Part of On Universal Prosody

ΠΕΡΙ ΤΩΝ ΕΙΣ μος, νος, ξος, πος. ΒΙΒΛΙΟΝ ζʹ.

Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ τὸ γ ὀξύνεται προσηγορικὰ ὄντα, νυγμός, φραγμός, ἀγμός, ψυγμός, λυγμός, ῥωγμός· εἰσὶ καὶ Ῥωγμοί Κιλικίας ἐπίνειον, δραγμός καὶ Δραγμός πόλις Κρήτης ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς, τιναγμός, ἀλαλαγμός, ὑλαγμός, διωγμός, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. κυνυλαγμός παρὰ Στησιχόρῳ «ἀπειρεσίοιο κυνυλαγμοῖο». καὶ παρὰ τῷ ποιητῇ «ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ» Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτος. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμός καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ τῶν κυνῶν ἀκούεται ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι τῆς αὐτῆς τάσεως μενούσης, μετʼ ἄλλου δὲ οὐδενός, καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν. σεσημείωται τὸ ὄγμος ἡ τάξις βαρυνόμενον. ἔστι δὲ κανὼν ὁ λέγων· τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ὁ καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄκνος, ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος τὸ μονογενές, ὄρφος, οὕτω καὶ ὄγμος. καὶ τὸ Ῥίγμος οὐ προσηγορικὸν εἰς ἰδιότητα βαρύνεται.

Τὰ εἰς μος πρὸ τοῦ μ δ ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμός, σκιαδμός, βαρύνεται δὲ ταῦτα Κάδμος, Κύδμος.

Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ θ ἢ χ ὀξύνεται, βαθμός, ἰσθμός. καλεῖται δὲ καὶ Ἰσθμός ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ἔστι καὶ Κορίνθου Ἰσθμός. ἔστι δὲ καὶ ἰσθμός στενὸς τόπος, διʼ οὗ ἴενται τὰ ἐσθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. σταθμός, αὐχμός, μηνιθμός, πορθμός, σκαρθμός, ἰωχμός, πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστι, δοχμός. τὸ δὲ κρίθμος βαρύνεται εἰς ἰδιότητα.

Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ κ σπάνια μέν εἰσι καὶ βαρύνεται οἷον Λάκμος, Δέκμος. τὸ μέντοι Τρωκμός ἔθνος Γαλατικόν— ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί—ὀξύνεται.

Τὰ εἰς μος λήγοντα ἔχοντα πρὸ τοῦ μ τὸ τ βαρύνονται, οἷον πότμος, Πάτμος, Λάτμος. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον.

Τὰ εἰς μος λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ μ τὸ σ προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ο μόνον εἰς σ καταλῆγον, ῥυσμός, δεσμός, δασμός, θεσμός, χρησμός, σπασμός. πρόσκειται «προσηγορικά» ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ Κάσμος. τὸ δὲ Βρυσμός — ἔστι δὲ ὄνομα βασιλέως — ὀξύνεται. «οὐκ ἔχοντα τὸ ο μόνον». τὸ γὰρ κόσμος βαρύνεται, τὸ δὲ κρουσμός ὀξύνεται. καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν.

Τὰ εἰς μος προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ὀξύνεται, ὀφθαλμός, τιλμός, ψαλμός, παλμός, ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον — ἔστι δὲ πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι ἐν δευτέρῳ Δευκαλιωνείας — καὶ τὸ Ὅλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται.

Τὰ εἰς μος προσηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος βαρύνεται. τὸ δὲ Θέρμος πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος, καὶ τὸ Σκύρμος πόλις Κυζίκου πλησίον, καὶ Ἕρμοι δῆμος τῆς Ἀκαμαντίδος φυλῆς ὁ καὶ Ἕρμος οὐδετέρως κύρια.

Τὰ εἰς μος ἔχοντα τὴν πρὸ τέλους εἰς μ καταλήγουσαν ἀρσενικὰ προσηγορικά, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται, γράφω γραμμός, τρίβω τριμμός, θλίβω θλιμμός, κόπτω κομμός. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μάμμος ὁ ἔκγονος βαρύνεται ἐπιθετικὸν ὄν.

Τὰ εἰς μος δισύλλαβα τῷ η παραληγόμενα κύρια ὄντα βαρύνεται, Κνῆμος, Σῆμος, Ῥῆμος ὄνομα ποταμοῦ. τὰ δὲ προσηγορικὰ ὀξύνεται, εἰ μὴ διαστολή τις εἴη, κημός ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ ἐξ ἧς αἱ ψῆφοι φέρονται. καὶ τοῖς ἵπποις δὲ περιτιθέμενος οὕτως ἐκαλεῖτο κημός ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς. δηλοῖ δὲ καὶ πλέγμα τι ἐκ σχοινίων γενόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὡς Σοφοκλῆς ἐν Ποιμέσιν «κημοῖσι πλεκτοῖς πορφύρας φθείρει γένος». Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων «καὶ τοῦσδε κημοὺς στόματος». κνημός ὁ τραχὺς τόπος τῶν ὀρέων, δημός τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος, ὡς ἐν Σφηξὶν «τὸν δῆμον ἡμῶν βούλεται διιστάνειν». «θεὸς δʼ ὣς τίετο δήμῳ». «εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν» καὶ ὁ εἷς δημότης «οὐ μὲν ἔοικε δῆμον ἐόντα» καὶ ὁ τόπος «δήμῳ ἐνὶ Τρώων» καὶ τόπος ἐν Ἰθάκῃ, ὃς καὶ Κροκύλειον, καὶ παρʼ Ἀθηναίοις ἡ κώμη. καὶ ὁ Ἀσκαλωνίτης λέγει τὸ μὲν ἐπὶ τοῦ πλήθους παρὰ τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνον ἢ παρὰ τὸν δασμόν. τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τὸ λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.

