Part of On Universal Prosody

ΠΕΡΙ ΤΩΝ ΕΙΣ ις ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ δʹ.

Τὰ εἰς ις συνεσταλμένον τὸ ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται, ὄφις, ἔχις, Θέτις, ὄις, πάις, μάντις, Ἄλεξις, Πρύτανις.

Τὰ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς.

Τὰ εἰς ις λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφʼ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιίς, Τυμφαιίς, Ἀχαιίς, Κυταιίς, Ἀκταιίς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλʼ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ «ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα» τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης, Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν «αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ». Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ η παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειίς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον Ταφίων ἐκαλεῖτο. Εὐβοΐς, Τρωΐς, Ἀθωΐς, Ὁμολωΐς· Ὁμολωΐδες Θηβῶν πύλαι πρὸς τῷ ὄρει. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόις καὶ Σάις Αἰγύπτια ὄντα καὶ παρʼ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύπτου, Σύις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶις Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς. τὸ δὲ Κράταιις δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν «βωστρεῖν δὲ Κράταιιν»· τάχα δὲ καὶ τοῦτο πρὸς διαστολήν. καὶ τὸ νηΐς μόνως θηλυκὸν ἐπὶ τῆς νύμφης ὀξύνεται, τὸ δὲ νῆις τὸ ἀρσενικὸν ἀντὶ τοῦ ἄπειρος οἷον «νῆις ἀέθλων» βαρύνεται.

Τὰ εἰς ις βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται, μῆτις πολύμητις, ἴδρις ἄιδρις, πόλις φιλόπολις, χάρις εὔχαρις.

Τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, σκελίς περισκελίς, νυχίς παννυχίς, τοῦ δὲ δευτέρου, ἐλπίς δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήις καὶ πολυκλήις καὶ μελαμψήφις βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις. καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ Θεσσαλικοῖς «τοὶ δʼ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης».

Τὰ εἰς ις παρώνυμα ὀξύνονται, δρυμός Δρυμίς «Δρυμίδες νύμφαι», λόγος «Λογίδες σεμναί», φορμός «φορμίς· ἰσχάδιον» παρʼ Ἀλέξιδι. Κάδμος Καδμίς παρʼ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ», Παρνασσός Παρνασσίς, Μολοσσός Μολοσσίς, Κηφισός Κηφισίς, Τευμησσός Τευμησσίς· τὸ ἄσις ἀντίκειται «τόσσην οἱ ἄσιν ἐφύπερθε καλύψω»· ὑποπίπτει γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γένους παραλαμβανόμενα καὶ ταὐτὰ σημαίνοντα ὁμοτονεῖ φήμη φῆμις, ἄση ἄσις.

Τὰ εἰς ις πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται Πριαμίς, Τανταλίς, Τυνδαρίς ἡ τοῦ Τυνδάρεω, Ἑλικωνίς, Αὐσονίς, Βιστονίς, Ἀβαντίς, Εὐξαντίς καθʼ ὕφεσιν τοῦ α ἐκ τοῦ Εὐξαντιάς.

Τὰ εἰς ις ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν ὀξύνεται, θεραπαινίς, ἑταιρίς, λυρίς. τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται.

Τὰ εἰς ις ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται καὶ συστέλλουσι τὸ ι, ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, ἕξω ἕξις, μέμψω μέμψις, λέξω λέξις· οὕτω καὶ ἅψω ἅψις ὤφειλεν εἶναι· ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψις βαρυτόνως «τρισπίθαμον δʼ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ». ἔστιν οὖν εἰπεῖν ὅτι, ἐπειδὴ τὸ ἁψίς ἐκτείνει τὸ ι, ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε», τούτου χάριν καὶ ὀξύνεται.

Τὰ εἰς βις δισύλλαβα ὀξύνεται ἢ βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷον λαβίς παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεσβίς καὶ ἐκτείνοντα τὸ ι οἷον βαλβίς· τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, ἶβις, Ἄρβις ποταμὸς Ἰνδικῆς καὶ ἔθνος· λέγεται δὲ καὶ Ἄραβις. Νίβις πόλις Αἰγύπτου, Φλέγων ρμʹ Ὀλυμπιάδι, Τάβις πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Νάρβις Ἰλλυρίας πόλις. Ζόμβις πόλις τῆς Μηδίας. Χέμβις νῆσος ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου «ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος».

