eul_wid: qok-ab
ΣτρατηγήματαStratagems
Polyaenus of Macedonia Stratagems PDF
| 1.pref | Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱρώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ρωμαίων ἀνδρείας, μεθʼ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰῶώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδῶν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλʼ, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ- λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησά- μενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρῶώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἄν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα τὸ τέλος τῆς μάχης. δοκεῖ δʼ ἔμοιγε ταῦτα συμβου- λεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ .... ἢ δόλῳ ἠὲ βίῃφι, ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον. 5πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὅ κέρδιστος γένετʼ ἀνδρῶν. δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ερ- μοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρὸς· Παρνησόνδ’ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, μητρὸς ἑῆς πατέρʼ ἐσθλὸν, ὅς ἀνθρῶώπους ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας.. ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντο- δαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν ἀπάτῃ ὧν ἄν βούλοιτο. τόν γε μὴν Ὅδύσεα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου· εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὅς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. οἱ δʼ ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν· σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδύσεως βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ. τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρὸς· αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ τὸν ἵππον δὲ τὸν δουράτεον, . . . τὸν Ἐπειὸς ἐποίησεν συν Ἀθήνῃ, καὶ τοῦτο στρατήγημα Ὀδυσέως ἦν. ὀρθῶς δʼ ἄν τις καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὶν δαλὸν καὶ τὸν κριον στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δʼ ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο; ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μετα- έθεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρʼ οὐχὶ πάντα ταῦτα ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυ- σίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προ- δοκίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων με- μνήσομαι σύντομον τὴν παρʼ ἑκάστῳ μνήμην ποιού- μενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρα- τηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διο- νύσου.) |
| 1.1 | Διόνυσος ἐπʼ Ἰνδοὺς ἐλαύνων, ἴνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ᾿ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο. |
| 1.2 | Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν εὗρεν , φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δη- μιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν * * Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἥγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολε- μίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, σὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυ- σιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνε- ποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν. |
| 1.3 | Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους. |
| 1.4 | Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων Ἄβαντες . . . . . ὄπιθεν κομόωντες. |
| 1.5 | Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα- καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο. |
| 1.6 | Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἀργὸς, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην ἀγορεύει· λαχών ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἀργος, Μεσήνη δʼ ἔστω τοῦ τρίτου.ʼ ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργὸς Τμένῳ , Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβῶν τύχῃ λαβεῖν ἔδοξεν. |
| 1.7 | Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ- ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾ καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ ἡμῶν τὴν ὀπώραν ἔχειʼ. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο. |
| 1.8 | Ἔλνης, βασιλεὺς Ἀρκάδων, Τεγέαν πορθούν- των Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκ- πλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι. |
| 1.9 | Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυ- πάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δʼ ἀμφὶ Τήμενον μεθʼ ἡσυχίας τὸ Ῥίον κατέσχον. |
| 1.10 | Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους. |
| 1.11 | Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο. |
| 1.12 | Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο. |
| 1.13 | Μενέλαος ἐπανιών ἀπʼ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- θνηκότος γυνὴ Πολυξώ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι- κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ- δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω- λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ- σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά- παιναν * * * καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο- λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με- νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν. |
| 1.14 | Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι- ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα- παυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγ- γελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσα- σθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν. |
| 1.15 | Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό- μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ- συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν. |
| 1.16 | Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν. |
| 1.17 | Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε- σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν- τας Εἴλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Δακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Δακεδαιμο- νίοις ἔδωκαν. |
| 1.18 | Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν. |
| 1.19 | Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια. |
| 1.20 | Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν ῾τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστωʼ. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ δὲ. μανίαν ὑποκρίνεται καὶ προελ- θών εἰς ἀγορὰν ἐλεγεῖα ἦδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ἄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή- γοντο ἄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ. |
| 1.21 | Πεισίστρατος ἀπʼ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε- μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν. |
| 1.22 | Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ιππίας ἀπέκτεινε, τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων. |
| 1.23 | Πολυκράτει τῷ Σαμίῳ καταθέοντι τὴν Ἑλληνικὴν θάλατταν ἔδοξεν εἶναι στρατηγικὸν, εἰ κατάγοι καὶ τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλ- τέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδʼ ἀποδοῦναι δύνασθαι. |
| 1.24 | Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δα- ρείῳ βασιλεῖ βουλόμενος ὠνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέ- την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνέγραψατο τῇ κεφαλῇ Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἱωνίαν ἀπόστησονʼ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθῶν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ιὠνίαν. |
| 1.25 | Πιττακὸς καὶ Φρύνων ἐμονομάχουν Σιγείου πέρι ἔδοξεν ἀμφοῖν ἴσα ἔχειν ὅπλα. τὰ μὲν δὴ φανερὰ ὅπλα ἴσα ἦν. Πιττακὸς δὲ ὑπὸ τῇ ἀσπίδι κρύψας ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Δεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον ἔχουσι, Πιττακὸς ἐδίδαξεν. |
| 1.26 | Κροῖσος Δυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρε- σκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Δυδὸν εἰ- πὼν οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνταιʼ. ὁ δὲ γελάσας ἔφη ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λά- βοιμι᾿. ὁ δὲ Βίας τί δʼ ἄλλο [οἴει]᾿ , ἔφη, κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;᾿ ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι. |
| 1.27 | Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτο- κράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρα- τήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· οὕτως ἐγὼ , ἔφη, γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε κατʼ ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.ʼ ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπο- λαβὼν ἔφη καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε᾿ . πάλιν ὁ δῆμος ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομενʼ. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατη- γῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων. |
| 1.28 | Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πο- λεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδῶν ἔπεμψε τοὺς κυκλωσομένους παραγ- γείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν. |
| 1.29 | Ιέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἰππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱπ- po πέος καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ έρων διή- γαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς κατα- λελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἡρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέ- χa ψαντας πολεμίους ἀνειργόντων. |
| 1.30 | Ἀθηναίοις ο θεὸς ἔχρησεν ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων τά γε τῶν πολεμίωνʼ, ἔφη· οὐ γὰρ ἄν θείην τὴν Σαλαμῖνα ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων.᾿ τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο. |
| 1.31 | Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες διεπολιτεύοντο. τοῦ δὲ Πέρσου δὴ ἐπιόντος ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμέ- νων τῶν δακτύλων ἐπεφώνουν· τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἄν πρὸς τὸν Πέρσην διαπολεμή- σωμεν. ταὔτʼ εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυ- μένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρα- τηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν. |
| 1.32 | Δεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. |
| 1.33 | Δεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμα- χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἔλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Δεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης. |
| 1.34 | Κίμων ἐπʼ Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασι- λέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλῶν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐν- δῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες. |
| 1.35 | 1 Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δʼ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ- ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ῾ νικῶ- μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν. |
| 1.36 | Δακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Δακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ. |
| 1.37 | Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ μάχῃ, ἀλλʼ ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ- μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό- μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη- ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἱ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν. |
| 1.38 | Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβῶν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἄν ἀμύ- νοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες βιάζοιντο. |
| 1.39 | Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν οὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἴ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν. |
| 1.40 | Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο- νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά- σματος ἔφυγον· Kαλλίας δὲ ὁ Ἰππονίκου προσήκατο τὸ εἴδωλον, ὅ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι U+00AF βιάδῃ Καλλίας. |
| 1.41 | Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν. |
| 1.42 | Γύλιππος βουλίμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατη- γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με- ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ- λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν. |
| 1.43 | Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπ- αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ- βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὅς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί- νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβών εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἄν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν. |
