eul_wid: rpi-aa
ἈποσπάσματαHistory of the Successors
Dexippus of Athens History of the Successors PDF
| t1a-2a | ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ. Photius cod. |
| 1a [45] | 82: Ἄρχεται δὲ (sc. Δέξιππος) ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ’ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου τὸν Ἀριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισσαίας τῷ Φιλίππῳ γεγενημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ περιέστη εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν. Διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρχή. Τὰ μὲν οὖν τῆς Ἀσίας οὕτω· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη· ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμένος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκατέστη. Λαομέδων δὲ ὁ Μυτιληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάνθη, καὶ Φιλώτας μὲν Κιλικίας, Πίθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον πόντον κατιόντων μέχρι καὶ εἰς Τραπεζοῦντα, Ἀντίγονος δὲ Παμφυλίων καὶ Κιλίκων μέχρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυδῶν, Λεώνατος δὲ τῆς ἐφ’ Ἑλλησπόντῳ Φρυγίας. Καὶ τῶν μὲν Ἀσιανῶν οὕτω· τῶν δ’ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος, Ἀντίπατρος δὲ ἐπὶ πᾶσι Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυρίοις καὶ Τριβαλλοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς Ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατηγὸς αὐτοκράτωρ ἐτέτακτο. Τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βασιλείας Κράτερος ἐπετράπη, ὃ δὴ πρώτιστον τιμῆς τέλος παρὰ Μακεδόσι· Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν. Ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης· ἀλλ’ ὁ μὲν Πῶρος οἳ ἐν μέσῳ Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν. Πίθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παροπαμισαδῶν. Οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξάνης πατὴρ, εἰς ἀρχὴν ἀπενεμήθησαν· ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξανδρον ἔθεντο. Ἀραχωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγγων ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ Σογδιανοὶ καὶ Ῥαδαφέρνους (l. Φραταφέρνους) Ὑρκανία καὶ Νεοπτολέμου (deb. Τληπολέμου) Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρώπιοσ(?) εἶχεν, οὐ πάτριον ἔχων ἀρχὴν, ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, ἐπαναστάσεως αἰτίαν φεύγοντι, παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς (ἐκεῖνος?) αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε. |
| 1a (50) [55] | Τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν, ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρχὰς ἔνειμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν πολλοῖς, ὡς κἀν τούτοις. Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων. Schol. |
| 1b [5] | Lucian.: [Περδίκκας, Πτολεμαῖος καὶ Σέλευκος] Οὗτοι οἱ τρεῖς διάδοχοι ἦσαν Ἀλεξάνδρου, καὶ ὁ μὲν Περδίκκας συνδιῴκει Ἀριδαίῳ τῷ βασιλεύοντι μετ’ Ἀλέξανδρον, ἀσθενεῖ ὄντι, τὴν βασιλείαν, ὁ δὲ Πτολεμαῖος ἦρχεν Αἰγύπτου, καὶ Σέλευκος τῶν περὶ Βαβυλῶνα τόπων, ὡς ἱστορεῖ Δέξιππος. Exc. |
| 2a [55] | Vatican. De sentent.: *** τὸ αὔχημα, ὃ κέκτηται μὴ καταλύσασα, πρὸς δὲ τῷδε καὶ ἄρχειν ἑτέρων δικαιοῦσα, καὶ γινώσκουσα ὡς πολυπραγμοσύνῃ μὲν βεβαιοῦται ἀρχὴ πᾶσα, ἀπραγμοσύνῃ δὲ φθείρεται· ἕλοιτό τε ἂν οὐδαμῶς τις, ἀνδρὶ ἐοικὼς προτιμᾶσθαι ἑτέρων ἀξιοῦντι καὶ μεῖζον ἐς τὸ κοινὸν φρονεῖν, καταλύειν εἰς ἑαυτὸν τὴν κοινὴν εὔκλειαν, εἰ μὴ τῷ συμβάντι ἐξωσθῇ. Μηδὲ τὸν μὲν ἀντίπαλον δόξαι ἐπιθεραπεύειν, παρορᾶν δὲ τό τε ἡμέτερον φρόνημα καὶ τὴν ἐκ τοῦ θεοῦ ὑπουργίαν, ἣν χρὴ πεύσαντες δι’ αὐτῶν νοήσασθαι· περιέσται γὰρ ὑμῖν τὸ τῆς δαιμονίας σπουδῆς μὴ ἀναξίους φανῆναι, καὶ τά τε ἕτοιμα ἐς τὸ ὑπακούειν οἰκειώσασθαι, καὶ τὰ ἔτι μέλλοντα σὺν ἐκπλήξει τοῦ ἀδήλου προσάγεσθαι. Σωφροσύνη δὲ ἀνδρῶν τοῖς τε ἐκ τῆς τύχης προφαινομένοις εὖ χρήσασθαι, καὶ ἅμα συνέσει ἐς τὰς πράξεις ἰόντας μὴ παριέναι τῶν κοινῶν τὸ ἐφεστηκὸς, μηδὲ μεταστάντων εἰς μεταμέλειαν ἥκειν τοῦ παροφθέντος. Ἀρετὴ ἡ μὲν πρωτίστη ἐν τῷ τὰ κράτιστα εὖ γνῶναι, δευτέρα δὲ ἡ ἐν ἔργοις. Ἀμφοῖν δὲ ὁ παρὼν καιρὸς δεῖται, καὶ τοῦ γε πράττειν ἑτοιμοτάτου, ὡς ἥ γε ἄνευ τοῦ προμηθοῦς σὺν τῷ ὀκνεῖν μέλλησις χρηστὸν μὲν οὐδὲν ἤνεγκε, τοὺς δὲ χρησαμένου πολλάκις ἐπ’ οὐδενὶ μετρίῳ ἔσφηλε. Ταπειναὶ μὲν οὖν φύσεις οὐκ εὐπαράκλητοι ἐς σπουδὴν τῶν ἀρίστων, διότι παραδειγμάτων τε καλῶν ἀμοιροῦσιν ἰδίων τε καὶ πατέρων τῶν ἑαυτῶν, καὶ τῇ σφῶν μὲν ἀνανδρείᾳ ῥᾳθυμοτέραις κέχρηνται ταῖς ἐπιτηδεύσεσιν. Οἷς δὲ ἡ ἀρετὴ διά τε αὐτῶν καὶ προπατόρων ἐκτήθη, φόβου αἰσχύνης μᾶλλον ἢ ὄκνου ἐς τοὺς κινδύνους ἡττῶνται, καὶ ἐθελοντεὶ τὸν τῶν καλῶν πόνον ὑφίστανται. βʹ. Ὅτι φέρει αἰσχύνην ὁμοίως θράσει τε ἀλογίστῳ τῆς μὴ προσηκούσης εὐκλείας ὀρέγεσθαι, καὶ διαδοχὴν ἔργων ἀρίστων ἀνανδρίᾳ ἐν ἑαυτῷ καταλῦσαι. γʹ. Ὅτι οὐ ταὐτὸν εὐβουλία καὶ ὄκνος· ὁ μὲν γὰρ σὺν τῷ περιδεεῖ διαμέλλει, ἡ δὲ τὰ κράτιστα ἑλομένη ὥρμησεν ἐς τὰ ἔργα. δʹ. Ὅτι τοῖς ἀνδρείᾳ χρωμένοις ἐς τὰ ἔργα τὸ θεῖον συνέπεται. εʹ. Ὅτι ἰσχυρότατον στάσις ταράξαι εὐεξίαν καὶ εὐταξίαν φθεῖραι πόλεώς τε καὶ στρατοπέδων. —Ἔνθα δὴ καὶ ἄλλα τῶν ἀνελπίστων ἄνθρωποι κατεργάζονται· τόλμῃ γὰρ πρὸ δυνάμεως πιστεύσαντες ἐπὶ τοῖς πολέμοις—τῶν ἀεὶ μοχθούντων. —Ἀνέγκλητοι δὲ σύμμαχοι, κἂν ἐλάττους ὦσιν, ἅμα προθυμίᾳ συμφορώτεροι ἢ πλήθει περιόντες, ὕποπτοι ὑπελείποντο. ϛʹ. Ὅτι τοὺς πραγμάτων μεγάλων προστασίαν ἐξ ἀρχῆς ἑλομένους οὐδὲ ἐθέλοντας ἔστι κινδύνων ἔξω καὶ πολέμων εἶναι· νομίζοντες γὰρ οἱ ἐν τῷ παρόντι ἰσχύοντες τῶν ἀρετῇ διαφερόντων οὐκ ἀκινδύνους τὰς ἡσυχίας, σὺν τῷ περιδεεῖ τοῦ μήποτε ὑπ’ αὐτῶν ἀχθῆναι, καὶ μὴ κινουμένοις ἐπέρχονται, βεβαιοτάτην σφίσιν ἀσφάλειαν εἶναι νομίζοντες, εἰ κἀν ταῖς δοκούσαις ἀπραγμοσύναις τὰ ἰσχυρὰ προκαταλήψονται. |
