eul_wid: ore-aa
Τέχνη ῥητορικήRhetorical Art
Seguerianus Anonymous Rhetorical Art PDF
| t | ΑΝΩΝΥΜΟΥ [Κορνούτου Graeveni] ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ. ΤΕΧΝΗ ΤΟΥ ΠΟΛΙΤΙΚΟΥ ΛΟΓΟΥ. ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ. |
| 1 [5] | Ὁ πολιτικὸς ἤτοι δικανικὸς λόγος εἰς τέσσαρα μέρη διαιρεῖται τὰ προκείμενα· χρῄζομεν γὰρ ἐν αὐτῷ προοιμίων μὲν πρὸς τὸ προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς, διηγήσεως δὲ πρὸς τὸ διδάξαι τὸ πρᾶγμα, τῶν δὲ πίστεων πρὸς τὸ κατασκευάσαι ἢ ἀνασκευάσαι τὸ προκείμενον· τοὺς δὲ ἐπιλόγους ἐπάγομεν πρὸς τὸ ἐπιρρῶσαι τὸν ἀκούοντα εἰς τὴν ὑπὲρ ἡμῶν ψῆφον. Πρῶτον μὲν οὖν περὶ προοιμίων λεκτέον καὶ ἑξῆς περὶ τῶν λοιπῶν. |
| 3 | Ἔνιοι μὲν τῶν τεχνογράφων ἐκ τῶν αὐτῶν ὁρμᾶσθαι τὸ προοίμιον καὶ τὸν ἐπίλογόν φασιν, Ἀλέξανδρος δὲ οὐκ ἀληθές φησι τοῦτο· ἐνίοτε γὰρ ἑτέρας μὲν ὕλας ἔχει τὸ προοίμιον καὶ ἑτέρας ὁ ἐπίλογος. Ἰστέον, ὅτι κυρίως προοίμια ἔλεγον οἱ παλαιοὶ τὰ τῶν κιθαρῳδῶν· οἴμας γὰρ ἐκάλουν οὗτοι τὰς ᾠδάς. |
| 4 [5] | τὸ οὖν ἀνάκρουμα τὸ πρὸ τῆς ᾠδῆς τῆς κιθάρας προοίμιον ἐκάλουν· ἀπὸ τούτου καὶ ἐπὶ τὸν ῥητορικὸν μετενήνεκται λόγον τὸ ὄνομα. Ὁρίζονται δὲ αὐτὸ οὕτως· προοίμιόν ἐστι λόγος κινητικὸς ἢ θεραπευτικὸς τῶν τοῦ ἀκροατοῦ παθῶν· παρασκευάσαι γὰρ ἀκροατὴν ἀδύνατον μὴ κινήσαντα ἢ θεραπεύσαντα τὰ ἐν αὐτῷ πάθη. |
| 6 [5] | ἔστι δὲ πάθος πρόσκαιρος κατάστασις ψυχῆς, σφοδροτέραν ὁρμὴν ἢ ἀφορμὴν κινοῦσα, οἷον ἔλεον, ὀργήν, φόβον, μῖσος, ἐπιθυμίαν. διαφέρει δὲ τοῦ ἤθους, ὅτι τὸ μὲν δυσκίνητον, τὸ δὲ εὐκίνητον· ἦθος γάρ ἐστι διάθεσις ψυχῆς ἐνεσκιρρωμένη καὶ δυσεξάλειπτος, οἷον τῶν πατέρων πρὸς τοὺς παῖδας. Λαμβάνεται δὲ τὰ προοίμια ἐκ τεσσάρων τούτων· ἐκ τοῦ αὐτοῦ, ἐκ τοῦ ἀντιδίκου, ἐκ τῶν δικαζόντων, ἐκ τῶν πραγμάτων. |
| 7 [15] | ἐκ τοῦ αὐτοῦ, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ‘ὕβρεωσ‘. ἂν δὲ ὑπὲρ ἑτέρου λέγῃς, καὶ τοῦτο ἐπισημαίνεσθαι δεῖ, ὥσπερ πεποίηκε Λυσίας λέγων· ‘ἐπιτήδειός μοί ἐστιν Ἄρχιππος οὑτοσί, ὦ δικασταί‘. ἐκ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· ‘τὴν μὲν ἀσέλγειαν‘. ἐκ τῶν ἐκείνῳ συναγορευόντων, ὡς Δημοσθένης· ‘εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή‘. ἐκ δὲ τῶν πραγμάτων, ὡς Λυκοῦργος ἐν τῷ κατ’ Αὐτολύκου· ‘πολλῶν δὲ καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ μειζόνων ἥκετε δικάσοντεσ‘. ἐκ δὲ τῶν ἀκροατῶν ἢ τῶν δικαστῶν, ὡς Ἰσοκράτης· ‘εἰδότες ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι‘. Τοπικὰ δὲ προοίμια Ἁρποκρατίων φησὶ τὰ περιστατικά. |
| 9 | σκοπὸς δὲ τοῦ προοιμίου τὸ τοιόνδε παρασκευάσαι τὸν ἀκροατήν· τέλος δὲ τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι. Εἰδότες γὰρ οἱ ἀκούοντες, περὶ ὧν οἱ λόγοι, εὐμαθέστεροι γενήσονται. |
| 10 | εὐμάθειαν δὲ ποιεῖ προέκθεσις, ἀνανέωσις, μερισμός. προέκθεσις μέν ἐστιν, ὅταν ἃ μέλλει τις λέγειν ὡς ἐν κεφαλαίῳ προεκθῆται, ὡς [Αἰσχίνης]· ‘ἐπιδείξω δὲ καὶ τὸν ἄνδρα ἀνάξιον δωρεᾶς καὶ τὸ ψήφισμα παράνομον‘. |
| 12 [5] | ἀνανέωσις δέ ἐστιν, ὅταν ἀναλαμβάνοντες τὰ προειρημένα εἴδη περὶ ὧν λέγειν μέλλομεν διορίσωμεν, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ‘περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνάλωκε, καὶ τὴν ὕβριν εἰς τὸ αὑτοῦ σῶμα ὑμεῖς ἴστε καὶ ἱκανῶς ὑμᾶς ἀνέμνησεν ὁ παρ’ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται‘, καὶ ἑξῆς. μερισμὸς δέ ἐστιν εἰς μέρη περιγραφὴ τῶν ὅλων πράξεων, ὡς πεποίηκεν ὁ Δημοσθένης· ‘βούλομαι δὲ ὑμᾶς ἀναμνῆσαι, τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν, πρῶτον μὲν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπραξε‘, καὶ ἑξῆς. |
| 13 [10] | ἰστέον δέ, ὡς μερισμὸς καὶ προέκθεσις καὶ ἐν ἀρχῇ τοῦ λόγου παραληφθήσεται, ἀνανέωσις δὲ οὐκέτι· τῶν γὰρ μὴ προειρημένων οὐκ ἔστιν ἀνανέωσις. Προσοχὴν δὲ ἀπεργάσῃ ἔκ τε τῶν προειρημένων καὶ πρὸς τούτοις εἰ ἀξιόπιστος φαίνοιο, καὶ εἰδὼς περὶ ὧν λέγεις καὶ ἕτερά τινα ἐπιστάμενος φαίνοιο, ἢ πολλῶν ἔμπειρος εἶναι πραγμάτων προσποιοῖο ἢ αὐτὸς πειραθεὶς ἢ καὶ παρ’ ἄλλων πειραθέντων μαθὼν καὶ συμβουλεύσας, ὥσπερ ὁ παρ’ Ὁμήρῳ Νέστωρ εἰσάγει ἑαυτὸν τοῖς περὶ Καινέα καὶ Ἐξάδιον συμβουλεύσαντα, ὅτι πειθήνιοι ἦσαν αὐτῷ, οὕτως καὶ πρότερον δηλώσεις καὶ αὐτός, ὡς πεισθέντες μὲν κατώρθωσαν, μὴ πεισθέντες δὲ ἀπώλοντο. |
| 15 [5] | καὶ τὸ ἐπιτιμᾶν δὲ τοῖς ἄλλοις δοκεῖ προσοχὴν καὶ φόβον κινεῖν, καὶ εἰ νόμιμα λέγειν προσποιοῖο, καὶ εἰ ἢ αὐτὸς ἔνδοξος φαίνοιο ἢ τοῖς τῶν ἐνδόξων προσχρώμενος καλοῖς, περὶ μεγάλων δὲ ἢ καλῶν ἢ συμφερόντων λέγοις ἐληλυθέναι, καὶ εἰ προσυπισχνοῖο, ὅτι καινὰ καὶ ὅτι διὰ βραχέων καὶ σαφῶς καὶ περὶ ἀναγκαίων ἐρεῖς. Εὔνοιαν δὲ ἐργάσῃ ἢ φύσει οἰκειούμενος ἢ συνηθείᾳ ἢ φιλίᾳ πατρῴᾳ, ἢ εἰ κοινῇ συμφέρειν λέγοις ἢ τῶν αὐτῶν ἐφίεσθαι. |
| 17 [10] | εὔνοιαν δὲ ποιεῖ καὶ τὸ χρηστὸν εἶναι· χρηστὸν δὲ εἶναι δείκνυσι τὸ τοὺς ἐπιεικεῖς ἐπαινεῖν, καὶ τὸ τοὺς θρασυτέρους προάγειν, καὶ τὸ μηδενὶ φθονεῖν, καὶ τὸ μὴ διαρρήδην λέγειν τά τε αὑτοῦ ἀγαθά, καὶ τὰ [περὶ] τοῦ ἀντιδίκου κακά, καὶ τὸ τοῦ μὲν κατηγόρου τὰ πολλὰ ἐᾶν, αὐτὸ δὲ τὸ πρᾶγμα λαλεῖν, καὶ μὴ μόνον αὐτόν, ἀλλὰ καὶ ἕτερον ἄχθεσθαι λέγειν, καὶ εἰ φιλανθρωπότερον δὲ ἀπαγγείλαις τὰ πικρότερα τῶν νοημάτων. ποιεῖ δὲ εὔνοιαν καὶ τὸ δοκεῖν ἐπιεικῆ τὸν λέγοντα εἶναι· ἐπιεικὴς δὲ δόξεις, εἰ μὴ θρασέως ἐπὶ τὰς δίκας ὁρμῶν φαίνοιο, ἀλλὰ πολὺν χρόνον κατεσχημένος καὶ διαλλαγῆναι πρὸς τὸν ἀντίδικον ἐθελήσας, εἰς μετριωτέραν αὐτὸν πολλάκις δίκην προκαλεσάμενος καὶ τοῖς ὑπ’ ἐκείνου προκαλουμένοις δοκῶν ἐπιμένειν καὶ μετρίας ὁρίζων τὰς τιμωρίας, ἤτοι τοῦ ἀντιδίκου, καὶ τῇ ἐκβολῇ τοῦ λόγου μὴ πικρᾷ χρώμενος, καὶ τὰ τούτοις παραπλήσια. |
| 19 [5] | Διαφέρει δὲ τοῦ ἐπιλόγου τὸ προοίμιον, ὅτι ἐν μὲν τῷ προοιμίῳ τὸ σχῆμα καὶ τὴν ἑρμηνείαν μέτριον εἶναι δεῖ καὶ τιθασσὸν ὡς ἂν εἴποι τις, ἐν δ’ ἐπιλόγοις τὸ σχῆμα συγκεκινημένον καὶ πολλὰς μὲν ἐμβοήσεις ἔχον, πολλοὺς δὲ σχετλιασμούς, τήν τε ἑρμηνείαν συγκειμένην ἐκ τροπικῆς μᾶλλον καὶ σημειώδους λέξεως, δυναμένης μέντοι πεσεῖν εἰς πολιτικοὺς λόγους. ἔτι δὲ καὶ τούτῳ διαφέρει, ὅτι πολλὰ τῶν ἐν τοῖς προοιμίοις οὐκέτ’ ἐν ἐπιλόγοις λεκτέον. |
| 20 [5] | οὐ μόνον δὲ τῶν προοιμίων εἰσί τινες ὕλαι, αἷς οὐ χρώμεθα ἐν τοῖς ἐπιλόγοις, ἀλλὰ καὶ τῶν ἐπιλόγων, ὧν οὐκ ἔστιν ἐν τοῖς προοιμίοις χρεία. ποιήσομεν τὸ προοίμιον, εἰ τῶν κεφαλαίων τῶν ἀναγκαίων ἐν τούτοις τὰς ὑπολήψεις ληψόμεθα, ἐν δὲ τῷ ἐπιλόγῳ ἀνάγκη πᾶσα ἕν τι λαμβάνειν αὐτῶν εἰς ἐπίρρωσιν ἢ παραίτησιν. Ἰστέον, ὅτι πολλάκις δεῖ παραιτεῖσθαι τὰ προοίμια· οὐ γὰρ ἀεὶ προοιμιαστέον. |
| 22 [5] | ὅταν γὰρ μὴ πάθος ἔχῃ τὰ πράγματα, οὐ προοιμιαστέον. πολλὰ δέ εἰσι τοιαῦτα, οἷον ὅταν ἢ περὶ κυνιδίου ἢ ἀργυρίου δίκη ᾖ· ἐνταῦθα γὰρ περιττὸν τὸ προοίμιον, εἴγε τοῦτο μέν ἐστι παθῶν προθεραπεία, μηδὲν δὲ ἐν τούτοις πάθος. δεύτερον, ὅταν πάθος μὲν ἔχῃ, ὁ δὲ ἀκροατὴς μὴ προσίηται τὸν ἔξω τῶν πραγμάτων λόγον ἤτοι σπεύδων ἢ ὀργιζόμενος. |
| 24 | τρίτον, ὅταν οἰκεῖοι ὦσιν οἱ ἀκούοντες· περιττὸν γὰρ τὸ πειρᾶσθαι εὔνους ἡμῖν ποιεῖν τοὺς ἀκούοντας οἰκείους ὄντας. τέταρτον, ὅταν ὀλίγον λαμβάνωμεν ὕδωρ, πρὸς ὃ δεῖ λέγειν τὸν λόγον· ἐνταῦθα γὰρ ἡ τῶν ὠφελιμωτέρων διήγησις ἀναγκαιοτέρα. |
| 26 [5] | Τινὲς δὲ ἔφασαν ὥσπερ οἱ Ἀπολλοδώρειοι, ἀεὶ δεῖν χρῆσθαι προοιμίοις, λέγοντες οὕτως· τὸν μὲν λόγον ἐκ μερῶν συγκεῖσθαι, τὸν δὲ μὴ ἐκ πάντων συγκείμενον οὔτε ὁλόκληρον εἶναι οὔτε ὑγιῆ. μάλιστα μὲν οὖν φασιν οὐδὲν τῶν τοῦ λόγου μερῶν παραλειπτέον, ἐξαιρέτως δὲ προοίμιον· δόξει γὰρ ἀκέφαλός τις ὁ λόγος εἶναι ὅλος διὰ τὸ ὥσπερ κεφαλὴν τοῦ παντὸς λόγου τὸ προοίμιον εἶναι. εἰ δὲ τοῦτο, φασίν, παραιτησόμεθα καὶ τὸν ἐπίλογον ἐξ ἀνάγκης διὰ τὸ τοῦ παθητικοῦ μέρη εἶναι ἀμφότερα. |