Τὰ εἰς αμος μονογενῆ δισύλλαβα βαρύνεται, πράμος, γάμος, Σάμος ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. Ἄμος πόλις Καρίας. Λάμος υἱὸς Ἡρακλέους καὶ ποταμὸς Κιλικίας, Πλάμος πόλις Καρίας. τὸ μέντοι ἀμός ὁ ἡμέτερος καὶ τὸ τίς, ὅθεν μηδαμός καὶ μηδαμινός, τριγενὲς ὂν ὀξύνεται.

Τὰ εἰς μος δισύλλαβα παραληγόμενα τῷ ο ἢ ε μὴ ὄντα τριγενῆ βαρύνεται ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, βρόμος, γόμος, τρόμος, δρόμος, ῥόμος ὁ σκώληξ, δόμος, τόμος ὁ τετμημένος, τομός δὲ ὁ τέμνων, νομός δὲ ἡ νέμησις πρὸς ἀντιδιαστολὴν τοῦ νόμος ὁ θεσμός. τὸ δὲ ὁμός ἐπὶ τοῦ ὁμοίου ἐστὶ τριγενές.

Τὰ εἰς ιμος καὶ ὀξύνεται οἷον φιμός, λιμός, σιμός καὶ βαρύνεται οἷον μῖμος, τῖμος, βρίμος.

Τὰ εἰς υμος ἔχοντα τὸ υ ἐκτεταμένον δισύλλαβα ὀξύνεται, κρυμός, ῥυμός, χυμός, θυμός. θύμος δὲ τὸ μόριον ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται.

Τὰ εἰς ωμος δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύνεται, βωμός· εἰσὶ καὶ Βωμοί λόφοι Αἰτωλίας. ψωμός, ζωμός, θωμός ὁ σωρός, βλωμός τὸ δῆγμα. τὸ μέντοι κῶμος ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ μ ἄρχεται, καὶ τὸ βρῶμος ὁ χόρτος καὶ Κρῶμος κύριον βαρύνεται, ὥσπερ τὸ ὦμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι βαρύνεται, ὧρος, ὦμος, ὦχρος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τοῦ ᾠδός.

Τὰ εἰς μος δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, λοιμός, λαιμός. τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνονται οἷον Αἷμος ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφʼ οὗ καὶ τὸ ὄρος. καὶ οἶμος. σεσημείωται τὸ Δεῖμος.

Τὰ διὰ τοῦ αμος τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ α τὸ τ, πλόκαμος, κέραμος, κάλαμος, θάλαμος, κύαμος, Πρίαμος ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχε ὡς ἱστορεῖ Λυκόφρων «ὠνητὸς αἰθαλωτόν». Ὕλαμοι πόλις Λυκίας ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν δευτέρῳ περὶ Λυκίας. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ μέντοι ἰταμός ἐπιθετικὸν καὶ ποταμός παρὰ τὸ ποτασμός καθʼ ὑφαίρεσιν τοῦ σ γινόμενον ὀξύνεται ὡς ἔχοντα τὸ τ πρὸ τοῦ α.

Τὰ διὰ τοῦ αμος, εἰ ἔχοι τὴν πρώτην φύσει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμος ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας, Σήσαμος, Τεύταμος, Ἴαμος Σκυθίας ἔθνος ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμός, χηραμός ἡ κατάδυσις. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμός τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν. ἔστι γὰρ φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός. εἰσὶ καὶ Φωριαμοί τόπος Ἤλιδος μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίας ἐπιτήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος.

Τὰ διὰ τοῦ αμος, εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμος ὁ μάγειρος, ὄρχαμος, παρὰ τὴν ἀρχὴν ἄρχαμος καὶ ὄρχαμος. Πέργαμος πόλις Ἀσίας, ἐμπέραμος, Ἴμβραμος. οὕτως Ἑρμῆν λέγουσιν οἱ Κᾶρες, Τύρταμος. τὸ μέντοι σχινδαλαμός ὁ σχισμός ὀξύνεται προσηγορικὸν ὄν.

Τὰ εἰς μος ὑπερδισύλλαβα παραληγόμενα τῷ ε προπαροξύνεται, Τήλεμος, Ἔχεμος, πόλεμος, ἄνεμος. Ἰάλεμος, ἤρεμος, κοάλεμος, Φάλεμος, ἄργεμος, ἄνθεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται.

Τὰ εἰς μος ἁπλᾶ τῷ η παραληγόμενα σπάνια ὄντα προπαροξύνεται, ἔρημος Ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ «ὡς ἴδε χῶρον ἐρῆμον», Κέημος ὄνομα νήσου· ἔτι καὶ τὰ σύνθετα Εὔδημος, εὔφημος, εὔσημος, ἄσημος, ἐπίσημος, βλάσφημος, πάνδημος, Νικόδημος, ἐπίδημος.