| 1.44 | Ἐτεόνικον Δάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθη- ναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων ῾Καλλικρατίδας ὁ ναύαρχος Δακεδαιμονίων ἐν Ἀργι- νούσαις ἡττημένος οἴχεται᾿ . Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθʼ ἡμέραν ἐς Μιτυ U+00AF λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον- τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν ᾿ Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν. |
| 1.45 | Δύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου. |
| 1.46 | Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούν- των ἐν λιμῷ γνωώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο- μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη- νῶν τὰ στόματα ἔδησε διʼ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε- σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν- επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φείγοντες ιᾤχοντο. |
| 1.47 | Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα- βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με- τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο. |
| 1.48 | Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν. |
| 1.49 | Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τι- σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἀμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι- πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν. |
| 2.1 | Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα᾿ , ἔφη, εἶεν ἂν ἐσπαρκότες. |
| 2.2 | Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νῶώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἥγαγε διὰ τοῦ βαθυ- τέρου, ἴνα τὸ μὲν πολὺ τοῦ σῶώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ καταά τὸ εὔπορον τοῦ ποταμοῦ διλθεν ἀκωλύτως. |
| 2.3 | Ἐπαμινώνδουτῆς γυναικὸς ἠράσθη οιβίδας,φρου- ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή- νυσεν. παμινῶώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν * * ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἡκον καὶ συνέπιον τοῖς περὶ τὸν Φοιβίδαν ἄχρι μέθης. καὶ ῇτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα- στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προσ- τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι αῖ δὲ ἀπῆλθον. πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι- κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἢ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε ῶοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφʼ αὐτὸν πάντας ἔκτειναν. |
| 2.4 | Πελοπίδας ἐπολιόρκει πόλεις ἀπεχούσας ἀλλήλων ἑκατὸν εἴκοσι στάδια. πλησίον ὤν τῆς ἑτέρας συνέ- ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ- ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἄψας καπνὸν ἥγειρε μέγαν, ἴνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ῶὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἄλωσιν σφᾶς αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσλαβών ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι- τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν. |
| 2.51 | Γοργίδας πρῶτος ἐν Θήβαις τὸν ἱερὸν λόχον συν- έταξεν. ὁ λόχος ἦν ἐρασταὶ καὶ ἐρώμενοι τριακόσιοι. φιλοῦντες γὰρ δὴ ἀλλήλους οὐκ ἄν ποτε φύγοιεν, ἀλλʼ ἢ ὑπὲρ ἀλλήλων ἀποθάνοιεν ἢ νικῷεν τοὺς πολεμίους. |
| 2.6 | Δερκυλίδας ὥμοσε Μειδία τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν πείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σεʹ, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὥμοσα· κἀγώ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι.᾿ |
| 2.7 | Ἀλκέτας ακεδαιμόνιος ἀπὸ στιαίας ὁρμώμενος βουλόμενος λαθεῖν, πεπληρωκως ναῦς πολλὰς, καθελ- κύσας τριήρη μίαν καὶ ἐς ταύτην ἀνὰ μέρος ἐμβιβάζων τοὺς στρατιώτας, ἴνα δοκοίη τοῖς πολεμίοις ἓν σκάφος ἔχειν, ἤσκει τῶν τριήρων ἁπασῶν τὰ πληρώματα. |
| 2.8 | Ἀρξιλαΐδας ὁ Λάκων μετὰ στρατεύματος διαπο- ρεύεσθαι μέλλων ὁδὸν ὕποπτον, ὅ μὴ προῄδει γενό- μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε- σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχῶώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἄν οὐ προίδωσι τὴν τῶν πολεμίων παροσκευὴν, αίτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσανας τῷ προπαρεσκευάσθαι καταστρα- τηγήσας. |
| 2.9 | Ἰσίδας ὁ Λάκων μετὰ τὴν περὶ Λεῦκτρα συμφο- ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιῶώτας κοινωνοὺς προσλαβῶών λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θθηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπάκα- μένοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον. |
| 2.10 | Κλεανδρίδας ὁ Λάκων ἐπὶ Τέριναν ἄγων τὴν στρα- τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε- ριναίοις· οἱ δὲ προαισθόμενοι διʼ αὐτομόλων σπεύ- σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν- των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὅς ἄν Τεριναίων τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ- δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπέχω- ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν ἀσφαλῶς ἀπηλλάγη. |
| 2.11 | Φαρακίδας, Καρχηδονίων ἐφορμούντων Συρακού- σαις, περιπεσὼν κατὰ τὸν πλοῦν Καρχηδονίαις τριήρεσι καὶ ἀπὸ τούτων ἐννέα λαβῶν, ὅπως ἡσυχάσειαν οἱ ἔΚαρχηδόνιοι καταπλέοντος, ἐς τὰς αίχμαλῶώτους τριή- ρεις τὰς ἐννέα ἀνεβίβασε τοὺς ἰδίους ἐρέτας καὶ στρα- τιῶώτας· Καρχηδόνιοι γνωρίζοντες τὰ οἰκεῖα σκάφη προσπλέοντας αὐτοὺς τῷ λιμένι τῶν Συρακουσίων οὐκ ἐκῶώλυσαν. |
| 2.12 | Δηιφόντης τοῖς ωριεῦσι συνέταξεν ἐκκαλεῖσθαι τοὺς Ἀργείους ἐς μάχην. αὐτὸς δὲ τῶν νεῶν ἐπιβὰς ὑπὸ λόφῳ τινὶ περιωρμίσατο, ἔνθα οὐκ ἦν κάτοπτος. σκοπὸς ἤγγειλε Δωριεῖς μὲν περιελαύνουσι λείαν, Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντεςʹ. Δηιφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφʼ ᾧ τε σῶσαι τούτους τήν τε χῶώραν καὶ τὰς πόλεις παρέδωκαν Δωριεῦσιν. |
| 2.13 | Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ- σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα Λακε- δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητεʹ. τούτους δὲ εἶναι τοὺς Ἄγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἡδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα δίαι- ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἡδύναντο. |
| 2.14 | Οἱ Ἐψοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδωνα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε- νοι τῶν ἰππέων τινὰς κρύφα προπέμψαντες ἐς Ἀὐλῶνα τῆς Λ¨ακωνικῆς οὐ προ πολλοῦ, τὸν Κινάδωνα καλε- σαντες μετὰ δύο στρατιωτῶν ἐς Ἀὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὶ ἀφίκετο, οἱ προπεμ- φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλῶώσαντες, μα- έθόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν τοῖς Cφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος. |
| 2.15 | Ιπποδάμας ὑπὸ Ἀρκάδων ἐν Πρασιαῖς ἐπολιορ- κεῖτο. λιμος ἦν· οἱ Σπαρτιᾶται κήρυκα ἔπεμψαν· εἴσω παρελθεῖν Ἀρκάδες οὐκ ἐπέτρεψαν. Ἱπποδάμας ἀπὸ τοῦ τείχους τῷ κήρυκι ἀπεκρίνατο τοῖς Ἐφόροις ἄγ- γελλε τὴν γυναῖκα λύειν τὴν ἐν τῷ ἱερῷ τῆς Χαλ- κιοίκου δεδεμένηνʼ. οἱ μὲν Ἀρκάδες οὐκ ἐνόησαν· οἱ δὲ Λάκωνες συνῆκαν ὅτι λιμὸν λύειν ἐπιστέλλοι. ἦν γὰρ ἐν τῷ ἱερῷ τῆς Χαλκιοίκου ἀνακειμένη Λιμοῦ γραφὴ, γυνὴ (γεγραμμένη) ὠχριῶσα, λεπτὴ, τω χεῖρε ὀπίσω δεδεμένη· ὥστε τὸ ἀφανὲς τοῖς πολεμίοις φανε- ρὸν τοῖς πολίταις πποδάμαντος ἦν. |
| 2.16 | Γάστρων Λακεδαιμόνιος μέλλων ἐν Ἀἰγύπτῳ συμ- βαλεῖν τοῖς Πέρσαις μετενέδυσε τὰς πανοπλίας καὶ τὰς μὲν τῶν Ελλήνων τοῖς Αἰγυπτίοις, τὰς δὲ τῶν Αἰγυπτίων τοῖς Ἕλλησι περιέθηκε. κρύψας δὲ τοὺς Αἰγυπτίους (ἐν τοῖς Σλλησι) παρατάξας προῆγε τοὺς λληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλʼ εἰς τοὔμ- προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη- νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς λληνας ὑπο- νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον. |
| 2.17 | Μεγακλείδας συμφυγὼν ἐς ὅρος δασὺ, πολιορ- κούμενος, διελῶών τοῦ στρατεύματος, ὅ μὲν ἀχρεῖον ἦν καὶ βαρύτερον, φεύγειν ἐκέλευσε διὰ τῆς ὕλης εἰδώς, ὅτι φανερὸν ἔσται τοῖς πολεμίοις. οἱ μὲν ὥρμησαν ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα- πόμενος ὑπεξέφυγεν ἀσφαλῶς. |
| 2.18 | Αρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ- κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κῆρυξ ἡκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἅ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν , ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχουςʼ· ὁ δὲ ἁρμοστὴς μὴ πάνυʼ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι᾿. Αθηναῖοι, καὶ γὰρ χειμῶν προσῄει, [πρὸς] μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον χοντο. |
| 2.19 | Θθίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού- ραρχον ἓπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα- στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινῶώνησεν· οἱ δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θθιβρῶώνειοι κατα κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγῶών πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι. |
| 2.20 | Δημάρατος ἐπιστέλλων Σπαρτιάταις περὶ τῆς Ξέρξου στρατείας ἐς πτύχα ἀκήρωτον τὴν ἐπιστολὴν γράψας ἐπεκήρωσεν, ἴνα ὡς ἄγραφος διὰ τῶν φυλά- κων κομισθῇ. |
| 2.21 | Ηριπίδας ἀφικόμενος εἰς ράκλειαν τὴν Τρα- χινίαν, συναγαγών ἐκκλησίαν, περιστήσας τοὺς ὁπλίτας ἐκήρυξε τοὺς Τραχινίους καθίσαι χωρίς. οἱ μὲν ἐκά- θισαν· ὁ δὲ ἐκέλευσεν αὐτοὺς, περὶ ὧν ἀδικοῦσι, Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἥχθησαν, καὶ δὴ πάντες ἀνῃ- ρέθησαν. |
| 2.22 | Ἰσχόλαος ἐν Ἀἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ- μοῦντας ναυσὶ πολλαῖς δεδοιὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χῶώματος ἅπαντα προσαγαγών ἔδησεν ἐκ τῶν ἰσίων· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι διʼ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν. |
| 2.23 | Μνασιππίδας ὀλίγον πλῆθος ἦγεν. ἐπεὶ δὲ νυκτὸς ἐπέθεντο πολέμιοι, τοὺς ψιλοὺς καὶ τοὺς σαλπιγκτὰς ἐκέλευσεν ἐν τῷ σκότῳ περιελθόντας ὄπισθεν τῶν ἐπιτιθεμένων σημαίνειν τὸ πολεμικὸν καὶ ἀκροβολίζε- σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διά τάχους ἀνεχῶώρησαν. |
| 2.24 | Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μόθων φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς φικράτην, ἀγγείλαντος τινὸς, ὡς φικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν φικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τας τῶν πολεμίων τριή- ῥεῖς οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ- κίδας ἄφνω προσπεσών ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν. |
| 2.25 | Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ- μάχων, οἵ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς σὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρῶώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς] πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι. |
| 2.26 | Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν Ἐφόρων προσποιητῶς, αὐτομολῆσαι πρὸς τοὺς Τεγε- ἄτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν. |
| 2.27 | Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη- σίας φυλάσσοντα [ἥτησε τραυματίας] αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλῶών ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον. |
| 2.28 | Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα δὲ καὶ βέλη καὶ μηχανήματα κατέκλειεν εἴσω τῆς ἄκρας, ἀφῄρει δὲ καὶ τῶν τειχῶν τὰς ἐπάλξεις, ὅπως εἴ τινες νεωτερίσειαν, ἀνεῳγυῖαν ἔχοι τὴν διὰ τῶν πυλῶν εἴσοδον. |
| 2.29 | Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν. |
| 2.30 | Κλέαρχος ρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου- λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρῶώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη- θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκῶώ- λυσεν, ἀλλʼ αὐτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν. |
| 2.31 | Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε- μιγμένας παρήγγειλε τοῖς αὐτοῦ στρατιώταις βοᾶν έα φεύγεινʹ. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι. |
| 2.32 | Ὁ περὶ Μαντίνειαν ἀγών ἴσος ἦν Θθηβαίοις καὶ Μαντινεῦσιν· ἔμελλον οἱ Μαντινεῖς ἐπικηρυκεύεσθαι πρὸς Θηβαίους περὶ νεκρῶν ἀναιρέσεως. Κινέας ὁ Ἀθηναῖος, ἐτεθνήκει δὲ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐν τῇ μάχῃ, πρὸς τοὺς Μαντινέας ἔφη, μᾶλλον ἂν τὸν ἀδελφὸν ἄταφον περιιδεῖν ἢ τοῖς πολεμίοις ἧτταν ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατʼ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού- σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο. |
| 2.33 | Θθάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θθάσιοι· τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.᾿ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον τῷ τραχήλῳ περιβαλών ἐς ἐκκλησίαν εἰσελθὼν ἄνδρες᾿ , ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειτομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.᾿ Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν. |
