eul_wid: siy-cs
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 68 by Himerius the Sophist

Finding the Attic theatres parched of speech, Himerius urges his students to embrace variety. Each land has its product, and that of Athens is speech; Phidias did not always carve Zeus, the shield of Achilles shows war, weddings and harvest together, and Proteus becomes a sophist who splits his speeches into many forms. He praises the students for throwing down their books the day before to build an improvised theatre, finer than the wall the general Demosthenes raised at Pylos, and bids them imitate Amphion.

Part of Declamations and Orations

Προτρεπτικὴ πρὸς τὸ χρῆναι τὴν ποικιλίαν τὴν ἐν τοῖς λόγοις ἀσπάζεσθαι.

Αὐχμῶντα ἰδὼν Ἀττικῶν λόγων τὰ θέατρα, λῦσαι τὸν αὐχμὸν καθάπερ ὄμβρῳ ῥαγέντι τοῖς λόγοις ὥρμησα. ἄλλων μὲν γὰρ ἄλλαι χῶραι καρπῶν τε καὶ τόκων εὔφοροι· ἵππος δεικνύει τὸν Θετταλὸν, τὸν δὲ Κελτὸν κόμη, τὸν Μῆδον τράπεζα, τὸν Δελφὸν δάφνη, τὸν Σπαρτιάτην ὁ πόλεμος· καρπὸς δὲ τῆσδε τῆς πόλεως λόγος καὶ ἄνθρωπος. ὥσπερ οὖν ἐκείνων ἕκαστον ὅταν φθίνηται, πονηρῶς ἔχειν τὰς χώρας λέγομεν, οὕτω καὶ Ἀθήνας ὑψηλὰς μὲν ποιοῦσιν οἱ λόγοι θάλλοντες, συστέλλουσι δʼ αὖ πάλιν, ἐπειδὰν ἠχοῦντες παύωνται. ἔξεστι δὲ ταῦτα κἀκ τῶν ἄνω χρόνων τεκμήρασθαι. ἤκμαζεν ἡ σκηνή, καὶ τῇ σκηνῇ δὲ ἡ πόλις ὡς ὁ λόγος συνήκμαζεν, ἤνθει τὸ βῆμα τοῖς ῥήτορσι, καὶ τὸ φρόνημα συνήνθει τοῦ δήμου· τότε δὴ ἐκόμα σοφοῖς τὸ Λύκειον, καὶ πάντα πανταχοῦ μεστὰ σοφίας βασίλεια. σιωπησάσης δὲ τῆς δημοσίας φωνῆς, εἰς ναύτας καὶ δούλους μικροῦ τὸ λέγειν μετεσκευάζετο. ἄγε δή, ὦ παῖδες, καθάπερ τι πῦρ ἄσβεστον τοὺς λόγους πάντας ἐξάπτωμεν καὶ τηρῶμεν ἐν τῷ πυρσῷ τούτῳ τὴν σωτηρίαν τῆς πόλεως. αἴροιτο δʼ ἂν ὁ πυρσὸς οὗτος ἄνω καὶ καταυγάζοι τὰ σύμπαντα, εἰ μὴ τοῖς ἀρχαίοις ἀεὶ τύποις οἱ ποιηταὶ τῶν λόγων στέργοιεν, ἀλλʼ ἀεί τι δαίδαλμα νέον ἐπινοοῦντες τεκταίνοιντο. ἐπεὶ καὶ τὴν Φειδίου φύσιν καὶ τὰς τῶν ἄλλων δημιουργῶν