Τέρεν. Ἁπαλὸν, ὑγρόν. Εἴβει. Κυρίως μὲν σπένδει. Ἄρτι δὲ προχεῖ, στάζει.
Χήτει. Στερήσει, ἐνδείᾳ, σπάνει.
Ῥιγεδανῆς. Φρικτῆς, χαλεπῆς.
Ἐώλπει. Ἤλπιζεν.
Σκυρόθεν. Σκύρος νῆσος μία τῶν Κυκλάδων. Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος, Ἀγαμέμνων καὶ Μενέλαος τοὺς Ἕλληνας κατὰ Τρώων ἐστρατολόγησαν. Πηλεὺς δὲ προγιγνώσκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος εἰς Σκύρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα, γυναικείαν ἐσθῆτα ἀμφιέσας ὡς κόρην. ὁ δὲ αὐτὸν μετὰ τῶν θυγατέρων ἀνέτρεφε. χρησμοῦ δὲ δοθέντος, μὴ ἁλώσεσθαι τὴν Ἴλιον χωρὶς Ἀχιλλέως, πεμφθέντες ὑφʼ Ἑλλήνων Ὀδυσσεὺς, Φοῖνιξ, καὶ Νέστωρ, Πηλέως ἀρνουμένου παρʼ αὐτῷ τὸν παῖδα τυγχάνειν, πορευθέντες εἰς Σκύρον ὑπονοήσαντες μετὰ τῶν παρθένων τὸν Ἀχιλλέα τρέφεσθαι, ταῖς Ὀδυσσέως ὑποθήκαις, ὅπλα καὶ ταλάρους ἔῤῥιψαν σὺν ἱστουργικοῖς ἐργαλείοις ἔμπροσθεν τοῦ παρθενῶνος. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν, ὁ δʼ ἐπὶ τὰ ὅπλα. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων, ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους. ἥτις ἐξ αὐτοῦ ἐγέννησε Πύῤῥον τὸν ὕστερον Νεοπτόλεμον κληθέντα. ὅς τις τοῖς Ἕλλησι νέος ὢν συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.
Κτῆσιν. Κτήματα.
Ἀκαχῆσθαι. Λυπεῖσθαι.
Πύθοιτο. Ἀκούσει.
Μυρομένους. Κλαίοντας.
Πάμπαν. Παντελῶς δή. Ἀποίχεαι. Οἴχῃ, πεπόρευσαι.
Μέμβλεται. Μέλει, παρακάθηται.
Μετὰ δεῖπνον. Ἐπὶ τὸ δεῖπνον.
Νέκταρ. Θεῖον πόμα. Ἀμβροσίην. Θείαν τροφήν.
Ἵκηται. Καθίκηται, καθάψηται.
Ἅρπῃ. Εἶδος ὀρνέου. τινὲς ἰκτῖνον καλοῦσιν, ἕτεροι δὲ φήνην. λέγεται δὲ καὶ τὸ δρέπανον. Τανυπτέρυγι. Μακρὰς πτέρυγας ἐχούσῃ. Λιγυφώνῳ. Ὀξυφώνῳ.
Ἐκκατέπαλτο. Καθήλατο.
Ἐρισθενέος. Μεγαλοσθενοῦς, ἰσχυροῦ. Πυκινόν. Πυκνὸν, ἀσφαλές.
Ἐκποτέονται. Ἐξίπτανται.
Ὑπαὶ ῥιπῆς. Ὑπὸ σφοδρότητος καὶ ὁρμῆς. Αἰθρηγενέος. Τοῦ αἰθρίαν ποιοῦντος.
Γανόωσαι. Λάμπουσαι.
Ἐκφορέοντο. Ἐξεφέροντο.
Κραταιγύαλοι. Ἰσχυρὰ γύαλα ἔχοντες. ἰσχυροί. Γύαλα δὲ τὰ κοιλώματα.
Ὑπὸ στεροπῆς. Ἀστραπῆς, λαμπρότητος.