| 2.34 | Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα- μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ- ρανίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυ- λακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθῶώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφα- λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού- μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι- σθούσης ἀδελφὸν αὐτοῦ νεῶώτερον τὰ τέλη καθῆκε μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο- μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων τω- νίων, ἐν ἧ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο. |
| 2.35 | Νίκων πειρατὴς ἐκ Θερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμῶώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλών προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- μενον· ὁ δὲ ὑπέσχετο παραδῶώσειν αὐτοῖς τας ερας, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ- λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα- μένους. προσελθών δὲ τῷ τείχει περὶ δευτέραν φυλα- κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπῶών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν- των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν- τες τῆς πόλεως ἐκράτησαν. |
| 2.36 | Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡροιέων πόλιν φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σῦν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέενος, καθʼ ἥν οἱ μὲν ἀνέῳξαν τὰς πύλας, ὁ δὲ ιοίτας μετʼ ὀλίγων στρα- τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθών ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο- μένου συνέντες ἐξεπήδησαν , πολλοί τε ὄντες καὶ τῶν τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ ραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού- μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον τὴν πόλιν καὶ μεθʼ ἡμέραν ἐπρεσβεύσαντο πρὸς ιοίταν ίκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή- κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς. |
| 2.37 | Τισαμενὸς ἄγων τὸ στρατόπεδον ὄρνεις πολλοὺς ἰδῶν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ίζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη- μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν- τας ωνας. |
| 2.38 | Ὀνόμαρχος ωκεὺς πολιορκουμένης λατείας ὑπὸ Bοιωτῶν τὴν δύναμιν ἐξαγαγών, τὰς πύλας ἀποικο- δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο- νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχῶώρησεν. |
| 3.1 | Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ἤεσαν, ὡς ἀποβησόμενον εὑρόντες ἂν ἥδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· ημοσθένης δὲ ἀπο- στρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν. |
| 3.2 | Πάχης Νότιον πολιορκῶν Ιππίαν στρατηγὸν Πισ- σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν. |
| 3.3 | Τολμίδης, Αθηναίων ψηφισαμένων αὐτῷ δοθῆ- ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε- γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ- μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν. |
| 3.4 | Φρμίων ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας Σκύρῳ προσέσχεν. Χαλκιδεῖς ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη- ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ- δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν ορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθών ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χῶώραν, ἅπασαν ἐξήγαγεν. |
| 3.5 | Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἄν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χῶώραν τὴν ἔΚιρραίαν, ἴνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ. |
| 3.6 | Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ- λον οἱ πολέμιοι. κατὰ τὸ ἀτείχιστον τῆς Σάμου μέλλουσι προσβάλλειν οὐ πασῶν [ένδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν ρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις ρυνίχου μᾶλλον ἐπί- στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν. |
| 3.7 | Λαχαρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί· σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς. |
| 3.8 | Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν. |
| 3.9 | Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά- λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχύ προελθὼν ἐκήρυξε· ῾ [τῆς στρατείας] γενομένης ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα- σκευασάμενος καλῶς ἐπανηκέτω.᾿ ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦνʼ, ἔφη, ἄνδρες, τῶν ἀνδραπέδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν. |
| 3.10 | Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ [ἀποδιδόναι] τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην. |
| 3.11 | Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν. |
| 3.12 | Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*) |
| 3.13 | Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα. |
| 3.14 | Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβῶν μεγά- λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβῶν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι- βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἴνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά- μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἵλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον. |
| 3.15 | Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὐτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη. |
| 3.16 | Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προσ εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ- λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακας τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν. |
| 4.1 | Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γά- λαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ- θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι- φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας. |
| 4.2 | Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῖσα θερμῷ λούεταιʹ. |
| 4.3 | Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βρο- τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ- πων Ἀλεξάνδρους καλεῖν. |
| 4.4 | Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλα- γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν. |
| 4.5 | Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάν- δρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ- ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται᾿. τοῦτο τὸ κή- ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν. |
| 4.6 | Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατη- γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ- τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη- νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη- σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ- δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά- τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος. |
| 4.7 | Δημήτριος χρήματα οὐκ ἔχων διπλασίους συνέλεξε στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθο- φορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, ὅτι᾿, ἔφη, ῾βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσου- σιν ἄλλοι, [ἄλλοι] καὶ στεφάνους πέμψουσι τὸ πλῆθος τῶν στρατιωτῶν δεδιότες ἤδη᾿. |
| 4.8 | Εὐμένης ὑπὸ Γαλατῶν ἐδιώκετο τοῦ· σώματος ἀρρώστως ἔχων, κομιζόμενος ἐν φορείῳ. βραδεῖαν δὲ τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδῶν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομί- ζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν. |
| 4.9 | Σέλευκος Ἀντιγόνῳ παρετάσσετο. ἦν ἴση τῆς μάχης ἡ κρίσις. ἐπεὶ δὲ νὺξ προσῄει, ἔδοξεν ἀμφοῖν ἐς τὴν ὑστεραίαν ὑπερβαλέσθαι. οἱ μὲν Ἀντιγόνου στρατοπεδεύουσιν ἀφοπλισάμενοι· Σέλευκος δὲ προσ- έταξε τοῖς αὐτοῦ στρατιώταις ἐνόπλοις δειπνῆσαι καὶ κοιμηθῆναι τὸ σχῆμα τῆς τάξεως φυλάσσοντας. ὄρθρος ἦν βαθύς. οἱ μὲν Σελεύκειοι προσῆλθον ὡπλισμένοι καὶ συντεταγμένοι· οἱ δὲ Ἀντιγόνειοι καταληφθέντες ἄοπλοι καὶ ἀσύντακτοι ταχέως τοῖς πολεμίοις τὸ νῖκος ἔδωκαν. |
| 4.10 | Περδίκκας Ἰλλυριῶν καὶ Μακεδόνων πολεμούντων, ἐπειδὴ πολλοὶ Μακεδόνες ἡλίσκοντο ζωγρείᾳ, καὶ οἱ λοιποὶ λύτρων ἐλπίδι πρὸς τὰς μάχας ἦσαν ἀτολμό- τεροι, ἐπεκηρυκεύσατο περὶ λύτρων ἐντειλάμενος τῷ κήρυκι ἐπανελθόντι ἀγγεῖλαι, ὡς ἄρα λύτρα Ἰλλυριοὶ μὴ προσίοιντο, ἀλλὰ ψηφίσαιντο τοὺς αἰχμαλώτους κτιν- νύειν. οἱ δὴ Μακεδόνες ἀπογνόντες τῆς διὰ τῶν λύτρων σωτηρίας εὐτολμότεροι πρὸς τὰς μάχας ἐγέ- νοντο, ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι. |
| 4.11 | Κάσσανδρος ὁμοῦ μὲν ἐπολιόρκει Σαλαμῖνα, ὁμοῦ δὲ καὶ Ἀθηναίοις ἐναυμάχησε. νικήσας τῇ ναυμαχίᾳ, ὅσους μετʼ Ἀθηναίων εἷλε Σαλαμινίους ἄνευ λύτρων ἀφῆκε· πυθόμενοι δὲ οἱ τὴν Σαλαμῖνα οἰκοῦντες προσ- εχώρησαν Κασσάνδρῳ πιστεύσαντες αὐτοῦ τῇ φιλαν- θρωπίᾳ. |
| 4.12 | Λυσίμαχος, Αὐταριατῶν τὰς ἀποσκευὰς ἀπολεσάν. των ἐν τῇ πρὸς Δημήτριον μάχῃ περὶ Λάμψακον, φοβηθεὶς, μή τι νεωτερίσωσιν οἱ βάρβαροι πάντα ὅσα εἶχον ἀπολέσαντες, προαγαγὼν αὐτοὺς ἔξω τοῦ χάρα- κος ὡς ἐπὶ σιτομετρίαν, σύνθημα δοὺς ἀπέκτεινεν ἅπαντας. ἦσαν ἄνδρες πεντακισχίλιοι. |
| 4.13 | Κρατερὸς Τυρίωυ ἐπιθεμένων τοῖς ἐργαζομένοις τὸ χῶμα Μακεδόσι τροπῆς αὐτῶν γενομένης ὑποχωρεῖν παρήγγειλεν. ἐπεὶ δὲ οἱ Τύριοι σφοδρῶς ἐπὶ μακρὸν διώξαντες ἔκαμον, ἐσήμηνεν ἀναστρέψαντας ἐμβαλεῖν τοῖς Τυρίοις. αὐτίκα δὴ οἱ μὲν διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. |
| 4.14 | Πολυσπέρχων, τὰ ὅρια φυλασσόντων Πελοποννη- σίων, τοὺς αὐτοῦ στρατιώτας προὔτρεψε πρὸς τὸν κίν- δυνον. πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ τρίβωνα διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβών ἔφη πρὸς αὐτούς· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες.᾿ ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβών· οἱ δὲ μέλ- λοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες. ἀκού- σαντες οἱ στρατιῶται ἡξίωσαν μηκέτι μέλλειν, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην. |
| 4.15 | Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ, ἣν ἐφύλασσε Δίων Πτολεμαίου στρατηγὸς, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περσικὴν ἑορτὴν θαλιάζειν προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν εὐωχίας παρασκευήν. ἐφʼ ἡ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυ- λακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντι- σχεῖν Ἀντιόχῳ παρόντι. |
| 4.16 | Ἀντίοχος ἐπολιόρκει Κύψελα, Θρᾷτταν πόλιν, ἔχων σὺν αὐτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμο- φύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετʼ Ἀντιόχου στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσ- ἐθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι. |
| 4.17 | Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν εἰς τὴν Μέσην τῶν ποταμῶν, ὅθεν καὶ τοὺς μὲν Ἀρ- μενίων ὅρους διελθόντα φίλος ὥν Ἀρσάμης ὑπεδέξατο. στρατηγοὶ Σελεύκου Ἀχαιὸς καὶ Ἀνδρόμαχος μετὰ πολλῆς δυνάμεως ἐδίωκον. πολλὴ μὲν αὐτῶν ἐγένετο ἡ παράταξις. τέλος [δὲ] τρωθεὶς Ἀντίοχος ὑποφεύγει ἐς τὴν ὑπερκειμένην ὑπώρειαν τῆς στρατιᾶς ἐν ὁμαλεῖ στρατοπεδευούσης ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους· φήμην διέδωκεν, ὡς Ἀντίοχος ἐν τῇ μάχῃ πεπτώκοι. τῆς δὲ στρατιᾶς οὐκ ὀλίγον μέρος νύκτωρ ἐκέλευσε καταλαβέ- σθαι τὰς ὑπωρείας. μεθʼ ἡμέραν πρεσβευτὰς ἔπεμψαν οἱ Ἀντιόχου στρατιῶται, Φλέταιρον ἡγεμόνα Κρῆτα, Διονύσιον Αυσιμαχέα, ὑπόσπονδον Ἀντιόχου τὸ σῶμα αἰτούμενοι καὶ σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα παραδιδόντες. Ἀνδρόμαχος οὐδέπω μὲν ἔφη τὸ Ἀντιόχου σῶμα εὑρῆ- σθαι, ζητεῖσθαι δὲ πεπτωκὸς [ἢ] εἴσω ἐν τοῖς δεσμίοις πέμψειν δὲ τοὺς παραληψομένους τά τε ὅπλα καὶ τοὺς στρατιώτας. ἧκον ἄνδρες τετρακισχίλιοι οὐ πρὸς μάχην ἐσκευασμένοι, ἀλλὰ πρὸς παράληψιν αἰχμαλώτων ἐσταλ- μένοι. ἐπεὶ δὲ ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους ἐγένοντο, οἱ τὰς ὑπωρείας προκαταλαβόντες ἄνωθεν ἐπιχυθέντες πολὺν αὐτῶν φόνον εἰργάσαντο. Ἀντίοχος δὲ σχῆμα τὸ βασίλειον ἀναλαωών ἐπεφάνη δείξας αὐτὸν καὶ ζῶντα καὶ νικῶντα. |
| 4.18 | Φίλιππος Ῥοδίων πόλιν ἐν τῇ Περαίᾳ Πρινασσὸν ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρη- σεν ὑπορύττειν. πέτρας δὲ στερεωτάτης ἐν τῇ διώ- ρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδα- μῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθʼ ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν· τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι. νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνα- κομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πόλις χοῦς ἐγήγερτο σωρηδὸν, μεθʼ ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται. οὗτος ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὐτῶν ἄνοιαν κατωδύραντο. |
| 4.19 | Πτολεμαῖος, Περδίκκου κατὰ Μέμφιν διαβαίνον- τος τὸν ποταμὸν καὶ ἤδη συχνῶν διαβεβηκότων, σὑν- αγαγῶν ἐκ τῆς χώρας αἰπόλια, συφόρβια, βουκόλια πλεῖστα ὅσα, προσέταξεν ἑκάστου ζώου φρυγάνων φορτία ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείροι πλεῖστον. τὰ μὲν δὴ ὑπὸ τῶν νομέων, πρὸς δὲ τούτοις καὶ ἰππέων ἐλαυνόμενα κονιορτὸν ἀνέστησε μέγιστον· αὐτὸς δὲ ἀναλαβάών τῶν ἱππέων τοὺς λοιποὺς τοῖς πολεμίοις προσῆγεν. οἱ δὲ ἀπὸ τοῦ κονιορτοῦ πολὺ πλῆθος ἐπιέναι νομίσαντες αὐτίκα ἔφυγον· καὶ οἱ πλεῖ- στοι μὲν ἐν τῷ ποταμῷ διεφθάρησαν, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν. |
