ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ ος ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ εʹ.
Τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ α μακρῷ παραληγόμενα ὀλίγα εἰσίν, καὶ ὀξύνεται μέν, ὅσα οὐ κύρια, μὴ δὲ ἐπιθετικά, παός καὶ πηός «καὶ πηῷ περ ἐόντι», ναός νηός «ἐν πίονι νηῷ», λαός ληός τῇ μεταγενεστέρᾳ Ἰάδι τραπέν «ληὸν ἀθρήσας» Ἱππῶναξ, παρʼ Ὁμήρῳ δὲ τὸ λαός ἄτρεπτον ἔμεινεν. σημειωτέον δὲ ὅτι οὐχ ἁπλῶς τὸν ὄχλον σημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖος γὰρ «τὸν Ἡρακλέα τοῦ Εὐρυσθέως λαόν» λέγει καίτοι ἕνα ὄντα. γίνεται δὲ λαός, ὡς Χρύσιππος ὁ Στωικὸς ἐτυμολογεῖ, παρὰ τὸ λαλῶ λαλός καὶ λαός. παρὰ γὰρ τὴν φωνήν φησι ὡς καὶ μέροψ παρὰ τὴν ὄπα. καὶ ἄνθρωπος ὁ διωρθωμένην ἔχων τὴν ὄπα, διὸ καὶ αὐδήεντες «ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων». ἐγένετο δὲ ἔλλειψις, ὡς παρὰ τοῖς Ἀττικοῖς ἡ σίφη ἐκ τοῦ σίλφη παρʼ ἡμῖν λεγομένη ὡς καὶ ὁ τάπης παρὰ τὸ θάλπη, εἴ γε παρὰ τὸ χλιαίνειν ἡ χλαίνη. καὶ ἔκτασις δὲ γίνεται ἀποβολῇ τοῦ λ· ἄλλοι δὲ παρὰ τοὺς λᾶας ὠνομάσθαι «λαοὶ Δευκαλίωνος ὅσοι γενόμεθα». Καλλίμαχος. φέρεται δὲ ἱστορία, ὅτι ἡ Μῆτις δυστοκούσης τῆς Ῥέας αὐτὴ καὶ ἔτεκε τέκνον ὃ ἐκάλεσε Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία ἀντικατήλλαξεν τὸν Λάαν αὐτῆς τὸν παῖδα, ἵνα ὁ Κρόνος ἀντὶ Διὸς τὸν Λάαν καταπίῃ. Ζεὺς οὖν ἡβήσας εἰς τιμὴν τοῦ ἀνθʼ αὑτοῦ καταποθέντος λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους. οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει. τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ ταῦτα ἐπέστησαν τῇ γῇ εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομισθῆναι εἶναι. Ἡσίοδος δὲ παρὰ τὸ ἁλές τὸ σημαῖνον τὸ ἁθρόον. τούς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς λεκτοὺς ἐκ γαίης ἁλεῖς πόρε Δευκαλίωνι. ἁλαός λαός ἀφαιρέσει τοῦ α, ὡς καὶ παρὰ Ἀριστοφάνει σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον τινὲς δὲ καὶ Παφίην τὴν Ἀφροδίτην οὐ παρὰ τὴν Πάφον τὴν ἐν Κύπρῳ πόλιν, ἀλλὰ παρὰ τὸ ἀπαφίσκειν· καὶ παρʼ Ἡσιόδῳ «ῥεῖά τέ μιν μαυροῦσι θεοί». ἡ τοῦ μακροῦ α ἀφαίρεσις σπάνιος· καὶ ἴσως ἐν τῷ «βάλε δὴ βάλε κηρύλος εἴην». τὸ Δᾶος ὡς κύριον βαρύνεται. «Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν καὶ τὰς τοῦ Ἴστρου πηγάς». καὶ παρʼ Ἀττικοῖς δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται. λέγεται δὲ καὶ Δᾶκος. ἔτι καὶ Λᾶος ποταμὸς καὶ πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. καὶ Λᾶοι οἱ οἰκοῦντες Λᾶν πόλιν Λακωνικῆς. Χνᾶος ἔθνος. καὶ τὸ πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρʼ Ἀλεξανδρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ «ἐπʼ ἄκρου λάου» ἀπὸ γενικῆς τῆς λᾶος «λᾶος ὑπὸ ῥιπῆς» εἰς εὐθεῖαν μετεποιήθη.
Τὰ εἰς αιος δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται, λαιός, φαιός, βαιός, σκαιός τὸ ἐπίθετον. Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος κυβερνήτης Ὀδυσσέως, Γραῖος, Παῖος.
Τὰ διὰ τοῦ αυος δισύλλαβα βαρύνεται, ναῦος, αὗος ὁ ξηρός. Αὖος ποταμὸς Θεσπρωτίας, Τραῦος κύριον καὶ τὸ Ψαῦος παρʼ Ἀλκμᾶνι. τὸ δὲ ἀγαυός τρισύλλαβον.
Τὰ εἰς οιος δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρια καὶ πυσματικὰ καὶ ἀναφορικὰ καὶ τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ, σμοιός ἐπίθετον, σκλοιός ὁ σκολιός, δοιός, γλοιός ἐπὶ κόπρου, βοιός, κλοιός, ὃ καὶ κλῳός λέγεται, φλοιός. τὸ ποῖος, τοῖος, κοῖος, οἷος βαρύνεται ὡς πυσματικὰ καὶ ἀναφορικά, τὸ δὲ οἶος ὁ μόνος, ὅτι τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ. καὶ τὰ κύρια δὲ ὁμοίως, Μοῖος, Βοῖος ἔθνος Κελτογαλατῶν, Κοῖος. Οἰός δὲ ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται. ἔστι δὲ καὶ πόλις Κρητικὴ καὶ ὄνομα λιμένος καὶ ῥεῖθρον.
Τὰ εἰς ειος δισύλλαβα ἐπιθετικὰ βαρύνεται, λεῖος, μεῖος, θεῖος, πλεῖος, ῥεῖος, χρεῖος, Κεῖος καὶ Τεῖος ἐκ τοῦ Κέιος καὶ Τέιος συναιρεθέντα. τὸ δὲ νειός ἐπὶ τῆς ἀνανεουμένης γῆς οὐκ ἀρσενικὸν καὶ μονογενές.
Τὰ εἰς ευος δισύλλαβα κύρια προπερισπᾶται, Βεῦος ποταμὸς Μακεδονίας.
Τὰ εἰς ος καθαρὸν δισύλλαβα παραληγόμενα τῷ ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται, πῖος καὶ Πῖος ὄνομα κύριον, Χῖος ὁ πολίτης τῆς Χίου. Θουκυδίδης ὀγδόῃ … «Χῖοι καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες». καὶ Ἡρόδοτος πρώτῃ … «Χῖοι καὶ Ἐρυθραῖοι κατὰ τωὐτὸ διαλέγονται». τὸ ι μακρὸν ὡς τοῦ μήτι «μήτι δʼ ἡνίοχος» καὶ τοῦ Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν». τὸ δὲ πρωτότυπον βραχὺ ἔχει τὸ ι. δῖος. Θρῖος ὄνομα τόπου. Γρῖος, Φθῖος ἥρως καὶ ἔθνος «Λοκροὶ καὶ Φθῖοι». λέγονται καὶ Φθῖες. Φλῖος ὁ Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς ει διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυνόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. γράφεται δὲ διὰ τοῦ ι τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ ι γραφομένων. τὸ δὲ ἰός ἐπὶ τοῦ βέλους ἀπὸ φωνήεντος ἄρχεται.