Καναχή. Ψόφος.
Σέλας. Λαμπρότης.
Ἄτλητον. Ἀνυπομόνητον, ἀκαρτέρητον.
Δύσετο. Ἐνεδύσατο.
Μήνης. Σελήνης.
Οἰοπόλῳ. Ἐν ᾧ ὄϊες πολοῦνται, καὶ ἀναστρέφονται.
Ἀείρας. Ἐπάρας.
Περισσείοντο. Περιεσείοντο. Ἔθειραι. Αἱ ἐξ ἔθους κεκοσμημέναι κόμαι.
Ἵει. Ἐνεποίκιλλεν, ἐνέβαλεν.
Ἐφαρμόσσειεν. Ἁρμόσειεν. Ἐντρέχοι. Ἀκωλύτως χρῷτο, ὥστε μὴ ἐμποδίζεσθαι.
Τῷ δʼ ηὖτε πτερὰ γίνετο. Τῷ δὲ Ἀχιλλεῖ κοῦφα καὶ ἁρμόδια τὰ ὅπλα ἐγίγνοντο ὡσεὶ πτερά.
Σύριγγος. Τῆς δορατοθήκης.
Ἐπίστατο. Ἀντὶ τοῦ ἠδύνατο. Πῆλαι. Κινῆσαι, σεῖσαι.
Πηλιάδα. Τὴν ἐκ Πηλίου ὄρους Θεσσαλίας τμηθεῖσαν. λέγει δὲ τὸ δόρυ. μελία γὰρ εἶδος δένδρου ἐπιτηδείου πρὸς κατασκευὴν δοράτων.
Ἄλκιμος. Ἀλκιμέδων, ὑποκοριστικῶς.
Λέπαδνα. Οἱ ὑποτραχήλιοι ἱμάντες, οἱ μασχαλιστῆρες.
Τηλεκλυτά. Πάνυ ἔνδοξα. Ποδάργης. Τοῖς ποσὶν ἐπαρκούσης. ταχείας.
Ἄλλως. Μὴ οὐχὶ οὕτως, κατὰ ἄλλην ἔννοιαν. Φράζεσθε. Σύνετε, νοεῖτε.
Ἐπεί χʼ ἑῶμεν πολέμοιο. Ἐπειδʼ ἂν ἀναμιχθῶμεν τοῖς πολεμίοις, ἔνιοι δὲ χέομεν, ὑποχωρήσομεν. Ἐπεί χʼ ἑῶμεν. Ἐπειδʼ ἂν κορεσθῶμεν.
Ὑπὸ ζυγόφιν. Ὑπὸ ζυγοῦ. Αἰόλος. Ἀντὶ τοῦ ταχύς.
Ἤμυσσε καρήατι. Παρέκλινε τὴν κεφαλὴν αὐτοῦ. ταχέως δὲ εἰς θάτερον ἔκλινε τὴν κεφαλὴν, παρεπιστρέψας εἰς τοὐπίσω, ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτῷ διαλέγεσθαι. Χαίτη. Θρίξ.
Ζεύγλης. Ζεύξεως, ζυγοῦ.
Αὐδήεντα. Φωνῇ ἐνάρθρῳ χρώμενον.
Κραταιή. Ἰσχυρά.
Νωχελίῃ. Βραδυτῆτι, ἀσθενείᾳ.
Θέοιμεν. Τρέχοιμεν.
Μόρσιμον. Μεμοιραμένον, εἱμαρμένον. Θεῷ τε καὶ ἀνέρι. Ὑπὸ θεοῦ Ἀπόλλωνος καὶ ἀνδρὸς Ἀλεξάνδρου. Δαμῆναι. Δαμασθῆναι.
Ὣς ἄρα φωνήσαντος Ἐριννύες ἔσχεθον αὐδήν. Οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐριννύες τὴν φωνήν. πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπὸ Ἐριννύων γίγνεσθαι.