| 4.20 | Ἄτταλος, Γαλάταις μεγάλην δύναμιν ἔχουσι τάττεσθαι μέλλων, ὁρῶν τοὺς στρατιώτας καταπεπλη- γότας, εὐθύμους ποιῆσαι βουλόμενος πρὸς τὸν κίνδυνον τῆς μάχης, ἱερεῖα παρεσκεύασε, Σουδίνου Χαλδαίου μάντεως θυσίαν βραβεύοντος. ὁ μὲν εὐξάμενος καὶ σπείσας ἀνέτεμε τὸ ἱερεῖον· ὁ δὲ βασιλεὺς κηκίδα τρίψας ἐπέγραψεν ἐπὶ τὴν χεῖρα τὴν δεξιὰν ῾ βασιλέως νίκηʼ ποιησάμενος τὴν ἐπιγραφὴν οὐκ ἀπὸ τῶν ἀρι- στερῶν ἐπὶ δεξιὰ, ἀλλʼ ἔμπαλιν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ τῶν σπλάγχνων ἐξαιρουμένων ὑπέσχε τὴν χεῖρα, τῆς κηκίδος εἰς θερμὸν καὶ ἀραιὸν λοβὸν ἀπομαξάμενος τὴν ἐπιγραφήν. ὁ μάντις ἐπεξιών τοὺς λοβοὺς καὶ τὴν χολὴν, πύλας τε δὴ καὶ τράπεζαν καὶ ὅσα ἄλλα σημεῖα κατανοῶν ἀνέστρεψε τὸν λοβὸν τὸν ἔχοντα τὴν ἐπιγραφὴν, διʼ ἦς ἐδηλοῦτο βασιλέως νίκη. αὐτός τε οὖν ὑπερχαρὴς ἐγένετο καὶ τῷ πλήθει τῶν στρατιωτῶν ἔδειξε τὸ σημεῖον· οἴ δὲ ἐλθόντες καὶ ἀναγνόντες θάρσους ἐνεπλήσθησαν καὶ πάντες ἀνε- βόησαν κελεύοντες ἄγειν ἐπὶ τοὺς βαρβάρους καὶ προ- θύμως ἀγωνισάμενοι τοὺς Γαλάτας ἐνίκησαν. |
| 4.21 | Περσεὺς Ρωμαίων ἐλέφαντας ἀγόντων τοὺς μὲν ἐκ Λιβύης, τοὺς δὲ Ἰνδοὺς παρὰ Ἀντιόχου Συρίας βασιλέως, ἵνα μὴ καινὸν καὶ φοβερὸν τοῖς ἵπποις τὸ θηρίον φανείη, προσέταξε τοῖς χειροτέχναις εἴδωλα ξύλινα κατασκευάζειν ἐλεφάντων ἰδέαν καὶ χρόαν ἔχοντα. ἐπεὶ δὲ ἡ κλαγγὴ τοῦ θηρίου μάλιστα δεινὴ, προσ- έταξεν εἰς τὸ ξύλινον εἴδωλον ἐμβαίνειν ἄνδρα αὐλὸν ἔχοντα, ὃς διὰ τοῦ στόματος τὸν αὐλὸν ἰθύνων ὀξὺν καὶ ἀπηνῆ φθόγγον προΐηται. οὕτως ἔμαθον οἱ Μακε- δόνων ἵπποι καταφρονεῖν τῆς ἐλεφάντων κλαγγῆς καὶ ὄψεως. |
| 5.1 | Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατα- σκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἄν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἄν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυ- ητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελω- νικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα ὅς ἄν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον᾿. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ οὐκοῦν᾿, ἔφη, συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολινʼ. συνε- χωώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέ- μενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναι- κῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκρα- γαντίνων πόλεως. |
| 5.2 | Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μι- σθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάν- τες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβών καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶοον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεον- τίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν. |
| 5.3 | Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πο- λεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόν- τας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν δειπνήσαν- τες ἐξεμέσωμεν τοὺς ὅρδους᾿. |
| 5.4 | Ἱππρῖνος ἐν Λεοντίνοις ὤν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν. |
| 5.5 | Θεοκλῆς Χαλκιδέας τοὺς ἀπʼ Εὐβοίας ἀγαγών τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἱ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο], αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο- λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα- ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με- γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν. |
| 5.6 | Ἰπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπου- δακώς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύ- της ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄν- δρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοὔ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελά- βετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέ- λευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας. |
| 5.7 | Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ- χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν- των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού- σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰαλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρʼ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ῾ παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμενʼ· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους. |
| 5.8 | Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη- δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφʼ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο. |
| 5.9 | Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπʼ αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὐτοῦ νεῶν καθαιρεῖ τὰ ἱστια, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναν- τίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης. |
| 5.10 | Ἰμίλκων Καρχηδόνιος εἰδώς τῶν Λιβύων τὸ φίλ- οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὥν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται. |
| 5.11 | Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ- φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή- ατα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού- τῶν πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν- δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ- σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω- καν εἰς τιμωρίαν καθʼ ὅν ἂν βούληται τρόπον. Γέσκων δὲ παραλβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή- θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι- ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν ῾οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν᾿. τοι- γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν. |
| 5.12 | Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παρα- ταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα- τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρʼ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων καὶ μὴν μᾶλλονʼ, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἰσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.᾿ ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο. |
| 5.13 | Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συν- αγαγν ἐγγὺς αὐτῶν παρέπλει, ἴνα, ἥν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο- λαμβάνοι μέσην αὐτοῦ καὶ τῶν ὁλκάδων. |
| 5.14 | Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγα- τρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμών ἐφί- λησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φέρον- τῶν καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ῾ ἢν τοὺς φιλοῦντας᾿, ἔφη, κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;᾿ Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπʼ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ- σθαι αὐτοῖς βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν- τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό- τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανί- σκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρʼ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης. |
| 5.15 | Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράτ- των διετέλει καὶ πολλοὺς Σικελιώτας κατʼ αὐτοῦ συνί- στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε- σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἐλῶν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλʼ ἑκών αὐτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ἐγώ τοι᾿, ἔφη, καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλωνʼ. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με- γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἄν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;ʼ τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει- διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί- δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά- μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους. |
| 5.16 | Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον ἐς Θήβας. οἱ πολέμιοι τὸν Θιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα- θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ- τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμών ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον. |
| 5.17 | Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συν- τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη- γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἱ κτενοῦσιν Ηρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν λισσὸν, οὐ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα- τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ- πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ- κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἴ πάντας αὐτοὺς εἰσελθόντας ἔφόνευσαν. |
| 5.18 | Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ροδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερός γενόμενος τοῖς ἐπιπλέουσι μετέ- στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχών βραχὺν ἀνε- χῶώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανήεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπέ- πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο- δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσῶν ἐνίκησεν. |
| 5.19 | Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα- ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβών εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνήιον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει- ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ- τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι. |
| 5.20 | Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρα- τιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι- κήσαντες κατέσχον τὴν Σαλαμῖνα. |
| 5.21 | Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἡ μὴν μαχέσασθαι, μέχρις ἄν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τόν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας. |
| 5.22 | Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά- λόγον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας. |
| 5.23 | Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορ- κουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευ- ούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ. δεξά- μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά- στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ- αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη- ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας. |
| 5.24 | Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τήν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβών ἔδειξε τοῖς στρατιώταις, οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι. |
| 5.25 | Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆ- θος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν. |
| 5.26 | Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἢδη δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττεκηρύτ- τειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὐτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον. |
| 5.27 | Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ- ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο. |
| 5.28 | Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρα- τιῶώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιά- ζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατʼ ἄκρον τι χωρίον, ἀφʼ οὐ μάλιστα ἔμελλον ὀφθή- σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο- λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ῾ ὑμεῖς δὲ᾿ , ἔφη, τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἥν αὐτοῖς δεδώκατε.ʼ |
| 5.29 | Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν Τῄ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφʼ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον. |
| 5.30 | Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προίεσθαι προεῖπεν ῾ Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνῶν τα οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι᾿. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν. |
| 5.31 | Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών. |
| 5.32 | Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ- στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ἥλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλῶν ἐνίκησε. |
| 5.33 | Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν. |
| 5.34 | Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο- λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὐτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εἰρωστοτάτους ἐρέτας ἔπλει παρʼ αὐτὰς τὰς πρῴρας τῶν πολεμίων τριήρων ὡς φίλος ὥν αὐταῖς. προελθὼν ἐπ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὥν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν. |
| 5.35 | Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρʼ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δʼ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ- κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ- χος ἐκράτησεν. |
| 5.36 | Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δʼ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα- δυομένην εὐθὺς ὥρμησε φεύγειν. |