Τὰ εἰς ιμος ὑπερδισύλλαβα προπαροξύνεται, ἀγώγιμος, ὄψιμος, πρώιμος, ὠφέλιμος, ἄλκιμος, νόμιμος. σπόριμος, ἐπήτριμος, τοῦτο ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικός. οὐκ εὖ. κύδιμος, φαίδιμος, δόκιμος, ὤκιμος, Ἄριμος, Ὄχιμος πατὴρ Κυδίππης.

Τὰ εἰς ομος ὑπερδισύλλαβα προπαροξύνεται, κέρτομος, ἄνδρομος ὁ ἀνδρώδης, ἕβδομος, Δίομος Κολυττοῦ υἱὸς Ἡρακλέους ἐρώμενος. πλὴν τοῦ καρατόμος, ἀγρονόμος ἀπὸ ῥημάτων συντεθέντων.

Τὰ εἰς υμος ἔχοντα τὸ υ βραχὺ πρὸ τοῦ μος προπαροξύνεται, ἔλυμος καὶ Ἔλυμος ἥρως, ἀφʼ οὗ Ἐλυμία πόλις Μακεδονίας. ἔτυμος καὶ ἐτήτυμος, δίδυμος, ἥδυμος, νήδυμος, σκόλυμος εἶδος βοτάνης, Σόλυμος ἔθνος οἱ νῦν Πισίδαι ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης «Σολύμους καλουμένους παρελθὼν Μαυσώλου». Ἴδυμος ποταμὸς Καρίας, Σίδυμος, ἀφʼ οὗ Σίδυμα πόλις Λυκίας. Εὔρυμος. τοῦ μέντοι κωλυμός καὶ ἐρυμός τὸ υ μακρόν.

Τὰ εἰς μος τρισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμός ἡ ταραχή, ἀλοιμός, ἀμοιμός κατὰ ἐναλλαγὴν στοιχείων ἀπὸ τοῦ ἀμοιβός. τὸ δὲ ἕτοιμος Ἀττικόν, τὸ δὲ ἑτοῖμος κοινόν ἐστι τριγενές. καὶ τὸ ἀλύδοιμος ὁ οἰκτρός προπαροξύνεται.

Τὰ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ μ τὸ σ ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός, ἀθροισμός, ἀφλοισμός. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς λ καὶ πλεονάσαντος τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α. διὸ οὐ δεόντως Τυραννίων προπαροξύνει.

Τὰ εἰς ωμος ὑπερδισύλλαβα προπαροξύνεται, Εὔρωμος πόλις Καρίας ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός, Ἴθωμος, ἀφʼ οὗ Ἰθώμη πόλις Θεσσαλίας, Τετράκωμος ἔθνος οἱ καὶ Τετραχωρῖται. ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ ουμος ὑπερδισύλλαβα Πάτουμος πόλις Ἀραβίας.

Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν μέσων στοιχείων ἔχοντα θηλυκὸν γένος ὀξύνεται, στεγνός, στυγνός, ἁγνός, κεδνός, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν συνθέσεως. ὡσαύτως καὶ ἄγνος ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνος ποταμὸς Κιλικίας, Πύδνος, Κάλυδνος παῖς Οὐρανοῦ, ἀφʼ οὗ Κάλυδνα πόλις Θήβης, ἣ καὶ Κάλυδνος.

Τὰ εἰς νος ἁπλᾶ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλους ορ, πυκνός, κραιπνός, τερπνός, στρυφνός—ὁ λόγος τοῦτο διὰ τοῦ υ ἀπαιτεῖ, ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεονασμῷ τοῦ ρ στυφνός καὶ στρυφνός, ὅμως εὕρηται καὶ διὰ τοῦ ι προφερόμενον στριφνός. σημειῶδες καὶ τὸ στρυφνός ἐκτεῖνον τὸ υ. Ἀριστοφάνης ἐν Σφηξί παῦσον τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ υ παραληγόμενα συνεσταλμένον αὐτὸ ἔχει γυμνός, συχνός, πυκνός, στυγνός—ἰσχνός, θαλπνός, στιλπνός, συχνός, περκνός ὁ μέλας «μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν». ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει, ἀλλʼ ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. σεσημείωται τὸ λίχνος βαρύτονον ὡς σύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος ὁ μέλας ἔχει τὸ ορ. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων οἷον χόρτος, φόρτος, ὅρκος, Ὄρθος τὸ μονογενές, πόρνος, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθος. οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. ἐσχημάτισται δὲ τὸ μόρφνος ἢ παρὰ τὸ μόρφονος ἢ παρὰ τὴν ὄρφνην πλεονάσαντος τοῦ μ κατὰ τὴν ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς. καὶ τὸ ὄκνος προσηγορικὸν βαρύνεται. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄκνος.

Τὰ εἰς νος μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ νος ἕν τι τῶν ἀντιστοίχων, προηγουμένου φωνήεντος πλὴν τοῦ α βαρύνεται, ὄκνος, κύκνος καὶ Κύκνος ἥρως, Κύθνος ἥρως καὶ νῆσος πρὸς τῇ Δρυοπίδι τῶν Κυκλάδων, Πέφνος πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. ὕπνος. Σίφνος περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προσηγορικὸν ἰπνός ὀξύνεται. Θῶκνος ἥρως. τὸ δὲ καπνός ὀξύνεται ὡς ἔχον τὸ α.