| 2a (50) [95] | Ἄριστον δὴ τὸ μέλλον δέος ἔστω τοῦ παρόντος ἐν ἀσφαλεῖ θέσθαι, καὶ μὴ ἀναμείναντας προπαθεῖν κακῶς οὐκ ἀπὸ τοῦ ἴσου ἀμύνεσθαι· βέλτιον γὰρ τὸ μὴ συμβησόμενον προελπίσαντας φυλάξασθαι, ἢ ἀπραγμοσύνης ἐλπίδι τὸ ἄνανδρον * αὐτὸν θεραπεύσαντας καὶ τὴν παροῦσαν ἀρχὴν ἀποθεμένους, ἐν τοῖς δεινοῖς ἀσθενείᾳ ἐνδοῦναι. Προφυλακὴ δὲ τοῦ μέλλοντος ἄδειαν κτᾶται. ζʹ. Ὅτι ἐν τοῖς πολέμοις μάλιστα αἱ τῆς τύχης πλεονεξίαι ἄλλοτε ἐπ’ ἄλλους ὁρμὴν ἔχουσι, κατὰ τὸ ἀεὶ συμβαῖνον περιήκουσαι. Κάλλιόν τε ὑμῖν ὑπὲρ τοῦ ποιῆσαι μᾶλλον ἢ παθεῖν αἱρεῖσθαι τὸ ἀγώνισμα. Καλοῖς δὲ ἔργοις ἀεὶ συνέπεται καλὸς ἔπαινος, ὡς τά γε ἐναντία φήμην ἀναξίαν ὑμῶν ἔχει τῆς εὐκλείας. Ταῦτα τοῦ Ὑπερίδο υ . ηʹ. Ὅτι [οὐ] χρὴ ταῖς ἡδίσταις ἀκροάσεσιν ἀγομένους συνεῖναι ταῖς δυσχερείαις ἐπὶ τῶν πράξεων, ἀλλ’ ἕως περ ἔστι τις ἄδεια, βουλῇ χρωμένους τὸ βέλτιον αἱρεῖσθαι, μηδὲ σφαλέντας μεταμέλειαν ἔχειν τοῦ γνωσθέντος. Ἀμαθία γὰρ οὐκ ἐπαινεῖται, διότι καὶ σφάλλεται· εὐβουλία τε ἄριστον, ἐπειδὴ ξύνεσίς ἐστι τοῦ μέλλοντος· τό τε γὰρ συμφέρον λογισμῷ ἐπέγνω, καὶ τὸ ἐναντίον προμαθοῦσα ἐφυλάξατο. Αἱ δὲ ὀξεῖαι καὶ ἀπερίσκεπτοι ἐγχειρήσεις ταχείας καὶ τὰς μεταμελείας ἤνεγκαν. Ἥ τε τῶν λόγων ἰσχὺς, ἐλπίδων μὲν καὶ ἐπιθυμιῶν νικηθεῖσα, ἐς μὲν τὴν παραυτίκα πειθὼ εὖ συγκεῖσθαι ἔδοξεν, ἔργῳ δὲ οὐ συνήνεγκεν. Ὀρέγεται δὲ εἰρήνη μὲν τοῦ εὖ γνῶναι, πόλεμος δὲ μάλιστα· κἂν τύχῃ μὲν τοῦ προσήκοντος, ἐλάχιστα ἢ οὐδὲν ἂν σφάλλοιτο, διαμαρτὼν δὲ πλείστῳ καὶ παντὶ χρῷτ’ ἂν τῷ ἐναντίῳ. Παραινῶ δὲ τοῖς ... θʹ. Ἐλπίσαμεν ..μη.. ἐπὶ μεγάλαις ... εἰσαῦθις φιλίας διδόντες. ιʹ. Ὅτι ἐν τοῖς .. πολέμοις τὸ μὲν χρηστὸν ἑτέρων, τὸ δὲ δυσχερὲς ἴδιον [τῶν] διακινδυνευ[όντων] γίνεται. Ἄμεινον δὴ .. ὑπερφρονήσαντας ἐκδέξασθαι .. πεῖραν. Εἰ δέ τις θράσει ἀλογίστῳ .. [ἰέ]ναι πρὸς πόλεμον ἡγεῖται, εἰ τὴν Ἀλεξάνδρου [συμ]φορὰν ... σκεψάσθω τὸ .. πεῖραν φοβερόν .. καὶ τὴν .. παρασκευάζει .. δοκεῖ καὶ ὁ ἐπι..το διαφερόντως .. κινδύνους εὔτολμος .. τι προμηθὲς μαλακίαν ἡγοῦντο ... τὸ δὲ .. ὄντος καὶ ἡ δόξα .. πρὸς μὴ βουλόμενον ἐκ .. καὶ τὸν τοῦ ἐπικινδυν.. καὶ ἐκ τοῦ δὲ .. διότι οὗτος .. ῥώμῃ καὶ παρασκευῇ [ὑπὲρ] τῆς αὐτῶν ἐλευθερώσεως μείζονα ἀνθρωπίνης ἐλπίδος ἐννοήσαντες πρᾶξαι ἐπεχείρησαν. |
| 2a (100) [125] | Ἀρετῇ γὰρ καὶ παρασκευῇ τῆς Μακεδόνων δυνάμεως ἀναμφιλόγως πάντας ἀνθρώπους ὑπερβαλλούσης, οἱ δὲ, καίπερ ἀρρωστίᾳ τῇ οἰκείᾳ οὐδὲ τῶν πολεμίων τοῖς προσοίκοις ἀξιόμαχοι νομιζόμενοι, προθυμίᾳ τῇ σφετέρᾳ καὶ πόθῳ τῆς παλαιᾶς εὐπραξίας ἐς τὸ ἂν τοῖς [ἀντιστῆναι? Ν.] Μακεδόσι κατὰ παρασκευὴν ὡρμήθησαν .. χρὴ δὲ .. μὲν προπαθόντας καὶ ὡς ἀπὸ τῆς ὁμοίου ἀ.. τοῖς.. νήσας καὶ δωρεὰς ἐοικυίας ἀντιδιδόναι καὶ ὑπο .. αὖθις ζήλῳ τῶν προσγενομένων ἐφεδρεύειν ἐν τῷ εὖ ποιεῖν. ιαʹ. Ὅτι πιστοῦται εὔνοια συμμάχων, μάλιστα δὲ τοὺς προϋπάρξαντας χάριτος, ἧς κα.. τοὺς τὴν μετουσίαν ἥξειν .. τῶν ὁμοίων ἐπὶ τὰς εὐεργεσίας τρέπονται· χρεῶσται .. τοῖς ἐπαγγελθεῖσι παρ’ ἡμῶν ἤδη τιθέμενοι .. μὴ συναινεῖν· καὶ πρεσβευομένοις παρὰ τοὺς βασιλεῖς σπουδῇ πάσῃ συν.. ἡμῶν καὶ τῶν ..ελλει.. τὰ δὲ πλήθη ὡς τῶν τοῦτον .. πρέσβεων βουλομένοις τὴν εὐθὺς ἡκίστους ὄντες .. ἐφ’ ἑαυτὸν .. ιβʹ. Ὅτι οἱ δει.. συγχωρήσεως οὐ δεῖται .. σφετερωθέντες εἰ δοξάζετε .. τὸ αὐτὸ πεῖραν .. ἑτοίμως .. σοὶ δὲ γνώριμον .. ὃς ἐπιτάττομεν .. ὡς αὐτῶν πραγμάτων συμφορ.. κάλλιστα .. καιροῦ τυχοῦσιν καὶ εἰ .. σὺν μὲν τῷ .. τούτου βλαβερᾶς .. ἐπ’ ἀμφοτέροις καὶ σὺν τῷ δικαίῳ καὶ ἅμα συμφέροντι .. ἀσφάλειαν βεβαίως ὄντες· πολέμου δὲ παρασκευὴ φυλακὴ εἰρήνης βεβαιοτάτη· τὰ γὰρ .. μέχρι τούτου οὐκ ἀν.. δὲν πράξειν. ιγʹ. Ὅτι .. οἱ κρατήσαντες ἡττηθῆναι ... ΧΡΟΝΙΚΑ Eunapius in Exc. |
| 2b [45] | De sent.: Δεξίππῳ τῷ Ἀθηναίῳ κατὰ τοὺς Ἀθήνησιν ἄρχοντας, ἀφ’ οὗ παρὰ Ἀθηναίοις ἄρχοντες, ἱστορία συγγέγραπται, προσαριθμουμένων τῶν Ῥωμαϊκῶν ὑπάτων καὶ πρό γε αὐτῶν ὑπάτων καὶ ἀρχόντων ἀρξαμένης τῆς γραφῆς. Τὸ δὲ ἓν κεφάλαιον τῆς ἱστορίας τὰ μὲν ἀνωτέρω καὶ ὅσα τὸ ποιητικὸν νέμεται γένος, ἐφεῖναι καὶ ἐπιτρέψαι τῷ πιθανῷ καὶ μᾶλλον ἀναπείθοντι τὸν ἐντυγχάνοντα, τὰ δὲ προϊόντα καὶ ἐπὶ πλέον μαρτυρούμενα συνενεγκεῖν καὶ κατακλεῖσαι πρὸς ἱστορικὴν ἀκρίβειαν καὶ κρίσιν ἀληθεστέραν. Βιάζεται γοῦν καὶ συναριθμεῖται τὸν χρόνον εἴς τε τὰς Ὀλυμπιάδας περιγράφων καὶ τοὺς ἐντὸς ἑκάστης Ὀλυμπιάδος ἄρχοντας. Πρόθυρα δὲ κάλλους ἀνάμεστα προθεὶς τῆς συγγραφῆς, καὶ προϊὼν τά τε ἔνδον ἐπιδείξας σεμνότερα, τὸ μὲν μυθῶδες καὶ λίαν ἀρχαῖον ἀφαιρεῖ, καὶ ἀφίησιν ὥσπερ φάρμακον παλαιὸν καὶ ἀδόκιμον εἰς τοὺς συντεθεικότας· Αἰγυπτίους δὲ χρόνους ἀναλεγόμενος καὶ συνωθούμενος ἐπὶ τὰ πρῶτα καὶ τελεώτερα τῶν παρ’ ἑκάστοις ἀρχῶν, τοὺς ἡγεμόνας καὶ πατέρας τῆς ἱστορίας ἐκτίθησιν, ἔνδηλος ὢν καὶ σχεδόν τι μαρτυρόμενος, ὅτι τῶν ἀπιστουμένων ἕκαστον ἕτερος προλαβὼν εἴρηκεν. Καὶ περιφέρει γε τὴν ἱστορίαν ἐκ πολλῶν καὶ παντοδαπῶν τῶν ταῦτα εἰρηκότων ὥσπερ ῥωπόν τι καὶ ποικίλον καὶ χρήσιμον εἰς ἓν μυροπώλιον τὴν ἰδίαν ἐξήγησιν κατακεκλεισμένην καὶ συνηγμένην. Πάντα δὲ, ὅσα πρός τε τὸ κοινὸν ἁπάντων ἀνθρώπων ἀξιόλογα καὶ κατ’ ἄνδρα δι’ ἀρετὴν περιττοῦ τινος ὀνόματος τετυχηκότα, λάβρως ἐπιδραμὼν καὶ διαθέμενος τῷ λόγῳ, τελευτῶν εἰς Κλαύδιον καταλύει τὴν συγγραφὴν, καὶ Κλαυδίου τῆς βασιλείας ἔτος τὸ πρῶτον, ἐς ὃ καὶ τῆς βασιλείας ἤρχετο καὶ ἐτελεύτα, ἐνιαυτὸν ἄρξας Ῥωμαίοις ἕνα· οἱ δὲ καὶ ἕτερον αὐτῷ χαρίζονται. Εἶτα Ὀλυμπιάδας καταλογίζεται τόσας καὶ τόσας καὶ ὑπάτους καὶ ἄρχοντας ἐπὶ ταύταις, τὴν χιλιάδα τῶν ἐτῶν ὑποβαλὼν, ὥσπερ ἀγωνιῶν, εἰ μὴ πολλῶν λίαν ἐτῶν ἀποδοίη λόγον τοῖς ἐντυγχάνουσιν. Ἐγὼ δὲ ὁ τοῦτο τὸ ἔργον εἰς νοῦν βαλόμενος, ὑπ’ αὐτοῦ Δεξίππου ταῦτα ἔχων ἐκδιδάσκεσθαι καὶ συλλαμβάνειν, ὅσος καὶ ἡλίκος ὁ κίνδυνος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον ἱστορίαν γράφειν, καὶ πρὸς τοὺς ἐντυγχάνοντας ὁμολογεῖν, ὅτι ταῦτα οὐκ ἔστιν ἀληθῆ κατὰ τοὺς χρόνους, ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ ἑτέρως ἔδοξε, καὶ περιφανῶς ἑαυτοῦ κατηγορεῖν, ὥσπερ ἐκεῖνος, ὅτι χρονικὴν ἱστορίαν γράφων πλανωμένην τινὰ καὶ μεστὴν τῶν ἀντιλεγόντων ὥσπερ ἀπρόεδρον ἐκκλησίαν ἐκτίθησι τὴν γραφὴν, ὀξέως δὲ καὶ τῆς Βοιωτίας ἀκούων παροιμίας, ὅτι οὕτως αὐλεῖν οὐ πρέπει, κἀκεῖνα προσελογιζόμην, ὅτι τέλος ἱστορίας καὶ σκοπὸς ἄριστος τὰ πραχθέντα ὅτι μάλιστα δίχα τινὸς πάθους εἰς τὸ ἀληθὲς ἀναφέροντα γράφειν, οἱ δὲ ἀκριβεῖς λογισμοὶ τῶν χρόνων, ὥσπερ ἄκλητοι μάρτυρες αὐτομάτως ἐπεισιόντες, εἰς ταῦτα ὠφελοῦσιν οὐδέν . |
| 2b (50) [55] | .. Κωλύει μὲν γὰρ ἴσως οὐδὲν καὶ περιττόν τι μαθεῖν, ἄλλως τε καὶ, ὥς φησιν αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν πλείστων διαπεφωνημένων, τῶν δὲ ὑπερόρων καὶ φανερῶν πράξεων συμπεφωνημένων. Syncellus: Ἡρακλειδῶν κάθοδος Ὕλλου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγουμένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν. |
| 3 [5] | Τότε Ῥόδος ἡ νῆσος οἰκίζεται παρὰ Λακεδαιμονίων, ὡς Δέξιππος ἱστορεῖ, μετοικησάντων ἐκ Πελοποννήσου διὰ τὴν τῶν Ἡρακλειδῶν ἐπίθεσιν. Idem: Ἀλέξανδρος οὖν κʹ ἄγων ἔτος, κατὰ Δέξιππον, πᾶσαν ἄσκησιν ἠσκημένος σωματικὴν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαιμονιῶντος φοιτητὴς, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασιλείαν. |
| 5 | Syncellus: Ἐν τούτοις τοῖς χρόνοις ἐφάνη τὸ ὄρνεον ὁ Φοῖνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνδʹ ἐτῶν φανεὶς, ὡς καὶ Δέξιππος συμφωνεῖ. E LIBRO DECIMO. |
| 6 [5] | Stephan. Byz. v. Δυρράχιον: Δέξιππος δὲ ἐν Χρονικῶν ιʹ φησὶν οὕτω· «Καὶ Μακεδόνων τὴν μὲν Ἐπίδαμνον, εἰς ὕστερον δὲ Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν, κατὰ κράτος αἱροῦσιν. Idem: Σουκχαῖοι, ἔθνος Μαυρούσιον, ὡς Δέξιππος Χρονικῶν δεκάτῳ. |