Τὰ εἰς ος δισύλλαβα τὸ δίχρονον ἔχοντα βραχὺ βαρύνεται, σάος καὶ Σάος ἡ τῶν Σαΐων νῆσος. Ἴος νῆσος τῶν Κυκλάδων ἀπὸ Ἰώνων οἰκησάντων, ἔστι καὶ Λυδίας. Τίος πόλις Παφλαγονίας ἀπὸ Τιέως ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δʼ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ «ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι ϟ« καὶ «οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι τοʹ». καὶ πάλιν «οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ.» Στράβων ἐν δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειόν φησιν. Χίος ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ «Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίος». ἀπὸ Χίου τῆς Ὠκεανοῦ ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ γενομένης πολλῆς ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ ἑτέρα πόλις Καρίας Χίος κατὰ Τριόπιον κειμένη ἐν τῇ χερρονήσῳ. καὶ γʹ ἐν Εὐβοίᾳ. Κίος ποταμὸς καὶ πόλις Βιθυνίας, Δρίος τὸ Φρίκειον ὄρος, ἴος ὁ μόνος, βίος ἡ ζωή, βιός δὲ τὸ τόξον. σεσημείωται τὸ μνιός ὁ ἁπαλός παρʼ Εὐφορίωνι.
Τὰ διὰ τοῦ υος δισύλλαβα ἀρσενικὰ βαρύνεται, Δρῦος ὄνομα κύριον υἱὸς Αἰγύπτου καὶ Φλῦος. σεσημείωται ὁ πυός ὀξυτόνως καὶ ἀρσενικῶς. τὸ δὲ νυός ἡ νύμφη θηλυκὸν ὀξύνεται.
Τὰ διὰ τοῦ οος καὶ εος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ θ βαρύνεται, νόος, γόος, ῥόος, πλόος, θρόος, φλόος, κόος, ὃ λέγεται καὶ κῶος, καὶ Κόος ὄνομα τόπου, χνόος, φλέος, Κέος, Τέος, πλέος, νέος, διὸ καὶ τὸ ζόος παρʼ Ἐπιχάρμῳ οἱ πλείους ἐβάρυναν «τρὶς ἀπεδόθη ζόος». ὁμοίως καὶ τὸ σόος τὸ κύριον καὶ τὸ προσηγορικόν, ὅπερ ἡ συνήθεια διὰ τοῦ ω γράφει, τινὲς δὲ καὶ σὺν τῷ ι. τὸ δὲ ἑός ὀξύνεται, ἀπὸ φωνήεντος γάρ. καὶ τὸ θοός καὶ θεός ὡς ἀπὸ τοῦ θ μόνου.
Τὰ εἰς ωος μετὰ προσγεγραμμένου ι δισύλλαβα προπερισπᾶται, Κῷος ὁ πολίτης τῆς Κῶ, σῷος, ὃ διὰ τοῦ ι γράφεσθαί φησι Δίδυμος, ἡ δὲ παράδοσις ἄνευ τοῦ ι οἶδε, Λῷος, Πτῷος Ἀκραιφέως καὶ Εὐξίππης. τὸ δὲ κλῳός, ἀπὸ τοῦ κλοιός ὀξύνεται, καὶ ἔτι τὸ ζῳός καὶ τὸ Τρῳός.
Τὰ εἰς υιος σπάνια ὄντα ὀξύνεται, υἱός καὶ γυιός. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν.
Τὰ εἰς ος τρισύλλαβα ἁπλᾶ τῷ α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι, ἀγλαός, ἀλαός παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ἀλαός ὁ περιπλανώμενος. Σέλευκος δὲ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι ἵνʼ ᾖ τὸ ἐλαττωθεὶς τοὺς ὀφθαλμούς. ἄλλοι δὲ ὁ τυφλὸς καὶ ἐστερημένος τοῦ λάειν ἤτοι βλέπειν. Ἀρίσταρχος τὸ παρὰ τῷ ποιητῇ «ἀσπαίροντα λάων» οὕτως ἐξηγεῖται ἀντὶ τοῦ βλέπειν. κεραός, ταναός. Δαναός ὁ πολίτης ὁμοφώνως τῷ οἰκιστῇ. Κραναός, ἀφʼ οὗ ἡ Ἀττικὴ ἐκαλεῖτο Κραναή. Μαλαός, ὃς ἔκτισε Τῆμνον πόλιν τῆς Αἰολίδος. τὸ δὲ ἵλαος καὶ Πίταος Φρὺξ Μίδου φίλος τὴν τρίτην ἀπὸ τέλους μακρὰν ἔχει. τὸ δὲ ...... σύμφωνον κατὰ διάστασιν ἔχει. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὸ δὲ Θήβαος, ἄρχαος, Ἄλκαος, πάλαος, Ἄχαος κατʼ ἔνδειαν τοῦ ι γινόμενα Αἰολικά εἰσιν.
Τὰ εἰς αος ὑπερτρισύλλαβα προπαροξύνεται οἷον Ἀμφιάραος, Μενέλαος· ἔστι καὶ πόλις Αἰγύπτου· Στράβων ἑπτακαιδεκάτῃ. Οἰνόμαος υἱὸς Ἁρπίνης τῆς Ἀσωποῦ καὶ Ἄρεος.
Τὰ διὰ τοῦ λεος τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ ἢ διαφόρως τονούμενα πρὸς διάφορον σημασίαν, εἰλεός ἡ κατάδυσις καὶ ἡ νόσος καὶ ἡ μαγειρικὴ τράπεζα, φωλεός, κολεός, Μαλεός, γαλεός ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ «ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας» καὶ Ἄρχιππος Ἰχθύσιν «τί λέγεις σύ; μάντεις εἰσὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι». ἀλεός καὶ Ἀλεός ὁ πολίτης Ἀλέας ὁμοφώνως τῷ οἰκιστῇ, παλεός. Κελεός, Πελεός, Ἐλεός δὲ τὸ κύριον καὶ ἐπίθετον, ἔλεος δὲ τὸ προσηγορικόν. τὸ δὲ μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά.
Τὰ εἰς νεος ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενόν «λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ ε ἐκ τοῦ λάινος καὶ ἐλάινος. τὸ δὲ κυάνεος κτητικὸν ἀποβολὴν ἔπαθε τοῦ ι ἀπὸ τοῦ κυάνειος γεγονός.
Τὰ εἰς ος λήγοντα ὀνόματα παρὰ ῥῆμα γινόμενα καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω, φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός. καὶ παρὰ σωρεύω δὲ ὁ σωρεός. τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατʼ ὀξεῖαν τάσιν «ὁ δʼ ἐκ λοχεοῖο πάις». ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδησε» λόχοιο γενέσθαι καὶ λοχέοιο. παρὰ κηδεύω δὲ κηδεός, κελεύω Κελεός ὄνομα κύριον. ὠρεύω Ὠρεός πόλις Εὐβοίας. τούτοις ἀκόλουθον καὶ τὸ θυρεός μὴ παρὰ ῥῆμα γενόμενον.
Τὰ εἰς τεος παροξύνεται, εἰ μὴ ἐκ πλεονασμοῦ ἔχοι τὸ ε ἢ κτητικὰ εἴη, ῥητέος, πρακτέος, ἀθροιστέος, μεμπτέος, γραπτέος, λαλητέος, νοητέος, ποιητέος, γνωστέος. τὸ δὲ ἐτεός ὀξύνεται. ἀπὸ γὰρ τοῦ ἐτός ὀξυτόνου, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ἐν πλεονασμῷ τοῦ ι γέγονεν ἐτεός ὀξείᾳ τάσει. ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός, δαφοινός δαφοινεός. τὸ δὲ δρακόντεος, γερόντεος κτητικά ἐστι.
