eul_wid: lmm-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Anonymous Iambic Fragments by Anonymous Iambic Poems

The Anonymous Iambic Fragments constitute a collection of sixty-six short passages of iambic poetry preserved within the medieval manuscript tradition. Transmitted without attribution, these pieces are distinct from the works of canonical iambic poets such as Archilochus or Hipponax. The collection features gnomic statements, concise narratives, and moralizing sentiments, all composed in iambic metres. Their themes align with the broader iambic tradition, encompassing pithy wisdom, ethical commentary on aretē and fortune, observations on social types and daily life, and a generally critical, observational tone, though one less aggressively invective than that found in early iambography. The fragments survive exclusively through their inclusion in later medieval codices, often within anthologies, grammatical treatises, or collections of maxims. Their fragmentary nature is a direct result of this process of scholarly excerpting and compilation over centuries. These pieces are significant for demonstrating the longevity and evolution of the iambic genre beyond the Archaic period, illustrating its enduring adaptability for concise, quotable poetry. They form a valuable component of the fragmentary Greek poetic corpus, offering insights for linguistic, metrical, and cultural historical study.

ΤΡΙΜΕΤΡΑ
περὶ σφυρὸν παχεῖα μισήτη γυνή
Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεος
φοινικελίκτην καὶ λόγων ἀλαζόνα
ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον
ἀνθεῦσαν ἀγαθοῖς πᾶσιν, οἷς θάλληι πόλις.
τοῖον γὰρ οὐδὲ τοῖσιν εὐόργοισʼ ἔπος.
ἥ τʼ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται.
Ξάνθηι παλαιῆι γρηὶ πολλῆισιν φίληι
Ἄβδηρα, καλὴ Τηίων ἀποικίη,
ἐλευθέρα Κόρκυρα· χέζʼ ὅπου θέλεις.
μάταια τἄλλα παρὰ Κρότωνα τἄστεα.
ἀφνειὸς ἡ Κόρινθος …
ἕκητι Συλοσῶντος εὐρυχωρίη
… δῶρα καὶ θεοὺς παρήπαφεν.
σοφῶς ὁ βοῦς ἔφασκεν ἀστράβην ἰδών·
«οὐκ ἔστʼ ἐμὸν τὸ πρᾶγμα, πολλὰ χαιρέτω».
ἵππος ὄνωι· «πρὸς κέντρα μὴ λακτιζέτω».
ἀλλʼ ἦ λύκος τὰς αἶγας ἐκκαλεῖ μολών.
ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφος
παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον.
ἀγνοεῖ δʼ ἀράχνη παῖδας ὡς παιδεύεται·
θρέψασα γὰρ τέθνηκε πρὸς τῶν φιλτάτων.
Μιλησία
σμάραγδος ἐμπόλημα τιμηέστατον
ἐμοῦ θανόντος γαῖα μειχθήτω πυρί·
οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.
μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.
δίφρου τέτυκται βλῶσις, εὔζυγον τέρας.
σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν
πολλὰ δʼ ἐν μεταιχμίωι
νότος κυλίνδει κύματʼ εὐρείης ἁλός.
οὐκ ἀξιῶ μικῶν σε, μεγάλα δʼ οὐκ ἔχω.
τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.
γηρεὶς ἐν οἰκίοισιν
ὑμῖν ἀπόνιμμα τοῖς τε χρὴ καὶ τοῖς θέμις
ΤΕΤΡΑΜΕΤΡΑ
βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε καὶ πέλα χθονί.
τὴν ἐπʼ Αἰνύρων ὁδόν
καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη
δῆμος ἄστατον κακόν
καὶ θαλάσσηι πάνθʼ ὁμοῖον ὑπʼ ἀνέμου ῥιπίζεται,
καὶ γαληνὸς ἢν τύχηι πως, πνεῦμα βραχὺ κορύσσεται,
κἤν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.
Σῖμον, ὀρκε̄στὰν ἄριστον, ναὶ μὰ τὸν Δελπίνιον,
ἐ͂̄ Κρίμο̄ν τε͂̄δε ὀ͂̄πε, παῖδα Βαθυκλέος, ἀδελπεόν.
Κρίμο̄ν πράτιστος ϙονιάλοισι Σιμίαν
ἰάνετο.
ἐρρέτω φίλος σὺν ἐχθρῶι
δεσπότην κεκαρμένοι
ἀλλʼ ἕπου χώρας τρόποις
πατρόθεν πορδηκίδαι