eul_wid: vta-aha
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book I by Scholia on the Iliad and Odyssey

Headed as old scholia, these notes on the first book of the Iliad begin with the wrath of Achilles and ask why Homer starts in the tenth year of the war. They derive Achilles' name, trace the Achaeans to Achaeus son of Xuthus, and gloss Achilles' oath on the sceptre. Zeus and Hera are said to have taken the kingship of heaven after Cronus, Hera's golden throne is read as fiery upper air, and this book alone is said to have no simile.

Part of D-Scholia on the Iliad

ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΤΩΝ ΠΑΝΥ ΔΟΚΙΜΩΝ ΕΙΣ ΤΗΝ ὉΜΗΡΟΥ ΙΛΙΑΔΑ.

Μῆνιν. Ὀργὴν, χόλον ἐπίμονον. ἐζήτηται δὲ εὐθὺς, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο τοῦ πολέμου ὁ Ποιητής. καὶ φαμὲν, ὅτι ἅπας μὲν χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους, οὐκ ἔσχεν οὕτω συνεχεῖς τὰς μάχας, διὰ τὸ τοὺς Τρῶας φόβῳ τοῦ Ἀχιλλέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους. τὸ δὲ δέκατον ἔτος, πλείονας ἔσχε τὰς πράξεις, καὶ τοὺς πολέμους ἰσοπαλεῖς, τοῦ Ἀχιλλέως ὀργιζομένου. ὁ δὲ Ποιητὴς, οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων. διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων, περιέλαβε καὶ τὰ πρὸ τούτων πραχθέντα. αὕτη γὰρ ἀρετὴ ποιήσεως, τὸ, ἀπὸ τῶν μέσων ἄρξασθαι, προϊόντα δὲ καὶ τὴν ἀρχὴν διηγεῖσθαι κατὰ μέρος. Ἄειδε. ᾆδε, λέγε. Θεά. Κοινῷ μὲν ὀνόματι προσαγορεύει τὴν Μοῦσαν. τῇ δὲ ἰδιότητι τῆς πράξεως, προεδήλωσεν ὡς οὐχ ἑτέραν λέγει θεάν. μόναι γὰρ ᾄδουσιν αἱ Μοῦσαι. οὐ προσέθηκε δὲ, οὐδὲ ὄνομα Μούσης, πάσας διὰ τῆς μιᾶς καλῶν. Θεά. Μοῦσα. λέγει δὲ τὴν Καλλιόπην. Πηληϊάδεω. Τοῦ Πηλέως παιδός. Ἀχιλῆος. Ἀναγνωστέον διʼ ἑνὸς λ, διὰ τὸ μέτρον. λέγεται δὲ Ἀχιλλεὺς, παρὰ τὸ ἄχος, τουτέστι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ, παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς. ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

Οὐλομένην. Ὀλεθρίαν. Ἥ. Ἥτις ὀργή. Μυρία. Ἀορίστως, ἀντὶ τοῦ πολλά. Ἀχαιοῖς. Τοῖς Ἕλλησιν. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγόμενος Κρέουσαν τὴν Ἐρεχθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν. ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας. ὁ δὲ Ἀχαιὸς, φόνον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσσαλίαν· καὶ κυριεύσας τῆς χώρας, τοὺς ὑποτεταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶτοί τε οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι. οὐ μὴν ἅπαντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυνηθέντος τοῦ Ἕλληνος, καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες. Ἄλγεα. Κακὰ, ἢ λύπας. Ἔθηκεν. Ἐποίησεν, εἰργάσατο.

Πολλάς. Παμπόλλους. Ἰφθίμους. Ἰσχυρὰς, γενναίας. Ἄϊδι. Τῷ ᾅδῃ. ἀπὸ εὐθείας τῆς ἄϊς, ὡς Πάρις. Προΐαψε. Πρὸ τῆς εἱμαρμένης ἔπεμψεν.

Ἡρώων. Τῶν ἡμιθέων ἀνδρῶν. ἥρωας δέ φασι κληθῆναι, ἀπὸ τῆς ἀρετῆς· ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν τοῖς ἔργοις καὶ ταῖς ἡμέραις· Ἠέρα ἑσσάμενοι πάντη φοιτῶσιν ἐπʼ αἶαν. ἢ ἀπὸ τῆς ἐράσεως, τουτέστι μίξεως τῶν θεῶν. οἱ γὰρ θεοὶ, θνηταῖς γυναιξὶ συνερχόμενοι, ἐποίουν τὸ τῶν Ἡρώων γένος. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ ἡ γῆ, κατὰ διάλεκτον. ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώπων. Αὐτοὺς δέ. Ἀντὶ τοῦ, τὰ δὲ σώματα αὐτῶν. Ἑλώρια. Ἑλκύσματα, σπαράγματα. Τεῦχε. Ἐποίει. Κύνεσσι. Κυσίν. Αἰολὶς ἡ διάλεκτος.

Οἰωνοῖσι. Τοῖς σαρκοφάγοις ὄρνισι. λέγει δὲ γυψὶ καὶ κόραξι. Πᾶσιν. Ἅπασι. Διὸς δέ. Ἡ δὲ τοῦ Διός. Ἐτελείετο. Ἐτελειοῦτο, ἐπληροῦτο. Βουλή. Γνώμη. Διὸς δὲ τελείετο βουλή. Διὸς βουλὴν, οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν. ἄλλοι δὲ ἐξεδέξαντο, δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θεσπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ· Τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο Ἐκ δρυὸς ὑψικόμοιο, Διὸς βουλὴν ἐπακούσῃ. ἄλλοι δὲ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γὴν βαρουμένην ὑπὸ ἀνθρώπων πολυπληθείας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους. τὸν δὲ Δία, πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν. ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ ἐχρήσατο. ἣν Διὸς βουλὴν Ὅμηρός φησιν. ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθεῖραι, τοῦτο τοῦ Μώμου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ γνώμας δύο, τὴν Θέτιδος θνητογαμίαν, καὶ θυγατρὸς καλὴν γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ Βαρβάροις ἐγένετο, οὕτω συμβῆναι κουφισθῆναι τὴν γῆν, πολλῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποιηκότι, εἰπόντι οὕτως· Ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενα Βαθυστέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς πραπίδεσσι Σύνθετο κουφίσαι, ἀνθρώπων παμβώτορα γαῖαν, Ῥιπίσας πο-λέμου μεγάλην ἔριν Ἰλιάκοιο· Ὄφρα κε-νώσειεν θανάτῳ βάρος· οἱ δʼ ἐνὶ Τροίῃ Ἥ-ρωες κτείνοντο. Διὸς δὲ τελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς, ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν κατὰ τὴν Ἀριστάρχου καὶ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν. καθάπερ καὶ τὰ κεφάλαια ἐν τῷ προοιμίῳ κεῖται τῆς ποιήσεως.

Ἐξ οὗ δή. Ἀφʼ οὗ δὴ χρόνου. Τὰ πρῶτα. Τὸ πρῶτον, καὶ τὴν ἀρχήν. Διαστήτην. Διεχωρίσθησαν. Ἐρίσαντε. Φιλονεικήσαντες.

Ἀτρείδης. Ὁ Ἀτρέως παῖς Ἀγαμέμνων δὲ, κατὰ μὲν Ὅμηρον, Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης. κατὰ δὲ Ἡσίοδον, Πλεισθένους, τὸ γένος, Μυκηναῖος. ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον, καὶ ὑποστρέψας οἴκαδε, ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ εὐωχίας ἔπι. οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴ ἡ Κλυταιμνήστρα ἀνεῖλεν αὐτὸν χιτῶνι μὴ ἔχοντι ἔνδυσιν τραχήλου. ἐξ αὐτῆς δὲ ἔσχεν υἱὸν τὸν Ὀρέστην, καὶ θυγατέρας τέσσαρας· Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν, καὶ Ἠλέκτραν. Ἄναξ. Βασιλεύς. Δῖος. Θεῖος, εὐγενὴς, ἢ ἀπὸ Διὸς ἔχων τὸ γένος, ἔντιμος· ἀπὸ γὰρ Αἰγίνης τῆς Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν, Αἰακός· Αἰακοῦ δὲ, Τελαμῶν καὶ Πηλεύς· Πηλέως δὲ, Ἀχιλλεύς.

Τίς τʼ ἂρ σφῶε. Τίς δὴ αὐτοὺς τοὺς δύο, Ἀγαμέμνονα, καὶ Ἀχιλλέα. πάλιν δὲ, τοῦτο ὁ Ποιητὴς ἐρωτᾷ τὴν Μοῦσαν. Ἔριδι. Φιλονεικίᾳ. Ξυνέηκε. Συνέβαλε, συνέμιξε.

Λητοῦς καὶ Διὸς υἱός. Ὁ τῆς Λητοῦς καὶ Διὸς παῖς Ἀπόλλων, πάλιν δὲ τοῦτο ὡς ἀπὸ τῆς Μούσης. Ζεὺς δὲ ἐρασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν. ἥτις, δεκαμηνιαίου χρόνου διαγενομένου, ἠπείγετο διὰ θαλάσσης πρὸς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων. ἐκεῖσε δὲ ἐλθοῦσα, δρεψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπεκύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐῤῥιζώθη. Ὁ γάρ. Οὗτος γάρ. Βασιλῆϊ. Τῷ βασιλεῖ. Χολωθείς. Ὀργισθείς.

Νοῦσον. Νόσον λοιμικήν. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὦρσε. Διήγειρεν, ἐνέβαλε. Κακήν. Κακωτικήν. Ὀλέκοντο. Ἀπώλλοντο. Λαοί. Ὄχλοι. λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Προμηθέως παῖς Δευκαλίων γίγνεται. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύῤῥαν τὴν Ἐπιμηθέως καὶ Πανδώρης, ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως, Δευκαλίων τεκτῃνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρίς· οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα καὶ τέμπη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ Παρνασῷ περιΐσχει· κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων, ἐκβὰς, ἔθυσε Διῒ Φυξίῳ· Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν, ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται. ὃ δὲ αἰτεῖται, ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλλεν αἴρων λάας, τουτέστι λίθους· καὶ οὗς μὲν ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγένοντο· οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.

Οὕνεκα τὸν Χρύσην. Ἕνεκα. ἐπειδὴ τὸν Χρύσην. Ἠτίμησεν. Ἀτίμως ὕβρισεν. Ἀρητῆρα. Ἱερέα. παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι.

Ὁ γάρ. Οὗτος γάρ. Ἦλθε. Παρεγένετο. Θοάς. Ταχείας. σημαίνει δὲ καὶ ὀξείας. ὡς ἐν ἐκείνοις· Ἔνθεν δʼ αὖ νήσοισιν ἐπὶ προέηκε θοῇσιν. Ἐπὶ νῆας. Ἐπὶ τὰς ναῦς, ὅ ἐστι τὰ πλοῖα.

Λυσόμενος. Λυτρωσόμενος. Θύγατρα. Τὴν θυγατέρα. Φέρων. Κομίζων, ἄγων. Ἀπερείσια. Ἄπειρα τῷ πλήθει, πολλά. Ἄποινα. Δῶρα, λύτρα, ἄφοινα τινὰ ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα.

Στέμματα. Στεφανώματα. Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δὲ αὐτῆς Ἀπόλλων, καὶ βουλόμενος συγγενέσθαι, ἐδίωκε· καταλαμβανομένης δὲ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ Γῇ, χάσματι αὐτὴν δεχθῆναι· γενομένου δὲ τούτου, καὶ τῆς γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος, ἐξεπλάγη, καὶ τὸ μὲν δένδρον, ἀπὸ τῆς παρθένου Δάφνην προσηγόρευσεν ὁμωνύμως. λαβὼν δὲ κλάδον αὐτῆς, ἐστέψατο. Ἔχων. Κατέχων, κρατῶν. Ἐν χερσίν. Ἐν ταῖς χερσίν. Ἑκηβόλου. Ἕκαθεν, ὅ ἐστι πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου.

Χρυσέῳ ἀνὰ σκήπτρῳ. Περὶ τῷ κεχρυσωμένῳ σκήπτρῳ, ὅ ἐστι τῇ χρυσῇ ῥάβδῳ τῇ βασιλικῇ. Ἐλίσσετο. Ἐλιτάνευε, παρεκάλει. Πάντας Ἀχαιούς. Πάντας τοὺς Ἕλληνας.

Ἀτρείδα δὲ μάλιστα. Μάλιστα δὲ τοὺς Ἀτρέως παῖδας, Ἀγαμέμνονα καὶ Μενέλαον. Μάλιστα. Ἐξαιρέτως. Δύω. Δισσούς. Κοσμήτορε. Διατάκτορας, ἡγεμόνας. Λαῶν. Τῶν ὄχλων.

Ἀτρεῖδαί τε. Ὦ Ἀτρέως παῖδες, Ἀγάμεμνον, καὶ Μενέλαε. Ἄλλοι. Οἱ λοιποί.

Ὑμῖν μὲν θεοὶ δοῖεν. Ὑμῖν μὲν οἱ θεοὶ παράσχοιεν. Ὀλύμπια δώματʼ ἔχοντες. Οἱ τὸν Ὄλυμπον κατοικοῦντες. Ὄλυμπος δὲ, κατὰ μὲν Ὅμηρον, ὄρος τῆς Μακεδονίας μέγιστον, ἱερὸν τῶν θεῶν. κατὰ δὲ ἀλληγορίαν, ὄλυμπός ἐστιν ὁ οὐρανός· παρὰ τὸ, ὁλολαμπὴς εἶναι.

Ἐκπέρσαι. Ἐκπορθῆσαι, καταστρέψαι. Πριάμοιο πόλιν. Τὴν Ἴλιον. περιφραστικῶς. Εὖ δʼ. Καλῶς δέ. διατί δὲ ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο; λέγομεν, ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν, ἅπερ ἐπεθύμει δρᾶσαι. δεύτερον δὲ, ὅτι διὰ τοὺς Τρῶας ἀπωλωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ αὐτῶν. Οἴκαδε. Εἰς τὰ οἰκεῖα. Ἱκέσθαι. Παραγενέσθαι.

Παῖδα δέ μοι. Τὴν θυγατέρα μου. Λύσατε. Λύτρα λαβόντες, ἀπόδοτε. Φίλην. Προσφιλεστάτην. Τὰ δʼ ἄποινα. Τάδε τὰ δῶρα. Δέχεσθε. Λαμβάνετε.

Ἁζόμενοι. Ἐντρεπόμενοι, σεβόμενοι. Διὸς υἱόν. Τὸν Διὸς παῖδα Ἀπόλλωνα.

Ἔνθα. Τότε· χρονικὸν ἐπίῤῥημα. ἐνταῦθα δὲ, τοπικόν. Ἐπευφήμησαν. Μετʼ εὐφημίας ἐβόησαν.

Αἰδεῖσθαι. Ἐντρέπεσθαι. Ἱερῆα. Τὸν ἱερέα. Ἀγλαά. Καλά. Δέχθαι. Δέχεσθαι, λαμβάνειν.

Ἀλλʼ οὐκ Ἀτρείδῃ. Ἀλλʼ οὐ τῷ Ἀτρέως παιδὶ Ἀγαμέμνονι. Ἥνδανε. Ἤρεσκε. Θυμῷ. Διὰ τὴν ὀργήν.

Ἀλλὰ κακῶς. Ἀλλὰ μεθʼ ὕβρεως. Ἀφίει. Ἀπέπεμπε. Κρατερόν. Ἰσχυρὸν, ἀπειλητικόν. Μῦθον. Λόγον. Ἔτελλεν. Ἐπέτελλεν, ἔλεγε.

Μή σε, γέρον. Μή σε, ὦ πρεσβύτα. Κοίλῃσι. Κοίλαις, βαθείαις. Παρὰ νηυσί. Παρὰ ταῖς ναυσί. Κιχείω. Καταλάβω.

Ἢ νύν. ἢ ἐν τῷ παρόντι καιρῷ. Δηθύνοντα. Ἐγχρονίζοντα. Ἢ ὕστερον. Ἢ ἐκ δευτέρου. Αὖτις. Πάλιν. Ἰόντα. Παραγενόμενον.

Μὴ νύ τοι. Μὴ οὐκ ἄν σοι. Οὐ χραίσμῃ. Οὐ βοηθήσῃ. Σκῆπτρον. Ἡ βασιλικὴ ῥάβδος. Στέμμα. Στεφάνωμα. Θεοῖο. Τοῦ θεοῦ.

Τὴν δέ. Ταύτην δέ. Οὐ λύσω. Οὐκ ἀπολύσω. Πρίν μιν. Πρὸ τοῦ αὐτήν. Γῆρας ἔπεισι. Τὸ γῆρας καταλάβῃ.

Ἡμετέρῳ ἐνὶ οἴκῳ. Ἐν τῷ ἡμετέρῳ οἴκῳ. Ἐν Ἄργει. Ἐν τῷ Ἄργει. ὅ ἐστι, τῇ Πελοποννήσῳ νῦν καλουμένῃ. ὁ δὲ Ἀγαμέμνων, βασιλεὺς ἦν Μυκήνης πόλεως Ἀργολικῆς. Ἰστέον δὲ, ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελίας, τῆς Ὠκεανοῦ. ὕστερον δὲ πάλιν, Ἀπία ἐκλήθη, ἀπὸ Ἀπίδος τοῦ Φορωνέως παιδός. εἶθʼ οὕτως Ἄργος, ἀπὸ Ἄργου τοῦ Πανόπτου. τελευταῖον δὲ πάντων, Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα. Τηλόθι πάτρης. Πόῤῥω τῆς πατρίδος.

Ἱστὸν ἐποιχομένην. Ἱστουργοῦσαν, καὶ ὑφαίνουσαν. διατί ἐπάγει τῇ γαμετῇ καὶ τοῖς τέκνοις τὴν αἰχμάλωτον; ῥητέον οὖν, ὅτι οὐ διʼ ἐπιθυμίαν αὐτὴν τοσοῦτον ἐπάγει, ἀλλὰ πρὸς στρατιωτικὴν ὕβριν· ἵνα ἅπερ Μενέλαος ἐπεπόνθει, ταῦτα καὶ αὐτὸς δράσῃ. ὡς καὶ ὁ Νέστωρ φησί· Τῷ μή τις πρὶν ἐπειγέσθω οἴκονδε νέεσθαι. Πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι. Καὶ ἐμὸν λέχος ἀντιόωσαν. Καὶ τῆς ἐμῆς κοίτης ἀντιλαμβανομένην, καὶ μετέχουσαν.

Ἀλλʼ ἴθι. Ἀλλʼ ἄπιθι. Μή μʼ ἐρέθιζε. Μή με παρόξυνε. Σαώτερος. Σῶος, ὑγιής. Ὥς κε. Ὅπως ἄν. Νέηαι. Πορευθῇς, ἐπανέλθῃς.

Ὣς ἔφατο. Οὕτως εἶπεν. Ἔδδεισεν. Ἐφοβήθη, εὐλαβήθη. Ὁ γέρων. Ὁ πρεσβύτης. Καὶ ἐπείθετο. Καὶ ἐπείσθη. Μύθῳ. τῷ λόγῳ.

Βῆ δέ. Ἐπορεύθη δέ. τὸ σχῆμα ἀφαίρεσις. Ἀκέων. Ἡσυχάζων, σιωπῶν. Παρὰ θῖνα. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. ὃς οὕτω κέκληται ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτεσθαι τῇ προσρήξει τῶν κυμάτων. Πολυφλοίσβοιο. Πολυήχου, πολυταράχου.

Πολλά. Πλεῖστα. Ἔπειτα. Μεταταῦτα. Ἀπάνευθεν. Ἄπωθεν, χωρίς. Κιών. Παραγενόμενος, πορευθείς. Ἠρᾶτο. Ηὔχετο. Ὁ γεραιός. Ὁ πρεσβύτης.

Ἄνακτι. Τῷ βασιλεῖ. νῦν δὲ θεῷ τῷ Ἀπόλλωνι. Τόν. Ὅντινα. Ἠΰκομος. Εὔκομος. ἀπὸ μέρους, καλή. Τέκεν. Ἔτεκεν, ἐγέννησεν. Λητώ. Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ.

Κλῦθί μευ. Ἐπάκουσόν μου. Ἀργυρότοξε. Λαμπρότοξε, καλλίτοξε. Ὃς Χρύσην. Ὅστις τὴν Χρύσαν. Χρύσα δὲ πόλις Τρωϊκή. Ἀμφιβέβηκας. Περιβέβηκας, ὑπερμαχεῖς.

Κίλλαν τε. Καὶ τὴν Κίλλαν. ἔστι δὲ πολίχνιον τῆς Τρωάδος. Ζαθέην. Ἄγαν θείαν, ὅ ἐστι πάνυ. Πέλοψ ὁ Ταντάλου κατὰ μισθὸν παιδικῆς ὥρας, λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πίσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον, Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον. ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι, ἀπωδύρετό τε τὴν αὐτοῦ ἀπώλειαν, καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς, ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρός. εἴθʼ οὕτως ἔθαψε τὴν τέφραν, ἐπιφανῶς τοῦ Κίλλου ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας, διὰ τὸ, αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας, Κίλλαν κέκληκεν. ὁ μέν τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου ἐν τῷ ἀγῶνι. ἡ ἱστορία παρὰ Θεοπόμπῳ. Τενέδοιό τε. Καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος, νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη, οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα. Κύκνου γὰρ τοῦ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα παῖδες, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκ ἔτι ἦν. ἐπέγημε δὲ ὁ Κύκνος Φυλονόμην, ἢ, ὡς ἔνιοι, Πολύβοιαν. ἡ Φυλονόμη δὲ — καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης — ἐρασθεῖσα αὐτοῦ, λόγους περὶ συνουσίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρήσαντος, κατηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ, ὅτι τεθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα, ἐνέβαλεν εἰς λάρνακα, καὶ ἔῤῥιψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην, καὶ διὰ τὸ εἶναι υἱωνὸν, ἔσωσεν ὁ Ποσειδῶν. τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθεμα, μαθόντες τὸ γεγονὸς, οὐ μόνον ἑαυτῶν βασιλέα τὸν Τέννην κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν. Ἶφι. Ἰσχυρῶς, γενναίως. Ἀνάσσεις. Βασιλεύεις.