Τὰ διὰ τοῦ αλεος παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος, σκωπαλέος, δειμαλέος, κερδαλέος, φρικαλέος, ἀργαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥωγαλέος, καρφαλέος, ἁρπαλέος. πρόσκειται «εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος» διὰ τὸ δαιδάλειος δαιδάλεος, ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ, κονισάλειος κονισάλεος παρὰ Ἀντιμάχῳ «τὼ δʼ αὖτʼ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον». ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατʼ ἔνδειαν τοῦ ι, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, τέλεος, χάλκεος, χρύσεος, τέγεος, κήλεος. Ὑπερβόρεοι, ἔθνος, ὃ Ἑλλάνικος Ὑπερβόρειοι γράφει διὰ διφθόγγου. Πρώταρχος τὰς Ἄλπεις Ῥίπαια ὄρη οὕτω προσηγορεῖσθαι καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὠνομάσθαι. Δαμάστης δʼ ἐν τῷ περὶ ἐθνῶν, ἄνω τῶν Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δʼ ἀνωτέρω Ἀριμασπούς, ἄνω δʼ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Καλλίμαχος δὲ τοὺς αὐτούς φησι εἶναι τοῖς Ἀριμασποῖς.
Τὰ εἰς ος λήγοντα καθαρὰ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς κατὰ τὴν κοινὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν εἰ μὴ τὸ αἰζηός ὀξυνόμενον. καὶ τοῦτο ἐκ πάθους ἔχει τὸ η. παρὰ γὰρ τὸ ἀεὶ καὶ ζέω ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός. Ἀπολλώνιος μὲν ὁ τοῦ Ἀρχιβίου σὺν τῷ ι οἶδεν αὐτό, λέγων γεγονέναι ἐκ τοῦ αἰζήιος. ἀλλʼ εἰ ἦν ἀπὸ τοῦ αἰζήιος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται οἷον Ἀχελώιος Ἀχελῷος, ὑπερώιον ὑπερῷον. καὶ δῆλον ὅτι ὥσπερ ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰτώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτω καὶ ἀπὸ τοῦ αἰζηός αἰζήιος. πρόσκειται κατὰ τὴν κοινὴν διάλεκτον· τὸ γὰρ ἀρχῆος καὶ Ἀχηός καὶ παληός Βοιώτιά εἰσι καὶ κατὰ τροπὴν τῆς αι διφθόγγου ἐγένετο καὶ προπερισπᾶται καὶ ὀξύνεται. τὸ δὲ ὄρηος καὶ Λύκηος Λακωνικά εἰσι καὶ προπαροξύνεται καὶ αὐτὰ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η γεγονότα. πρόσκειται ἁπλᾶ διὰ τὸ εὔνηος καὶ Ἐχένηος καὶ πολύνηος σύνθετα προπαροξυνόμενα. παρὰ γὰρ τὸ ναῦς νηός συνετέθη. τὸ δὲ πηός καὶ αὐτὸ ἐκ πάθους δισύλλαβον.
Τὰ διὰ τοῦ διος προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος «Κάρησός τε Ῥοδίος τε» καὶ Σχεδίος «Σχεδίον δʼ ἕλε Λήιτος ἥρως» καὶ Ὁδίος. Τὰ δὲ προπαροξύτονα ταῦτα, ἴδιος, ἀΐδιος, μαψίδιος, παυρίδιος, ἁρμόδιος, νυμφίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητάδιος, κρυπτάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμβίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπαλαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν. σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. ἐξηκολούθησε δὲ τοῖς ἐπὶ ὀρνέων. τὰ γὰρ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνονται, αἰγυπιός, χαραδριός, βομβυλιός. οὕτω καὶ ἐρῳδιός. λέγεται καὶ ῥῳδιός παρὰ Ἱππώνακτι «κνεφαῖος ἐλθὼν ῥῳδιῷ … κατηυλίσθην». καὶ ὡς μὲν πρὸς τὴν συνήθειάν ἐστιν ἀφαίρεσις, ὡς δὲ πρὸς τὸν σχηματισμὸν ἐντελές. ὥσπερ γὰρ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος καὶ πλεονασμῷ τοῦ ε καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐρῳδιός καὶ μένει τὸ ι προσγεγραμμένον.
Τὰ εἰς ωνιος προπαροξύνονται, Κιθαιρώνιος, Μαραθώνιος, Ἀπολλώνιος, Ἑλικώνιος, ἐναγώνιος, Ἀμμώνιος, αἰώνιος, Πλευρώνιος, Σιδώνιος, ὃ κατὰ συστολὴν εἶπεν ὁ ποιητὴς «Σιδονίων βασιλεύς», λαβρώνιος εἶδος ἐκπώματος, Τροφώνιος. Κυρτώνιος πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. Σιρβώνιος, Ἀργανθώνιος, Ἀβυδώνιος, Ἀγκώνιος, Ἀντρώνιος ὄνος ἡ παροιμία, Βαβυλώνιος, Αἰσώνιος, Ἀλαβώνιος, Κολοφώνιος, Ἀλμώνιος, Ἀμυδώνιος, Αὐλώνιος, Σικυώνιος, Καλυδώνιος, Καυλώνιος, Κραννώνιος καὶ τὰ ὅμοια.
Τὰ εἰς νιος καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἐλευσίνιος, Σαλαμίνιος, Τιτάνιος, Γερήνιος, Ἑλλήνιος, Τροιζήνιος, παρθένιος. καὶ Παρθένιος ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δὲ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος «ὡς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν». τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιος, Λυκαόνιος, Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ζηράνιος ἔθνος Θρᾴκης. Θεόπομπος εἰκοστῷ πέμπτῳ. Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι «καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο». Βαρκάνιος ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Τραυχένιος ἔθνος περὶ τὸν πόντον τὸν Εὔξεινον ὅμορον Σίνδοις. Τυρμένιος Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδες. ὠγένιος ὁ ἀρχαῖος. Παρθένιος ὁ Νικαεὺς Δήλῳ «σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ». Ὀλβυσίνιος ἔθνος. Χαόνιος, Χαλκηδόνιος. Βεληδόνιος ἔθνος παρʼ Ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ «οὐδʼ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων». Βιστόνιος, ὅπερ καὶ ἐκτέταται ποιητικῶς Βιστώνιος. Χελιδόνιος ἔθνος Ἰλλυρικόν· Ἑκαταῖος Εὐρώπῃ «Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι». Ἑρκύνιος. Ἀλέξανδρος Εὐρώπῃ. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν, τὸ δὲ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος προπαροξύνεται. τὸ δὲ Μηνιός ὄνομα ποταμοῦ ὀξύνεται. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ υ πλεονάσῃ, προπαροξύνεται. μούνιος γάρ.
Ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ψ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαροξύνεται, εἰ μὴ ἐπὶ κυρίου διαστολή τις γένηται ἐν τρισυλλάβοις τριβράχεσιν ὥσπερ ἔχει τὸ Φρυγίος καὶ Φλογίος. καὶ προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος· λέγεται καὶ διὰ μακροῦ τοῦ ι «ἀνέρα δὲ Τροίη Θρηΐκιον οὔτι φορήσει». Κιλίκιος, Φαιάκιος, Ναρύκιος, Νυράκιος, Νωράκιος, Κοράκιος, Φοινίκιος, Ζαρήκιος, Ἀτράκιος, Ῥάγιος, Μηνίγγιος, Ἀράβιος, Κινύφιος, Αἰγιλίπιος, Αἰθιόπιος. Εὐριπίδης Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέσωσʼ ἐπὶ χθόνα». μακάριος, σωτήριος, ἀέριος, αἰθέριος. τὸ δὲ Ἰλλυριός οὐκ ἀντίκειται. οὐ γὰρ τὸ Ἰλλυριός παρὰ τὸ Ἴλλυρ.