| 27 [5] | ἔτι δὲ καὶ τοιοῦτό τι λέγουσι· πότερον γὰρ παραλείψομεν τὸ προοίμιον ἢ τοὺς ἐπιλόγους; εἰ μὲν οὖν τοὺς ἐπιλόγους, ἀτελὴς ἔσται, μάτην εἰρημένος ὁ λόγος τοῖς μεταξὺ εἰρημένοις εἰς λήθην τῶν καιριωτέρων τῶν ἀκροατῶν ἐμπεπτωκότων· εἰ δὲ μὴ παραλείψομεν τούτους, οὐδὲ τὸ προοίμιον. πρὸς δὲ τούτοις κἀκεῖνό φασιν· ἔργον μὲν εἶναι προοιμίου καὶ τέλος τὸ τὸν ἀκροατὴν εὔνουν παρασκευάσαι πρὸς τὰ λεχθησόμενα, τούτου δὲ παραλειφθέντος μηδὲν τῶν προειρημένων γενήσεσθαι. |
| 29 [5] | ἐφ’ ἅπασιν ἐκεῖνο λέγουσιν, ὅτι πολλοὶ τῶν ἀρχαίων λόγους συνέγραψαν, ὧν οὐδείς ἐστιν ἀπροοιμίαστος. Οὗτοι μὲν οὖν οὕτως, Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου πρὸς ἕκαστον τῶν εἰρημένων ἀπαντῶν πρῶτον μὲν ἐκεῖνο μέμφεται, ὡς οὐκ ὀρθῶς τῆς ῥητορικῆς κατωπτεύκασι τὴν φύσιν στοχαστικῆς οὔσης· καὶ γὰρ αὑτοὺς λελήθασι, φησίν, ὡς περὶ ἐπιστήμης διαλεγόμενοι. |
| 31 [5] | διαφέρει δὲ ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ μὲν ἀδιαπτώτων ἐστὶ θεωρημάτων καὶ μίαν ἐχόντων τὴν φύσιν, τέχνη δὲ [ἀπὸ] κινουμένων καὶ ἄλλοτε ἄλλην ἀναλαμβανόντων φύσιν. τέχνης οὖν οὔσης τῆς ῥητορικῆς καὶ τῶν θεωρημάτων αὐτῆς πρὸς τοὺς καιροὺς ἁρμοζομένων ἁμαρτάνουσιν ἐπιστημονικῶς διδόντες τὰ θεωρήματα καὶ λέγοντες ἀεὶ δεῖν προοιμιάζεσθαι. ἀλλὰ τοῦτό φαμεν, ὡς, ἐπειδὴ ἄλλοτε ἄλλοις περιπίπτομεν πράγμασιν, ἡ δὲ τέχνη ἡμῶν πρὸς τὸ χρήσιμον τῶν παρόντων ἁρμόζεται, ἂν μὲν συμφέρῃ, προοιμιαστέον, εἰ δὲ μή, παραλειπτέον τοῦτο· οὐ γὰρ εὐκαίρως παραλειφθέντα βλάψει. |
| 33 [10] | ἀλλὰ μᾶλλον ἀκολούθως ῥητέον, καὶ πρῶτον πρὸς τὸ ὅτι οἱ ἀρχαῖοι συνέταξαν λόγους, ὧν οὐδεὶς ἀπροοιμίαστος· ἐκεῖνο γάρ φαμεν, ὅτι οἱ ἀρχαῖοι ἀγωνιζόμενοι πολλάκις οὐκ εἶπον προοίμια, συντάσσοντες δὲ μετὰ προοιμίων ἐβουλήθησαν συντάξαι· μάρτυς τοῦ λόγου Θουκυδίδης ἐν ᾗ φησι δημηγοριῶν· ‘Ἀλκίδα καὶ Λακεδαιμόνιοι, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην‘. καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσι τὴν δίκην ἄνευ προοιμίων πεποίηκεν· οὐδὲν δὲ διαφέρει ἢ ἐνταῦθα οὕτως αὐτὰ κεῖσθαι ἢ ἐν δικαστηρίοις λέγεσθαι. πρὸς δὲ τούτοις ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ οὔτε προοιμιάζεσθαι εἴα οὔτε ἐπιλογίζεσθαι. πρὸς δὲ τὸ ὅτι παρασκευαστικόν ἐστιν ἀκροατῶν τὸ προοίμιον, ἐκεῖνό φησιν, ὅτι, ὅτε μὲν παρασκευάσαι δεῖ, τότε παρασκευάσομεν, ἐὰν δὲ ὦσι παρεσκευασμένοι, περιττὸν προοιμιάζεσθαι. |
| 34 [5] | τοῦτο δὲ καὶ Μένανδρον εἰδέναι· ἐν γὰρ τῇ Ἐπικλήρῳ δικαζομένων τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικὸς καὶ τοῦ παιδίου δικάζοντος οὐκ ἔθηκεν οὐδετέρῳ προοίμιον διὰ τὸ τὴν εὔνοιαν προϋπάρχειν τοῦ ἀνδρός, ὁμοίως δὲ κἂν πρὸς τὴν γυναῖκα ἰδίᾳ διαλεγώμεθα. κἂν ὀλίγον ἔχωμεν ὕδωρ, παραλείψομεν τὸ προοίμιον. ἐνίοτε δὲ καὶ πρὸς λίαν ἀντιπαρατεταγμένους τὴν παρασκευὴν ποιούμενοι μᾶλλον ἐρεθίζομεν αὐτοὺς καὶ λυποῦμεν. πρὸς δὲ τὸ πῶς ἡμῖν ἡ διήγησις παραδεχθήσεται μὴ προπαρεσκευασμένου τοῦ ἀκροατοῦ τῷ προοιμίῳ πρὸς τὴν ἀκοήν, ἐκεῖνο ἐροῦμεν, ὅτι, ὅταν μὲν οἰώμεθα μὴ παραδεχθήσεσθαι ἡμῶν τὴν διήγησιν, τότε προοιμιασόμεθα· ὅταν δὲ εὐπαράδεκτος ᾖ, τότε οὐκ ἀναγκαῖον προοιμιάζεσθαι. |
| 36 [5] | δεῖ δὲ προοιμιαζόμενον ἀπὸ μὲν τοῦ πράγματος ποιεῖν νόημα, μὴ μέντοι ἢ αὐτὸ τὸ πρᾶγμα διεξιέναι ἢ τὰς εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν γὰρ διηγηματικόν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρηματικόν. δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον καὶ σπερματικῶς ἔχειν τὰ πράγματα καὶ ἀπηλλάχθαι πάσης ἀγωνιστικῆς ἐπιχειρήσεως. Τινὲς δὲ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως ἔφασαν δύνασθαι εἶναι καὶ πολλὰ προοίμια καὶ ἕν, τῶν μὲν ὑπολήψεων τῶν αὐτῶν οὐσῶν, ταῖς δὲ κατασκευαῖς θεραπευομένων. |
| 37 [5] | ἐπεὶ οὖν, φασί, διάφοροί εἰσιν αἱ κατασκευαί, ἔσται πολλὰ προοίμια. ταὐτὸ δὲ τοῦτο πῇ μὲν ὀρθῶς ἔχει, φησί, πῇ δὲ φαύλως· τὸ μὲν γὰρ τῶν ὑπολήψεων, ὅτι αἱ αὐταὶ οὖσαι ταῖς κατασκευαῖς θεραπεύονται, καλῶς φησιν. |
| 38 [5] | ἐπεὶ δὲ αἱ αὐταί εἰσιν ὑπολήψεις, μᾶλλον ἓν ἂν γένοιτο προοίμιον, ἢ ἐπειδήπερ αἱ κατασκευαὶ διάφοροί εἰσι, πολλά· τὸ γὰρ ὁλοσχερέστερον ἐν τοῖς ἐπὶ μέρους ἐστὶ κυριώτερον καὶ δυνατώτερον. μᾶλλον οὖν λέγομεν, φησίν, ὅτι ἕν ἐστι προοίμιον, ἐπεὶ αἱ αὐταὶ ὑπολήψεις εἰσίν· οὐ γὰρ ἐπειδὴ πολλαὶ τῶν ὑπολήψεων θεραπεῖαι, πολλὰ ζητητέον προοίμια, ἀλλὰ μᾶλλον ἐπειδὴ ὑπολήψεις εἰσὶν αἱ αὐταί, ἓν εἶναι προοίμιον νομιστέον. |
| 39 | ταῦτα περὶ προοιμίων. ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΝ. |
| 40 [5] | Περὶ δὲ τῆς διηγήσεως τοσαῦτα εἰπεῖν ἔχομεν, πρῶτον ἐκεῖνο εἰπόντες, ὅτι, ἐπειδὴ πολλάκις δυσχερὴς ἡμῖν ὁ λόγος γίνεται διὰ τὸ πρὸς οἰκείους ἔχειν, χρὴ τὴν αἰτίαν τούτων εἰς τοὺς ἀντιδίκους μετάγειν, τὰ πλήθη ἐπιδεικνύντας τῶν ἀδικημάτων ὧν μέλλομεν πάσχειν μὴ ὑποστάντες τὴν δίκην· ἢ ὅτι καὶ οἱ νόμοι τοῦτο ποιεῖν συγκεχωρήκασιν. οὕτως γὰρ ἡγοῦντό τινας δίκας ἔσεσθαι περὶ τοὺς οἰκείους. ἐὰν δὲ δοκῇς ἄπιστα λέγειν, καὶ αὐτὸ τοῦτο ἐπισημαίνου καὶ ἐπαγγέλλου δείξειν, ὅτι ἀληθῆ λέγεις, ὡς ὁ Δημοσθένης· ‘οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον‘. |
| 42 [5] | ἐὰν δὲ τῷ λέγειν ὑπὲρ ἑτέρου διαβληθῇς, λέγε, ἢ ὅτι φίλος ἢ ὅτι ἐπιεικὴς ἢ ὅτι ἰδιώτης ἢ ὅτι ἐλεεινός, ἢ ὅτι σοὶ κἀκείνῳ κοινὸς ὁ ἀγών, ἢ ὅτι συμφέρει τῇ πόλει, ἢ καὶ νὴ Δία τὰ πλείονα τούτων ἅμα. χρήσιμον δὲ καὶ τὸ νέον εἶναι εἰς παίδευσιν ἀναφέρειν ἢ γένεσιν, καὶ ὅτι οὐδὲν κωλύει καὶ τοὺς νέους εἰδέναι τι τῶν χρησίμων, ὡς ὁ παρ’ Ἰσοκράτει Ἀρχίδαμος. |
| 44 [5] | ἐὰν δὲ παλαιός, λέγε, ὅτι οὐ δεῖ τοῦτον μέμφεσθαι, ἀλλ’ εἰ πεποίηκε τοῦτο δεικτέον, ἢ εἰ καὶ ἔστιν ἀληθῆ, ἀλλ’ οὔτι καθόλου, λέγε· πρὸς μὲν γὰρ τὰ διαβεβλημένα πάνυ πειρῶ προάγειν ἀπολογίαν, ἣν ἂν δύναιο, εἰ δὲ μή, πάρες τὸν περὶ τούτου λόγον· ἐγχωρεῖ γὰρ καὶ τὸν κατήγορον ἔλαττον ἢ πρὸς πίστιν εἰρηκέναι. |
| 45* | τὰ δὲ σαθρότερα ἀνατρέπειν πειρῶ. Ἔστι δὲ ἡ διήγησις κατὰ Νεοκλέα ἡ δικανικὴ ἔκθεσις πραγμάτων εἴς τινα προκειμένην ζήτησιν ἀνηκόντων ἢ νὴ Δία περιστάσεως ἔκθεσις εἴς τινα ζήτησιν ἀνηκούσης. |
| 47 | οὔτε δὲ τῶν ἐνεστώτων φησὶ διήγησιν εἶναι οὔτε τῶν μελλόντων, ἀλλὰ τῶν μὲν ἐνεστώτων ἔνδειξις, ὡς ἐν τῇ Ἀντιγόνῃ δεικνὺς τοὺς ἥρωας, τῶν δὲ μελλόντων πρόρρησις. Ζήνων δὲ οὕτω φησί· διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων ἔκθεσις εἰς τὸ ὑπὲρ τοῦ λέγοντος πρόσωπον ῥέουσα. |
| 49 [5] | Θεόδωρος δὲ οὕτως ὁρίζεται· διήγησίς ἐστι πράγματος αὐτοτελοῦς κατὰ ψιλὴν ἀπόδοσιν ἔκθεσις περὶ τῶν ἤδη γεγονότων. τοῦτον τὸν ὅρον Ἀλέξανδρος ἀκριβῆ μὲν εἶναί φησιν, οὐ μὴν πομπικὸν οὐδὲ ῥητορικόν· δεῖ γὰρ σαφέστερον τὰ τοιαῦτα ὑπογράφειν. Ἀπολλόδωρος δὲ οὕτως· διήγησίς ἐστι περιστάσεως ἔκθεσις. |
| 50 [5] | μέμφεται δὲ Ἀλέξανδρος τοῦτον· ἡ γὰρ περίστασις ἄθροισμα προσώπων καὶ πράξεων καὶ παθῶν καὶ αἰτιῶν καὶ ἀφορμῶν καὶ χρόνων ἐστίν, αἱ δὲ διηγήσεις πολλάκις ἑνὸς τούτων εἰσίν, οὐ πάντων. ὅθεν Ἀλέξανδρος ὁρίζεται αὐτὴν οὕτως· διήγησίς ἐστιν ἔκθεσις καὶ παράδοσις τῷ ἀκροατῇ τοῦ πράγματος οὗ κοινούμεθα αὐτῷ. |
| 52 [5] | Διττῆς δὲ τῆς διηγήσεως οὔσης, τῆς μὲν γενικῆς τῆς δὲ εἰδικῆς, τὴν μὲν γενικὴν οὕτως ὁρίζονται· διήγησίς ἐστιν ἀπαγγελία πραγμάτων 〈γεγονότων ἢ ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων〉 γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ ἢ κριτῶν, ὑπὲρ ὧν δεῖ φέρειν τὰς ἀποδείξεις· τῆς δὲ εἰδικῆς ἀποδόσεις αἱ προλαβοῦσαι. ἔστι δὲ τῶν διηγήσεων εἴδη ταῦτα· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀληθεῖς, αἱ δὲ πεπλασμέναι, καὶ αἱ μὲν ἐπὶ κριτῶν λεγόμεναι, αἱ δὲ καθ’ ἑαυτάς. |
| 54 [5] | καὶ τῶν καθ’ ἑαυτὰς αἱ μέν εἰσι βιωτικαί, αἱ δὲ ἱστορικαί, αἱ δὲ μυθικαί, αἱ δὲ περιπετικαί. τῶν δὲ ἐπὶ κριτῶν αἱ μὲν κατὰ τὸ ἀμφισβητούμενον αὐτὸ συνίστανται, αἱ δὲ πρὸς ἰδίας διηγήσεις τῆς ὑποθέσεως λέγονται, αἱ δὲ παρεμπίπτουσι πίστεως ἕνεκεν ἢ αὐξήσεως ἢ διαβολῆς ἢ ἄλλου τινὸς τοιούτου, ἅστινας καὶ παραδιηγήσεις τινὲς καλοῦσιν. |