Τὰ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ βαρύνεσθαι θέλει, ὕμνος, κύκνος, λύχνος, Κύθνος, Βύσνος βασιλεὺς Βεβρύκων· οὕτως καὶ σκύμνος. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει.

Τὰ εἰς μνος δισύλλαβα, εἰ παραλήγοι α μετὰ συμφώνου, βαρύνεται, θάμνος, ῥάμνος. τὸ δὲ ἀμνός ὀξύνεται. ἀπὸ γὰρ τοῦ α καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.

Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα, βαρύνεται, ὕμνος, σκύμνος, Τύμνος πόλις Καρίας. τριγενῆ δὲ ὀξύνεται, γυμνός, σεμνός, στυμνός ὁ σκληρός, πρυμνός.

Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους φύσει μακρὰν βαρύνεται, Κρῶμνος ὁ Λυκάονος καὶ πόλις Πελοποννήσου, Λῆμνος νῆσος πρὸς τῇ Θρᾴκῃ, Τῆμνος πόλις τῆς Αἰολίδος.

Τὰ εἰς μνος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνος ἔθνος Ἠπειρωτικόν, Λύκαμνος, Ἐπίδαμνος πόλις Ἰλλυρίας ἀπὸ Ἐπιδάμνου, Αἴσυμνος. Ἴαμνος, Λεπέτυμνος, τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος.

Τὰ εἰς δύο νν βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει, βλέννος, θύννος, Κύννος ὁ ἀδελφὸς Κοίου, Σάννος ἔθνος. Βοῦννος πόλις Ἰλλυρίας. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. Αἰολεῖς ὄντες οἱ Περραιβοὶ τὰ σύμφωνα ἐδίπλουν καὶ Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ Γόννοι διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. Σίγυννος· πόλις Αἰγύπτου, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτης ὁμοφώνως. Ἄργυννος υἱὸς Πεισιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφʼ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμησαν. τύραννος· ἐγένετο δὲ οὕτως. ἔστι Τυρρηνός καὶ Τυρρανός κατὰ Δωρίδα διάλεκτον, ἀφʼ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη. Φάλαννος πόλις Περραιβίας, ὡς Ἔφορος ἐν τῷ θʹ. Ἔραννος πόλις ἡ ὕστερον Κυπάρισσος. Βίεννος πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα δεδέσθαι φασὶν ὑπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος. ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ. Πέλιννος ὁ Οἰχαλέως. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται, ἐραννός ὁ ποθεινός, ἀργεννός, κελαδεννός, ἐρεβεννός.

Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ νος τὸ ρ βαρύνεται, Κάρνος ὁ Φοίνικος, ἀφʼ οὗ Κάρνη πόλις Φοινίκης ἡ καὶ Κάρνος παρʼ Ἀρτεμιδώρῳ. ἔστι καὶ νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγραφουμένων, Ἄρνος ὁ καταπολεμήσας Πρωτόγονον, ἀφʼ οὗ ἡ Ξάνθος πόλις Λυκίας Ἄρνα ἐκαλεῖτο, Νάρνος ποταμός, Κύρνος ὁ κτίστης καὶ ἡ νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πύρνος πόλις Καρίας. Σάμορνος· ἡ Ἔφεσος οὕτως ἐκαλεῖτο. Ἄορνος πόλις Βακτρίων ἀρσενικῶς καὶ θηλυκῶς. ὀξύνεται δὲ τὸ Λιβυρνός Ἀττικός τις καὶ ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. Ἀχαρνός ἔθνος πρὸς τῇ Σκυθίᾳ παρὰ Θεοπόμπῳ τὸ καὶ Ἀχανός.

Τὰ εἰς ερνος Ἰταλιωτικὰ παροξύνεται, Φαλέρνος, πατέρνος, Ἰουέρνος ἔθνος ἐν τῷ πόντῳ τῷ Πρετανικῷ, Ἀροέρνος ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν «Κελτῶν Ἀροέρνους». Πριουέρνος πόλις Ἰταλίας.

Τὰ εἰς ανος δισύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ μὴ ἔχοντα διαστολὴν βαρύνεται, Τάνος πόλις Κρήτης, ὡς Ἀρτεμίδωρος ἐν τετάρτῳ γεωγραφουμένων, Φᾶνος τὸ κύριον, θρᾶνος ὁ δίφρος. τὰ μέντοι ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται, φανός. τὸ δὲ πλάνος βαρύνεται καὶ τὸ νᾶνος ὁ μικρός.

Τὰ εἰς ενος δισύλλαβα τινὰ μὲν βαρύνονται, ἔνος ὁ ἐνιαυτός, ξένος, Τένος ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενός, στενός.

Τὰ εἰς ηνος κύρια ἢ προσηγορικὰ βαρύνεται, Τῆνος, νῆσος Κυκλὰς ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη, Φῆνος ὄνομα ποταμοῦ, Ῥῆνος ὁ ποταμὸς καὶ ἔθνος παροικοῦν. Στρῆνος πόλις Κρητική, Λῆνος ὁ τόπος τῶν Πισατῶν. Φλέγων μηʹ Ὀλυμπιάδι. Σῆνος πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει, Ἦνος, Σφῆνος ὄνομα τόπου, Σμῆνος ὄνομα ποταμοῦ, Γλῆνος ὄνομα πόλεως Κρητικῆς, Μῆνος, θρῆνος. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνός ὁ λαμπρός, στρηνός, πτηνός, ψηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον.