Τὰ διὰ τοῦ ιος ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται, Ῥόδιος, Σάμιος, Κύπριος, Αἰγύπτιος, Δήλιος, Ἀψίνθιος, Πύλιος, οὐράνιος, θαλάσσιος, ἐντόπιος, ἐκτόπιος, ἐνδάπιος, ἐγχώριος καὶ ἐπιχώριος, τὸ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὰ σύνθετα. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων … . ἐγκώμιος. Ἡσίοδος «εἰ γάρ τοι καὶ χρῆμʼ ἐγκώμιον ἄλλο γένοιτο». Ἄβιος ἔθνος Σκυθικόν. Ὅμηρος «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων». Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφʼ ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν. Αἰσχύλος δὲ Γαβίους διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ ἔπειτα δʼ ἥξεις δῆμον ἐνδικώτατον βροτῶν ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵνʼ οὔτʼ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλʼ ἄρουραν, ἀλλʼ αὐτοσπόροι γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς. ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. Θίβιος ἔθνος πρὸς τῷ Πόντῳ βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν «θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν». Εὔβιος ἔθνος Λιγυστικόν. Γάβιοι πόλις Λατίνων καὶ ἐθνικόν, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τάβιοι πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθησαν. καὶ τὸ ἐθνικὸν ὁμοίως. Τολοστόβιος ἔθνος Γαλατῶν ἑσπερίων μετοικησάντων ἐκ τῆς Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθένης δʼ ἐν πρώτῳ Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησιν. Ἀράζιος, Σαβάζιος, Ἀκάνθιος, ἀφʼ οὗ «Ἀκάνθιος τέττιξ» ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. Σαλάμιος ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις. Κράνιοι πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. Δανδάριος ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐρώπῃ. Σαγγάριος ἔθνος τῆς κάτω Φρυγίας ὁμωνύμως τῷ ποταμῷ. Ψυκτήριος τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Βάντιος ἔθνος Θρᾴκης. Ἑκαταῖος. Μαράφιος ἔθνος ἐν Περσίδι ἀπὸ Μαραφίου βασιλέως. Τηλέφιος δῆμος Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι «ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος». Ὑπαιλόχιοι ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν. Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ «ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ». Λυκάψιος, Γαλήψιος. τὸ δὲ χαραδριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης.
Τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος προπαροξύνεται συνεσταλμένου τοῦ ι, εἰ μὴ τριβράχεα ἐπὶ κυρίων εἴη, πολέμιος, ποτάμιος καὶ παραποτάμιος ὡς Παρακηφίσιος καὶ προσωκεάνιος. Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας «Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν παρωκεανίων ἐθνῶν». παρηγμένα ἐκ δύο εἰς ἕν. μίσθιος, ῥύθμιος, φίλιος, ξένιος, δήμιος. Κλυτίος δὲ τὸ κύριον παροξύνεται.
Τὰ διὰ τοῦ σιος καὶ τιος προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα, ἀσπάσιος, πρυμνήσιος. Ταυλάντιος Ἰλλυρικὸν ἔθνος. Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνους αὐτούς φησι. θαλάττιος, διπλάσιος, Ταράσιος, ἀμβρόσιος, ἱκέσιος, ἀνάρσιος, Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. Συρακόσσιος διὰ δύο σσ καὶ διὰ τοῦ ο, δημόσιος, διαπρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθράσιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλʼ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρήτης. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ. Βουπράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κραβάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα». Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ ι. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς Λοκροί Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος, Σαλλήσιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. λέγεται καὶ Ἀμαρύνθιος. Ἀμφρύσιος. Λυκόφρων «Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων». Ἰαλύσιος, ἐτώσιος, Ῥώσιος, Ἀραχώσιος, Περκώσιος, Κριθώσιος, Γεδρώσιος ἔθνος Ἰνδικόν. Παίσιος, Νεμαύσιος, Ὀποείσιος, Ἀρκέσιος καὶ Ἀρκείσιος, Σιμοείσιος, Ἀγνούσιος, Ῥαμνούσιος ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι τοῦ τ οὐ φυλασσομένου ὡς ἐν τῷ Σελινούντιος, Ὀπούντιος, Ἱεριχούντιος, Τραπεζούντιος, τρεπομένου δὲ εἰς σ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος, Φηγούσιος, Ἀχερδούσιος, Ἀχραδούσιος Ἀριστοφάνης Ἐκκλησιαζούσαις «νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις πότʼ ἐστʼ ἄνθρωπος Ἀχραδούσιος». Καλαθούσιος, Καρδούσιος, Λαμούσιος, Μαραθούσιος, Μαυρούσιος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαῦροι. Καδούσιος ἔθνος μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Πόντου. Στράβων ἑνδεκάτῃ. Βαργούσιος ἔθνος δυτικὸν πρὸς τῷ Ἴβηρι ποταμῷ, Πολύβιος ἐν τρίτῳ. Δηρούσιος ἔθνος Περσικόν. Ἡρόδοτος αʹ … «Πέρσαι δʼ οἱ μὲν Πενθιάδαι οἱ δὲ Δηρούσιοι οἱ δὲ Καρμάνιοι». Φαρούσιος ἔθνος Λιβυκόν. μέμνηται αὐτῶν Διονύσιος καὶ Ἀρτεμίδωρος. Ἀμαθούσιος. Αἰδούσιοι σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλατίᾳ, Ἀπολλόδωρος ἐν χρονικῶν δʹ. Ἁλικαρνάσσιος, Παρνάσσιος, Ποιηέσσιος, Ἤσσιος, Ἀγήσσιος, Ἀσσήσιος, Καρδήσσιος, Λυρνήσσιος, Μαρπήσσιος, Μερμήσσιος, Μυκαλήσσιος, Σαρδήσσιος, Σαλμυδήσσιος, Ταρτήσσιος, Τελμήσσιος, Τεγήσσιος, Τυλήσσιος. Λυκόφρων «ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων». Βολίσσιος, Μυρμίσσιος, Μυγίσσιος, Ἐλαιούσσιος παρὰ τὸ Ἐλαιοῦσσα, Ἐλαιούσιος δὲ παρὰ τὸ Ἐλαιοῦς. Πιτυούσσιος. Ἄκτιος Αἰγεύς, ὡς Εὐφορίων Διονύσῳ. Βυζάντιος, Ἀκαμάντιος, Ἀλλάντιος, Παλλάντιος, Ἀλυβάντιος, Γλισάντιος. Τευθράντιος Εὐριπίδης Λικυμνίῳ «Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός» ἀπὸ τῆς γενικῆς Τεύθραντος, Τευθράνιος δὲ ἀπὸ Τευθρανίας ὡς ἀπὸ Παρρασίας Παρράσιος. Περγάντιος, Προσπάλτιος, Ἁλιάρτιος, Σαγάρτιος, Αἰγύπτιος, Κυπαρισσηέντιος, Συρρέντιος, Σίντιος. Σκίρτιος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Ἑλλησπόντιος, Εὐρυμεδόντιος, Μεσοπόντιος ὁ Ἐρέσιος Ποσειδῶν. οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λιβύης. Καλλίμαχος Αἰτίων αʹ. Ἀναφλύστιος, Βυβάστιος ὡς Ἔφορος. Γεραίστιος, Φαίστιος, Βουβάστιος παρὰ Θεοπόμπῳ. Ὀγχήστιος, Τυφρήστιος. Παρθένιος «Τυφρήστιον αἶπος». Λιβύστιος ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεονασμόν. Σήστιος, Ἐλβέστιος ἔθνος Λιβύης. Φίλιστος ηʹ «περὶ δὲ τοὺς Λίβυας ...» Ἑκαταῖος Εὐρώπῃ «Ἐλβέστιοι καὶ Μαστιηνοί». Βηρύτιος, Ἀζώτιος, Βούτιος, Καρδύτιος, Κορδύτιος, Μισήτιος, Βουθρώτιος, Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον». Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλησίος καὶ ἀντίος σεσημείωται. Σκοτίος, Κλυτίος κύρια καὶ τριβράχεα καὶ τὸ Φρασίος.