| 8 (t) [1] | E LIBRO DUODECIMO. Idem: Ἕλουροι, Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιππος ἐν Χρονικῶν ιβʹ. Lampridius in Alexandro Severo c. |
| 9 [5] | 49: Dexippus dicit eum cuiusdam Martiani filiam duxisse, eundemque ab eo Caearem nuncupatum: verum quum vellet insidiis occidere Alexandrum Martianus, detecta factione, et ipsum interemptum et uxorem abiectam. Idem dicit fuisse patruum Antoninum Heliogabalum Alexandri, non sororis uxoris eiusdem filium. Jul. |
| 10 [15] | Capitol. in Gordianis c. 9: Appellato igitur Gordiano imperatore, iuvenes qui auctores huius facinoris erant, statuas Maximini deiecerunt, imagines perfregerunt, nomen publicitus eraserunt; ipsum etiam Gordianum Africanum appellarunt. Addunt quidam Africani cognomentum Gordiano idcirco inditum, non quod in Africa imperare coepisset, sed quod de Scipionum familia originem traheret. In plurimis autem libris invenio et hunc Gordianum et filium eius pariter imperatores appellatos, et Antoninos cognominatos; alii vero Antonios. Post hoc Carthaginem ventum cum pompa regali et fasciis laureatis; filiusque legatus patris, exemplo Scipionum, ut Dexippus Graecae historiae auctor ait, gladii potestate succinctus est. Idem ib. |
| 11a [5] | c. 19: Cordus dixit uxorem eum (Gordianum iuniorem) nunquam habere voluisse. Contra Dexippus putat eius filium esse Gordianum tertium, qui post hoc cum Balbino et Pupieno sive Maximo puerulus adeptus est imperium. Id. |
| 11b | c. 23: Dexippus quidem asseverat ex filio Gordiani tertium Gordianum esse natum. Idem ibid. |
| 11c [5] | c. 2: Gordiani non, ut quidam imperiti scriptores loquuntur, duo sed tres fuerunt, idque docente Arriano scriptore Graecae historiae, docente item Dexippo Graeco auctore, potuerunt addiscere, qui, etiamsi breviter, ad fidem tamen omnia persecuti sunt. Idem in Maximo et Balbino c. |
| 12a [5] | 1: Quum igitur duo consulares et eminentes quidem viri, Maximus et Balbinus (quorum Maximus a plerisque in historia reticetur, et loco eius Pupieni nomen infertur, quum et Dexippus et Arabianus Maximum et Balbinum dicant electos contra Maximinum post Gordianos, quorum alter bonitate, virtute alter ac severitate, clari habebantur) ingressi essent curiam ... Idem ibid. |
| 12b | c. 15: Dexippus Graecorum scriptor Maximum et Balbinum imperatores dicit factos contra Maximinum post Gordianos duos et a Maximo victum Maximinum, non a Pupieno. Ibid. |
| 12c [10] | c. 7: Sane quod nullo in loco tacendum est, quum et Dexippus et Arrianus et multo alii Graeci scripserunt, Maximum et Balbinum imperatores contra Maximinum factos, Maximum autem cum exercitu missum, et apud Ravennam bellum parasse, Aquileiam autem nisi victorem non vidisse: Latini scriptores non Maximum, sed Pupienum contra Maximinum apud Aquileiam pugnasse sicerunt, eundemque vicisse: qui error unde natus sit scire non possum, nisi forte idem est Pupienus qui et Maximus. Jul. |
| 13 [10] | Capitolinus in Maximino iun. c. 6: Denique quum caput Maximini pilo circumferretur, et ex hoc ingens gaudium esset, prope par erat, quod et filii caput pariter portaretur. Addit Dexippus tantum odium fuisse Maximini, ut, interfectis Gordianis, viginti viros senatus creaverit, quos opponeret Maximino: e quibus fuerunt Balbinus et Maimus, quos contra eum principes fecerunt. Idem addidit in conspectu Maximini iam deserti a militibus Anolinum praefectum praetorio ipsius et filium eius occisum. Idem in Maximo et Balbino c. |
| 14a [15] | 16: Sub his pugnatum a Carpis contra Moesos fuit, et Scythici belli principium et Histriae excidium eo tempore; ut autem Dexippus dicit, Histricae civitatis. Dexippus Balbinum satis laudat, et dicit forti animo militibus occurrisse atque interfectum; ut mortem non timeret: quem in omnibus disciplinis instructum fuisse dicit. Maximinum vero negat eiusmodi virum fuisse, qualem Graeci plerique dixerunt. Addit praeterea, contra Maximum Aquileiensium tantum odium fuisse, ut de crinibus mulierum suarum arcubus nervos facerent, atque ita sagittas emitterent. Dexippus et Herodianus, qui horum principum historiam persecuti sunt, Maximum et Balbinum fuisse principes dicunt delectos a senatu contra Maximinum post interitum duorum Gordianorum in Africa, cum quibus etiam puer tertius Gordianus electus est. Euagrius Histor. |
| 14b [5] | Eccl. V, 24: Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλιηνὸν βασιλείαν· ᾧ συναπείληπται περὶ ὧν Κάρποι καὶ ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν. Trebellius in Triginta tyrannis c. |
| 15 [5] | 32: Docet Dexippus, Titum tribunum Maurorum, qui a Maximino inter privatos relictus fuerat, timore violentae mortis, ut alii dicunt, invitum vero et a militibus coactum ut plerique assserunt, imperasse, atque hunc intra paucos dies post vindicatam defectionem, quam consularis vir Magnus Maximino paraverat, a suis militibus interemptum. Imperasse autem mensibus sex. Syncellus: Σκύθαι περαιωθέντες οἱ λεγόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ Δεκίου πλεῖστοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. |
| 16 [15] | Οὗτοι τοὺς Μυσοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· Δέκιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς Δέξιππος ἱστορεῖ, καὶ τρισμυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππούπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ’ αὐτῶν καὶ Θρᾷκας πολλοὺς ἀναιρεθῆναι. Ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς Δέκιος ἐπιθέμενος ἀναιρεῖται ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ διὰ νυκτὸς ὁ θεομάχος. Οἵ τε Σκύθαι μετὰ πλείστων αἰχμαλώτων καὶ λαφύρων ἐπανέρχονται. Καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον ἀναγορεύουσιν ἅμα Βολουσιανῷ τῷ Δεκίου παιδί· οἳ καὶ βασιλεύουσι, κατὰ Δέξιππον, μῆνας ιηʹ πράξαντες οὐδὲν ἀξιόλογον· κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ καὶ καθ’ ἑτέρους ἔτη βʹ. Cram. |
| 16a [10] | Anecd. Paris. II: Μέχρι τούτου τὴν τῶν Ὀλυμπιάδων ἀναγραφὴν εὕρομεν. Καὶ ὁ μὲν Εὐσέβιος ταῦτα. Ἄλλοι δὲ χρονογράφοι καὶ Δέξιππος ὁ Ἀθηναῖος καὶ τῶν ἐφεξῆς Ὀλυμπιάδων τῶν τε ἐν αὐταῖς νικησάντων μέμνηται. Ἀμέλει τὴν χρονικὴν ἱστορίαν ὁ Δέξιππος μέχρι τῆς διακοσιοστῆς ἑξηκοστῆς δευτέρας Ὀλυμπιάδος συγγράψας, Διονύσιον Ἀλεξανδρέα φησὶν ἐπὶ ταύτης νικῆσαι. ΣΚΥΘΙΚΑ. |