Τὰ εἰς ινος δισύλλαβα βαρύνεται, Νίνος πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνος ὁ ῥύπος, δῖνος ἡ συστροφή, σχῖνος, λίνος ὃ σημαίνει εἶδος ὕμνου ὡς παιάν, διθύραμβος, σπίνος εἶδος ὀρνέου «καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα» παρʼ Ἀράτῳ. Σπῖνος ποταμός, γρῖνος, πρῖνος. μόνον τὸ ῥινός ὀξύνεται «ἕσσατο δʼ ἔκτοσθεν ῥινόν». τὸ δὲ κλεινός, αἰνός, δεινός ὀξύνεται μὴ ἔχοντα τὸ ι μόνον. τὸ δὲ αἶνος ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆς πόλεως βαρύνεται.

Τὰ εἰς υνος δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυνός, ξυνός, γρυνός ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνός, φρυνός ὁ βάτραχος. τὰ δὲ κύρια βαρύνεται, Κῦνος ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε». Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν.

Τὰ εἰς ονος δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀπαρασχημάτιστον. τὸ γόνος, ὅπερ σημαίνει τὸ γεγενημένον, βαρύνεται, ὁ δὲ γεννητικὸς γονός ὀξύνεται, πλεονασμῷ τοῦ υ γουνός ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος.

Τὰ εἰς ωνος βαρύνεται, Πρῶνος πόλις Κρητική, κῶνος, ὦνος ἡ τιμή, στῶνος … , χῶνος ἡ χώνη, φῶνος ὁ μεγαλόφωνος.

Τὰ εἰς αινος καὶ οινος μονογενῆ βαρύνεται, αἶνος· ἔστι δὲ καὶ Αἶνος πόλις Θρᾴκης. Στράβων ζʹ «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα Μιτυληναίων καὶ Κυμαίων». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφʼ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος. Μάζαινος. Δρύαινος, Μελάγχλαινος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφʼ ὧν φοροῦσιν ὡς Ἱππημολγοὶ παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. οἶνος, σχοῖνος. τὸ μέντοι κοινός τριγενὲς ὥσπερ τὸ δαφοινός, κελαινός, καινός, αἰνός.

Τὰ εἰς νος διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ μονογενῆ ὀξύνονται, καυνός καὶ Καυνός πόλις Καρίας ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός … , βαυνός, ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἔλινοι»—βαρύνεται. τὸ δὲ πύραυνος ὁ χυτρόπους προπαροξύνεται ὡς καὶ Λούγδουνος πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν περίπλῳ, καὶ Βέρουνος Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν.

Τὰ εἰς ανος τοῦ α βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ α τὸ δ ἢ ε ἢ υ ὑπάρχοι, προπαροξύνεται, στέφανος, κλίβανος, λίβανος. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας, χόανος, γέρανος, πλάτανος· ἔστι δὲ καὶ Πλάτανοι πόλις Φοινίκης, Ὄλγανος υἱὸς Βέρητος, ἀφʼ οὗ ποταμὸς ἐπώνυμος, Κάντανος πόλις Κρήτης ὡς Ξενίων. Ἴτανος πόλις ἐν Κρήτῃ ὁμοφώνως τῷ οἰκιστῇ, κοίρανος· ἔστι καὶ κύριον ὄνομα μάντεως. σεσημείωται τὸ πελανός, οὐρανός. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός. καὶ Σαπφώ «ψαύην δʼ οὐ δοκίμωμʼ ὀράνω δυσαπάχεα». Σικανός ἔθνος· ἔστι καὶ ποταμὸς Ἰβηρίας, ὥς φησιν Ἀπολλόδωρος. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ «δ πρὸ τοῦ α» διὰ τὰ ἀπὸ τοῦ δανος, ὅτι πάντα ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ δ τὸ ρ καταλῆγον, οἷον ἑδανός ὁ ἡδύς, οὐτιδανός—οἱ δὲ οὔτις οὐτίδανος ὡς οὐδάμινος— ἐλλεδανός ὁ συστρέφων, ῥιγεδανός, πευκεδανός, ληθεδανός, σφεδανός, Ἀπιδανός ποταμὸς τῆς Τρωάδος «ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν» ὡς Δημήτριός φησι κατὰ Τιμοσθένην, Ῥοδανός ποταμός, Ἠριδανός ποταμός, Ἐδδανός, ἀφʼ οὗ Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν «τὸ ρ πρὸ τοῦ δ ὑπάρχον» διὰ τὸ Δάρδανος πόλις Τρωάδος. Μνασέας «Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος ἑνὸς τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο». Ἰάρδανος ποταμὸς Λυδίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα», ἃ προπαροξύνονται. «τὸ δὲ ε πρὸ τοῦ α» διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλασσαν, οἱ δὲ Ἕλληνες Ἀτλαντικὸν πέλαγος». ἐκλήθη δὲ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. καὶ «τὸ υ πρὸ τοῦ α» διὰ τὸ πυανός καὶ κυανός.

