ΠΕΡΙ ΤΩΝ ΕΙΣ ρος, σος, τος, φος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ. ΒΙΒΛΙΟΝ ηʹ.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ α κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, λάρος «λάρῳ ὄρνιθι ἐοικώς», κάρος, Φάρος. ἔστι δὲ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου τῆς πρὸς τῇ Ἀλεξανδρείᾳ ἀπʼ αὐτοῦ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπʼ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔστι δὲ καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως. Κλάρος. Νίκανδρος μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη. γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον· σπάρος, σκάρος καὶ Σκάρος πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ καὶ κρήνη ἱερά. Τμάρος ὁ Τόμαρος ὄρος Δωδώνης. τὸ δὲ βᾶρος καὶ Ρᾶρος παρʼ Ἀττικοῖς κατὰ χρόνον σημειώδη. τὸ δὲ κλᾶρός ἐστι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρός ὁ ἡδὺς, λαρός ὁ γλυκύς «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον». ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς ἐπώμοσα.
Τὰ εἰς ηρος δισύλλαβα κύρια ὄντα βαρύνεται, Σῆρος, Τρῆρος χωρίον Θρᾴκης, Δρῆρος πόλις Κρητική. τὰ δὲ προσηγορικά, εἰ μὴ ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται, κηρός, φηρός ἡ τροφὴ τῶν θεῶν, μηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον.
Τὰ εἰς ηρος δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, σκληρός, ξηρός. καὶ τὸ πηρός δὲ ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρος. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η ὀξύνονται οἷον πηός, πηλός. οὕτως καὶ πηρός. τὸ δὲ λῆρος μονογενές.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ι κύρια ὄντα βαρύνεται, Ἶρος τὸ κύριον καὶ πόλις Θεσσαλίας. Λυκόφρων «Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν», Πῖρος, Τίρος, Σκίρος τὸ κύριον. ἔστι δὲ ἥρως, ἀφʼ οὗ Σκίρον τόπος Ἀττικός, καὶ Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο, σπόρος, ὅτι σπείρω, πτόρος ὁ πταρμός, ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ ὁ ἄνεμος ὀξυτόνως, ὅρος, εἴρω γάρ, ὀρός δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτος. τὸ δὲ ὄρρος βαρυτόνως καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, κόκκος, κόττος, ὄσσος· οὕτως ἄρα καὶ ὄρρος· τὸ μέντοι βορός ὁ πολλὰ ἐσθίων καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορός ἀπὸ τοῦ βρῶ βρώσω βρώσκω, καὶ τὸ χορός ἀπὸ τοῦ χωρῶ, χῶρος, χορός τροπῇ τοῦ ω εἰς ο, καὶ τὸ σορός ἀπὸ τοῦ σωρεύω σωρεός σωρός ἀρσενικῶς καὶ σορός θηλυκῶς καὶ τὸ τορός δὲ ἀπὸ τοῦ τρῶ. σεσημείωται τὸ δορός ὁ δεδαρμένος, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ υ βραχεῖ βαρύνονται, Σύρος κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύρος νῆσος ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ, ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρος νῆσος Ἰωνική, ὡς Στράβων δεκάτῃ, ἣν ὁ ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ ἥτις μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρός ὁ σῖτος, τυρός, ξυρός.
Τὰ εἰς ρος μονογενῆ δισύλλαβα παραληγόμενα τῷ ω βαρύνεται, Δῶρος ὁ Ἕλληνος καὶ πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». Ἰώσηπος ἐν ϛʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν «ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον». Ἀπολλόδωρος ἐν χρονικῶν δʹ «εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν». καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ «Δῶρος τʼ ἀγχίαλός τʼ Ἰόπη προύχουσα θαλάσσης». καὶ Χάραξ ιαʹ «Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπʼ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ «Καρικὸς φόρος· Δῶρος, Φασηλῖται». Βῶρος. Χλῶρος τὸ κύριον, χῶρος, Πρῶρος, Πῶρος ὄνομα κύριον. Ὦρος. σεσημείωται τὸ σωρός τὸ πλῆθος ἐκ τοῦ σωρεός συγκοπέν. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, χλωρός, βλωρός ὁ ὑπόλευκος, ζωρός ὁ θερμός, ψωρός, πωρός, μωρός καὶ μῶρος Ἀττικῶς.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται, Σφαῖρος, Σκαῖρος. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, καιρός, θαιρός, ὃ σημαίνει τὴν στρόφιγγα «ῥῆξαι δʼ ἀπʼ ἀμφοτέρους θαιρούς». τὸ δὲ δαῖρος διφορεῖται ἤτοι ὁ καυστικός.
Τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται, φλαῦρος, σαῦρος, καῦρος ὁ κακός. ταῦρος καὶ Ταῦρος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίσκοι καὶ Ταυρῖνοι. ἔστι καὶ ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ ἀπείκασαν. Μαῦρος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαυρούσιοι. Ξαῦρος ὄνομα κύριον καὶ ἀπʼ αὐτοῦ Ξαῦρος πόλις Μακεδονίας. σημείωσαι τὸ σταυρός ἄψυχον. καὶ τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονεν.
Τὰ εἰς ρος δισύλλαβα τῇ ευ παραληγόμενα σπάνια βαρύτονα, εὖρος, πλεῦρος. τὸ δὲ λευρός ἐπίθετον καὶ Νευρός ὄνομα ἔθνους.
Τὸ χοῖρος μόνον δισύλλαβον εἰς ος τῇ οι διφθόγγῳ παραληγόμενον προπερισπᾶται.
Τὰ εἰς ρος δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ου διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαστολήν, οὖρος ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς, Φροῦρος τὸ κύριον· ἔστι δὲ ἔθνος Σκυθικόν, φρουρός τὸ ἐπίθετον, κοῦρος, θοῦρος, λοῦρος πλακοῦντος εἶδος. τὸ τὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα τρισύλλαβα τὴν ἄρχουσαν μακρὰν ἔχοντα ὀξύνεται.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ α, μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαρος, Πάνδαρος, κόμαρος, ἄγγαρος, Αἴσαρος ποταμός, τάλαρος, κύλλαρος, Φρέαρος Ἀθήνησιν ἐπίσημος ἥρως καὶ Φρέαροι δῆμος Ἀθήνησιν, Ὠλίαρος νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν «Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ». Σάγγαρος ποταμός, Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον. οἱ δὲ Τμάρος. Ταίναρος πόλις Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός· ὃς πλέων σὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον. ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός «ἀφʼ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν». Γύαρος νῆσος μία τῶν Σποράδων. Δέξαρος ἔθνος Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν Ἀνάφη. λέγεται κατʼ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Στράβων δʼ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φασὶ καὶ Καλλίαρα οὐδετέρως. Ἴκαρος νῆσος μία τῶν Κυκλάδων. ἔστι καὶ πόλις Ἀττικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἴσμαρος πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος. Πίναρος ποταμὸς παρʼ Ἰσσῷ. Πάταρος ὁ Ἀπόλλωνος καὶ Λυκίας. Λίπαρος ὁ υἱὸς Αὔσονος. Γίνδαρος ἀκρόπολις Κύρρου, πόλεως Συρίας. Ἀμισώδαρος ὁ πατὴρ Σιδάκης. Ὕμαρος ὁ πατὴρ Γέλωνος. Ἄψαρος τόπος ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτος πρότερον λεγόμενος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα δεδιπλασιασμένα κατʼ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς ρ καταλήγοντα προπαροξύνεται, βάρβαρος· οὐκ ἐπὶ ἔθνους, ἀλλʼ ἐπὶ φωνῆς ἐλαμβάνετο ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον· Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. Γάργαρος ὁ Διός, ἀφʼ οὗ Γάργαρα πόλις Τρῳάδος, ἣν Ἀλκμὰν θηλυκῶς τὴν Γάργαρόν φησιν, μάρμαρος, οὕτως οὖν καὶ κάρχαρος τριγενές. «Τρίτωνος ἠμάλαψε κάρχαρος κύων» καὶ τὸ θηλυκὸν παρʼ Ἀλκμᾶνι «καρχάραισι φωναῖς» καὶ ἐπίρρημα καρχάρως. Κέρβερος, πέρπερος, βόρβορος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα α συνεσταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ, χαλαρός, λιπαρός, χλιαρός, ψαφαρός, λαγαρός ὁ ἀσθενής, μαδαρός, ῥυπαρός, πλαδαρός, οἷς ἠκολούθησε καὶ τὸ ἀκαρός. τὸ μέντοι κάρχαρος δεδιπλασίασται ἐν τῇ ἀρχῇ. τὸ δὲ φλύαρος προπαροξύνεται οὐκ ἔχον θηλυκὸν καὶ τὸ ἔγκαρος ὁ ἐγκέφαλος.