| 56 [5] | ἔτι τῶν ἐπὶ κριτῶν διηγήσεων ἃς μὲν ἡμεῖς προηγουμένως εἰσάγομεν, ἃς δὲ τῶν ἀντιδίκων εἰσαγόντων ἑτέρως ἐπαγομένας αὐτοὶ ἀντιδιηγούμεθα, παρ’ ὃ καὶ ἀντιδιηγήσεις προσαγορεύονται. ἀντιδιηγούμεθα δὲ ἢ τὸ καθόλου τῇ τῶν ἀντιδίκων διηγήσει ἀνθιστάμενοι ἢ κατὰ μέρος ἕκαστον. ὅταν μὲν οὖν ἐμπέσῃ ἡ τῶν πραγμάτων διήγησις, τότε ἐμπεσεῖται παραδιήγησις ἐπιχειρημάτων μὲν ἔχουσα τόπον, πιθανὸν δέ τι συμφερομένη. |
| 57 [5] | εἴδη δὲ τῶν παραδιηγήσεων τρία, προδιήγησις, παραδιήγησις, ἐπιδιήγησις. καὶ προδιήγησις μέν ἐστιν, ὅταν πρὸ αὐτοῦ τοῦ πράγματος ἔξωθεν ἕτερόν τι διηγησώμεθα, ὥσπερ ἐν τῷ κατὰ Τιμοκράτους· ‘ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ‘. |
| 59 | παραδιήγησις δέ, ὅταν περὶ τὸ αὐτὸ πρᾶγμα ἕτερα διηγησώμεθα, ὡς ἐν τῷ κατὰ Μειδίου· ‘ἐγένοντο ἐπιδόσεις εἰς Εὔβοιαν‘, καὶ τὰ ἑξῆς. ἐπιδιήγησις δέ, ὅταν μετὰ τὰς πίστεις ἢ τὸν ἐπίλογον διηγησώμεθα. |
| 61 [5] | Ἰστέον δὲ τοῦτο, ὡς τὴν παρέκβασίν τινες ταὐτὸν εἶναι ὑπέλαβον τῇ παραδιηγήσει, διαφέρει δέ· ἡ μὲν γὰρ παραδιήγησις, ὥς φασιν, ἐφάπτεταί τινων παρὰ τὸ πρᾶγμα, ἡ δὲ παρέκβασις ἐκδρομή ἐστι λόγων καθ’ ὁμοίωσιν ἢ μίμησιν τῶν γεγονότων. περὶ δὲ τῆς παρεκβάσεως Ἀλέξανδρος ἀντιλέγει· γελοῖον γάρ ἐστι, φησί, τὸ λεγόμενον· εἰ μὲν γὰρ ἐξ αὐτοῦ τοῦ πράγματός ἐστι τὸ λεγόμενον, πῶς ἐστι παρέκβασις; εἰ δὲ ἔξωθεν, πῶς ἐροῦμεν τὰ ἔξωθεν τῆς ὑποθέσεως; Ἐπειδὴ δὲ τῆς διηγήσεως τὰς ἀρετάς φαμεν τήν τε συντομίαν καὶ τὴν σαφήνειαν καὶ τὴν πιθανότητα, καιρὸς ἂν εἴη λέγειν περὶ ἑκάστης, καὶ ἄγε περὶ συντομίας λέγωμεν, πόθεν ἔσται σύντομος. |
| 64 [5] | τῆς συντομίας τοίνυν ἡ μὲν ἐν τοῖς πράγμασιν, ἡ δὲ ἐν ταῖς λέξεσιν. ἐκ μὲν οὖν τῶν πραγμάτων σύντομον ποιήσεις τὴν διήγησιν, ἐὰν μήτε πόρρωθεν ἄρχῃ, καθάπερ ἐν τοῖς προλόγοις πεποίηκεν Εὐριπίδης, μήτε μακρὰ λέγῃς, ὡς οἱ μετὰ τὸ πρᾶγμα καὶ ἄλλα διηγούμενοι, τὰ δὲ λυποῦντα τοὺς ἀκούοντας καὶ τὰ ἀπίθανα καὶ ἀπρεπῆ τῷ λέγοντι, καὶ οἷα μὴ ὠφελεῖν τὸν ἀγῶνα, οἷά τέ εἰσι καὶ ἐν ἑτέροις ῥηθῆναι δύνανται, ἀφέλῃς [ταῦτα] τῆς διηγήσεως, σύντομον ἐκ τούτων ποιήσεις τὸν λόγον. |
| 67 | ἔτι τε ἐὰν μήτε παρεκβάσει χρῷο μήτε ἐπεισοδίοις μήτε ὅλως ἀπὸ τοῦ πράγματος πλανῷο· ἔτι τε τὴν ταυτολογίαν εἰ παραιτοῖο, καὶ μακρὰ δι’ ὀλίγων ἑρημνεύοις καὶ τὰ τοιαῦτα λέγοις, ὧν ῥηθέντων φανερά ἐστι τὰ σιωπώμενα. |
| 69 | ἐν δὲ ταῖς λέξεσιν ἔσται συντομία, ἐὰν μὴ συνωνυμίαις χρῷο, οἷον ‘πυκνοὶ καὶ θαμέεσ‘, ἢ ξίφος καὶ μάχαιρα· τούτων γὰρ ἕκαστον καὶ καθ’ ἑαυτὸ πρὸς δήλωσιν ἀρκεῖ. καὶ ἐὰν τῶν συνωνύμων τὰς βραχυσυλλάβους ἐκλέγῃς, ὃ ἐπὶ πλήθους παραχωρούμενον χρήσιμον, οἷον ἀντὶ μαχαίρας ξίφος λέγων· καὶ ἐὰν μὴ τοῖς κυρίοις προστιθῇς τὰ ἐπίθετα, ὡς ὁ ποιητής, οἷον ‘ὑγρὸν ἔλαιον‘· καὶ ἐὰν τὰς ἀναδιπλώσεις παραιτοῖο, οἷον ‘πόλεμον εἰς τὴν Ἀττικήν, εἰς τὴν Ἀττικὴν εἰσάγεις πόλεμον‘· καὶ ἐὰν τὰς περιφράσεις φύγῃς, οἷον ‘βίη Ἡρακληείη‘· καὶ ἐὰν τοῖς τροπικοῖς ἐνίοις κυρίως χρῷο, ὥσπερ Δημοσθένης τῷ ‘ἀνεχαίτισε‘· διὰ μιᾶς γὰρ λέξεως ὅλον ἐπλήρωσε νόημα. |
| 75 [5] | καὶ ἡ λεγομένη δὲ ἔλλειψις συντομίαν ἐργάζεται, οἷον ‘σὺ τοῦτον φιλεῖς καὶ οὗτος σέ‘· λείπει γὰρ τὸ φιλεῖ. ἐργάζεται δὲ συντομίαν καὶ τὸ ἐπεζευγμένον, ὅταν δύο ἢ καὶ τρισὶν ὀνόμασιν ἢ καὶ πράγμασι μίαν ἐπάγῃς λέξιν συμπληρωτικήν, οἷον ‘Ῥοδίους μὲν συμμάχους ὄντας, Βυζαντίους δὲ συγγενεῖς, Τενεδίους δὲ πεποιημένους ἰσοπαλίαν, πλείους δὲ ἄλλους συμμάχους εὐεργέτησαν‘. |
| 77 | ποιεῖ δὲ καὶ τὸ ἀσύνδετον δόξαν συντομίας, οἷον ‘ἀλλ’ ἐπειδὴ τὰ πλοῖα σεσύλητο, Χερρόνησος ἐπορθεῖτο‘, καὶ τὰ ἑξῆς. ποιήσεις δὲ συντομίαν καὶ ὅτε κατ’ ἔμφασιν παραλείψεως λέγεις, ὡς ὁ Δημοσθένης· ‘ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιπποσ‘· διὰ γὰρ τοῦ εἷλεν πολλὰ ἐδήλωσεν. |
| 79 [5] | Σαφήνειαν δὲ εὖ φασι δεῖν παραφυλάττεσθαι, ἐὰν ἐναντία τισὶ τῶν εἰς τὴν συντομίαν θεωρημάτων λέγειν δόξωμεν· ἡ μὲν γὰρ τέχνη καθ’ ἕκαστον τελείως ἐκπληροῦν τὸν τόπον ἀναγκάζει, ὁ δὲ τεχνίτης πρὸς τὸ συμφέρον αὐτῷ χρήσεται. ἐπειδὴ δὲ περὶ σαφηνείας πρόκειται λέγειν, ῥητέον περὶ ἀσαφείας· δυνησόμεθα γὰρ τοὺς ἐκείνης φυγόντες τόπους σαφῆ ποιῆσαι τὸν λόγον. |
| 80 [5] | ἀσάφεια τοίνυν, ὡς μὲν καθόλου, διχῶς γίνεται· ἢ γὰρ ἐν λέξεσίν ἐστι τὸ ἀμφισβητούμενον ἀσαφὲς ἢ ἐν πράγμασιν· ὡς δὲ κατὰ μέρος πολλαχῶς. τὸ μὲν οὖν ἐκ πραγμάτων ἀσαφὲς οὕτως γίνεται, πρῶτον μὲν ὅταν τὰ πράγματα τὰ λεγόμενα τὴν κοινὴν ἐκφύγῃ γνῶσιν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ. |
| 82 [10] | δεύτερον, ὅταν συγχέωμεν τὴν τάξιν τῶν γεγονότων, ὡς τὰ μὲν πρῶτα τελευταῖα εἶναι, τὰ δὲ τελευταῖα προτετάχθαι· οἰκονομίας δὲ τὰ τοιαῦτα πολλάκις ἐπέχει χρείαν, δυσπαρακολούθητον δὲ ὅμως καὶ ἀσαφῆ τὸν λόγον ποιεῖ. ποιεῖ δὲ ἀσαφῆ τὸν λόγον καὶ τὸ τῶν αὐτῶν πολλάκις μεμνῆσθαι· μακρὸν γὰρ τοῦτο καὶ ὀχληρόν, εἰ μὴ ἄρα ταῖς ἐργασίαις αὐτὸ διαχειρισόμεθα, καὶ νῦν μὲν ὡς γινώσκοντες λέγομεν, αὖθις δὲ ὡς συγκεφαλαιούμενοι, ἑτέρωθι δὲ ὡς ἀναμιμνῄσκοντες· τὸ γὰρ ὀχληρὸν οὕτως ἐκφεύξῃ. τρίτον, ὅταν παραλείψωμέν τινα τῶν πραγμάτων. |
| 84 [5] | τέταρτον, ὅταν ἐπεισάγωμεν ἔξωθεν μακρὰ καὶ ἀπηρτημένα τοῦ πράγματος. Τὸ δὲ ἐκ τῶν λέξεων ἀσαφὲς οὕτως· ὅταν ξένοις καὶ τροπικοῖς καὶ ἀμφιβόλοις καὶ γλωσσηματικοῖς ὀνόμασί τις χρῷτο καὶ τῇ συνθέσει μὴ ἁπλῇ καὶ κατὰ φύσιν, ἀλλὰ δι’ ὑπερβάτων καὶ μήκους περιόδων καὶ ἀλληγορίας. |
| 86 | ποιεῖ δὲ καὶ ὀνοματοποιΐα ἀσάφειαν, ὡς τὸ ‘σίζεν ὀφθαλμόσ‘ παρ’ Ὁμήρῳ· καὶ ἡ διάρθρωσις, οἷον ‘Ἀλέξανδρος ὁ Πάρις, Ἀλέξανδρος ὁ Φιλίππου‘. |
| 88 [5] | ποιήσεις δὲ ἀσάφειαν καὶ ἐὰν τὰς ἀκολουθίας διαλύσῃς ἀλόγοις διηγήμασι, καὶ τὰ μὲν ὑπερβαίνῃς, τὰ δὲ παρὰ τάξιν τιθῇς. οὕτως δὲ αὐτά τις ποιήσει τὸν δικαστὴν ἀπατῆσαι βουλόμενος τῇ ἀνακολουθίᾳ. Πιθανὴ δὲ διήγησις γίνεται, εἰ πάντα, ὅσα λέγει τις, ἐξομοιοῦν πειρῷτο τοῖς ἀληθέσι. |
| 89 | τοῦτο δέ, φησί, γένοιτ’ ἄν, ἐὰν μὴ ψιλὰ τὰ πράγματα τιθῶμεν, ἀλλὰ καὶ τὰ μόρια αὐτῶν προσλαμβάνωμεν, ἐξ ὧν ἡ διήγησις πληροῦται. |
| 90* | μόρια δὲ διηγήσεως πρόσωπον, πρᾶγμα, τόπος, τρόπος, χρόνος, αἰτία· πρὸς τούτοις, εἰ ἀλλήλοις ὁμολογεῖ τὰ λεγόμενα καὶ μὴ διαφωνεῖ ἢ μάχεται· ἔπειτα, ἐὰν μὴ ψιλὰ τιθῶμεν τὰ μόρια, ἀλλ’ ἀκριβῶς ἕκαστα διηγώμεθα, ὥσπερ ἐν τῷ κατὰ Μειδίου· ‘ἰσχυρὸς ἦν, μέλασ‘. |
| 93 | ἐφ’ ἅπασι δὲ τούτοις αἰτίαν προσθετέον· ἐπακτικώτατον γὰρ αὕτη πρὸς πειθώ. ποιεῖ δὲ πιθανότητα καὶ τὸ τοῦ λέγοντος ἦθος καὶ πάθος. |
| 94 [5] | καὶ τὸ μὲν ἦθος, φησίν, εἰ ἄπλαστον φαίνοιτο, τὸ δὲ πάθος οὐ μόνον πείθει, ἀλλὰ καὶ ἐξίστησι. ποιεῖ δὲ πιθανότητα καὶ περὶ αὑτοῦ μὲν κακόν τι εἰπεῖν μικρόν, περὶ δὲ τοῦ ἀντιδίκου ἀγαθὸν ὁμολογούμενον, ὡς Αἰσχίνης· ‘τούτῳ πατὴρ μὲν ἦν ἐλεύθερος ἀνὴρ Δημοσθένης, οὐ γὰρ δεῖ ψεύδεσθαι‘. |
| 96 | συνεργεῖ δὲ πρὸς πειθὼ καὶ ἡ ἐνάργεια. ἔστι δὲ ἐνάργεια λόγος ὑπ’ ὄψιν ἄγων τὸ δηλούμενον. ποιεῖ δὲ πειθὼ καὶ λέξις ἀνεπιτήδευτος καὶ τὸ αὐτοσχέδιον ἐμφαίνουσα. |
| 98 [5] | ποιήσεις δὲ πιθανότητα, καὶ ἐὰν μὴ πάντα βεβαιῶν λέγῃς, ἀλλὰ προστιθῇς τὸ οἶμαι καὶ τάχα καὶ ἴσως καὶ τὰ τοιαῦτα. ἡδεῖαν δὲ ποιήσεις τὴν διήγησιν, ἐὰν τοῖς οἰκείοις αὐτὴν ἤθεσι διαποικίλλῃς καὶ γνώμας ἀναμίξῃς· ποιεῖ τε ἡδονὴν ἐνίοτε καὶ ἀρχαιολογία παραληφθεῖσα εὐκαίρως, ὡς παρ’ Ὑπερίδῃ ὁ τῆς Λητοῦς μῦθος. |
| 99 [5] | ποιεῖ τε ἡδονὴν καὶ ἀστεϊσμός. μεγαλοπρεπῆ δὲ ποιήσεις τὴν διήγησιν ὑψηλῇ φράσει καὶ διῃρμένῃ καὶ τοῖς νοήμασι σεμνοῖς κεχρημένος καὶ τὰ ταπεινὰ φεύγων παραδείγματα καὶ τὰς αἰσχρὰς τῶν λέξεων. |