Τὰ εἰς βις ὑπερδισύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίς, Λυκαμβίς, Περραιβίς, Κανωβίς, Ἐρεμβίς, Τορρηβίς «ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δʼ ἐν δευτέρῳ περιηγήσεως διʼ ἑνὸς ρ καὶ τοῦ μ «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δʼ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ ρ φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος. λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ α. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβις, κάνναβις. σημείωσαι τὸ καλλαβίς.

Τὰ εἰς γις δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ γ, αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ γ γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος

Ἔτι τὰ εἰς γις πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας.

Τὰ εἰς δις παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις.

Τὰ εἰς ζις βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται.

Τὰ εἰς θις δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. Τευθίς πόλις Ἀρκαδίας. Παρθίς χώρα Μακεδονίας. σεσημείωται τὸ Δένθις καὶ κόρθις καὶ Κρᾶθις. Λυκόφρων «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». καὶ Ὦφθις πόλις Λιβύης Αἰγύπτῳ περικειμένη.

Τὰ εἰς θις ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων, ἀκανθίς, κολοκυνθίς, ἀγαθίς. Ἠμαθίς χώρα ἡ νῦν Μακεδονία. Ἀσπαλαθίς νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. Ἀψυνθίς χώρα. Ἐρυμανθίς, Οἰανθίς, Τιρυνθίς, Παρνηθίς, Πεπαρηθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις κώμη πρὸς τῷ Κανώβῳ καὶ Τερένουθις, Θέρμουθις, Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης, Φενέβηθις, Ἕρμωνθις πόλεις Αἰγύπτου βαρύνονται.

Τὰ εἰς κις δισύλλαβα ὀξύνεται, Φωκίς χώρα περὶ τὸν Παρνασόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. κερκίς, χαλκίς. ἔστι καὶ πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ «Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο». ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφʼ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δʼ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν». καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε». ἔστι καὶ Χαλκίς πόλις Κορίνθου, Αἰτωλίας, ἀφʼ ἧς Ἀχελῷος ῥεῖ, καὶ πόλις ἐν Συρίᾳ κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος, καὶ ἐν Σκυθίᾳ· ἔστι καὶ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ «μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον». ἔστι δὲ καὶ Χαλκίς ποταμός, ἀφʼ οὗ ἡ Χαλκῖτις νῆσος ἐκλήθη. φαρκίς, κηκίς. Γραικίς, Σακίς, Συκίς πόλις ἀπὸ τῶν συκῶν καλουμένη. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Σικυών Μαραθών καὶ εἰς ους Δαφνοῦς, Κερασοῦς, Φηγοῦς, Μυρρινοῦς, Ἀχερδοῦς, Ἀγνοῦς, Σελινοῦς. οὐδὲν δὲ τῶν τοιούτων εἰς ις λήγει, Συκίς, ἀλλʼ ἐχρῆν ἢ Συκᾶς ὡς καὶ λέγονται, ἢ Συκῆν, ὡς Στράβων αὐτὴν λέγει, ἢ Συκοῦντα ἢ Συκῶνα λέγεσθαι. τὸ δὲ Κίκις βαρύνεται. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, παλλακίς, πινακίς, φαρμακίς. Ὑποχαλκίς πόλις Αἰτωλίας. Ἑκαταῖος Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν.

Τὰ εἰς λις ἀπλᾶ ἔχοντα σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θ κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ … «ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ..... ............. πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ θ κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν.

Τὰ εἰς λις βραχείᾳ παραληγόμενα δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται, βολίς, φολίς, σελίς, ψαλίς, πυλίς ὑποκοριστικόν. τὸ δὲ πρύλις βαρύνεται ἡ ἔνοπλος ὄρχησις ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ π ἀρχομένη. καὶ Τύλις πόλις Θρᾴκης τοῦ Αἵμου πλησίον, καὶ Σκόλις Ἀχαΐας πόλις καὶ Ψίλις ποταμὸς τῆς Βιθυνίας ἐκρέων εἰς τὸν Εὔξεινον πόντον.

