ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΣΥΝΤΙΘΕΜΕΝΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ θʹ. Περὶ τῶν εἰς ος.Τὰ ἀπὸ τῶν εἰς ος προπαροξυτόνων σύνθετα προπαροξύνεται, φιλαλέξανδρος, φιλάνθρωπος, εὐστέφανος.
Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων παροξυτόνων προπαροξύνεται, νόος Ἀλκίνοος, πόντος Ἑλλήσποντος ὁ κόλπος καὶ ἡ χώρα ἡ παρακειμένη ἀπὸ Ἕλλης. πόρος Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡς Φίλων καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ γράφει ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος κεκλήσεται. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. ὅρμος Πάνορμος πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος· ἔστι καὶ λιμὴν Κυζίκου· φίλος Δίφιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συνθέσει προπαροξύνονται, ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, πλησίος παραπλήσιος, αἰόλος παναίολος. τὸ δὲ «κορυθαιόλος Ἕκτωρ» οὐκ ἀπὸ ὀνόματος, ἀλλʼ ἀπὸ ῥήματος. τὸ μέντοι ἱπποβουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ εν.
Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων προπερισπωμένων προπαροξύνεται, ζῆλος ἀρίζηλος, δοῦλος σύνδουλος, δοῦπος ἐρίγδουπος. σεσημείωται τὸ οἰκουρός καὶ κηπουρός. ἔτι τὰ ὑπερδισύλλαβα Ῥωμαῖος φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος.
Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητός ἄδμητος, κτητός δορίκτητος, κακός ἄκακος, σοφός ἄσοφος, ποιητός δημοποίητος, ἐλατός δημήλατος. Αἰσχύλος Ἱκετίσιν «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατός δημιόπρατος. Ἀριστοφάνης Ἱππεῦσιν «ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος». βοτός ἱππόβοτος, φατός Ἀρηΐφατος «αἵ ῥά τε φῶτας ἀρηιφάτους κατέδουσι», βατός ἄμβατος. «ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις». χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις ὡς τὸ βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγός γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. εἰ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίστασιν, ὅτι πάθος ἐστίν. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός.
Τὰ δὲ παρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τῆς ἐπί καὶ τοῦ λεκτός. ἀνεκτός ὀξύνεται «ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐκέτʼ ἀνεκτά».διαμετρητός ἐστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον». ὑγιῶς ἄρα τὸ «διαμετρητῷ». Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτως ἔχει ἡ παράδοσις. οὕτω καὶ τὸ ἐπαινετός ὀξύνεται, ὅτι ἀπὸ ῥήματος συνθέτου γέγονε, τὸ δὲ ἐξαίρετος βαρύνεται. τὸ δὲ «ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισι» προπαροξυτόνως, περιττῆς οὔσης τῆς ἀνά ἀντὶ τοῦ πυστά ἐξηκουστά. —τὸ δὲ ἰατρός φιλίατρος ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρός καὶ ἱππιατρός φυλάττει. τὸ δὲ κλειτός καὶ κλυτός εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβήν, φυλάσσει τὴν ὀξεῖαν τάσιν οἷον κλειτός ἀγακλειτός, κλυτός περικλυτός, ἀγακλυτός. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται, πρόκλυτος «πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων», ὀνομάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς. κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα, Ναυσίθοος. τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλε προπαροξύνεσθαι ὡς μετὰ πτωτικοῦ συντεθὲν καὶ ἀναβιβάσαν τὸν τόνον.
Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ ῳ διφθόγγῳ παραλήγονται, ὀξύνεται, τραγῳδός, κωμῳδός, μελῳδός· εἰ δὲ τῇ οι διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέσσαρας συλλαβὰς ὦσι, προπαροξύνεται, λιγυάοιδος, ὑπεράοιδος· εἰ δὲ τέσσαρες, ὁμοίως, ὑμνάοιδος, ἐπάοιδος, λυράοιδος. τὰ δʼ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός.
Ὅσα ἀπὸ γενικῆς εἰς ος συντίθενται, προπαροξύνεται, πλὴν τῶν παρὰ τὸ ωπος οἷον στενωπός. πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος, τρίμηνος, πατρός Ἀντίπατρος, χάριτος ἀχάριτος, θέμιτος ἀθέμιτος. ὡσαύτως καὶ βριήπυος. ἐγένετο δὲ οὕτως. ἦπυς ὡς γῆρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια.
Τὰ εἰς ος συντεθειμένα ἀπὸ τῶν εἰς α καὶ εἰς η προπαροξύνεται, ἑστία ἐφέστιος, σκιά εὔσκιος, μοῦσα φιλόμουσος, χρεία ἄχρειος τὸ κοινόν, ἀχρεῖος δὲ τὸ Ἀττικὸν ὡς ἀστεῖος, ἀνδρεῖος, Ἀργεῖος, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύμορφος, μάχη ναύμαχος «ναύμαχον δόρυ», κόμη ἱππόκομος «ἱππόκομον πήληκα», κυπαρισσόκομος, καλλίκομος, οὐλόκομος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμος καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθησε τῷ μαδαρός καὶ πλαδαρός ὁ ἀσθενής. τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή.
Τὰ εἰς ος σύνθετα ἀπὸ τῶν εἰς ον οὐδετέρων ἢ εἰς ος ἢ α προπαροξύνεται, δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξιφος, ὄνομα ἐπώνυμος, διώνυμος.
Τὰ εἰς ος συντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται, ἐλεφαντουργός, αὐτουργός, ὀβριμοεργός, λειτουργός, παντουργός, πλαστουργός, δημουργός. τὸ μέντοι κακοῦργος βαρύνεται ὁμοίως καὶ τὸ ἑκάεργος, περίεργος, πολύεργος, πάρεργος. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργος, Φιλοῦργος. τὰ δὲ ἐθνικὰ ὀξύνεται οἷον Σιαγαθουργός. Περὶ τῶν παρὰ ῥῆμα συντεθειμένων.
Τὰ παρὰ τὸ βόσκω ὀξύνονται, πορνοβοσκός, ὑοβοσκός, χηνοβοσκός.
Ὅσα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγαμουλκός, ἀμολγός, ματιολοιχός, τραπεζολοιχός.
Τὰ παρὰ τὸ ἄγω καὶ πήσσω ὀξύνεται, φορτηγός, στρατηγός, κυνηγός, δημαγωγός, νυμφαγωγός, μυσταγωγός, προαγωγός, ναυπηγός.
Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιός, ἐποποιός.
Ἔτι τὰ παρὰ φέρβω καὶ ἀσκῶ, ἱπποφορβός, φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους βαρύνουσι καὶ τὸ Εὔφορβος κύριον.
Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνεται, Ἱππόδαμος, Δηΐφοβος, Λαόγονος, Λαόδοκος. Βούνομος· οὕτως ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. τὸ μέντοι ξεινοδόκος οὐ κύριον.
Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, λωτοφόρος. τὸ μέντοι ἄφορος, δίφορος ἀπὸ τοῦ φορά.
Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολος, Ὑπέρβολος, ἀμφίβολος, πρόβολος. τὸ δὲ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν. καὶ χωρὶς τῶν ἀπὸ κλειτός καὶ κλυτός, τὸ γὰρ περικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργός, συνεργός.
Τὰ παρὰ τὸ βάλλειν σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, λιθοβόλος ὁ βάλλων λίθους, λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλλόμενος, ὡς παρὰ Εὐριπίδῃ ἐν Φοινίσσαις «λιθόβολον εἷμα κατειργάσω». τὸ δὲ πρόβολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων.
Τὰ παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, ἱπποπόλος, οἰωνοπόλος, δικασπόλος, ὀνειροπόλος, θυηπόλος, μυροπόλος, αἰπόλος. τὸ δὲ ἀμφίπολος, πρόπολος ἐκ προθέσεως.
Τὰ παρὰ τὸ σκοπῶ σύνθετα μὴ ἐκ προθέσεως παροξύνεται, ὀρνιθοσκόπος, οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος, κατάσκοπος ἀπὸ προθέσεων «ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον». Νικίας ἀναστρέφει τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν, χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει «δμωάων σκοπός ἐσσι» «καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων».
Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται, λεοντομάχος, μονομάχος χωρὶς τοῦ ἀγχέμαχος. τὸ δὲ πρόμαχος καὶ σύμμαχος ἐκ προθέσεων.
Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέσεως σύνθετα προπαροξύνεται, συνήγορος, κατήγορος, παρήγορος. δημηγόρος δὲ παροξύνεται. οὐ γὰρ ἀπὸ προθέσεως.
Ἔτι τὰ παρὰ τὸ χέω σύνθετα παροξύνεται, χρυσοχόος, οἰνοχόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως.
Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πολύστροφος, πολύκαρπος, πολύφιλος, πολύμηλος, Πολύιδος, πολύολβος, Πολύφημος, πολύζυγος, πολύλαλος. τὸ δὲ μογιλάλος παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. σεσημείωται τὸ πολυφάγος. ἐξηκολούθησε γὰρ ἑτέρῳ κανόνι.
Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει συντεθειμένα παροξύνεται, ἀρτοφάγος, μονοφάγος, παμφάγος, ποηφάγος, ἀδδηφάγος, ὠμοφάγος, σαρκοφάγος· οὕτω καὶ πολυφάγος. ὡσαύτως καὶ τὰ ἐθνικὰ Μελινοφάγος ἔθνος Θρᾴκης καὶ Φθειροφάγος.
Ὅσα τὸ εὖ μόριον κατʼ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκος, εὔτονος, εὔμολπος, εὐποίητος «βοῶν τʼ εὐποιητάων». τὸ εὖ κρεῖττόν ἐστιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν «εὐποιήτῃσι πύλῃσι» ἢ κατʼ ἰδίαν προφέρεσθαι. Εὔμαιος, εὔσκοπος, εὔξοος χωρὶς τῶν παρὰ τὸ ἔργον εὐεργός. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
Ὅσα ἀπὸ τοῦ α στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται, ἄτολμος, ἄτομος, ἄστοργος.
Ὅσα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονος, φιλόσοφος, φιλόλογος.
Τὰ παρὰ τὸ λέγω χωρὶς τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιολόγος, φυσιολόγος, τερατολόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ λόγος καὶ τὸ φιλῶ.
Τὰ παρὰ τὸ δυσ καὶ ζα μόρια προπαροξύνεται, δύσμορφος, δύστηνος, ζάπλουτος, ζάκοτος, ζάθεος, ζάφελος, τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς ξυνέδραμε.
Τὰ παρὰ τὸ ὠκύς προπαροξύνεται, ὠκύμορος, ὠκύπορος· τὸ δὲ ποντοπόρος παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύς. σεσημείωται τὸ ὠκυμάχος.
Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύς, εὐρύπορος.
Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ ναυ, προπαροξύνεται, ναύαρχος, ναύκληρος, ναύλοχος. τὸ δὲ ναυπηγός, ναυηγός ὀξύνεται.
Ὅσα παρὰ ἐπίρρημα συντίθεται, προπαροξύνεται, ὀψίφυγος, ὀψίτυχος, ὀψιτέλεστος, ἀγχίμολος, ἀγχέμαχος. τὸ δὲ περικλυτός ἀπὸ τῆς περί.
Ὅσα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό σύνθετα, προπαροξύνεται, παλίμβολος, παλίγκοτος, ἀγάννιφος, ἀγάστονος, αὐτόμαχος, αὐτοδίδακτος.
Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοος, ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω.
Τὰ παρὰ τὸ ἔχω συγκείμενα ὀνόματα, εἰ μὲν τῷ ο παραλήγεται, προπαροξύνεται, αἰγίοχος, ἡνίοχος· ἔστι δὲ καὶ ἔθνος παρὰ τῷ Καυκάσῳ. Στράβων ἑνδεκάτῃ. ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ ου διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦχος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι». σκηπτοῦχος, ὀφιοῦχος.
Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος, πορθῶ πτολίπορθος.
τὰ παρὰ τὸ εἰς ις ἐπίρρημα ἀριθμοῦ συντεθειμένα προπαροξύνεται, δίφορος, τρίφορος, τρίπολος, μεθʼ ὧν καὶ τετράφορος.
Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱστοριογράφος, βιβλιογράφος. τὸ δὲ παράγραφος τὸ σημεῖον τὸ ἐν τοῖς μέτροις τιθέμενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ.
Τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος καὶ τὸ καρατόμος τοῦ καράτομος. τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν τὰς κάρας τέμνοντα οἷον ἐπὶ δημίου, τὸ δὲ προπαροξυνόμενον τὸν τὴν κάραν τμηθέντα, ὡς ἡ μὲν Γοργώ λέγεται καράτομος ὡς ἀποτμηθεῖσα τὴν κεφαλήν, ὁ δὲ Περσεύς καρατόμος ὁ τῆς Γοργοῦς τὴν κεφαλὴν τεμών. ὡσαύτως τὸ πρωτοτόκος ἐστὶ δραστικόν, τὸ δὲ πρωτότοκος δηλοῖ τὴν πρώτως τεχθεῖσαν. οὕτως οὖν παροξύνονται τὸ σκυτοτόμος, μιαιφόνος, τοιχωρύχος, πατροκτόνος, οἰκονόμος, μογοστόκος, θεοτόκος, ξεινοδόκος, ἰηδόκος συντεθειμένα ἀπὸ τοῦ τέμνω, φονεύω, ὀρύσσω, κτείνω, νέμω, τίκτω, δέχομαι ἐπὶ ἐνεργείας τιθέμενα. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. εἰσὶ γάρ τινες κανόνες, καθʼ οὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ οἷον τὸ πρωτόπλοος προπαροξύνεται, ἐπειδὴ οὕτως ἐμελέτησε τὰ παρὰ τὸ πλέω, καὶ τὸ πολύλαλος, ἐπεὶ τὰ παρὰ τὸ πολύ συντεθειμένα προπαροξύνεσθαι θέλει. μάχεται μέντοι ἄντικρυς τὸ «ὄρνυσθʼ ἱππόδαμοι Τρῶες». ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.