| 5.37 | Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν- δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ- πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα- βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα- κουσίων. |
| 5.38 | Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθʼ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας. |
| 5.39 | Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν. |
| 5.40 | Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἕχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ- τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεώς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε- λυτρῶώσατο. |
| 5.41 | Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβών, μετ- εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὐτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν. |
| 5.42 | Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη. |
| 5.43 | Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾿ ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας, |
| 5.44 | Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ- ραννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό- νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο. |
| 5.45 | Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο- λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ- μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα. |
| 5.46 | Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ἐμοὶ πρὸς τού- τους᾿, ἔφη, γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους᾿· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων. |
| 5.47 | Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν. |
| 5.48 | Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχίνου τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τῇ σφενδόνῃ [δια- κινδυνεύοντος]. |
| 6.1 | Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ- τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλῶν ἀδο- κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών- των μήτε τῶν νικωμένων. |
| 6.2 | Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα- γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ- πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσών ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους. |
| 6.3 | Ἀθηνοκλῆς πολιορκούμενος πρὸς τοὺς κριοὺς καὶ τὰ τρύπανα δοκοὺς μολίβδου ποιήσας πλαγίας παρέ- τεινεν ἐπὶ τὰς ἐπάλξεις, αἷς ἐμπιπτούσαις τῶν πολεμίων τὰ μηχανήματα συνετρίβετο. οἱ δὲ ἐτεχνάσαντο ἄλλο μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέ- σειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλ- κείοις προωθοῦντες κατέχεον, ὑφʼ οὐ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέν- νυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος — ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται — καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπι- θέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον. |
| 6.4 | Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρα- τηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώ- τοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους παριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενον ἐπηνωρθοῦτο. |
| 6.5 | Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχον- τος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπʼ αὐτοῦ Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ἦν δὲ ἄρα τὸ στρατήγημα τοιόνδε. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ἦν Διοκλῆς τῶν φρουρούντων Ἀκροκόρινθον. οἱ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἧκον ἐς Σικυῶνα πρὸς Αἰσίαν τραπε- ζίτην, καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον. εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπε- ζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπε- σόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ διʼ αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπι- σχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν υύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη. τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρ- τερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μα- χομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο. |
| 6.6 | Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ- μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα- λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας. |
| 6.7 | Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὐτὸν ἐς πᾶσαν τι- μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό- δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά- λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν. |
| 6.8 | Αῖγυπτος |ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης ἐφήδρευον· ὁ δὲ ἐκ τῆς νεὼς ἐκπέμπει τινὰ φράσας, ῾τὸν κυβερνήτην ζητήσας [καὶ] Αἴγυπτον ἄγε· ἤδη γὰρ ἀνάγεσθαι χρή.᾿ τοῦτʼ ἀκούσαντες οἱ παραφυλάσ- σοντες Μιλήσιοι, τῆς νεὼς ἀποχωρήσαντες ἐζήτουν Αἴγυπτον ἀνὰ τὴν πόλιν· ὁ δὲ ἀφικομένου τοῦ κυβερ- νήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως. |
| 6.9 | Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο- μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν. |
| 6.10 | Ἀλέξανδρος φρούραρχος τῶν περὶ τὴν Αἰολίδα χωρίων, μισθωσάμενος τῶν ἀπʼ Ἰωνίας τοὺς ἀρίστους ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέ- δραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας καὶ τοὺς βαρβάρους, μεθʼ ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβῶν αὐτοῖς παισὶ καὶ γυ- ναιξὶ, λύτρα μεγάλα λαβῶν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη. |
| 6.11 | Ἀριστείδης Ἐλεάτης Διονυσίῳ πολιορκοῦντι Καυ- λωνίαν ἐπέπλει μετὰ δώδεκα τριήρων. ὁ δὲ συνιδὼν ἐπανήχθη πέντε καὶ δέκα ναῦς πληρώσας. Ἀριστείδης ὑποστρέψας ὑποχωρεῖ καὶ νυκτός γενομένης ἐκέλευσεν ἆραι τοὺς λαμπτῆρας, οἷς αἱ τοῦ Διονυσίου νῆες εἴποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμο- σμένους κάκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανω- μένων. |
| 6.12 | Ἀλέξανδρος Λυσιμάχου καὶ Ἀμήστριδος υἱὸς εἰς Κοτιάειον τῆς Φρυγίας βουλόμενος ἐλθεῖν καὶ λαθεῖν τοὺς μὲν ἀκολουθοῦντας νυκτὸς ἔκρυψεν εἴς τι κοῖλον χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο, γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκεί- μενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον. |
| 6.13 | Ἀμφικτύονες Κίρραν ἐπολιόρκουν καὶ δὴ κρυπτὸν ὑπόνομον εὗρον ἄγοντα ναματιαῖον ὕδωρ πολύ· καὶ τῇ Εὐρυλόχου γνώμῃ συλλέξαντες Ἀντικύραθεν πολὺ πλῆθος ἑλλεβόρου κατέμιξαν τῷ ὕδατι. Κιρραῖοι πιόν- τες διαφθείρονται τὰς γαστέρας καὶ πάντες ἐκλυθέντες ἔκειντο· Ἀμφικτύονες ἀπονητὶ τὴν πόλιν ἔλαβον κει- μένων τῶν πολεμίων. |
| 6.14 | Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα ἐν κύκλῳ τοῦ τείχους ἐξ- ελεῖν· τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκό- λως καταφέροιτο. |
| 6.15 | Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολε- μίους ἐπὶ τῷ δοῦναι τὰ ἡμίση τῶν ὅπλων αὐτοῖς· καὶ διατεμόντες τὰ ὅπλα ἐκέλευον τούτους τὰ ἡμίση λαμ- βάνειν. |
| 6.16 | Καρχηδόνιοι κατακλεισθέντες ἐς χωρίον ἄνυδρον ὑπὸ Διονυσίου περὶ συμβάσεως ἐπεκηρυκεύσαντο, ὁ δὲ ἐκέλευσεν αὐτοὺς ἀποστῆναι πάσης Σικελίας τὴν δαπάνην ἀποδόντας, ἣν ἐν τῷ τελευταίῳ πολέμῳ πε- ποίηται. οἱ πρόβουλοι τῶν Καρχηδονίων ὡμολόγουν ταῦτα ποιήσειν· οὐ μὴν εἶναι σφᾶς αὐτοὺς κυρίους ἄνευ τοῦ ναυάρχου δοῦναι βέβαιον ἀπόκρισιν. ἠξίουν δὴ μεταστρατοπεδεῦσαι πρὸς ἐκεῖνον. Διονύσιος μὲν ἐπέτρεψεν καίπερ ἀντιλέγοντος Λεπτίνου, Καρχηδόνιοι δὲ μεταστρατοπεδεύσαντες Διονυσίῳ τοὺς κήρυκας ἀπράκτους ἀνέπεμψαν. |
| 6.17 | Ἀμπρακιώτας Ῥωμαῖοι πολιορκοῦντες , ἐπειδὴ πολλοὶ μὲν αὐτῶν ἐτιτρώσκοντο, πολλοὶ δὲ διεφθεί- ροντο, σύριγγα στενὴν υπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπʼ ἄκρῳ τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ρωμαίων τούτοις ἐντυγχανόντων ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πλη- ρώσαντες πτίλων λεπτῶν , πῦρ ὀλίγον ἐμβαλόντες, πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμό- σαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολ- λοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν. |
| 6.18 | Φωκεῖς ἐς τὸν Παρνασὸν κατακλεισθέντες ὑπὸ Θετταλῶν, γυψώσαντες αὐτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι. |
| 6.19 | Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους. ἐπεὶ δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμ- ψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν. |
| 6.20 | Ἀθηναῖοι στρατεύουσιν ἐπὶ Κερκυραίους φυγάδας καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ τὰ| ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθη- ναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυ- θεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέ- δωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν. |
| 6.21 | Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημά- των, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν. |
| 6.22 | Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες. |
| 6.23 | Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μα- θόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριή- ρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν. |
| 6.24 | Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦν- τες συνέθεντο, ἡνίκʼ ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δʼ ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. ἐπειδή ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανούς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν- δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετʼ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον- τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα- ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον. |
| 6.25 | Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη- σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο. |
| 6.27 | Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθ- ώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παραφυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν, ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθη- ναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ὥρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς· ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώ- ματα τῶν Λακωνικῶν νεῶν ἀντικαθιστάμενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνε- τριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων. |
| 6.36 | Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως ὑποπτεύ- σαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολι- τευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπι- λαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μέχρι τῆς ἐκκλησίας κἀκεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδί- ζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν. |
| 6.38 | Ὅτι Ἀννίβας ἐν πολέμῳ φονευθέντα † Φλαῦον, ἐπειδὴ τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζε- σθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσέν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο. |
| 6.41 | Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος τοῦτον αἰσθόμενος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέσθαι τὸ παρὰ Συρα- κούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγα- θολεῖ τοῦτο προεμήνυσεν, ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν νυκτὸς, πάλιν συντόνως ἐπανελ- θεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμπιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυγῆς καὶ θορύβου προσπεσών ἐφόνευσε τῶν Ἀγα- θοκλείων στρατιωτῶν ἑπτακισχιλίους. |
| 6.45 | Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε- βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν. |
| 6.46 | Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυ- νία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γί- γνοιντο. |
| 6.47 | Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πο- λιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν. |
| 6.48 | Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ- μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις. |
| 6.49 | Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά- νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι- λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβῶν, φρου- ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ- πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω- τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν. |
| 6.50 | Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε- σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο. |
| 6.51 | Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο- ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως Ἀθηνᾷ μεγα- λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν. |
| 6.52 | Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα Ἁὐτόλυκος ἔκλεψενʼ. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθʼ ἡμέραν τοῖς γείτοσι γεωρ- γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ- τολύκου κλοπήν. |