Σμινθεῦ. Ὦ Σμίνθιε. ἔστι δὲ ἐπίθετον τοῦ Ἀπόλλωνος. Σμίνθος γὰρ τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου, ἀπὸ αἰτίας τοιᾶσδε· ἐν Χρύσῃ πόλει τῆς Μυσίας Κρίνις τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς, ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβούκολον αὐτοῦ παρεγένετο. παρʼ ᾧ ξενισθεὶς ὁ θεὸς, ὑπέσχετο κακῶν ἀπαλλάξαι. καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέφθειρεν. ἀπαλλασσόμενος οὖν, ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου, Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέως ἱερὸν αὐτὸ καλέσας. ἐπειδήπερ, κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον, οἱ μύες, σμίνθοι ἐκαλοῦντο. ἡ ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως εἶπον, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες, χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποίκους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωῒ δὲ ἀναστάντες, καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα καὶ ἐκάλουν Σμινθίαν. οἱ γὰρ Κρῆτες τοὺς μύας, σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος ἐκλήθη, διὰ τὸ ὑπερασπίζειν αὐτῆς. Εἴ ποτέ τοι. Ἐάν ποτέ σοι. Χαρίεντα. Εὔχαριν, καλόν. Νηόν. Ναόν. Ἔρεψα. Ἐπέρεψα, ὠρόφωσα, ἐστεφάνωσα.

Ἢ εἰ δή ποτέ τοι. Ἢ εἴπω ποτέ σοι. Πίονα. Πιμελῆ, λιπαρά. Μηρία. Τὰ μηριαῖα ὀστᾶ. Ἔκῃα. Ἐπὶ τῷ βωμῷ ἔκαυσα, τουτέστιν ἐκάρπωσα.

Ταύρων ἠδʼ αἰγῶν. Ἤτοι, ταύρων καὶ αἰγῶν. Τόδε μοι. Τοῦτό μοι. Κρήηνον. Ἐπιτέλεσον. Ἐέλδωρ. Ἐπιθύμημα.

Τίσειαν. Τιμωρίαν δοῖεν, ὅ ἐστι, παράσχοιεν. Δαναοί. Οἱ Ἕλληνες· ἀπὸ Δαναοῦ τοῦ Βήλου. Βῆλος δὲ Ἀγήνορος μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνομάσθη Λιβύη. βασιλεύων δὲ Αἰγυπτίων, γαμεῖ Ἀγχινόην τὴν Νείλου θυγατέρα. καὶ γίγνονται παῖδες αὐτῷ δίδυμοι, Αἴγυπτος, καὶ Δαναός. Δαναὸν μὲν οὖν ὁ Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀῤῥαβίᾳ. ὃς καταστρεψάμενος τὴν Μελαμπόδων χώραν, ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίγνονται δὲ ἐκ πολλῶν γυναικῶν, Αἰγύπτῳ μὲν πεντήκοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε· δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑπὸ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κληθεῖσαν, ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ, Πεντηκόντορον, ἐν ᾗ τὰς κόρας ἐνθέμενος ἔφυγε. προσχὼν δὲ Ῥόδῳ, τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλάνωρ ὁ τότε βασιλεύων. αὐτὸς δὲ κρατήσας τῆς χώρας, ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας, Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν δευτέρῳ. Ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. Ἀντὶ τοῦ, τῶν ἐμῶν δακρύων. Διατί δὲ ὁ Χρύσης, οὐ κατὰ Ἀγαμέμνονος ηὔχετο τοῦ ὑβρίσαντος αὐτὸν, ἀλλὰ κατὰ πάντων τῶν Ἑλλήνων; φαμὲν δὴ, ὅτι Ἀγαμέμνονος ἀποθανόντος ὁ στρατὸς ἐλύετο, καὶ Χρυσηῒς εἰς Ἑλλάδα ἀπήγετο. ἀναιρουμένων δὲ τῶν ὄχλων, ζήτησις ἦν τοῦ πάθους, ἀπόδοσις δὲ τῆς κόρης. καὶ ἀποθανὼν μὲν Ἀγαμέμνων, ἄλυπος ἦν· ζῶν δὲ, βασανίζεται, βλέπων ἅτε βασιλεὺς ἀπολλυμένους τοὺς ὄχλους. ἢ, ὅτι πᾶσιν ἠράσατο, ἀνθʼ ὧν πάντες ὁμοῦ γενόμενοι, οὐκ ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν. δικαίως οὖν αὐτοὶ ἔπαθον. καὶ γὰρ Ἡσίοδος φησί· Πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

Ὣς ἔφατο. Οὕτως εἶπεν. Τοῦ δʼ ἔκλυε. Τούτου δὲ ὑπήκουσε. Φοῖβος. Καθαρὸς, ἀμίαντος, ἢ μαντικός. Φοῖβον γὰρ τὸν καθαρόν. Ἡσίοδος δὲ, μετωνυμικῶς Φοῖβον αὐτὸν καλεῖ, ἀπὸ Φοίβης.

Βῆ δὲ κατʼ οὐλύμποιο. Κατέβη δὲ ἀπὸ τῶν τοῦ ὀλύμπου ἐξοχῶν, ὅ ἐστιν ἀκρωτηρίων. Χωόμενος. Λυπούμενος, ὀργιζόμενος. Κῆρ. Περισπωμένως μὲν, ἡ ψυχή. Ὀξυτόνως δὲ, ἡ θανατηφόρος μοῖρα.

Τόξʼ ὤμοισιν ἔχων. Ἀντὶ τοῦ, τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων. Ἀμφηρεφέα τε φαρέτρην. Τὴν ἑκατέρωθεν ἐσκεπασμένην φαρέτραν, ἤγουν βελοθήκην.

Ἔκλαγξαν. Ποιὸν ἦχον ἀπετέλεσαν. Ὀϊστοί. Τὰ βέλη. Ἐπʼ ὤμων. Ἐπὶ τῶν ὤμων. Χωομένοιο. Ὀργιζομένου.

Αὐτοῦ κινηθέντος. Κινηθέντος αὐτοῦ ἐπὶ τόπον. Ὁ δέ. Οὗτος δέ. Ἤϊε. Παρεγένετο. Νυκτὶ ἐοικώς. Σκότει παραπλήσιος, φοβερὸς καὶ ἀόρατος.

Ἕζετο. Ἐκαθέζετο. Ἔπειτα. Μεταταῦτα. Ἀπάνευθεν. Ἄπωθεν, χωρίς. Νεῶν. Τῶν νηῶν, τῶν πλοίων. Μετὰ δέ. Μεταταῦτα δέ. Ἰόν. Βέλος. Ἕηκεν. Ἀφῆκεν, ἔπεμψε.

Δεινὴ δὲ κλαγγή. Φοβερὸς δὲ ἦχος. Γένετο. Ἐγένετο. Ἀργυρέοιο. Ἀργυροῦ, καλοῦ. Βιοῖο. Τῆς τοῦ τόξου νευρᾶς.

Οὐρῆας. Ὀρεῖς, ὑποζύγια. Ἐπῴχετο. Ἐπῄει, ἐπήρχετο. Ἀργούς. Ταχεῖς, ἢ λευκούς. Διατί δὲ ἀπὸ τῶν κυνῶν, καὶ τῶν ἡμιόνων, ὁ λοιμὸς ἤρξατο, οὐκ ἀπὸ τῶν Ἑλλήνων δὲ, οὐδὲ ἀπʼ ἄλλου τινὸς ζώου; καὶ οἱ μὲν ῥητορικοὶ λύοντες, φασίν· ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον, ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας, καὶ μὴ παντάπασιν ἀπολέσαι. καὶ διὰ τοῦτο πρότερον ἀπὸ τῶν τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτάνουσι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντες, φασὶν, ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίγνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνα φασὶν αἴτιον, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ γῆς δὲ γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρῶτον ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά εἰσι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων, καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν, καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰλεχέναι τὴν γένεσιν. πᾶν γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτον. δεκάτῃ δὲ ἡμέρᾳ φανερὸν γενέσθαι τὸ νοσῶδες, κατʼ αὐτὸν τὸν Ποιητὴν τὸ θεώρημα εὔλογον, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σαφῶς ἐπιστάμενος, ἐκ τῆς τοῦ ἀέρος καταστάσεως ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται. ἐπεὶ, τίνος ἕνεκεν Νέστωρ, ἢ Ὀδυσσεὺς, ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσι τὸ αἴτιον τῆς νόσου;

Αὐτὰρ ἔπειτα. Μεταταῦτα δέ. Αὐτοῖσιν. Αὐτοῖς, δηλονότι τοῖς Ἕλλησιν. Ἐχεπευχές. Ἔχον πικρίαν. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστόν. καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρὸν, ἡ πίσσα. Ἐφιείς. Ἐπιπέμπων.

Βάλλεν. Ἔβαλλεν, ἐκ βολῆς ἀνῄρει, ἐτίτρωσκεν. Αἰεὶ δέ. Διαπαντὸς δέ. Πυραί. Πυρκαιαί. τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο, διὰ τὸ ἀπέριττα γίγνεσθαι. εἶθʼ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη. πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου διʼ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγὼν γὰρ στρατείαν ἐπὶ Ἴλιον Ἡρακλῆς, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι αὐτῷ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ, ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐζήτει καὶ τὸν Ἀργεῖον ὡσανεῖ οἰκεῖον. Λικυμνίου δέ φασι τοῦ πατρὸς Ἀργείου φοβουμένου, ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, καὶ μὴ διδόντος, Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δʼ οὖν συμπεσούσης Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν διατηρήσοι τὸν ὅρκον, ἔκαυσεν αὐτόν. καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι. Νεκύων. Τῶν νεκρῶν. Καίοντο. Ἐκαίοντο. Θαμειαί. Πυκναὶ, συνεχεῖς. πῶς, φασὶν, ὁ Ποιητὴς ἐναντία ἑαυτῷ λέγει; πρῶτον γὰρ εἰπὼν, αὐτοὺς δʼ ἑλώρια τεῦχε κύνεσσι· νῦν ἐπάγει, αἰεὶ δὲ πυραὶ νεκύων καίοντο. ἐροῦμεν, ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν· ἡ μῆνις δὲ τὰς μεταταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες, ἑλώρια κυνῶν ἐγίγνοντο. οἱ δὲ, ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

Ἐννῆμαρ. Ἐπὶ ἐννέα ἡμέρας. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὤιχετο. Ἐπῄει, ἐπήρχετο. Κῆλα. Βέλη. ὁτὲ δὲ σημεῖα.

Τῇ δεκάτῃ δέ. Προσυπακουστέον, ἡμέρᾳ. Ἀγορήν. Ἐκκλησίαν, συνέδριον. Καλέσσατο. Συνεκαλέσατο, συνήγαγε.

Τῷ γάρ. Τούτῳ γάρ. Ἐπὶ φρεσὶ θῆκε. Κατὰ νοῦν ἐποίησε. Λευκώλενος. Λευκοβραχίων, ἀπὸ μέρους, καλή. ὁ δὲ τρόπος, σωματοποιΐα· ὠλέναι γὰρ αἱ χεῖρες.

Ἥρη κήδετο. Ἐφρόντιζεν ἡ Ἥρα. εὐλόγως δὲ φροντίζει τῶν Ἑλλήνων ἡ Ἥρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς. ἄλλως τε, καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένηται τοῖς Τρωσὶν ὄλεθρος. Ὅτι ῥά. Ὅτι δή. Θνήσκοντας. Ἀποθνήσκοντας. Ὁρᾶτο. Ἑώρα, ἔβλεπεν.

Οἱ δʼ ἐπεὶ οὖν. Ἐπειδὴ δὲ οὗτοι. Ἤγερθεν. Συνηθροίσθησαν, Ὁμηγερέες. Ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο.

Τοῖσι δέ. Ἐν αὐτοῖς δέ. Ἀνιστάμενος. Ἀναστάς. τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν, κἂν ἄλλης οἵας δή ποτε τύχης, ἐδημηγόρει ὀρθὸς ἱστάμενος. Μετέφη. Ἐν αὐτοῖς εἶπεν, ἐδημηγόρησε. Πόδας ὠκύς. Ὁ ταχὺς τοῖς ποσί. διὰ δὲ τούτου δηλοῖ ἡμῖν τὸ εὐκίνητον τοῦ Ἥρωος.

Νῦν. Ἄρτι. χρονικὸν ἐπίῤῥημα. Ἄμμε. Ἡμᾶς, Αἰολικῶς. Παλιμπλαγχθέντας. Εἰς τοὐπίσω πλανηθέντας. Ὀΐω. Οἶμαι, ὑπολαμβάνω.

Ἄψ. Πάλιν, εἰς τοὐπίσω. Ἀπονοστήσειν. Ἐπανελθεῖν, ὑποστρέψειν. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφὴ, διὰ τὸ τῆς πατρίδος ἡδύ. Εἴ κεν. Ἐὰν τὸν θάνατον ὅλως διαφύγωμεν.

Εἰ δὴ ὁμοῦ. Ἐπειδὴ ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ καιρόν. Δαμᾷ. Δαμάζει, καταπονεῖ.

Μάντιν ἐρείομεν. Ἀλλὰ δεῦρο μάντιν τινὰ ἐρωτήσωμεν. ἔστι γὰρ γένος τὶ μαντικῆς, διαιρούμενον εἰς εἴδη τρία. εἰς οἰωνοσκοπίαν, ἀεροσκοπίαν, καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἐρείομεν. Ἐρωτήσωμεν. Ἱερῆα. Θύτην.

Ὀνειροπόλον. Τὸν διʼ ὀνείρων μαντευόμενον. Ὄναρ. Ὁ ὄνειρος, καὶ ἡ διʼ ὀνείρου ἀποκάλυψις. Ἐκ Διός. Ἀπὸ τοῦ Διός.

Ὅς κʼ εἴποι. Ὅστις ἂν ἡμῖν εἴποι. Ὅ τι τόσσον. Ὅ τι τοσοῦτον. Ἐχώσατο. Ὠργίσθη.

Εἴ τʼ ἄρ. Εἴ τε δή. Ὅγε. Οὗτος. Εὐχωλῆς. Εὐχῆς, δεήσεως. Ἐπιμέμφεται. Ἐπαιτιᾶται, ἐπιζητεῖ. Ἑκατόμβης. Τελείας θυσίας, ἤτοι τῆς ἀπὸ τῶν ἑκατὸν βοῶν, ἢ τῆς ἀπὸ ἑκατὸν βάσεων. ὅ ἐστιν, ἐξ εἰκοσιπέντε ζώων.

Αἴ κέν πως. Ἐάν πως. Κνίσσης. Ἐπίπλου, λίπους. ἀφʼ οὗ θυσίας. Αἰγῶν τε. Καὶ αἰγῶν. Τελείων. Ἤτοι τὴν ἡλικίαν ὁλοκλήρων· λελωβημένον γὰρ, οὐ θύεται. ἀλλʼ ὑγιὴς ἡ τῶν τελουμένων θυσία.

Ἀντιάσας. Ἀπαντήσας, μετασχών. Ἡμῖν ἀπό. Ἀπὸ καὶ χωρὶς ἡμῶν ποιῆσαι τὸν λοιμόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποστρέψαι, ἀπεῖρξαι.

Ἤτοι ὅγʼ ὣς εἰπών. Οὗτος μὲν οὕτως εἰπών. Κατʼ ἄρʼ ἕζετο. Ἐκαθέσθη. Τοῖσι δέ. Ἐν αὐτοῖς δέ. Ἀνέστη. Ὀρθὸς ἔστη.

Θεστορίδης. Ὁ Θέστορος παῖς Κάλχας. ὁ δὲ τύπος, πατρωνιμικός. Οἰωνοπόλων. Ὀρνεοσκόπων, μάντεων. Ὄχʼ ἄριστος. Ἐξόχως ἄριστος.

Ὃς ᾔδη. Ὅστις ἠπίστατο. Τά τʼ ἐόντα. Καὶ τὰ ἐνεστῶτα. Τά τʼ ἐσσόμενα. Καὶ τὰ γενησόμενα. Πρό τʼ ἐόντα. Καὶ τὰ προγεγονότα. ἔστι γὰρ τελείου μάντεως, τὸ ἐπίστασθαι τοὺς τρεῖς χρόνους ἀκριβῶς.

Καὶ νήεσσι. Καὶ ταῖς ναυσίν. Ἡγήσατο. Ἡγεμὼν ἐγένετο. Ἴλιον εἴσω. Εἰς τὴν Ἴλιον.

Ἣν διὰ μαντοσύνην. Διὰ τὴν ἰδίαν μαντείαν. Τήν οἱ. Ἥντινα αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο.

Ὅς σφιν. ὃς ἐν αὐτοῖς. Ἐϋφρονέων. Καλῶς νοῶν. Ἀγορήσατο καὶ μετέειπεν. Ἐδημηγόρησε καὶ εἶπε.

Κέλεαί με. Κελεύεις με. Διῒ φίλε. Τῷ Διῒ προσφιλέστατε. Μυθήσασθαι. Εἰπεῖν, ἀπαγγεῖλαι.

Μῆνιν Ἀπόλλωνος. Τὴν ὀργὴν τοῦ Ἀπόλλωνος. Ἑκατηβελέταο. Πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου. Ἄνακτος. Βασιλέως. νῦν δὲ θεοῦ.

Τοὶ γὰρ ἐγὼ ἐρέω. Ἐγὼ μὲν οὖν εἴπω. Σὺ δὲ σύνθεο. Σὺ δὲ σύνθου, καὶ κατάνευσον. κατὰ διάλυσιν. Καί μοι ὄμοσσον. Καὶ ὄμοσόν μοι.

Ἦ μέν μοι. Ὄντως δή μοι. Ἔπεσι καὶ χερσί. Λόγοις, καὶ ἔργοις. Ἀρήξειν. Βοηθήσειν.

Ἦ γὰρ ὀΐομαι. Ἀληθῶς ὑπολαμβάνω. Χολωσέμεν. Εἰς ὀργὴν ἐμβαλεῖν. Ὃς μέγα. Ὅστις μεγάλως.

Ἀργείων. Τῶν Ἑλλήνων. Κρατέει. Βασιλεύει. Καί οἱ πείθονται Ἀχαιοί. Καὶ αὐτῷ ὑπακούουσιν οἱ Ἕλληνες.

Κρείσσων. Ἐπικρατέστερος. Ὅτε χώσεται. Ὅταν ὀργισθῇ. Ἀνδρὶ χέρηϊ. Ἀνδρὶ χείρονι, ἐλάττονι.

Εἴπερ γάρ τε. Ἐάνπερ γὰρ, ἢ ἵνα. Χόλον. Τὴν ὀργήν. Αὐτῆμαρ. Αὐθημερὸν, ἐν αὐτῇ τῇ ἡμέρᾳ. Καταπέψῃ. Κατάσχῃ, καταδαπανήσῃ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλείονι χρόνῳ κατεχομένων σιτίων, διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γιγνομένην.

Μετόπισθεν. Μεταταῦτα, ἐκ δευτέρου. Ἔχει. Κατέχει, φυλάττει. Κότον. Ὀργήν. Ὄφρα τελέσσῃ. Ὅπως πληρώσῃ.

Ἑοῖσιν. Ἰδίοις. Φράσαι. Λόγισαι, σκέψαι. Εἴ με σαώσεις. Ὅπως με σώσῃς.

Τὸν δέ. Τοῦτον δέ. Ἀπαμειβόμενος. Ἐς ἀμοιβῆς ἀποκρινόμενος. Προσέφη. Προσεῖπεν. Πόδας ὠκύς. Ταχὺς ἐν τῷ τρέχειν.

Θαρσήσας. Εὐθαρσὴς καὶ ἄφοβος γενόμενος. Μάλα. Λίαν, πάνυ. Θεοπρόπιον. Τὸ ἐκ θεῶν μάντευμα, ἢ τὸ τοῖς θεοῖς ἀρέσκον. οὗτοι γὰρ τὰ τοῖς θεοῖς ἀρέσκοντα λέγουσιν. Ὅ, τι οἶσθα. Ὅπερ ἐπίστασαι.

Οὐ μὰ γάρ. Ὄμνυμι γάρ σοι· ἢ οὐκ ἀπωμοτικῶς. πεπλεόνακε γὰρ τὸ οὐ, κατὰ Ἀττικὴν συνήθειαν. Διῒ φίλον. Τὸν τῷ Διῒ προσφιλέστατον, ᾯτε σύ. ᾯτινι σὺ ὦ Κάλχαν.

Θεοπροπίας. Τὰς ἐκ Θεῶν μαντείας. Ἀναφαίνεις. Φανερὰς ποιεῖς, προσημαίνεις.

Οὔτις. Οὐδείς. Ἐμεῦ. Ἐμοῦ. Ἐπὶ χθονί. Ἐπὶ τῆς γῆς. Δερκομένοιο. Ὁρῶντος, ἢ ὁρωμένου.

Σοὶ κοίλῃς. Κοίλαις, βαθείαις. Βαρείας χεῖρας. Ὑβριστικὰς, φονικάς. Ἐποίσει. Ἐπιβαλεῖ, ἐπενέγξοι.

Συμπάντων Δαναῶν. Ὁμοῦ πάντων τῶν Ἑλλήνων. Οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς. Οὐδʼ ἂν αὐτὸν τὸν Ἀγαμέμνονα ὀνομάσῃς. ὁ δὲ τρόπος ἐξοχή.

Νῦν. Ἐν τῷ παρόντι καιρῷ. Πολλόν. Καταπολύ. Ἄριστος. Ἐξοχώτατος. Ἐνὶ στρατῷ. Ἐν τῷ στρατοπέδῳ. Εὔχεται. Καυχᾶται.

Θάρσησε. Ἐθάρσησεν, ἀνεζωπυρήθη. Καὶ ηὔδα. Καὶ εἶπεν. Ἀμύμων. Ἄμωμος, ἀγαθὸς καὶ ἄψογος.

Οὔτʼ ἄρʼ. Οὔτε δή. Ὅγε. Οὗτος ὁ Ἀπόλλων. Εὐχωλῆς. Εὐχῆς, δεήσεως.

Ἀρητῆρος. Τοῦ ἱερέως.

Οὐδʼ ἀπέλυσεν. Οὐκ ἀπελυτρώσατο. Οὐκ ἀπεδέξατο. Οὐκ ἐδέξατο.

Τοὔνεκα. Τούτου ἕνεκα, τούτου χάριν. Ἄρ. Δή. Ἠδʼ ἔτι. Καὶ ἔτι. Δώσει. Παράσχῃ.

Οὐδʼ ὅγε. Οὐδὲ οὗτος. Πρίν. Πρότερον. Λοιμοῖο. Τοῦ λοιμοῦ. Βαρείας. Βλαβερὰς, κακωτικάς. Ἀφέξει. Ἐπίσχοι, παύσει.

Πρίν γʼ ἀπό. Ὑπερβατόν. Φίλῳ. Προσφιλεῖ. Δόμεναι. Δοῦναι. Ἑλικώπιδα. Μελανόφθαλμον. ἀφʼ οὗ, εὐπρεπῆ. ἑλικὸν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν. Κούρην. Κόρην, θυγατέρα.

Ἀπριάτην, ἀνάποινον. Ἄνευ πράσεως καὶ δώρων. ἐπιῤῥηματικῶς. Ἄγειν θʼ. Καὶ ἀπάγειν. παράλειψις ὁ τρόπος. Ἱερήν. Εἰς τὴν ἱερὰν Χρύσαν. Ἑκατόμβην. Τελείαν θυσίαν.