Τὰ εἰς λις δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς α μακροῦ, ὀξύνεται, μηλίς ἡ μηλέα καὶ Μηλίς ἡ χώρα, δουλίς, Δαυλίς πόλις Φωκίδος. Ὅμηρος «Δαυλίδα καὶ Πανοπῆα». δαύλον δὲ τὸ δασύ. δασεῖα δὲ ἡ πόλις. Παυσανίας δὲ δεκάτῳ «ἀπὸ νύμφης Δαυλίδος». οἱ δὲ ὕστερον Δαύλειάν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις. τὸ δὲ τᾶλις ἡ μελλόγαμος τὸ α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπαυλις αἰολικῶς, Αὐλίς δὲ ἡ πόλις Βοιωτίας ὀξύνεται «καὶ Αὐλίδα πετρήεσσαν». ἡ δὲ αἰτιατικὴ «Αὖλιν τʼ ἔσφαγον» παρὰ τῷ Εὐφορίωνι ἀπὸ εὐθείας βαρυνομένης γέγονε· ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. Τρύφων τὸ Αὐλίς παράγει παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ αὐλίς, ὅτι εἰς αὐτὴν ἠθροίσθησαν οἱ Ἕλληνες· βέλτιον ἀπὸ τῆς Αὐλίδος τῆς Εὐωνύμου τοῦ Κηφισσοῦ.

Τὰ εἰς λις ὑπερδισύλλαβα εἰς α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλαβὴν καταλήγουσαν εἰς ν ἀφώνου ἐπιφερομένου, Ἀτταλίς φυλὴ τῆς Ἀττικῆς, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι, Αἰγιαλίς παρʼ Ἀλκμᾶνι, Αἰθαλίς, Οἰχαλίς, Φαρσαλίς, Δαιδαλίς, Θετταλίς· ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις, Ἀρδαλίς, Ἀρδαλίδες αἱ μοῦσαι ἐν Τροιζῆνι. Ἰταλίς, Καβαλίς τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡς Στράβων «ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα». ὁ δὲ πολυΐστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. Τανταλίς, Πανθαλίς ἡ θεράπαινα Ἑλένης, ἀγκαλίς, τὸ γὰρ γ ἐκ τοῦ ν, δενδαλίς. τὰ μέντοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβαλις, δάμαλις, βαύκαλις. Νάρμαλις πόλις Πισιδίας, Κάβαλις πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. Στράβων τρισκαιδεκάτῃ. Κάραλις πόλις Λιβυκή, Σάδαλις Αἰγυπτία πόλις, Σύαλις πόλις Μαστιανῶν. σεσημείωται τὸ τροφαλίς ἐπὶ τυροῦ ὀξυνόμενον, ἧς χρῆσις παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ «τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω», ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ υ. ἡ γὰρ λέξις εἴρηται παρὰ τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι, ἐξ οὗ καὶ τρόφι κῦμα εἴρηται. χρῆσις δὲ τοῦ εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ «μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι».

Τὰ εἰς λις ὑπερδισύλλαβα παραληγόμενα η βαρύνεται, κάπηλις, κύβηλις ὁ πέλυξ, ἔπηλις τὸ πῶμα τῆς λάρνακος, τρόπηλις ἡ δέσμη τῶν σκορόδων. Μέτηλις πόλις πλησίον Ἀλεξανδρείας, Φασάηλις πόλις τῆς Ἰουδαίας ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου … , Ὕψηλις κώμη Αἰγύπτου, Φάσηλις νῆσος Παμφυλίας. τὸ μέντοι ἀγγεῖον ὀξύνεται.

Τὰ εἰς δύο λλ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ης, κορυδαλλίς, ἀναβαλλίς ἡ σφαῖρα, συκαλλίς, μοιχαλλίς, θρυαλλίς. Ἀκακαλλίς ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλις βαρύνεται.