| 6.53 | Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό- μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε· τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον, κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν. οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητʼ ἀπὸ Τροίης Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τʼ ἀρούρῃ κρύψητʼ εὐαγέως· τότε δʼ ἂν τότε κῦδος ἄροισθε. ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ- μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν. |
| 6.54 | Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη. |
| 7.1 | Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι- όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἵσον ἔχειν αὐτοὺς ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπʼ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθʼ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα διʼ αὐτοὺς παθῶν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν᾿ Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο. |
| 7.2 | Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο. |
| 7.3 | Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ της βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρʼ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται. |
| 7.4 | Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα τιμωμένων παρʼ αὐτοῖς, ἵνʼ οὕτω προθυμότερον κιν- δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό- τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες. |
| 7.5 | Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετʼ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν. |
| 7.6 | Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπʼ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον προς αὐτοὺς ἄλλης δεηθῆναι μάχης. |
| 7.7 | Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν. |
| 7.8 | Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι- κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον- δὰς πρὸς Κροῖσον ἐποιήσατο. |
| 7.9 | Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ- τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν. |
| 7.10 | Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· ‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο. |
| 7.11 | Δαρεῖος παρετάσσετο Σκύθαις. λαγῶς διήιξε παρὰ τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο. |
| 7.12 | Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Αμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, ἐφʼ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.ʼ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξενʼ εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ- δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;᾿ ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγωʼ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.᾿ ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δʼ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ — ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου — ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσαώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε- φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο. |
| 7.13 | Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿ |
| 7.14 | Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε ‘Τηρίβαζον Κύπρου σατράπην ἄγε μοι δεδεμένονʼ. Ὀρόντης, ἐδε- δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος. |
| 7.15 | Ξέρξης ἐπὶ τὴν Ελλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ελλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν. |
| 7.16 | Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέ· πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς Φρυγίας καλεῖ Τισα- φέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικό- μενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμ- μένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτε- μὺν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης. |
| 7.17 | Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδώς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπη- κόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκατα- φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους. |
| 7.18 | Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα- θισάμενος τὰς παλλακίδας τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας. |
| 7.19 | Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγρα- ψεν· οἱ δὲ ἀπὸ τῆς Ασίας αὐτὸν ἀνεκαλέσαντο σκυτά- λην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνά- βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ- σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθʼ αὑτοῦ γράμματα κομίσαντα. |
| 7.20 | Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφʼ αὐτὸν Ἑλλή- νων τοῖς ἐν Ἰωνίᾳ κατʼ αὐτοῦ γραφόντων βουλόμε- νος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπʼ Ἰωνίας. τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσ- ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο- λάς, ἐν αἷς τοὺς κατʼ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὅν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν. |
| 7.21 | Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι- σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.᾿ ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὑδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο- μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- θμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες. |
| 7.22 | Θρᾴκια ἔθνη Κεβρήνιοικαὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ίερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρ- χουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλί- νας ἤγειρε συνθεὶς ἄλλας ἐπʼ ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ- ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν. |
| 7.23 | Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν. |
| 7.24 | Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν. |
| 7.25 | Δρομιχαίτης ξρᾳκῶν βασιλεῖς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα. |
| 7.26 | Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο ὑπʼ Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο- κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι- στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος ἐπιτηδείων καὶ συμμάχων. |
| 7.27 | Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν. |
| 7.28 | Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες. |
| 7.29 | Μιθριδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖνε ἢ ἄγε᾿. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χρίω τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν. |
| 7.30 | Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν. |
| 7.31 | Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ post χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν. |
| 7.32 | Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- post μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο. |
| 7.33 | Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ- θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν. |
| 7.34 | Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθʼ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφʼ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφʼ ἧς ὤμοσαν. |
| 7.35 | Bρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς᾿ , εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομενʼ. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα. |
| 7.36 | Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιε- ζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ- ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα- σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν. |
| 7.37 | Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο- λεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος. |
| 7.38 | Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ- ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους διʼ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετʼ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν. |
| 7.39 | Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ διʼ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δʼ ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην ῾Ράνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν. |
| 7.40 | Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο. |
| 7.41 | Σουρήνας Παρθυαίων ἡγούμενος Κράσσον μετὰ πολλῆς ἥττης ἀναχωροῦντα καὶ διὰ τῶν ὀρειοτέρων ὁδεύειν πειρώμενον, τὴν ἐξ ἀπονοίας μάχην φοβούμενος ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα συντίθεταί σοι φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν᾿. Κράσσος δόλον ὑφ- ορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε. Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφʼ οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον , ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων. Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτά- ουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρ- θυαίων Υρώδην. ἔτυχε δὲ βασιλεὺς κατʼ ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ἦδεν ἐκεῖνα τὰ μέλη φέρομεν ἐξ ὄρεος [ἕλικα] νεότομον ἐπὶ μέλαθρον, μακάριον θήραν. οἱ δὲ τὴν τοῦ Κράσσου κεφαλὴν κομίζοντες τῷ βασιλεῖ προσήνεγκαν. ἐπὶ τούτῳ μεγάλη βοὴ καὶ πολὺς κρότος ἐγένετο, ὥστε ὁ μὲν Ἐξάθρης ἀναπηδήσας ἔφη ἐμοὶ ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ᾿. βασιλεὺς (μὲν) ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν. |
| 7.42 | Κελτοὶ στρατεύουσιν ἐπὶ Αὐταριάτας καὶ ἦν πό- λεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ κατα- λιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδι- δράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες [ἔκειντο]. Κελτοὶ δὲ ἐπελθόντες κειμένους φονεύουσιν. |
| 7.43 | Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κω- παΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυ- γόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρ- ροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ- λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιω- μένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρί- ναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι. |
| 7.44 | Σκύθαι Τριβαλλοῖς παρατάσσεσθαι μέλλοντες παρ- ήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπι- φανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνον- τας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες. |
| 7.45 | Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς ἄλλους Ἴωνας. |
| 7.46 | Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλον- τες τάς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν. |
| 7.47 | Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πρι- άμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατε- λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσ- ηγόρευσαν. |
| 7.48 | Ἀννίβας ἐν Ἰθηρία πόλιν μεγάλην Σαλματίδα ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ- γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο- διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ- ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ- θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ- βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ- δωκε διʼ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα. |
| 7.49 | Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπʼ Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέ- σαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ- εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περι- καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι- κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ- κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ- ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν. |
| 7.50 | Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλε- μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή- σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν. |
| 8.1 | Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτεροςἈμοίλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο, τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθε- νεύεσθαι. |
| 8.2 | Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουίας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδώς τὰ δρῶώμενα πρὸς τοὺς πολίτας ἔφη πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζῶώμεθαʹ. οἱ μέν ὧπλίζοντο καὶ ἠθροί- ζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν. |
| 8.3 | Ῥωμύλος Ρωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκή- ρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημο- τελῆ Ποσειδῶνος πίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλʼ ἐς γάμον. οὐτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιίας ἐγένετο. |
| 8.4 | Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλό- μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτῶώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῖν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου- μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὐτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Ἀάκωνας. |