Τότε κέν μιν. Τότε ἂν αὐτόν. Ἱλασσάμενοι. Ἐξιλεωσάμενοι, ἐξευμενίσαντες. Πεπίθοιμεν. Πείσοιμεν.

Κατʼ ἄρʼ ἕζετο. Ἐκαθέσθη.

Εὐρυκρείων. Μεγάλως κρατῶν καὶ βασιλεύων.

Ἀχνύμενος. Λυπούμενος, ὀργιζόμενος. Μένεος. Ὀργῆς, θυμοῦ. Φρένες ἀμφιμέλαιναι. Αἱ ἐν βάθει κείμεναι καὶ συνεταὶ διάνοιαι αὐτοῦ. ἢ τεταραγμέναι, διὰ τὴν ὀργήν.

Πίμπλαντο. Ἐπληροῦντο. Ὄσσε. Ὄμματα. ὀφθαλμοί. Οἱ. Αὐτῷ. Πυρὶ λαμπετόωντι. Πυρὶ λάμποντι. Ἐΐκτην. Ὡμοίωντο.

Πρώτιστα. Πρὸ πάντων. Κάκʼ ὀσσόμενος. Δεινὸν καὶ ὀργίλον ὑποβλεπόμενος. Προσέειπε. Προσεῖπεν αὐτῷ.

Μάντι κακῶν. Ὦ κακῶν μάντι. συντείνει δὲ τοῦτο εἰς τὸ δέκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν στρουθῶν. Οὐ πώποτέ μοι. Οὐδέ ποτέ μοι. Τὸ κρήγυον. Τὸ ἀληθές. νῦν δὲ τὸ ἀγαθόν. Εἶπες. Εἶπας, ἔλεξας.

Αἰεί τοι. Ἀεί σοι, διὰ παντός. Τὰ κάκʼ ἐστὶ φίλα. Τὰ κακά ἐστι προσφιλῆ. Φρεσί. Ταῖς διανοίαις.

Ἐσθλὸν δέ. Ἀγαθὸν δέ. Οὐδέ τι πω. Οὐδέ ποτε. Ἔπος. Λόγον. Οὐδʼ ἐτέλεσσας. Οὐδʼ εἶπες, οὐδὲ ἐπλήρωσας.

Νῦν. Ἐν τῷ παρόντι καιρῷ. Ἐν Δαναοῖσιν. Ἐν τοῖς Ἕλλησιν. Θεοπροπέων. Μαντευόμενος. Ἀγορεύεις. Δημηγορεῖς, λέγεις.

Ὡς δὴ τοῦδʼ ἕνεκα. Ὡς ὅτι τούτου χάριν. Σφίν. Αὐτοῖς τοῖς Ἕλλησιν. Τεύχει. Παρέχει, ποιεῖ.

Οὕνεκα. Οὑ ἕνεκα, διότι.

Οὐκ ἔθελον. Οὐκ ἐβουλόμην. Δέξασθαι. Λαβεῖν.

Οἴκοι ἔχειν. Ἐν τῷ οἴκῳ κατέχειν. Καὶ γάρ ῥα. Καὶ γὰρ δή. Κλυταιμνήστρης. Τῆς Κλυταιμνήστρας, γυναικός μου. ἡ δὲ Κλυταιμνήστρα Ἀγαμέμνονος γυνὴ, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. Προβέβουλα. Προκέκρικα, προτιμῶ.

Κουριδίης ἀλόχου. Παρθενικῆς γυναικός. Διατί δὲ ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει; λέγει γὰρ Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν, ὅτι ἕνεκεν τοῦ μὴ δοκεῖν τοῖς Ἕλλησιν ἐφʼ ὕβρει κατέχεσθαι τὴν κόρην. οἱ δὲ, ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι. ἔνιοι δὲ ὅτι ψευδόμενον ἀποδείκνυσι τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεὸς, τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης; Ἐπεὶ οὐ ἕθεν. Ἐπεὶ κατʼ οὐδὲν αὐτῆς. Χερείων. Χείρων. ἐλάσσων.

Οὐ δέμας. Κατὰ τὸ σῶμα. δέμας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν. παρὰ τὸ, δεδέσθαι καὶ συνεστηκέναι. οἷον, οὐ δέμας, οὐδὲ φυήν. καὶ πάλιν, δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε. καὶ ἀλλαχοῦ, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας. σῶμα δὲ καλεῖ, τὸ ἄψυχον. ἐπεὶ σῆμά τι ἐστὶ τοῦ ποτε ζῶντος. οἷον· σῶμα δὲ οἴκαδʼ ἐμόν· καὶ ἐπὶ τοῦ Ἐλπήνορος πάλιν· σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν. καὶ ἔτι· σώματʼ ἀκηδέα κεῖται. Εὐριπίδης μέν τοι ἐνηλλαγμένως λέγων· ἕκτον δὲ δὴ τόδʼ ἦμαρ, ἐξότου σφαγαῖς, Θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας. Δεῖξαι γὰρ Ἀργείοισισῶμʼ αἰσχύνομαι. Οὐδὲ φυήν. Οὐδὲ τὴν τοῦ σώματος εὐφυΐαν καὶ ἀρετήν. Οὔτʼ ἄρʼ φρένας. Οὔτε κατὰ τὰς φρένας. Οὔτε τι ἔργα. Οὔτε κατὰ τὰ ἔργα.

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ ὅμως. Ἐθέλω. Θέλω, βούλομαι. Δόμεναι. Δοῦναι. Πάλιν. Εἰς τοὐπίσω. Εἰ τόγʼ ἄμεινον. Εἰ τοῦτο βέλτιον.

Λαόν. Ὄχλον, πλῆθος. Σόον ἔμμεναι. Σῶον εἶναι, καὶ σώζεσθαι. ὁ δὲ λόγος, θέλω γάρ φησιν ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι, καὶ αὐτὸς ἀπολέσθαι. ὁ γὰρ ἢ σύνδεσμος, ἀντὶ τοῦ καὶ, παρείληπται τῷ Ποιητῇ. Ἢ ἀπολέσθαι. Ἢ ἀπολέσθαι ἐμέ.

Αὐτὰρ ἐμοί. Ἐμοὶ δέ. Γέρας. Τιμήν. Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἑτοιμάσατʼ. Ἑτοιμάσατε, ἑτοίμην ποιήσατε. Ὄφρα μὴ οἶος. Ὅπως μὴ μόνος.

Ἀργείων. Τῶν Ἑλλήνων. Ἀγέραστος. Ἄνευ γερῶν, ἄνευ τιμῆς. Ἔω. Ὑπάρχω. Ἐπεὶ οὐδὲ ἔοικεν. Οὐδὲ γὰρ πρέπει.

Λεύσσετε. Ὁρᾶτε, βλέπετε. Τόγε. Τοῦτο. Ὅ μοι. Ὅτι μοι. Ἔρχεται. Ἀπέρχεται. Ἄλλῃ. Ἀλλαχοῦ.

Ἠμείβετο. Ἐξ ἀμοιβῆς ἀπεκρίνατο. Ἔπειτα. Μεταταῦτα. Ποδάρκης. Ἤτοι ὁ τοῖς ποσὶ ταχὺς, ἢ ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, ἰσχυρός. Δῖος. Θεῖος, εὐγενής.

Κύδιστε. Ἐνδοξότατε. Φιλοκτεανώτατε. Φιλοχρηματώτατε.

Πῶς γάρ τοι. Πῶς γάρ σοι. Μεγάθυμοι. Μεγαλόψυχοι, γενναῖοι. Ἀχαιοί. Οἱ Ἕλληνες. Ἀχαιοὺς δὲ, καὶ Δαναοὺς, καὶ Ἀργείους, ὁ Ποιητὴς καλεῖ τοὺς Ἕλληνας. Δαναοὺς μὲν, ἀπὸ Δαναοῦ τοῦ Βήλου τοῦ Ποσειδῶνος. Ἀχαιοὺς δὲ, ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου, καὶ Κρεούσης τῆς Ἐρεχθέως. Ἀργείους δὲ, ἀπὸ Ἄργου Ἀπίδος καὶ Νιόβης τῆς Φορωνέως. Ἕλληνας δὲ, ψιλῶς, καλεῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λέγων· Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.

Οὐδέ τι πω ἴδμεν. Οὐδὲ ἐπιστάμεθα. Ξυνήϊα. Κοινὰ χρήματα. Κείμενα. Ἀποκείμενα.

Τά. Ἅτινα. Πολίων. Πόλεων. Ἐξεπράθομεν. Ἐξεπορθήσαμεν. Τὰ δέδασται. Ταῦτα μεμέρισται.

Λαοὺς δʼ. Τοὺς ὄχλους δέ. Οὐκ ἐπέοικε. Οὐ προσῆκόν ἐστι. Παλίλλογα. Παλισύλλεκτα. ἀντὶ τοῦ, οὐ δικαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. Ἐπαγείρειν. Ἐπισυναθροίζειν.

Ἀλλὰ σὺ μὲν νῦν. Ἀλλὰ σὺ ἐπὶ τοῦ παρόντος ὦ Ἀγάμεμνον. Πρόες. Πρόπεμψον. Θεῷ. Τῷ Ἀπόλλωνι. Αὐτὰρ Ἀχαιοί. Οἱ δὲ Ἕλληνες.

Τριπλῇ τετραπλῇ τʼ. Τριπλασίονα καὶ τετραπλασίονα. Αἴ κέ ποθι Ζεύς. Ἐάν ποτε ὁ Ζεύς.

Δῷσι. Παράσχῃ. τὸ, σι, ἐπέκτασις. Πόλιν Τροίην. Τρωϊκὴν πόλιν. λέγει δὲ τὴν Ἴλιον. Εὐτείχεον. Καλῶς τετειχισμένην. διὰ τὸ, ὑπὸ θεῶν τετειχίσθαι καθʼ Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλωνος. Ἐξαλαπάξαι. Ἐκπορθῆσαι.

Κρείων. Βασιλεὺς, ἄναξ.

Μηδʼ οὕτως. Μηδὲ οὕτως. Ἀγαθός περ ἐών. Καίτοι γενναῖος ὑπάρχων. Θεοείκελʼ. Θεοῖς τὸ εἶδος ὅμοιε. ὅ ἐστι τὸ κάλλος. εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας Ἀχιλλεὺς, καὶ γυναικοπρόσωπος. ὡς καὶ ἐν τῷ Λυκομήδους παρθενῶνι ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ.

Κλέπτε νόῳ. Παραλογίζου τῇ διανοίᾳ. Ἐπεί. Ἐπειδή. Οὐ παρελεύσεαι. Οὐ παρέλθῃς, οὐ νικήσεις με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου, ἐν ᾧ παρελθὼν νικᾷ.

Ἢ ἐθέλεις. Ἢ βούλει. Ὄφρʼ αὐτός. Ὅπως αὐτός. Γέρας. Τιμήν. Αὐτὰρ ἐμʼ αὕτως. Ἐμὲ δὲ ματαίως.

Ἧσθαι. Καθέζεσθαι. Δευόμενον. Ἐνδεόμενον, χρήζοντα. Κέλεαι δέ με. Κελεύεις δέ με.

Ἀλλʼ εἰ μέν. Ἀλλʼ ἐὰν μέν. Δώσουσι. Παράσχωσιν. Μεγάθυμοι. Μεγαλόψυχοι, γενναῖοι.

Ἄρσαντες κατὰ θυμόν. Ἁρμόσαντες κατὰ τὴν ψυχήν. τουτέστιν, ἀρεστὸν καὶ θυμῆρες ποιήσαντες. Ἀντάξιον. Ἶσον τῇ τιμῇ, ἄξιον, ἰσότιμον. Ἔσται. Γένηται.

Εἰ δέ κε μὴ δώωσιν. Εἰ δὲ μὴ παράσχωσιν. Ἐγὼ δέ κεν. Ἐγὼ δʼ ἄν. Αὐτὸς ἕλωμαι. Αὐτὸς ἀφέλωμαι.

Ἢ τεόν. Ἢ τὸ σὸν, ὅ ἐστι τὴν Βρισηΐδα. Ἢ Αἴαντος—γέρας. Τέκμησσαν λέγει τὴν Τελεύταντος θυγατέρα. Ἰών. Παραγενόμενος. Ἢ Ὀδυσῆος. Λαοδίκην λέγει τὴν Κύκνου θυγατέρα. ταῦτα δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀποτείνεται πρὸς Ἀχιλλέα.

Ἄξω. Ἀπάξω. Ἑλών. Λαβών. Ὁ δέ κεν. Οὗτος δὲ ἄν. Κεχολώσεται. Ὀργισθήσεται. Ὅν κεν ἵκωμαι. Ἐφʼ ὃν ἂν παραγένωμαι, ἐφʼ ὃν ἔλθω.

Ἀλλʼ ἤτοι μὲν ταῦτα. Ἀλλὰ περὶ μὲν τούτων. Μεταφρασόμεσθα. Καὶ ἐν ὑστέρῳ βουλευσόμεθα. Καὶ αὖτις. Καὶ πάλιν.

Νῦν δʼ ἄγε. Νῦν δὲ ἄγε δή. Νῆα. Ναῦν. Μέλαιναν. Βαθεῖαν, ἢ πίσσῃ κεχρισμένην, Ἐρύσσομεν. Καθελκύσωμεν, ἐμβάλωμεν. Εἰς ἅλα. Εἰς τὴν θάλασσαν. Δῖαν. Θείαν, ἢ θαυμαστήν.

Ἐς δʼ ἐρέτας. Εἰς αὐτὴν δὲ κωπηλάτας. Ἐπιτηδές. Ἐπιτηδείους. Ἀγείρομεν. Συναθροίσωμεν.

Ἀνʼ δʼ αὐτήν. Καὶ αὐτὴν δέ. Καλλιπάρῃον. Καλὰς παρειὰς ἔχουσαν, ἀπὸ μέρους καλήν.

Βήσομεν. Ἀναβιβάσωμεν, ἐμβάλωμεν. Ἀρχός. Ἀρχηγὸς, ἡγεμών, νῦν δὲ, ναύαρχος. Βουληφόρος. Βουλευτής. Ἔστω. Γενέσθω.

Ἠὲ σύ. Ἢ σύ. Πηλείδη. Πηλέως παῖ Ἀχιλλεῦ. Ἐκπαγλότατε. Ἐκπληκτικώτατε, φοβερὲ, ἢ ἐξοχώτατε.

Ὄφρʼ ἡμῖν. Ὅπως ἡμῖν. Ἑκάεργον. Πόῤῥωθον εἴργοντα, ἢ πόῤῥωθεν ἐργαζόμενον, τοξότην. Ἱλάσσεαι. Ἐξιλεώσῃς, λιτανεύσῃς. Ἱερά. Ἱερεῖα, θυσίας. Ῥέξας. Ἱερουργήσας, θύσας.

Τὸν δʼ ἄρʼ. Τοῦτον δὲ δή. Ὑπόδρα ἰδών. Δεινὸν ὑποβλεψάμενος. Προσέφη. Προσεῖπε, προσεφθέγξατο.

Ὤ μοι. Φεῦ μοι. ἔστι δὲ ἀναφώνημα, καὶ ἐπίῤῥημα λύπης δηλωτικόν. Ἀναιδείην. Ἀναισχυντίαν. Ἐπιειμένε. Ἠμφιεσμένε, περιβεβλημένε. Κερδαλεόφρον. Πανοῦργε τὸ φρόνημα, ἢ περικερδῆ τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν.

Πῶς τίς τοι. Πῶς τίς σοι. Πρόφρων. Προθύμως. Ἔπεσι. Λόγοις. Πείθηται. Πεισθείη.

Ἢ ὁδόν. Ἢ εἰς ὁδὸν παραγενέσθαι. ὅ ἐστιν εἰς ἐνέδραν κατελθεῖν. Ἶφι. Ἰσχυρῶς, γενναίως. Μάχεσθαι. Πολεμῆσαι.

Οὐ γὰρ ἐγώ. Οὐδαμῶς γὰρ ἐγώ. Τρώων ἕνεκεν. Ἕνεκα τῶν Τρώων. Ἤλυθον. Παρεγενόμην. Αἰχμητάων. Πολεμικῶν.

Δεῦρο. Ἐνταῦθα. Μαχησόμενος. Μαχούμενος, πολεμήσων. Ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν. Ἐπειδὴ οὐδαμῶς, καὶ κατʼ οὐδέν μοι αἴτιοι ὑπάρχουσιν.

Οὐ γὰρ πώποτε. Οὐδέ ποτε γάρ. Ἐμὰς βοῦς ἤλασαν. Τὰς ἐμὰς ἤλασαν βοῦς.

Οὐδέ ποτε. Οὐδαμῶς, οὐδέποτε. Ἐν Φθίῃ. Φθία πόλις Θεσσαλίας παραθαλασσία, πατρὶς Ἀχιλλέως. Ἐριβώλακι. Μεγαλοβώλῳ, εὐγείῳ. Βωτιανείρῃ. Ἄνδρας βοσκούσῃ, ἢ τρεφούσῃ.

Ἐδηλήσαντο. Ἔβλαψαν. Ἐπειὴ μάλα. Ἐπειδὴ πάνυ. Μεταξύ. Ἀναμέσον.

Οὔρεά τε. Καὶ ὄρη. Ἰὰς ἡ διάλεκτος. Σκιόεντα. Σύσκια, σκιὰν ἀποτελοῦντα. Ἠχήεσσα. Ἠχητικὴ, ἀπὸ τῆς τῶν κυμάτων κινήσεως ὁ δὲ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπειδὴ μεταξὺ Φθίας καὶ Ἰλίου, πολλά ἐστι μέγιστα ὄρη, καὶ πολλὴ θάλασσα, ὡς μὴ εἶναί με αὐτῶν ἀστυγείτονα.

Ὦ μέγʼ ἀναιδές. Ὦ μεγάλως ἀναιδέστατε. Ἅμʼ ἑσπόμεθα. Ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἠκολουθήσαμεν. Ὄφρα σὺ χαίρῃς. Ὅπως σὺ εὐφραίνῃ.

Τιμήν. Τιμωρίαν τῶν Τρώων ὑπὲρ Μενελάου. Ἀρνύμενοι. Ἀντικαταλλασσόμενοι, λαμβάνοντες. Σοί τε κυνῶπα. Ἀντὶ τοῦ, ὑπὲρ σοῦ ὦ ἀναιδέστατε.

Πρὸς Τρώων. Παρὰ τῶν Τρώων. Τῶν οὔτι. Ὧν, εὐεργεσιῶν δηλαδὴ, οὐδέν. Μετατρέπῃ. Ἐπιστροφὴν ποιῇ, ἢ φροντίζεις. Οὐδʼ ἀλεγίζεις. Οὐδὲ λόγον ποιῇ τινά.

Ἀφαιρήσεσθαι. Ἀφελέσθαι. Ἀπειλεῖς. Ὑπισχνῇ, λέγεις.

ᾯ ἔπι. Ἐφʼ ᾧ. ἀναστροφὴ ὁ τρόπος. ἀναστροφὴ δέ ἐστι δύο λέξεων τάξις ἐνηλλαγμένη. οἷον· λέων ὣς, ὡς λέων. ὄρνιθες ὣς, ὡς ὄρνιθες· ᾧ ἔπι, ἐφʼ ᾧ. Ἐμόγησα. Ἐκοπίασα, ἐκακοπάθησα. Δόσαν δέ μοι. Παρέσχον δέ μοι αὐτό. Υἷες Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες.

Οὐ μὲν σοί ποτε. Οὐδέποτε μέν σοι. Ἶσον. Ἐξίσου, ὅμοιον. Ὁππότʼ Ἀχαιοί. Ὁπόταν οἱ Ἕλληνες.

Ἐκπέρσωσιν. Ἐκπορθήσωσι, καταστρέψωσιν. Εὐναιόμενον. Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πόλιν.

Πλεῖον. Πλεῖστον. Πολυάϊκος. Πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος, ἀστάτου. Πολέμοιο. Τοῦ πολέμου.

Χεῖρες ἐμαὶ διέπουσιν. Αἱ ἐμαὶ χεῖρες διοικοῦσιν. Δασμός. Μερισμὸς, τῶν λαφύρων δηλονότι. Ἵκηται. Παραγένηται.

Πολὺ μεῖζον. Καταπολὺ μεῖζον. Ὀλίγον τε φίλον τε. Ἐμοὶ ἐλάχιστόν τι ἔρχεται, καὶ τοῦτο προσφιλὲς ἡγοῦμαι.

Ἐπὴν κεκάμω πολεμίζων. Καὶ ταῦτα, ἐπειδὰν κακοπαθήσω πολεμῶν.

Νῦν δʼ εἶμι Φθίηνδε. Νῦν οὖν πορεύομαι εἰς τὴν Φθίαν. Ἐπειή. Ἐπειδή. Πολὺ φέρτερον. Κατὰ πολὺ κρεῖσσον, βέλτιον. Ἐστίν. Ὑπάρχει.

Οἴκαδʼ ἴμεν. Εἰς τὸν οἶκον παραγενέσθαι. Σὺν νηυσί. Σὺν ταῖς ναυσί. Κορωνίσιν. Ἐπικαμπεῖς τὰς ἄκρας ἐχούσας. ὅ ἐστι τὰς πρύμνας. ἢ μελαίνας. κορὸν γὰρ, τὸ μέλαν. Οὐδέ σʼ ὀΐω. Οὐχ ὑπολαμβάνω δέ σε.

Ἐνθάδʼ ἄτιμος ἐών. Ἐνταῦθα ἀτιμαζόμενος. ἐνήλλακται δὲ ἡ πτῶσις. ἀντὶ γὰρ γενικῆς, κέχρηται ὀνομαστικῇ. ὅ ἐστι σχῆμα. Ἄφενος. Πλοῦτον. κυρίως δὲ ἄφενος λέγεται, ἡ ἀφʼ ἑνὸς ἐνιαυτοῦ περιουσία. πλοῦτος δὲ, ἡ ἀπὸ πολλῶν. Ἀφύξειν. Ἀπαντλήσειν, περισωρεύσειν, τὸ δὲ ὅλον, οὐχ ὑπολαμβάνω δέ σε, φησὶν, ἐμοῦ ἀπόντος, καταστρέψαι τὴν Ἴλιον, καὶ πολὺν πλοῦτον λαβεῖν.

Μάλα. Λίαν, πάνυ. Εἴ τοι θυμός. Εἰ ἡ ψυχή σου. τοῦτο δὲ τὸ ὄνομα παρὰ τῷ Ποιητῇ σημαίνει, πέντε. τὴν ὀργήν· ὡς τὸ, θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. τὴν ψυχήν· ὡς ὅταν εἴπῃ, μελιηδέα θυμὸν ἀπηύρα· τὴν ἐπιθυμίαν· ὡς τὸ, ᾧ θυμῷ εἴξας μίγη φιλότητι καὶ εὐνῇ. τὸν ἐπιλογισμόν· ἕτερος δέ με θυμὸς ἀνῆκε. καὶ τὴν ὁμόνοιαν· ὡς ἐπὶ τοῦ, ἀλλʼ ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ. Ἐπέσσυται. Ἐφορεμᾶται, ἐπέρχεται, ἐπιθυμεῖ. Οὐδέ σʼ ἔγωγε. Οὐ γὰρ ἐγώ σε.