| 101 [5] | Καὶ διηγήσεων μὲν ἀρεταὶ αὗταί τε καὶ τοσαῦται· εἰσὶ δὲ οἳ πρὸς ταύταις ταῖς τρισὶ καὶ μεγαλοπρέπειαν καὶ αὔξησιν καὶ ἡδονὴν καὶ προσήνειαν ἤτοι ἐπιείκειαν ἀρετὰς ἔφασαν διηγήσεως. περὶ μὲν οὖν ἡδονῆς καὶ μεγαλοπρεπείας ἔφθημεν εἰπόντες, αὔξησιν δὲ καὶ ἐπιείκειαν τί ἐστι πολλαχοῦ ἀκηκόαμεν. περὶ μέντοι συντομίας Ἀριστοτέλης ἐφίστησιν· εἰ γάρ ἐστι, φησίν, ἡ συντομία συμμετρία τῆς μήτε παραλειπούσης τι τῶν ἀναγκαίων μήτε πλεοναζούσης, ἀρετὴ γενήσεται· εἰ δέ ἐστιν ὥσπερ ἔνδεια τῆς ὑπερβαινούσης τι τῶν χρησίμων, ἐν ταῖς κακίαις μᾶλλον ταχθήσεται. |
| 103 | ὁ δὲ Γαδαρεὺς Θεόδωρος τὴν πιθανότητα μόνην ἀρετὴν νομίζει τῆς διηγήσεως, τὰς δὲ προειρημένας ἀρετὰς ἰδίας μὲν μὴ εἶναι μόνης τῆς διηγήσεως, κοινὰς δὲ ἅπαντος τοῦ λόγου. Ἁρποκρατίων δὲ οὕτως γράφει· καὶ διηγήματος ἀρεταὶ ἐν μὲν τοῖς εὐπρεπεστέροις σαφήνεια, ἐν δὲ τοῖς σαθροῖς ἀσάφεια προβεβλημένη. |
| 104 [5] | πόθεν δὲ ἡ ἀσάφεια καὶ πῶς γίνεται, ἤδη δεδήλωται. Τρόποι δὲ διηγήσεως ἑπτά· αὔξησις, μείωσις, εὐφημία, παράλειψις, ἐπανάμνησις, ἐπὶ τὸ κρεῖττον ἢ χεῖρον φράσις, ἐνάργεια· περὶ ὧν λεκτέον πῶς ἕκαστον μεταχειριστέον. |
| 106 | αὔξησις μὲν οὖν γίνεται, ὡς Δημοσθένης ἐπὶ τῆς Ὀλυνθίας γυναικὸς πεποίηκε. μείωσις δέ, ὅταν σμικρύνων τι λέγῃς, ὡς Ἀριστοφάνης, οἷον τριηρίτη, βοιδάριον, κυναρίδιον. |
| 108 [5] | παράλειψις δέ ἐστι τῶν βλαπτόντων ἡμᾶς ἀμνηστία. ὀλιγάκις μὲν οὖν τελέως κατασιωπήσομεν, ἐὰν δὲ μὴ συγχωρώμεθα παρὰ τοῦ ἀντιδίκου, θέντες αὐτὰ παρὰ τάξιν ἐπιθολώσαντες ἐροῦμεν. ἐπανάμνησις δέ, ὡς ὁ Δημοσθένης· ‘οὗτος γάρ ἐστιν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενοσ‘. |
| 110 | ἐπὶ τὸ κρεῖττον δὲ φράσις, ὅταν μικρὰ μεγάλως διηγώμεθα. περὶ δὲ ἐναργείας ἤδη προειρήκαμεν, ὅτι ἐστὶ λόγος ὑπ’ ὄψιν ἄγων τὰ δηλούμενα, ὥσπερ Δημοσθένης· ‘ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοισ‘, καὶ τὰ ἑξῆς. |
| 112 [10] | διαφέρει δὲ διήγησις καταστάσεως, ὅτι ἐν μὲν τῇ καταστάσει περὶ ὧν ἴσασιν οἱ δικασταί, καθιστάμεθα, ἐν δὲ τῇ διηγήσει ἃ ἀγνοοῦσι διηγούμεθα. τοιγαροῦν καὶ τὰ ἐν τῷ κατὰ Μειδίου οὐ διήγησίν τινές φασιν εἶναι, ἀλλὰ κατάστασιν, οἷον τὸ ‘ἐπειδὴ γὰρ οὐ καθεστηκότος τοῦ χορηγοῦ‘. οὐκ ἔστι δέ, φασίν, οὐδέτερον, ἀλλὰ προβολὴ τοῦ ἀδικήματος διηγηματικῶς εἰσηγμένη, ἱκανῶς τοῦτο τοῦ ῥήτορος καὶ αὐτοῦ παραδείξαντος, ἐν οἷς φησι· ‘τὰ μὲν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα, ἐφ’ οἷς αὐτὸν προυβαλόμην, ταῦτά ἐστιν‘. Ζητοῦμεν δέ, εἰ ἀεὶ διηγητέον. |
| 113 [5] | οἱ μὲν Ἀπολλοδώρειοί φασιν ἀεὶ δεῖν διηγεῖσθαι, τὰ αὐτὰ λέγοντες ἃ καὶ ἐν τοῖς προοιμίοις, ὅτι τε ἐλλιπὴς ἔσται ὁ λόγος, καὶ ὅτι οὐδεὶς τῶν ἀρχαίων παρῆκε διήγησιν, καὶ ὅτι τοῦ πραγματικοῦ μέρους ἐστὶν ἡ διήγησις, ἀνάγκη τέ ἐστι διηγεῖσθαι, ἵνα μάθῃ ὁ ἀκροατὴς τὸ πρᾶγμα. πρὸς δὲ τούτοις καί τινα τοιοῦτον ἐρωτῶσι λόγον· εἰ μὲν οὐκ οἶδεν ὁ δικαστὴς τὸ πρᾶγμα, πᾶσα ἀνάγκη διηγεῖσθαι, ἵνα μάθῃ· εἰ δὲ οἶδεν, οὐδ’ οὕτως παραλειπτέον, ἵνα μὴ δόξαν ἑτέραν καταλίπῃ τοῖς δικασταῖς περὶ τοῦ πράγματος. |
| 115 [5] | χωρὶς δὲ τούτων τίς, φησί, παραλείψει τὴν διήγησιν; εἰ μὲν γὰρ ὁ κατηγορῶν, γελοῖον, ἀνάγκης οὔσης δηλῶσαι τὸ πρᾶγμα· εἰ δὲ ὁ ἀπολογούμενος, συγχωρήσει ἀληθῆ τὴν διήγησιν εἶναι τὴν ὑπὸ τοῦ κατηγόρου ῥηθεῖσαν· καὶ λέγων μὲν θεραπεύσει δι’ οἰκονομίας τὰ βλάπτοντα, παραλείπων δὲ πᾶσαν ἀληθῆ συγχωρήσει. Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς φασι μὴ ἀεὶ δεῖν διηγεῖσθαι. |
| 117 | πρῶτον μὲν γὰρ ᾧ τρόπῳ τινὰ τῆς διηγήσεως παραιτούμεθα ὡς μὴ συμφέροντα, καὶ πᾶσαν, ἂν μὴ συμφέρῃ. δεύτερον δὲ μηδὲ ἐν ταῖς τῶν νόμων εἰσφοραῖς ἡμᾶς διηγεῖσθαι· τὸ γὰρ ἐπεξιέναι, φασί, τὰς αἰτίας τῆς κατηγορίας ἢ τῆς θέσεως, οὐ τοῦ πράγματός. |
| 118 [5] | ἐστι διήγησις, ἀλλὰ τῶν ἐκτός. τρίτον, ὅτι φανερῶν ὄντων τῶν πραγμάτων περιττὸν τὸ διηγεῖσθαι, ὅπερ μάλιστά φασιν ἐν ταῖς δευτερολογίαις εὑρίσκεσθαι. |
| 120 [5] | καὶ ὅταν δὲ ἄδοξα τὰ πράγματα ᾖ, ἡ διήγησις οὐκ ἀναγκαία, ὡς ἐν τοῖς τοιούτοις ζητήμασιν· ἐπίτροπος ὀρφανὴν βιασάμενος κρίνεται μὲν κακῆς ἐπιτροπῆς, ἀξιοῖ δὲ δοῦναι τιμωρίας ἐπὶ τῇ βίᾳ. καθόλου δέ φησιν Ἀλέξανδρος τὴν διήγησιν δυοῖν ἕνεκεν λέγεσθαι, συνέσεώς τε καὶ δηλώσεως, ταῦτα δὲ εἰ μὲν εἴη παρὰ τοῖς δικασταῖς, περιττὸν τὸ διηγεῖσθαι· εἰ δὲ μὴ εἴη, διηγησόμεθα· εἰ δὲ τὸ ἕτερον μὲν εἴη, θάτερον δὲ μή, διὰ μὲν θάτερον διηγησόμεθα. |
| 121 | τὸ δὲ ἕτερον ἂν ἐλλείπῃ, ἐκ τῶν πίστεων κατασκευάσομεν. πρὸς μὲν οὖν τὸ ἀεὶ διηγεῖσθαι ἡ λύσις εὔδηλος. πολλάκις δὲ καὶ πρὸς τυράννους ἢ βασιλεῖς λέγομεν, οἳ οὐκ ἂν ἀνάσχοιντο ἡμῶν ἀνόνητα παρ’ αὐτοῖς διηγεῖσθαι, ἀλλὰ εὐθὺς ἀπολογήσασθαι περὶ τοῦ πράγματος ἀναγκάζουσι. |
| 123 | πρὸς δὲ τό, ὅτι πότερον ὁ κατήγορος παραλείψει ἢ ὁ ἀπολογούμενος, ῥητέον, ὅτι πρὸς τὴν χρείαν ἑκάτερος. Τάξιν δὲ τῇ διηγήσει οἱ μὲν Ἀπολλοδώρειοι μίαν, τὴν ἐκ τῶν προοιμίων, ἀποδιδόασιν, ἀκολουθίαν εἶναι λέγοντες μετὰ τὸ παρασκευασθῆναι πρὸς ἀκρόασιν τὸν δικαστὴν ἐπάγειν τὴν διήγησιν. |
| 125 | Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς οὐ μίαν ἀποδεδώκασιν αὐτῇ τάξιν, ἀλλὰ ἄλλοτε ἄλλην. ἐνίοτε καὶ πρό γε τοῦ προοιμίου, ὁπόταν ὁ δικαστὴς προηρεθισμένος ᾖ καὶ σπεύδῃ πρὸς τὸ μαθεῖν τὸ πρᾶγμα. |
| 127 [5] | ἔστι δὲ ὅτε καὶ μετὰ τὰς πίστεις, ὥσπερ Αἰσχίνην τέ φασιν ἐν τῷ κατὰ Τιμάρχου πεποιηκέναι καὶ Δημοσθένην ἐν τῷ κατὰ Μειδίου· τοῦτο δὲ ἁρμόζειν, ἡνίκα ἂν ἰσχυρότερον οἱ ἀντίδικοι προβεβληκότες ὦσι τὰς διηγήσεις· προμαλαχθέντα γὰρ τὸν δικαστὴν ταῖς πίστεσι ῥᾳδίως παραδέχεσθαι τὴν διήγησιν. παρὰ μὲν οὖν Δημητρίῳ τῷ Φαληρεῖ φασιν ἐν ἐπιλόγῳ καὶ μετ’ ἐπίλογον κεῖσθαι διήγησιν· ἁρμόζειν γὰρ τὸ τοιοῦτον, ὅταν σφοδρότερον ὑπὸ τῶν κατηγόρων καταληφθῶσιν οἱ δικασταί. |
| 129 [5] | Ὁ δὲ Ἀλέξανδρος πρὸ μὲν τῶν πίστεών φησι δεῖν τάττειν τὴν διήγησιν ἢ ἐν αὐταῖς ταῖς πίστεσι, μερίσαντα τοὺς λογισμούς, καὶ τοὺς μὲν προσήκοντας προτάττειν, τοὺς δὲ ἐν μέσῳ τιθέναι, διατάττοντας τὴν τῶν λειπομένων διήγησιν. μετὰ δὲ τὰς πίστεις οὐκέτι φησὶ δεῖν διηγεῖσθαι· δυοῖν γὰρ ἕνεκα, ὡς ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, δηλώσεώς τε καὶ συνέσεως, τὰς διηγήσεις λέγομεν. |
| 130 [5] | ταῦτα δὲ ἀμφότερα εἰ μὲν διὰ τῶν πίστεων γέγονε, περιττὴ λοιπὸν ἡ διήγησις· εἰ δὲ μὴ δι’ ἐκείνων, οὐδὲ οὕτως καλὸν διηγεῖσθαι. τοῦ τε γὰρ ἰσχυροτέρου καὶ δραστικωτέρου μὴ πείσαντος, οὐδὲν ἀνύσει ἡ διήγησις. τοῦ τε μὴ δεῖν μετὰ τὰς πίστεις διηγεῖσθαι ἀποδεδειγμένου ἀκόλουθον τὸ μηδὲ μετὰ τὸν ἐπίλογον αὐτὰς τάττεσθαι. |
| 132 [5] | Ἐζήτησαν δέ τινες καὶ τοῦτο, εἰ ἓν σῶμα τὴν διήγησιν ποιητέον ἢ μεριστέον αὐτὴν εἰς πολλά. ἔνιοι μὲν οὖν φασι μὴ δεῖν μερίζεσθαι τὴν διήγησιν, ἀλλ’ ὁμοῦ πᾶσαν αὐτὴν τιθέναι· μηδὲ γὰρ τῶν ἄλλων μηδὲν μερίζεσθαι. Ἀλέξανδρος δὲ τά τε ἄλλα φησὶ δεῖν μερίζεσθαι, ἂν ᾖ χρεία, καὶ τὴν διήγησιν, ὅταν πολλὰ ᾖ τὰ ἐγκλήματα. |
| 133 [5] | τὰς μὲν γὰρ ἐπὶ μιᾷ συνισταμένας αἰτίᾳ σωματικὰς ποιεῖν ἀναγκαῖον ἑνοποιοῦντας, τὰς δὲ ἐπὶ πολλαῖς διεσπαρμένας· πολλάκις δέ φησι καὶ δι’ αὐτὸ τὸ μῆκος, ἐὰν ὦσι μακραί, μεριστέον αὐτάς, ἵνα μὴ ὡς ἐν ἱστορίᾳ ἀφηγώμεθα. Πάλιν ἐζήτησαν, εἰ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ζητήματος μία ἄρα ἡ διήγησις ἢ πολλαί. |
| 134 [5] | καὶ Θεόδωρος μὲν πολλάς φησι γίνεσθαι, καὶ ἐν ταῖς παραγραφαῖς δύο φησὶν εἶναι, τήν τε τῆς αἰτίας καὶ τὴν τῆς παραγραφῆς αὐτῆς. Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου οὔ φησι δύο εἶναι νομίζειν δεῖν ἐν μιᾷ ὑποθέσει διηγήσεις· ἀλλ’ εἰ μὲν καθ’ ἑκάστην αἰτίαν ἰδία ὑπόθεσις γίνεται, ἰδία καὶ διήγησις ἔσται· εἰ δὲ ἐκ πολλῶν αἰτιῶν μία συνέστηκεν ὑπόθεσις, οὐχ ὅτι αἱ αἰτίαι πολλαί, πολλαὶ καὶ αἱ διηγήσεις ἔσονται, ἀλλ’ ὅτι μία ὑπόθεσις συνέστηκε, μία ἔσται καὶ ἡ διήγησις. |