| 17 [15] | Exc. De sentent.: *** τύχας ἀνδρῶν καὶ καταστάσεις πόλεων καὶ ἐθνῶν νεωτερίζουσαι ἐλάττους τε ὁμοίως καὶ διαφερόντως περὶ εἰρήνην πόλεμον συμβαίνουσιν ἄγοντος τοῦ χρόνου μηδεμιᾶς· ἀλλὰ μετατρέποντος ἄλλῃ ἄλλους πρός τε τὸ ἄμεινον· καὶ μὴν τὰ γιγνόμενα ἐν τοῖς ἀνθρωπείοις ἄριστοι γνώμην οἱ μὴ χαλεποὶ δέξασθαι τὰς ἐξαλλαγὰς τῶν ἡμερῶν καὶ χρόνων· μηδὲ ἐτῶν τούτους ὅσοι πολέμου τε καὶ στρατοπέδων ἐξηγοῦνται μνήμῃ προγενομένων ἔχειν ἐπὶ τὰ συμφορώτατα ἑκάστους καὶ τοῖς προσπίπτουσιν κακου..της τῶν ἱστορηθέντων νεωτέρων τε καὶ παλαιοτέρων .. πρὸς δὲ τοὺς κατα.. κατ’ ἀνθρώπους ἧς ἀπορῇ λύσις .. ἡ γὰρ ἰσχύοντας κατὰ τῶν τι.. τῷ συνενέχοντι ἐν ..η αποκνήμη.. ὡς ἁλίσκεσθαι δέον. Exc. |
| 18 [45] | De strategem. c. IV Ἐκ τῶν Δεξίππο υ . Πολιορκία Μαρκιανουπόλεω ς . Μαρκιανούπολιν, τὸ δὲ ὄνομα Τραϊανοῦ τοῦ βασιλέως τὴν ἀδελφὴν ἐνδεδωκέναι τῇ πόλει λέγουσιν οἱ ἐγχώριοι· ταύτην δὴ οὖν τὴν πόλιν οἱ Σκύθαι ὡς δὴ κατὰ κράτος ἁλώσιμον εἶναι νομίσαντες, ἀπεῖχον μὲν τῆς εὐθὺ προσβολῆς, λίθους δὲ ὅτι πλείστους παρεφόρουν πρὸ τοῦ τειχίσματος, ὡς χύδην καὶ σωρηδὸν κατανενημένοις ἀφθόνως ὑπάρχειν χρῆσθαι· (2) ᾤοντο γὰρ φόνον τε πολὺν ἐπὶ τοῦ τείχους οὕτω συμβήσεσθαι, καὶ τῶν πολεμίων ἐν τῷ φυλάσσεσθαι μᾶλλον ἢ ἐν τῷ ἐπιχειρεῖν ὄντων, ῥᾳστώνῃ τὴν πόλιν αἱρήσειν. (3) Τοῖς δὲ ἐν τῷ ἄστει πάλαι τε παρεσκεύαστο ὅσα εἰς πολιορκίαν ἐπιτήδεια, καὶ Μάξιμος, ἀνὴρ γένος μὲν τῶν ἀπόρων μεταβου * φιλοσοφίᾳ δὲ ἄρα συζῶν, οὐ μόνον στρατηγοῦ, ἀλλὰ καὶ στρατιώτου ἀγαθοῦ ἔργα ἐν τῷ τότε ἕτοιμος ὢν ἐπιδείκνυσθαι, ἐπεθάρρυνέ τε ἑκάστους καὶ παρῄνει, (4) ὅτε δὴ ἐκ χειρὸς ἀκροβολίζοιντο οἱ πολέμιοι, τοῦ ἀμύνεσθαι ἀπεχομένους ὑπὸ ταῖς ἐπάλξεσιν ἱσταμένους ἔχειν σφῶν αὐτῶν φυλακὴν, τάς τε ἀσπίδας προϊσχομένους καὶ ὅσα δύναται στέγειν καὶ ἀποκρούεσθαι τὰς τῶν ἐναντίων βολάς. (5) Ὡς δὲ ἱκανῶς ἔχειν ἐδόκει τοῖς βαρβάροις τῆς τῶν λίθων παρασκευῆς, ἀθρόοι περιχυθέντες ἐν κύκλῳ τὸ τεῖχος, οἱ μὲν ἀκόντια μεθίεσαν, οἱ δὲ λίθοις ἠκροβολίζοντο τοὺς ἐπὶ τῶν ἐπάλξεων, καὶ συνεχείᾳ [ἐχρῶντο] τῶν μεθιεμένων, ὡς χαλάζῃ τῇ πυκνοτάτῃ προσεοικέναι κατὰ τὸ ἐπάλληλον τῆς φορᾶς. (6) Οἱ δέ γε εἴσω τοῦ ἄστεως, σφάς τε αὐτοὺς κατὰ τὸ δυνατὸν καὶ τὸ τεῖχος ἐφύλασσον· ἀπεῖχον δὲ τοῦ ἀμύνεσθαι, ᾗπερ αὐτοῖς προσετέτακτο. (7) Ὡς δὲ ἐπ’ οὐδενὶ ἔργῳ λαμπρῷ ἥ τε τῶν λίθων ἐκενώθη τοῖς βαρβάροις παρασκευὴ, καὶ ὅσα ἐκ χειρὸς ἢ ἀπὸ τόξου ἀκόντια, ἥ τε ἐλπὶς αὐτοῖς τοῦ σὺν οὐδενὶ πόνῳ τὴν πόλιν αἱρήσειν ἀνάλωτο, ἀθυμίᾳ δὴ εἴχοντο, καὶ τῶν στρατηγῶν ἀνακαλεσάντων ἀπῄεσαν, οὐ πόρρω τῆς πόλεως τὴν στρατοπεδείαν ποιούμενοι· καὶ γὰρ ἦν τῆς ὥρας ἀμφὶ ἡλίου δυσμάς. (8) Διαλιπόντες δὲ ἡμέρας οὐ μάλα συχνὰς καὶ ἐπελθόντες αὖθις καὶ περιστάντες ἐν κύκλῳ τὸ τεῖχος ἠκροβολίζοντο· ὅτε δὴ Μάξιμος τοῖς ἐν τῷ ἄστει καιρὸν εἶναι τῆς ἐπιθέσεως ἐπηγγέλλετο. (9) Γίνεται δὴ οὕτω· καὶ ἀναθαρρήσαντες διὰ τὴν ἐν τῇ προτέρᾳ τῶν βαρβάρων ἄπρακτον ἀναχώρησιν, βοήν τε ἦραν καὶ λίθους καὶ ἀκόντια, ὡς εἶχον, μεθίεσαν· (10) οἷα δὴ οὖν πυκνῶν ἀλλήλοις ἐφεστηκότων τῶν βαρβάρων καὶ διὰ τὸ ἀπροσδόκητον τοῦ ἀντίπαλον ἂν σφίσιν ἄνωθέν τι ἀπαντῆσαι οὐκ ἐς τὸ ἀκριβὲς πεφραγμένων, [πρὸς δὲ καὶ ἀθρόαις ταῖς βολαῖς, καὶ ταῦτα ἐκ μετεώρου βαλλομένων,] καὶ διὰ τὸ πλῆθος τῶν ἐναντίων, οὐδὲ ἐθέλοντας ἦν ἁμαρτεῖν τοὺς ἀπὸ ἄστεως. |
| 18 (50) | (11) Βιαζόμενοι δὴ οὖν οἱ Σκύθαι καὶ μὴ ἀντιδρᾶν ἔχοντες τοὺς Μυσοὺς, διά τε τὰς ἐπάλξεις καὶ τὴν ἐκ τῶν θυρῶν καιροφυλακὴν, ἀπαγορεύοντες πρὸς τὰς πληγὰς, καὶ ὡς οὐκ ἦν αὐτοῖς περαιτέρω καρτερεῖν, ἀνεχώρησαν ἄπρακτοι. Exc. |
| 19 [45] | De senten.: Ὅτι Δέκιος, βασιλεὺς Ῥωμαίων .. εἶχεν τὴν Θρᾴκιον δύναμιν .. ὀρρωδῶν [μή τι νεώ]τερον γένηται περὶ τῆς ἀρχῆς τὴν κατάστασιν .. ἐπιστολῆς .. εἰς αὐτοὺς ἐπεξιέναι τοῖς πολεμίοις .. βουλόμενον τῆς δι’ ἀνθρώπους οὐκ ἐμφαιν..ους ἄγειν· μὴ περαιτέρω πράσσοντες ἄνθρωποι ἀπο.. οὐκ εὐκαίρου προθυμίας τὴν πεῖραν λάβωσι .. πρὸς τὴν .. ἐπικουρίαν παραγίνεσθαι. Καὶ ὁ μὲν .. βασιλέως ἡμεροδρόμου φέρων τὴν .. Πρίσκῳ, ὃς δὴ τῆς τῶν ..ων.. ἐπί τε εἰρήνης τὰ πολλὰ ἐχρημάτισε .. τὰ τοῦ πολέμου· τὸ δὲ .. ὃς δὲ τότε πόλεμος ... ἐμήνυσαν. Καὶ ἐπεὶ ἠθροίσθησαν .. ἐδήλου γὰρ ἡ γραφὴ τάδε. «Ὅτι ποθοῦμεν .. ὦ ἄνδρες .. ἀσφαλὲς ὄψει τῶν ὁρώντων ..μενον. Ἐπεὶ δὲ .. μὲν .. πορευόμενοι .. δὲ κατὰ πολλὰ σκεδασθέντες .. ἀναγκαῖον διδαχῇ· ἅμα τῇ .... πράττοντες ἂν ὑμεῖς ... ἐμοί· εἴ γε .. διὰ τί .. εἴ τις ὑμῶν διαμέλλοιτο· ἐξαγγέλλεται γὰρ .. νεότητι οὐ κατὰ καιρὸν θαρροῦντας, καὶ τούτῳ ἔκπληξιν ἐς τοὺς ἐναντίους ἕξειν νομίζοντας, οἷα δὴ πολέμων ἀπειράτους, εὐτολμότερον αὐτοῖς μᾶλλον ἢ προμηθέστερον παρὰ τὴν ἀπουσίαν τῶν προαγωνισμάτων συνίεσθαι. Καὶ ἔστι μὲν ἁπάντῃ ὑπαίτιος ὑμῶν ἡ ἐπιχείρησις διότι καὶ ὑπὲρ καλῶν ἔργων· συνευξαίμην δ’ ἂν καὶ πείρᾳ δύνασθαι συμφορωτάτους γενέσθαι. Ἐπέσκεμμαι δὲ ὡς ἐν τοῖς πολέμοις τὸ ἀνδρεῖον μετὰ μὲν ἐμπειρίας ἰσχυρὸν, ἄνευ δὲ τούτου ἀσθενές· καὶ θρασύτης λογισμῶν ἄμοιρος ἡ δὲ (ἤδη?) σὺν τῷ μὴ κατὰ καιρὸν εὐτόλμῳ ἔσφηλε. Κράτιστοι δὲ οἱ συνέσει τὸ διάφορον τῶν ἐκβησομένων εἰδότες μᾶλλον ἢ θυμῷ ἐς τὰς μάχας καθιστάμενοι. Παραινῶ μὴ δὴ ἐς τὸ ἕτοιμον τῆς γνώμης καὶ τοῦ πλήθους τὸ ἀβέβαιον ἰδόντας, τοῦ κοινοῦ τῆς ἀσφαλείας ὑφέσθαι· ἀποκινδυνεύσεται γὰρ ὑμῖν σωτηρία οὕτως ἐς μηδὲν δέον, καὶ θράττεσθαι ἡ διάνοια ὑμῶν δόξει μᾶλλον ἢ ἐπιβούλιος περὶ τῇ πάσῃ πόλει τοῦ ἐκβησομένου ἔχουσα τὴν πεῖραν. Ὑπαίτιος δὲ ὁμοίως ὅ τε ἀνανδρίᾳ τὸν ἐφεστηκότα ἀγῶνα ἐξιστάμενος, καὶ ὁ θρασύτητι ἐς τοὺς [μὴ] προσήκοντας κινδύνους ἰὼν, [παρὸν] βίον σὺν ἀσφαλείᾳ σώζεσθαι. Λογισμῷ δὲ πιστεύων ἀνὴρ βεβαιότερος ἢ ἀμαθίας σχήματι πρὸς τὰς ἀδήλους φορὰς τῶν πραγμάτων ἐξορμώμενος. Αἵ τε ἐν τοῖς πολέμοις συντυχίαι ἢ κατὰ τὸ ἀναγκαῖον τὴν τόλμαν διδόασιν ἐξιοῦσιν ἐς τοὺς κινδύνους, ἢ ἀδείας περιουσίᾳ τὴν μετὰ τοῦ ἀσφαλοῦς σύνεσιν παρέχονται, ὡς μὴ σὺν δέει τι μᾶλλον ἠπειγμένως ἢ προμηθείᾳ πρᾶξαι. «Λογιζόμενοι δὲ τάδε μὴ ἴτε πρὸς ἄνδρας ἐς ἀγῶνα κατ’ ἐρημίαν τῶν συλληψομένων ἐχυρᾷ δυνάμει ἐξιόντας καὶ πολλῇ μὲν ἵππῳ, πολλοῖς δὲ ὁπλίταις καὶ ψιλοῖς παρεσκευασμένους, ἔτι δὲ πεῖραν πολεμικὴν φοβεροὺς καὶ σωμάτων ὄψει δεινοὺς, καὶ ὅπλων ἀνασείσει, ἀπειλαῖς τε καὶ βοῆς μεγέθει ἱκανωτάτους προεκφοβῆσαι τοὺς πρῶτον ἐς αὐτοὺς ἰόντας. |