Τὰ διὰ τοῦ ανος τριγενῆ ὀξύνεται, στεγανός ὁ πυκνός, πιθανός ὁ πρᾷος, ἱκανός, ὀρφανός, ἀγανός, τραγανός, ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, ἑδανός, πεδανός, ῥοδανός.

Τὰ διὰ τοῦ ανος τοῦ α ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανός, Ἀσιανός, Καρδιανός, Ὀλβιανός, Φασιανός, Τραλλιανός, Σαρδιανός, Παριανός, Βοσποριανός, Κιανός, Τιανός, Ζυγιανός, Ταυριανός, Σκορπιανός. Τοξιανός ἔθνος Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἱσπανός, Καρμανός, Καμπανός, Γερμανός, Βρεττανός, Ὠρετανός, Ἀφρικανός, Ἀλβανός, Ὑρκανός. Ἀλαμανός ἔθνος Γερμανοῖς πρόσχωρον. Ἀλανός ὄρος Σαρματίας. Ἀμενανός ποταμὸς Σικελίας. Ἀρβαξανός ἔθνος Λιγυστικόν «παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοί» Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. Ἀγριανός ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ. Ἀσπουργιανός ἔθνος τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Στράβων ἑνδεκάτῃ «τούτων δʼ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιππίας». Βελιτανοί οἱ αὐτοὶ τοῖς Λουσιτανοῖς ὡς Ἀρτεμίδωρος ἐν τρίτῃ γεωγραφουμένων. Σινοεσσανοί ἔθνος Ἰταλικόν, ὡς Πολύβιος ἐν τρίτῳ. Φρουρεντανός ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλις Ἰταλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Μυρλεανός, Τεανός, ἀκεανός. τὸ δὲ Κάρβανος ἀπὸ γενικῆς εὐθεῖα παραγομένη βαρύνεται.

Τὰ εἰς ενος μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἕλενος ὄνομα κύριον, ἔβενος εἶδος ξύλου, Ὤγενος ἀρχαῖος θεός, Ὤλενος πόλις Ἀχαΐας καὶ Αἰτωλίας θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Σοφοκλῆς ἐν Ἱππόνῳ «ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι». Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις «τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔστιν οὖν καὶ ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει «οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην». Τήμενος, ἀφʼ οὗ Τημένιον χωρίον Μεσσήνης. ἄφενος, Ἴσχενος, τέρενος, ὅπερ ἀπὸ τῆς τέρενος γενικῆς εὐθεῖα γίνεται. σεσημείωται τὸ παρθένος μόνον παροξυνόμενον.

Τὰ διὰ τοῦ μενος μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθος τι γένηται παρὰ τὴν φωνήν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Στησαμενός, Ἀκεσαμενός «Ἀκεσσαμενοῖο θυγατρῶν». Φαμενός. Σοφοκλῆς Μάντεσι ξυνετὸς Φαμενὸς Τειρεσίου παῖς. Ἰαμενός, Σωζομενός, Δεξαμενός, Μεσόλου παῖς, ἀφʼ οὗ Δεξαμεναί, Τισαμενός· λέγεται δὲ ὁ Ὀρέστης. Κλαυσαμενός. καταλέγεται δὲ ἐν μαλακοῖς. Ἀγχομενός γενναία, Βοιωτὶς δʼ ἦν ἐξ Ἀγχομενοῦ Ἀριστοφάνης Ταγηνισταῖς. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθόν, ὥσπερ καὶ Ὄρμενος, κλύμενος, ἴκμενος, Ἄρμενος, ἀφʼ οὗ Ἀρμενία χώρα.

Τὰ εἰς ηνος ὑπερδισύλλαβα μὴ σύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δʼ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν ... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ. Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφʼ οὗ κατʼ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός ποταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος. «ἢ παρὰ γενικῆς ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνος «υἱὸς Τροιζήνοιο». ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρʼ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος.

Τὰ εἰς ινος ὑπερδισύλλαβα τὸ ι βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται, κρίθινος, δάφνινος, φήγινος, πύρινος, ξύλινος, λίθινος, δρύινος, πέτρινος, γήινος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ. Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. Βολβίτινος «Βολβίτινον ἅρμα» ἀπὸ Βολβιτίνης πόλεως Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπιρρήματος ὀξύνεται οἷον θερινός, χειμερινός, ἐαρινός, ἑσπερινός, νυκτερινός, ἑωθινός, δειλινός, μετοπωρινός, πρωινός, ὀψινός, χθεσινός, περυσινός, αὐρινός. παρὰ μέντοι ποιητῇ κατʼ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης» καὶ πάλιν «ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον». ταχινός, ἀληθινός, λεπτακινός, οὐδαμινός, φυζακινός, πυκινός, ῥαδινός, πεδινός.