Λίσσομαι. Λιτανεύω, παρακαλῶ. Εἵνεκʼ ἐμεῖο. Ἕνεκα ἐμοῦ. Παρʼ ἐμοί γε. Πάρεισι γάρ μοι.

Οἵ κέ με. Οἵ τινες ἂν ἐμέ. Τιμήσουσι. Τιμῆς ἀξιώσουσι. Μάλιστα δέ. Ἐξαιρέτως δέ. Μητίετα. Ἀντὶ τοῦ μητιέτης, ὅ ἐστι βουλευτικός. Βοιωτῶν δὲ καὶ Αἰολέων, ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμός. οἷον· αὐτὰρ ὁ αὖτε Θυέστα. ἀντὶ τοῦ, ὁ Θυέστης. καὶ ἱππηλάτα, ἀντὶ τοῦ ἱππηλάτης. καὶ Νεφεληγερέτα, ἀντὶ τοῦ Νεφεληγερέτης. καὶ Κυανοχαίτα, ἀντὶ τοῦ Κυανοχαίτης. παρʼ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα, ἐπὶ τῆς εὐθείας εἰς α, λήγει.

Ἔχθιστος. Ἐχθρότατος. Ἐσσί. Ὑπάρχεις. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων. ἐπεὶ τῆς αὐτῆς σειρᾶς εἰσίν. ὡς καὶ Ἡσίοδός φησιν· Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος Ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ, καὶ κιθαρισταὶ, Ἐκ δὲ Διὸς βασιλῆες. Βασιλήων. Βασιλέων. Ἰὰς ἡ διάλεκτος.

Αἰεὶ γάρ τοι. Διαπαντὸς γάρ σοι. Ἔρις τε. Φιλονεικία. Φίλη. Προσφιλής. Πόλεμοί τε. Καὶ οἱ πόλεμοι. εἴρηται δὲ πόλεμος, οἱονεὶ πολύαιμός τις ὤν. Μάχαι τε. Καὶ μάχαι.

Εἰ μάλα. Ἐὰν πάνυ. Καρτερός. Ἰσχυρὸς, γενναῖος. Θεός που σοί. Θεὸς δή σοι. Τόγʼ ἔδωκεν. Τοῦτο παρέσχεν.

Οἴκαδʼ ἰών. Εἰς τὸν οἶκόν σου παραγενόμενος. Σὺν νηυσί τε σῇς. Σὺν ταῖς σαῖς ναῦσι. Σοῖς ἑτάροισι. Καὶ τοῖς σοῖς ἑταίροις τοῖς Μυρμιδόσι λέγει.

Μυρμιδόνεσσιν ἄνασσε. Τῶν Μυρμιδόνων βασίλευε. Αἴγιναν τὴν τοῦ Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας ὁ Ζεὺς, κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας τὴν προειρημένην ἔγκυον ἐποίησεν. ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν, ἔμαθε παρὰ Σισύφου καὶ τὸν ἁρπάσαντα, καὶ τὸν τόπον, εἰς ὃν κατεληλύθει· μὴ μελλήσας οὖν, ἔσπευσεν. μέλλων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι, τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δὲ ὁ Ἀσωπὸς, καὶ μὴ δʼ ὅντινα καταλαβὼν, ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δὲ ὁ Ζεὺς τιμωρῆσαι τὸν μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτον μέγεθος πέτρον ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατῳκτείρας, τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους, ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν. Σέθεν δʼ ἐγώ. Σοῦ δὲ ἐγώ. Οὐκ ἀλεγίζω. Λόγον οὐ ποιοῦμαι, οὐ φροντίζω.

Οὐδʼ ὄθομαι. Οὐδὲ ἐπιστροφὴν ποιοῦμαι. Κοτέοντος. Ὀργιζομένου. Ἀπειλήσω δέ τοι. Ἀπειλήσω δέ σοι. Ὧδε. Οὕτως.

Ὡς ἔμʼ ἀφαιρεῖται. Ὥσπερ ἐμοῦ λαμβάνει.

Τὴν μὲν ἐγώ. Ταύτην μὲν ἐγώ. Σὺν νηΐ τʼ ἐμῇ. Σὺν τῇ ἐμῇ νηΐ.

Πέμψω. Ἀποπέμψω. Ἐγὼ δέ κʼ ἄγω. Ἐγὼ δὲ ἀπαγάγω.

Αὐτὸς ἰών. Διʼ ἐμαυτοῦ παραγενόμενος. Κλισίηνδε. Εἰς τὴν σκηνήν. Τὸ σὸν γέρας. Τὴν σὴν τιμήν. Ὄφρʼ εὖ εἰδῇς. Ὅπως σαφῶς μάθῃς.

Ὅσσον. Ὁπόσον. Φέρτερος. Κρείσσων. Εἰμί. Ὑπάρχω. Σέθεν. Σοῦ. Στυγέῃ δέ. Μισήσῃ, εὐλαβηθῇ.

Ἶσον ἐμοὶ φάσθαι. Ἰσηγορῆσαί μοι, τουτέστιν ἐξίσου πρὸς ἐμὲ λέγειν. Καὶ ὁμοιωθήμεναι. Καὶ ἐξισωθῆναι. Ἄντην. Ἐξεναντίας.

Ὣς φάτο. Οὕτως εἶπεν. Πηλείωνι. Τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. Ἄχος γένετο. Λύπη ἐγένετο. Ἐν δέ οἱ ἦτορ. Ἡ δὲ ψυχὴ αὐτοῦ.

Στήθεσσι λασίοισιν. Ἐν τοῖς δασέσι καὶ συνετοῖς. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησι, ἀφʼ οὗ λέγει στήθεσιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Διάνδιχα. Διχῶς. Μερμήριξεν. Ἐμερίμνησεν, ἐνεθυμήθη.

Ἢ ὅγε. Ἤπερ οὗτος. Φάσγανον. Ξίφος. Ἐρυσσάμενος. Σπασάμενος, ἑλκύσας.

Τοὺς μέν. Ἀντὶ τοῦ, τοὺς μὲν Ἕλληνας. Ἀναστήσειεν. Ἀναστάτους, καὶ ἐν ταραχῇ ποιήσειε, τοῦτʼ ἔστι φυγάδας καταστήσειεν. Ἐναρίξοι. Φονεύσοι.

Ἠὲ χόλον παύσειεν. Ἢ τὴν μανίαν παύσειεν. Ἐρητύσειέ τε θυμόν. Καὶ ἐπίσχῃ τὴν ὀργήν.

Ἕως ὅ. Ἕως οὗτος. Ὥρμαινε. Ἐνεθυμεῖτο, διενοεῖτο. Κατὰ φρένα. Κατὰ τὸν νοῦν. Καὶ κατὰ θυμόν. Καὶ κατὰ τὴν διάνοιαν.

Ἕλκετο. Εἷλκεν. Ἐκ κολεοῖο. Ἐκ τῆς ξιφοθήκης.

Οὐρανόθεν. Ἐκ τοῦ οὐρανοῦ φησι παρεγένετο ἡ Ἀθηνᾶ· ὅ ἐστιν ἡ φρόνησις. δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν. ὡς καὶ τῆς κόμης αὐτὸν κρατεῖ, καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλʼ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν, ὅτι ἔγκυος οὖσα ἡ μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διός. καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ, ἐξέθορεν ἡ Θεὸς σὺν ὅπλοις. Ἀπολλόδωρος ἱστορεῖ Πρὸ γὰρ ἧκε. Προέπεμψε γὰρ αὐτήν.

Ἄμφω. Ἀμφοτέρους. Ὁμῶς. Ὁμοίως. Θυμῷ. Τῇ ψυχῇ. Φιλέουσα. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα.

Στῆ δέ. Ἔστη δέ. Ξανθῆς δέ. Καλῆς, πυῤῥᾶς. καὶ διὰ τούτου δέ φασιν αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος. οἱ γὰρ ξανθότριχοι τοιοῦτοι. Κόμης. Τῆς τριχώσεως. εἴρηται δὲ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. Ἕλε. Ἔλαβεν.

Οἴῳ φαινομένη. Μόνῳ αὐτῷ φαινομένη, καὶ ὁρωμένη. μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα, καὶ τὴν ἐν αὐτῷ φρόνησιν ἑώρα. Τῶν δʼ ἄλλων. Τῶν δὲ λοιπῶν. Οὔτις ὁρᾶτο. Οὐδεὶς ἑώρα καὶ ἔβλεπε.

Θάμβησεν. Ἐφοβήθη, ἐξεπλάγη. Μετὰ δʼ ἐτράπετο. Καὶ περιεστράφη. Αὐτίκα δʼ ἔγνω. Παραχρῆμα δὲ ἐπέγνω.

Παλλάδα. Τὴν Ἀθηνᾶν ἐπιθετικῶς. ἤτοιγε ἀπὸ τοῦ πάλλειν, καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ Θεός· ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν. ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διός· ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ. Δεινὼ δέ οἱ. Φοβερὼ δὲ αὐτῷ· δυϊκῶς. Ὄσσε. Ὄμματα, ὀφθαλμοί. Φάανθεν. Ἐφάνησαν.

Καί μιν. Καὶ αὐτήν. Φωνήσας. Προσειπὼν, καλέσας. Ἔπεα πτερόεντα. Λόγους ταχεῖς. λόγου γὰρ οὐδὲν ταχύτερον. Προσηύδα. Προσεῖπεν.

Τίπτʼ αὖτʼ. Τί δή ποτε. συγκοπὴ ὁ τρόπος. Αἰγιόχοιο. Αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον. Εἰλήλουθας. Ἐλήλυθας, παρεγένου. ἡ δὲ διάλεκτος Ἰώνων.

Ἢ ἵνα. Ἢ ὅπως. Ὕβριν. Νῦν τὸν φόνον, ἢ μᾶλλον τὴν ἀλαζονείαν.

Ἀλλʼ ἔκ τοι ἐρέω. Ἀλλʼ ἐρῶ δή σοι. Τὸ δὲ καὶ τετελέσθαι ὀΐω. Ὅπερ καὶ πληρωθήσεσθαι ὑπολαμβάνω.

ᾟς ὑπεροπλείῃσι. Ταῖς ἰδίαις ὑπερηφανίαις. Τάχʼ ἄν ποτε. Ταχέως ἄν ποτε. Ὀλέσσῃ. Ἀπολέσῃ.

Τὸν δʼ αὖτε. Τοῦτον δὲ πάλιν. Προσέειπε. Προσεῖπεν. Γλαυκῶπις. Ἡ γλαυκόφθαλμος, ἡ γλαυκοὺς καὶ καταπληκτικοὺς ὦπας ἔχουσα.

Ἦλθον. Παρεγενόμην. Παύσουσα. Καταπαύσουσα. Τεὸν μένος. Τὴν σὴν ὀργήν. Αἴ κε πίθηαι. Ἐὰν πεισθῇς ἐμοί.

Πρὸ δέ μʼ ἧκε. Προέπεμψε δέ με.

Ἄμφω ὁμῶς. Ἀμφοτέρους ὁμοίως. Φιλέουσά τε. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα.

Ἀλλʼ ἄγε. Ἀλλὰ φέρε. ἔστι δὲ ἐπίῤῥημα παρακελεύσεως, ἢ ἐπιῤῥηματικὸν μόριον. Λῆγε. Παῦε. Ἔριδος. Φιλονεικίας. Ἕλκετο. Εἷλκεν.

Ἀλλʼ ἤτοι ἔπεσιν μέν. Διὰ μὲν λόγων. Ὀνείδισον. Ὕβρισον. Ὡς ἔσεταί περ. Ὥσπερ καὶ γενήσεται.

Ὧδε γάρ. Οὕτως γάρ. Ἐξερέω. Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ τελειωθήσεται.

Καί ποτέ τοι. Καί σοι ποτέ. προαναφώνησις ὁ τρόπος. Τρὶς τόσσα. Πολλάκις τοσαῦτα. οὐ γὰρ τριπλάσια αὐτῷ παρεσχέθη παρὰ Ἀγαμέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ιʹ. Παρέσσεται. Δοθήσεται. Ἀγλαά. Καλά.

Ὕβριος εἵνεκα τῆσδε. Ὑπὲρ ταύτης τῆς ὕβρεως. ἡ διάλεκτος Ἰάς. Σὺ δʼ ἴσχεο. Σὺ δὲ παύου. Πείθεο δʼ ἡμῖν. Καὶ πείθου ἡμῖν.

Πόδας ὠκύς. Τοῖς ποσὶ ταχύς.

Χρή. Προσῆκόν ἐστι, πρέπει. Σφωΐτερον. Ὑμέτερον. Εἰρύσασθαι. Φυλάξαι.

Καὶ μάλα. Καὶ πάνυ. Κεχολωμένον. Ὠργισμένον. Ὣς γὰρ ἄμεινον. Οὕτω γὰρ βέλτιον.

Ὅς κεν. Ὃς ἄν. Ἐπιπείθηται. Πείθηται, ἀκούσῃ. Μάλα τʼ ἔκλυον αὐτοῦ. Λίαν ἐπακούουσιν αὐτοῦ.

Ἦ. Ἔφη, εἶπεν. Ἀργυρέῃ. Ἀργυρᾷ, καλῇ. Κώπῃ. Τῇ λαβίδι τοῦ ξίφους. Σχέθε. Ἐπέσχεν, ἐπέβαλεν. Βαρεῖαν. Ἰσχυρὰν, μεγάλην.

Ἄψ. Πάλιν, εἰς τοὐπίσω. Κουλεόν. Τὴν ξιφοθήκην. Ὦσεν. Ἀπεώσατο, ἐνέβαλεν. Οὐδʼ ἀπίθησεν. Οὐδʼ ἠπείθησεν, ἀλλʼ ἐπείσθη.

Μύθῳ. Τῷ λόγῳ. Ἀθηναίης. Τῆς Ἀθηνᾶς. Ἡ δέ. Αὕτη δέ. Οὔλυμπόνδε. Εἰς τὸν ὄλυμπον. Βεβήκει. Ἀπεληλύθει, ἐπορεύθη.

Μετὰ δαίμονας. Ἐπὶ τοὺς θεούς. Οὕτως δὲ δαίμονας καλεῖ τοὺς θεοὺς, ἤτοι δαήμονας· ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν, ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἀλκμὰν ὁ λυρικός φησιν, ὃς ἕθεν πάλοις ἔπαλλε, δαήμονάς τʼ ἐδάσσατο, τοὺς μερισμοὺς τὰς διαιτήσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῇν μεταστάντας· ὄντας δὲ ἐπὶ τῆς τοῦ Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνθρώπων.

Ἐξαῦτις. Ἐκ δευτέρου, εὐθέως, παραυτά. Ἀταρτηροῖς. Ἀτηροῖς, χαλεποῖς. Ἐπέεσσιν. Ἔπεσι, λόγοις.

Λῆγε. Ἐπαύετο. Χόλοιο. Τῆς ὀργῆς.

Οἰνοβαρές. Οἴνῳ βεβαρημένε, μέθυσε. Κυνὸς ὄμματʼ ἔχων. Ἀντὶ τοῦ, ἀναιδέστατε ὡς κύων. Κραδίην δʼ ἐλάφοιο. Τὴν δὲ καρδίαν ἐλάφου. τοῦτʼ ἔστι, δειλὲ ὡς ἔλαφος. Κραδίην. Καρδίαν. τὸ δὲ πάθος τῆς λέξεως, μετάθεσις. καὶ κραδίη δὲ ἐλελίχθη. εἴρηται δὲ ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς καρδίας σπλάγχνον.

Ἅμα λαῷ. Ἅμα τῷ ὄχλῳ. Θωρηχθῆναι. Καθοπλισθῆναι.

Λόχον. Ἐνέδραν. Ἰέναι. Παραγενέσθαι. Σὺν ἀριστήεσσι. Σὺν τοῖς ἀρίστοις ἡγεμόσι.

Τέτληκας. Κεκαρτέρηκας, ὑπομεμένηκας. Θυμῷ. Τῇ ψυχῇ. Τὸ δέ τοι. Δεικτικώτερον, καὶ ἀναφορικώτερον. Κήρ. Θάνατος. τοῦτο γάρ φησι τὸ ἐν πολέμῳ ἢ λόχῳ εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται. Εἴδεται. Φαίνεται, δοκεῖ.

Ἦ πολὺ λώϊον. Ἀλλʼ ὄντως δή σοι τοῦτο καλὸν εἶναι νομίζεται. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Εὐρύν. Πλατὺν καὶ μέγιστον.

Δῶρʼ ἀποαιρεῖσθαι. Τὰ παρʼ ἄλλῳ τινὶ διδόμενα δῶρα ἀφαιρεῖσθαι. Ὅστις σέθεν. Ὅστις σοῦ. Ἀντίον. Ἐξ ἐναντίας.

Δημοβόρος. Ὁ τὰ δημόσια κατεσθίων. Οὐτιδανοῖσιν. Οὐδενὸς λόγου ἀξίοις, ἀσθενέσιν. Ἀνάσσεις. Βασιλεύεις.

Ἦ γὰρ ἂν Ἀτρείδη. Ὄντως γὰρ δὴ υἱὲ τοῦ Ἀτρέως Ἀγάμεμνον. Ὕστατα λωβήσαιο. Ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω, φονευθεὶς ἐν αὐτῇ ὑπὸ πάντων, βλαβεὶς, ὑβρισθείς.

Ἀλλʼ ἔκ τοι ἐρέω. Ἀλλʼ ἐρῶ δή σοι. Ὀμοῦμαι. Ὀμόσω. ἐπόμνυσθαί ἐστι, τὸ, ὑπισχνούμενον ὀμόσαι. ἀπομνύναι δὲ, τὸ ἀποφάσκειν.

Ναὶ μὰ τόδε σκῆπτρον. Ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πεπλεόνακε τὸ μὰ ἀρνητικὸν, ἤγουν ἀπομοτικὸν μόριον κατὰ Ἀττικὸν ἔθος. ἤρκει γὰρ εἰπεῖν, νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ, ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασιλείας θεόν. Τὸ μὲν οὔ ποτε. Ὅπερ οὐδέ ποτε αὖ. παραβολὴ ὁ τρόπος. Ὄζους. Κλάδους.

Φύσει. Ἀναβλαστήσει. Διατί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει; καὶ λέγομεν, ὅτι εἰ καὶ μὴ πάντων τῶν Ἑλλήνων ἐβασίλευε, τῶν μέν τοι Μυρμιδόνων ἦρχεν. Ἐπειδὴ πρῶτα. Ἐπειδὴ ἅπαξ τὸ πρῶτον καὶ τὴν ἀρχήν. Τομὴν ἐν ὄρεσσι λέλοιπε. Τὴν τμῆσιν. ὅ ἐστι, τὴν ῥίζαν αὑτοῦ τμηθὲν ἐν τῷ ὄρει κατέλειψε.

Οὐδʼ ἀναθηλήσει. Οὐδʼ ἀναβλαστήσει. Περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε. Περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐστιν, ἔγλυψε.

Φύλλα τε καὶ φλοιόν. Τά τε φύλλα καὶ τὸν φλοιόν. φλοιὸς δέ ἐστι τὸ καλούμενον λέπος. Νῦν αὖτέ μιν. Νῦν αὐτὸ πάλιν. Υἷες Ἀχαιῶν. Περιφραστικῶς οἱ Ἕλληνες.

Ἐν παλάμῃς. Ἐν ταῖς χερσί. Φορέουσι. Φοροῦσι, βαστάζουσι. Δικασπόλοι. Οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ νόμους. Θέμιστας. Δικαιοσύνας νόμους.

Πρὸς Διός. Παρὰ τοῦ Διός. Εἰρύαται. Ῥύονται, φυλάσσουσι. τὸ δὲ ὅλον, οἵτινες τὰς δίκας, καὶ τοὺς νόμους παραλαβόντες φυλάττουσιν. Ὁ δέ τοι. Οὗτος δέ σοι. Ἔσσεται. Γενήσεται.

Ἦ ποτʼ Ἀχιλλῆος. Ὄντως δή ποτε ἐμοῦ τοῦ Ἀχιλλέως. Ποθή. Πόθησις, ἐπιζήτησις. Ἵξεται. Παραγενήσεται.

Ξύμπαντας. Ὁμοῦ πάντας. Τοῖς δʼ οὔτι. Τούτοις δὲ οὐδέν. Δυνήσεαι. Δυνήσῃ. Ἀχνύμενός περ. Καίπερ λυπούμενος.

Χραισμεῖν. Βοηθεῖν. Εὖτʼ ἄν. Ὁπότʼ ἄν. Πολλοί. Πλεῖστοι. Ὑφʼ Ἕκτορος. Ὑπὸ τοῦ Ἕκτορος. Ἀνδροφόνοιο. Ἀνδροφόνου, πολεμικοῦ. Διατί τὸν Ἕκτορα ἀνδροφόνον προσηγόρευσε, καὶ οὐ χαλκοκορυστὴν, ἢ ἱππόδαμον; ῥητέον, ὅτι ἀνδροφόνον αὐτὸν εἴρηκε, πρὸς κατάπληξιν τῶν ἀκουόντων. εἴωθε δὲ τηρεῖν τὰ ἐπίθετα εὐστόχως. καὶ ἄλλως ῥητέον ὅτι ἐν ᾧ τις ἐστὶ μέγας ἀεὶ καὶ εὐδοκιμῶν, ἐκ τούτου καὶ ἄλλους ἐπαινεῖ. καὶ γὰρ ὁ Ἀχιλλεὺς ἥδετο μὲν Διογενὴς καλούμενος. οὐχ ἧττον δὲ ἐπέχαιρε καὶ τῇ ἀνδροφονίᾳ. κἀκ τούτου λέγει τὸν Ἕκτορα ἀνδροφόνον.

Θνήσκοντες. Ἀποθνήσκοντες, πίπτοντες, νεκροί. Σὺ δʼ ἔνδοθι. Σὺ δὲ ἔσωθεν. Θυμόν. Τὴν ψυχήν. Ἀμύξεις. Σπαράξεις, πληγήσῃ.

Χωόμενος. Λυπούμενος, ὀργιζόμενος. Οὐδὲν ἔτισας. Κατʼ οὐδὲν ἐτίμησας.

Ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ. Προσέβαλε δὲ καὶ προσέῤῥιψε τῇ γῇ τὸ σκῆπτρον διὰ τὴν ὀργήν. ἡ διάλεκτος Δωριέων.

Χρυσείοις ἥλοισι πεπαρμένον. Χρυσοῦς ἥλους ἔχον, καὶ διαπεπερονημένων αὐτῶν ἠσφαλισμένον. Ἕζετο. Ἐκαθέζετο.