Τὰ διὰ τοῦ ιος καθαρὰ πρὸ τοῦ ι η ἢ ω ἔχοντα προπαροξύνονται. καὶ τὰ μὲν κατὰ διάλυσιν ἀπὸ τῶν διὰ τοῦ ειος καὶ ἔκτασιν τοῦ ε εἰς τὸ η γίνονται, νήιος, δήιος ἐκ τοῦ δέιος, γήιος, Τήιος, ἀφʼ οὗ «Πρωταγόρας ὁ Τήιος». Κήιος, βασιλήιος, Ἰλιήιος, χαλκήιος, Ὀδυσσήιος, ἀρχήιος, Παταρήιος, Πυθήιος, Λυρκήιος, Αἰολήιος, Μινυήιος, Τριχωνήιος, Ἁλήιος «Ἁλήιον πεδίον». τὰ δὲ ἀπὸ πλεονασμοῦ ἔχει τὸ η κατὰ τὴν τρίτην συλλαβήν, πολεμήιος, ποιμνήιος, ταφήιος. τὸ δὲ Νυσήιον ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Νύσιον, πλεονασμὸς τοῦ η. εἰ δὲ παρὰ τὸ Νῦσα, ὤφειλεν εἶναι Νύσειον, ἀλλʼ ὥσπερ παρὰ τὸ ἄρειον ἀρήιον αὐξήσει γέγονεν, οὕτως Νυσήιον· ὥστε δύναται διαίρεσις εἶναι καὶ ἐπέκτασις, ἀλλʼ οὐ πλεονασμός. τὸ δὲ αἰζήιος ἐπλεόνασε τὸ ι, οὐ τὸ η. τὰ δὲ εἰς ιος τὸ ω κατὰ τὴν τρίτην συλλαβὴν ἔχοντα ἀπὸ τῶν διὰ τοῦ ῳος κατὰ διάλυσιν γίνονται, Κῷος καὶ Κώιος, Μινῷος καὶ Μινώιος, λώιος, πατρώιος, ἡρώιος, Τρώιος, Λητώιος. τὸ δὲ Ὁμολώιος «Ζεὺς Ὁμολώιος» ἐστὶ κατὰ πλεονασμὸν τοῦ ω.
Ἔτι τὰ εἰς ιος μὴ καθαρὰ τῷ η ἢ τῷ ω παραληγόμενα βαρύνεται, ἤπιος, Ἀλμώπιος, Συώπιος ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ Ἀσκληπιός ὀξύνεται. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιόν ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτόν, ὡς καὶ Πλούταρχος ἱστορεῖ.
Τὰ εἰς λιος ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσάλιος καὶ Φαρράλιος διὰ δύο ρρ ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος ὁ Διόνυσος, θεμέλιος, ἠέλιος, νυκτέλιος, ἀεικέλιος, κειμήλιος, γαμήλιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμφύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύλιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιος κύριον προπαροξύνει ἡ συνήθης ἀνάγνωσις. τὸ δὲ Κώλιος αὔλιος ἐστὶ τοπικά. τὸ δὲ αἰγωλιός ὁ ἐρῳδιός, ἑδωλιός, βομβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται.
Τὰ ἀπὸ ἐνεστώτων γενόμενα εἰς ιος προπαροξύνεται, αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι. ὅσα γὰρ μὴ μονογενῆ πρὸ μιᾶς ἔχουσι τὸν τόνον καὶ ἐν τῇ τρίτῃ τὸ α καὶ δύο σύμφωνα ἢ κατʼ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν, διὰ τῆς ει διφθόγγου γράφεται, ἀστεῖος, Καδμεῖος, ἀνδρεῖος, Ἀργεῖος, Βακχεῖος. πρόσκειται «μὴ μονογενῆ» διὰ τὸ Βάκχιος κύριον. τὸ δὲ ἀντίος σεσημείωται. ἐξηκολούθησε δὲ κατὰ τὴν γραφὴν τοῖς εἰς ιος ἀπὸ ἐνεστώτων γινομένοις.
Ἔτι καὶ τὰ εἰς ιος ἀπὸ μέλλοντος γινόμενα προπαροξύνεται, ὀρθώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυλάξιος, ἀλέξω ἀλέξιος, κτήσω κτήσιος, μνήσω μνήσιος, αἰνήσω Αἰνήσιος, ἀρκέσω Ἀρκέσιος καὶ πλεονασμῷ τοῦ ι Ἀρκείσιος, ἄρσω ἄρσιος καὶ ἀνάρσιος, ἄξω ἄξιος, θαυμάζω θαυμάσιος. ἅζω τὸ σέβομαι ἅσιος καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος. ὀξύνεται δὲ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιός. τοῦ δὲ πλησίος ἀπὸ τοῦ πλητός ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπλητος ὁ ἀπροσπέλαστος, πλητός πλησίος ὡς ἄμβροτος ἀμβρόσιος τροπῇ τοῦ τέλους. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα. οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τ οὐ τρέπουσιν, ἀλλὰ ἀπὸ τοῦ τ εἰς τὸ σ· ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν ὑπόμνησιν διδόντες τοῦ προτέρου τ· πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλατίος λέγουσιν, ὥστε οὐ παρὰ μέλλοντα. παρὰ τὸ πέλω παραγωγὸν πελάζω τὸ προσεγγίζω, ῥηματικὸν ὄνομα πλατός καὶ πλητός καὶ κατὰ τροπὴν τοῦ τ εἰς σ καὶ κατὰ παραγωγὴν πλησίος ὡς ἄμβροτος ἀμβρόσιος. Πλήσιος δὲ κύριον ὄνομα ἀνδρὸς ἱεροῦ προπαροξύνεται.
Τὰ διὰ τοῦ ιος τρισύλλαβα εἰ ἔχοιεν υ ἐν τῇ πρώτῃ συλλαβῇ, προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη ἢ κύριον ὑπάρχοι τρίβραχυ, κύριος, Κύπριος, Τύριος, μύλιος καὶ Μύλιος ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ. Πύλιος, Φρύγιος, Κύρνιος, Λύκιος, Λύγκιος, Λύττιος, Λύκτιος, Πύξιος, Μύνδιος, Πύρνιος, Ξύλιος, Ῥύβδιος, Σύριος, νύχιος, Στύγιος, Μύσιος, Πύθιος, βύθιος, δύιος, κύκλιος. τὸ Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυφίος παροξύνεται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμός, μυρίος ἀόριστος. ἑκάτερα δὲ καὶ ὁ μύριος καὶ τὰ μυρία ὤφειλεν ὀξυτονεῖσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους. τὸ γὰρ ἀρσενικὸν προπαροξύνεται κατὰ τὸ Λύδιος καὶ τὸ μύριον δὲ ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέτερα ἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν. καὶ νύμφιος οἶκος προπαροξύτονον, νυμφίος δὲ ὁ γαμετής παροξύτονον.
Ὅσα ἀπὸ ἐπιρρημάτων παρῆκται διὰ τοῦ ιος, προπαροξύνεται, πρωΐ πρώιος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεί ἀΐδιος, ῥέα ῥηΐδιος, ἐκτάδην ἐκτάδιος, ἀμφαδόν ἀμφάδιος, ἐνθάδε ἐνθάδιος, σταδόν στάδιος, ὀπίσθιος, μαψίδιος. σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος ὡς κύριον.
Τὰ διὰ τοῦ ιος τριβράχεα ἐπὶ κυρίων παροξύνεται οἷον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ ι ποιητικῆς.
Τὰ εἰς ιος τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, Μούλιος, Βάκχιος. Αἴνιος ποταμὸς Περραιβίας. Φήμιος καὶ Εὐφήμιος, Λάιος, Ἄγριος, Μάντιος, Αἴλιος. Κάλβιος κρήνη Λυκίας, ἣν καὶ Κελαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ μ φασίν. Τίβιος ἀφʼ οὗ Τίβειον τόπος Φρυγίας. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσιν. «Κάριος Διὸς παῖς καὶ Τυρρηβίας, ὡς Νικόλαος τετάρτῳ, ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπʼ αὐτοῦ Τυρρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε καὶ τὰ μέλη διὰ τοῦτο Τυρρήβια ἐκαλεῖτο». Μάσπιος ἔθνος Περσικόν. Θούριοι πόλις Ἰταλίας ἡ πρότερον Σύβαρις ἀπὸ Θουρίας πηγῆς. λέγεται καὶ Θουρία καὶ Θούριον. Κούριος ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. τὸ δὲ Ἑρχίος ὁ ξενίσας Δήμητραν, ἀφʼ οὗ Ἑρχιὰ δῆμος, παροξύνεται.
