Ἐτυμολογικὸν τὸ Γουδιανόν : «μαστροπός»· παρὰ τὸ «μαίεσθαι» τοὺς «τρόπους» τῶν πορνευουσῶν γυναικῶν. οὕτως Ἀπολλόδωρος ἐν Ὑπομνήματι τῶν Σώφρονος Ἀνδρείων μίμων
Ἐτυμολογικὸν τὸ Γουδιανόν : «λαγωιός»· παρὰ τὸ «λα—» ἐπιτατικὸν μόριον καὶ τὸ «ὦς ὠτός», ὁ μεγάλα ὦτα ἔχων. Ἀπολλόδωρος δὲ ὅτι λαγαρός ἐστι.
Ὤριον ὁ Θηβαῖος : «χεῖρες»· ... ὡς δὲ Ἀπολλόδωρος, ἀπὸ τοῦ διιστᾶν τοὺς δακτύλους καὶ διέχειν ...
περὶ ... τῆς γενέσεως … καὶ ὡς «Παλλὰς» καὶ «Τριτογένεια» ἐπεκλήθη, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω ἐπὶ τοῦ παρόντος. … κατʼ Ἐπίχαρμον, ἔτι … α ἃ δὴ μετο— … ὑπὲρ ...»... ἀναθοροῦσαν ἐκ τᾶς τοῦ Διὸς
φαντὶ κεφαλᾶς ἀπολέσαι πράτιστα πάντων ἐμ μάχαι
ταῖ γενομέναι κατὰ Κρόνον Πάλλαντα, τὸ δὲ τούτω δέρος
πὸτ τὸ φοβερὰν εὐθὺς εἶμεν περιβαλεῖν αὑτᾶς κύκλωι·
διόπερ αὐτὰν «Παλλάδʼ» ὀνομασθῆμεν ὑπὸ πάντων τόκα.» περιεπέσομεν δὲ ποιήμασιν, ἐφʼ ὧν ἦν ἐπιγραφὴ «Μεροπίς», οὐ δηλοῦσα τὸν ποήσαντα, ἣ πρὸς τοῖς ἄλλοις Μέροψι τοῖς ἐν τῆι Κώιαι καταριθμουμένοις καὶ Ἄστερον ὑπάρχειν διεσάφει· τοῦτον δʼ εἶναι μάχιμόν τινα καὶ δυνατόν, ἔτι δὲ ἄτρωτον. ἐπὶ τοῦ οὖν Ἡρακλῆν εἰς τὴν Κώιαν παραγίνεσθαι καὶ πόλεμον τοῖς Κώιοις συστήσασθαι, θλιβομένων δὲ αὐτῶν ὑπὸ τοῦ Ἀστέρου τὴν Ἀθηνᾶν ἐπιβοηθῆσαι εἰδυῖαν ὅτι ὑπὸ μὲν Ἡρακλέους οὐθὲν ἂν πάθοι, μᾶλλον δʼ ἂν ὑπʼ αὐτοῦ Ἡρακλῆς ἀναιρεθείη. τέλος δὲ ἀπολομένου τούτου ὑπʼ αὐτῆς συνθεωρῆσαι χρήσιμον αὐτοῦ τὸ δέρος ἐσόμενον πρὸς τοὺς ἄλλους κινδύνους· διόπερ ἐξηλύτρωσεν αὐτὸ σύν τε τοῖς ποσὶν καὶ ταῖς χερσὶ περιθέσθαι. ἐδόκει δέ μοι τὰ ποήματα νεωτέρου τινὸς εἶναι, διὰ δὲ τὸ ἰδίωμα τῆς ἱστορίας ἐξελάβομεν αὐτό. εἶχεν δὲ τὰ ἔπη οὕτω·
«ἔνθʼ ὁ μὲν ἄλλʼ ἧκεν Μερόπων κατὰ νήριτα φῦλα νευρῆι ἔπι ψάλλων ...». εἶτεν·
«ἀλλʼ οὐκ Ἄστερον ἰὸς ἐ δάμνατο· τρὶς γὰρ ἐπʼ αὐτῶι
ἧκε διαννευρῆς, ἀλλʼ οὐ χρόα τῆνος ἵκανεν·
ἠΰτʼ ἀπὸ σκληρῆς πέτρης ἔξαλτο χαμᾶζε
δριμὺ βέλος. πικρὸν δʼ ἄχος ἔσχεθεν Ἡρακλῆα ὡς ἴδεν». μετὰ δὲ ὀλίγα·
«καί νύ κεν Ἡρακλῆα κατέκτανεν, εἰ μὴ Ἀθήνη
λάβρον ἐπεβρόντησε διὲγ νεφέων καταβᾶσα·
πληξαμένη θέναρι δʼ ἁπαλὸν χρόα πρόσθε φαάνθη
Ἡρακλῆος ἄνακτος, ὁ δʼ ἐν ἄσθματι θυμοῦ γνῶ ῥα θεόν». εἶτεν μετά τινα ἡ Ἀθηνᾶ κελεύει τὸν μὲν Ἡρακλῆν περὶ τοὺς ἄλλους γίνεσθαι Μέροπας, αὐτὴ δὲ τῶι Ἀστέρωι ἀνθίσταται· «ἔνθʼ ὁ μὲν εἰς πληθὺν Μερόπων κίεν, ἡ δὲ διαπρὸ αἰχμῆι στῆθος ἔπειρεν, ὁ δʼ ἐξέχυτʼ· οὐ γὰρ ὁμοῖαι ἀθανάτων θνηταῖσι βολαὶ κατὰ γαῖαν ἔασιν. πρηνὴς δ … τησε· μέλας δʼ ἐπερείδετο εὐρὼς ὀφθαλμοῖς, Ἄϊδος δὲ δʼ ἀπήλυθε θυμὸς ἀναιδής». εἶτεν αὐτὸν ἐγδείρει·
«καὶ τοῦ μὲν βούλευσε περὶ χρόα ῥινὸν Ἀθήνη ἕσσασθαι»· εἶτεν· «ἔγδειρεν δʼ ἄρʼ ἅπαν σκύλος ἄλκιμον· αἶψα δὲ πέπλος αὐάνθη· τοῦ μὲν νέκταρ κατέχευε φέρουσα ἀθανάτη· περὶ σῶμα δʼ ἑλιξαμένη φέρε πέσκος αὐταῖς σὺν χείρεσσι καὶ εὐρήεσσι πεδίλοις. ὣς ἄρα κοσμηθεῖσα τετάρπετο». ὁ δὲ Ο … ὅτι τὴν Ἀστέρου δορὰν ἡ Ἀθηνᾶ δέδυκεν ὁμολογεῖ, ἀλλʼ οὐ τοῦ … Μέροπος· τούτου μὲν …