τέχνας, ὧν αἱ χεῖρες ἐπὶ σοφίᾳ θαυμάζονται, ἡ τῶν νέων εὕρεσις ἔργων ὡς ἔπος εἰπεῖν ἐκράτυνεν. οὐκ ἀεὶ Δία Φειδίας ἔπλαττεν, οὐδὲ σὺν ὅπλοις ἀεὶ τὴν Ἀθηνᾶν ἐχαλκεύετο, ἀλλὰ καὶ εἰς ἄλλους θεοὺς ἀφῆκε τὴν τέχνην καὶ τὴν παρθένον ἐκόσμησεν ἐρύθημα καταχέας τῆς παρειᾶς, ἵνα ἀντὶ κράνους ὑπὸ τούτου τῆς θεοῦ τὸ κάλλος κρύπτοιτο. ὁ δὲ ἀμφὶ τὸν Διόνυσον τῆς τέχνης λόγος, ὃν εἰς νέου φύσιν θεολόγων παῖδες ἀμείβουσι, τί ἄλλο ἢ τοῦτο βούλεται; κομᾷ τὴν παρειὰν ὁ θεός, καὶ χρυσοῦς καθέρπει τῆς γενειάδος ἴουλος· ἔδει γὰρ οἶμαι τὸν καλὸν Διόνυσον καὶ τούτῳ κεκοσμῆσθαι καὶ συνανθοῦσαν ἔχειν ἦρος ὥρᾳ τὴν ὥραν τοῖς ἄνθεσιν. ὁ δὲ δὴ μέγας ἐν τῷ οὐρανῷ σοφιστὴς πῶς περὶ τῶν ἄλλων βεβούλευται; νῦν κρύπτει νεφέλαις ἥλιον καὶ λευκαίνει γῆν νιφάδι πᾶσαν καὶ θάλατταν, καὶ φοβεῖ μὲν ἐν θαλάττῃ πλωτῆρα καὶ σκάφη, βουκόλον δὲ λειμώνων ἐλαύνει καὶ θρέμματα, σπένδεται δὲ καὶ ὁπλίτῃ καὶ κρύπτει τὸ ξίφος καὶ ποιεῖ τὸν στρατιώτην ἀπόλεμον. νῦν ἔαρ ἀνθρώποις δίδωσι, σκεδάσας τὰς νεφέλας καὶ χρυσοῦν ἐκπέμψας ἥλιον· καὶ γῆν μὲν στέφει τοῖς ἄνθεσιν, οὐρανὸν δὲ ἄστρων χοροῖς, γαλήνῃ δὲ καὶ νηνεμίᾳ τὴν θάλασσαν· στάχυς μετὰ τοῦτο καὶ δράγματα, καὶ μετὰ τὸν στάχυν μῆλα καὶ βότρυς, καὶ ὁ ληνοβάτης σκιρτῶν, καὶ μετοπώρου χάρις ἐκλάμπουσα. βλέψον εἰ βούλει καὶ τὸν Ὁμήρου λειμῶνα τὸν καλὸν ἐκεῖνον καὶ πάμφορον, ὃν Ἀχιλλέως ἀσπίδα φασὶν οἱ ποιηταί, καὶ τὴν ἐκεῖ πανδαισίαν, ὅση τὸ πλῆθος, ἱστόρησον. ὁ μὲν πολεμεῖ τις, ὁ δὲ ναυτίλλεται, τῷ μὲν γάμος μέλει, τῷ δὲ βουκόλια, ὁ μὲν κιθάραν πονεῖ, ὁ δὲ καταχεῖ μέλος τῆς σύριγγος, ἄλλος δρεπάνῃ κείρει τὰ δράγματα, ἕτερος ἀρότρῳ χρυσέῳ ἐργάζεται, οὗ κατόπιν σχιζομένη δοκεῖ γῆ καὶ μελαίνεται. μιμώμεθα, ὦ παῖδες, καὶ τὴν Ἀπόλλωνος λύραν τὴν πάνσοφον. πῶς οὖν ἐκείνην ὁ θεὸς ἥρμοζε; Κολοφὼν μὲν γὰρ ἔχει τὴν λύραν· τρίποδες δὲ ἄλλως ἠχοῦσιν· ἀλλὰ καὶ Βραγχιδῶν πηγὰς συναμειβούσας ὄψει τὸ μάντευμα, καὶ τοῖς Δηλίων φυτοῖς αὖθις τὸν θεὸν συμπροφητεύοντα. τιμῶμεν δὲ αὐτὸν νῦν μὲν ὡς