Τὰ εἰς ιος ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζῴων ὀξύνεται, αἰγυπιός, χαραδριός, ἐρῳδιός, βομβυλιός, ἀδρυφιός παρὰ Πέρσαις ὁ ἀετός. τὸ δὲ σκορπίος, κωβίος παροξύνεται ὡς τρισύλλαβα.
Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ παροξύτονα μὲν θυοσκόος, λαοσσόος, βροτοσσόος, δορυξόος, λαξόος, βοηθόος, προπαροξύτονον δὲ πρόχοος, δυσήκοος, δίκροος. τὸ δὲ ἁθρόος παροξύτονον ἐπὶ τοῦ ἀθροίζειν, προπαροξύτονον δὲ ἐπὶ τοῦ αἰφνιδίου ὡς καὶ ἄθροος ὁ ἄφωνος κατὰ στέρησιν τοῦ θρόος· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδʼ ἴα γῆρυς». νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα.
Τὰ εἰς πλοος ἐντελῆ τῶν εἰς πλους ληγόντων ἁπλᾶ ὄντα παροξύνονται, διπλόος, τριπλόος, ἁπλόος. ταῦτα δὲ ἁπλᾶ εἰσι καὶ οὐ σύνθετα, ὡς ὑπενόησάν τινες. πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τριπλοῦς οὐδὲν ἐφύλαξαν τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ. δεύτερον δέ, εἰ ἦσαν σύνθετα, ἤμελλον βαρυτονεῖσθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται οἷον βοῦς, νοῦς, πλοῦς, χροῦς, θροῦς, θυγατριδοῦς, ἀδελφιδοῦς, χαλκοῦς, χρυσοῦς, πλακοῦς, Σιμοῦς χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται. σύνθετα ὄντα βαρύνονται οἷον εὔπλους, εὔχρους, ἀλκίνους εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ τριπλοῦς οὐ βαρύνονται, ἀλλὰ περισπῶνται, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλʼ ἁπλᾶ. Τρίτον δʼ εἰ ἦσαν σύνθετα, κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ «τριπλῇ τετραπλῇ τʼ ἀποτίσομεν» ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλʼ ἁπλᾶ παραγωγά, παρὰ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος καὶ ἀπὸ τοῦ τρίς τοῦ σημαίνοντος τὸ τρίτον τριπλόος καὶ ἀπὸ τοῦ τετράκις τετραπλόος καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς κις συλλαβῆς καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. καὶ τὸ ἁπλόος ἀπὸ τοῦ ἅπαξ παρήχθη. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ.
Τὰ διὰ τοῦ οος κύρια προπαροξύνεται, Σίστοος, Πείροος, Ἄθοος ὁ καὶ Ἀθόως. λέγεται δὲ καὶ Ἄθους κατὰ συναίρεσιν καὶ Ἄθως. Γένοος ἄρχων, ἀφʼ οὗ Γενοαῖοι ἔθνος Μολοσσίας. τὸ δὲ ὄγδοος, εἰ καὶ ἐπίθετον, προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύνεται ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. τὸ δὲ εἰκοστός, τριακοστός καὶ τἆλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ.
Τὰ εἰς ος ὑπερδισύλλαβα παραληγόμενα υ συνεσταλμένῳ προπαροξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθʼ οὕνεκʼ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης». Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφʼ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου ὀξύνεται καὶ τὸ υ οὐκ ἔχει συνεσταλμένον.
Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ω μετὰ ι προσγεγραμμένου παραληγόμενα προπερισπᾶται, πατρῷος, ἡρῷος καὶ Ἡρῷος, ἠῷος, Ἀχελῷος ποταμὸς Ἀκαρνανίας ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος καὶ τὸ ἐθνικὸν ὁμοφώνως, αἰδῷος, Μινῷος, Ἐλβῷος, Σαρδῷος, Πυθῷος, Ληθῷος, Ἰνδῷος, Γελῷος ὁ οἰκῶν Γέλαν πόλιν Σικελίας ἴσως ἀπὸ τοῦ γέλως. ὀρεσκῷος ἀπὸ τοῦ κείω τοῦ σημαίνοντος τὸ κοιμῶμαι καὶ τὸ ὄρος γέγονεν ὀρέσκειος καὶ τροπῇ τοῦ ε εἰς ο ὀρέσκοιος καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέσει τοῦ τόνου ὀρεσκῷος καὶ μένει τὸ ι προσγεγραμμένον. προπερισπᾶται δὲ διὰ τὸν χαρακτῆρα. τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ μέντοι λαγωός καὶ πατρωός ὁ ἐν τῇ συνηθείᾳ πατρυιός ὀξύνονται, ὅτι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ ι προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ ι, ἐκ τῆς θῳῆς.
Πᾶν εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπερισπᾶται, ἀρχή ἀρχαῖος, κορυφή κορυφαῖος, πηγή πηγαῖος, ἀμοιβή ἀμοιβαῖος, σπουδή σπουδαῖος, τροπή τροπαῖος, εὐνή εὐναῖος. ἔστι δὲ καὶ Εὐναῖος ποταμὸς Καρίας. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸ περισπῶσιν. Ἐπιπολαῖος δὲ τὸ ἐθνικόν.
Τὰ ἀπὸ τῶν εἰς α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος, Ἀσαῖος· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ … , τὸ δὲ τεῖχος Ἡραῖον. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ τὸ φιλῶ Φίλαιος καὶ παρὰ τὸ βέβηκα βέβαιος. τὸ δὲ Πειραιός—οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ὕστερον δὲ Πειραιεύς. ἔστι δὲ καὶ τῆς Κορινθίας λιμήν—πρὸς ἀντιδιαστολὴν ὀξύνεται.
Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰς α ἢ η ἢ εἰς ος παραγόμενα προπερισπᾶται, ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελλαῖος, Γάζα Γαζαῖος, ὕλη ὑλαῖος, πύλη πυλαῖος, Δίκτη Δικταῖος, Οἴτη Οἰταῖος. Σοφοκλῆς «ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρός», ἀγέλη ἀγελαῖος. τὸ δὲ Ἀγέλαιος κύριον προπαροξύνεται, δρόμος δρομαῖος, χέρσος χερσαῖος, ἤπειρος ἠπειραῖος, νησαῖος, Ἄμυμνος Ἀμυμναῖος, Ἄμυρος Ἀμυραῖος, Ἄπρος Ἀπραῖος. τὸ δὲ φύλαιος καὶ δείλαιος προπαροξύνονται. καὶ τὸ δίκαιος δὲ καὶ βίαιος προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ι ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεσθαι θέλει.
Τὰ παρώνυμα παρʼ οὐδετέρων γινόμενα ὀξύνεται, γῆρας γηραιός, γέρας γεραιός, κράτος κραταιός, εἰ μὴ ἔχοι κτητικὴν σημασίαν ὡς τὸ κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. τὸ δὲ ἁραιός ὁ μὴ πυκνὸς παρὰ τὸ ῥαιός ἐν πλεονασμῷ τοῦ α, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω καὶ ἕρδω, τὸ δὲ ῥαιός ἀπὸ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ τὸ φθείρω. τὸ δὲ ἀραῖος ἀπὸ τῆς ἀρᾶς. καὶ τὸ ἠβαιός παρὰ τὸ βαιός πλεονασμῷ τοῦ η, τὸ δὲ βαιός ἀπὸ τοῦ βῆναι βαός καὶ πλεονασμῷ τοῦ ι βαιός ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς.