Ἑτέρωθεν. Ἐκ τοῦ ἑτέρου μέρους, ἐξεναντίας. Ἐμήνιε. Ὠργίζετο.

Ἡδυεπής. Ὁ ἡδὺς ἐν τῷ λέγειν. Ἀνόρουσεν. Ἀνώρμησεν, ἀνέστη. πῶς οὖν τὸ ἀνόρουσεν ἐπὶ τῷ Νέστορι ὁ Ποιητὴς τῷ ἐξώρῳ ἤδη ἐχρήσατο; ἐπὶ νεῶν γὰρ εἰκὸς ἦν τοῦτο λέγεσθαι. καὶ ῥητέον, ὅτι τὸ προνοητικὸν τῶν ὁμοφύλων, νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψοιτο ἄν τις, κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον. καὶ ἄλλως ῥητέον, ὅτι εἴωθεν ἀεὶ ἡ τῆς τιμῆς προσθήκη μὴ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γέροντας μεταπείθειν πρὸς τὸ καὶ παρὰ δύναμιν ἐγχειρεῖν τι ποιεῖν, μᾶλλον δὲ τὸν Νέστορα ἐν τῷ δημηγορεῖν διαφέροντα τῶν λοιπῶν, καὶ εἰδότα μὴ ἀπαρεσκομένους τοὺς Ἕλληνας πρὸς τὰ λεγόμενα. Λιγύς. Ἡδὺς, ἐν τῷ λέγειν ὀξύς. Πυλίων. Τῶν τὴν Πύλον κατοικούντων. ἔστι δὲ ὄνομα ἔθνους. Ἀγορητής. Δημηγόρος.

Τοῦ καὶ ἀπὸ γλώσσης. Οὗτινος καὶ ἀπὸ τῆς γλώσσης. ἡ γλῶσσα σημαίνει γʹ. αὐτό γε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῆς λέξεως. Γλυκίων. Ἡδίων, γλυκεῖα. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. διὰ δὲ τοῦ εἰπεῖν, ῥέεν, ἐμφαίνει τὸ ῥητορικὸν τοῦ Νέστορος. Αὐδή. Φωνή.

Τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων. Ἡρακλέους ἐς Πύλον στρατεύσαντος ἔτι νέου ὄντος τοῦ Νέστορος καὶ ἀποκτείναντος τοὺς πρεσβυτέρους μίαν ὄντας γενεάν. καὶ τοὺς τῆς μέσης ἡλικίας, ἄλλην ὄντας γενεὰν, ἧς καὶ ὁ Νέστωρ μόνος περισωθεὶς τῆς τρίτης γενεᾶς ἐβασίλευε, τῆς περὶ τοὺς παῖδας. ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. Μερόπων. Μεμερισμένην τὴν φωνὴν ἐχόντων. ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι, μεριζομένην εἰς συλλαβὰς, καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα. τοῦτʼ ἔστι, τὴν φωνήν.

Ἐφθίατο. Ἐφθαρμέναι ἦσαν. Οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο. Τουτέστιν, οἱ πρὸ τούτου γενόμενοι, καὶ οἱ ἅμα αὐτῷ τραφέντες. Ἠδʼ ἐγένοντο. Καὶ ἐγένοντο.

Ἠγαθέῃ. Πάνυ θείᾳ.

Ὅς σφιν. Ὃς ἐν αὐτοῖς. Εὖ φρονέων. Καλῶς φρονῶν. Ἀγορήσατο. Ἐδημηγόρησε. Καὶ μετέειπε. Καὶ εἶπεν.

Ὦ πόποι. Φεῦ παπαί. ἔστι δὲ σχετλιαστικὸν ἐπίῤῥημα. ὅ ἐστι λύπης δηλωτικόν. Ἦ μέγα πένθος. Ὄντως μεγάλη λύπη. Ἀχαιΐδα γαῖαν. Τὴν Ἑλληνικὴν γῆν, τοὺς Ἕλληνας. ἔστι δὲ μετωνυμία ὁ τρόπος.

Ἦ κεν γηθήσαι. Ὄντως ἂν χαρείη. Πριάμοιο τε παῖδες. Καὶ οἱ τοῦ Πριάμου παῖδες, ἅμα τοῖς λοιποῖς Τρωσί.

Μέγα κεν. Μεγάλως ἄν. Κεχαροίατο. Χαρεῖεν.

Εἰ σφῶϊν. Εἰ ὑμῶν. Τάδε πάντα. Ταῦτα πάντα. Πυθοίατο. Μάθοιεν. Μαρναμένοιϊν. Μαχομένοιν.

Οἳ περὶ μὲν βουλῇ Δαναῶν. Ἀντὶ τοῦ· οἵτινες διαφέρετε τῶν Ἑλλήνων καὶ ἐν τῷ βουλεύεσθαι. Περὶ δʼ ἐστὲ μάχεσθαι. Περισσῶς δὲ καὶ ὑπερβαλόντως ἐστὲ καὶ ὑπερέχετε ἐν τῷ πολεμεῖν.

Ἀλλὰ πίθεσθε. Ἀλλὰ πείσθητε. Ἄμφω δέ. Ἀμφότεροι δέ. Νεωτέρω. Νεώτεροι, δυϊκῶς. Ἐστόν. Ἐστὲ, ὑπάρχετε. Ἐμοῖο. Ἐμοῦ.

Ἀρείοσι. Βελτίοσι, κρείττοσιν. Ἠέπερ ὑμῖν. Ἢ ὑμῖν.

Ὡμίλησα. Συνανεστράφην. Καὶ οὔ ποτέ μοι. Καὶ οὐδέ ποτέ μοι. Ἀθέριζον. Ἠπείθουν, ἀπεδοκίμαζον.

Οὐ γάρ πω. Οὐδέποτε γάρ. Τοίους. Τοιούτους. Ἴδον. Ἐθεασάμην. Ἀνέρας. Ἄνδρας. Οὐδὲ ἴδωμαι. Οὐδὲ ἰδεῖν δυνήσομαι.

Οἷον. Ὁποῖον. Πειρίθοον. Πειρίθουν. ὄνομα κύριον. Πειρίθους ὁ Ἰξίονος, γένει μὲν ἦν Ἀθηναῖος, ᾠκείωτο δὲ τοῖς Κενταύροις. πρὸς γάμον δὲ ἀγόμενος Ἱπποδάμειαν τὴν Βουτάδα, τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν. οἵτινες οἰνωθέντες, ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παρῆσαν γυναικῶν. ὅθεν οἱ Λαπίθαι συστάδην μαχεσάμενοι, διώκουσιν αὐτοὺς εἰς Μάλεον ὄρος τῆς Πελοποννήσου. ὁ δὲ Πειρίθους ὠνομάσθη οὕτως ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ. Δρύαντά τε. Καὶ τὸν Δρύαντα. Ποιμένα λαῶν. Βασιλέα ὄχλων.

Καινέα τε. Καὶ τὸν Καινέα. ὁ δὲ Καινεὺς Ἐλάτου μὲν παῖς, Λαπίθων δὲ βασιλεὺς, πρότερον ἦν παρθένος εὐπρεπής. μιγέντος δὲ αὐτῇ Ποσειδῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις, ἄτρωτος γίγνεται, γενναιότατος τῶν καθʼ αὑτὸν ὑπάρξας· καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορὰς, θεοῖς τοῦτο προσέταξεν ἀριθμεῖν. διʼ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς, τιμωρίαν τῆς ἀσεβείας παρʼ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε. βάλλοντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ ἐλάταις, ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγων οὕτως· Καινέα γὰρ τὸν πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Κεν-ταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων Ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες, Οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· Ἀλλʼ ἄῤῥηκτος, ἄκαμπτος ἐδύσσατο νειόθι γαίης, Θεινό-μενος στιβαρῆσι καταΐγδην ἐλάτῃσιν. Ἐξάδιόν τε. Καὶ τὸν Ἐξάδιον. Ἀντίθεον. Ἰσόθεον.

Κάρτιστοι. Ἰσχυρότατοι, γενναῖοι. Κεῖνοι. Ἐκεῖνοι. Ἐπιχθονίων. Ἐπιγείων. Τράφεν. Ἐτράφησαν.

Ἔσαν. Ἦσαν, ὑπῆρχον.

Φηρσί. Θηρσὶ, θηρίοις. λέγει δὲ τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν Δηϊονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα, δόλῳ καταπρήσας, μανεὶς, καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι ἐν τῷ ὄντι, τολμᾷ τοιοῦτόν τι, νεφέλην ἀπεικάσας Ἥρᾳ, παρέκλινεν αὐτῷ. ὁ δὲ μιγεὶς τῇ νεφέλῃ ὡσαννεὶ τῇ Ἥρᾳ, ἔσχε παῖδα Κένταυρον. ἀφʼ οὗ τὸ τῶν Κενταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρʼ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ. Ὀρεσκῴοισι. Τοῖς ἐν ὄρεσι διαιτωμένοις. Ἐκπάγλως. Ἐκπληκτικῶς. ὅ ἐστι, κατὰ κράτος αὐτοὺς ἐξαπώλεσαν.

Καὶ μὲν τοῖσιν ἐγώ. Καὶ τούτοις μὲν ἐγὼ τοῖς περὶ τὸν Πειρίθουν. Μεθομίλεον. Συνανεστρεφόμην, συνεμαχόμην.

Τηλόθεν. Πόῤῥωθεν, μακρόθεν ὢν ἀπὸ τῆς Πύλου. Ἐξ Ἀπίης γαίης. Ἐκ τῆς ἀλλοδαπῆς, καὶ μακρὰν ἀπεχούσης γῆς.

Καὶ μαχόμην. Καὶ ἐπολέμουν. Κατʼ ἐμαυτόν. Κατὰ τὴν ἐμαυτοῦ δύναμιν. Κείνοισι δʼ ἂν οὔτις. Πρὸς ἐκείνους δὲ οὐδεὶς ἴσχυε τῶν νῦν ὄντων ἀνθρώπων.

Τῶν. Τούτων. Οἷοι. Ὁποῖοι. Βροτοί. Ἄνθρωποι φθαρτοί. ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐπιχθόνιοι. Ἐπίγειοι. χθὼν γὰρ ἡ γῆ. Μαχέοιτο. Μάχοιτο.

Καὶ μέν μευ. Καὶ μὴν ἐμοῦ. Βουλέων. Συμβουλιῶν. Ξύνιον. Ἤκουον, ἐπείθοντο.

Καὶ ὔμμες. Καὶ ὑμεῖς. Αἰολὶς ἡ διάλεκτος.

Ἀγαθός περ ἐών. Καίτοι βασιλεὺς ὑπάρχων. ἢ ἀγαθὸς τὴν γνώμην. ἀμείνων, κρείττων. Ἀποαίρεο. Ἀφαιροῦ. Κούρην. Κόρην. ἡ διάλεκτος Ἰώνων.

Ἔα. Συγχώρει. Ὥς οἱ πρῶτα. Ὡς αὐτῷ ἐξ ἀρχῆς. Δόσαν. Παρέσχον.

Θέλε. Βούλου. Ἐριζέμεναι. Ἐρίζειν, φιλονεικεῖν, ἐξισοῦσθαι.

Ἀντιβίην. Ἐξ ἐναντίας. Ὁμοίης. Ἴσης καὶ τῆς αὐτῆς. Ἔμμορε. Ἔλαχεν, ἔτυχεν.

Σκηπτοῦχος. Σκηπτροφόρος. Πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἄρα δύναταί τις βασιλεῦσαι χωρὶς τῆς τοῦ Θεοῦ βουλῆς; καὶ ῥητέον, ὅτι καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον, οὐδὲ τὴν ἀρχὴν ταύτην. ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως οὖν εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ Θεοῦ ἐστιν. οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιος Θεῷ, οὐδὲ ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς τῷ Θεῷ, ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ Θείου παραχωροῦντος αὐτῷ, καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου. Ὧιτε Ζεύς. Καὶ ᾧτινι ὁ Ζεύς. Κῦδος. Δόξαν. Ἔδωκε. Παρέσχε.

Καρτερός. Ἰσχυρός. Ἐσσί. Ὑπάρχεις. Θεὰ δέ σε. Καὶ Θεά σε. ὅτι τῆς Θέτιδος ἦν υἱὸς τῆς Νηρέως θυγατρός. αὐτὴ δὲ ἀθάνατος.

Ἀλλʼ ὅγε. Ἀλλʼ οὗτος. Φέρτερος. Κρείσσων. Πλεόνεσσι. Πλείοσιν, ὅτι πλείονες.

Τεὸν μένος. Τὴν σὴν ὀργήν. Αὐτὰρ ἔγωγε. Ἐγὼ δέ.

Λίσσομαι. Λιτανεύω, παρακαλῶ. Μεθέμεν. Μεθεῖναι, συγχωρῆσαι. Χόλον. Ὀργήν. Ὃς μέγα. Ὅστις μέγα.

Ἕρκος. Περίφραγμα, τεῖχος. Πέλεται. Γίγνεται, ἐστί. Πολέμοιο κακοῖο. Τοῦ κακωτικοῦ πολέμου.

Κρείων. Μεγάλως κρατῶν.

Κατὰ μοῖραν. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον. Ἔειπες. Εἶπας, ἔλεξας.

Ἀλλʼ ὅγε. Ἀλλʼ οὗτος. Ἐθέλει. Βούλεται. Περὶ πάντων. Ὑπὲρ πάντας. Ἔμμεναι. Εἶναι. τουτέστι, πάντων θέλει ὑπερέχειν.

Κρατέειν. Κρατεῖν, βασιλεύειν. Πάντεσσι. Πᾶσι.

Σημαίνειν. Προστάσσειν. Ἅτινʼ οὐ πείσεσθαι. Πρὸς ἃ οὐ πεισθήσεσθαι. Ὀΐω. Οἶμαι, ὑπολαμβάνω.

Εἰ δέ μιν. Εἰ δὲ αὐτόν. Αἰχμητήν. Πολεμικόν. Ἔθεσαν. Ἐποίησαν. Αἰὲν ἐόντες. Διαπαντὸς ὄντες, ἀθάνατοι.

Τοὔνεκά οἱ. Τούτου χάριν αὐτῷ. Προθέουσι. Προτρέχουσι, συνιᾶσιν. Ὀνείδεα. Ὀνείδη, ὕβρεις. Μυθήσασθαι. Εἰπεῖν. ὁ δὲ λόγος, εἰ πολεμιστής ἐστιν Ἀχιλλεὺς γνώμῃ τῶν Θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν, καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;

Τὸν δʼ ἄρʼ. Τοῦτον δὲ δή. Ὑποβλήδην. Ὑποβαλὼν τὸν ἴδιον λόγον Ἀχιλλεὺς, καὶ μεσολαβήσας τὸν Ἀγαμέμνονος, πρὶν ἢ σιωπήσει αὐτὸς εἰπών. Ἠμείβετο. Ἐξ ἀμοιβῆς ἀπεκρίνατο.

Ἦ γάρ κεν. Ὄντως γὰρ ἄν. Δειλός. Ἀσθενής. Οὐτιδανός. Οὐδενὸς λόγου ἄξιος. Καλεοίμην. Κληθείην.

Εἰ δή σοι. Ἐὰν δή σοι. Πᾶν ἔργον. Εἰς πᾶν πρᾶγμα. Ὑπείξομαι. Ὑποχωρήσω. Ὅ ττι κεν. Ὅπερ ἄν.

Ἐπιτέλλεο. Ἐπιτέλλου, πρόστασσε. Μὴ γὰρ ἔμοιγε. Ἐμοὶ γὰρ μή.

Σήμαινε. Πρόστασσε. ἐγὼ γὰρ οὐ νομίζω πεισθῆναί σοι.

Ἄλλο δέ τοι. Ἄλλο δέ σοι. Ἐρέω. Ἐρῶ, λέξω. Βάλλεο. Ἐμβάλλου, ἔνθου. Σῇσι. Σαῖς.

Μαχήσομαι. Μαχοῦμαι.

Οὔτέ τῳ. Οὔτέ τινι ἄλλῳ. τὸ τῷ σημαίνει πέντε· ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον αἰτιολογικὸν, ῥῆμα. ὄνομα μὲν οὕτως· οὔτε σοὶ, οὔτέ τῳ ἄλλῳ. ἔστι γὰρ, τινί. ῥῆμα δὲ, Κύκλωψ, τῇ, πίε οἶνον· ἔστι γὰρ τὸ τῇ, ἀντὶ τοῦ, λάβε. ἄρθρον δὲ οὕτως· ἤτοι μὲν τάγʼ ὄπισθε Μαχάονι πάντα ἔοικε, τῷ Ἀσκληπιάδῃ. ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ, τῷ μιν ἐεισάμενος. σύνδεσμον αἰτιολογικὸν οὕτως, τῷ σε καὶ οὐ δύναμαι. ἔστι γὰρ, διό. ὅταν μέντοι ἄρθρον σημαίνει ἑνικὸν, μόνης δοτικῆς ἐστι πτώσεως, καὶ περισπᾶται. δυϊκὸν δὲ, εὐθείας καὶ αἰτιατικῆς· καὶ βαρύνεται. τὼ Αἴαντε. Ἐπεί μʼ ἀφέλεσθε. Ἐπειδὴ δεδωκότες μοι αὐτὴν ἀφείλεσθε, καὶ ὑβρίσατε ἑαυτούς γε, οὐκ ἐμέ.

Τῶν δʼ ἄλλων. Τῶν δὲ λοιπῶν. Ἅ μοι ἐστί. Ἅτινά μοι ὑπάρχει. Θοῇ νηΐ. Παρὰ τῇ ταχυτάτῃ νηΐ. Μελαίνῃ. Βαθείᾳ, ἢ τῇ πίσσῃ κεχρισμένῃ.

Τῶν. Τούτων. Οὐκ ἄν τι. Οὐδαμῶς ἄν τι. Φέροις. Κομίσοις, λάβοις. Ἑλών. Λαβὼν, ἢ ἀφελόμενος. Ἀέκοντος. Ἄκοντος, καὶ μὴ βουλομένου. Ἐμεῖο. Ἐμοῦ.

Εἰ δʼ ἄγε μήν. Εἴ γε μὴν βούλει. Πείρησαι. Πειράθητι. Ἵνα γνώωσι καὶ οἵδε. Ὅπως ἂν μάθωσι καὶ οὗτοι.

Αἶψά τοι. Ταχέως σοι. Κελαινόν. Μέλαν. Ἐρωήσει περὶ δουρί. Περιῤῥυήσεται τῷ δόρατι.

Ὣς τώγε. Οὕτως οὗτοι. Ἀντιβίοις. Ἐναντίοις. ὅ ἐστι στασιαστικοῖς λόγοις. Μαχεσσαμένω. Μαχεσάμενοι. δυϊκῶς. Ἐπέεσσι. Λόγοις.

Ἀνστήτην. Ἀνέστησαν. Λῦσαν δέ. Ἔλυσαν δέ. Ἀγορήν. Ἐκκλησίαν, συνέδριον.

Ἐπὶ κλισίας. Ἐπὶ τὰς σκηνάς. Ἐΐσας. Ἰσοτοίχους.

Ἤϊε. Παρεγένετο, ἐπορεύετο. Σύν τε Μενοιτιάδῃ. Σὺν τῷ Μενοιτίου υἱῷ Πατρόκλῳ, καὶ τοῖς Μυρμιδόσι. κεχώρικε τῶν λοιπῶν ἑταίρων τὸν Πάτροκλον, κατʼ ἐξοχήν. Ἑτάροισι. Τοῖς φίλοις.

Ἄρα. Δή. Νῆα. Ναῦν, πλοῖον. Ἅλαδε. Εἰς τὴν θάλασσαν. Προέρυσε. Καθείλκυσεν.

Ἐς δʼ ἐρέτας. Εἰς αὐτὴν δὲ καὶ κωπηλάτας. Ἔκρινεν. Κατηρίθμησεν, ἐπελέξατο. Ἐείκοσιν. Εἴκοσι.

Βῆσεν. Ἐνεβίβασε, ἐνέθηκεν. Ἐν δέ. Εἰς αὐτὴν δέ. Ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον. Ἀναγαγὼν δὲ καὶ τὴν καλοπρόσωπον Χρυσηΐδα εἰς τὴν ναῦν.

Εἷσεν ἄγων. Ἐκάθισεν ἄγων τῷ πατρί. Ἐν δʼ ἔβη. Ἀνέβη δέ. Ἀρχός. Ἡγεμὼν, ναύαρχος. Πολύμητις. Πολύβουλος, συνετός.

Οἱ μέν. Οὗτοι μέν. Ἀναβάντες. Ἀνελθόντες, ἐπιβάντες. Ἐπέπλεον. Ἔπλεον. Ὑγρὰ κέλευθα. Τὴν διὰ θαλάσσης ὁδόν.

Ἀπολυμαίνεσθαι. Ἀποκαθαίρεσθαι. Ἄνωγεν. Ἐκέλευσε, προσέταξεν.

Οἱ δέ. Αὐτοὶ δέ. Ἀπελυμαίνοντο. Ἀπεκαθαίροντο. Καὶ εἰς ἅλα λύματʼ ἔβαλλον. Καὶ εἰς τὴν θάλασσαν τὰ καθάρσια ἔβαλλον. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν ἐστιν.

Ἔρδον. Ἐπετέλουν, ἔθυον. Τεληέσσας. Τελείας.

Παρὰ θῖνα. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Ἀτρυγέτοιο. Ἀκαταπονήτου, πολλῆς, ἢ ὡς ἔνιοί φασι, τῆς ἀκάρπου.

Κνίσση δέ. Ἡ δὲ κνίσσα, ὅ ἐστιν ἡ ἀναθυμίασις. ἡ δὲ λέξις τέσσαρα σημαίνει, ὡς τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος, καὶ τὸν ἐπίπλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν. Ἧκεν. Παρεγένετο. Ἑλισσομένη. Παρειλουμένη τῷ καπνῷ.

Ὣς οἱ μέν. Οὕτως μὲν οὗτοι. Τά. Ταῦτα. Πένοντο. Ἐνήργουν, ἔπραττον. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπεδον.

Λῆγε. Ἐπαύετο. Ἔριδος. Φιλονεικίας. Τὴν πρῶτον. Ἥντινα πρῶτον. λείπει ἡ κατά. Ἐπηπείλησʼ Ἀχιλῆϊ. Τῷ Ἀχιλλεῖ ἠπείλησε.

Ταλθύβιον καὶ Εὐρυβάτην. Ὀνόματα κύρια τῶν κηρύκων.

Τώ οἱ ἔσαν. Οἵτινες αὐτῷ ἦσαν. Ὀτρηροί. Σπουδαῖοι. παρὰ τὸ ὀτρύνω. Θεράποντε. Ὑπηρέται.

Ἔρχεσθον. Ἀπέρχεσθε. δυϊκῶς. Κλισίην. Εἰς τὴν σκηνήν.

Ἑλόντε. Λαβόντες. Ἀγέμεν. Ἄγειν.