| 135 [5] | οὐδὲ γὰρ ἐν ταῖς παραγραφαῖς δεῖ δύο εἶναι διηγήσεις, ἀλλὰ μίαν μιᾶς οὔσης τῆς ὑποθέσεως ἐξ ἀμφοτέρων τῶν αἰτιῶν. οὐ γὰρ αἱ πίστεις, φησίν, εἰσὶ πολλαί, ἀλλὰ τὰ μὲν κεφάλαια πολλά, ὥσπερ καὶ τῆς διηγήσεως, εἰς ἓν δὲ αὐτά, εἰς πίστιν, ἀνάγεται. Τὴν δὲ τῆς διηγήσεώς φησιν ἑρμηνείαν Ἀλέξανδρος ὁ τοῦ Νουμηνίου θρασυτέραν δεῖν εἶναι τῆς ἐν τῷ προοιμίῳ καί πού τι καὶ παραβολώτερον ἔχουσαν καὶ πρὸς πάθος νεύουσαν, οὕτως δὲ ὡς μήτε τὸ μέτρον ὑπερβαίνειν, δεῖ γὰρ συγκεκινῆσθαι τοῖς πράγμασι τὴν μνήμην, μήτε ἐνδεέστερον τοῦ δέοντος· ἄρτι γὰρ εἰς πάθος τὸν ἀκροατὴν ἐκκαλούμεθα. |
| 137 [5] | ὅμοιον δὲ τῷ τῶν λόγων σχήματι καὶ τὸ τῆς φωνῆς σχῆμα παραφυλάττοις καὶ τοιούτῳ μέτρῳ, ὡς μήτε ἄγαν ἐνθουσιῶδες λαβεῖν, ἐπιλόγοις γὰρ οἰκεῖον, μήτε τὸ λίαν νηφάλιον· ἀλλότριον γὰρ τοῦ πάθους. ὡς μὲν οὖν καθόλου εἰπεῖν, τοιαύτη ἡ τῆς διηγήσεως ἑρμηνεία τε καὶ ὑπόκρισις. ὡς δὲ κατὰ μέτρου διηγηματικοῦ λέγειν, ἁρμόσει τῷ μὲν ἁπλῷ καὶ μηδεμίαν ἰδιότητα ἔχοντι εὐμαθεῖς καὶ ἀπλημμελεῖς τὰς μεταβολὰς ἔχουσα πρὸς τὸν καιρὸν τῶν πραγμάτων· ἐὰν γάρ τι τοῦ διηγήματος μέρος δείνωσιν ἀναγκαίαν ἔχῃ, συνεπαρθῆναι καὶ τὴν λέξιν καὶ διατεθῆναι, ἐὰν πάθος ἔχῃ, παθητικῶς, ἐὰν δὲ ἦθος, ἠθικῶς. |
| 139 | ἐὰν μέντοι διήγημα ἠθικὸν ᾖ καὶ βαρύ, συναφὴς ἡ λέξις διακειμένη βελτίων ἔσται· τὸ γὰρ μὴ συνημμένον καὶ ἁπλοῦν καὶ ἀμβλὺ καὶ ἄτονον. ἐὰν δὲ καὶ διήγημα ᾖ κατασκευαστικόν, τὴν λέξιν δεῖ πολυσχημάτιστον εἶναι παρενθήκαις, παραζητήσεσιν, ἀναδρομαῖς. |
| 140 [5] | παράδειγμα τούτου τοῦ διηγήματος παρὰ Δημοσθένει· ‘τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου‘· εὐθὺς γὰρ ὅλον ἐξ ἀρχῆς διέκοψε καὶ παρενέβαλεν αἰτίας, αἷς ἐξέβαλεν εἰς ἐκτροπὴν τὸν λόγον. Τοῦ δὲ παθητικοῦ διηγήματος τὴν λέξιν ἀσυναφῆ καὶ διακεκομμένην εἶναι δεῖ καὶ λελυμένην τοῖς κώλοις· φορτικὸς γὰρ ὁ τρόπος καὶ βαρύς, ὅτι μὴ κατὰ πρόθεσιν ἀκολουθίας, ἀλλ’ ἕκαστα βιαίως καὶ ἐξ ἀνάγκης λέγειν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· ἐν μακρᾷ πολιορκίᾳ ἐβουλεύσαντό τινες τὴν ἄχρηστον ἡλικίαν διῶξαι· ἀξιοῦσιν οἱ πατέρες ὑπὲρ ἐκείνων ἀνῃρῆσθαι. |
| 142 [5] | Τὸ δὲ ἁπλοῦν καὶ σαφές, ὃ καὶ μάλιστά ἐστι διηγηματικόν, ἐν πολλοῖς ἐστι παραδείγμασιν· ὅπου δ’ ἀνατετραμμένην σε δεῖ, φησί, ποιεῖν τὴν διήγησιν καὶ ἀσαφῆ, μὴ τῇ λέξει τὴν ἀσάφειαν ἐργάζου, ἀλλὰ τὴν μὲν λέξιν, ὡς ἔνι μάλιστα ἁπλῆν, ἵνα καὶ εὐμαθείας δόξαν ἐνθῇς τῷ ἀκροατῇ, τὴν δὲ τῶν πραγμάτων τάξιν κίνει. τοσαῦτα καὶ περὶ διηγήσεων· ἐφεξῆς τοίνυν περὶ πίστεων ἡμῖν εἰρήσεται. ΠΕΡΙ ΠΙΣΤΕΩΝ. |
| 143 [5] | Πίστις τοίνυν ἐστὶ λόγος κατασκευαστικὸς τοῦ προκειμένου ζητήματος. λέγεται δὲ ὁμωνύμως πίστις καὶ ἡ τῶν ἀκουόντων συγκατάθεσις, ἥτις τέλος τυγχάνει οὖσα τῆς προτέρας πίστεως. καλεῖται δὲ ἡ προτέρα ὑπ’ ἐνίων καὶ ἀπόδειξις. Ἀλέξανδρος δὲ οὕτως τὴν πίστιν ὡρίσατο· πίστις ἐστὶ λόγος ἄγων εἰς συγκατάθεσιν. |
| 144 [5] | διαφέρει δὲ πίστις ἀποδείξεως, ὅτι ἡ μὲν ἀπόδειξις ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν συναγωγὴν ὑγιῆ, ἡ δὲ πίστις οὔτε ἀεὶ ἀληθὴς οὔτε πιθανὴ καὶ φαίνεται μὲν συνάγειν, οὐ συνάγει δέ, καὶ ἡ μὲν τοῖς φιλοσόφοις ἁρμόζουσα μᾶλλον, ἡ δὲ τοῖς ῥήτορσιν. Τῶν δὲ πίστεων αἱ μὲν ἄτεχνοί εἰσιν, αἱ δὲ ἔντεχνοι· ἄτεχνοι μὲν ἃς ἐξ ἑτοίμου ποριζόμεθα, ἔντεχνοι δὲ ἃς ἐκ τῆς τέχνης λαμβάνομεν. |
| 145 [10] | ἄτεχνοι δέ εἰσιν οἷον μαρτυρίαι, ψηφίσματα, συμβόλαια, χρησμοί, τὰ τοιαῦτα, ὅσα ἔγγραφα. ἄτεχνοι δὲ λέγονται, ἐπειδὴ οὐδὲν ἐκ τῆς ἐπινοίας ἐστὶ τοῦ λέγοντος, ἀλλ’ ἃ κἂν ἰδιώτης εὕροι. ἔργον δὲ τοῦ ῥήτορος ἐν ταῖς ἀτέχνοις πίστεσι τὰ μὲν βοηθοῦντα αὐξῆσαι καὶ βεβαιῶσαι, τὰ δὲ καθ’ ἡμῶν ἐπισμικρῦναι καὶ ὡς οὐκ ἀξιόπιστα διαβαλεῖν. τὸ δὲ ὅλον τούτων τῶν πίστεων ἡ μὲν εὕρεσις ἄτεχνος, ἡ δὲ χρῆσις ἔντεχνος. τῶν δὲ ἐντέχνων πίστεων τὰ πρῶτα εἴδη δύο, παράδειγμα καὶ ἐνθύμημα. |
| 146 | καὶ Ἀλέξανδρος μὲν οὕτως· Νεοκλῆς δὲ οὕτως· ἔντεχνοι μέν εἰσι πίστεις, ὧν καὶ ἡ χρῆσις καὶ ἡ εὕρεσις ἐπὶ τοῖς λέγουσιν. |
| 147 | εἴδη δὲ αὐτῶν δύο, τό τε ἀπὸ τοῦ πάθους καὶ τὸ ἀπὸ τοῦ πράγματος. παθητικὴ μὲν οὖν πίστις ἐστὶν ἡ τῷ πάθει τοῦ λέγοντος ἐπιφέρουσα τοῦ ζητουμένου τὴν πίστιν, οἷον ‘ὃς γὰρ ἐμοῦ φιλιππισμόν, ὦ γῆ καὶ θεοί, κατηγορεῖ‘. |
| 149 [5] | ἡ δὲ ἀπὸ τοῦ πράγματος πίστις γίνεται κατὰ τρόπους τρεῖς, κατὰ τὸ εἰκός, κατὰ τεκμήριον, κατὰ παράδειγμα. τὸ δὲ εἰκὸς Νεοκλῆς μέν φησι κυρίως τὸ κατὰ διαφορὰν λέγεσθαι, οἷον ‘εἰκὸς ζήσεσθαί με αὔριον μηδενὸς ἀτόπου παρεμφαινομένου‘. τὸ δὲ αὐτό, φησί, λέγεται καὶ εὔλογον· διαφέρει δέ, ὅτι τὸ εὔλογον πλείους ἀφορμὰς ἔχει πρὸς τὸ εἶναι ἢ μὴ εἶναι. λέγεται δὲ τὸ αὐτὸ καὶ πιθανὸν ἐπινοίᾳ μόνον διαφέρον. νῦν δὲ κυρίως, φησί, λαμβάνεται τὸ εἰκὸς κατὰ τὴν πρός τι σχέσιν, τὸ συζύγως ἀνεξενεχθὲν τῷ σημείῳ καὶ τῷ τεκμηρίῳ, ὥστε τὸ εἰκὸς εἶναί τινος εἰκός, καὶ τὸ σημεῖόν τινος σημεῖον, οἷον οὗτος κλέπτης τῷ ὦφθαι αὐτὸν ἐπὶ ἡμέρᾳ ἐκεῖ, ἐν ᾧ ἡ ἀπώλεια γέγονεν, ἢ τῷ ὑπερβαίνοντα καταληφθῆναι τῷ τοῦ κηρύγματος ἀκούοντα μεταστῆναι. |
| 150 | καὶ τὸ μὲν εἰκὸς οὕτως. τὸ δὲ τεκμήριον οὕτως· τεκμήριόν ἐστιν εἰκὸς ἄλυτον, οὗ γεγονότος πάντη τε καὶ πάντως ἐστὶν ἐκεῖνο, οὗ τεκμήριον ὑπάρχει. |
| 152 [5] | τὸ δὲ σημεῖον οὕτως· σημεῖόν ἐστι τεκμήριον ἤδη καταλαμβανόμενον. κοινότερον δὲ εἰώθασι χρῆσθαι ἀντὶ τοῦ εἰκότος τῷ σημείῳ, ὥστε κατὰ τοῦτο σημεῖον εἶναι αἷμα φόνου, στέφανον εὐεργεσίας, μέθην εὐωχίας, ἁπλῶς εἰπεῖν εἰκὸς εἶναι καὶ σημεῖον, ὅπου πιθανὴ ἐπαγωγὴ γίνεται εἰς τὸ προκείμενον. τῶν δὲ εἰκότων, φησί, καὶ τῶν σημείων καὶ τῶν παραδειγμάτων εἴδη τρία, τὰ πρὸ τοῦ πράγματος, ὡς νέφος χειμῶνος, τὰ ἐν τῷ πράγματι, ὡς καπνὸς πυρός, τὰ μετὰ τὸ πρᾶγμα, ὡς αἷμα φόνου. |
| 154 [5] | Παράδειγμα δέ, ὡς Νεοκλῆς, ἐμφερὲς καὶ ὅμοιον καὶ εἰκὸς τῷ ζητουμένῳ πράγματι, ἀφ’ οὗ ὁρμώμενος ἄν τις ἀξιώσαι ὁμοίως τὰ ὅμοια φρονεῖν καὶ ἐπὶ τοῦ ζητουμένου, οἷον τοῦ τινα δορυφόρους λαμβάνοντα τυραννήσειν παράδειγμά ἐστι Πεισίστρατος καὶ Φάλαρις καὶ Διονύσιος. Ἀλέξανδρος δὲ οὕτως· παράδειγμά ἐστι λόγος ἀπὸ τῶν κατὰ μέρος ἤτοι ἐπὶ τὸ κατὰ μέρος ἐπάγων ἢ ἐπὶ τὸ καθόλου ἢ ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ὡς ἔχει τὰ προειρημένα. |
| 156 [5] | ὡς δὲ Ζήνων, παράδειγμά ἐστι γενομένου πράγματος ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ νῦν ζητουμένου. Ἐνθύμημα δέ ἐστιν, ὡς μὲν Νεοκλῆς, λόγος προειρημένων τινῶν περὶ τοῦ ζητουμένου, ἢ καὶ περὶ τοῦ καθηγουμένου αὐτοῦ, καί τινα συνήχησιν ἐχόντων τῶν ἀκροατῶν τὸ ἐνδέον κεφαλαιωδῶς καὶ συνειλημμένως προστιθείς. |
| 158 | ὡς δὲ ἔνιοι, ἐνθύμημά ἐστι τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ. ὡς δὲ Ἁρποκρατίων, ἐνθύμημά ἐστι λόγος πρὸς ἀπόδειξιν λαμβανόμενος τῶν ὑποκειμένων. |
| 160 [5] | τῆς δὲ ἀποδείξεως ἀρχὴ μέν ἐστιν, ὥς φησι Νεοκλῆς, πρόθεσις· τρόποι δὲ αὔξησις καὶ μείωσις. ἐκ τῶν αὐτῶν δὲ τόπων ληφθήσεται ἥ τε αὔξησις καὶ ἡ μείωσις. μάλιστα δὲ τὰ πάθη ταῖς αὐξήσεσι συναγωνίζεται καὶ ταῖς μειώσεσιν. ἔσται δὲ ταῦτα οὐκ ἐν ἑνὶ μέρει τοῦ λόγου, ἀλλὰ δι’ ὅλου παρασπαρθήσεται. καὶ περὶ μὲν τῶν τρόπων ταῦτα· περὶ δὲ τῆς προθέσεως ἤδη λέγωμεν. Πρόθεσίς ἐστιν ἔκθεσις τοῦ ζητουμένου ὡσπερεὶ σκοπὸς καὶ ἐπαγγελία τῆς μελλούσης παρασκευῆς. |
| 162 | λαμβάνεται δὲ [γὰρ] ἡ πρόθεσις πρῶτον μὲν ἕνεκεν τοῦ προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς· εἰδότες γὰρ τὴν πρόθεσιν, ἐφ’ ἣν ποιεῖται τοὺς λόγους, προσεκτικώτεροι γίνονται· δεύτερον δὲ ἕνεκεν τοῦ τὴν μετάβασιν τὴν ἐπὶ τὰς πίστεις ἐκ τοῦ διηγήματος πᾶσι φανερὰν γενέσθαι· τρίτον αὐξήσεως ἕνεκεν· τοῦτο γὰρ ἐποίησε καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου προαναγνοὺς τοὺς περὶ σωφροσύνης νόμους. |
| 165 [5] | λαμβάνεται δὲ καὶ μειώσεως ἕνεκεν, ὡς ὁ Δημάδης· ‘ἥρπασαν οἱ Διόσκουροι τὰς Λευκιππίδας, Ἀλέξανδρος τὴν Ἑλένην, καὶ διὰ τοῦτο τοῖς Ἕλλησι πόλεμος ἐγένετο, καὶ νῦν τοῦ πορνοβοσκοῦ θυγάτηρ ἥρπασται‘. τότε δέ, φησί, προοιμίου τάξιν ἔχει τὸν ἀκροατὴν ἐπιστρέφουσα. |