| 8.5 | Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδη- ναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχωώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμών γγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε- βόησεμέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντοςʹ. τοῦτʼ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ- μησαν ὑπʼ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες. |
| 8.6 | Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ δυνάμενος ἑλεῖν, τὸν νεῶώτατον τῶν παίδων Σέξστον πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέ- πετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἥρετο, τί δρᾶν κελεύοι· Ταρκυίνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον φράζε μου τῷ παιδὶ ταὐτὸ πράττεινʹ. ὁ μὲν ἥγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρη- μίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις. |
| 8.7 | Κάμιλλος αλερίοις ἐπολέμει. τῶν αλερίων παί δων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς εξω τείχους ὡς γυμνασομένους παρέδωκεʼΡωμαίοις, άμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν ὀπίσω τῶ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. αλέριοι τὸν μὲν διδάσκαλον αίκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέ- βειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο. |
| 8.8 | Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Γυρρηνῶν βασι- λεὺς ἦν Πορσίνας, Ρωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολε- μικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆταʼ ἔχων Γυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν ΠΙορσίναν οὐκ εἰδῶώς ὅστις ἦν, ὃν ῴήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμο- λόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχού- σης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρε- τὴν ὑπερεθαύμαζε, Μούκιος μηδαμῶςʼ ἔφη θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσ- σοντες τῆς σῆς ἀναιρέσεωςʹ. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο. |
| 8.9 | Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιω- τῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλ- βῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἄμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας. |
| 8.10 | Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν ταλίαν ἐμβαλόντων, ἀγρίων ἀνθρῶώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριῶώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκῶώλυσε τοὺς στρα- τιώτας τοῦ χάρακος προιόντας ἐμβάλλειν, πόρρωθεν [δʼ] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εῖθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκά- λουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβα- λόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον. |
| 8.11 | Μάρκελλος Συρακούσα πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσῶώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σθταρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλῶών αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμε- λῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας άρκελλος, Συρακουσίων ἑορ- τὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλνν. οἱ μὲν στρατιῶται γενναίως ἀγω- νισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρη- μάτων ώφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν. |
| 8.12 | Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφι- κόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπα- γορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἀλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλή- του παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγ- καις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγ- γειλεν αὐτοῖς τό τε αὐτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν. |
| 8.13 | Γάϊος παράγγελμα ἔδωκε τοῖς ἐν τῷ στρατοπέδῳ μένειν ἐπὶ τῶν ὅπλων. ἐπεὶ δὲ ὥρᾳ θέρους υἱὸς αὐτοῦ τὸν ἵππον διψῶντα ἤγαγεν ἐπὶ ποταμὸν παραρ- ρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλ- ματος. |
| 8.14 | Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρα- τασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέ- δειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ οὐκ ἐρρωμένως ἐχόντων ὁρᾷςʼ ἔφη ὡς οὐ καλὸν συμ- βαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλʼ ἕπεσθαι τὰς ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα᾿. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος ἀνηγορεύθη· τοῦτο δʼ ἂν εἴη Μέγιστος. |
| 8.15 | Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῶ· οἱ δὲ νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρ- όντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φά- βιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς. |
| 8.16 | Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὐτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμ- βαλὼν ῥᾳδίως ἐκράτησεν. |
| 8.17 | Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἱβήρων· ἐκ δὲ τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπαν- ῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα κατασκάψατε τὰ τείχη σήμερονʼ. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ. |
| 8.18 | Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπι- τάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβά- ρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο. |
| 8.19 | Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράτ- τετο δύο πόλεις, Επίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὐτοῦ κατασκευάσας καθεύδοντος ἐν τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον. |
| 8.20 | Γάϊος περὶ τὴν Τυνδαρίδα Καρχηδονίων ἐφορ- μούντων ὀγδοήκοντα ναυσὶν, αὐτὸς ἔχων διακοσίας τριήρεις, ἐπειδὴ οἱ πολέμιοι διὰ τὸ πλῆθος τῶν νεῶν οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμε- νος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέ- πλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρή- σαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν. |
| 8.21 | Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαι- τούντων ἐὰν ὁ δῆμος ἅπαςʼ ἔφη αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφί- σματι᾿ . οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ ση- μανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπό- στασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπʼ ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὐτοὺς καθῆκαν ἢ διʼ ὑπονόμων ἔλαθον ἐκπεσόντες. |
| 8.22 | Σερτώριος, ἐν᾿ Ἰβηρίᾳ νεβρὸν ἐλάφου λευκῆς παρὰ κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν. επεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν Ἀρτέμιδος, καὶ ἡ θεὸς διʼ αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀπο- κρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας, αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο, καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν ἔχοντι. |
| 8.23 | Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ἤτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπι- κράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρη- μάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα. |
| 8.24 | Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνήρει πάντας, ἀλλʼ ἐδεκάτευεν. |
| 8.25 | Ῥωμαῖοι Κελτῶν τὴν Ρώμην λαβόντων συνθήκας πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνε- ῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συν- θήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν. |
| 8.26 | Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· ἐμὲ γυναῖκα μὲν ἡ φύσις ἐποίησεν, ἐγῶ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγῶ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγῶ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποτα- μοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.᾿ |
| 8.27 | Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων ἔθνος ὑπήκοον ἀφέστηκεν᾿ . ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρα- τήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολε- μήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικη σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην. |
| 8.28 | Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- εποιήσατο δεδοικέναι τοὺς πολεμίους, ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν. |
| 8.29 | Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασι- λέα μίαν τῶν θυγατέρων ἤτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκρινα- μένη μέχρι πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμά- σιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. ῾ ἀλλʼ εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμή- τιχον τίσασθαι καλόν. πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο. |
| 8.30 | Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Πο- στούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτοῦν πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συν- ἐβούλευσεν αὐτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα- τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ- σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν. |
| 8.31 | Ῥωμαῖοι Τυρρηνοῖς πολεαοῦντες ποιησάμενοι συν- θήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀν- δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ- ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ- λαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγα- σθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν. |
| 8.32 | Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μα- χαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυ- μένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθών Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά- κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν- των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη. |
| 8.33 | Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρα- τάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδο- μήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἀργὸς ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο- μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ερμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν- δρας πέπλοις γυναικείοις ἀμφιεννύντες. |
| 8.34 | Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα- θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο- λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα. |
| 8.35 | Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοῖς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο- λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών. |
| 8.36 | Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη- σίοις συνεμάχουν. Διόγνητος, Ερυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί- δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο- λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ῾ νύ- κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ- ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις᾿ . οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο. |
| 8.37 | Φωκαεῖς Φόξον ἡγεμόνα ἔχςντες Μάνδρωνι βα- σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατʼ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα- κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίγα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν. |
| 8.38 | Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο. |
| 8.39 | Tῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σῶώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ίέρεια, ἥν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεανῶς χεχοσμημένη. ταύτης ἐρᾷ Σινόριζ· χαὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὒτε βιάσεσθαι τὸν Σι- νάιον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε- κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Αρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.ʼ ἦκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβῶών ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα χάριν οἶδά σοι, ὧ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως διʼ ἐμὲ ἀναιρεθέντοςʼ. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ. |
| 8.40 | Τιμόκλεια Θηβαία Θθεαγένους ἀδελφὴ τοῦ παρα- ταξαμένου Φιλίππῳ περὶ Χαιρῶώνειαν, ὅς καὶ πρὸς τὸν ἐμβοήσαντα μέχρι ποῦ διῶώκεις;ʹ ἀπικρίνατο μέχρι τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι- σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἥγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα- παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες σύλλα- ἐόντες ἥγαγον ἐπὶ τὸν βασιλέα λέξανδρον· ὁμολο- γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας. |
| 8.41 | Λάαρχος, Κυρηναίων βασιλεὺς ἀποδειχθεὶς ὡς Βάττῳ τῷ Ἀρκεσιλάου τὴν ἀρχὴν φυλάττων, ἐγένετο ἀντὶ βασιλέως τύραννος πάσῃ παρανομίᾳ χρησάμενος κατὰ τῶν πολιτῶν. τοῦ δὴ παιδὸς τοῦ Βάττου μήτηρ ἦν ρυξώ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρα- σθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων επεμψεν Ἐρυζα θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εῖς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πο- λυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφʼ ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πά- τριον πολιτείαν. |