Τὰ εἰς τερος τρισύλλαβα, εἰ ἔχει τὴν ἄρχουσαν μακράν, προπαροξύνεται, φέρτερος, βέλτερος, κύντερος «κύντερον ἄλλο γυναικός». ὕστερος, ὅπερ σημειῶδες μήτε ἀπὸ τῶν εἰς υς ληγόντων παραχθὲν τρισύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ σ προηγούμενον τοῦ τερος· ἀλλʼ ἴσως αἴτιον τὸ πάθος. γίνεται γὰρ παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕστερος. τὸ δὲ ο συγκοπτόμενον τὸ σ ποιεῖ θεόφατον θέσφατον, θεοείκελον θέσκελον. δεύτερος. ἴκτερος. τὸ δὲ καρτερός ὀξύνεται ἀπὸ τοῦ κρατερός καὶ τὸ Κρατερός ὄνομα κύριον.
Τὰ διὰ τοῦ τερος τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔννοιαν ἔχοι ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται, πότερος, πρότερος, ἕτερος, οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερος.
Τὰ εἰς τερος ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγκριτικῶς παραληγόμενα προπαροξύνεται, ἰθύντερος ῥήματι παρακείμενον τῷ ἰθύνω, ἀβέλτερος, μελάντερος, ὀρέστερος, ἡμέτερος, ὑμέτερος, σφωΐτερος, φιλαίτερος, πλησιαίτερος, περαίτερος, ταχύτερος, πλατύτερος, βραχύτερος, ἡδύτερος, ἐπασσύτερος «ὣς τότʼ ἐπασσύτεραι Δαναῶν», ὅπερ οὐκ ἔχει φυσικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀσσοτέρου ἐτράπη «ἀσσοτέρω καθίσασα παραὶ πυρί». δημότερος συγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλʼ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν», βασιλεύτερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν. τὸ δὲ περιστερός ὀξύνεται. τὸ μέντοι ἀριστερός ὀξύνεται ὡς διὰ τοῦ ερος καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός ὡς κύριον ὀξύνεται.
Τὰ εἰς ερος ὑπερδισύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρμερος, ἀφʼ οὗ Τέρμερα πόλις Λυκίας, Σύβερος πόλις Ἰλλυρίδος, Ὤλερος Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν ἡ πόλις ἐφʼ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ἵμερος παρὰ τὸ ἵημι καὶ ἵεσθαι «ἵετο γὰρ βαλέειν» ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον.
Τὰ διὰ τοῦ ερος τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ἔχοι τὸ τ πρὸ τοῦ ε, γοερός, νοερός, ψογερός, δροσερός, τρυφερός, βλαβερός, φανερός, ἱερός, σφαλερός, δολερός, χλοερός, νοσερός, σταθερός, πενθερός. τὸ δὲ ἥμερος τὴν πρὸ τέλους τρίτην μακρὰν ἔχει. ᾧ ἠκολούθησε καὶ τὸ ἐλεύθερος. τὸ δὲ πότερος, ἕτερος ἔχει τὸ τ πρὸ τοῦ ε.
Τὰ διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς εἴτε κύρια εἴτε προσηγορικὰ εἴτε ἐπίθετα μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ προπαροξύνεται, ὅμηρος, σίδηρος. Φάληρος· Ἄβδηρος ὄνομα τόπου. Ἄηρος πόλις Κρητική, Ἄνδηρος, Ἴβηρος ἀπὸ τῆς Ἴβηρος γενικῆς παραχθέν «αὐτὸς Ἴβηρος τραγοπώγων» ἐν Μαλθακοῖς Κρατίνου. καὶ Ἀπολλώνιος μὲν ἐν τοῖς παρωνύμοις φησίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος “Χαρόποιο τʼ ἄνακτος”, Τροίζην Τροίζηνος ὁ Τροίζηνος “υἱὸς Τροιζήνοιο”. Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις φησίν. ἀλλὰ τὰ παρὰ γενικῆς ἀναπεμφθέντα κατὰ τὸν τόνον συνεξομοιοῦνται τῷ χαρακτῆρι τῆς εὐθείας. τὸ γὰρ φυλακός προσηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰς ακος ὑπερδισυλλάβων προσηγορικῶν, τὸ δὲ μάρτυρος ἠκολούθησε τῷ ἄργυρος, τὸ Χάροπος τῷ Ἄροπος, Ἀστέροπος. οὕτω καὶ τὸ Ἴβηρος τῷ ὅμηρος σίδηρος. τὸ δὲ Τροίζηνος ἀπὸ Τροιζήν ὀξυτόνου εἰς ἰδιότητα βαρύνεται ὡς καὶ τὸ Φύλακος κύριον. Ἄβληρος κύριον. Ὅμηρος «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ». Ψένηρος Αἰγυπτία κώμη. Κύθηρος ὁ Φοίνικος, ἀφʼ οὗ Κύθηρα νῆσος, καὶ δῆμος τῆς Πανδιονίδος φυλῆς. Δίγηρος ἔθνος Θρᾴκιον. Πολύβιος ιγʹ. Δίζηρος ποταμὸς Ἰλλυρίδος. Λυκόφρων «οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ». ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. Δόβηρος πόλις Παιονίας. Κάληρος βασιλεύς, ἀφʼ οὗ ἡ Ἀλωπεκόννησος ἐκαλεῖτο Κάληρος. Στενύκληρος πόλις Μεσσήνης. ἐρίηρος, τριέτηρος, πενταέτηρος, τετραφάληρος. τὰ μέντοι διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρός, ἀταρτηρός, τυχηρός, ὀλισθηρός, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, πενθηρός ἐπὶ ἱματίου μέλανος ἔφη Ἀναξίλας Α. φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἐστὶ πενθηρὸν πάνυ. καματηρός, αἱματηρός, ἀσηρός, σιγηρός, ἀγροικηρός ἀπὸ τοῦ ἄγροικος «ἀγροικηρὴν φύσιν». ὀτρηρός, οὗ τὸ θηλυκὸν ὀτρηρή «τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη». ἰστέον δὲ ὅτι τὸ πόνηρος καὶ μόχθηρος οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίπονον καὶ ἐπίμοχθον σημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουσιν.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μόνῳ τῷ ι ἐκτεταμένῳ βαρύνεται, Κάμειρος τὸ κύριον—ἔστι δὲ παῖς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης—διὰ διφθόγγου, Κάμιρος δὲ πόλις ἐν Ῥόδῳ διὰ τοῦ ι «Λίνδον Ἰήλυσόν τε καὶ ἠνεμόεντα Κάμιρον». ἤπειρος, Κάβειρος πόλις τῆς κάτω Ἀσίας. τοὺς δὲ δαίμονας Καβείρους ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλόξενος. ἡ δὲ παράδοσις δίφθογγον ἔχει καὶ ἴσως συνέδραμε τῷ μάγειρος, αἴγειρος, πέπειρος, ὄνειρος. Ἄνδειρος ὄνομα ποταμοῦ, Κόνειρος ὄνομα ἔθνους, ὄνειρος, πέπειρος, μάγειρος παρὰ τὸ μάσσω ὁ τὰς μάζας φυρῶν. Αἰολεῖς δὲ διὰ τοῦ ι. αἴγειρος διὰ διφθόγγου τὰ δύο. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι» καὶ κατὰ πλεονασμὸν τοῦ ι αἴγειρος Ὅμηρος «μακεδνῆς αἰγείροιο». τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι οἷον ἀΐσσω αἴγειρος, μάσσω μάγειρος, ὀνῶ ὄνειρος, πέπτω πέπειρος. τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω κατὰ κρᾶσιν. ἔστι δὲ καὶ Αἴγειρος πόλις Μεγαρίδος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ, ἣν Στράβων Αἰγείρουσαν λέγει. σάπφειρος λίθος, Στάγειρος. Κάσπειρος πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Στάλιρος, Σίτιρος, Βίστιρος πόλις Θρᾴκης καὶ Πίστιρος τὸ ἐμπόριον. Κύστιρος, Δύσιρος, Βεδύσιρος, ἄιρος σύνθετον ἀπὸ δισυλλάβου Ἶρος «ἦ τάχα Ἶρος ἄιρος ἐπίσπαστον κακὸν ἕξει». τὸ καυστειρός οὐ μάχεται. ἀπὸ γὰρ τοῦ η ἐτράπη εἰς ει Βοιωτιακῶς ὡς τὸ τέθηκα τέθεικα.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο ἁπλᾶ προπαροξύνεται, Δοροκόττορος πόλις Γαλατῶν τῶν προσβόρρων. ἀλάστορος εὐθεῖα παρὰ τὴν γενικὴν παραχθεῖσα. Αἰσχύλος Ἰξίονι «πρευμενὴς ἀλάστορος» καὶ Φερεκύδης «ὁ Ζεὺς δὲ Ἱκέσιος καὶ Ἀλάστορος καλεῖται».
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο σύνθετα ὄντα προπαροξύνεται, κατήγορος, συνήγορος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν. νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, τὸ δὲ ἄφορος προπαροξύνεται, παντοπόρος, καὶ γαμόρος, τὸ δὲ κατάμορος προπαροξύνεται.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ υ κύρια ἢ προσηγορικά, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ προπαροξύνεται, πάπυρος, διάπυρος ὁ θερμός, μάρτυρος, ἄργυρος. ἔστι καὶ πόλις. Φίλιστος ἐν ἐνάτῃ. πόρφυρος, ζέφυρος, Σάτυρος, λάθυρος εἶδος ὀσπρίου. Ἴδυρος πόλις, ἣ καὶ Ἰδυρίς, καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. Μάνθυρος. Ἄμυρος πόλις Θεσσαλίας ἀπὸ ἑνὸς Ἀργοναυτῶν. ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντʼ Ἀμύροιο». Σουίδας δʼ ἐν ταῖς γενεαλογίαις τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλάφυρος υἱὸς Μάγνητος ὁ τὰς Γλαφυρὰς κτίσας, Ἔλυρος πόλις Κρήτης ὡς Ξενίων ἐν Κρητικοῖς. Ἔφυρος ὁ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυρος ἔθνος πρὸς Πάρθους καὶ Μήδους ὃ καὶ Βακυριανός. Σίμυρος πόλις Σύρων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. Κασπάπυρος πόλις Γανδαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον». Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός.
Τὰ διὰ τοῦ ωρος ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπʼ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος, θεωρός, ὑληωρός, ἰωρός ὁ γνήσιος φύλαξ, πυλωρός, θυρωρός, μυλωρός, φρυκτωρός, σκευωρός. τὰ δὲ βαρύνεται, νέωρος, ἀσχέδωρος, μετέωρος, ὀλίγωρος, οὐδενόσωρος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν, Πάλαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας. μέμνηται καὶ Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτʼ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ» … . χήμαιρος· κύπαιρος Δωρικὸν ἀπὸ τοῦ κύπειρος γέγονεν τροπῇ τοῦ ε εἰς α ὡς κατώγειος κατώγαιος. εὔκαιρος, ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερισπᾶται. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτάρους τε» χωρὶς τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αυ διφθόγγῳ, μὴ ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴσαυρος ἔθνος. Ἐπίδαυρος πόλις πρὸς τῷ Ἄργει θηλυκῶς λεγομένη. τὸ γὰρ «ἀμπελόεντʼ Ἐπίδαυρον» μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν ὡς τὸ «ψολόεντος ἐχίδνης» παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσαν ἢ διὰ τοῦ ι ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφʼ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρός, ἀφαυρός καὶ τὸ ἀγαυρός, ὅπερ ἔδει βαρύνεσθαι πλεονασμῷ τοῦ α ἐκ δισυλλάβου γενόμενον.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ου προπαροξύνεται, ἐπίκουρος, ἐπάρουρος ὁ κηπουρός. Ἕλουρος Σκυθικὸν ἔθνος, μελάνουρος, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ. Βάλβουρος, ἀφʼ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ καὶ Τμάρος καὶ τὸν κατοικοῦντα. σεσημείωται νομηουρός ὁ τὴν νομὴν φυλάσσων καὶ ὑλοκουρός ὁ τὴν ὕλην τέμνων.
Τὰ εἰς ρος τρισύλλαβα παραληγόμενα τῇ ου ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακράν, οἰκουρός, κηπουρός, τηλουρός ὁ μακρὰν ὤν. τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆς ου δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων, ἀρκτοῦρος, ἀγχοῦρος, κλαγγοῦρος ὁ κρακτικός. τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς νε ὀξύνεται, νεκρός, νεβρός, νεφρός.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ β ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τʼ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφʼ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τε τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄμβρος. τὸ μέντοι γαμβρός ὀξύνεται. τὰ δὲ τριγενῆ ὀξύνεται λιβρός ὁ σκοτεινός. τὸ δὲ λάβρος σύνθετον.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ γ βαρύνεται, μονογενῆ ὄντα, φάγρος, πάγρος, γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρός, ὑγρός, μεθʼ ὧν καὶ ἀγρός.
Τὰ εἰς ρος δισύλλαβα ἔχοντα δ μονογενῆ βαρύνεται, Ἄνδρος νῆσος μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Σκίδρος πόλις Ἰταλίας. Κόδρος. Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὥσπερ καὶ τὸ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲς ὄν, ἀλλὰ τὸ προσηγορικὸν εἶδος ἐντέρου ὄν.
Τὰ εἰς ρος δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ ρ ὀξύνεται, νωθρός, σαθρός, ψυχρός, ἐχθρός, αἰσχρός, στιφρός ὁ συνεστραμμένος. βληχρός. σεσημείωται τὸ γλίσχρος. τὰ δὲ μονογενῆ βαρύνεται οἷον δίφρος καὶ Δίφροι πόλις Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχρος τὸ μονογενές, ὠχρός τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχρος ἐγένετο παρὰ τὸ ἄχροος, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός. σεσημείωται τὸ ἀφρός ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄφρος βαρύνεται.
Τὰ εἰς κρος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, μακρός, πικρός, μικρός, νεκρός, λευκρός ὁ φαλακρός παρὰ Σαλαμινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός, Λοκρός. τὸ δὲ Τευκρός διήλλαξεν ὡς τριγενὲς ὀξυνόμενον. τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται.
Τὰ εἰς ρος ἔχοντα π πρὸ τοῦ ρ μονογενῆ μὲν παροξύνεται, κόπρος, κάπρος, Κύπρος νῆσος ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου ἢ τῆς Βύλλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγύπτου ἱστόρησαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τοῦ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος. ἔστι καὶ Λιβυκὴ Κύπρος. Ἄπρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ «τοῦ δʼ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον». Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, σαπρός, λεπρός, λυπρός.
Τὰ εἰς ρος δισύλλαβα ἔχοντα πρὸ τοῦ ρ τὸ τ μόνον ἢ μεθʼ ἑτέρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ. ἔστι καὶ ποταμός. Βάκτρος ἔθνος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός ὁ κορμός.
Τὰ εἰς δύο ρρ ἐπιθετικὰ ὄντα ὀξύνεται, στερρός, πυρρός τὸ ἐπίθετον. Πύρρος δὲ τὸ κύριον ὥσπερ καὶ τὸ Υ̓́ρρος καὶ Γέρρος τόπος καὶ ποταμὸς προσεχὴς τῷ Βορυσθένει καὶ Κύρρος πόλις Συρίας.
Τὰ εἰς ρος ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα, φαλακρός, μολοβρός, ἐρυθρός, πενιχρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέσεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται, δείλανδρος, ἄνανδρος, ἔνυδρος, ἄνυδρος, ὕπανδρος, φίλανδρος, ἄιδρος, πάρεδρος, ἔφεδρος. τὸ δὲ ἀβληχρός ὀξύνεται ἐκ πλεονασμοῦ ἔχον τὸ α. αὐτὸ γὰρ τὸ βληχρός ἤδη σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἀσθενές. Ἀλκαῖος θʹ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί» καὶ ὁ Νίκανδρος «βληχρὸν γὰρ μυὸς οἷον μυληβόρου ἐν χροῒ νύγμα». τοῦτο δὲ πλεονάσαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον, λαλητός ἀλαλητός, στεροπή ἀστεροπή. καὶ ἡ παράδοσις ὀξύνει τὸ ὄνομα πεισθεῖσα τῷ παρασχηματισμῷ ὡς ἁπλῷ. θηλυκῶς γὰρ παρεσχηματίσθη ἀβληχρά ὡς πενιχρά, ψυχρά. διὸ οὐκ εὖ βαρύνει Ἡρακλείδης ὁ Μιλήσιος λόγῳ χρώμενος τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθρος, Ἔρυθρος ὁ ἥρως, ἀφʼ οὗ Ἐρυθρὰ ἡ θάλασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως. Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄντανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸς δεδομένη, ἐπειδὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ ἀνθʼ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδρος πόλις Καρίας. Ἀλέξανδρος δʼ ὁ πολυΐστωρ οὐδετέρως πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδρος νῆσος τῶν Σποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος «ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα». Τάρανδρος χωρίον Φρυγίας. Βήριθρος πόλις Τρωική. Ἄθυμβρος, οὗ κτίσμα Ἄθυμβρα πόλις Καρίας. Κέλαιθρος, ἀφʼ οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ ὄρος. Κάυστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάυστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφʼ οὗ Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔθνος ὁμοφώνως τῷ οἰκιστῇ ὡς Ἰταλός καὶ Ἴων καὶ Κίλιξ. ὡσαύτως καὶ Καλαβρός ὁ οἰκήτωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται.
Τὰ εἰς σος διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπʼ αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε». ἔστι καὶ ἑτέρα Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος.
Τὰ εἰς σος δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, νῆσος καὶ Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος, Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ.
Τὰ εἰς σος θηλυκὰ δισύλλαβα τῷ ω παραληγόμενα ὀξύνεται, κρωσός ἡ ὑδρία, Κνωσός «οἳ Κνωσόν τʼ εἶχον» διʼ ἑνὸς σ, Τρύφων δὲ διὰ δύο. Ῥωσός πόλις Κιλικίας. τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται, καὶ τὸ Κρῶσος ὁμοίως ἀρσενικόν.
Τὰ εἰς σος δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται, Ἶσος τὸ κύριον, Κῖσος, Κρῖσος τὸ κύριον, Πῖσος τὸ κύριον, ἀφʼ οὗ καὶ Πῖσα ἡ πόλις. Νῖσος ὁ Πανδίονος, ἀφʼ οὗ Νίσαια. Νῦσος ποταμός, Τρῦσος ποταμός, κῦσος. τὸ δὲ Λισός πολίχνιον Κρήτης ὀξύνεται καὶ τὸ Βρυσός ὁ λιμὴν καὶ τὸ Μυσός ἐθνικὸν καὶ τὸ τρυσός, ῥυσός ἐπίθετα καὶ τὸ χρυσός μόνον εἰς υσος δισύλλαβον προσηγορικόν.
Τὰ εἰς σος δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη ἢ ἐπὶ πόλεως κεῖται. Παισός πόλις κατὰ τὴν Τρῳάδα. Ὅμηρος «ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων», ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ». Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παισός καὶ ἐν πλεονασμῷ τοῦ α Ἀπαισός ὥσπερ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος». ἔστι καὶ Δαυνίας πόλις Παισός κατʼ Ἀργύριππα. Λουσός καὶ Λουσοί πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. λέγεται δὲ καὶ Λοῦσα οὐδετέρως. Πραισός πόλις. Μαυσός κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ, βλαισός, Βραισός ἔθνος Μακεδονίας. Τραυσός πλησίον Κελτοῖς ἔθνος, οὓς οἱ Ἕλληνες Ἀγαθύρσους ὀνομάζουσι. τὸ μέντοι Ναῖσος βαρύνεται καὶ τὸ Βλαῖσος κύριον καὶ τὸ Κροῖσος καὶ Βροῦσος Ἠμαθίου παῖς καὶ τὸ ἔθνος Μακεδονίας ὁμοφώνως. τινὲς δὲ γράφουσι διὰ τοῦ υ, καὶ τὸ γαῖσος προσηγορικὸν εἶδος δόρατος ὄν.
Τὰ εἰς σος δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑρέθη ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχον ι ἢ α. καὶ βαρύνεται μὲν ταῦτα, κόρσος ὁ κρόταφος, μόλσος ὁ δήμιος καὶ τὸ σέλινον, μόρσος, χέρσος, θύρσος, μύρσος, Μέλσος. σεσημείωται πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ὀρσός καὶ Κορσός τὸ ἔθνος καὶ Μαρσός ἔθνος Ἰταλικὸν καὶ τὸ ταρσός τὸ προσηγορικὸν καὶ πόλις Κιλικίας. Ταύτην δὲ διὰ τοῦ ε ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φασιν Τερσὸν τὰ πρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὅ ἐστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυΐστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοσθένης δέ φησιν τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ. ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυνίας, ἣν Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς ει διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, Βάγαρσος, Μάγαρσος πόλις Κιλικίας. Μαίμαρσος πόλις Ἴστρων. Μόκαρσος Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. Τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔστι δὲ ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπʼ Ἀγαθύρσου τοῦ Ἡρακλέους ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. λέγονται καὶ Ἀγαθύρσιοι. καὶ τὸ Πέτορσος Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον, Ἄορσος ἔθνος Σκυθικόν, περὶ οὗ Στράβων ἑνδεκάτῃ. τὸ δὲ Σολογορσός πόλις Ἀρκαδίας ὀξύνεται.
Τὰ εἰς σος δισύλλαβα ἔχοντα καὶ ἕτερον σ κλιτικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύνεται, Βεσσός τὸ ἐθνικόν, Θυσσός, Ἀσσός πόλις Λυδίας. δευτέρᾳ πόλις Αἰολίδος κατὰ τὸν Ἑλλήσποντον ἢ Κεκρόπειον. Ἀλέξανδρος δʼ ὁ Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς ἱστορουμένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Κάυστρον ποταμόν. ἔστι καὶ ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. Ἠσσός πόλις Λοκρίδος. Ψησσός ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς «ἔπειτα δʼ Ἑρμώνασσα καὶ Κῆπος πόλις, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος». Τνυσσός πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Βυσσός τὸ ἐθνικὸν καὶ ἡ νῆσος καὶ βυσσός ὁ βυθός, πεσσός. Ἰσσός πόλις μεταξὺ Συρίας καὶ Κιλικίας. δισσός, τρισσός, λισσός, κισσός. τὸ δὲ Κίσσος τὸ κύριον βαρύνεται. ὡσαύτως καὶ τὸ βύσσος τὸ θηλυκὸν προσηγορικὸν ἀφʼ οὗ καὶ βύσσινον, καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου καὶ Λίσσος πόλις Ἰλλυρίας· τὸ γὰρ γλωσσός ὁ λάλος παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ σ. ἔστι δὲ εἶδος ἱματίου οὕτω καλουμένου. ὡσαύτως καὶ μέσσος καὶ τόσσος. τὸ δὲ ὄσσος—λέγεται δὲ καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ ὁ ὄσσος καὶ τὸ ὄσσος—βαρύνεται οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα καὶ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὴ τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄρρος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος. εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ κομμός. θαυμαστὸν δὲ οὐδὲν εἴπερ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν τὸ σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ νόσος καὶ δρόσος. τὸ γὰρ κροσσός οὐκ οἶδα σύνηθες Ἕλλησιν, τὸ δὲ νοσσός ἐκ τοῦ νεοσσός.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὸ α συνεσταλμένον, ἑνὸς ὄντος τοῦ σ, προπαροξύνεται, κόμπασος, Ἅρπασος ποταμὸς Καρίας, Δάμασος, βαύνασος τὸ καὶ βάναυσος, θίασος, Ἴασος πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη, Ἴασος δὲ καὶ τὸ Ἄργος ἀπὸ Ἰάσου τοῦ κατʼ ἐνίους πατρὸς Ἰοῦς. Ἴμβρασος ποταμὸς καὶ ἀπʼ αὐτοῦ ἡ Σάμος, Τράγασος, ἀφʼ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγεται καὶ Καύκασις διὰ τοῦ ι, Βάργασος, ὁ υἱὸς Βάργης καὶ Ἡρακλέους, ἀφʼ οὗ Βάργασα πόλις Καρίας, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφʼ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Νάκρασος πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. Πρόγασος. Πύρασος πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. Πήδασος πόλις ὑπὲρ τὴν Ἴδην. Τάμασος πόλις Κύπρου. ἐντεῦθέν τινες γράφουσιν» «εἰς Τάμασον μετὰ χαλκόν». ἀπιθάνως. Πάρρασος εἷς τῶν Λυκάονος παίδων. Ἔρασος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσιν. τὸ μέντοι Ἐγγυασός ἐκτεταμένον ἔχον τὸ α ὀξύνεται καὶ τὸ Παρνασσός δύο σσ ἔχον. ἔστι δὲ ὄρος Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου. ὡσαύτως καὶ Ὑγασσός πόλις Καρίας, Βυβασσός πόλις Καρίας ἀπὸ Βυβασσοῦ νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. λέγεται καὶ Βούβαστος. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔφορος δὲ Βύβαστόν φησι. Κρυασσός πόλις Καρίας ἀπὸ Κρυασσοῦ τοῦ Κάρητος. Σαγαλασσός πόλις Πισιδίας. λέγεται καὶ Σελγησσός. Ἁλικαρνασσός πόλις Καρίας, ἣν Ἄνθης, φασίν, ὠνόμασεν ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροιζῆνος μετῴκησε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. Συασσός κώμη Φρυγίας. Ἀμαμασσός πόλις Κύπρου. Καβασσός πόλις ἐν Καππαδοκίᾳ ἡ καὶ Καβησσός. Κυβασσός πόλις Καρίας. Πρινασσός πόλις Καρίας. Ῥυτιασσός.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἁπλῷ τῷ ε παραληγόμενα σπάνια ἓν σ ἔχοντα προπαροξύνεται, Ἔφεσος πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος δὲ Λυδίας αὐτήν φησιν. ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. Ἔρεσος πόλις Λέσβου ἀπὸ Ἐρέσου τοῦ Μάκαρος. τὸ μέντοι Θυεσσός πόλις Λυδίας ἀπὸ Θυεσσοῦ καπήλου—ἔστι καὶ Πισιδίας—δύο σσ ἔχον ὀξύνεται.
Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ η παραληγόμενα ἕτερον ἔχοντα σ ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα σ βαρύνεται, σπάνια δέ ἐστι, χωρὶς εἰ μὴ ἔννοιαν συνθέσεως ἔχοι. Ταρτησσός πόλις Ἰβηρίας ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος. Λυρνησσός πόλις Τρωική. Λυκαβησσός. Μυκαλησσός πόλις ἐν μεσογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ … . ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. Τευμησσός ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ «εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην». ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δʼ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος. οὕνεκά οἱ Κρονίδης, ὅστε μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. Ἐδεβησσός πόλις Λυκίας, Ἐρβησσός πόλις Σικελίας. Ὀρδησσός, Ὀδησσός πόλις ἐν πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δʼ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. Σαλμυδησσός κόλπος τοῦ Πόντου. Ἀγησσός πόλις Θρᾴκης ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. Ἀκαλησσός πόλις Λυκίας, Ἀσσησσός πόλις Μιλησίας γῆς. Θεόπομπος Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωική. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος «Καβησσόθεν ἔνδον ἐόντα». Ἑκαταῖος δʼ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος διʼ ἑνὸς σ γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει· οὐ γὰρ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους τὸ Γλισᾶς μὴ περισπᾶν τῆς συνηθείας περισπώσης. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ «ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου». ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ … «νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης». δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς «κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος». ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακόννησος ... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα.
Τὰ εἰς σσος ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους ι εἰς σ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάρισσος καὶ τὸ φυτὸν καὶ ὁ ἥρως καὶ ἡ πόλις. Ὅμηρος «οἱ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν» ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ, οἱ δὲ ὡς Δίδυμος ἀπὸ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολλωνιάδα φασί. νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλισσος. Μύρμισσος πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Βόλισσος πόλις Αἰολικὴ ἐπʼ ἄκρου Χίου πλησίον. Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ … . Ἀνδροτίων δὲ διʼ ἑνὸς σ γράφει. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφʼ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπʼ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. βούλονται δέ τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι τὸ ὄρος. πολλοὶ δὲ καὶ ὀξύνουσι καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. Στράβων δὲ Παροπαμισόν γράφει πεντεσυλλάβως. Ὕδισσος πόλις Καρίας ἀπὸ Ὑδίσσου παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Πεδνήλισσος πόλις Πισιδίας. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελμισσός πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ι ἐκτεταμένον λήγουσαν ὀξύνεται. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφισός, Ἰλισός ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ Μοῦσαι Ἰλισίδες, ὡς Ἀπολλόδωρος. Κεδρισός, Ἀμισός πόλις ἐν Πόντῳ. λέγεται καὶ ἀρσενικῶς. Ἀμνισός ποταμὸς Κρήτης. τὸ δὲ Ἄρνισος Ἄρνισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν, ὡσαύτως καὶ Μήρισος, Μάρισος ὁ ποταμός, Πάμισος, Κρίμισος ὁ ποταμὸς Σικελίας, Μόρμισος ὁ ποταμός, Νάισος, ὕρισος βαρύνονται.
Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ σ ὀξύνεται, νεοσσός, κολοσσός, Μολοσσός ὄνομα ἔθνους.
Τὰ εἰς δύο σσ παραληγόμενα τῷ υ προπαροξύνεται, Γένυσσος ὄνομα ποταμοῦ. Ἄμφρυσσος πόλις Φωκίδος. καὶ διʼ ἑνὸς σ ἐκφέρεται. τινὲς δὲ διὰ τοῦ β φασί. ἔστι καὶ ποταμὸς Μαγνησίας. Ἴνυσσος πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος. ὡσαύτως καὶ τὰ διʼ ἑνὸς σ ἐκφερόμενα προπαροξύνεται, μέθυσος, γόγγυσος, Διόνυσος, Ὄνυσος ὁ ποταμός. ἄφυσος, ἄρυσος ἀγγεῖον πλεκτὸν σπυριδῶδες. Ἰάλυσος ἥρως καὶ πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀμφίλυσος ποταμὸς Σάμου. Εὐφορίων Ἀρτεμιδώρῳ «δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον».
Τὰ εἰς σσος ὑπὲρ δύο συλλαβὰς τῷ ω παραληγόμενα ὀξύνεται, Κερωσσός πόλις Ἀπολλωνιάδος. Βηρωσσός, Κεδρωσσός ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, οὓς καὶ Γεδρωσίους καλοῦσιν. τὸ δὲ ἅλωσος ἓν σ ἔχει· γέγονε δὲ παρὰ τὸν ἁλώσω μέλλοντα.
Τὰ διὰ τοῦ αισος ὑπερδισύλλαβα σπάνια ὄντα βαρύνεται, Ἅλαισος, κάβαισος ὁ ἄπληστος. Γάλαισος ὄνομα ποταμοῦ. τὸ μέντοι Παραισός ὀξύνεται· ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφʼ οὑ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ. καὶ Πριαισός πόλις Κρήτης. τὸ δὲ Ἀπαισός ἠκολούθησε τῷ «ὅς ῥʼ ἐνὶ Παισῷ».
Τὰ διὰ τοῦ αυσος σπάνια ὄντα προπαροξύνεται βάναυσος ὃ καὶ βαύνασος, Νέμαυσος πόλις Γαλλίας ἀπὸ Νεμαύσου Ἡρακλείδου.
Τὸ Παράδεισος πόλις Συρίας μόνον διὰ τοῦ εισος προπαροξύνεται.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῇ ου ἢ οι ἢ αι διφθόγγῳ, μὴ τῇ ει, ἀρσενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι, πλοῦτος, οἶτος, Κλοῖτος, Προῖτος, γοῖτος ὁ ῥύπος, κοῖτος, μοῖτος, φοῖτος, Λαῖτος, βροῦτος. τὸ δὲ Κλειτός ἔχει τὴν ει. καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ. καὶ τὸ Βοῦτος θηλυκὸν κώμη Αἰγύπτου—ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔστι καὶ ἑτέρα Γεδρωσίας. καὶ τὸ Παιτός ἐθνικὸν ὡς καὶ τὸ Ῥαιτός. ἔστι δὲ Τυρρηνικὸν ἔθνος.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτος ὄνομα ποταμοῦ. Δῶτος ὁ Πελασγοῦ, ἀφʼ οὗ τὸ Δώτιον πεδίον. ἔστι καὶ ὄνομα αὐλητοῦ. Πρῶτος. Ὦτος ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίως καὶ τὸ νῶτος ἐπὶ τῆς ψόας. καὶ γὰρ τούτου ἡ χρῆσις, καὶ τὸ μὲν οὐδέτερον πολὺ τὸ νῶτον, ἤδη δὲ καὶ τὸ ἀρσενικόν. ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ η ἢ τῷ ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητός, νητός, κμητός, τρητός, οἷς ὅμοιον καὶ τὸ Σητοί ἔθνος καὶ πόλις Βιθυνίας, πλωτός, ἔνθεν «πλωτῇ ἐνὶ νήσῳ», στρωτός, γνωτός, πτωτός, βρωτός, τρωτός, πρωτός ὁ πεπρωμένος, ὅθεν καὶ ἐτόλμησάν τινες ἀναγινώσκειν «ἐπὴν τὰ πρωτὰ γένηται», ἵνʼ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. πρῶτος δὲ ἐπὶ ἀριθμοῦ. ἰστέον δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν τάσιν· ὡς γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτερος, οὕτως καὶ παρὰ τὴν πρό γέγονε πρότερος συγκριτικὸν καὶ πρότατος ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ τ πρόατος καὶ κράσει τοῦ οα εἰς ω πρῶτος· βαρύνεται δὲ ἴσως καὶ ὥσπερ ἐπιμεριζόμενον, μία δὲ ἡ τάσις τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ πρωτός βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος.
Τὰ εἰς τος διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφασιν, βάτος, λάτος, βρότος τὸ αἷμα, βροτός δὲ ὁ φθαρτός τὸ τριγενές, πότος τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον, πάτος ἡ ἀναστροφή, Στράτος τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, ἔστι δὲ πόλις Ἀκαρνανίας, στρατός δὲ τὸ σύναγμα, κρότος, κότος, μίτος, νότος, σκότος. τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται.
Τὰ εἰς τος διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται, βατός, φατός, θετός, δετός, ἐτός ὁ ἀληθής ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ι μακρῷ βαρύνεται, σῖτος— ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ σ ἐργάτης βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης, οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός ἀποβολῇ τοῦ σ καὶ ε σῖτος—Τρῖτος ὁ ποταμός, ῥῖτος φρέαρ, τὸ μέντοι λιτός τριγενές.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῷ υ προσηγορικὰ ὀξύνεται, βρυτός ὁ βρύων, χυτός, ῥυτός, λυτός, κλυτός, πλυτός, τρυτός. τὸ δὲ Βύτος κύριον βαρύνεται.
Τὰ εἰς τος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν ἢ καθʼ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτος, χόρτος, μύρτος καὶ Μύρτος ἡ πόλις, ἄρτος, μίλτος, δέλτος, κίρτος· παρὰ Σιμωνίδῃ ἡ χρῆσις. Τοῦρτος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορας τῆς Τουρδητανίας. Ἄλτος χωρίον πλησίον Θεσσαλονίκης. Πάλτος πόλις Συρίας. Ἀρτεμίδωρος. πόντος καὶ ἰδικῶς ὁ Εὔξεινος. Κύρτος πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. καὶ κύρτος εἶδος δικτύου. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός, κυρτός, καρτός, θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτός τὸ ἐθνικὸν ὡς καὶ Σιντός ἔθνος Θρᾳκικόν, οἳ καὶ Σίντιες καὶ Σίντιοι ἐκαλοῦντο, καὶ Κελτός, οὓς Κέλτας Στράβων φησί. καὶ τὸ Σπαρτός—υἱὸς Ἀμύκλαντος τοῦ Λέλεγος καὶ Σπαρτοί οἱ μετὰ Κάδμου—κύριον ὀξύνεται.
Τὰ εἰς στος δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων, ἱστός, ἔστι καὶ νῆσος Λιβύης. Σηστός πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρʼ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Σηστῷ» φασιν. παστός, μαστός, ξυστός. Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφʼ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς δὲ λίθος». ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται «Ἰδομενεὺς δʼ ἄρα Φαῖστον». σεσημείωται τὸ Δύστος πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ «ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον». καὶ Κάστος καὶ Νάστος πόλις Θρᾴκης, ἣ καὶ Νέστος λέγεται· Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς· βαρύτονα. τὸ δὲ Νέστος πατὴρ Καλλιρρόης καὶ πόλις καὶ ποταμὸς Ἰλλυρίας καὶ κόστος καὶ νόστος βραχεῖ παραλήγουσι.
Τὰ εἰς τος δισύλλαβα ἔχοντα πρὸ τοῦ τ σ, εἰ παρασχηματίζοιτο εἰς διάφορα γένη, ὀξύνεσθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη ἢ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ, πιστός, ξυστός, ἀστός, μεστός, κεστός. τὸ δὲ πλεῖστος, λῷστος, ῥᾷστος ὑπερθετικὰ ὄντα βαρύνεται. καὶ τὸ Πλεῖστος ποταμὸς ἐν Δελφοῖς βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείστοιο θύγατρες». Ἀπολλώνιος. τινὲς δὲ ἀναγινώσκουσι προπερισπωμένως ἐπὶ τῆς γενικῆς, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστός ὀξυτόνως, οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. καὶ τὸ δύστος ὁ δύστηνος καὶ πόστος ἐκ τοῦ πόσατος γέγονεν.
Τὰ εἰς τος ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντα ὀξύνεται, πλεκτός, ἑλκτός, πνικτός, θελκτός. τὸ δὲ οἶκτος βαρύνεται. οὐ γὰρ ῥηματικόν. —ἄλλως τε φιλεῖ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει— καὶ τὸ ἄρκτος καὶ πέκτος ὁ πόκος καὶ τὸ κάκτος. καὶ Λύκτος πόλις Κρήτης ἀπὸ Λύκτου τοῦ Λυκάονος· ἔνιοι δὲ Λύττον αὐτήν φασιν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. καὶ Ῥάπτος ποταμὸς Αἰθιοπίας. τὸ δὲ πέμπτος ἕκτος τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα.
Τὰ εἰς διπλοῦν ττ βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύττος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφηττός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρισσός.
Τὰ εἰς τατος ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς στος ὑπερθετικά, λαμπρότατος, ὁσιώτατος, σεμνότατος, κάλλιστος, κύδιστος, ἄριστος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος.
Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ α προπαροξύνεται, Ἔλατος, ἀφʼ οὗ Ἐλάτεια πόλις Φωκίδος, ὕπατος, ἔνατος, Εἴνατος πόλις Κρήτης, ὡς Ξενίων φησί. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ.
Τὰ διὰ τοῦ ατος παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς μι ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνονται, μέσατος, πύματος, ὀγδόατος, τρίτατος, τέτρατος, νέατος. τὸ μέντοι ἐρατός, ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μακρὸν ἔχοντα τὸ α, περατός, θεατός, φυρατός, ἰατός.
Τὰ εἰς ετος τρισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ τρίτῃ ἀπὸ τέλους κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται, Νέπετος πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ ε ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων». τὰ δὲ ἔχοντα τὸ α ὁμοίως, ἄργετος, ἄφετος, ἄνετος, Αἴνετος, αἰνετός δὲ τὸ ἐπίθετον. Λάμπετος υἱὸς Ἴρου, πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ ἀετός καὶ αἰετός.
Τὰ διὰ τοῦ ετος τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμως τετύπωται, νιφετός, ὑετός, κοπετός, πυρετός, τοκετός, συρφετός. τὸ μέντοι ἄσχετος, ἄσπετος, γνύπετος ὁ χαῦνος προπαροξύνεται.
Τὰ ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος, ἀριδείκετος, ἐξαίρετος, παλινάγρετος, τηλύγετος, Ταΰγετος, ἀτρύγετος. τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. οὕτως οὖν καὶ τὸ ἀφυσγετός, εἴπερ οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.
Τὰ εἰς τος κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ η μονογενῆ βαρύνονται, Ἄρητος, Λάμητος ποταμὸς πρὸς Κρότωνι, ἀφʼ οὗ Λαμητῖνοι πόλις. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». Μέλητος ὄνομα κύριον, βύνητος εἶδος ἱματίου παρʼ Αἰγυπτίοις. Μάσητος πόλις Ἀργείων, ἣ καὶ Μάσης. Μίλητος πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δʼ ἐν τοῖς συμποσιακοῖς φησιν, ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ Μιλήσιοι ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι ... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ἔστι δὲ καὶ Κρητικὴ πόλις Μίλητος. λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Κόρητος. Κατάρητος ὁ ποταμός. Αἴνητος ὄνομα κύριον, τρύγητος ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός, λαλητός ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ α.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ η ἁπλᾶ τριγενῆ ὀξύνεται, δωρητός, ἀσκητός, κοσμητός, ἀγαπητός, ὠνητός, ποτητός, ἀρητός, μισητός, ᾧ ὁμοτονεῖ Μισητός πόλις Μακεδονίας, νοητός, παραρρητός, παραμυθητός. τὸ δὲ ἄρρητος, ἄκλητος, ἄκμητος σύνθετα προπαροξύνονται. οὕτως καὶ τὸ ἄητος ὁ ἀκατάπαυστος «θάρσος ἄητον ἔχουσα». ἔστι γὰρ σύνθετον, ὥς φησι Φιλόξενος, παρὰ τὸ ἐτός ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς οὐκ ἐτός ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον.
Τὰ εἰς ττος ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα κύρια ὀξύνεται, Γαργηττός πόλις καὶ δῆμος Αἰγηΐδος φυλῆς, Ὑμηττός ὄρος τῆς Ἀττικῆς—τὸ υ μακρὸν καὶ βραχύ. Λυκαβηττός. Συπαληττός δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὑηττός κώμη Βοιωτίας. ὠνόμασται δʼ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττόν ἐκάλεσαν.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ ι μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτος, Νήριτος ἢ Νήριτον ὄρος, Λήιτος, Φώκριτος, Ἄγχιτος, Ἀφρόδιτος. τὰ δὲ θηλυκὰ ὀξύνεται ἁμαξιτός· ἔστι καὶ πολίχνιον Τρῳάδος. Στράβων ιγʹ. ἀτραπιτός, Λυχνιτός ἡ λίμνη Ἰλλυρίας θηλυκῶς καὶ ἡ πόλις ἀρσενικῶς. τινὲς δὲ διὰ τοῦ δ γράφουσιν. τὸ δὲ θεριτός τὸ θεριζόμενον, θέριτος δὲ ὁ καιρός.
Τὰ εἰς τος τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ο καταλήγουσαν σπάνιά εἰσιν, ὀνοτός, Μολοτός ἔθνος τῆς Ἠπείρου καὶ τόπος, διʼ ἑνὸς τ καὶ Μολοττός, ὀμοτός. τὸ μέντοι ἄροτος καὶ βίοτος προπαροξύνεται.
Τὰ εἰς τος ὑπερδισύλλαβα παραληγόμενα υ βραχεῖ κύρια ὄντα βαρύνεται, Ἔρυτος, Ἄνυτος, Εὔρυτος Μελανέως πατήρ, Αἴπυτος, Ὄρνυτος, Μάδυτος πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ καὶ ἄλλοι. λέγεται καὶ Μάδυτα. Ὤκυτος. Ἄφυτος πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις, Ἄκυτος νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. πρόσκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται, φορυτός, πινυτός. τὸ δὲ ἄλυτος σύνθετον προπαροξύνεται. τὰ δὲ τρισύλλαβα ἐκτεταμένον τὸ υ ἔχοντα ὀξύνεται, Βηρυτός πόλις Φοινίκης, κωκυτός, Καρδυτός πόλις Σύρων μεγάλη, ὡς Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. βουλυτός, Κορδυτός πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. γωρυτός. Κολλυτός ὁ υἱὸς Διόμου. τὸ δὲ Σεβέννυτος πόλις Αἰγύπτου καὶ λιμὴν καὶ ποταμὸς προπαροξύνεται ὑπερβαῖνον τὴν τρισυλλαβίαν.
Τὰ εἰς τος τρισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, πτερωτός, τορνωτός, χρυσωτός, αὐλωτός, κηρωτός, κροκωτός, Βοιωτός, ὃν γενέσθαι φασὶ Ἰτώνου τοῦ Ἀμφικτύονος τοῦ νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν, ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθʼ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δʼ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης «τὸν δʼ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν». τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Ἀποδωτός ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ … «ἐπιχειρεῖν δʼ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν». Ἀραχωτός ποταμὸς Ἰνδικῆς ῥέων ἀπὸ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ. καὶ ἀπʼ αὐτοῦ Ἀραχωτοί πόλις Ἰνδικῆς. εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν ὡς Στράβων ἑνδεκάτῃ. διχῶς δὲ λεκτέον καὶ Ἀραχώτης καὶ Ἀραχωτός. Βουθρωτός νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. Θεσπρωτός ἔθνος, μυωτός εἶδος χιτῶνος, ἁλωτός. τὸ δὲ δορυάλωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ α στερητικὸν προπαροξύνεται, ἄγνωτος, ἄτρωτος, ἄπτωτος, ἄζωτος· ἔστι καὶ Ἄζωτος πόλις Παλαιστίνης. καὶ ἔτι τὰ σύνθετα, ἀνακίδωτος ἄνευ ἀκίδος, ἀπύργωτος, πολύγνωτος, ἀκηλίδωτος. σεσημείωται τὸ Ἄσβωτος πόλις Θεσσαλίας καὶ Μάσκωτος πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως βʹ.
Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια καὶ προσηγορικὰ ἔννοιαν συνθέσεως ἔχοντα καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμετάβολον καταλήγουσαν βαρύνεται, εἰ μὴ διαστολή τις γένοιτο, Ἁλίαρτος πόλις Βοιωτίας ἀρσενικῶς. Ὅμηρος «ποιήενθʼ Ἁλίαρτον». λέγεται δὲ οἰκισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. Ἀρμενίδας δʼ ἐν τῷ ρ Ἀρίαρτόν φησιν. Ἄψυρτος παῖς Αἰήτου καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαρος ὕστερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. καὶ Πολύβιος νῆσον Ἄψυρτον ἱστορεῖ. Σίβυρτος πόλις Κρήτης. ἄσφαλτος. Ἀμάραντος τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡς Ἀπεραντός. εἰσὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνος, ἀφʼ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν. οἱ δὲ Ἀπεραντοί ἔθνος Θεσσαλίας. Ὀδόμαντος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ … . Σάγουντος πόλις ἐν Ἱσπανίαις. Τάραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρσενικῶς λεγομένη. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδος. Δύσποντος ὁ Πέλοπος, ἀφʼ οὗ Δυσπόντιον πόλις Πισαίας. ὀξύνεται δὲ τὰ πρὸ τέλους εν ἔχοντα, Λωμεντός, Λαυρεντός, Σωρεντός, Βενεβεντός, ἣ καὶ Μαλοεντός ἐλέγετο. Καρουεντός Διονύσιος βʹ Ῥωμαϊκῆς ἀρχαιολογίας· ἔν τισι δὲ γράφεται Καρυεντός· Ῥαρεντός, πόλεις Σικελικαί, ὡσαύτως καὶ Πολλεντός. ἔτι ὀξύνεται καὶ τὸ κονιορτός καὶ κολοσυρτός σύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, ἱμερτός, ἐγερτός, ὑφαντός.
Τὰ εἰς τος ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατʼ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτός, ἀμελκτός, χαρακτός, ὀρεκτός. τὸ μέντοι Αἴγυπτος—ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ «Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τριάκοντα τρία». —καὶ Πάνακτος καὶ Ναύπακτος πόλις Αἰτωλίας ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος καὶ Στράβων. καὶ Πρόνεκτος πόλις Βιθυνίας καὶ Δατύλεπτος ἔθνος Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ—μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. σεσημείωται τὸ δρυφακτός ὀξυνόμενον, ἡ θύρα τοῦ δικαστηρίου, ἣ καὶ κιγκλίδες καλοῦνται.
Τὰ εἰς στος κύρια ἀρσενικὰ μόνως ἢ θηλυκὰ βαρύνεται, Ἄκαστος. Λύκαστος πόλις Κρήτης. Ὅμηρος «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον» ἀπὸ Λυκάστου αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι, ὡς ἱστορεῖ Διονύσιος. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. Ἥφαιστος. Ἄδραστος βασιλεύς, ἀφʼ οὗ πόλις Ἀδράστεια. Βίβαστος Θρᾴκης πόλις. Βούβαστος πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος Βούβαστίν φησι διὰ τοῦ ι. Μούμαστος πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔγεστος ὁ Τρωός, ἀφʼ οὗ Ἔγεστα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφʼ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυλίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπʼ αὐτοῦ πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφʼ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀγοστός ἡ ἀγκάλη, ὀϊστός.
Τὰ εἰς στος τῷ η παραληγόμενα κύρια ὀξύνεται, Ὀγχηστός ἄλσος. Ὅμηρος «Ὀγχηστόν θʼ ἱερόν, Ποσιδήιον ἀγλαὸν ἄλσος». —ἱδρυνθὲν ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις, ὡς Παυσανίας ἐνάτῳ. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηστός πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ.
Τὰ εἰς στος ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ληιστός, μεριστός, ὀνομαστός. τὰ δὲ σύνθετα προπαροξύνεται, φραστός ἄφραστος, ἀλίαστος, ἄλαστος ὁ ἄδικος ἀπὸ τοῦ λάζω τὸ λαμβάνω, ὡσαύτως καὶ τὰ ὑπερθετικά, τάχιστος, ἄριστος, κάλλιστος, μεθʼ ὧν ἕκαστος.
Τὰ εἰς στος ὑπερδισύλλαβα παραληγόμενα ο ἐπὶ ποσότητος τασσόμενα ὀξύνεται, πολλοστός, εἰκοστός, τριακοστός, πεντηκοστός.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ευ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται, τορνευτός, στρατευτός, βουλευτός. τὸ δὲ ἀστράτευτος σύνθετον.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ οι διφθόγγῳ σπάνια ὄντα βαρύνεται, ἄλοιτος ὁ ἄδικος καὶ μιαρός.
Τὰ διὰ τοῦ ουτος προπερισπᾶται, τηλικοῦτος, τοιοῦτος, τοσοῦτος.
Τὰ εἰς τος ὑπερδισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα προπαροξύνεται, ἄπαυστος, ἄθραυστος, ἄκλαυστος. σεσημείωται ἐνιαυτός ὀξυνόμενον.
Τὰ εἰς φος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ υ βραχεῖ τοπικὰ ἢ εἰς τὸ λ, Πάφος πόλις Κύπρου, τάφος καὶ Τάφος πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα. Γόμφοι πόλις Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὅμοιον, Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον, ὄρφος κοινῶς, ὀρφῶς δὲ Ἀττικῶς. λόφος, κέκφος εἶδος ὀρνέου, ζόφος, δνόφος, γνόφος, γρῖφος, ψῆφος. τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ υ βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ κυ μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραιβοῦ, ἀφʼ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— «Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας»—βραχὺ ἔχον τὸ υ παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ λ ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται.
Τὰ εἰς φος ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκάλαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλεφος Τάρχωνος πατήρ, Αἴγης καὶ Τεύθραντος υἱός, ἄργυφος ὁ λευκός, κόσσυφος, Κόττυφος, Σίσυφος, κόρυφος, Κίνυφος ὁ ποταμός. τὸ δὲ ἀδελφός ὀξύνεται καὶ ἴσως ὡς τριγενές. τὰ γὰρ λοιπὰ μονογενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφος, ὑποδηματορράφος καὶ ἱπποτρόφος.
Τὰ εἰς χος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχος καὶ Κόλχος, βρόγχος, μόσχος καὶ Μόσχος ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ. κόγχος, τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι ὡς παρʼ Εὐριπίδῃ ἐν Μηδείᾳ ἀλλʼ οἷδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν. τροχός δὲ ὁ κύκλος, βρόχος, ἦχος, Τρῆχος ὄνομα κύριον, στίχος, τύχος, τοῖχος, βρῦχος ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. σεσημείωται τὸ μυχός ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχός, πτωχός, ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται.
Τὰ εἰς χος ὑπερδισύλλαβα προπαροξύνεται, στόμαχος, βάτραχος, Βώταχος. Νικόλαος εʹ «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφʼ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη». Ἴναχος ὁ ποταμός, Σήμαχος, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφʼ οὗ Σημαχίδαι δῆμος Ἀττικῆς. Σωτήριχος, μείλιχος, Ἰάμβλιχος, τάριχος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοιοῦτον πλύνω». Κλέοχος, Τάοχος ἔθνος ἐνδοτέρω τοῦ Πόντου. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησίν. Ἀμφίλοχος ὁ Ἀμφιαράου, ἀφʼ οὗ Ἀμφίλοχοι πόλις Ἀκαρνανίας καὶ οἱ πολῖται ὁμοφώνως, Γόρδοχος ἔθνος Περσικὸν ὃ καὶ Γορδιαῖος καὶ Γόρδος καλεῖται. ἥσυχος, βότρυχος, βόστρυχος, Μόρυχος, Μόνυχος, ἀφʼ οὗ Μουνυχία, Μόλορχος, ἀφʼ οὗ Μολορχία πόλις Νεμέας. Ὀξύρυγχος πόλις Αἰγύπτου τιμῶσα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχος τὸ ὄσπριον, δολιχός δὲ ὁ μακρός. τὸ δὲ μοναχός ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχός ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ, τὸ δὲ Καρδοῦχος προπερισπᾶται. ἔστι δὲ ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ «ἐς Καρδούχους ἄγοι. τούτους δʼ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν». καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.
Τὰ εἰς ψος δισύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψος, γύψος, Τίψος ἡ πόλις, Μίψος τὸ ἔθνος, θάψος εἶδος ξύλου, Θάψος πόλις Λιβύης Στράβων ἑπτακαιδεκάτῳ. ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης. Λάμψος παῖς Κοδρίδου καὶ ἀπʼ αὐτοῦ μοῖρα τῆς Κλαζομενίων χώρας, ὡς Ἔφορος τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ψ ἔχοντα μ ὀξύνεται, κομψός, γαμψός.
Τὰ εἰς ψος ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατʼ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ … «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ «κεῖται δὲ κατʼ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ.
Τὰ εἰς ος λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγεθος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφός, πεποιηκός, γεγραφός, ὥσπερ καὶ αἱ ἀρσενικαί.