Τὰ διὰ τοῦ αιος ἐθνικὰ προπερισπᾶται, Ἀθηναῖος, Θηβαῖος, Ῥωμαῖος, Αἰγαῖος, Ἀγραῖος ἔθνος Ἀράβιον ὡς ἐν ἑκκαιδεκάτῳ Στράβων. ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἀκαρνάνων ὡς Θουκυδίδης ἐν τρίτῃ. λέγονται καὶ Ἀγραεῖς, ὡς Ἐρατοσθένης. Βακκαῖος Ἱσπανίας ἔθνος. Γαλιλαῖος ἔθνος Ἰουδαίας. Γενοαῖος ἔθνος Μολοσσίας ἀπὸ Γενόου ἄρχοντος αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν. Δερραῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐτούς φησι. Δυρβαῖος ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ιʹ «χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτε ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες καὶ ἐσθίουσι μάζας ποῶν». Ἑβραῖος. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ. Θαμαναῖος ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ … . Ἰβαῖος ὁ καὶ Ἰβηνός ἔθνος Κελτικῆς. Λαιαῖος ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ. Παναῖος ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως. Μιναῖος ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Παρθυαῖοι ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυγὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώδους οὔσης, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Σκύθαι τοὺς φυγάδας πάρθους καλοῦσι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι. Πλαδαραῖος ἔθνος πρὸς ἄρκτον κείμενον. Πλαραῖος ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι. Ῥονδαῖος ἔθνος Θρᾳκικόν. Σινδοναῖος Θρᾴκιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. Χωραμναῖος ἔθνος Περσικὸν ἀγρίων ἀνθρώπων. Κτησίας ἐν Περσικῶν δεκάτῳ «οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν». σεσημείωται τὸ Ἀχαιός τὸ ἐθνικὸν καὶ τὸ κύριον ὀξυνόμενον καὶ τὸ Ἐρυσίχαιος προπαροξυνόμενον. ἀλλὰ μήποτε τὸ χαῖον ἔγκειται, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ ὁ ἐρύσω μέλλων. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρʼ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων. φησὶ γὰρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδὲ Ἐρυσιχαῖος οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεσσαλὸς γένος» συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· εἰ δὲ τῷ «οὐδὲ ποιμήν» συνάψειέ τις λέγων «τὸ οὐδὲ ποιμήν ἢ ἐρυσίχαιος», πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμήν ἁρμόδιον ἐπαχθήσεται.
Τὰ διὰ τοῦ αιος ὑπερτρισύλλαβα προπερισπᾶται, εἰ μὴ διαστολή τις εἴη ἢ σύνθετον ὑπάρχοι, Ἀθηναῖος, Εἰρηναῖος, ἀρουραῖος, ἀγοραῖος, Ἀμυκλαῖος, κορυφαῖος, Δερκεταῖος, Ἀριδαῖος, Ἱμεραῖος, ἡμεραῖος, ταλαντιαῖος, πηχυαῖος, ὀργυιαῖος, εἰκοσταῖος, τριακοσταῖος, πολλοσταῖος παρʼ Εὐβούλῳ «καὶ μὴν οἴκαδέ τι πολλοσταῖος ἀποτρέχω, γύναι». ἀγυιαῖος· Σοφοκλῆς Ἑρμιόνῃ «ἀλλʼ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον». Δωδωναῖος. Ἑκαταῖος Εὐρώπῃ «Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι» καὶ Κρατῖνος Ἀρχιλόχοις «Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς». καὶ Ὅμηρος «Ζεῦ ἄνα Δωδωναῖε». Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι «Βωδωναῖε». πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφοκλῆς Αἰχμαλωτίσι «καὶ βωμιαῖον ἐσχάρας λαβὼν λίθον». Ναβαταῖος ἔθνος τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Ναβάτου τινός. Παραυαῖοι ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Τιλαταῖος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ … . Τραγασαῖος· Ἀριστοφάνης Ἀχαρνεῦσι. Φελεσσαῖος ἔθνος ὅμορον τοῖς Ὀμβρικοῖς πρὸς τῇ Ἰαπυγίᾳ, ὡς Εὔδοξος ἕκτῳ. τὸ ἐρυσίχαιος ὁ βουκόλος ἢ αἰπόλος προπαροξύνεται ὡς καὶ τὸ ὑμέναιος. τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολὴν ὡς καὶ τὸ ἀγόραιος.
Τὰ τρισύλλαβα ἀπὸ α ψιλουμένου ἀρχόμενα προπερισπᾶται, Ἀλκαῖος, ἀκμαῖος, Ἀνταῖος, Ἀρναῖος—γέγονε δὲ παρὰ τὴν ἀρὰν ἀραῖος καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος —ἀρχαῖος, ἀντραῖος. Εὐριπίδης ἐν Αἰγεῖ.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει, χερσαῖος, ὀρφναῖος, ἑρσαῖος, ἀρχαῖος, Ἀρναῖος, Τρικκαῖος, Ἑρμαῖος, Ὀρθαῖος, Τυμφαῖος ὄνομα ἔθνους, Μενδαῖος, βαρκαῖος εἶδος ἰχθύος, Βυσναῖος ἔθνος Βεβρύκων ἀπὸ Βύσνου βασιλέως αὐτῶν ὑπὸ Ἴλου φονευθέντος. τὸ δὲ Ἕρμαιος πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην διὰ τοῦ υ προπερισπῶνται οἷον ὑλαῖος, χυδαῖος, Λυαῖος, λυγαῖος καὶ Τρυγαῖος ὄνομα κύριον, ὅ τινες προπαροξύνουσιν ὡς ἀπὸ τοῦ τρυγῶ ῥήματος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ ι μὴ ἀπὸ ῥημάτων, προπερισπῶνται, Βιλλαῖος ὄνομα ποταμοῦ, Ἰμαῖος ὄνομα κύριον. Νισαῖος, Πισαῖος, Κρισαῖος, Θιαῖος. τὸ δὲ βίαιος, δίκαιος προπαροξύνονται, τὸ δὲ Φίλαιος, Τίμαιος, Νίκαιος ἀπὸ ῥημάτων.
Τὰ διὰ τοῦ δαιος προπερισπᾶται, Ἰουδαῖος, χυδαῖος, Χαλδαῖος οἱ πρότερον Κηφῆνες. Ἑλλάνικος ἐν πρώτῳ Περσικῶν «Κηφέως οὐκέτι ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρας καὶ τὴν γῆν ἔσχον .... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι». εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς «Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος». σπουδαῖος, ῥαγδαῖος, σταδαῖος, Ἀριδαῖος, Ὀρδαῖος, Ἐορδαῖος. Ἰδαῖος, Λαδαῖος, Μενδαῖος. τὸ δὲ Πήδαιος προπαροξύνεται ὡς παρὰ ῥῆμα γεγονός.
Τὰ διὰ τοῦ λαιος προπερισπᾶται, ὑλαῖος, βουλαῖος, ζηλαῖος. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύνεται. ἔτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχοντα, ἐπιπόλαιος ἢ ἀπὸ ῥήματος ὥσπερ τὸ Φίλαιος ἀπὸ τοῦ φιλῶ, ἢ ἀπὸ ἐπιρρήματος ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι καὶ τὰ κατὰ διαστολὴν γινόμενα Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον, Πύλαιος τὸ κύριον καὶ ὁ Ἑρμῆς ὁ Πύλαιος πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ.
Τὰ εἰς μαιος προπερισπᾶται, εἰ μὴ διαστολὴ γένοιτο κυρίου ἢ εἴη σύνθετον, πυγμαῖος καὶ Πυγμαῖος, υἱὸς Δώρου τοῦ Ἐπάφου, ἀφʼ οὗ Πυγμαῖοι ἔθνος, δρομαῖος, ἀκμαῖος, ἰμαῖος ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον. ἐρημαῖος. Πτολεμαῖος. Ἰδουμαῖος ἔθνος Ἑβραίων ἀπὸ ἀδώμου — ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν —, ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει. Ῥωμαῖος, Δαλμαῖος ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος. Ἑρμαῖος, ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ Ἕρμαιος κύριον πρὸς ἀντιδιαστολὴν προπαροξύνεται καὶ τὸ «ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν» καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. Τὸ δὲ Τίμαιος σεσημείωται. ἔχει δὲ ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προκατάρχει. καὶ τὸ Εὔμαιος δέ ἐστιν σύνθετον.