Εἰ δέ κεν. Ἐὰν δέ. Μὴ δώῃσι. Μὴ παράσχῃ. δεῖ λαμβάνειν δύο ἐπεκτάσεις. Ἕλωμαι. Ἀφέλωμαι, λάβω.

Ἐλθὼν σὺν πλεόνεσσι. Τὸ δὲ σὺν πλεόνεσσιν, οὐ τῷ ἐλθὼν συντακτέον, ἀλλὰ τῷ ἕλωμαι. ἵνʼ ᾖ, μετὰ πολλῶν καὶ ἄλλων κτημάτων αὐτὴν ἀφαιρήσομαι. Τό οἱ. Ὅπερ αὐτῷ. Ῥίγιον. Φρικωδέστερον, καὶ χαλεπώτερον. Ἔσται. Γενήσεται.

Πρΐει. Προέπεμπε. Κρατερόν. Ἰσχυρὸν, γενναῖον. Ἔτελλεν. Ἐπέτελλεν, ἔλεγεν.

Τὼ δέ. Οὗτοι δέ. δυϊκῶς. Ἀέκοντε. Ἄκοντες, καὶ μὴ βουλόμενοι. Βάτην. Ἔβησαν, ἐπορεύθησαν.

Ἱκέσθην. Ἀφίκοντο, παρεγένοντο.

Εὗρον. Κατέλαβον. Κλισίῃ. Παρὰ τῇ σκηνῇ.

Ἥμενον. Καθεζόμενον. Οὐδʼ ἄρα τώγε. Οὐδὲ δὴ τούτους. Ἰδών. Θεασάμενος. Γήθησεν. Ἐχάρη.

Τὼ μέν. Οὗτοι μέν. Ταρβήσαντε. Φοβηθέντες, δυϊκῶς, διὰ τὴν ξιφουλκίαν. Αἰδομένω. Αἰδεσθέντες.

Στήτην. Ἔστησαν. Οὐδέ τι μίν. Οὐδὲ αὐτόν τι. Προσεφώνεον. Προσεφθέγγοντο. Οὐδʼ ἐρέοντο. Οὐδὲ ἀνηρώτων.

Αὐτὰρ ὁ. Οὗτος δέ. Ἔγνω. Ἐστοχάσατο, ἐνόησεν. ᾟσιν ἐνὶ φρεσίν. Ἐν ταῖς ἑαυτοῦ διανοίαις. Φώνησέν τε. Ἐβόησε, καὶ εἶπεν.

Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν. Ἀνθρώπων κήρυκες, ἄξιοι καὶ θεῶν. ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων. Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ, ἔσχεν υἱὸν ὀνόματι Κήρυκα, ἀφʼ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος. ἢ ὅτι τὰς ἑορτὰς τῶν Θεῶν ἀγγέλλουσιν. ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν ὄντος ἀγγέλου Διός.

Ἆσσον ἴτε. Ἐγγὺς παραγένεσθε. Οὔτι μοι ὔμμες. Κατʼ οὐδέν μοι ὑμεῖς. ψιλοῦται τὸ ὔμμες ὡς Αἰολικόν· αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων. Ἐπαίτιοι. Αἴτιοι. πεπαιδευμένως δέ. οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

Ὃς σφῶϊ. Ὃς ὑμᾶς. Προΐει. Ἔπεμπε.

Διογενές. Εὐγενέστατε. Πατρόκλεις. Ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλὰ ἀπὸ τῆς Πατροκλῆς· ὡς Ἡρακλῆς ὦ Ἥρακλες. Ἔξαγε. Ἔξω τῆς σκηνῆς κόμιζε.

Καὶ σφῶϊν. Καὶ αὐτοῖς. Ἄγειν. Ἀπάγειν. Κούρην. Τὴν Βρισηΐδα. Τὼ δʼ αὐτώ. Οὗτοι δὲ αὐτοί. Μάρτυροι. Μάρτυρες. Ἰὰς ἡ διάλεκτος. Ἔστων. Ἔστωσαν, ὑπαρχέτωσαν.

Πρός τε θεῶν. Καὶ πρὸς τοὺς Θεούς. Μακάρων. Μακαρισμοῦ ἀξίων, εὐδαιμόνων.

Ἀπηνέος. Ἀπηνοῦς, χαλεποῦ, σκληροῦ. Εἴ ποτε δʼ αὖτε. Ἐάν ποτε πάλιν.

Χρειώ. Χρεία. Ἐμοῖο. Ἐμοῦ. Ἀεικέα. Αἰκιστικὸν, χαλεπόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποσοβῆσαι, ἀποστρέψαι.

Ἦ γὰρ ἄν. Ὄντως γὰρ ἄν. Ὅγε. Οὗτος. Ὀλοῇσιν. Ὀλεθρίαις. Θύει. Ἐνθουσιωδῶς ὁρμᾷ. ὅ ἐστι. μαίνεται.

Νοῆσαι. Προλογίσασθαι, ἐνθυμηθῆναι. Πρόσσω καὶ ὀπίσσω. Τὸ παρὸν καὶ τὸ μέλλον. τουτέστιν, οὐκ οἶδε προσκοπῆσαι καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόβασιν τοῦ πράγματος.

Ὅπως οἱ. Ὅπως αὐτῷ. Σόοι. Σῶοι, ὑγιεῖς. Μαχέοιντο. Μαχοῦνται, πολεμήσωσιν.

Ἐπεπείθετο. Ἐπείσθη.

Ἐκ δʼ ἄγαγε. Ἐξήγαγε δέ.

Τὼ δʼ αὖτις. Οὗτοι δὲ πάλιν. Ἴτην. Παρεγένοντο.

Ἥδʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν. Ἡ Βρισηῒς ἄκουσα καὶ μὴ βουλομένη ὁμοῦ τοῖς κήρυξιν ἐπορεύετο.

Ἄφαρ. Εὐθέως, ταχέως. Ἑτάρων. Ἑταίρων, φίλων. Νόσφι. Χωρίς. Λιασθείς. Χωρισθείς.

Θῖνʼ ἐφʼ ἁλός. Ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Πολιῆς. Λευκῆς, διὰ τὸν ἀφρόν. Ὁρόων. Ὁρῶν, βλέπων. Ἐπὶ οἴνοπα. Ἐπὶ τὸν μέλανα. Πόντον. Τὴν θάλασσαν.

Ἠρήσατο. Ηὔξατο. Ὀρεγνύς. Ἐκτείνας.

Ἐπεί με. Ἐπειδή με. Μινυνθάδιον. Ὀλιγοχρόνιον. Ἐόντα. Ὄντα, ὑπάρχοντα.

Τιμήν περ μοι. Τὴν τιμὴν δή μοι. Ὄφελλεν. Ὤφειλεν. Ὀλύμπιος. Ὁ τὸν ὄλυμπον κατοικῶν Ζεύς. ὁ δὲ Ὄλυμπος ὄρος Μακεδονίας, ἱερὸν οἰκητήριον τῶν Θεῶν. ἀλληγορικῶς δὲ, ὁ οὐρανός. Ἐγγυαλίξαι. Ἐγχειρίσαι, παρασχεῖν.

Ὑψιβρεμέτης. Ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι, βροντῶν. βρόμος δὲ κυρίως ὁ ἐκ τοῦ πυρὸς ἦχος. Οὐδέ με τιτθόν. Οὐδὲ ὀλίγον με. Ἔτισεν. Ἐτίμησεν.

Ἦ γάρ μʼ Ἀτρείδης. Ὁ Ἀγαμέμνων γάρ με.

Ἑλὼν γάρ. Ἀφελόμενος γὰρ τὴν τιμήν μου ἔχει. Ἀπούρας. Ἀφορίσας, ἀφελόμενος.

Δακρυχέων. Δάκρυα χέων, κλαίων. Πότνια. Σεβασμία, ἔντιμος.

Ἡμένη. Καθεζομένη. Ἐν βένθεσσιν. Ἐν τοῖς βάθεσιν. Πατρὶ γέροντι. Τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον. ἀφʼ οὗ, καὶ Δωρίδος τῆς Ὠκεανοῦ, αἱ Νηρηΐδες.

Καρπαλίμως. Ταχέως. Ἀνέδυ. Ἀνῆλθεν. Ἠΰτʼ ὀμίχλη. Καθάπερ, ὃν τρόπον ὀμίχλη. Ἔστι δὲ ὀμίχλη, ὁ παχὺς καὶ ὑγρότατος ἀήρ.

Καί ῥα. Καὶ δή. Πάροιθεν. Ἔμπροσθεν. Αὐτοῖο. Αὐτοῦ. Καθέζετο. Ἐκαθέζετο. Δακρυχέοντος. Δάκρυα χέοντος.

Χειρί τέ μιν. Καὶ τῇ χειρὶ αὐτόν. Κατέρεξε. Κατέψηξε, καθωμάλισεν. Ἔπος τʼ ἔφατʼ, ἔκ τʼ ὀνόμαζε. Τόν τε λόγον εἶπε, καὶ τὰ μέρη αὐτοῦ διεξῆλθε.

Ἵκετο. Κατέλαβεν. Πένθος. Λύπη.

Ἐξαύδα. Ἔξειπε, λέξον. Μὴ κεῦθε. Μὴ κρύπτε. Νόῳ. Τῇ διανοίᾳ. Εἴδομεν. Ἀντὶ τοῦ, εἰδῶμεν, μάθωμεν. Ἄμφω. Ἀμφότεροι, ἐγώ τε ἡ Θέτις, καὶ σὺ ὁ Ἀχιλλεύς.

Βαρυστενάχων. Βαρέως στενάζων.

Οἶσθα. Οἶδας, ἐπίστασαι. Τίη τοι. Τί δή σοι. Ἀγορεύω. Λέγω.

ᾨχόμεθʼ ἐς Θήβην. Παρεγενόμεθα ἐν ταῖς Θήβαις. νῦν δὲ λέγει τὰς Ὑποπλακίους. ὧν ἐβασίλευεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ. Κίλικες ἔθνος βάρβαρον τῆς ὑπὸ τὸ Πλάκιον ὄρος Θήβης· τούτων ἦρχε τῶν Κιλίκων Ἠετίων, ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους, ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας, τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις. μεθʼ οὓς Λυρνησὸν πορθήσας, καὶ τὴν πόλιν ἐξελὼν, αἰχμάλωτον ἦγεν, ἐκ Λυρνησοῦ μὲν, Βρισηΐδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες· ἀπὸ δὲ τῆς Χρύσης, Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα· ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν, τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν. ἐξ οὗ ὀργισθεὶς ὁ Θεὸς, ἔπεμψε τοῖς Ἕλλησι λοιμὸν, ὅ ἐστι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν, ὅτι ἡ Χρυσηῒς ἐκ Θηβῶν εἰλήφθη. τῆς γὰρ Χρύσης φασὶν οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστάτῃ καὶ μείζονι τῇ Θήβῃ, οἱ ἀπʼ αὐτῆς προσεῤῥυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι. αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ ζʹ. καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ δʹ. καὶ ἐν τῇ εʹ. καὶ αἱ τῆς Αἰγύπτου, ὧν μέμνηται ἐν τῇ ιʹ. Θῆβαι δὲ αὗταί εἰσι τὸ νῦν Ἀτραμύτιον καλούμενον. Ἱερήν. Ἱερὰν, μεγάλην, καὶ θαυμαστήν.

Διεπράθομεν. Ἐξεπορθήσαμεν. Καὶ ἤγομεν. Καὶ ἠγάγομεν.

Καὶ τὰ μέν. Καὶ ταῦτα μέν. Εὖ δάσσαντο. Καλῶς ἐμέρισαν. Μετὰ σφίσιν. Ἐν αὐτοῖς.

Ἐκ δʼ ἕλον. Ὡς ἐξαίρετον ἔλαβον, καὶ ἔδωκαν.

Τοῖο. Τούτου.

Ἐπεὶ μάλα οἱ φίλος ἦεν. Ἐπειδὴ πάνυ αὐτῷ προσφιλὴς ὑπῆρχεν.

Ἧκεν. Ἐφῆκεν, ἔπεμψεν. Οἱ δέ νυ λαοί. Οἱ δὲ δὴ ὄχλοι.

Θνῆσκον. Ἀπέθνησκον. Ἐπασσύτεροι. Ἐπάλληλοι, πυκνοί.

Πάντῃ. Πανταχοῦ, εἰς ὅλον τὸ στράτευμα. Ἄμμι δέ. Ἡμῖν δέ.

Εὖ εἰδώς. Ἀκριβῶς ἐπιστάμενος. Ἑκάτοιο. Ἀπόλλωνος, τοῦ μακρόθεν βάλλοντος, τοῦ τοξικοῦ.

Κελόμην. Ἐκέλευον. Ἱλάσκεσθαι. Ἐξιλεοῦσθαι, ἐξευμενίζεσθαι.

Ἀτρείωνα. Τὸν Ἀγαμέμνονα. Χόλος λάβεν. Ὀργὴ κατέλαβεν. Αἴψα δέ. Ταχέως δέ.

Ἠπείλησεν. Ἐπηγγείλατο.

Ἑλίκωπες. Μελανόφθαλμοι. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς τοὺς ὦπας κινοῦντες. τουτέστιν, οἱ τοὺς ὀφθαλμοὺς εὐειδεῖς.

Δῶρα. Νῦν θυσίας.

Νέον. Νεωστί. Κλισίηθεν. Ἀπὸ τῆς σκηνῆς. Ἔβαν. Ἔβησαν, ἐπορεύθησαν. Ἄγοντες. Ἀποφέροντες.

Τήν μοι. Ἥν τινά μοι. Κούρην Βρισῆος. Τὴν Βρισέως θυγατέρα Βρισηΐδα. ἔοικε δὲ πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ Ποιητὴς, καὶ οὐ κυρίως. ὡς γὰρ οἱ ἄλλοι ἀρχαῖοι ἱστοροῦσιν, ἡ μὲν, Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ, Ἱπποδάμεια.

Περίσχεο. Περίσχου, φρόντισον. Ἑῆος. Ἀντὶ τοῦ, τοῦ σοῦ. οἱ δὲ, ἀγαθοῦ, προσηνοῦς, ἢ ἰδίου.

Λίσαι. Λιτάνευσον.

Ἢ ἔπει. Ἢ λόγῳ. Ὤνησας. Ὠφέλησας. Κραδίην Διός. Τὸν Δία. περιφραστικῶς. Ἠὲ καὶ ἔργῳ. Ἢ αὐτῷ τῷ ἔργῳ.

Πολλάκι γὰρ σέο. Πολλάκις γάρ σου. Πατρὸς ἐνὶ μεγάροισιν. Ἐν τοῖς τοῦ πατρός μου Πηλέως οἴκοις. ἐν θαλάσσῃ γὰρ Πηλεὺς κατοικεῖν οὐκ ἠδύνατο. Ἄκουσα. Ἤκουσα.

Εὐχομένης. Καυχωμένης. Ὅτʼ ἔφησθα. Ὅτε ἔλεγες. Κελαινεφέϊ. Τῷ τὰς νεφέλας μελαίνοντι, ὀμβροποιῷ. Κρονίωνι. Τῷ τοῦ Κρόνου παιδί.

Οἴη. Μόνη. Ἐν ἀθανάτοισιν. Ἐν τοῖς Θεοῖς. Ἀεικέα. Ἀπεοικότα, χαλεπόν. Λοιγόν. Ὄλεθρον, φθοράν. Ἀμῦναι. Ἀποσοβῆσαι, ἀποστρέψαι.

Ὁππότε μιν. Ὁπηνίκα αὐτόν. Ξυνδῆσαι. Συνδῆσαι. Ἰὰς ἡ διάλεκτος. Ὀλύμπιοι ἤθελον ἄλλοι. Οἱ Τιτᾶνες. καὶ γὰρ ἐν ἄλλοις φησί· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, Οἵπερ νέρτεροί εἰσι Θεοὶ, Κρόνον ἀμφὶς ἐόντες.

Ἥρη τʼ, ἠδὲ Ποσειδάων, καὶ Παλλὰς Ἀθήνη. Γράφεται, καὶ Φοῖβος Ἀπόλλων. Ζεὺς γὰρ παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν, περισσῶς τῇ παῤῥησίᾳ ἐχρῆτο, πολλὰ αὐθάδη διαπραττόμενος. Ποσειδῶν δὲ καὶ Ἥρα, καὶ Ἀπόλλων, καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως, ἦν γὰρ μάντις, τὴν κατὰ Διὸς ἐπιβουλὴν, ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων Θεῶν. ἦν δὲ θαλάσσιος δαίμων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος, τὴν μὲν Ἥραν ἐν τοῖς κατʼ αὐτοῦ δεσμοῖς ἐκρέμασε. Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι, τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφίσατο. τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μεταταῦτα ἐταμιεύσατο. ἱστορεῖ Δίδυμος.

Ὑπελύσαο. Ἐξείλου, ἔλυσας.

Ὦκα. Ταχέως, σπουδαίως. Ἑκατόγχειρον. Ἑκατοντάχειρα. Αἰολικῶς. τοὺς ἑκατοντάχειρας δὲ, γράφει Ἡσίοδος, οὐρανοῦ καὶ γῆς γένος. Μακρόν. Μέγαν.

Ὃν Βριάρεων καλέουσι Θεοὶ, Ἄνδρες δέ τε πάντες Αἰγαίωνʼ. Τὸ πλῆρες, Αἰγαίωνα. τῶν δὲ δυωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀναφέρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους. ὡς καὶ τὸ, Χαλκίδα κικλήσκουσι Θεοὶ, ἄνδρες δὲ Κύμινδιν. καὶ περὶ τοῦ ποταμοῦ, ὃν Ξάνθον καλέουσι Θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.

Ὁ γὰρ αὖτε. Οὗτος γὰρ δή. Βίῃ. Βίᾳ, δυνάμει. Οὗ πατρός. Τοῦ ἰδίου πατρός. Ἀμείνων. Ἰσχυρότερος, βελτίων.

Ὅς ῥα. Ὅστις δή. Κρονίωνι. Κρόνου παιδὶ, Διΐ. Κύδεϊ γαίων. Τῇ αὐτοῦ δόξῃ γαυριῶν, καὶ σεμνυνόμενος.

Ὑπέδδεισαν. Ἐφοβήθησαν. Οὐδʼ ἔτʼ ἔδησαν. Τὸ πλῆρες, οὐκ ἔτι ἔδησαν.

Τῶν νῦν μιν. Τούτων δὴ ἐπὶ τοῦ παρόντος αὐτόν. Μνήσασα. Ὑπομνήσασα. Παρέζεο. Παρακαθέζου. Καὶ λαβὲ γούνων. Τῶν γονάτων κράτησον.

Αἴ κέν πως. Ἐάν πως. Ἐθέλῃσι. Βουληθῇ, θελήσῃ. Ἐπὶ Τρώεσσιν ἀρῆξαι. Ἐπιβοηθῆσαι τοῖς Τρωσί.

Τοὺς δέ. Τοὺς Ἕλληνας. Κατὰ πρύμνας. Τὰς ναῦς. ἀπὸ μέρους φησί. πρύμνα γὰρ μέρος τῆς νεὼς τὸ ἔσχατον. Καὶ ἀμφʼ ἅλα. Καὶ περὶ τὴν θάλασσαν. Ἔλσαι. Συνελάσαι, συγκλεῖσαι.

Κτεινομένους. Ἀναιρουμένους, φονευομένους. Ἵνα πάντες ἐπαύρωνται βασιλῆος. Ἵνʼ ἀπολαύσωσι πάντες τῆς ἀβουλίας τοῦ βασιλέως. τουτέστιν, ἵνα ἀπόλωνται διʼ αὐτόν.

Γνῷ. Γνωρίσῃ, μάθῃ.

Ἣν ἄτην. Τὴν ἰδίαν ἀβουλίαν καὶ βλάβην. Ὅτʼ Ἄριστον. Ὅτι τὸν ἄριστον. ἀντὶ τοῦ, ἐμὲ τὸν Ἀχιλλέα. Οὐδὲν ἔτισε. Κατʼ οὐδὲν ἐτίμησεν.

Ἠμείβετο. Ἀπεκρίνατο. Δακρυχέουσα. Δακρύουσα, κλαίουσα.

Τί νυ. Διατί δή σε ἀνέτρεφον; Αἰνὰ τεκοῦσα. Ἐπὶ κακῷ γεννήσασα.

Αἴθʼ ὄφελες. Εἴθε ὄφελες. ἔστιν ἐπίῤῥημα εὐκτικόν. Ἀδάκρυτος. Ἄνευ δακρύων, ἄλυπος. Ἀπήμων. Ἀβλαβής.

Ἐπεί νύ τοι. Ἐπειδή σοι. Αἶσα. Εἱμαρμένη, μοῖρα. Μίνυνθα. Ἐπʼ ὀλίγον χρόνον.

Ἅμα. Ὁμοῦ. Ὠκύμορος. Ταχυθάνατος. Ὀϊζυρός. Ἐπίπονος, ταλαίπωρος, ἄθλιος. Περὶ πάντων. Ἀντὶ τοῦ, ὑπὲρ πάντας ἀνθρώπους.

Ἔπλεο. Ἐγένου. Λέγεται γὰρ τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως. Ὅτι εἰ μὲν μείνῃ ἐν τῇ Φθίᾳ, μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ζωὴ, ἄδοξος δέ· εἰ δὲ συνέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλὰ ἀοίδιμος, καὶ εὐκλεής. ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρῳ. ἡ δὲ Σκύρος μία ἐστὶ τῶν Κυκλάδων. Τῷ σε. Διὸ δή σε. Κακῇ αἴσῃ. Κακῇ μοίρᾳ. Τέκον. Ἔτεκον, ἐγέννησα. Ἐν μεγάροισιν. Ἐν τοῖς οἴκοις.

Ἐρέουσα. Λέξουσα, ἀπαγγελοῦσα. Τερπικεραύνῳ. Τερπομένῳ κεραυνοῖς, ἢ καταγωνιζομένῳ τοὺς ἐναντίους, καὶ τρέποντι κεραυνοῖς.

Εἶμι. Ἄπειμι, πορεύομαι. Προπερισπωμένως δὲ ἀναγνωστέον· εἰ δὲ ὀξυτόνως, δηλοῖ τὸ ὑπάρχω ἡ λέξις. Ἀγάννιφον. Τὸν λίαν νιφόμενον τὰ ὑπὸ τοῖς νέφεσι μέρη. τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου, ὡς ὑπερφερῆ, καὶ ὑπερνεφῆ, οὔτε νίφεται, οὔτε κατομβρεῖται, κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα· Οὔλυμπόν θʼ, ὅν φασι Θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Ἔμ-μεναι· οὔτʼ ἀνέμοισι τινάσσεται, οὔτέ ποτʼ ὄμβρῳ Δεύεται, οὔτε χιὼν ἐπιπίλ-ναται· ἀλλὰ μάλʼ αἴθρη Πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη. ἀγάννιφον οὖν ἤτοι τὸν πάνυ κατανιφόμενον, ἢ οὔθʼ ὅλως. Αἴκε πίθηται. Ἐὰν πεισθῇ.

Ὠκυπόροισι. Ταχέως πλεούσαις.

Μήνιε. Ὀργίζου. Πάμπαν. Παντελῶς, πάνυ.

Ἐς Ὠκεανόν. Παρὰ τὸν Ὠκεανόν. ὁ δὲ Ὠκεανὸς, ποταμός ἐστι, καθʼ Ὅμηρον. Ἀμύμονας. Ἀμωμήτους, ἀγαυοὺς, ἢ ἀψόγους. Αἰθιοπῆας. Αἰθίοπας.

Χθιζός. Χθές. Μετὰ δαῖτα. Ἐπὶ εὐωχίαν. Ἕποντο. Ἠκολούθησαν.

Ἐλεύσεται. Παραγενήσεται, ἔλθῃ. Οὔλυμπόνδε. Εἰς τὸν Ὄλυμπον.

Διὸς ποτί. Πρὸς τὸ τοῦ Διός. Χαλκοβατές. Ἰσχυρῶς βεβηκὸς, στερεόν. Δῶ. Δῶμα, οἰκίαν. τὸ δὲ πάθος, ἀποκοπή.

Γουνάσομαι. Γονυπετήσω, λιτανεύσω. Πείσεσθαι. Πεισθῆναι. ὡς ἀμφίβολον δὲ αὐτό φησι, διότι ᾔδει τὸ αὐτοπαθὲς τῆς Ἥρας.

Ὣς ἄρα. Οὕτως δή. Φωνήσασα. Εἰποῦσα. Ἀπεβήσατο. Ἀπέβη, ἀπῆλθεν. Ἔλιπε. Κατέλιπεν. Αὐτοῦ. Ἀντὶ τοῦ, αὐτόθι, ἐπὶ τὸν τόπον.

Χωόμενον. Λυπούμενον, ὀργιζόμενον. Ἐϋζώνοιο. Εὐζώστου, καλῆς καὶ εὐστόλου. ἀφʼ οὗ εὐειδοῦς, ἀπὸ μέρους.

Τήν ῥα. Ἥντινα δή. Βίῃ. Βίᾳ, δυνάμει, μετὰ βίας. Ἀέκοντος. Ἄκοντος, μὴ βουλομένου. Ἀπηύρων. Ἀφείλοντο. Αὐτὰρ Ὀδυσσεύς. Ὁ δὲ Ὀδυσσεὺς ἐν τοσούτῳ.

Ἐς Χρύσην. Εἰς Χρύσαν. Ἵκανε. Παρεγένετο, ἔφθασεν. Ἱερήν. Ἱερὰν, μεγάλην.

Οἱ δʼ ὅτε. Οὗτοι δὲ ὁπότε. Λιμένος. Τοῦ αἰγιαλοῦ. Πολυβενθέος. Πολὺ βάθος ἔχοντος. βαθυτάτου.

Ἱστία. Τῆς νηὸς ἡ ὀθόνη. ὅ ἐστι τὸ ἄρμενον, ἱστίον λέγεται· ἱστὸς δὲ, τὸ μέγα ξύλον τὸ κατάρτιον λεγόμενον ὑπὸ τῶν ναυτικῶν. Στείλαντο. Συνέστειλαν, καθεῖλον. Θέσαν. Ἔθηκαν.

Ἱστοδόκῃ. Τῇ ὑποδεχομένῃ τὸν ἱστὸν ἱστοθήκῃ. λέγει δὲ τῷ κατὰ τὴν πρύμναν ἀνέχοντι ξύλῳ, καθʼ οὗ κλίνεται ὁ ἱστός. Πέλασαν. Προσεπέλασαν, προσήγαγον. μετωνυμία. τουτέστι, πελασθῆναι ἐποίησαν. Προτόνοισι. Τοῖς προτεταμένοις κάλοις, οἵτινες τὸν ἱστὸν περιτείνουσιν, ἵνα ᾖ ὀρθός. Ὑφέντες. Ἐνδόσαντες, χαλάσαντες.

Καρπαλίμως. Ταχέως. Εἰς ὅρμον. Εἰς τὸν λιμένα. ἀπὸ τοῦ ὁρμεῖν καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς. Προέρυσσαν. Προσείλκυσαν, προσήγαγον. Ἐρετμοῖς. Εἰρεσίαις, κωπηλασίαις.

Ἐκ δʼ εὐνάς. Τὰς ἀγκύρας. νῦν λέγει τὰς σιδηρᾶς. παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλωμένας εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ. τὴν κοίτην, ὡς ὅταν λέγῃ, εὐνῇ ἐνὶ μαλακῇ. τὴν ἄγκυραν, ὡς νῦν, ἐκ δʼ εὐνὰς ἔβαλον. τὴν διατριβὴν, ὡς τὸ, ὅθι φασὶ Τυφωέως ἔμμεναι εὐνάς. Ἔβαλον. Ἐξέβαλον, καὶ καθῆκαν. Πρυμνήσια. Τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ.

Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον. Ἐξέβαινον δὲ καὶ αὐτοί. Ἐπὶ ῥηγμῖνι. Ἐπὶ τῷ αἰγιαλῷ. οὕτως δὲ εἴρηται ἀπὸ τοῦ παραῤῥήσσεσθαι αὐτῷ τὰ κύματα.

Ἐκ δὲ Χρυσηῒς νηὸς βῆ. Ἐξέβη δὲ καὶ ἡ Χρυσηῒς τῆς νηός. Ποντοπόροιο. Τῆς τὸν πόντον περώσης, θαλασσοπλόου.

Πολύμητις. Πολύβουλος, συνετός.

Ἐν χερσὶ τίθει. Ἐν ταῖς χερσὶ τοῦ πατρὸς ἐδίδου. Καί μιν. Καὶ αὐτόν.

Πρό μʼ ἔπεμψε. Προέπεμψέ με. Ἄναξ ἀνδρῶν. Ὁ βασιλεὺς τῶν ἀνθρώπων.

Παῖδά τε σοί. Καὶ τὴν θυγατέρα σοι. Ἀγέμεν. Ἄγειν. Φοίβῳ θʼ. Καὶ τῷ Ἀπόλλωνι.

Ῥέξαι. Ἐπιτελέσαι, θῦσαι, ἱερουργῆσαι. Ὄφρʼ ἱλασσώμεθα. Ὅπως ἐξιλεωσώμεθα. Ἄνακτα. Τὸν Ἀπόλλωνα νῦν.

Πολύστονα. Πολλῶν στεναγμῶν αἴτια. Κήδεα. Κακά. Ἐφῆκεν. Ἐπέπεμψε.

Παῖδα φίλην. Τὴν προσφιλῆ θυγατέρα. Ὦκα. Ταχέως. Κλειτήν. Ἔνδοξον.

Ἑξείης. Ἐφεξῆς. Ἐΰδμητον. Περὶ τὸν καλῶς ᾠκοδομημένον βωμόν.

Χερνίψαντο. Τὰς χεῖρας ἐνίψαντο. Οὐλοχύτας. Οὐλάς. εἰσὶ δὲ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως. ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημάτων, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν οὐλὰς αὐτάς φησιν ὁ Ποιητής.

Μεγάλʼ εὔχετο. Μεγάλως ηὔχετο. Ἀνασχών. Ἀνατείνας.

Πάρος. Ἔμπροσθεν. ἢ πρότερον. Ἐμεῦ. Ἐμοῦ. Ἔκλυες. Ἐπήκουες ἐμοῦ εὐχομένου.

Τίμησας. Τιμῆς ἠξίωσας, ἐτίμησας. Μέγα δʼ ἴψαο. Μεγάλως ἔβλαψας.

Ἠδʼ ἔτι καὶ νῦν μοι. Καὶ νῦν δή μοι. Ἐπικρῄῃνον Ἐπιτέλεσον. Ἐέλδωρ. Ἐπιθύμημα.

Ἀεικέα λοιγόν. Αἰκιστικὸν, ἀπρεπῆ, καὶ χαλεπὸν ὄλεθρον. Ἄμυνον. Ἀπόστρεψον, κατάπαυσον.

Αὐτὰρ ἐπεί ῥʼ. Ἐπειδὴ δέ. Οὐλοχύτας. Νῦν τὰς κανᾶ. Προβάλοντο. Προήνεγκαν, ἐβάστασαν.

Αὖ ἔρυσαν. Εἰς τοὐπίσω ἀνέκλασαν τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς Θεοῖς, οἷς καὶ ἐθύοντο, ὡς καὶ αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον, ἀποβλέποντα κάτω εἰς γῆν. Ἔδειραν. Ἐξέδειραν.

Μηρούς. Τὰ μηριαῖα ὀστᾶ. Ἐξέταμον. Ἐξέταμον, ἐξέκοψαν. Κατά τε κνίσσῃ ἐκάλυψαν. Καὶ ἐκάλυψαν τὰ μηρία τῷ λίπει.

Δίπτυχα ποιήσαντες. Διπλώσαντες τὴν κνίσαν. νῦν δὲ λέγει τὸν ἐπίπλουν. Ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. Ἀπʼ αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων ἀπαρξάμενοι, ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέρους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι.

Καῖε δʼ. Ἔκαιε δέ. Ἐπὶ σχίζῃς. Ἀντὶ τοῦ, ἐπὶ σχιζῶν. Αἴθοπα. Μέλανα, ἢ θερμόν.

Λεῖβεν. Ἐπέσπενδε. Νέοι. Νεανίσκοι. Ἔχον. Κατεῖχον, ἐκράτουν. Πεμπώβολα. Πέντε ὀβολοὺς ἔχοντα ἐκ μιᾶς λαβῆς κρατουμένης τριαινοειδῶς.

Κατὰ μῆρʼ ἐκάη. Κατεκάη τὰ μηριαῖα ὀστᾶ. Σπλάγχνα. Ἥπατα. Ἐπάσαντο. Ἐγεύσαντο.

Μίστυλλον. Εἰς μικρὰ διέκοψαν. Τʼ ἄρα τἄλλα. Καὶ τὰ ἄλλα. Ἀμφʼ ὀβελοῖσιν ἔπειραν. Καὶ τοῖς ὀβελίσκοις περιέπειραν.

Περιφραδέως. Πάνυ ἐμπείρως, καὶ ἐντέχνως. Ἐρύσαντο. Εἰς τοὐπίσω εἵλκυσαν τοῦ πυρός.

Πόνου. Τῆς περὶ τὴν εὐωχίαν ἀσχολίας. Τετύκοντο. Κατεσκεύαζον, ηὐτρέπιζον. Δαῖτα. Εὐωχίαν.

Δαίνυντο. Εὐωχοῦντο. Ἐδεύετο. Ἐνδεὴς ἦν. Δαιτός. Εὐωχίας. Ἐΐσης. Ἴσης, πᾶσιν ὁμοίας, ἢ ἰσομοίρου καὶ μεριστῆς.

Πόσιος. Ποτοῦ. Ἐδητύος. Εὐωχίας, βρώσεως. Ἐξ ἔρον ἕντο. Ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα. ὅ ἐστιν ἐκορέσθησαν. ἔρον δὲ τὸν ἔρωτα Αἰολικῶς λέγει.

Κοῦροι. Οἱ νέοι. Κρητῆρας. Τοὺς κρατῆρας. Ἐπεστέψαντο. Ἄχρι τῆς στεφάνης ἐπλήρωσαν. ὅ ἐστι μέχρι τέλους. Ποτοῖο. Ποτοῦ.

Νώμησαν. Διεμέρισαν, διέδωκαν. Ἐπαρξάμενοι. Ἤτοι τοῦ πίνειν ἀρχὴν ποιήσαντες, καὶ ἀπαρξάμενοι, καὶ σπείσαντες τοῖς Θεοῖς. Δεπάεσσι. Ποτηρίοις, ἐκπώμασι.

Πανημέριοι. Διʼ ὅλης ἡμέρας. Μολπῇ. Ὕμνῳ, ᾠδῇ. Θεόν. Τὸν Ἀπόλλωνα. Ἱλάσκοντο. Ἐξευμενίζοντο, ἐξιλεοῦντο.

Καλὸν ἀείδοντες. Ἤτοι καλὸν ᾄδοντες, ἢ καλῶς τὸν παιᾶνα. παιὰν δέ ἐστι ὕμνος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος. Παιήονα. Παιὰν, ᾠδῆς εἶδος. Κοῦροι. Νέοι.

Μέλποντες. Ὑμνοῦντες. ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ, ὁ δὲ φρένα τέρπετʼ ἀκούων, διδασκόμεθα, ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ Θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις. Ἑκάεργον. Τὸν Ἀπόλλωνα, ἐπιθετικῶς.

Ἦμος, Ἡνίκα, ὅτε. Ἠέλιος. Ὁ ἥλιος. Καὶ ἐπὶ κνέφας ἦλθε. Καὶ τὸ σκότος ἐγένετο. ὅ ἐστι νύξ.

Δὴ τότε. Τότε δή. Κοιμήσαντο. Ἐκοιμήθησαν. Παρὰ πρυμνήσια. Παρὰ τὰ ἀπόγεια σχοινία.

Ἠριγένεια. Ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέρα, ἢ ἡ ὑπὸ τοῦ ὄρθου γεννωμένη. Φάνη. Ἐφάνη. Ῥοδοδάκτυλος. Ῥοδόχρους, διαυγής. πυῤῥώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίγνεται ἐν τῇ ἀνατολῇ, ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων, παρίστησι τὸ τῶν ἀκτίνων σχῆμα. Ἠώς. Ἡμέρα.

Ἀνάγοντο. Ἀνήγοντο, ἐπέπλεον. Μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν. Ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων.

Ἴκμενον. Ἤτοι πορευτικὸν, παρὰ τὸ ἱκνεῖσθαι. ἢ ὑγρὸν, ἀπὸ τῆς ἰκμάδος. καὶ γὰρ ἐν ἄλλοις φησὶν, ἀνέμων μένος ὑγρὸν ἀέντων. Ἵει. Ἐφίει, ἐπέπεμπεν.

Ἱστόν. Τὸ κατάρτιον. ἱστία δὲ πληθυντικῶς τὴν ὀθόνην. Στήσαν. Ἔστησαν. Ἀνά θʼ ἱστία λευκὰ πέτασαν. Ἀνελκύσαντες δὲ καὶ τὰ τῆς νεὼς ὀθόνια ἥπλωσαν.

Πρῆσεν. Ἐνέπρησεν, ἐφύσησε. Μέσον ἱστίον. Μέσην τὴν ὀθόνην. Ἀμφὶ δὲ κῦμα. Περὶ δὲ τὸ κῦμα.

Στείρῃ. Τῇ τρόπιδι τῆς νεὼς, ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει. ἐπὶ γὰρ τῷ ξύλῳ τούτῳ ὥσπερ ἐπὶ θεμελίῳ τινὶ ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς. Πορφύρεον. Μέλαν. Μεγάλʼ ἴαχε. Μεγάλως ἤχει. Νηὸς ἰούσης. Τῆς νεὼς πορευομένης. ὅ ἐστι πλεούσης.

Ἔθεεν. Ἔπλει, νῦν δὲ ἔτρεχε. Κατὰ κῦμα. Κατὰ τὴν θάλασσαν. Διαπρήσσουσα. Διαπερῶσα, διερχομένη. Κέλευθον. Πλοῦν. ἄλλοτε δὲ τὴν διὰ τῆς γῆς ὁδόν.

Αὐτὰρ ἐπεί. Ἐπειδὴ δέ. Ἵκοντο. Παρεγένοντο. Εὐρύν. Πλατὺν, μέγαν.

Οἱ. Οὗτοι. Ἐπʼ ἠπείροιο. Ἐπὶ τῆς γῆς. Ἔρυσσαν. Ἀνείλκυσαν.

Ὑψοῦ. Ἐφʼ ὕψους. Ἐπὶ ψαμάθου. Ἐπὶ τῆς ψάμμου. Ὑπὸ δέ. Ὑποκάτω δέ. Ἕρματα. Ἐρείσματα, στηρίγματα. δασύνεται. τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγομένου τοῦ μ δασύνεται, πλὴν τοῦ ἄρμενον. Μακρά. Μεγάλα. Τάνυσσαν. Κατὰ μῆκος ὑπέθηκαν.

Ἐσκίδναντο. Ἐσκεδάννυντο, ἐσκορπίζοντο. Κλισίας. Σκηνάς. Νέας. Τὰς ναῦς.

Αὐτὰρ ὁ. Οὗτος δέ. Μήνιε. Ὠργίζετο. Παρήμενος. Παρακαθήμενος. Ὠκυπόροισι. Ταχείαις.

Διογενής. Εὐγενέστατος.

Πωλέσκετο. Ἀνεστρέφετο, παρεγένετο. Κυδιάνειραν. Ἐνδόξους ἄνδρας ἔχουσαν, ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσαν.

Φθινύθεσκε. Διέφθειρεν.

Αὖθι. Αὐτόθι, ἐπὶ τόπου. Ποθέεσκεν. Ἐπεπόθει, ἐπεζήτει. Ἀϋτήν. Βοήν. ἀπὸ δὲ τοῦ παρακολουθοῦντος φησὶ τὴν μάχην.

Ἐκ τοῖο. Ἐξ ἐκείνου τοῦ χρόνου. Δυωδεκάτη. Δωδεκάτη. Γένετο. Ἐγένετο. τὸ πάθος ἀφαίρεσις.

Ἴσαν. Ἐπορεύοντο. Αἰὲν ἐόντες. Οἱ διὰ παντὸς ὄντες, ἀθάνατοι.

Ἅμα. Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. Ἦρχεν. Ἡγεῖτο. Οὐ λήθετο. Οὐκ ἐπελάθετο. Ἐφετμέων. Ἐντολῶν.

Παιδὸς ἑοῦ. Τοῦ ἑαυτῆς υἱοῦ. Ἀλλʼ ἥγε. Ἀλλʼ αὕτη. Ἀνεδύσατο. Ἀνέδυ, ἀνῆλθεν. ἀπὸ τοῦ δύω ἐνεστῶτος.

Ἠερίη. Ἑωθινὴ, ὀρθρινή.

Εὗρεν. Κατέλαβεν. Εὐρύοπα. Ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας. ἢ μεγαλόφωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. Κρονίδην. Κρόνου παῖδα, Δία. Ἄτερ. Χωρὶς τῶν ἄλλων. Ἥμενον. Καθήμενον.

Ἀκροτάτῃ κορυφῇ. Ἐπὶ τῆς ἀκρωρείας, ἐπὶ τῆς ὀξύτητος. Πολυδειράδος. Πολλὰς ἐξοχὰς ἔχοντος, πολυαυχένου. Οὐλύμποιο. Ὀλύμπου.

Καί ῥα. Καὶ δή. Πάροιθεν. Ἔμπροσθεν. Αὐτοῖο. Αὐτοῦ. Λάβεν. Ἐλάβετο, ἐκράτησε.

Σκαιῇ. Ἀριστερᾷ. Δεξιτερῇ. Δεξιῇ Ἀνθερεῶνος. Τοῦ ὑπὸ τὸ γένειον τόπου. παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν. Ἑλοῦσα. Λαβομένη, κατέχουσα.

Λισσομένη. Παρακαλοῦσα.

Εἴ ποτε δή σε. Ἐάν ποτέ σε. Μετʼ ἀθανάτοισιν. Ἐν τοῖς Θεοῖς. Ὄνησα. Ὠφέλησα.

Ἢ ἔπει. Ἢ λόγῳ.

Ὠκυμορώτατος. Ταχυθάνατος.

Ἔπλετο. Ἐγένετο. Ἀτάρ μιν νῦν γε. Νῦν δὲ δὴ αὐτόν.

Ἑλὼν γάρ. Λαβὼν γὰρ ἔχει παρʼ ἑαυτῷ. Ἀπούρας. Ἀφελόμενος.

Τῖσον. Τιμῆς ἀξίωσον, δόξασον. Μητιέτα. Βουλευτικώτατε.

Τόφρα. Ἐπιτοσοῦτον. Τίθει. Πάρεχε. τὸ ἑξῆς, ἕως τούτου πάρεχε τοῖς Τρωσὶ δύναμιν. Ὄφρʼ ἂν Ἀχαιοί. Ἕως ἂν οἱ Ἕλληνες.

Τίσωσι. Τιμήσωσιν. Ὀφέλλωσιν. Αὐξήσωσιν. Ἕ. Αὐτόν.

Οὔτι. Οὐδέν. Νεφεληγερέτα. Νεφῶν ἀθροιστικός.

Ἀκέων. Ἡσυχάζων. Δήν. Ἐπὶ πολὺν χρόνον. Ἧστο. Ἐκαθέζετο.

Ὥς. Οὕτως. Ἔχετο. Εἴχετο, ἐκράτει. τῷ παθητικῷ ἐχρήσατο ἀντὶ ἐνεργητικοῦ. Ἐμπεφυυῖα. Ἐμπλέξασα τὰς χεῖρας. ἰσχυρῶς κρατήσασα. Ἤρετο. Ἀνηρώτα. Δεύτερον αὖτις. Ἐκ δευτέρου πάλιν.

Νημερτές. Ἀληθές. Ὑπόσχεο, καὶ κατάνευσον. Δὶς τὸ αὐτὸ πέφρακεν, ἐπιτάσεως χάριν. ἀντὶ τοῦ, ὑπόσχου μοι.

Ἢ ἀπόειπε. Ἢ ἀπάρνησαι, καὶ ἀπεῖπον. Ἐπεὶ οὔ τοι. Ἐπεὶ οὐδαμῶς σοι. Ἔπι. Ἔπεστι. Δέος. Φόβος. τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν Θεῶν τινά. Ὄφρʼ εὖ εἰδῷ. Ὅπως καλῶς μάθῳ.

Ὅσσον ἐγώ. Ὁπόσον ἐγώ. Μετὰ πᾶσιν. Ἀντὶ τοῦ, ἐν ἅπασι τοῖς ἀνθρώποις. Ἀτιμοτάτη. Ἄτιμος ὑπάρχω.

Μέγʼ ὀχθήσας. Μέγα στενάξας, καὶ δεινοπαθήσας. Νεφεληγερέτα. Νεφεληγερέτης. ὅ ἐστι νεφῶν ἀθροιστικός.

Ἦ δὴ λοίγια. Ὄντως δὴ ὀλέθρια. Ἐχθοδοπῆσαι. Ἐχθρὸν καταστῆσαι. Ἐφήσεις. Ἐποτρυνεῖς, ἐφορμήσεις, ὅ ἐστιν, ἀναγκάσεις.

Ἐρέθῃσιν. Ἐρεθίζει. ἐρεθίζειν δὲ, τὸ παροξύνειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστικοῖς. τὸ δὲ ὅλον, ὁπότʼ ἄν με ἡ Ἥρα, ὑπονοήσασά σοι παρέχειν χάριν, παροξύνῃ, χρωμένη λόγοις ἐρεθιστικοῖς. Ἥρη ὅταν μʼ ἐρέθῃσι. Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς τοῦ Νηρέως, ἐδίωκεν αὐτὴν, βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος, ἐκωλύθη ὑπὸ Προμηθέως, φήσαντος, τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ ἐπικρατείας, αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης. εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ, ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ. ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεύς. ὃς οὐ μόνον ὑπερέβαλλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατʼ ἐκεῖνον γενομένους πάντας ἥρωας.

Αὕτως. Εἰκαίως, ματαίως. Αἰεί. Διαπαντός.

Νεικεῖ. Κακολογεῖ, λοιδορεῖ. Καί τέ με φησί. Καὶ ἐμὲ λέγει. Ἀρήγειν. Βοηθεῖν.

Ἀπόστιχε. Ἀπαλλάσσου, ἀναχώρει. Μή σε νοήσῃ. Μή σε θεάσηται.

Μελήσεται. Διʼ ἐπιμελείας γενήσεται. Τελέσσω. Τελειώσω, πληρώσω.

Εἰ δʼ ἄγε τοι. Ἰδοὺ δή σοι. Κατανεύσομαι. Ἐπινεύσω. Ὄφρα πεποίθῃς. Ὅπως ἀκριβῶς πιστεύσῃς μοι.

Ἐξ ἐμέθεν. Ἐξ ἐμοῦ.

Τέκμωρ. Τέλος, τεκμήριον. Παλινάγρετον. Παλισύλλεκτον, εἰς τοὐπίσω ληπτόν. ἐξ οὗ, ψευδὲς, ἢ μεταμελητόν. Οὐδʼ ἀπατηλόν. Οὐδʼ ἀπατητικὸν καὶ ψευδές.

Οὐδʼ ἀτελεύτητον. Οὐδʼ ἀτελείωτον, ἀπλήρωτον. Ὅ τι κεν. Ὅπερ ἄν.

Ἦ. Ἔφη, εἶπε. δηλοῖ δὲ καὶ τὸ ὄντως, ὡς τὸ, ἦ μυρίʼ Ἀχαιοῖς. καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ, ἦ δὴ λοίγια ἔργα. τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθῶς λαμβάνεται. Κυανέῃσι. Κυαναῖς, μελαίναις. Ἐπʼ ὀφρύσι. Ταῖς ὀφρύσι. Νεῦσεν. Ἐπένευσεν.

Ἀμβρόσιαι. Θεῖαι. Χαῖται. Τρίχες. Ἐπεῤῥώσαντο. Ἐπεσείσθησαν.

Κρατὸς ἀπʼ ἀθανάτοιο. Ἀπὸ τῆς ἀθανάτου κεφαλῆς. Ἐλέλιξεν. Ἐκίνησεν, ἔσεισε.

Τώ γʼ ὥς. Οὗτοι μὲν δὴ οὕτως. Βουλεύσαντε. Βουλευσάμενοι. δυϊκῶς. Διέτμαγον. Διεχωρίσθησαν.

Εἰς ἅλα ἆλτο. Εἰς τὴν θάλασσαν καθήλατο, ἅτε δὴ οὖσα ἐνάλιος δαίμων. Αἰγλήεντος. Λαμπροῦ, παρὰ τὴν αἴγλην.

Ἑόν. Πρὸς τὸ ἴδιον. Δῶμα. Οἴκημα.

Ἐξ ἑδέων. Ἐκ τῶν καθεδρῶν. Σφοῦ. Ἰδίου. Ἐναντίον. Ἐξεναντίας. Ἔτλη. Ὑπέμεινεν.

Ἐπερχόμενον. Ἐρχόμενον, ἥκοντα. Ἀντίοι. Ἐξεναντίας.

Ὣς ὁ μέν. Οὕτως μὲν δὴ οὗτος. Θρόνου. Καθέδρας.

Ἠγνοίησεν. Ἠγνόησεν. Ὅτι οἱ. Ὅτι αὐτῷ. Συμφράσσατο. Συνεβουλεύσατο.

Ἀργυρόπεζα. Λαμπρόπους, ἀπὸ μέρους ὅλη καλή. πέζα γὰρ, ὁ πούς. Ἁλίοιο γέροντος. Τοῦ θαλασσίου Νηρέως.

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Κερτομίοισιν. Ἐρεθιστικοῖς, χλευαστικοῖς. νῦν δὲ, τοῖς τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν, τέμνουσι καὶ λυποῦσι λόγοις.

Τίς δʼ αὖ τοι. Τίς δή σοι. Δολομῆτα. Δόλια βουλευόμενε.

Αἰεί τοι φίλον. Διαπαντός σοι προσφιλές. Ἐμεῦ. Ἐμοῦ. Νόσφι. Χωρίς. Ἐόντα. Ὄντα, ὑπάρχοντα.

Κρυπτάδια. Κρυφαῖα, λαθρίδια. Φρονέοντα. Διανοούμενον, φρονοῦντα. Δικαζέμεν. Δικάζειν. Οὐδέ τι πώ μοι. Οὐδέ ποτέ μοι.

Πρόφρων. Προθύμως. Τέτληκας. Ὑπομεμένηκας, κεκαρτέρηκας. Ὅ ττι νοήσῃς. Ὅπερ ἂν ἐνθυμηθῇς.

Πατὴρ ἀνδρῶν τε Θεῶν τε. Ὁ Ζεύς.

Ἐπιέλπεο. Ἔλπιζε. Μύθους. Λόγους.

Εἰδήσειν. Μαθήσεσθαι, γνῶναι. Χαλεποί τοι ἔσονται. Βλαβεροί σοι γενήσονται. Ἀλόχῳ. Γυναικί. Ἐούσῃ. Ὑπαρχούσῃ.

Ἀλλʼ ὃν μέν. Ἀλλʼ ὅντινα μὲν λόγον προσήκει σὲ ἀκοῦσαι παρʼ ἐμοῦ, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε Θεῶν οὔτε ἀνθρώπων. Ἐπιεικές. Πρέπον.

Εἴσεται. Γνώσεται, μάθῃ.

Ὃν δέ κʼ ἐγών. Ὅντινα δʼ ἂν ἐγώ. Ἀπάνευθεν. Ἄποθεν, χωρὶς, ἰδίως. Ἐθέλοιμι. Ἐθέλω. Νοῆσαι. Ἐνθυμηθῆναι.

Μή τι σύ. Μηδαμῶς σὺ ταῦτα. Διείρεο. Ἀνερώτα. Μετάλλα. Πολυπραγμόνει.

Βοῶπις. Εὐόφθαλμος, καλή. Πότνια. Σεβασμία, ἔντιμος.

Αἰνότατε. Δεινότατε, ἐπίφοβε. Μῦθον. Λόγον. Ἔειπας. Εἶπας, ἔλεξας.

Καὶ λίην σε. Καὶ πάνυ σε. Πάρος. Ἐν τῷ ἔμπροσθεν χρόνῳ. Οὔτʼ εἴρομαι. Οὔτε ἀνηρώτησα. Μεταλλῶ. Ἐπιζητῶ.

Εὔκηλος. Ἥσυχος. ἡ ευ πρὸ ἀφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω. Φράζεαι. Διενοοῦ, ἐβουλεύου. Ἅσσα. Ἅτινα. Ἐθέλησθα. Ἤθελες.

Αἰνῶς. Δεινῶς, χαλεπῶς. Δείδοικα. Δέδοικα, εὐλαβοῦμαι.

Ἠερίη. Ὀρθρινή.

Τῇ σʼ ὀΐω. Ταύτῃ σε ὑπονοῶ. Κατανενευκέναι καὶ ὑποσχέσθαι. Ἐτήτυμον. Ἀληθές.

Ὀλέσσῃς. Ἀπολέσῃς. Πολέας. Πολλούς.

Δαιμονίη. Νῦν, κακὴ κεφαλή. ὁτὲ δὲ εὐδαίμων, μακαρία. Αἰεὶ μὲν ὀΐεαι. Διαπαντὸς μέν με ὑπονοεῖς, ἅπαντα ὀργῇ πράσσουσα, καὶ οὐ λογιζομένη. Λήθω. Λανθάνω.

Πρῆξαι. Πρᾶξαι δὲ οὐδὲν δύνασαι. Ἔμπης. Ὅμως. Οὔτι δυνήσεαι. Οὐδὲν δυνηθήσῃ. Ἀλλʼ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι. Ἀλλʼ ἀποθύμιός μοι πλέον καὶ ἐχθρὰ γενήσῃ.

Ῥίγιον. Φρικτὸν, φοβερόν.

Εἰ δʼ οὕτω τοῦτʼ ἔστι. Καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦθʼ οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ, προϋπεσχῆσθαι Θέτιδι τὴν Ἀχιλλέως τιμήν. Μέλλει. Ἔοικεν.

Ἀκέουσα. Ἡσυχάζουσα, σιωπῶσα. Κάθησο. Καθέζου. Ἐπιπείθεο. Πείθου.

Οὐ χραίσμωσιν. Οὐκ ἐπιβοηθήσωσιν. Εἰσʼ ἐν Ὀλύμπῳ. Ὑπάρχουσι. τὸ πλῆρες εἰσίν.

Ἆσσον ἰόντε. Ἐγγὺς παραγενόμενοι. Ὅτε κέν τοι. Ὅτε ἄν σοι. Ἀάπτους. Ἀπροσίτους, ἀπροσπελάστους, διὰ μέγεθος. ἀπτοήτους, πρὸς δὲ καὶ ἀέπτους. ἵνʼ ᾖ, ἀῤῥήτους ἢ αἷς οὐ δύναταί τις ἕπεσθαι. Ἐφείω. Ἐπιβάλω, ἐπενέγκω.

Βοῶπις. Εὐόφθαλμος, καλή.

Καί ῥα. Καὶ δή. Καθῆστο. Ἐκαθέζετο. Ἐπιγνάμψασα φίλον κῆρ. Ἐπικάμψασα τὴν αὐτῆς ψυχήν. ὅ ἐστι πραΰνασα.

Ὤχθησαν. Ἀνεστέναξαν, ἐδεινοπάθησαν διὰ τὴν Ἥραν. Ἀνὰ δῶμα. Κατὰ τὴν οἰκίαν. τὸ ω μέγα διὰ τὸ μέτρον. Οὐρανίωνες. Οἱ ἐν οὐρανῷ κατοικοῦντες.

Τοῖσι δʼ Ἥφαιστος. Ἐν τούτοις δὲ ὁ Ἥφαιστος. Κλυτοτέχνης. Ὁ περὶ τὴν χαλκευτικὴν ἔνδοξος. Ἦρχʼ ἀγορεύειν. Ἤρξατο λέγειν.

Ἐπίηρα. Τὴν μετʼ ἐπικουρίας χάριν. Λευκωλένῳ. Λευκοβραχίονι, εὐπρεπεστάτῃ.

Ἦ δή. Ἀληθῶς δὴ, ὄντως δή. Λοίγια. Ὀλέθρια. Οὐδʼ ἔτʼ ἀνεκτά. Οὐ δὲ ἔτι ἀνασχετὰ, καὶ ὑπομονῆς ἄξια. Ἔσσεται. Γενήσεται.

Εἰ δὴ σφώ. Ἐὰν δὴ ὑμεῖς οἱ Θεοί. Ἕνεκα θνητῶν. Χάριν τῶν φθαρτῶν ἀνθρώπων. Ἐριδαίνετον. Ἐρίζετε, φιλονεικεῖτε, τοῖς Θεοῖς θόρυβον ἐμποιεῖτε. Ὧδε. Οὕτως.

Κολῳόν. Θόρυβον. ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον. κολῳὸς, παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, τὸ κλάζω, κατὰ παραγωγήν. οὐδὲ προσγράφει τὸ ι. Ἐλαύνετον. Διεγείρετε, ἐλαύνετε. Δαιτός. Εὐωχίας.

Ἐσθλῆς. Ἀγαθῆς. Ἦδος. Ἡδονὴ, ὠφέλεια. Ἐπεὶ τὰ χερείονα νικᾶ. Ἐπειδὴ ὅλα τὰ χείρονα τῶν καλῶν πραγμάτων ἐπικρατέστερά ἐστι.

Παράφημι. Παραινῶ, συμβουλεύω. Νοεούσῃ. Ἐπισταμένῃ, φρονούσῃ.

Ὄφρα μὴ αὖτε. Ὅπως μὴ πάλιν.

Νεικείῃσι. Κακολογῇ, ὀνειδίζῃ. Σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. Παὶ συνταράξῃ ἡμῶν τὴν εὐωχίαν.

Εἴπερ γὰρ καὶ ἐθέλῃσιν. Ἐὰν γὰρ ὅλως βουληθῇ. Ἀστεροπητής. Ἀστραπτικὸς, ἀστραπὰς ποιῶν.

Ἐξ ἑδέων. Ἐκ τῶν καθεδρῶν. Στυφελίξαι. Ἀποκινῆσαι, ἀναστρέψαι. Πολὺ φέρτερος. Καταπολὺ κρείττων, ἰσχυρότερος.

Καθάπτεσθαι. Καταπραΰειν, ἐπέχειν. Μαλακοῖσιν. Μαλακευτικοῖς, πραέσι.

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἵλαος. Ἵλεως, εὐμενής.

Ἀναΐξας. Ἀνορμήσας, ἀναστάς. Δέπας. Ἔκπωμα, ποτήριον. Ἀμφικύπελλον. Ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ χύπελον, ἔνθα ὁ πηλὸς χεῖται.

Τίθει. Ἐδίδου. Καί μιν. Καὶ αὐτήν.

Τέτλαθι. Καρτέρησον, ὑπόμεινον. Ἀνάσχεο. Ἀνάσχου, ὑπόμεινον. Κηδομένη περ. Καίπερ λυπουμένη.

Ἐοῦσαν. Οὖσαν. Ἴδωμαι. Θεάσωμαι.

Θεινομένην. Πληττομένην, τυπτομένην. Τότε δʼ οὔτι. Τότε δὲ οὐδέν. Ἀχνύμενός περ. Καίπερ λυπούμενος.

Χραισμεῖν. Βοηθεῖν. Ἀργαλέος γάρ. Χαλεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντιφέρεσθαι. ὅ ἐστιν, ἐναντιοῦσθαι καὶ φιλονεικεῖν.

Ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα. Εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διὸς λέγει. Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὴν γενομένην ὑπʼ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ τοῦ Λαομέδοντος ἀπάτῃ, παρʼ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων, οὓς ὑπέσχετο, ἀντέδωκε θνητοὺς ἀπατήσας, κατʼ ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῷ τῆς Μεροπίδος χειμῶνι κατεχόμενος, κατὰ χόλον Ἥρας μισούσης τὸν ἥρωα, καὶ διατοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν, καὶ ὡς ἄγριον θῆρα φοβηθέντες, ἐξήλασαν ἀπὸ τῆς πόλεως. ἐφʼ ᾧ ἀγανακτήσας ὁ Ἡρακλῆς, ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς, ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν. ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν· καὶ φωραθεὶς, ἀπὸ τοῦ Ὀλύμπου ἐξεῤῥίφη, καὶ, εἰς Λῆμνον πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν, χωλὸς ἐγένετο, ὥς φησιν ὁ Ποιητής. διὸ ἱερὰ τοῦ Θεοῦ ἡ Λῆμνος. Ἄλλοτε. Καὶ ἐν ἄλλῳ χρόνῳ. Ἀλεξέμεναι. Ἐπιβοηθεῖν. Μεμαῶτα. Προθυμούμενον.

Ῥίψεν. Ἔῤῥιψε. Τεταγών. Ἐκτείνας. Ἀπὸ βηλοῦ. Ἀπὸ τοῦ οὐρανοῦ. ἀπὸ γὰρ τοῦ οὐρανοῦ ἐῤῥίφη. γίγνεται δὲ ἀπὸ τοῦ βεβηκέναι τοὺς Θεοὺς ἐπʼ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βηλὸν ὡς χωλὸν καὶ πηλὸν, ἀποδιδόντες τὸν τῶν Θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον, καὶ περιέχοντα τὸν πάντα ἀέρα. Ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων· κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν καλοῦσι φλιάν. ὁ δὲ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. Εἴρηται δὲ βηλὸς, ἀπὸ τοῦ βαίνεσθαι· ὡς καὶ ὁδὸς ἀπὸ τοῦ διοδεύεσθαι. Θεσπεσίοιο. Θείου, θαυμαστοῦ.

Πᾶν δʼ ἦμαρ. Διʼ ὅλης δὲ τῆς ἡμέρας. Φερόμην. Διʼ ὅλης ἡμέρας ἐφερόμην, ἤτοι διὰ τοῦ οὐρανοῦ, ἢ διὰ τοῦ ἀέρος. Ἅμα δʼ ἠελίῳ καταδύντι. Ἅμα δὲ τῷ δῦναι τὸν ἥλιον.

Κάππεσον. Κατηνέχθην, κατέπεσον ἐν τῇ Λήμνῳ. ἡ δὲ Λῆμνος, νῆσός ἐστι Θρᾴκης ἱερὰ Ἡφαίστου, ἔχουσα δύο πόλεις, Ἡφαιστιάδα καὶ Μύριναν. Ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν. Ἐνῆν, ἀντὶ τοῦ, ἐλειποψύχουν, βραχείας μοι τῆς ψυχῆς γενομένης.

Ἔνθα με. Τότε με. Σίντιες. Οἱ Λήμνιοι. ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντες πειραταί. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς πόλεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει. Ἄφαρ. Εὐθέως, ταχέως. Κομίσαντο. Ἐπιμελείας ἠξίωσαν, καὶ ἀνείλοντο.

Μείδησεν. Ἐμειδίασεν, ἐγέλασε.

Κύπελλον. Ἔκπωμα, ποτήριον. παρὰ τὴν κοιλότητα.

Ἐνδέξια. Ἀντὶ τοῦ, ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος.

Ὠινοχόει. Ἀντὶ τοῦ, ἐνέχει τὸ νέκταρ, ἐκίρνα. νέκταρ δέ ἐστι τὸ τῶν Θεῶν πόμα. Ἀπὸ κρητῆρος. Ἀπὸ τοῦ κρατῆρος. Ἀφύσσων. Ἀρυόμενος, ἀπαντλῶν.

Ἄσβεστος. Ἀκατάπαυστος, πολύς. ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. Ἐνῶρτο. Διηγείρετο. Μακάρεσσι. Τοῖς μακαρισμοῦ ἀξίοις, ἀθανάτοις.

Διὰ δώματα. Διὰ τῶν οἴκων. Ποιπνύοντα. Ἐνεργοῦντα, διακονοῦντα.

Πρόπαν ἦμαρ. Διʼ ὅλης τῆς ἡμέρας. Ἐς ἠέλιον καταδύντα. Ἕως ἡλίου δυσμῶν.

Δαίνυντο. Εὐωχοῦντο.

Φόρμιγγος. Κιθάρας. Περικαλλέος. Πάνυ καλῆς, ἐνδόξου. Ἔχεν. Εἶχε. τέσσαρες γὰρ τέχναι ἀνατίθενται τῷ Ἀπόλλωνι, μουσικὴ, τοξικὴ, ἰατρικὴ, μαντική.

Μουσάων θʼ. Μουσῶν τε. ὁ δὲ λόγος, ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὔτε τῆς τοῦ Ἀπόλλωνος μουσικῆς, ὁμοίως οὔτε τῆς τῶν μουσῶν ᾠδῆς, αἵτινες καὶ αὗται Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς παραμέρος ᾖδον. Ἄειδον. Αἵτινες ᾖδον. Ἀμειβόμεναι. Ἐξαμοιβῆς καὶ διαδοχῆς ᾄδουσαι. Ὀπί. Φωνῇ.

Φάος ἡελίοιο. Περιφραστικῶς, τὸ τοῦ ἡλίου φῶς.

Κακκείοντες. Κατακοιμηθησόμενοι. Ἔβαν. Ἐπορεύθησαν. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν, ἕκαστον θεὸν ἴδιον οἶκον ἔχειν.

Ἧιχι. Ἔνθα, ὅπου. Περικλυτός. Ὁ πάνυ ἔνδοξος. Ἀμφιγυήεις. Ὁ ἀμφοτέροις τοῖς γυίοις, ὅ ἐστι τοῖς ποσὶ, χωλός. κλίνεται δὲ ὁ ἀμφιγυήεις, τοῦ ἀμφιγυήεντος· ὅτι τὰ εἰς εις λήγοντα ἀρσενικὰ, διὰ τοῦ εντος κλίνονται, οἷον τολμήεις τολμήεντος, τελήεις τελήεντος, χαρίεις χαρίεντος. οὕτως οὖν καὶ ἀμφιγυήεις ἀμφιγυήεντος.

Εἰδυίῃσιν. Ἐπιστήμοσιν, ἐμπείροις. Πραπίδεσσι. Φρεσὶ, διανοίαις.

Πρὸς ὃν λέχος. Ὁ δὲ Ζεὺς, φησὶν, εἰς τὴν ἰδίαν κοίτην παρεγένετο. Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄῤῥενες γʹ· Ζεὺς, Ποσειδὼν, καὶ Ἅιδης· θυγατέρες τρεῖς· Ἑστία, Δημήτηρ, καὶ Ἥρα. Τούτων φασὶν ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὥς φησι Καλλίμαχος ἐν βʹ αἰτιῶν· ὥστε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς. λάθρα δὲ τῶν γονέων ἀλλήλοις συνερχόμενοι, ἔσχον υἱὸν Ἥφαιστον, οὐχʼ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν καὶ ἀμφιγυήεντα ὁ Ποιητής· ὅτι δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις, μαρτυρεῖ καὶ ὁ Ποιητὴς, λέγων· εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας. μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν, καταταρταρωθέντος Κρόνου, Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν, μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς Ἥρας τελείας καὶ συζύγου προσαγορευομένης, παρʼ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχεν τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ Ποιητής.

Ἔνθα πάρος. Ὅπου καὶ πρότερον. Κοιμᾶθʼ. Ἐκοιμᾶτο. Ὅτε μιν. Ὅτε αὐτόν. Γλυκύς. Ἡδύς. Ἱκάνοι. Καταλάβοι.

Ἔνθα. Ἐνταῦθα. τοπικὸν ἐπίῤῥημα. Καθεῦδεν. Ἐκοιμᾶτο. προπερισπαστέον δὲ, ὥστε μὴ προστακτικὸν εἶναι ἐνεργητικόν. Ἀναβάς. Ἀνελθών. Παρὰ δέ. Πάρʼ αὐτὸν δέ. Χρυσόθρονος. Χρυσοῦν θρόνον ἔχουσα, βασιλίς. μᾶλλον δὲ, ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν· ὁ γὰρ Ποιητὴς ἀλληγορῶν, τὸν χρυσὸν λαμβάνει ἀντὶ πυρός. Ἥρη. Ἥρα. Ἰστέον, ὅτι ἡ ῥαψῳδία αὕτη μόνη παραβολὴν οὐκ ἔχει.