ἥλιον, ὅταν ἐξ ὠκεανοῦ λουσάμενος ὑπὲρ γῆς ἱππεύῃ πυρσῷ κατάκομος λάμποντι, νῦν δὲ ὡς εὐχαίτην Διόνυσον, ὅταν κοιμίσας τὴν φλόγα χοροῖς ἐναθύρῃ καὶ μέλεσι. δοκεῖ δέ μοι καὶ ὁ Πρωτεὺς σοφιστής τις τοὺς λόγους δεινὸς γενόμενος, ἐπειδή τις αὐτὸν μῶμος ἐκ φιλοψόγου γλώττης ἠνώχλησεν, εἰς πολλὰς ἰδέας μερίσας τοὺς λόγους, ἵνα οὕτως ἐλέγχῃ τὰ σκώμματα, περιπεσὼν δὲ αὐτὸς σοφιστῇ δεινοτέρῳ, τῷ μύθῳ παρʼ ἐκείνου παθεῖν ὃ κατὰ τοὺς λόγους εἰργάζετο. ἐκεῖθεν ὁ παρʼ Ὁμήρῳ Πρωτεὺς ὡς πυρσὸς ἅπτεται, ὡς ὕδωρ λύεται, ὡς λέων βρυχᾶται, ὡς δένδρον ὀρθοῦται καὶ τέθηλεν. ἐθέλω δὲ ὑμῖν καὶ Πρωταγόρου λόγον τινὰ εἰπεῖν. ἡ φύσις ὅτε τὸν ἄνθρωπον καὶ τὰ ἄλλα ζῷα εἰργάσατο, πρὸς ἓν εἶδος μικροῦ ῥεύσασα, μιᾷ μορφῇ τὴν πάντων ὄψιν ἐγέννησε. τῆς οὖν ἀκοσμίας ταύτης ὁ Ζεὺς αἰσθόμενος, τοῖν δυοῖν δαιμόνοιν ἐπινεύει—τὸν Προμηθέα τε καὶ τὸν Ἐπιμηθέα λέγω—βοηθὼ πέμπειν τῆς φύσεως· καὶ τὼ μὲν νοῦν τε καὶ αἴσθησιν, ἔτι δὲ ἰσχύν τε καὶ τάχος ἐνεγκαμένω παρὰ τοῦ πέμψαντος, οὕτω τὸ εἶδος ἐποίκιλλον τὸ τῆς φύσεως ἐν τούτῳ τῷ πολυτρόπῳ τῆς θέας μεταρρυθμίζοντες. ἐκεῖθεν λόγος μὲν ἄνθρωπον, τῶν δὲ ἄλλων ζῴων ἕκαστον αἱ λοιπαὶ δυνάμεις ἀπολαβοῦσαι κατὰ τὸ πρόσφορον, σύγκρατον ἤδη τὸ τῆς φύσεως κάλλος τῇ πολυμορφίᾳ τῶν γεννηθέντων ἐδημιούργησαν. ἔχετε οὖν, ὦ παῖδες, καὶ τὸν Πρωταγόρου λόγον οὐχ ἧττον ἡμῶν πρὸς τὸ ποικίλλειν τοὺς λόγους διὰ τοῦ μύθου παρασκευάζοντα. μᾶλλον δέ—αὐτοὶ γὰρ φθάνετε καὶ Πρωταγόραν κἀμὲ τὴν ποικιλίαν αἱρούμενοι—χθὲς ὑμᾶς εἶδον τῷ ῥήτορι δημιουργούς, ὅτε τὰ βιβλία ῥίψαντες αὐτοσχέδιον θέατρον τόδε ταῖς Μούσαις ἐδείμασθε πολὺ τοῦ τείχους ἐκείνου βέλτιον, ὃ Δημοσθένει καὶ Ἀθηναίοις ἐν Πύλῳ κατὰ Λακεδαιμονίων ἐγήγερτο. τοῦ μὲν γὰρ χειμὼν ἡ πρόφασις, τοῦ δὲ ἔρως καὶ πόθος νέον ἀκοῆς ὠδινούσης ἀγώνισμα. ἀλλὰ γὰρ μεταθέντες ἀπὸ τῶν τειχῶν ἐπὶ τὴν γλῶτταν τὸ θέαμα, τὸν Ἀμφίονά μοι μιμήσασθε, ὃς τῷ τε τείχει καὶ τῇ λύρᾳ μερίσας τὰς χεῖρας, φήμην τῆς πατρίδος κατέχεεν, ὅτι τὰς Θήβας ἐμμελῶς ἐτείχισεν.