| 166 | τίθεται πρόθεσις καὶ πρὸ τῶν διηγήσεων, οἷον ‘τίνων χρὴ λόγον παρὰ πρεσβευτοῦ λαβεῖν; πρῶτον μὲν ὧν ἀπήγγειλε‘, καὶ ἑξῆς. λαμβάνεται δὲ ἡ πρόθεσις καὶ ἐν ἀρχῇ, ὡς ὁ Λυκοῦργος· ‘καὶ παράνομον τὸ ψήφισμα ἐπιδείξω καὶ ἀσύμφορον καὶ ἀνάξιον τὸν ἄνδρα δωρεᾶσ‘. |
| 168 [5] | ἁρμόζει δὲ τότε ἡ τῶν κεφαλαίων ἔκθεσις, ὅταν ἐπὶ τὸ βέλτιον ὦσι περί τινος προαπενηνεγμένοι, ὡς ὁ Δημοσθένης περὶ τοῦ Χαριδήμου λέγων· ‘ἐγὼ δὲ ἐὰν μὴ καὶ παράνομον τὸ ψήφισμα δείξω καὶ ἀσύμφορον καὶ ἀνάξιον τὸν ἄνδρα δωρεᾶσ‘. καὶ περὶ μὲν προθέσεως ταῦτα· περὶ δὲ τῶν τῆς πίστεως τόπων ῥητέον, καὶ πρῶτον τί ἐστι τόπος. Τόπος μὲν οὖν ἐστιν, ὡς Ἀλέξανδρός φησιν, ἀφορμὴ ἐπιχειρήματος ἢ ἀφορμὴ πίστεως [εἰ], ὅθεν ἄν τις ὁρμώμενος ἐπιχείρημα εὕροι· τῶν δὲ τόπων ἔνιοι μέν, ὡς ὁ Νεοκλῆς φησι, κοινούς τινας κατὰ πασῶν τῶν στάσεων εὑρήκασιν· οἱ δὲ ἰδίους ἑκάστης στάσεως, Ἀριστοτέλης δὲ καὶ κοινοὺς καὶ ἰδίους τοὺς μὲν πλείστους εὕρηκε, περὶ δὲ τῶν ἰδίων διαλέγεται συμφωνῶν καὶ αὐτὸς Εὐδήμῳ τῷ ἀκαδημαϊκῷ. |
| 171 | εἰσὶ δὲ οὗτοι οἱ τόποι οἵδε· ὅρος, διαίρεσις, παράθεσις, συστοιχία, περιοχή, ὅμοιον, παρεπόμενον, μάχη, δύναμις, κρίσις. οὗτοι μὲν οὖν, φησίν, οἱ γενικώτατοι τόποι. ἀρκτέον δὲ ἤδη περὶ ἑκάστου λέγειν. ὁ ὅρος τριχῆ τέμνεται, εἴς τε ὁλόκληρον τὸν ὅρον, εἰς τὰ ἐν τῷ ὅρῳ, καὶ τὰ παρακείμενα τῷ ὅρῳ. |
| 172 [5] | τὰ μὲν οὖν ἐν αὐτῷ τῷ ὅρῳ ταῦτά εἰσι, γένος, ἴδιον, διαφορά. τὰ δὲ παρακείμενα αὐτῷ ἐτυμολογία, παρώνυμον, ἐπίθετον, ὑποκοριστικόν· καὶ ἐκ τούτων γὰρ ἐπιχειρήματα λαμβάνεται. ἡ δὲ διαίρεσις τριχῆ καὶ αὐτὴ τέμνεται, εἴς τε τὴν καταρίθμησιν καὶ εἰς τὸν μερισμὸν καὶ εἰς τὴν εἰδικὴν διαίρεσιν. |
| 173 [5] | ἔστι δὲ καταρίθμησις μέν, ὅταν ὄνομα μόνον κοινὸν ὑπάρχῃ, πρᾶγμα δὲ διάφορον· μερισμὸς δέ, ὅταν κοινὸν ᾖ καὶ ὄνομα καὶ πρᾶγμα, μόνον δὲ τὴν λέξιν διάφορον ἔχῃ. περὶ δὲ τῆς εἰδικῆς διαιρέσεως ὡς σαφοῦς παραλείπομεν. ἡ δὲ παράθεσις καὶ αὐτὴ τριχῆ λαμβάνεται, ἢ κατὰ τὸ μᾶλλον ἢ κατὰ τὸ ἧττον ἢ κατὰ τὸ ἴσον. |
| 175 | ἡ δὲ συστοιχία πραγμάτων κοινωνίαν καὶ ὀνομάτων δηλοῖ· συστοιχεῖν γὰρ ἀλλήλοις λέγομεν ὡς τὴν φρόνησιν καὶ τὸν φρόνιμον. ἡ δὲ περιοχὴ διπλῆ· ἃ μὲν γὰρ ὡς μέρη [γίνεται] περιέχεται, ἃ δὲ ὡς κατὰ δύναμιν. |
| 177 | ὁ δὲ ἐκ τῶν ὁμοίων τόπος καὶ αὐτὸς διπλοῦς· τὸ μὲν γὰρ κατὰ τὴν ποιότητα ὅμοιόν ἐστι, τὸ δὲ κατὰ τὴν ἀναλογίαν, ὅπερ εἰς τὰς ἀποδείξεις μᾶλλον ἁρμόττει. τὸ δὲ παρεπόμενον ἔχει τρόπους τρεῖς, τὰ πρὸ τοῦ πράγματος, τὰ ἐν τῷ πράγματι, τὰ μετὰ τὸ πρᾶγμα. |
| 179 [5] | τὴν δὲ μάχην ἐν τοῖς περὶ εὑρέσεως σχολικοῖς, ἐν οἷς περὶ ἐπιχειρημάτων ἐλέγομεν, ἐδιδάξαμεν· ῥητέον δὲ καὶ νῦν τὰ παρακείμενα αὐτῇ. παράκειται τοίνυν τῇ μάχῃ καὶ τὰ ἐναντία καὶ τὰ ἀντικείμενα. τί δὲ τούτων ἑκάτερον διαφέρει, ῥητέον. ἀντικείμενα μὲν οὖν ἐστιν, ὧν τὸ ἕτερον τοῦ λόγου ἀποφατικόν ἐστιν. ἐναντία δέ, ὅσα περὶ τὸν αὐτὸν τόπον στρεφόμενα πλεῖστον ἀλλήλων ἀπέχει. τῶν δὲ ἐναντίων τὰ μέν ἐστι στερητικά, τὰ δὲ οὐ στερητικά. στερητικὰ μὲν οἷον τέχνη ἀτεχνία, οὐ στερητικὰ δὲ οἷον ἀγαθὸν κακόν. ἡ δὲ δύναμις ὀκτὼ διαφορὰς ἔχει ἀκολούθως τῇ τοῦ συμφέροντος διαιρέσει· λαμβάνεται γὰρ τὸ συμφέρον ἐκ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ καθ’ ἑκάτερον τετραχῶς, ἐκ μὲν τοῦ ἀγαθοῦ κτῆσις, αὔξησις, τήρησις, ὄνησις· ἐκ δὲ τοῦ κακοῦ ἔκκλισις, μείωσις, ἀπόκλισις, ὑπόστασις. |
| 181 [5] | κρίσις δὲ ληφθήσεται ἀπὸ θεῶν, ἀπὸ ἡρώων, ἀπὸ συγγραφέων, ἀπὸ φιλοσόφων, ἀπὸ ποιητῶν. Οἱ μὲν γενικώτατοι τόποι οὗτοι· οὐδὲ γὰρ οἷόν τε νῦν περὶ ἁπάντων λέγειν, ἀλλ’ ἁπλῶς εἰς ἔννοιαν ἄγομεν τοῦ πράγματος, ἐπεὶ καὶ ὅταν λέγωμεν δεῖν σκοπεῖν αἰτίαν, ὕλην, ἀγωγήν, οὐχ ὡς ἐκ τούτων μόνων ἐλεγχομένων τῶν ἀδικούντων φαμέν, πολλοὶ γὰρ καὶ ἀπὸ χρώματος καὶ ῥήματος ἠλέγχθησαν, ἀλλὰ δι’ αὐτῶν ὥσπερ εἰς ἔννοιαν τῶν ὅλων ἄγομεν. |
| 183 [10] | Δεῖ δὲ εἰδέναι, ὅτι πάντα τὰ προειρημένα κατὰ δύο τρόπους ἔσται χρήσιμα ἐπὶ ζητημάτων, οἷον προκείσθω ζήτημα, εἰ ἡ ἡδονὴ ἀγαθόν. ἐὰν γὰρ θελήσωμεν τοῦτο ἀποδεῖξαι, ἐκ τοῦ ὅρου τῆς ἡδονῆς ἐπιχειρήσομεν, οἷον ὅτι ἡ ἡδονὴ ἀποκατάστασίς ἐστιν ἐκ τῶν παρὰ φύσιν εἰς φύσιν ἑκάστου τὴν αὑτοῦ, τὰ δὲ ἐξ ἀποκαταστάσεως ἀτελῆ, ἡ δὲ τοιαύτη ἡδονὴ ἀτελής, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν· οὐκ ἄρα ἡδονὴ ἀγαθόν. εἰ δὲ ἀγαθὸν αὐτὴν ἀποδεῖξαι θελήσομεν, πάλιν ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀγαθοῦ ἐπιχειρήσομεν, οἷον ὅτι ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, τῆς δὲ ἡδονῆς πάντα ἐφίεται· ὥστε ἀγαθόν. τοῦτο δέ, φησί, συμβαίνει, ἐὰν χωρὶς προσώπου παραλήψεως τὸ ζητούμενον ᾖ· ἐὰν δὲ μετὰ προσώπου παραλήψεως, οὔ. |
| 184 [5] | ἔστι δὲ καὶ ἀπ’ αὐτῆς ταύτης λαβεῖν ἐπιχείρημα οὕτως, εἰ ἡδονὴ βασιλεῖ ἀγαθόν· τοῦτο γὰρ ὁρισάμενοι κατὰ τοῦτον τὸν ὅρον ἐπιχειρήσομεν. Γνωστέον δὲ ἐπὶ τῶν τόπων τούτων κἀκεῖνο, ὅτι οἱ μὲν αὐτῶν εἰσιν ἀνασκευαστικοὶ μόνον, οἷός ἐστιν ὁ ἀπὸ τοῦ μᾶλλον καὶ ἀπὸ γένους καὶ τοῦ εἴδους, οἱ δὲ καὶ ἀνασκευαστικοὶ καὶ κατασκευαστικοί, οἱ ἀπὸ τοῦ ὅρου. |
| 186 [5] | Τὰς δὲ λύσεις τῶν πίστεων, ἁπλῶς μὲν εἰπεῖν, ἀπὸ τῶν αὐτῶν τόπων ληπτέον, ἀφ’ ὧνπερ καὶ τὰς κατασκευὰς αὐτῶν λαμβάνομεν, καθ’ ἕκαστον δὲ οὕτως· τὰς μὲν παραδειγματικὰς πίστεις οὕτως· ἢ γὰρ ψευδῆ τὰ λήμματα ἐροῦμεν, ἢ ἀνόμοιον δείξομεν τὸ παραλαμβανόμενον, καὶ ἀνόμοιον οὐκ ἄλλοθεν, ἀλλὰ κατ’ αὐτὸ μάλιστα τὸ δοκοῦν συνέχειν τὴν ὁμοίωσιν, ἢ καὶ τοῦτο δόντες τὴν ἐπιφορὰν οὐ συγχωρήσομεν. |
| 187 [5] | οὐ γὰρ εἰ ἐπί τινων, καὶ ἐπὶ πάντων, ἢ ἐπί γε τούτου περὶ οὗ ἡ σκέψις, ὥσπερ καὶ Δημοσθένης· ‘σὺ δ’ ἡμῖν μὴ λέγε, ὡς γέγονε τοῦτο πολλάκις· οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη‘, καὶ ἑξῆς. Τῶν δὲ ἀτέχνων πίστεων τοὺς μὲν νόμους ἢ ἀμφιβολίᾳ χρώμενοι καὶ οὐ τοῦτο εἶναι λέγοντες τὸ σημαινόμενον, ἀλλ’ ἕτερον, ἢ τῆς μὲν λέξεως ἀφιστάμενοι, τὴν δὲ διάνοιαν ἐξετάζοντες τοῦ νομοθέτου ἐκ τῶν ῥηθέντων ἄλλο τι τὸ προκείμενον συλλογιζόμεθα, ἢ ἕτερον καὶ αὐτοὶ νόμον ἀντεισάγοντες· τὰ δὲ ψηφίσματα καὶ τοὺς χρησμοὺς καὶ τὰ συμβόλαια ὁμοίως ὥσπερ καὶ τοὺς νόμους λύσομεν. |
| 189 [5] | Τὰς δὲ μαρτυρίας αἰτιασόμεθα ἤτοι φίλους εἶναι λέγοντες τοῖς ἀντιδίκοις τοὺς μάρτυρας ἢ ἡμῖν ἐχθροὺς ἢ δῶρα εἰληφότας ἢ παρακεκλημένους ἢ ἔργον τὸ καταψευδομαρτυρεῖν ποιουμένους. ἀντιτάξομεν δὲ τοῖς μάρτυσι καὶ τὰ εἰκότα λέγοντες, ὅτι ταῦτα μὲν οὐδέποτε ψεύδεται, ἄνθρωποι δὲ πολλοὶ ψευδομάρτυρες ἑαλώκασιν. Πρὸς δὲ τὰς βασάνους ὥσπερ καὶ πρὸς τὰς μαρτυρίας ἀπαντήσομεν. |
| 190 [5] | προσεξετάσομεν δὲ καὶ γένος τῶν βασανιζομένων καὶ τύχην καὶ ἡλικίαν· πρὸς δὲ τούτοις, ὅτι πολλοὶ τῶν βασανιζομένων διὰ τὰς βασάνους τινῶν ψευδῆ κατεῖπον· καὶ εἰ μὲν μεγάλαι εἶεν αἱ βάσανοι, διὰ τὸ μέγεθος αὐτοὺς καταναγκασθῆναι ψεύσασθαι ῥητέον· εἰ δὲ σμικραί, διὰ τὴν σμικρότητα καταπεφρονηκέναι. Τοὺς δὲ ὅρκους ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧνπερ καὶ τὰς μαρτυρίας λύσομεν, ὅτι καὶ πρότερόν τινες ἐπιώρκησαν καὶ πάντες οἱ τὰ ἄδικα τολμῶντες οὕτως ἔχουσιν ὡς ἂν εἰ καὶ ἐπιορκήσαντες. |
| 192 [5] | τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι, ὅταν πλείω ἰσχυρὰ ἔχωμεν, ὀλίγα δὲ ἀσθενῆ, μετὰ τὰ ἰσχυρὰ τὰ ἀσθενῆ προσήκει τιθέναι· ὅταν δὲ ἰσχυρὸν ἓν ἔχωμεν, πλατὺ δὲ ᾖ, διελόντες αὐτὸ μέσον τὸ ἀσθενὲς θήσομεν, ὥσπερ καὶ Δημοσθένης πεποίηκε μέσον τάξας τὸ παράνομον. εἰ δὲ τούτων μηδὲν εἴη, τὸ ἀσθενὲς πρότερον τάξαντες οὕτως ἐπάξομεν τὸ ἰσχυρόν. ἔστι δὲ ὅτε καὶ ἀθρόα πλείω κεφάλαια θήσομεν, ὅταν αὐτῶν αἱ κατασκευαὶ ἀπὸ τῶν αὐτῶν ὦσι τόπων. |
| 193 [5] | τοῦ δὲ ἀντιδίκου τότε μάλιστα θετέον ἀθρόα, ὅταν ἔμφασις ᾖ μάχης· εὐδηλοτέρα γὰρ οὕτως ἂν ἡ ἐναντίωσις γένοιτο· συγχυθήσονται δὲ ἐνίοτε τὰ κεφάλαια, ὅταν τι σαθρὸν ἐν αὐτοῖς ᾖ κεφάλαιον. τὰ μὲν ἁπλᾶ καθ’ ἑαυτὰ ἢ κατασκευάσομεν ἢ ἀνασκευάσομεν· τὰ δὲ διπλᾶ, ὡς ἐπὶ τῶν ἀντεγκλημάτων καὶ τῶν ἀμφισβητήσεων, ἐν οἷς παρεκτενοῦμεν τὸν λόγον τὰ μὲν ἡμέτερα αὔξοντες, τὰ δὲ τῶν ἀντιδίκων μειοῦντες. |
| 195 [5] | διὸ καὶ τὸν Πλάτωνά τινες μέμφονται, ὅτι διπλοῦν ζήτημα, τὸ περὶ τοῦ ἔρωτος, χαριζόμενος τὸ ἕτερον ἀνεξέργαστον ἀπολέλοιπεν. Τὴν δὲ τῶν πίστεων ἑρμηνείαν οὔτε ἀφελῆ εἶναι δεῖ, καθάπερ ἐν τῇ διηγήσει, οὔτε ἀνηπλωμένην καὶ σπερματικῶς ἔχουσαν τὰ πράγματα, ἀλλὰ καὶ συνεστραμμένην καὶ οἷον εἰπεῖν κωνοειδῆ, καὶ τὸ σύνολον ἀγωνιστικήν. |
| 197 | ἁρμόζεσθαι δὲ δεῖ τῇ ὑποκρίσει τὸν λέγοντα πρὸς τὸ σχῆμα τοῦ λόγου. τοσαῦτα καὶ περὶ πίστεων. ΠΕΡΙ ΕΠΙΛΟΓΩΝ. |
| 198 | Ἐπίλογός ἐστιν, ὡς μὲν Νεοκλῆς, λόγος ἐπὶ προειρημέναις ἀποδείξεσιν ἐπιλεγόμενος, πραγμάτων ἀθροισμὸν καὶ ἠθῶν καὶ παθῶν περιέχων. ὡς δέ τινες, μέρος λόγου ὕστατον ἑπόμενον ἀποδείξεσιν. |
| 200 | ὡς δὲ Ἀλέξανδρος, λόγος ἐπιρρωννὺς τὰ εἰρημένα. περὶ δὲ τοῦ πότε αὐτῷ χρηστέον καὶ ποίαν αὐτῷ δοτέον τάξιν, ἐν τοῖς περὶ προοιμίων εἴρηται· τὰ γὰρ αὐτὰ καὶ ἐπὶ τῶν ἐπιλόγων εἰπεῖν ἔνεστιν. |
| 202 [5] | Ἵνα δὲ μὴ θαυμάσῃ τις, εἰ συμβαίνει τὸ προοίμιον καὶ τὴν διήγησιν καὶ τὸν ἐπίλογον παραλείπεσθαι καὶ ἐν ἀποδείξεσι μόναις εἶναι τὸ ζήτημα, παραθησόμεθά τι τοιοῦτον· φέρε γὰρ ἐν σταδίῳ δρομεῖς δύο ἀμφισβητεῖν, τὸν μὲν εἰς τοὺς ὕσπληγας πρότερον εἰσπεσόντα, τὸν δὲ τὸ βραβεῖον κεκομισμένον· ἐνταῦθα γὰρ οὔτε τοῦ προοιμίου χρεία οὔτε τῆς διηγήσεως οὔτε ἐπιλόγου, ἀλλὰ μόνης ἀποδείξεως. Διαιρεῖται δὲ ὁ ἐπίλογος εἰς εἴδη δύο, εἴς τε τὸ πρακτικὸν καὶ τὸ παθητικόν· καὶ τοῦ μὲν πρακτικοῦ ἐστιν ἡ ἀνακεφαλαίωσις, τοῦ δὲ παθητικοῦ τὸ τὰ πάθη κατασκευάζειν καὶ ῥωννύειν τὸν λόγον. |
| 204 | ὅταν μὲν οὖν πολλὰ ᾖ τὰ εἰρημένα, ὥστε μὴ μεμνῆσθαι τοὺς ἀκούοντας, τῇ ἀναμνήσει χρησόμεθα· ὅταν δὲ ὀλίγα, παραλείψομεν τὴν ἀνάμνησιν. καὶ τὸ παθητικὸν δὲ μέρος ὡσαύτως· ὅταν μὲν γὰρ περὶ τὸ πρᾶγμα πάθος εἴη, τότε κινήσομεν· ὅταν δὲ μὴ εἴη, παρήσομεν. |
| 205 [5] | ὥσπερ γὰρ τὰ ὀλίγα καὶ εὐμνημόνευτα εἰ πάλιν ἀναμνήσομεν, γελοῖον ποιήσομεν, οὕτως καὶ τὰ μὴ ἔχοντα πάθος ἂν παθαίνειν πειρασώμεθα, ἀπορήσαντες τοῦ τοιούτου γελοῖοι ἐσόμεθα. ὅτι δὲ καὶ ἡ ἀνακεφαλαίωσις καὶ τὰ πάθη πολλάκις ἐκλείπει, παράδειγμά ἐστιν ὁ Λυσίου λόγος, ὁ περὶ τοῦ κυνιδίου γεγραμμένος· οὔτε γὰρ ἀνακεφαλαίωσιν ἔχει διὰ τὸ ὀλίγον εἶναι καὶ εὐμνημόνευτον οὔτε πάθος διὰ τὸ μικρὸν εἶναι τὸ πρᾶγμα. |
| 207 [5] | Ἔργον δὲ ἐπιλόγου Πλάτων μὲν ἐν Φαίδρῳ φησίν· ‘ἐν κεφαλαίῳ καταλέγοντα ὑπομνῆσαι ἐπιτελευτικοὺς τοὺς ἀκούοντας τῶν εἰρημένων‘. ἔχεται δὲ τῆς αὐτῆς δόξης καὶ Χρύσιππος· καὶ γὰρ αὐτὸς μονομερῆ φησι τὸν ἐπίλογον. Ἀριστοτέλης δὲ ἐν ταῖς Θεοδεκτικαῖς τέχναις φησίν, ὅτι ‘ὁ ἐπίλογος τὸ μὲν κεφάλαιον ἔχει προτρέψασθαι τοὺς ἀκούοντας· προτρέψομεν δὲ τριχῶς, εἰς τὰ πάθη ἀνάγοντες τὰ ἑκάστῳ προτρεπτικά. |
| 208 | ἓν μὲν οὖν ἔργον ἐπιλόγου τὸ τὰ πάθη διεγεῖραι, δεύτερον τὸ ἐπαινεῖν ἢ ψέγειν· τούτων γὰρ ἐν ἐπιλόγοις ἡ χώρα· τρίτον δὲ τὸ ἀναμιμνῄσκειν τὰ εἰρημένα‘. οὔτε δὲ τὰ εὐμνημόνευτα οὔτε τὰ ἀπαθῆ κινητέον. |
| 210 [5] | Ἔστι δὲ ἀνακεφαλαίωσις ἔκθεσις σύντομος προειρημένων κεφαλαίων ἢ ἐπιχειρημάτων, ἢ νὴ Δία προειρημένων διεξοδικῶν λόγων ἐπιδρομὴ ἀθρόα τῆς τῶν ἀκουόντων ὑπομνήσεως ἕνεκεν. τὴν δὲ ἀνακεφαλαίωσιν οὐκ ἐν τοῖς τελευταίοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς μέσοις ποιούμεθα· ὅταν γὰρ πολλὰ ᾖ καὶ δυσμνημόνευτα, τότε καὶ πολλάκις αὐτὰ ἀναμνήσομεν, οὐ πάντα πολλάκις λέγοντες, ἀλλὰ τὰ μὲν ἤδη προειρημένα ἀναμιμνῄσκοντες, τὰ δὲ μετὰ ταῦτα πάλιν ἀνακεφαλαιούμενοι. |
| 212 [5] | ἀλλ’ οὐδὲ τῶν εἰρημένων πάντα ἀνακεφαλαιωσόμεθα, ἀλλ’ ὅσα μὲν ἰσχυρῶς ἐσμεν λελυκότες, ταῦτα ἀνακεφαλαιώσασθαι προσήκει, τὰ δὲ σαθρὰ παραλιπεῖν. οὐ μὴν οὐδὲ τὰ ἀναγκαῖα τῶν ἀντιδίκων κεφάλαια πάντοτε ἀναμνήσομεν, ἀλλ’ ἐκεῖνα, ἃ τὴν ἀνάμνησιν ἀναγκαίαν ἔχει καὶ ἡμῖν χρήσιμον. τὴν δὲ τῶν κεφαλαίων ἀνάμνησιν ποτὲ μὲν μετὰ τῶν πίστεων ποιησόμεθα, ποτὲ δὲ ψιλήν. |
| 213 [5] | ὅταν μὲν οὖν ἢ ἰσχυραὶ ὦσιν αἱ πίστεις ἢ ἐξίτηλοι τοῖς ἀκούουσι, τότε ἀναμνήσομεν μετὰ τῶν ἀποδείξεων· ὅταν δὲ ἢ ἀσθενεῖς ὦσιν ἢ τοῖς ἀκούουσιν εὐμνημόνευτοι, ψιλῶς τῶν κεφαλαίων ἀναμνήσομεν. εἴδη δὲ τῆς ἀνακεφαλαιώσεως Νεοκλῆς μὲν τέτταρα εἶναί φησι, καθ’ ὑπόθεσιν, κατὰ στάσιν, κατ’ ἐπιχείρησιν, κατὰ τόπον. |
| 215 [5] | κατὰ μὲν οὖν ὑπόθεσιν ἀνακεφαλαίωσις γίνεται, ὅταν αὐτὰ τὰ τὴν ὑπόθεσιν πεποιηκότα ψιλῶς ἐκτιθώμεθα, οἷον ἀσεβείας κρινομένη ἡ Φρύνη· καὶ γὰρ ἐκώμασεν ἐν Λυκείῳ καὶ καινὸν εἰσήγαγε θεὸν καὶ θιάσους ἀνδρῶν καὶ γυναικῶν συνήγαγεν· ‘ἐπέδειξα τοίνυν ὑμῖν ἀσεβῆ Φρύνην, κωμάσασαν ἀναιδῶς, καινοῦ θεοῦ εἰσηγήτριαν, θιάσους ἀνδρῶν ἐκθέσμους καὶ γυναικῶν συναγαγοῦσαν‘. ψιλὰ γὰρ νῦν τὰ πράγματα διηγεῖται. κατὰ στάσιν δὲ ἀνακεφαλαίωσις γίνεται, ὅταν τὰ περὶ στάσεως ψιλῶς ἐκτιθώμεθα, οἷον ἔστω Φειδίας ὡς μὲν νοσφισάμενος ἐκ τοῦ Ὀλυμπίου χρυσίον, βασανιζόμενος καὶ τεθνηκώς. |
| 216 [10] | ἡ ἀνακεφαλαίωσις· ‘ἐπέδειξα τοίνυν μήτε ὑφῃρημένον Φειδίαν χρυσίον‘, ὅπερ στοχαστικόν. ὅτι τε ‘εἰ καὶ ὑφείλετο, κλέπτης, οὐχ ἱερόσυλος ἦν‘, ὅπερ ἐστὶν ὁριστικόν. ‘ἔτι δέ, εἰ καὶ ἱερόσυλος ἦν, κρίνειν ἐχρῆν πρότερον, οὐ βασανίζειν εὐθύς· ἔτι τε, εἰ ἔδει κρίνεσθαι, παρ’ Ἀθηναίοις ἔδει‘, ὅπερ ἐστὶ μετάληψις. κατ’ ἐπιχείρησιν δὲ ἀνακεφαλαίωσις γίνεται, ὅταν τις τὰ ἰσχυρότατα ἐπιχειρήματα ἐκτιθῆται, οἷον ἔστω ὁ φιλόσοφος πείσας τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα καὶ αἰτῶν τὸ γέρας. |
| 217 [5] | ἡ ἀνακεφαλαίωσις· ‘ἐπέδειξα ὑμῖν καὶ ἐκ τοῦ ὀνόματος τοῦ τυραννοκτόνου τὸν κτείνοντα μόνον δωρεᾶς ἄξιον, καὶ ἐκ τοῦ τὰς τοιαύτας δωρεὰς τοῖς κινδυνεύουσιν ἀποδιδόναι‘. κατὰ δὲ τόπον ἀνακεφαλαίωσις γίνεται, ὅταν τὰ ἔν τινι τόπῳ ἐμπεριεχόμενα συντόμως ἐκτιθῆται, ὡς ἐν ταῖς συμβουλαῖς ἡ ἀνακεφαλαίωσις· ‘ἐπέδειξα ὑμῖν καὶ δίκαιον καὶ συμφέρον καὶ πρέπον καὶ δυνατὸν καὶ ῥᾴδιον‘. |
| 219 [5] | δεῖ δὲ ἀναμιμνῄσκειν συντόμως, οὐκ ἐκ τοῦ φανεροῦ τὴν ἀνάμνησιν εἰσάγοντας, οἷον ‘βούλομαι δ’ ὑμῖν ἄνωθεν περὶ ὧν εἶπον διελθεῖν‘. καὶ γὰρ μειρακιῶδες, φησί, τὸ τοιοῦτο, καὶ ἅμα δόξει περιττὸν γίνεσθαι. κατὰ δὲ τὰ στοχαστικὰ ζητήματα τοῖς μὲν κατηγόροις χρήσιμον τὸ ἀνακεφαλαιώσασθαι· καθ’ ἑαυτὰ μὲν γὰρ ἕκαστα τῶν κεφαλαίων ἀσθενῆ, τεθέντα δὲ ὁμοῦ τὰ πάντα ἰσχυρὰν ποιήσει τὴν ἀπόδειξιν· τοῖς δὲ ἀπολογουμένοις οὐ πάνυ. |
| 221 [10] | Περὶ τῆς κατὰ τὴν ἀνακεφαλαίωσιν ἑρμηνείας Ἀλέξανδρος ὡδὶ γράφει· λέξις δὲ ἀνακεφαλαιωτικὴ ἀκριβὴς ἔστω, καὶ ὡς ἐπὶ τὸ πλεῖστον μὲν κυρία, μεμίχθω δέ, ἂν δέῃ, καὶ τροπικῇ. σχήματα δὲ ἔστω ποικίλα· καὶ γὰρ εἰρωνευόμενοι λέξομεν καὶ πρὸς τοὺς ἀντιδίκους ἀποστρέφοντες τὸν λόγον καὶ πρὸς τοὺς δικαστάς, καὶ ἁπλῶς πάντα τὰ σχήματα ἐπιδέχεται τοῦτο τὸ μέρος τοῦ λόγου. καὶ περὶ μὲν τοῦ πραγματικοῦ τοσαῦτα· περὶ δὲ τοῦ παθητικοῦ ἤδη ῥητέον, καὶ πρῶτόν γε τί ἐστι πάθος. Ὡς μὲν οὖν Ἀλέξανδρός φησι, πάθος ἐστὶν ὁρμὴ ἀπεστραμμένη τὸν αἱροῦντα λόγον· ὡς δὲ Νεοκλῆς, πρόσκαιρος κατάστασις ψυχῆς σφοδροτέραν ὁρμὴν ἢ ἀφορμὴν κινοῦσα. |
| 224 [5] | πάθη δέ ἐστι τὰ πρῶτα τέσσαρα, λύπη, φόβος, ἐπιθυμία, ἡδονή. καὶ λύπη μέν ἐστι συστολὴ ὡς ἐπὶ κακῷ παρόντι, φόβος δὲ φυγὴ ὡς ἐπιφερομένου κακοῦ, ἐπιθυμία δὲ ἄλογος ὄρεξις, ἡδονὴ δὲ ἄλογος ἔπαρσις. λύπης μὲν οὖν ὡς πρὸς τὸ παρὸν εἴδη ἔλεος καὶ φθόνος. |
| 225 [5] | καὶ ἔλεος μέν ἐστι λύπη ὡς ἐπ’ ἀναξίως δυστυχοῦντι, φθόνος δέ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ χωρὶς τῆς ἐπὶ τὰ οἰκεῖα διαφορᾶς. φόβου δὲ εἴδη αἰσχύνη καὶ ἀγωνία, ὧν αἰσχύνη μὲν φόβος ἥττης, ἀγωνία δὲ φόβος διαπτώσεως. |
| 227 | τῆς δὲ ἐπιθυμίας εἴδη ὀργὴ καὶ θυμός, ὧν θυμός ἐστιν ὁρμὴ βίαιος πρὸς κακοποιΐαν, ὀργὴ δέ ἐστιν ἐπιθυμία τιμωρίας. τῆς δὲ ἡδονῆς εἴδη ἐπιχαιρεκακία καὶ ἀπόλαυσις, ὧν ἡ μὲν ἐπιχαιρεκακία ἡδονὴ ἐπὶ τῇ τοῦ πέλας κακοπραγίᾳ, ἀπόλαυσις δὲ ἡδονὴ ὡς ἀνεμπιπλαμένου μετὰ θαυμασμοῦ. |