Τὰ εἰς ινος μακρὸν ἔχοντα τὸ ι ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπᾶται, ἐχῖνος· ἔστι καὶ μάντεως ὄνομα· ἔστι καὶ Ἐχῖνος πόλις Ἀκαρνανίας Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσσαλίας. Ῥιανὸς «Ἐχίονος ἄστυ» ταύτην εἶπεν. τινὲς δὲ καὶ Ἐχινοῦντά φασι τὴν αὐτήν. κορακῖνος, φοξῖνος. σεσημείωται τὸ καρκίνος παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγείου ἢ καὶ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσιν. ἐχρῆν δὲ προπερισπᾶσθαι τὸ καρκίνος. καὶ τὸ γυρῖνος προπερισπᾶται ὁ μικρὸς βάτραχος. τούτοις δὲ ὁμοίως καὶ τὸ ἰκτῖνος ὁ ὄρνις καὶ τὸ κύριον. Ἰκτῖνος δὲ παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργός.

Τὰ εἰς ινος ἔχοντα τὸ ι μακρὸν προσηγορικὰ βαρύνεσθαι θέλει, κάμινος, κύμινος, κυκλάμινος. σπάνια δὲ τὰ ὀξύτονα ἐρινός ὁ ἐρινεός καὶ ὁ χαλινός.

Τὰ εἰς ινος τὸ ι μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται, Φιλῖνος, Κρατῖνος, Ἐχῖνος τὸ κύριον, Γεντῖνος πόλις Τρωάδος, Γρησῖνος πόλις Χερρονήσου, Στουῖνος πόλις Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντʼ Ἐρυθίνους». καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολίτης Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, Ἀκραγαντῖνος, Ἰναχῖνος, Ταραντῖνος, Σαβῖνος, Νουκερῖνος. Πολύβιος τρίτῳ. Νεπεσῖνος ἀπὸ τοῦ Νέπετος κατὰ τροπὴν τοῦ τ εἰς σ. Ἀργυρῖνος ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας». Βουδῖνος ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ. Βουλῖνος ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος. Δωνεττῖνος, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδʼ ὀτρηροὶ Κεραῖνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες». Λιβυστῖνος ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν πολιτικοῖς. Ἀγαθῖνος. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖς ἐθνικοῖς καὶ τοῦτο συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. Ἀμοργῖνος τὸ ἐθνικόν, τὸ δʼ ἀμόργινος χιτὼν χρώματος ἴδιον ἀγρωστῖνος, ἀγχιστῖνος, προμνηστῖνος ἐπιθετικά. παλλακῖνος ὑποκοριστικόν. τὸ δὲ λαρινός «λαρινῷ βοΐ» ὀξύνεται ὡς ἀληθινός.

Τὰ εἰς εινος ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινός, σκοτεινός, ἀλγεινός, βορεινός, ταπεινός τὸ ἐπίθετον. ἐλεεινός, αἰπεινός, ὀρεινός, ποθεινός, φωτεινός καὶ τὸ κύριον ὁμοίως. τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται.

Τὰ διὰ τοῦ ονος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Μύκονος υἱὸς Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος καὶ ἀπʼ αὐτοῦ Μύκονος μία τῶν Κυκλάδων. Θουκυδίδης τρίτῃ … καὶ Στράβων δεκάτῃ «Μύκονος δʼ ἐστίν, ὑφʼ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφʼ Ἡρακλέους καταλυθέντας, ἀφʼ ὧν ἡ παροιμία “πάντα ὑπὸ μίαν Μύκονον” ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγονος, πρόγονος, ἄτονος σύνθετά εἰσιν.

Τὰ εἰς υνος ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη, κίνδυνος, Πάχυνος ἀκρωτήριον Σικελίας, πίσυνος, βόθυνος. Ῥόσχυνος. Ὄρδυνος ὄνομα ποταμοῦ, κόρυνος, εὔθυνος, γηθόσυνος «γηθόσυνος δʼ οὔρῳ», δεσπόσυνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μόσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ υ — τὰ γὰρ ἔχοντα τὸ σ βραχὺ ἔχει τὸ υ. ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ υ, ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος.

Τὰ εἰς ωνος ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος. καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύκνημόν τʼ Ἐτεωνόν». καλεῖται δὲ νῦν Σκάρφη. Καννωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας». Βωδωνός ἥρως, ἀφʼ οὗ Βωδώνη πόλις Θεσσαλίας. τὰ δὲ σύνθετα προπαροξύνεται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνος πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μακεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπʼ αὐτοῦ πόλις Ἀρκαδίας.

Τὰ εἰς ξος εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύνονται, Λίπαξος πόλις Θρᾴκης. Ἑκαταῖος. Ἄραξος ἀκρωτήριον. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἀράξης, Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς εἰρημένων, Πύξος ἡ πόλις καὶ τὸ φυτόν, μύξος, Βύξος ὄνομα κύριον. Σίξος πόλις Μαστιηνῶν. Ἑκαταῖος «μετὰ δὲ Σίξος πόλις». Φρίξος ἥρως καὶ πόλις Λυκίας, Λίξος ποταμὸς Λιβύης καὶ Μαυριτανίας καὶ ἔθνος. Λάκοξος, Ῥοῖξος ἐπίνειον Κιλικίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. Κρόξος, Βόξος, Λάοξος ὁ ποταμός. Ὦξος ὁ ποταμός. Ἄξος πόλις Κρήτης ὡς Ἡρόδοτος ἐν τετάρτῃ … , Νάξος νῆσος τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξος πόλις Κρήτης Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Χάραξος ἀπὸ τοῦ χαράξω, ἀφʼ οὗ Χαράξης. Ὀλόφυξος πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. Ἴξος λιμὴν τῆς Ῥόδου. τὸ μέντοι ἰξός τὸ προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός, φοξός ὡς ἐπίθετα καὶ τὸ κοραξός ὡς ἐπίθετον ὀξύνεται, βαρύνεται δὲ ὡς ἐθνικόν. ἔστι δὲ ἔθνος Κόλχων πλησίον Κώλων. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ λαξός καὶ φυλλοξός κατὰ συγκοπὴν ἀπὸ τοῦ λαοξόος καὶ φυλλοξόος γέγονεν.