Τὰ διὰ τοῦ χαιος προπερισπῶνται, ἀρχαῖος, τροχαῖος, λοχαῖος, λεχαῖος, νυχαῖος, ἡσυχαῖος, Παγχαῖος. τὸ δὲ Ἀχαιός ὀξυνόμενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον σεσημείωται.
Τὰ διὰ τοῦ αιος ἔχοντα πρὸ τῆς αι ἕν τι τῶν διπλῶν ἢ τὸ σ περισπῶνται, κοραξαῖος, Γαζαῖος, Στρεψαῖος ὁ Ἑρμῆς παρὰ τῷ Ἀριστοφάνει παρὰ τὸ διεστράφθαι τὰς ὄψεις, καὶ ἔθνος Μακεδονίας. Νισαῖος, χερσαῖος, Πισαῖος, Μουσαῖος, Δερσαῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος.
Τὰ ἀπὸ ἐπιρρημάτων προπερισπῶνται, χύδην χυδαῖος, ἄντην ἀνταῖος. ῥαγδαῖος, σταδαῖος, ἀδαῖος, Ἀγκαῖος παρὰ τὸ ἀγκάς. τὸ μέντοι μάτην μάταιος, τὸ δήν δηναιός, τὸ πάλαι παλαιός.
Τὰ ἀπὸ ῥημάτων περισπῶνται, βέβαιος παρὰ τὸ βέβηκα, Φίλαιος, Νίκαιος, Τίμαιος, Λύαιος, Πείραιος, Πήδαιος· οὐ γὰρ τοῦτο, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον … · ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι.
Τὰ εἰς ειος καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ η προπαροξύνεται, θήρειος, μήλειος, χήνειος, κήλειος ὁ καυστικός, Κρήτειος. τὸ μέντοι Ἠτεῖος—ἦν δὲ Ἠτεῖος εἷς τῶν ἑπτὰ σοφῶν, ὡς Δίδυμος συμποσιακῶν δεκάτῳ, Πλάτων δὲ ἐν Πρωταγόρᾳ Χηνέα τοῦτον εἶπεν—Ἠλεῖος, ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. καὶ τὸ μὲν Ἠλεῖος οὕτω γίνεται· ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθʼ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος, ἀφʼ οὗ «Ἀλεῖος Ζεύς». Τρύφων δέ φησιν, ὅτι Ἠλίεος καὶ Ἠλέιος καὶ Ἠλεῖος. τὸ δὲ ἠθεῖος ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο. Τὸ δὲ Κητειός, Πηνειός ὀξύνεται ὡς κύρια. καὶ τὸ Μήδειος κύριον—ἔστι δὲ ἔθνος ὃ καὶ Μῆδοι—προπαροξύνεται καθάπερ Βούδειοι ἔθνος Μηδικόν.
Τὰ εἰς ειος ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν πλὴν τῶν ἐχόντων τὸ η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν προπαροξύνονται, γλαύκειος, δούλειος, χρύσειος, δούρειος, χοίρειος, Κούρειος, ἄρνειος, κνίδειος, σίδειος. τὸ μέντοι Ὀλμειός, Ὀρνειός, Σπερχειός, Σπονδειός, Ἀζειός ἔθνος τῆς Τρῳάδος, ὃ καὶ Ἀζειῶται, ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος ὁ παιδικὸς προπερισπᾶται. τὸ δὲ ἀρνειός κατὰ πλεονασμὸν ἔσχε τὴν ει δίφθογγον· ἡ γὰρ ἀρνός γενικὴ μετάγεται εἰς εὐθεῖαν ὡς ἀρνός καὶ κατὰ πλεονασμὸν τῆς ει γίνεται ἀρνειός ὡς ἀμνός ἀμνειός. καὶ τὸ ἀφνειός δὲ ὀξύνεται. τὸ δὲ οἰκεῖος, ἀστεῖος, ἀγρεῖος τοπικὴν ἔχουσιν ἔννοιαν.
Τὰ εἰς ειος τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Σπερχειός, Ἀλφειός, Πηνειός, Κητειός, Ἐπειός βασιλεὺς καὶ ἔθνος. οὕτως Ὅμηρος τοὺς Ἠλείους φησί. οὕτως δὲ ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται.
Τὰ εἰς ειος τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο, βρότειος, τέλειος, φλόγειος, λύκειος, βόειος, γέγειος πλεονασμῷ τοῦ γ ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον.
Τὰ εἰς ειος ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μὴ σημαίνοντα μέρος σωματικὸν προπερισπᾶται, ἀνδρεῖος, Ἀργεῖος, Καδμεῖος, Βακχεῖος. τούτοις ὁμοίως καὶ τὸ ἀχρεῖος παρὰ τῷ ποιητῇ περιεσπάσθη. Διονύσιος μέντοι καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ ἀναλόγως. παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶ ἀχρήιος λέγεται παρʼ Ἡσιόδῳ, ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη συνίζουσαι περισπωμένην ποιοῦσιν, παραιτητέον, ὡς οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήιος Ἄρειος, βασιλήιος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διὸ τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέος προπαροξύνεσθαι θέλει.
Τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων παραγόμενα διὰ τῆς ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἕλειος. διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος. παρεφυλαξάμην δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγή, πελάγιος, ἅγιος, Θάλπιος.
Τὰ εἰς ειος ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ει διφθόγγου προπαροξύνεται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδʼ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ πῶς δʼ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ οὔτʼ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρʼ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ὑγάσσειος «Ὑγάσσειον πεδίον». «Σολύγειος λόφος». Ἀπέννειος, Ἀριμάσπειος, Λυκόζειος ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. Λυκώρειος Ζεύς. Ἀκρώρειοι πόλις Τριφυλίας καὶ τὸ ἐθνικὸν ὁμόφωνον. γερόντειος, λεόντειος, δρακόντειος, Ἀνακρεόντειος, Λαομεδόντειος, Ξενοφώντειος, Δημοφώντειος, Θεώνειος, Τρυφώνειος, Ἀργανθώνειος, Κιθαιρώνειος «λέπας Κιθαιρώνειον». Αὐσόνειος. Λυκόφρων «ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τόπων». Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη «Ἀχερόντιός τε σκόπελος αἱματοστεγής». Ἠετιώνειος, Ἀβάντειος, Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰόλειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ ι «Τεμμίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ει καὶ τὸ Δαρδανειός δὲ ὀξύνεται. τὰ μέντοι προπερισπώμενα μὴ σημαίνοντα μέρος σώματος εὑρεθέντα ταῦτά εἰσι, πρυτανεῖος, ἑταιρεῖος, μεγαλεῖος, γυναικεῖος, ἀκατεῖος. τὸ δὲ ἑταίρειος ἀναλογώτερόν ἐστι προπαροξύνεσθαι, ὡς γὰρ ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρός, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας.
Τὰ εἰς οιος ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια, ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀλλοῖος, αἰδοῖος, ὁμοῖος, γελοῖος, παντοῖος, ἠοῖος. οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν. ὀξύνεται δὲ καὶ τὸ ψοθοιός ὁ ἀκάθαρτος. τὸ δὲ Ζάτοιος, Ἄθοιος κύρια ὄντα προπαροξύνονται, οἷς ὅμοιον καὶ τὸ τραπέζοιος, Βοιωτιακὸν ὄν. οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ ι εἰς τὴν οι δίφθογγον τρέπουσι, τὸ πατρώιος πατροῖος λέγοντες καὶ τὸ ἡρώιος ἡροῖος.
Τὰ εἰς ος καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ υ ὀξύνεται, ἐπιθετικὰ ὄντα ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀκουός καὶ ἐπακουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται «εἰ μὴ ἐπιθετικὰ εἴη, ἀλλὰ κύρια», ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυος, Πείραυος, Ἄρευος.