| 19 (50) [95] | Μὴ δὴ πρὸς τούσδε ἀποκινδυνεύσητε, ἐξὸν ἀπὸ τῶν τειχῶν σὺν ἀσφαλείᾳ ἀμύνεσθαι. Καὶ γὰρ ἡ ἐλπὶς τοῖς πρῶτον ἐς μάχην ἰοῦσιν ἰσχυρόν τι ἔδοξεν εἶναι καὶ προσαγωγότατον εἰς κατόρθωσιν· ἀλλ’ ἐν τοῖς περιφανεστάτοις ὤφθη * , ὅταν τῷ ἀληδ.. μάχηται. Εὔδηλον δὲ δήπου, οἶμαι, ὡς κἂν τοῖς ἐξ ἴσου οὖσιν ἄνευ στρατηγοῦ κατὰ μόνας ἀποκινδυνεύειν σφαλερώτατον· τὸ δὲ ὑπὸ ἡγεμόνι τε ἄγεσθαι καὶ ἐς κοινωνίαν ἥκειν ἑτέροις τοῦ κινδύνου ἔν τε ἐνθυμήσεσι κἀν τοῖς ἔργοις ἀσφαλέστατον, ῥᾳδίαν ἔχον τὴν παρὰ τοῦ πέλας ἐπανόρθωσιν. Κρεῖττόν τε σὺν ἑτέρῳ κατορθοῦντας δόξης ἔλαττον ἔχειν, ἢ δίχα τοῦ προμηθοῦς κατὰ μόνας ἐπιχειρήσαντας σφαλῆναι. Καὶ ἀπόντος μὲν πολὺ ἀπὸ σφῶν τοῦ ἐπιβοηθήσοντος, οἷα δὴ μονωθέντας, δρᾶσαί τι σὺν εὐχερείᾳ σύγγνωμον· ἀνδρῶν δὲ οὐκ ἄπωθεν ὄντων ἄριστα πολέμῳ ὡμιληκότων καὶ πεῖραν παρασχομένων τοῦ νικᾶν, καὶ ταῦτα τὸ ἀδεὲς ἐς τοὺς κινδύνους ἐν τῷ διὰ μέσου ἐκ τῆς τῶν τειχῶν ὀχυρότητος ἔχοντας, πρᾶξαί τι παρὰ τὴν τοῦ ἄρχοντος καταίνεσιν, κἄν τῳ ἄμεινον ἐκβῇ, οὐκ ἀνεπίκλητον ἐφάνη διά τε τὸ δυσπειθὲς τὸ περὶ τὸν προστάξαντα, καὶ ὅτι σὺν τῷ ἀμφιβόλῳ τοῦ κινδυνεύματος ἐπεχειρήθη. «Εἰ δέ τις προαστείων τε καὶ ἐνδιαιτημάτων τέρψεως ἀποστερούμενος ἄχθεται, καὶ ὅσα πλούτου ἐγκαλλωπίσματα, γνώτω τὸ μὲν ἀλγεινὸν εἰς ὀλίγον τε καὶ ἐν ὀλίγῳ τὴν αἴσθησιν οἶσον, οἷα δὴ ἐν οἰκοδομαῖς κείμενον, καὶ ἡμῶν οὐ διὰ μακροῦ ἐπιστησομένων, ὡς κωλῦσαί τε τὸν παντελῆ τούτων ἀφανισμὸν καὶ ἀναλαβεῖν αὐτὰ δαψίλειαν τῆς ἐκ τούτου χορηγίας οὐκ ἀδυνάτων, τὸ δὲ τῆς σφετέρας σωτηρίας ἐπικίνδυνον οὐκ ἰασόμενος. Ὅθεν τῇ παραυτίκα ἀχθηδόνι τὸ εἰς ἅπαν ἀσφαλὲς ἀντιτιθεὶς οὔτω λογιζέσθω, διότι μηδὲ ἐς πάντας, ἀλλ’ ὅσοι δυνατοὶ τὸ λυπηρὸν τὴν ἀναφορὰν ἔχει, παρ’ οἷς πλούτῳ ἰσχύουσι καὶ ἄνευ τοῦ ἡμετέρου ταχεῖα τῶν ἀφαιρεθέντων ἡ διόρθωσις. Παυστέον δὴ οὖν ὑμῖν τῆσδε τῆς ὁρμῆς, εἰ μήτε ἑαυτοῖς ἐπιβούλως καὶ ἐς τὸν ἄρχοντα ἐναντίως πράσσετε, καὶ εἴσω τειχῶν μενετέον. Ἡμᾶς δὲ οὔτε τῇ παρασκευῇ οὔτε ταῖς γνώμαις τῆς τῶν κοινῶν σωτηρίας ἀφεστηκότας ὀλίγων ἡμερῶν ἐπιστησομένους ἅμα τῇ δυνάμει ἐλπίζετε, καὶ εἴσω τειχῶν τὰ ἐς τὴν τοῦ ἔξωθεν ἀγῶνος κατόρθωσιν ἡμῖν μελήσει. Προαποδείκνυται δὲ οὐ πόρρω τοῦ ἀληθοῦς εἶναι τὸ ἐπάγγελμα ἐκ τῶν πρὸς Νικοπόλει πραχθέντων, εἴ γε μὴ μεγαληγορεῖσθαι δεήσει. Χρὴ δὲ ἐν τοῖς μεγίστοις τῶν ἀγώνων τούτοις συμβούλοις τε ἅμα καὶ βοηθοῖς χρῆσθαι, οἳ ἂν ἐν τοῖς φθάνουσιν ἔργοις σαφῆ τοῦ συμφέροντος ἐπιδείξωνται τὴν δήλωσιν, ἐμπειρίαν ἔργων καὶ πρὸς . |
| 19 (100) | ... Exc. |
| 20 [45] | De strategem. c. V: Ἐκ τῶν Δεξίππο υ . Πολιορκία Φιλιππουπόλεω ς . Τὴν Φιλιππούπολιν, ἔστι δὲ ἡ πόλις αὕτη μεθόριος μὲν τῆς Θρᾳκῶν καὶ Μακεδόνων γῆς, κεῖται δὲ ἐπὶ τῷ Ἕβρῳ ποταμῷ, οἰκιστὴν δὲ αὐτῇ γενέσθαι λέγουσι Φίλιππον τὸν Ἀμύντου, Μακεδόνων ἄρχοντα, ἀφ’ οὗ δὴ καὶ τὸ ὄνομα τῇ πόλει ἐγένετο· (2) ταύτῃ δὴ οἱ Σκύθαι ὡς ἀρχαιοτάτῃ καὶ μεγίστῃ προσέβαλλον ἐς πολιορκίαν. Ἐπολεμεῖτο δὲ αὐτοῖς ὁ πόλεμος ὧδε. (3) Ὑπερφέροντες τῶν κεφαλῶν τὰς ἀσπίδας τῶν μεθιεμένων ἐν σκέπῃ εἶναι, κύκλῳ τῆς πόλεως περιῄεσαν, καταθεώμενοι ὅπῃ εὐαποτείχιστον ἢ καὶ ἐπίβατον ἐν τῇ προσαγωγῇ τῶν κλιμάκων ὑπάρχοι διὰ στενότητα ἢ καὶ χθαμαλότητα τῶν τειχῶν. (4) Καὶ τὸ μὲν πρῶτον ἐποιοῦντο προσβολὰς ἐπ’ ἀκροβολισμοῖς καὶ τοξείαις· οἱ δὲ ἄνωθεν ἠμύνοντο καρτερῶς, ὅπῃ πελάζοιεν οἱ πολέμιοι. (5) Αὖθις δὲ αὖ τῆς πόλεως ἐπείραζον, κλίμακας πηξάμενοι καὶ μηχανάς· τὰ δὲ μηχανήματα ἦν ξύλα πεπηγότα τετράγωνα, ἐπιτεχνήματα οἰκίσκοις ἐμφερῆ· καὶ αὐτῶν βύρσας ὑπερτείνοντες, ὡς παντὸς τοῦ μεθιεμένου ἀβλαβῶς ἔχειν προσπίπτοντες ταῖς πύλαις, σφῶν δὲ τὰς ἀσπίδας προβεβλημένοι, καὶ μετακινοῦντες αὐτὰ τροχοῖς καὶ μοχλίαις. (6) Οἱ δέ τινες ξύλα προμήκη, σιδήρῳ καταπεφραγμένα, ὡς μὴ ἀποθραύεσθαι ἐν τῇ προσβολῇ, μετεωρίζοντες ἐπείρων ἀναράσσειν τῷ τείχει· ἕτεροι δὲ κλίμακας προσερείδοντες τὰς μὲν ἐπ’ εὐθὺ πεπηγυίας, τὰς δὲ ὑποτρόχους, κινουμένας ἐπὶ θάτερα· αἳ δὴ ὅτε προσάγοιντο, κάλοις ἀπ’ ἄκρων τῶν κλιμάκων ἠρτημένοις ἀνέπτυσσον ὡς ὀρθουμένας ἐπιβάλλειν τοῖς τείχεσιν. (7) Ἦσαν δὲ οἳ καὶ πύργους ξυλίνους τῷ τείχει ὑποτρόχους ἐπῆγον, ὡς ὅτε πελάσαιεν, ἐπιβολῇ γεφυρῶν τὴν διάβασιν ἀπὸ τούτων ἐξ ἰσοπέδου ποιήσοντες. Καὶ ἥδε μὲν αὐτοῖς ἀφθονία μηχανημάτων. (8) Ἀντήρκουν δὲ πρὸς ἕκαστα οἱ Θρᾷκες, τὰ μέν τινα τῶν μηχανῶν λίθοις μεγάλοις ἁμαξιαίοις συναράσσοντες αὐτοῖς ἀνδράσι, τὰ δὲ καὶ καταπιμπράντες δᾳσὶ καὶ θείῳ καὶ πίσσῃ· τῶν δὲ κλιμάκων κατεκυλίνδουν δοκοὺς ἐγκαρσίας καὶ λίθους, ὡς ὑπὸ τῇ βιαίᾳ φορᾷ τάς τε ἀσπίδα τῶν ἐπαγόντων καὶ τὰς κλίμακας ἐν τῇ ἐμβολῇ ἀποθραύεσθαι. (9) Ὡς δὲ οὐδὲν ἐπλεονέκτουν ταῖς μηχαναῖς οἱ πολέμιοι, ἀθυμίᾳ δὴ εἴχοντο, καὶ βουλὴν τιθεμένοις ᾗ δεῖ πολεμεῖν, ἐδόκει χώματα χοῦν μετέωρα πρὸς τὴν πόλιν, ὡς εἶναι σφίσιν ἐπίσου πρὸς τοὺς ἐναντίους μάχεσθαι. (10) Ἔχουν δὲ ὧδε· ξύλα ἐκ τῶν πέριξ οἰκοδομημάτων συνεφόρουν, καὶ προβαλλόμενοι πρὸ σφῶν τὰς ἀσπίδας, ἐνέβαλλον αὐτὰ εἰς τὴν τάφρον κατ’ εὐθὺ καὶ παράλληλα, ὅπῃ συμβαίνει. (11) Ποιήσαντες δὲ ταῦτα, χοῦν καὶ ὅλην παντοίαν ἐπεφόρουν μεταξὺ τοῦ χείλους ἑκατέρου τῆς τάφρου. |
| 20 (50) [70] | Καὶ οὕτω ταχεῖαν εἰργάσαντο τοῦ χώματος τὴν αὔξησιν. (12) Ὁρῶντες δὲ τὸ πραττόμενον οἱ Θρᾷκες, καὶ ὅτι πρὸς σφὰς τὸ χῶμα ἀντετειχίζετο, ξύλα πηξάμενοι καὶ τούτοις σανίδας προσαρτήσαντες, πρόβλημα μετέωρον ἐπὶ τῷ τειχίσματι ἤγειρον. (13) Καὶ ἐπὶ τῷδε ἐμηχανήσαντο τοιόνδε· καθῆκαν ἀπὸ τοῦ τείχους νύκτωρ ἀπὸ κάλων, ὑπ’ αὐτό που τὸ ἡσυχάζον, ἄνδρα εὔτολμόν τε καὶ γενναῖον, δόντες αὐτῷ φέρειν ἐπὶ τὸ χῶμα δᾷδα ἡμμένην καὶ σκεῦος, ἵνα πίττα τε ἦν καὶ θεῖον καὶ τὰ τοιαῦτα. (14) Ἐμβάλλει δὴ οὖν τὸ πῦρ τοῖς ἀνέχουσι τὸ χῶμα ξύλοις, καὶ ἀθρόα γίνεται καέντων τοῦ χώματος ἡ κατάπτωσις. (15) Ἐπεὶ δὲ καὶ ἐν τούτοις μεῖον εἶχον οἱ Σκύθαι, ἐδόκει αὐτοῖς κτείνειν τὰ ἀρχεῖα τῶν ὑποζυγίων καὶ τῶν αἰχμαλώτων ὅσοι νόσῳ ἢ χρόνῳ διὰ γῆρας ἐκακοπάθουν· κτείνατες [δ’] ἐνέβαλον εἰς τὴν τάφρον, καὶ ὕλην παντοίαν ἐπεφόρουν. Τὰ δὲ σώματα ἄρτι τριταῖα γινόμενα ὕψος οὐ μέτριον παρεῖχον ἐξοιδοῦντα τῷ χώματι. (16) Οἱ δὲ Θρᾷκες μέρος τι τοῦ τείχους διακόψαντες, ὅσον ἐς μέγεθος πυλίδος στενῆς, εἰσεφόρουν κατὰ τοῦτο παρὰ σφὰς ὅσαι νύκτες τὸν χοῦν· ὡς δὲ πάντῃ ἄποροι τῇ γνώμῃ ἐγίνοντο οἱ βάρβαροι, ἐδόκει ἀναχωρεῖν. Καὶ τοῦτο τῇ πολιορκίᾳ τέλος τοῖς Σκύθαις ἐγένετο. Exc. |
| 21 [45] | De sentent.: ».. καὶ καρτερίᾳ οἱ πόλεμοι μᾶλλον ἢ πλήθει κρίνονται. Ἡμῖν δύναμίς τε οὐ φαύλη (δισχίλιοι γὰρ οἱ σύμπαντες ἠθροίσθημεν), καὶ τὸ χωρίον ἐρυμνότατον, ὅθεν ὁρμωμένους χρὴ τοὺς πολεμίους κακοῦν σποράσι τε ἐπιτιθεμένους καὶ τὰς παρόδους αὐτῶν ἐνεδρεύοντας· ἐξ ὧν κρατοῦσι μὲν ἡμῖν τῷ τρόπῳ τούτῳ ῥώμη ἔσται, καὶ δέος οὐ μέτριον παρέξομεν τοῖς ἐναντίοις· συνισταμένων δὲ ἀντιστησόμεθα, προ... ὅπλων οὐ φαῦλον τὸ ἐρυμνὸν τοῦ χωρίου καὶ τήνδε τὴν ὕλην ἔχοντες. Οἵ τε ἐναντίοι ἐκ διαφόρων προσβάλλοντες οἷα οὐ πάντῃ καταφανέσι ταράξονται, οὐκ ἐν τῷ ἴσῳ τρόπῳ τοῖς πρόσθεν πολεμήσουσι, τάξιν τε αὑτῶν λύοντες καὶ οὔθ’ ὅπου τὰ τοξεύματα καὶ ἀκόντια μετιέναι χρὴ εἰδότες, καὶ τῶν τε ἀφιεμένων ἀτυχήσουσι, καὶ ὑφ’ ὑμῶν ἔτι μᾶλλον κακώσονται. Ἡμεῖς τε τῇ ὕλῃ πεφραγμένοι ἐπίσκοπα καὶ ἐξ ὑπερδεξίων μεθήσομεν, καὶ ἀσφαλέστεροι μὲν εἰς τὸ δρᾶν ἐσόμεθα, οὐ ῥᾷστοι δὲ βλάπτεσθαι. Περὶ δὲ αὖ τῆς ὁμόθεν μάχης, εἰ δὴ καὶ αὐτῆς δεήσαι, ἐκεῖνο χρὴ λογίζεσθαι, ὡς οἱ μέγιστοι κίνδυνοι μεγίστας καὶ προθυμίας παρέχονται, καὶ ἐν τῷ ἀπόρῳ τῆς σωτηρίας ἡ ἀντίτασις ἑτοιμοτέρα, καὶ πολὺ τὸ ἀνέλπιστον ἐξέβη, βιαζομένων τε ὑπὲρ τοῦ ἀμηχάνου καὶ ἀμυνομένων ὑπὲρ τῶν σπουδῆς ἀξίων τιμωρίας ἐλπίδι. Οὐδὲ γὰρ ἔστιν ὅτῳ ἂν πρὸ ἡμῶν μείζους γένοιντο ὑποθέσεις τῆς ἀγανακτήσεως, οἷα δὴ γενῶν τῶν ἡμετέρων καὶ πόλεως ὑπὸ τῶν ἐναντίων κατεσχημένης. Συνεπίθοιντο δὲ ἂν αὐτοῖς καὶ ὅσοι ἀνάγκῃ ἄκοντες συστρατεύουσιν ὅτε τὴν ἡμετέραν ἔφοδον αἴσθοιντο, ἐλευθερίας τῆς σφετέρας ἐλπίδι. «Πυνθάνομαι δὲ καὶ τὴν βασιλέως δύναμιν τὴν ναυτικὴν οὐχ ἑκὰς εἶναι ἀρήξουσαν ἡμῖν, ᾗ συνταχθέντας συνεισβαλεῖν κράτιστα. Καὶ ἐπὶ τῷδε ἡγοῦμαι ὡς καὶ τοὺς Ἕλληνας ἐς τὸ αὐτὸ τοῦτο πρόθυμον ἐπάξομεν. Αὐτὸς δὲ δὴ ὢν οὐκ ἔξω κινδύνου οὐδὲ εὐτυχέστερον πράττων ἐπὶ ταῦτα ἴεμαι, ἀρετῆς ἐπιθυμῶν καὶ διακινδυνεύων, τὰ τιμιώτατα δὲ θέλων περιποιήσασθαι καὶ ἐς ἐμαυτὸν μὴ καταλῦσαι τῆς πόλεως τὴν ἀξίωσιν. Καὶ παραινῶ ὧδε γινώσκειν. Ἔπεισι μὲν ἡ τελευτὴ πάντας ἀνθρώπους καταλῦσαι τὸν βίον, ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν ἆθλον κάλλιστον καὶ δόξαν ἀΐδιον φέρων. Εἰ δέ τινα καὶ ἐπὶ τοῖς εἰρημένοις τὸ τῆς πόλεως πταῖσμα ἐκπλήσσει, καὶ δι’ αὐτὸ ἄθυμός ἐστιν, ἴστω τάς τε πλείστας τῶν πόλεων ἐξ ἐνέδρας ὑπὸ τῶν πολεμίων ᾑρημένας ..... καὶ τῶν ἀντιστάντων αὐτοὺς τὸ ἀντίπαλον ἐρημωθέντας ..ον δὲ τοῦ βαρβαρικοῦ ἐπιτίθεσθαι. Καὶ τῷ ... ἀνθισταμένῳ συνοισόμεθα ...ον τῇ παρόδῳ χρήσονται ἀθρόον .... ἱκανοὶ εἴημεν· ἀναχωρήσομεν ἐς τὸ μετέωρον σὺν ἀσφαλείᾳ .... μένων ἐπιθησόμεθα, κἀν τούτῳ τῶν ἐναντίων αἱ ἀπορίαι πρὸς ἡμῶν ἔσονται. |
| 21 (50) [80] | «Συστήσεσθαι δὲ ἡμῖν καὶ ἐκ τῆς τύχης τὸ εἰκὸς ἄγει· ἥ τε γὰρ ὑπόθεσις δικαιοτάτη, καθ’ ἣν ἀμυνούμεθα τοὺς προαδικήσαντας, καὶ τὸ δαιμόνιον ταύτῃ ὡς ἐπὶ πολὺ βραβεύει τὰ ἀνθρώπεια, προθυμότατον ὂν συμφορὰς ἐλαττῶσαι καὶ ἐς τὰ ἀμείνω συνάρασθαι. Καλὸν δὴ γνωρίσαι τὸ πάτριον ἡμῶν σχῆμα, καὶ αὐτοὺς τοῖς Ἕλλησιν ἀρετῆς καὶ ἐλευθερίας γενέσθαι παράδειγμα, καὶ παρά τε τοῖς οὖσι καὶ τοῖς ἐπιγιγνομένοις εὐκλείας ἀειμνήστου μετασχεῖν, ἔργῳ δεικνύντας, ὡς καὶ ἐν ταῖς συμφοραῖς τὸ φρόνημα τῶν Ἀθηναίων οὐχ ἥττηται. Σύνθημα δὲ τοῦ πολέμου παῖδας καὶ τὰ φίλτατα ποιησάμενοι καὶ τὸ ταῦτα διασώσασθαι, ἐς τὴν ἀντίστασιν συνταττώμεθα, θεοὺς ἐφόρους ἀρωγοὺς ἐπικαλεσάμενοι.» Καὶ ὁ μὲν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀθηναῖοι τοῖς τε λεχθεῖσι πολὺ ἐπερρώσθησαν (δυνατὰ ἐς τὴν ἀντίστασιν τὰ εἰρημένα), καὶ ἐπὶ τούτῳ ἐξηγεῖσθαι σφῶν αὐτῶν ἠξίουν. Ὅτι τῶν τὰ ἄριστα προελομένων ἡ προθυμία, κἂν τὸ ἔργον μὴ συνακολουθήσῃ, ἐπαινεῖται. Ὅτι ἀλγεινοτέρα ἀνδρὶ ἀρχὴν ἔχοντι τοῦ παντὸς ἡ ἀποτυχία μᾶλλον ἢ ἑκάστῳ ἡ καθ’ αὑτὸν κάκωσις· τῷ γὰρ ἰδίῳ περιγραφὴ ἡ τύχη τοῦ συμβάντος, εἰς δὲ τὸν ἄρχοντα προσχωρεῖ τοῦ συνενεχθέντος ἡ αἴσθησις. Ῥοπὴ δὲ οὐκ ἐλαχίστη πεπειθὼς τῇ (sic) γνώμῃ παραπλησίως ἔχειν· καὶ τὸ εἰκὸς τούτου οὐκ ἀπε..γεῖν ἐπ’ εὐνοίᾳ. Καὶ παρίσταται δ’ ἐμοὶ ἀπὸ τῶν αὐτῶν θαρρεῖν, ἀφ’ ὧν καὶ τὸ δυσχερὲς ὡρμήθη. Ὅτι φησὶν ὁ Δέξιππος πρὸς τοὺς Ἕλληνας δημηγορῶν· «Καὶ μή τῳ παραστῇ ὡς .. τῆς σωτηρίας ὑμῶν με.. ὀψὲ περι.. τὴν ..ην. Ἔγνων τε γὰρ τὰ κοινῇ λυσιτελῆ .. ἄλλος καὶ πρᾶξαι .... ἐπαίτιος ὅτου ἐστὶν ἐπισκέψασθαι τὰ συνοίσοντα καὶ .... ἀνὴρ ἐκ τοῦ δικαίου τὴν ἀρχὴν ἔχων καὶ πολιτεύων ἄριστα πειθοι *** Trebellius in Claudio c. |
| 22 [10] | 12: Quo ( Claudio) ad deos atque ad sidera demigrante, Quintillus frater eiusdem ... suscepit imperium. Sub hoc barbari qui superfuerant, Anchialo vastata, conati sunt Nicopolim etiam obtinere. Sed illi provincialium virtute obtriti sunt. Quintillus autem ab brevitatem temporis nihil dignum imperio gerere potuit. Nam septimadecima die, quod se gravem et serium contra milites ostenderat ac verum principem pollicebatur, eo genere quo Galba, quo Pertinax, interemptus est. Et Dexippus quidem Quintillum non dicit occisum, sed tantum mortuum: nec tamen addidit morbo, ut dubium sentire videatur. Exc. |
| 23 [25] | De strateg. c. VI: Ἐκ τῶν Δεξίππο υ . Σίδης πολιορκί α . Ἐπολιόρκουν οἱ Σκύθαι τὴν Σίδην· πόλις δὲ αὕτη τῶν ἐν Λυκίᾳ. Ὡς παρασκευή τε πᾶσα ἦν ἄφθονος εἴσω τείχους καὶ πλῆθος ἀνδρῶν οὐ νωθρῶς ἁπτομένων τοῦ ἔργου, μηχανὰς ἐποιοῦντο, καὶ προσῆγον τῷ τείχει. (2) Οἱ δὲ καὶ πρὸς ταύτας ἀντήρκουν, καθιέντες ὅσα κωλύματα. Πύργους δ’ ἐπὶ τούτῳ ξύλου ἰσομετρήτους τῷ τείχει κατεσκεύαζον καὶ ἐκίνουν ὑποτρόχους ὡς ἐγγὺς ἵστασθαι. (3) Προεβέβληντο δὲ τῶν πύργων οἱ μὲν σίδηρον ἐπὶ λεπτὸν ἐληλασμένον καὶ ἐπὶ πολὺ τῶν ξύλων καταπεπηγότα, οἱ δὲ δέρριν καὶ ὅσα πυρὶ οὐχ ἁλώσιμα. (4) Ἀντεμηχανήσαντο δὲ καὶ οἱ ἐκ τοῦ ἄστεως τοιόνδε· σανίδας μεγάλας ὀρθίας προστησάμενοι καθ’ ὅ τι ἔμελλον οἱ ἐναντίοι ποιήσασθαι τὴν προσαγωγὴν τῶν μηχανῶν, (5) καὶ αὖ ἐγκάρσια ξύλα καὶ ἰκρία ταύταις παραπήξαντες, μέσαις αὐταῖς ἐτεκταίνοντο θυρίδας, ὅσον εἰς ὑποδοχὴν ἀνδρὸς τὴν ἄχρι στέρνου, ὡς ὑπερέχοντας αὐτῶν κατὰ ὕψος ἐκ μετεώρου ἔχειν ἀμύνασθαι. (6) Ποιήσαντες δὲ ταῦτα ἐκ μετεώρου καθίεσαν ἀρτῶντες κύκλῳ ἐφεστρίδας τε καὶ νάκη, ὡς ἂν τὰ τοιαῦτα προβλήματα μήτε εὔφλεκτα εἴη καὶ τῇ ἁπαλότητι αὐτῶν κατέχοι τὰ προσπηγνύμενα, οὐκ ἀντικόπτοντα τῇ βίᾳ πληγῆς. Γενομένης δὲ πείρας ἐπὶ τούτοις ἑκατέρωθεν καὶ μάχης κρατερᾶς, ὡς ἄπρακτος ἦν τοῖς Σκύθαις ἡ διατριβὴ καὶ οὐδὲ ἓν προὐχώρει εἰς ἐλπίδας, ἀνεχώρουν. Exc. |
| 24 [45] | De legat.: Ὅτι Αὐρηλιανὸς κατὰ κράτος νικήσας τοὺς Ἰουθούγγους ( * ) Σκύθας, καὶ κατὰ τὴν τοῦ Ἴστρου περαίωσιν ἐς τὴν ἀποφυγὴν πολλοὺς τούτων ἀνελὼν, οἱ λειπόμενοι ἐς σπονδὰς ἧκον καὶ πρεσβείαν ἐστείλαντο. Τὴν δὲ αἴτησιν τῆς εἰρήνης ἐδόκει μὴ σὺν τῷ ἄγαν περιδεεῖ καὶ καταπεπληγότι ἐκ τῆς ἥττης ποιεῖσθαι, ὡς ἂν ὑπάρχοι σφίσι καὶ τῶν πρόσθεν φοιτώντων χρημάτων παρὰ Ῥωμαίων ἡ ἀποδοχὴ, μὴ ἐς τὸ ἀδεὲς πάντῃ τῶν ἐναντίων καθισταμένων. Ὁ δὲ Ῥωμαίων βασιλεὺς Αὐρηλιανὸς ὡς ἐπύθετο ἀφιγμένην τὴν Ἰουθούγγων πρεσβείαν, ἐς τὴν ὑστεραίαν φήσας χρηματιεῖν περὶ ὧν ἥκουσι, διέταττε τοὺς στρατιώτας ὡς ἐς μάχην, ἐκπλήξεως εἵνεκα τῶν ἐναντίων. Ἐπεὶ δὲ καλῶς εἶχεν αὐτῷ ἡ διακόσμησις, ἐπὶ ὑψηλοῦ βήματος μετέωρος βέβηκε, καὶ ἁλουργίδα ἀμπέχων, τὴν πᾶσαν τάξιν ἐποίει ἀμφ’ αὐτὸν μονοειδῆ. Παρεστήσαντο δὲ καὶ τῶν ἐν τέλει ὅσοι ἀρχάς τινας ἐπιτετραμμένοι, σύμπαντες ἀφ’ ἵππων. Κατόπιν δὲ βασιλέως τὰ σήματα ἦν τῆς ἐπιλέκτου στρατιᾶς· τὰ δέ εἰσιν ἀετοὶ χρυσοῖ καὶ εἰκόνες βασίλειοι καὶ στρατοπέδων κατάλογοι γράμμασι χρυσοῖς δηλούμενοι· ἃ δὴ σύμπαντα ἀνατεταμένα προὐφαίνετο ἐπὶ ξυστῶν ἠργυρωμένων. Ἐπὶ δὲ τούτοις ὧδε διακοσμηθεῖσιν Ἰουθούγγους ἠξίου [παρελθεῖν]. Τοὺς δὲ συνέβη θαμβήσασθαι ἰδόντας καὶ ἐπὶ πολὺ σιγῇ ἔχειν. Ἐπεὶ δέ σφισιν ἐκ τοῦ βασιλέως ἀπεδόθη λέγειν, διά τινος ἑρμηνέως ἔλεξαν τοιάδε· «Οὔτε τῇ ἐπὶ καιροῦ συμβάσῃ κακοπραγίᾳ ἡμῶν παρὰ τὸ εἰκὸς καταπεπληγότες, οὔτε δυνάμεως ἐνδεῶς ἔχοντες ἢ καὶ πολέμων ἄπειροι καθεστηκότες, ἀσθενείας εὐπρεπείᾳ κατὰ τὸ ἡμῖν αὐτοῖς μόνοις συμφέρον ἐς τὴν εἰρήνην σπεύδομεν· ἀλλὰ περίεστι μὲν ἡμῖν τοσοῦτον τῆς ἐν τοῖς πολέμοις περιουσίας πλήθους εἵνεκα καὶ ἰσχύος, ὥστε μέρει ἐλαχίστῳ τὰς πρὸς Ἴστρῳ πόλεις ἐπελθόντες Ἰταλίαν μικροῦ πᾶσαν κατειλήφαμεν, ἱππικῷ μὲν στρατεύσαντες ἐς μυριάδας δʹ, καὶ τούτων οὐ μιγάδων οὐδὲ ἀσθενῶν, ἀλλὰ Ἰουθούγγων καθαρῶς, ὧν πολὺς ἐφ’ ἱππομαχίᾳ λόγος. Ἀσπίδα δὲ ἄγομεν διπλασίαν δυνάμεως τῆς ἱππικῆς, οὐδ’ ἐν τούτοις ταῖς ἑτέρων ἐπιμιξίαις ἐπισκιάζοντες τοῦ σφετέρου στρατοῦ τὸ ἀνανταγώνιστον. Ἔχοντες δὲ καὶ οὕτω παρασκευῆς διακρίνεσθαι, οὐ διαγινώσκομεν ἐς ἀντιλογίαν ἥκειν τῆς συμφορᾶς πέρι. Οὐ διὰ τὸ μὴ κατὰ κράτος νενικῆσθαι, κατὰ δὲ τὸ ἄδηλον τοῦ ἐκβησομένου εἰρήνην πολέμου προτιμῶμεν, εἰκάζοντες καὶ ὑμῖν ὡς γένοιτ’ ἂν διὰ γνώμης πρὸς Ἰουθούγγους εὖ παρασχὸν τῆς πρόσθεν διαφορᾶς συμβῆναι, οἷα δὴ ὑπούσης καὶ παλαιᾶς ἀμφοῖν τοῖν γενοῖν πρὸς ἄλληλα πίστεως ἐς τὸ ἡσυχάζειν, δι’ ἣν χρὴ τὴν ἐπὶ καιροῦ διαφορὰν ἀπερίσκεπτον ἐν τῷ παρόντι καταλύσαντας πρὸς τὸ παλαίτερον καὶ λυσιτελοῦν μετατίθεσθαι ἑκατέροις. |
| 24 (50) [95] | Ἔν τε τῷ πολέμῳ οὐκ ἐπὶ πλεῖστον ταῖς καταδρομαῖς ληϊζόμενοι, ἀλλ’ ὅσον ἐς ἀφορμὴν τῶν ἐπιτηδείων ἀγαπῶντες τὴν ἄθροισιν, μέχρι τῆς γενομένης μάχης ἡσυχίᾳ τὸν καιρὸν διετρίβομεν, ὡς τοῖς ἐπιοῦσιν ὑμῖν σὺν τῇ ὑμετέρᾳ δυνάμει τὸ καθ’ αὑτοὺς ἀντιτάξαντες. Ὃ δὴ καὶ νῦν ποιεῖν παρεσκευάσμεθα· καὶ τό τε ὑμέτερον πρὸς πάντα κίνδυνον ἐκ τούτου ἀδεέστερον ἕξει, καὶ τῶν μεγίστων στρατοπέδων συνελθόντων οὐδ’ ἡτισοῦν ἑτέρα χεὶρ ἀξιόμαχος ἡμῖν νομισθήσεται. Εἰ δέ τις τῇ εὐτυχίᾳ τοῦ πολέμου ἐπαιρόμενος ὀλίγωρός ἐστι πρὸς τὴν σύμβασιν, γνώτω οὐ βεβαίῳ πράγματι Θρασυνόμενος, καὶ ὅτι ἐπὶ παντὶ φέρον τῆς δοκούσης εὐπραγίας ἡττηθέντας καὶ πρὸς τὴν παροῦσαν τῆς τύχης ἀκμὴν ἀποκλίναντας τῶν ἀμεινόνων ἐξηρτῆσθαι μόνων ἐλπίδων, καὶ ὑπὸ τοιαύταις ἀνομίαις τῆς τε πρὸς θάτερον μεταβολῆς ὑπεριδεῖν καὶ συμμαχίαν εὔκαιρον διδομένην παραιτήσαθαι. Πεφύκασί τε αἱ μείζους στρατιαὶ, παρὰ μὲν τὴν πρώτην θάρσει οἰκείας δυνάμεως ἐπαιρόμεναι καὶ ἐλαχίστῃ προμηθείᾳ χρώμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμούντων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἧττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ’ ἐλπίδα χωρήσαντι * λογισμῷ τε ἀσφαλεῖ καὶ περιουσίᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσμαχώτατοι τοῖς ἀντιπάλοις γίνεσθαι. Σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον, καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐκ ἀπροσδόκητοί ἐσμεν ἀλλὰ νῦν, ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ, οὐχ ὑπόστατοι ὑμῖν γενέσθαι. Κράτιστον δὴ τούτων εἵνεκα δι’ εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ’ ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλέον ἔχειν πρὸς τοὺς ἐπιόντας. Εἰ δὲ ταῦτα ποιεῖν ὧδε κρίνοιτε, ὑπάρχειν ἡμῖν δίκαιον καὶ ὅσα ἐν χρυσοῦ ἀσήμου τε καὶ ἐπισήμου δόσεσι καὶ ἀργύρου παρ’ ὑμῶν ἐφοίτα ἐπὶ φιλίας βεβαιότητι. Ἀπειπαμένων γὰρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι, καθότι δυνατὸν πολεμήσομεν.» Πρὸς ταῦτα ὁ Ῥωμαίων βασιλεὺς ἔλεξεν ὧδε· «Εἰ μὲν [μὴ] ἐς ἀφανὲς καθέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδάσκετε, οὔθ’ ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρείχετ’ ἂν τὴν ἀπόκρισιν. Ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, πῇ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ’ αὖθις πόλεμον ἐπανατεινομένων ὑμῶν, ὧν συγχεῖν ἐοίκατε ἑκάτερον ἐκ θατέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι χρὴ πρῶτον ἀποκριναμένους μὴ ἁμαρτάνειν. Λέλειπται δέ τι καὶ ἐκ τῶν παρόντων βουλεύσασθαι· χρὴ γὰρ τὼ διττὼ τούτω λόγω διελόντας ἀπαντᾶν πρὸς ἄμφω· εἰ μὲν γὰρ καθαρῶς εἰρήνην ἐπαγγέλεσθε, τί δεῖ μεμνῆσθαι χρημάτων αἰτήσεως; καίτοι κἀν τούτῳ οὐ σὺν τῷ προχείρῳ ἡ βουλὴ τοῖς νενικηκόσιν πρὸς τὴν ἄρνησιν ἢ τὴν καταίνεσιν. |
| 24 (100) [145] | Εἰ δὲ ἔτι σκοπεῖν ὑμῖν πρὸς τὸ συμφέρον καὶ τὰς ἐκ τοῦ πολέμου πλεονεξίας ἡγεῖσθε τὴν σύμβασιν, καὶ ἡττηθέντες ὥσπερ δασμοὺς παρ’ ἡμῶν ἀπαιτήσοντες ἥκετε, τῆς ῥᾳστώνης τὸ τερπνὸν, ὅσον εἰρήνη δίδωσιν, ἐκ παντὸς μεταδιώκειν ἡμᾶς νομίζοντες, ἔχεσθε τῆς ὁμοίας τῇ πρόσθεν ἐπιχειρήσεως, μηδ’ εἰς εὐεργεσίας λόγον προϊσχόμενοι τοῦ πολέμου τὴν κατάλυσιν αἰτεῖτε μισθὸν τῆς συγχωρήσεως, ὠνητὴν καὶ οὐκ ἐθελούσιον ποιούμενοι τὴν παροῦσαν ἐς τὴν φιλίαν πρόκλησιν. Οὐ γὰρ δὴ πολέμων ἀπείρους ὄντας ἡμᾶς τῷ πλήθει τῆς πολλὰ δὴ κομπασθείσης ὑφ’ ὑμῶν δυνάμεως ἐκπλήξετε· οὐδὲ πλούτῳ λαφύρων Ἰταλικῶν ἐπικομιζόμενοι (1), ἀδεῶς ἐπ’ οἴκου πορεύσεσθε· ἀλλὰ δῆλαι μὲν ὑμῶν αἱ πεζαὶ παρασκευαὶ, οὐκ ἄδηλοι δὲ αἱ τῶν ἱππέων, πρὸς ἃς ἐς τρόπον τὸν δυνατὸν ἀντιστησόμεθα. Τολμῶμέν τε γὰρ μετ’ ἀσφαλείας, καὶ ἀναχωροῦμεν σὺν προμηθείᾳ, οἷα δὴ λογισμῷ ἡγεμόνι ἐς πάντα χρώμενοι, οἷς ἡ ἰσχὺς βεβαιοτάτη, καὶ ἐμπειρίαν πολεμικῶν ἔργων διαφερόντως ἔχοντες. Ὑμεῖς δὲ μετά τε τοῦ προχείρου ἔπιτε, καὶ διαμαρτάνοντες τῶν ἔργων διὰ τὸ μὴ προσκέψασθαι ἐφ’ ἃ δεῖ ἐλθεῖν, πείραι τὴν βλάβην τοῦ προπετοῦς φερόμενοι μεταγινώσκετε. Τοῖς γὰρ ζέσει ἐς τὰς πράξεις, μὴ [συνέσει], συμφερομένοις ἀνάγκη τοῦ βελτίστου ἁμαρτάνειν. Καὶ ταχεῖαι μὲν ὑμῶν αἱ ἐπιχειρήσεις, δι’ ὀλίγου δὲ αἱ μεταμέλειαι. Καὶ τὸ σύμπαν κατὰ τὸ εἰκὸς θαύματος ἀπήλλακται, ἀντιπάλους ἡμῖν τυχόντας καὶ ἠθῶν ἀνομοίων καὶ ἐς τὰς γνώμας πραττομένων διεστάναι οὐκ ἀποπεποιηκὼς (2), καὶ ὑμᾶς μὲν ἀμαθίᾳ, ἡμᾶς δὲ λόγῳ συνεῖναι, σὺν ᾧ μάλιστα καὶ τὸ κρατεῖν τοὺς ἥσσους τῶν πλειόνων περιγίνεται, συνέσει πρὸ δυνάμεως πιστεύοντας. Τούς τε πλείονας σὺν τῷ ἀλογίστῳ διὰ μάχης ἰόντας κάκιον ἀμανᾶσθαι (3), ἔργου πείρᾳ μᾶλλον ἢ λόγου κομπωδεστέρᾳ προσποιήσει διδάσκεσθε, βλέψαντες ἐς τὰ Σκυθῶν πάθη· μετὰ σαφεστάτων γὰρ τεκμηρίων καὶ οὐκ ἀμάρτυρα λέξομεν. Οὗτοι δὴ τριάκοντα μυριάσι στρατοῦ ἐφ’ ἑκατέρας τὰς ἠπείρους σκεδασθέντες πάσῃ τῇ δυνάμει ἡττήθησαν πρὸς ἡμῶν, καὶ λαμπρὰ τοῖς νενικηκόσιν ὑπελείποντο τῆς οἰκείας ἀρετῆς ὑπομνήματα, ὧν τὴν εὔκλειαν ἐς τὸ παντελὲς ἕξομεν νῦν τε καὶ ἔπειτα, τῷ χρόνῳ συμπαραθέουσαν. Τάς τε Ἀλαμανῶν (4) συμφορὰς ἄγειν * σφᾶς τοῦ προχείρου τῷ ἀναρριφθέντι τῆς ἐπιχειρήσεως ταχυτέραν καὶ δι’ ὀλίγου ἔθεντο τὴν μετάγνωσιν. Ἡμεῖς τε ἐπὶ ταῖς πλημμελείαις ὑμῶν, αἷς εἰς ἡμᾶς ἐπλημμελήσατε, οὐκ ἀποχρῆν ἡγούμεθα ἣν ἐπάθετε τιμωρίαν, εἰ μὴ καὶ τὸν Ἴστρον ὑπερβάντες ἐν ὅροις τοῖς ὑμετέροις τὴν ὀργὴν ὡς προαδικήσαντας ὑμᾶς (5) ἀποπλήσαιμεν. Πόλεμον γὰρ ἐπὶ σπονδαῖς ἀκήρυκτον ἐφ’ ἡμᾶς ἠγείρατε, ἐγκλήματα μὲν ὡς εἰς προαδικήσαντας εἰπεῖν οὐκ ἔχοντες, ἐπιθυμίαις δέ τισι καὶ ἐλπίσι κουφισθέντες, σὺν αἷς ὅμιλος ἀλόγιστος ἐπαίρεται, στρατιᾶς καὶ πολέμου ἀντιλαμβάνεσθε. |
| 24 (150) [195] | Ὅθεν οὐκ ἔξω προσδοκίας ἄγομεν καὶ παρὰ τοῦ θείου ἔσεσθαι ἡμῖν ἀρωγὰ, οἷα δὴ ἡμῶν μὲν θεσμὸν τὸν ἐπὶ σπονδαῖς οὐκ ἀτιμασάντων, Ἰουθούγγων δὲ ἄδικον ὁδόν τε ἐφ’ ἡμᾶς ἐλθόντων, καὶ ὅρκους καὶ πᾶσαν πίστεως βεβαιότητα παρὰ φαῦλον τιθεμένων. Τοῖς τε αὖ φθάνουσι κατορθώμασιν τὸ μέλλον λαμβάνοντες, καὶ περὶ τῶν ἐσομένων οὐκ ἀπεικότως πρὸς τοῖς εἰρημένοις χρηστὰ δοξάζομεν. Ἡ μὲν γὰρ ἐπ’ εὐπραγίᾳ ἐλπὶς θάρσος φέρει, φόβον δὲ ἡ ἐπὶ τῷ ἐναντίῳ. Λογισμῷ τε ἡγεμόνι πρὸς τὰς πράξεις χρώμενοι, τάς τε δόξας τῶν συμβησομένων οὐκ ἀβασανίστως προσιέμεθα, κἀν τοῖς παροῦσιν, οἷα ἄνδρες ἀθληταὶ κινδύνων τῶν ἀρίστων, οὐκ ἐκπληττόμεθα ταῖς τοῦ πολέμου χαλεπότησιν, ἐξ ὧν τὸ ἐλπιζόμενον κέρδος οὐκ ἀσθενὲς καὶ περιττότερον τῆς ἀχθηδόνος. Τὸ γὰρ πλῆθος ὑμῶν σώμασί τε ἥκιστα ἰσχύει καὶ φρονήμασιν. Ἀπείληπται γὰρ Ῥοδανοῦ μὲν εἴσω καὶ τῶν ἡμετέρων ὁρίων· σπανίῳ δὲ ἀγορᾷ συνεχόμενον καὶ τῇ ἄλλῃ ταλαιπωρήσει, τοῖς ἀλγεινοῖς τοῖς μὲν ἤδη σύνεστι, τοῖς δὲ μέλλει. Καὶ προκαμὸν ἐν τῷ ἀεὶ μοχθεῖν ἀτολμότερον ἔσται καὶ χρῆσθαι αὐτῷ παρέξει ἀμαχεὶ ὅ τι ἂν βουλώμεθα, ὡς ἂν πρὸς τὴν χρόνιον διατριβὴν ἀπειρηκότι. Ὅθεν ὑμῖν τε τὸ πᾶν περιφανῶς κινδυνεύεται, καὶ ἡ τῆς εἰρήνης ὑμῶν αἴτησις ἐπ’ εὐπρεπείᾳ τοῦ φόβου σύγκειται, ὅπως ἂν τὸ σφέτερον δέος ἐπηλυγάζησθε. Ἣν τί δεῖ προσίεσθαι, καλῶς ὑπάρχον πανταχόθεν ἀποκλεισθεῖσιν ὑμῖν τῆς οἴκαδε πορείας καὶ οἷον εἴσω πυλῶν ἀπειλημμένοις χρῆσθαι εὖ τε καὶ μὴ, ὅπως ἂν ἔχωμεν πρὸς ὑμᾶς διανοίας;» Ἐπὶ τούτοις λεχθεῖσιν ἐκ τοῦ βασιλέως κατεπλάγησάν τε Ἰουθοῦγγοι, καὶ ὡς οὐδὲν αὐτοῖς κατὰ τὰς ἐλπίδας ἐπράττετο, παντελῶς τῶν σπονδῶν ἀπογνώσει ἐχόμενοι παρὰ τοὺς σφετέρους ἀπεχώρησαν. Ὅτι ἐπὶ Αὐρηλιανοῦ οἱ Βανδῆλοι κατὰ κράτος ἡττηθέντες παρὰ Ῥωμαίων πρεσβείαν ἐποιήσαντο πρὸς Ῥωμαίους περὶ διαλύσεως πολέμου καὶ συμβάσεως. Καὶ πολλὰ ἀναμεταξὺ εἰπόντων ἀλλήλων, τοῦ τε βασιλέως καὶ τῶν βαρβάρων, διελύθη μὲν ὁ σύλλογος, τῇ δὲ ὑστεραίᾳ τό τε πλῆθος τῶν Ῥωμαίων στρατιωτῶν αὖθις ἠθροίσθη, καὶ ἐρομένου βασιλέως, ὅ τι σφίσι περὶ τῶν παρόντων λῷον εἶναι δοκεῖ, κρίνοντες τὴν εὐτυχίαν τὴν ὑπάρχουσαν προμηθείᾳ τῆς ὑπὲρ τῶν ὄντων ἀσφαλείας διασώσασθαι, καὶ βοῇ τὸ βουλόμενον σημαίνοντες, σύμπαντες ἐς τὴν κατάλυσιν τοῦ πολέμου ἐχώρησαν. Καὶ οἵδε μὲν ὧδε συνενέχθησαν γνώμῃ· οἱ δὲ τῶν βαρβάρων βασιλεῖς καὶ ἄρχοντες, ἥκοντες καθότι σφισὶ προειρημένον, ἔδοσαν ὁμήρους σφῶν αὐτῶν, οὐ τὰ δεύτερα ἀξιώσεως καὶ τύχης. |
| 24 (200) [230] | Οἵ τε γὰρ βασιλεῖς τοὺς παῖδας ἑκάτεροι διδόασιν ἐς τὴν ὁμηρείαν, ἐνδοιάσαντες οὐδὲν, καὶ ἕτεροι ἅμα αὐτοῖς οὐ μάλα πόρρω ἀξιώσεως. Καὶ ἐπὶ τούτοις ἐχώρησάν τε πρὸς σύμβασιν, καὶ αἱ σπονδαὶ ἐγένοντο. Συνεμάχουν δὲ ἀπὸ τῆσδε Ῥωμαίοις Βανδήλων ἱππεῖς εἰς δισχιλίους ( * ), οἱ μέν τινες αἱρετοὶ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέντες, οἱ δὲ καὶ ἐθέλοντες ἑκούσιον στρατιὰν ὑποδυόμενοι. Ὁ δὲ λοιπὸς Βανδήλων ὅμιλος ἐπ’ οἴκου ἐκομίζετο, παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἴστρον. Καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διεσώθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλλογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνῃρέθησαν σύμπαντες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων, οὐ μείους γενόμενοι πεντακοσίων. Οἷα γὰρ δὴ διὰ φιλίας τῆς χώρας πορευόμενοι, καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαίροντες κατά τινας αἰφνιδίους ἐπιδρομὰς προσέβαλλον γνώμῃ τοῦ ἄρχοντος, καὶ οὐκ ὀλίγα τῆς χώρας ἐκακούργου. Καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι * . Οἱ δὲ λοιποὶ Βανδήλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ’ οἴκου. Βασιλεὺς δὲ Ῥωμαίων τὴν πλείστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ’ Ἰταλίας. Καὶ διαλιπὼν οὐ μάλα συχνῶν ἡμερῶν, τήν τε ἀμφ’ αὐτὸν τάξιν ἑταιρικὴν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμάχων ὅσοι ἦσαν Βανδήλων, καὶ τοὺς ὁμηρεύειν αὐτῷ δοθέντας παῖδας ἐπαγόμενος, καὶ αὐτὸς ἐπὶ Ἰταλίας ἐξήλαυνε σπουδῇ διὰ τὴν τῶν Ἰουθούγγων αὖθις παρουσίαν. Jornandes De rebus Get. |
| 25 [5] | c. 22: Geberichus primitias regni sui in Vandalica gente extendere cupiens contra Visumar eorum regem, (Asdingorum e stirpe, qu inter eos eminet, genusque indicat bellicosissimum, Dexippo historico referente, qui eos ab Oceano ad nostrum limitem vix in anni spatio pervenisse testatuur pr nimia terrarum immensitate) ... SEDIS INCERTAE Suidas v. |
| 26 [5] | Ἵππο ς: Δέξιππος· «Ὁ δὲ ἵππος αὐτῷ ἤσκητο ἄρα καὶ ἄνευ ἡνίας ἐλαυνόμενός τε ὠκύτατα φέρεσθαι, καὶ βάδην προϊόντος πρᾳότατα ἵστασθαι, καὶ ἐκκλίνοντος, ὅπως περιοίσεται καὶ κυκλώσεται, εὐκαμπέστατα ἐπιστρέφειν.» Idem: Παραπολ ύ , ἀντὶ τοῦ πάνυ, παντελῶς. |
| 27 | Δέξιππος· «Παραπολὺ ἀπελείποντο τοῦ πείσεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι.» Idem: Πατασσούσ ῃ , ὑπὸ δειλίας κλονουμένῃ. |
| 28 [5] | Δέξιππος· «Ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμφύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσὶ, τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κατάδηλος ἦν ὡς φυγῇ χρήσεται.» Idem v. |
| 29 | Ἀπὸ δὴ et εὐθαρσῶ ς: Δέξιππος· «Ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενος τῶν πλεονεκτημάτων, πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ, εὐθαρσῶς ἐπῄει· συνηνεχθήτην δὴ ἄμφω ἀλλήλοιν.» Idem v. |
| 30 [5] | Παραχρῆμ α: «Καὶ ὡς ἐν τῷ παραχρῆμα ὥρμηντό τε ἐξιέναι καὶ ψηφίσματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε πᾶς ἐς τὴν ἐπιχείρησιν.» Δέξιππός φησι. Idem v. |
| 31 [20] | Ῥωμαίων ἀρχ ή . «Αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακεδόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ Ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ Καταρράκτας καὶ λίμνην Μαιῶτιν· ὅσα δὲ πρὸς δυσμὰς * Ὠκεανόν τε αὐτὸν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως ἢ πρὸς ψυχαγωγίαν τοὔνομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδεσθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρχῆς ἀριθμεῖται. Λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμφίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαὶ, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ.» Δέξιππος. «Ὅτι τὴν Ῥωμαίων ἀρχὴ αἴτιον αὐξηθῆναι τὸ φιλόμαχον ἐθνῶν καὶ τὸ εὐσύντακτον τῆς δυνάμεως. Πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροί εἰσι τῶν ἐπὶ θάτερα κατοικούντων. Περιττεύει δὲ Ῥωμαίοις τὸ τεταγμένον ἐν τῷ ἔργῳ καὶ τεχνικὸν, ᾧ καὶ Γαλατῶν ἐπεκράτουν, καὶ ἐν τοῖς πρὸς τοὺς ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες (l. τριβέντες, περιῆσαν) τῶν [μὲν] βαρβάρων τῇ συντάξει, τῶν δὲ Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ.» Idem v. |
| 32 | Σεμνό ν . Δέξιππος· «Σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατηγήσειε. |