Τὰ εἰς πος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶπος παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡς κόπτω κόπος. ἔστι δὲ εἶδος παγίδος. ῥῖπος, γρῖπος, τρίπος, ῥύπος. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντες ῥύπα πάντα», εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, μεταπέπλασται ἐκ τῆς ῥύπον αἰτιατικῆς ὡς ἡ λῖτα ἐκ τῆς λιτόν. τύπος, κτύπος, στύπος τὸ στέλεχος τοῦ δένδρου. Κρῶπος καὶ ῥῶπος ὁ παντοδαπὸς φόρτος. κῆπος. Κνῶπος κύριον, ἀφʼ οὗ Κνωπούπολις, Σκοῦποι πόλις Θρᾴκης. τὸ δὲ γρυπός —ῥυβός ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός—καὶ λοιπός ἐπίθετά εἰσιν.

Τὰ εἰς πος δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς μ ἢ εἰς π βαρύνεται, ἵππος καὶ Ἵππος νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ· ἔστι καὶ Σικελίας· ἔστι καὶ Παλαιστίνης. πάππος. κάμπος καὶ Κάμπος τόπος περὶ Κύμην κτίσμα Καμπανῶν. Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπός ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰς μ ἢ εἰς π. πρὸς ἀντιδιαστολὴν δὲ ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα ὡς Ἄρποι πόλις Δαυνίας ἡ καὶ Ἀργύριππα.

Τὰ εἰς πος δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα ο ἐν τῇ παραληγούσῃ ἢ μόνον ἢ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόπος ὁ τρέπων, τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικόν, κομπός τὸ ἐπίθετον, τόπος, κόπος, πόπος· Σκύθαι γὰρ τὰ παρʼ αὐτοῖς ἀγαλμάτια πόπους καλοῦσι. κόλπος, δόρπος. τὸ μέντοι σκοπός καὶ ὀπός καὶ λοπός ὀξύνεται ὥσπερ τὰ ἐπίθετα λοιπός, γρυπός, πομπός, χαλεπός.

Τὰ διὰ τοῦ δαπος πάντα παρηγμένα ὀξύνεται, ἡμεδαπός, ποδαπός, παντοδαπός, ἀλλοδαπός, τηλεδαπός.

Ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ ω παραληγόμενα ὀξύνεται αἱματωπός, κελαινωπός, πολυωπός, εὐωπός, τηλωπός, χαρωπός, μελανωπός, πελιωπός.

Τὰ εἰς πος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ ἀρσενικὰ ὄντα καὶ θηλυκὰ μηδὲ ἐπιθετικά, εἰ μὴ παραλήγοιτο τῷ ω, προπαροξύνεται, Ἄροπος, Τρίοπος ὁ πατὴρ Ἐρυσίχθονος. Ἑλλάνικος δὲ καὶ Τρίοπά φησιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. Δουρίοπος πόλις Μακεδονίας. Στράβων ἑβδόμῃ. οὕτως καὶ ἡ χώρα. Ἄναπος, Ὕαπος, ἀφʼ οὗ Ὑάπεια πόλις Φωκίδος. Μέσσαπος ὁ μετοικήσας εἰς Ἰταλίαν, ἀφʼ οὗ Μεσσαπία. Πρίαπος υἱὸς Ἀφροδίτης καὶ Διονύσου. ἔστι καὶ πόλις Ἑλλησποντίας. Ἀστέροπος. Ὄλυμπος· ἔστι καὶ ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδʹ. Μέλαμπος. Εὐρύαμπος πόλις Μαγνησίας. Μάρσιππος πόλις Φοινίκης. Φίλιππος. εἰσὶ καὶ Φίλιπποι πόλις Μακεδονίας οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος «καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν». ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. Εὔριπος. Ἴσηπος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Χάροπος τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον. σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον καὶ τὸ Ἀριμασπός ἔθνος Ὑπερβορέων. τὸ δὲ ἀρτίπος, ἀελλόπος ὡς παρὰ τῷ ποιητῇ «ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα», ὠκύπος κατʼ ἔλλειψιν τοῦ υ γενόμενα παροξύνεται. τὰ δὲ παραληγόμενα τῷ ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται, Ἰνωπός ὄνομα ποταμοῦ, Ἀσωπός πατὴρ Αἰγίνης, Ὠρωπός πόλις Βοιωτίας. ἔστι καὶ πόλις ἐν Ἄργει κτισθεῖσα καὶ ἐν Θεσπρωτίᾳ. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης ὀγδόῃ … «ἔχοντες οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰς τὴν Ῥόδον». Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ τὴν πόλιν θηλυκῶς φησι «διαρπάζουσι Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν». Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπʼ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυΐστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. Κάνωπος δέ, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ π, ὅμως γράφεται διὰ τοῦ β. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται.