ΚΡΗΤΙΚΑ.
Τζέτζης Καὶ Ξενίων δὲ ἐν τῷ Περὶ Κρήτης τὰς ἑκατὸν πόλεις τῆς Κρήτης κατʼ ὄνομα λέγει.
Ἐτυμολογικὸν τὸ Μέγα Ἀρκέσιον· οὕτω καλούμενον ἄντρον τῆς Κρητικῆς Ἴδης, παρὰ τὸ ἀρκέσαι, τὸ βοηθῆσαι. Φασὶν αὐτὸ ὑπὸ τῶν Κουρήτων ὀνομασθῆναι, ὅτι τὸν Κρόνον αὐτοῖς φεύγουσι καὶ εἰς αὐτὸ καταδῦσι καὶ κρυπτομένοις ἐπήρκεσεν Οὕτω Ξενίων ἐν τοῖς Περὶ Κρήτης.
Στέφανος ὁ Βυζάντιος Ἀρκάδες, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. Οἱ πολῖται ὁμοίως Ἀρκάδες. Δημήτριος δὲ οὐκ Ἀρκάδες τὴν πόλιν, ἀλλʼ Ἀρκαδίαν φησίν.
Στέφανος ὁ Βυζάντιος Δραγμὸς, πόλις Κρήτης, ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς. Τὸ ἐθνικὸν Δράγμιος ἢ Δραγμίτης, ὅπερ ἄμεινον.
Στέφανος ὁ Βυζάντιος Εἴνατος, πόλις Κρήτης, ὡς Ξενίων φησί. Τὸ ἐθνικὸν Εἰνάτιος. Τινὲς δὲ ὄρος καὶ ποταμὸν, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην.
Στέφανος ὁ Βυζάντιος Ἔλυρος, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρήτῃ. Ὁ πολίτης Ἐλύριος.
Στέφανος ὁ Βυζάντιος Καμάρα, πόλις Κρήτης· καὶ ὁ πολίτης Καμαραῖος. Ξενίων ἐν Κρητικοῖς φησί· «Καὶ Λατὼ ἐλέγετο.»
Στέφανος ὁ Βυζάντιος Κάντανος, πόλις Κρήτης, ὡς Ξενίων, ἐν περιορίου Κρητικοῦ τόπῳ. Τὸ ἐθνικὸν Καντάνιος.
Στέφανος ὁ Βυζάντιος Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. Τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν. Ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας, καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο ππ γράφει τὴν πόλιν τὴν Κρητικὴν, καὶ διὰ δύο αα καὶ διὰ τοῦ η.
Στέφανος ὁ Βυζάντιος Ὄαξος, πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακάλλιδος, τῆς θυγατρὸς τοῦ Μίνω. Τινὲς δὲ διὰ τὸ κατὰ γῆν εἶναι τὸν τόπον· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Ὁ πολίτης Ὀάξιος.
Στέφανος ὁ Βυζάντιος Ὀλοῦς, πόλις Κρήτης, Ξενίων ἐν τοῖς Κρητικοῖς. Ὁ πολίτης Ὀλούντιος.
Στέφανος ὁ Βυζάντιος Ὑδραμία, πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Οἱ πολῖται Ὑδραμιεῖς, ὡς Μεγαρεῖς.
Στέφανος ὁ Βυζάντιος Φαλάσαρνα, πόλις Κρήτης, ἀπὸ Φαλασάρνης. Ὁ πολίτης Φαλασάρνιος, ὡς Ξενίων φησίν.
Στέφανος ὁ Βυζάντιος Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι· «Πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφʼ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου.» Ὁ πολίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ. Τὸ οὐδέτερον Ὠλέριον· φησὶ γὰρ οὕτω· «Τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δὲ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν.»