| 228 [5] | τὰ μὲν οὖν πάθη ταῦτα εἰς τὸν ἐπίλογον ἁρμόζει. Ἔργον δὲ ἐπιλόγου ἢ προϋπάρχοντα πάθη αὐξῆσαι ἢ ἐμποιῆσαι μὴ ὄντα. |
| 230 | μεγάλην δὲ ἔχει ῥοπὴν ἐν τοῖς ἐπιλόγοις ἡ αὔξησις, περὶ ἧς λεκτέον· αὔξησίς ἐστι λόγος μεῖζον ποιῶν φαίνεσθαι τὸ πρᾶγμα, μείωσις δὲ λόγος μεῖον ποιῶν φαίνεσθαι τὸ πρᾶγμα. λαμβάνεται δὲ τὰ πάθη ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧνπερ καὶ τὰ ἐπιχειρήματα· καὶ γὰρ ὀργήν τις κινεῖν ἀπὸ τῶν αὐτῶν δύναται τούτων καὶ πειθώ. |
| 232 | χρήσιμοι δὲ ἐν τοῖς ἐπιλόγοις καὶ αἱ ἀντεξετάσεις προσώπων πρὸς πρόσωπα, πράξεων πρὸς πράξεις. κινεῖ δὲ [πρὸς] πάθος καὶ ἡ διατύπωσις, ὅταν τις διατυπώσῃ τὸν τετελευτηκότα λέγοντα, οἷον εἰ τύχοι· ‘φεῖσαι, πάτερ‘. |
| 233 [10] | κινεῖ πάθος καὶ ὅταν περὶ τοῦ σχήματος διαλέγηται, οἷον εἰ τύχοι· ‘ὅπως μὲν ἐπὶ γῆς ἔκειντο, ὅπως δὲ οὗτος παρειστήκει μετὰ τοῦ ξίφουσ‘. ἐπεὶ δὲ καὶ τὴν διατύπωσιν ἔφαμεν πάθη κινεῖν, ῥητέον, τίς ἐστιν ἡ διατύπωσις. διατύπωσίς ἐστιν ἐναργὴς καὶ ἐξειργασμένη φράσις τῶν ψιλῶς καὶ ἁπλῶς ἐν τῇ διηγήσει λεγομένων, ὑπ’ ὄψιν ἄγουσα τὸ πρᾶγμα. κινεῖ δὲ ἔλεον καὶ τὸ τοῖς μηκέτ’ οὖσι διαλέγεσθαι, ὡς Εὐριπίδης πεποίηκε λέγειν τὴν Ἑκάβην καὶ ὁ Σοφοκλῆς τὴν Ἠλέκτραν. |
| 234 [5] | ὅλως τε ἀφορμὰς ἕξεις εἰς τὸν παθητικὸν τόπον τὰ τῶν τραγῳδοποιῶν δράματα. προνοητέον δὲ ἐν τοῖς ἐπιλόγοις, ὅπως, ἐὰν κατηγορῶμεν, δύσνουν τὸν ἀκροατὴν ποιήσωμεν τῷ φεύγοντι, ἐὰν δὲ ἀπολογώμεθα, εὔνουν ἑαυτοῖς τὸν ἀκροατὴν καταλείψωμεν. |
| 236 [5] | Γνωστέον δέ, ὡς οὐκ ἀπὸ τοῦ παντὶ λόγῳ ἐπιλέγεσθαι, ὥς τινες ᾠήθησαν, ἐπίλογος κέκληται, ἀλλὰ παρὰ τὸ μηκέτι εἶναι μέρος λόγου ἄλλο τὸ μετὰ τὴν διήγησιν καὶ τὰς πίστεις [καὶ τὰ πάθη]. ὅτι γὰρ οὐ διὰ τοῦτο κέκληται ἐπίλογος, διὰ τὸ παντὶ λόγῳ ἐπιλέγεσθαι, ἱκανῶς ἐδήλωσαν οἱ ἀρχαῖοι. Δημοσθένης καὶ ἀνεκεφαλαιώσατο ἐν μέσῳ καὶ τὰς δεινωτικὰς ὕλας παρέσπειρεν ἑκάστῳ κεφαλαίῳ, ἅπερ ἐστὶ τοῦ ἐπιλόγου. διαφέρει δὲ ὁ ἐπίλογος τοῦ προοιμίου καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν· κατὰ μὲν τὴν λέξιν, ὅτι ἐν ἐκείνῳ μὲν μετρίαν εἶναι δεῖ καὶ ἠπίαν, ἐν τούτῳ δὲ συγκεκινημένην καὶ πολλὰς ἐμβοήσεις ἔχουσαν καὶ σχετλιασμούς· κατὰ δὲ τὴν διάνοιαν, ὅτι ἐκεῖ μὲν πάθος ἐμποιῆσαι δεῖ, ἐνταῦθα δὲ προϋπὸν αὐξῆσαι καὶ ἐπιρρῶσαι. |
| 238 [5] | ἡ δὲ ἑρμηνεία καὶ πάνυ πως ἁρμόζει, εἰ θρασεῖα εἴη καὶ τετολμημένη, καὶ ἥ τε λέξις πολλὴν ἔχουσα τὴν τροπικὴν παρασκευήν, ἥ τε σύνθεσις κεκαινωμένη καὶ παρακινοῦσα τὴν ψυχήν. καὶ τὸ σχῆμα δὲ σχετλιασμοὺς ἐχέτω καὶ εὐχὰς καὶ τὰ τοιαῦτα. Γνωστέον δέ, ὅτι τὰ πάθη καὶ ἐν τοῖς κεφαλαίοις μέσοις παραληφθήσεται, μάλιστα ἐπὶ τῶν ἀσθενῶν ὑποθέσεων. |
| 239 [5] | συμπεριστέλλεται γὰρ τὸ ἀσθενὲς τοῦ πράγματος τῇ τῆς παθητικῆς ἰδέας ὑπερβολῇ, καὶ ὁ κριτὴς μεθυσκόμενος τοῖς πάθεσιν οὐκέτι τὸ ἀκριβὲς διορᾷ τοῦ πράγματος, ὅπερ καὶ Δημοσθένης πεποίηκεν ἐν τῷ παραπρεσβείας· καὶ γὰρ ἀνεκεφαλαιοῦτο ἐν μέσοις καὶ τὰς αὐξητικὰς ὕλας ἑκάστῳ παρέσπειρε τῶν κεφαλαίων. Ὡς μὲν οὖν συντόμως εἰπεῖν, ἡ φράσις ἔστω τῶν μερῶν τοῦ λόγου τοιαύτη· τοῦ μὲν προοιμίου ἀπερίεργός τε καὶ ἥκιστα σημειώδης, καὶ σπερματικῶς ἔχουσά τινα τῶν πραγμάτων τῆς διηγήσεως. |
| 241 | ἡ δὲ διήγησις θρασυτέρα μὲν καὶ πρὸς τὰ προοίμια καὶ μᾶλλον κεκινδυνευμένη, τηροῦσα μέντοι τὸ μέτρον τοῦ λόγου. τῶν δὲ πίστεων ἐναγώνιός τε καὶ πικρὰ καὶ περιόδοις καὶ κώλοις ἀνυομένη. |
| 242 [5] | κῶλον μὲν οὖν ἐστι διανοίας μέρος ἀπαρτίζον πρὸς ἕτερον κῶλον παρακείμενον, οἷον ‘εἶτα τὸν μὲν χορευτὴν οὐδὲ ὁ προσκαλέσας ἀζήμιος ἔσται‘. τοῦτο γὰρ ἕν ἐστι κῶλον· εἶτα τὸ ἑξῆς· ‘τὸν δὲ χορηγὸν οὐδὲ ὁ συγκόψας παρὰ πάντα τὸν νόμον‘. ἢ ὡς ἔνιοι, κῶλόν ἐστι νοήματός τινος περιγραφή. περίοδος δέ ἐστι λόγος διάνοιαν ἀπαρτίζων αὐτοτελῆ ἐκ κώλων συγκείμενος. ἡ δὲ τῶν ἐπιλόγων φράσις παθητική ἐστι καὶ τολμηροτέρα τοῖς νοήμασι καὶ ταῖς δεινώσεσι καὶ τοῖς σχετλιασμοῖς περιπαθεστέρα. |
| 243 [5] | Ὡς μὲν οὖν συντόμως χαρακτηρίσαι τὴν λέξιν τῶν τοῦ λόγου μερῶν, ἱκανῶς εἴρηται· ὡς δὲ διὰ μακροτέρων, ὡδί. θήσω δὲ ταῦτα ἐκ τῆς Ἁρποκρατίωνος τέχνης. Τῆς δὲ λέξεως προοιμίῳ μὲν ἁρμόσει τὸ πολιτικὸν καὶ μηδαμῆ τροπικόν, ἀλλ’ ἐγγυτάτω τοῦ κατὰ φύσιν. |
| 244 [5] | προκατάστασις γάρ ἐστι τὸ προοίμιον τοῦ λόγου, αἱ δὲ τροπαὶ ταῖς καταφοραῖς μᾶλλον ἁρμόσουσιν. οὐ μήν, φησίν, ἐπειδὴ τὸ παρατετραμμένον καὶ παράθερμον παραιτούμεθα, ἄτονον καὶ νωθρὸν εἶναι δεῖ τὸν λόγον, ἀλλ’ ὡς ἔνι μάλιστα κινητικὸν τοῦ ἀκροατοῦ. δεῖ δέ, φησί, μήτε περιόδοις μακραῖς χρῆσθαι· προαποκάμνει γὰρ ὁ ἀκροατὴς καὶ προεκλύεται· ἀλλὰ περιστέλλειν καὶ μὴ περιουσιάζειν. |
| 245 [5] | γίνεται δέ, φησί, τοῦτο διὰ τῆς κυριότητος. εὐρυθμότατα δέ, φησί, τῶν νοημάτων τὰ ταῖς περιγεγραμμέναις προθέσεσι περιγεγραμμένας ἐπιφορὰς ἀποδιδόντα, οὐ μὴν ἀλλ’ ἐνίοτε ἐναγώνιον ἔσται τὸ τοιοῦτον, ἐνίοτε δέ, φησίν, οὐ τοῦ περὶ τὴν ἀπόδοσιν εὐρύθμου, ἀλλὰ τοῦ περὶ τὴν διάνοιαν χρησίμου προνοητέον, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· τὴν γὰρ δευτέραν ἐπιφορὰν ἀπεριγράφως ἐξέτεινε διὰ τὸ πλειόνων κατασκευῶν δεῖσθαι. |
| 246 [10] | περὶ οὖν προοιμίων τοσαῦτα. Περὶ δὲ τῆς διηγήσεως εἴρηται ἐν τῷ περὶ εὑρέσεως δευτέρῳ τόμῳ. Ταῖς δὲ κεφαλαιώδεσι κατασκευαῖς διάφορος ὁ τῆς λέξεως χαρακτήρ. |
| 247 [5] | ὡς γὰρ καθόλου, φησίν, εἰπεῖν, πάντα μετὰ βάρους προακτέον καὶ οὐχ ἁπλῇ οὐδὲ διακεκομμένῃ τῇ φράσει. ὡς μέντοι κατὰ τὴν ἰδίαν προαγωγήν, καλὸν τὰς μὲν τῶν ἐπιχειρημάτων θέσεις ἁπλᾶς καὶ σαφεῖς εἶναι, προάγεσθαι δὲ αὐτὰς λαγαρώτερον, πυκνῶς μέν, διεξοδικῶς δέ, πλὴν ἐὰν ἄρα μὴ κατασκευὰς ἑτέρας ἔχῃ· ὅταν γὰρ τὸ ἐπιχείρημα δέηται ἔξωθεν κατασκευῆς οὐκ ἐνθυμηματικῶς, ἀλλὰ σὺν καταστάσει παραβεβλημένης, ποικιλώτεροι καὶ οἱ σχηματισμοὶ γίνονται τοῦ λόγου ταῖς προειρημέναις παρενθέσεσι καὶ ἐπαναγωγαῖς. |
| 248 [10] | ἐὰν δὲ αὐτὸ ἐφ’ ἑαυτοῦ προάγωμεν, μέλλει τὸ ἐπιχείρημα τὴν προαγωγὴν ἁπλῶς πολιτικὴν λαμβάνειν. τὸ δὲ ἐνθύμημα πολλάκις μὲν καὶ ἁπλῇ λέξει προάγεται, ἡ δὲ οὖν οἰκεία λέξις αὐτοῦ κατὰ τὰς παρισώσεις καὶ τὰς ἀντιστροφάς ἐστι· ταῦτα γὰρ τὰ δύο σχήματα τοῖς ἀντιθετικοῖς ἁρμόζει. |
| 249 [5] | ἐνθυμηματικώτερον δὲ τῶν περὶ τὴν διάνοιάν ἐστι σχημάτων τὸ ἀντιθετικόν, συνακτικὸν καὶ βιαστικὸν τοῦ προκειμένου. τὸ δὲ ἐπενθύμημα ποτὲ μὲν ὁμοίως ἄν, φησίν, ἐξενεχθείη τῷ ἐνθυμήματι στρογγύλως καὶ πυκνῶς, ποτὲ δὲ εἴωθεν ἐκλύεσθαι. |
| 250 [5] | ἁρμοδιώτερον μέντοι ἐστὶ καὶ αὐτό, φησίν, ἐπισυναχθῆναι μὴ μακρὰν τὴν ἐπὶ τῷ ἐνθυμήματι κατασκευὴν ἐκτεῖνον. παράδειγμα δὲ τούτων φέρειν οὐκ ἀναγκαῖον, φησί· τὸν γὰρ χαρακτῆρα τῆς λέξεως, οὐ τὸν τρόπον τῆς μεταχειρίσεως λέξειν ἐπηγγειλάμεθα. |
| 252 [10] | Τοὺς δὲ ἐπιλόγους, φησίν, ἁπλοῖς μὲν ἁπλοῦς εἶναι δεῖ, ἐν δὲ τοῖς ἀμφισβητήμασι λείαν μὲν καὶ ἀφελῆ τὴν λέξιν διὰ τὰς κατασκευάς· ὁ γὰρ τοιοῦτος, φησίν, ἐπίλογος εὐμάθειαν ἐπαγγέλλεται. ὅπου δὲ δείνωσίς τις ᾖ, τροπικῇ λέξει χρηστέον· τραγικωτέραν δέ, φησί, τὴν λέξιν καὶ σφοδροτέραν ἐπιτιθέντες. ὅπου δὲ πανήγυρις, τοὺς δεσμούς, φησί, τῶν κώλων οὐ τραχεῖς, ἀλλὰ λείους ἀποδώσομεν, καὶ τὴν λέξιν ὡσαύτως οὐ τραχεῖαν, ἀλλὰ ἱστορικὴν προθήσομεν, τὸ μὲν κῶλον οὐ ποιητικὸν ἔχουσαν, ἐγγὺς δὲ τοῦ γλαφυροῦ καὶ ἡδέος. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεύς, ὃν κανόνα ἄν τις εἴποι δικαίως τῆς περὶ ῥητορικὴν μελέτης, ἐν τῷ Λυσίου χαρακτῆρι ἐπαινῶν τὸν Λυσίαν ἐπιδείκνυσιν ἅμα καὶ ποίαν δεῖ ἑρμηνείαν εἶναι ἐν τοῖς μέρεσι τοῦ λόγου, καί φησιν οὕτως· ‘διαφοράς τε αὐτῶν λαμβάνει κατὰ ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ καὶ ἀπερίεργος, ἐπιδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή· ἀνακεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντομοσ‘. |
| 253 | Τοσαῦτα περὶ τῶν τοῦ λόγου μερῶν. |