| 8.42 | Πύθης χρύσεια μέταλλα εὑρὼν πάντας τοὺς πο- λίτας ἐκέλευσε μεταλλεύειν, ὀρύσσειν, καθαίρειν χρυ- σίον, ἄλλο μηδὲν δρᾶν μήτε ἐν τῇ γῇ μήτε ἐν τῇ θαλάσσῃ· πάντες ἀπηγόρευον οὔτε καρποὺς ἔχοντες οὔτε ἄλλο τι τῶν πρὸς τὸν βίον πράσσοντες. αἱ δὲ γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέ- σασσ ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα, ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφʼ ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος ἀλλὰ γεωργίαν μὲν᾿ [εἶπεν] καὶ τέχνην πᾶσαν κατέ- λυσας· ἐκέλευες δʼ ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ φυτευομένους καρποὺς ἔχοιεν; τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας. |
| 8.43 | Τῆς Ἰωνικῆς ἀποικίας ἐς τὴν Ἀσίαν ἀφικομένης τοῖς Ἐρυθρὰς κατέχουσιν ἐπολέμει Κνῶπος τοῦ Κο- δριδῶν γένους. ὁ θεὸς ἔχρησεν αὐτῷ στρατηγὸν παρὰ Θεσσαλῶν λαβεῖν τὴν ἱέρειαν τῆς Ἐνοδίας· ὁ δὲ πρε- σβεύεται πρὸς Θεσσαλοὺς καὶ μηνύει τὸ λόγιον τοῦ θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμ- μασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τρο- φῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέ- λευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶν- τες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαι- μονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδρν ὑπὸ μανίας καὶ παραφροσύνης ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶ- πὸν ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυ- θραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος. |
| 8.44 | Ἐπὶ Βοιωτοὺς, οἳ πάλαι Θεσσαλίαν ᾤκουν, ἐστρά- τευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφήν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑπ- οπτεύσας, ἀλλʼ ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύ- κλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως. ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ ἀπάντων τῆς χώρας ἐπέβην. Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφʼ οὖ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν. |
| 8.45 | Ἀριστογείτων καὶ Ἀρμόδιος πῶς ἐπέθεντο τοῖς τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀρι- στογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβῶν ἐβασάνισεν ἐφʼ ᾧ τε ἐξειπεῖν τοὺς κοινωνή- σαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἴνα μὴ ἐξείποι, αὐτὴ τὴν αὐτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν. εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυ- λαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα τοῦ διηγήματος. |
| 8.46 | Θεμιστὼ Κρίθωνος Οἰανθίου θυγάτηρ. ταύτης ἤρα Φρικοδήμου τοῦ τυράννου παῖς Φἰλων. ὁ τύ- ραννος ἐξῄτει πρὸς γάμον τὴν κόρην. ὁ πατὴρ ἀντ- έλεγεν. ὁ τύραννος τοὺς υἱοὺς τοῦ Κρίθωνος ἀπο- σπάσας ἐν ὄψει τοῦ πατρὸς καὶ τῆς μητρὸς παρέβαλε θηρίοις πεινῶσι, τὴν δὲ κόρην ἀποσπάσας ἐπετέλει τὸν γάμον. Θεμιστὼ διὰ τὴν ἀνάγκην ὑποκριναμένη ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαίας, ἔνθα Ποσει- δῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρι- κόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέν- τος, Ἠρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμῶν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥἰον τῆς Ἀχαΐας· οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρ- νάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆ- θος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτεί- ρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀπο- δώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν ἔλαττον τὸν Ἡακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν. τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σεῖ- σθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν. |
| 8.47 | Ἀρκεσίλαος Βάττου Κυρηναίων βασιλέως κατα- στασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτου- μένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλη- σεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρ- καίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπη- γόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προ- βαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλα- βοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ τῷ γένει τὴν ἀρχην ἀπολαβεῖν. |
| 8.48 | Ἀξιοθέα Νικοκλέους γυνὴ Κυπρίων βασιλέως πολλῶν ἡκόντων παρὰ Πτολεμαίου βασιλέως Αἰγύπτου καταλυσόντων τὴν ἀρχὴν, ἐπειδὴ Νικοκλῆς μὲν αὐτὸν ἀνεκρέμασεν, οἱ δὲ ἀδελφοὶ αὐτοῦ σφᾶς αὐτοὺς κατέ- σφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γέ- νους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὐτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὐτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν. |
| 8.49 | Πύρρος Ἠπειρώτης ἐστράτευσεν ἐπὶ Λακεδαίμονα. μάχης ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης ἀναχωρή- σαντες οἱ Λακωνες ἐβονλεύσαντο παῖδας μὲν καὶ γυναῖ- κας ἐς Κρήτην ὑπεκθέσθαι, αὐτοὶ δὲ κινδυνεύειν μέχρι νίκης ἢ θανάτου. Ἀρχίδαμις Κλεάδα βασιλέως θυγά- τηρ ἀντεῖπε τῇ γνώμῃ, ως καλὸν ταῖς Λακαίναις μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν ἢ ζῆν μετʼ αὐτῶν. καὶ δὴ πρὸς αὐτὰς ἐνείμαντο τὰ ἔργα τοῦ πολέμου· ἐτά- φρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον, τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο. |
| 8.50 | Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδικην ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευ- κος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπών παῖδα νήπιον ἐτελεύτησε διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπρά- ξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προή- γαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστή- σαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερε- νίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερε- νίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφʼ αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θερα- πευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους. ἐφʼ ὅσον μεταπεμφθεὶς ὑπʼ αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμ- πων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἕτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος. |
| 8.51 | Θεανὼ Παυσανίου μήτηρ, ἡνίκα Παυσανίας μη- δίζων ἁλοὺς κατέφυγεν ἱκέτης ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου, ὅθεν ἀποσπάσαι τὸν ἱκέτην οὐκ ἦν θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρ- μοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέ- την ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες διέφθειραν. |
| 8.52 | Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν κατα- λαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προ- ελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ- γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν- ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ- έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπʼ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν· ῾ ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.᾿ τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ. |
| 8.53 | Ἀρτεμισία περὶ Σαλαμῖνα συνεναυμάχει [Ξέρξῃ]· τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ [ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεῶς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερ- νήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο. |
| 8.54 | Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρ- δανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο. |
| 8.55 | Τιργαταὼ Μαιῶτις ἐγήματο Εκαταίῳ βασιλεῖ Σίν- δων, οἳ νέμονται μικρὸν ἄνω Βοσπόρου. τοῦτον τὸν Ἐκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσ- πόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τόν Σάτυρον πολλῇ σπουδῇ ζητούντων — ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον — οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθʼ ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοῖς καλουμένους Ἰξομάτας, ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν. ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆ- ρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδρα- μόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργα- ταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτε- λεύτησε, Γόργιππος δὲ υίὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξά- μενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο. |
| 8.56 | Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τα πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλα- βοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσ- δοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερ- χομένους, Ἀμάγη μεθʼ ἦς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγ- γενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρ- βάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός. |
| 8.57 | Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόν- των τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόν- των εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θερά- παιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθʼ ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενε- κράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φο- νεύειν. |
| 8.58 | Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐν- δοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ καὶ ἀπὸ Σικυῶνος ἕφη μεταπέμψεσθαι συμμάχους, οἳ μετʼ αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρʼ αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων. |
| 8.59 | Αἰτωλοὶ Πελληνεῦσιν ἐπεστράτευον. πρὸ τῆς Πελλή- νης ὄχθος ἐστὶν ὑψηλὸς ἀντικρὺ τῆς ἀκροπόλεως, ἐφʼ ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελλη- νεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώ- ξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν. |
| 8.60 | Κύνυα Φιλίππου θυγάτηρ τὰ πολεμικὰ ἤσκει καὶ στρατοπέδων ἡγεῖτο καὶ πολεμίοις παρετάσσετο· καὶ Ἰλλυριοῖς παρατασσομένη τὴν βασιλεύουσαν αὐτῶν καιρίαν ἐς τὸν αὐχένα πλήξασα κατέβαλε καὶ πολλοὺς τῶν Ἰλλυριῶν φεύγοντας ἔκτεινε. γημαμένη δὲ Ἀμύντᾳ τῷ Περδίκκου ταχέως τοῦτον ἀποβαλοῦσα οὐχ ὑπέμεινεν ἀνδρὸς πειραθῆναι δευτέρου, ἀλλὰ μίαν ἔχουσα θυγα- τέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ τοὺς ἐμποδών γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαν- τήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχα- ριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρα- σκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλʼ εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη. |
| 8.61 | Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολε- μίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμα- λῶώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιό- χειαν ἐξέπεμψαν. |
| 8.62 | Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετ- έχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντ- έσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν πίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δʼ ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενι- κημένος. |
| 8.63 | Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατ- έσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαί- φνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι. τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο. |
| 8.64 | Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχον- τες· Κᾶρες οἱ Κρύασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον ἝΣλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὶ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὐτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τήν χώραν κατῴκησαν. |
| 8.65 | Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν, ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχε- σθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδρα- ποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην αἱ Φωκίδες ἐψηφίσαντο· ῾ ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβώμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν᾿. τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρα- τάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ. |
| 8.66 | Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πο- λεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχε- τλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο. |
| 8.67 | Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρ- των ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες. |
| 8.68 | Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἐλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπʼ ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν Ἀργολίδων πεσόντος. |
| 8.69 | Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρε- τάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δύναμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν. |
| 8.70 | Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προ- στασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρ- χον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας. |
| 8.71 | Λακεδαιμονίων αἱ θυγατέρες ἐγήμαντο Μινύαις τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦν- τες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγα- τέρες τῶν * * * * |