Τὰ εἰς λις ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ τὸ ι ἢ τὸ υ βραχύ, ὀξύνεται, κυψελίς, βασιλίς, Αἰολίς, Ἐγχελίς, Κυβελίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς», Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ ζι μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνεται διὰ τὸ τοῦ υ μῆκος. καὶ τὸ Σισίγυλις πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ δὲ Παμφυλίς ἐθνικὸν καὶ Τριφυλίς ὀξύνεται ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια.

Τὰ εἰς λις παρώνυμα τῷ ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίς, Αἰτωλίς, Ἰουλίς πόλις ἐν Κέῳ τῇ νήσῳ ἀπὸ Ἰουλίδος κρήνης. τὸ Ἄδουλις πόλις Αἰθιόπων προπαροξύνεται καὶ τὸ ἀρτόπωλις.

Τὰ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρμούπολις Αἰγύπτου πόλις. εἰσὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυσόπολις ἐν Βιθυνίᾳ. Ἔφορος εἰκοστῷ τρίτῳ «παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις». καὶ Θεόπομπος ἐν πρώτῳ Ἑλληνικῶν «ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν». ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ πολυΐστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπολις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας. Ὁδιούπολις χωρίον Ἡρακλείας πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. Ἡρακλεόπολις πόλις Αἰγυπτία. Παρθενόπολις Μακεδονίας πόλις ἀπὸ τῶν θυγατέρων Γραστοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ ο. Περσέπολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλλίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπʼ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Βιθυνίας καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηιούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ υ Πομπηιόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ … . ἀκρόπολις. ἔστι καὶ Ἀκρόπολις πόλις Λιβύης. μητρόπολις. ἔστι καὶ Μητρόπολις πόλις Φρυγίας ὑπὸ τῆς μητρὸς τῶν θεῶν κτισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος καὶ Λυδίας καὶ Θεσσαλίας καὶ Ἀκαρνανίας καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων καὶ Σκυθίας καὶ Εὐβοίας. Ἀδριανούπολις ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ. Ἀνώπολις. οὕτως ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πόλις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ … . Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις .... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας … «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δʼ ὅτι Κρατῖνος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ … . ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. Σώπολις ὄνομα κωμικοῦ, Ἀγησίπολις ὄνομα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων, φυγόπολις, ἄπολις.

Τὰ εἰς μις δισύλλαβα βαρύνεται, μέρμις, θέμις, Χάρμις πόλις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. Παυσανίας δέ φησι περὶ αὐτοῦ. Χέμμις πόλις Αἰγύπτου. Ἡρόδοτος «ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος». φησὶ δʼ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ.

Τὰ εἰς μις προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, πυραμίς— ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, καλαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρια βαρύνεται, Ἄρτεμις, ὃ Δωριεῖς διὰ τοῦ α προφέρονται Ἄρταμις, Σεμίραμις, Χρυσόθεμις, Θύαμις κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν, Ψιττάχεμμις κώμη τῆς Αἰγυπτίας, Ψώχεμμις πολίχνιον Αἰγύπτου, Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων «καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ Ψώχεμμις». Πάπρημις πόλις Αἰγύπτου, Ἄξουμις ἀρσενικῶς μητρόπολις Αἰθιόπων. τὸ δὲ Σαλαμίς ἡ πρὸς τῇ Ἀττικῇ νῆσος καὶ πόλις κύριον ὂν ὀξύνεται καὶ τὸ δύναμις προσηγορικὸν ὂν βαρύνεται.

Τὰ εἰς νις διβράχεα προσηγορικὰ ὀξύνονται κατʼ οὐσίας κείμενα α ἢ ο παραληγόμενα, ῥανίς, χλανίς, σανίς, ὀνίς, κονίς τὸ ἐπὶ τῆς κεφαλῆς, κόνις δὲ τὸ χῶμα, σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ υ ἔχον ὥσπερ τὸ κύνις ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνις ποταμὸς Κύμης ὡς Λυκόφρων «Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα» καὶ ἀπʼ αὐτοῦ ἰχθῦς ὁ καλούμενος γλάνις ὁ καὶ γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν. Τάνις πόλις μεγάλη Αἰγύπτου.

Τὰ εἰς νις δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται, μὴ ὑποκοριστικὰ ὄντα, ὄρνις, Θῶνις πόλις Αἰγύπτου ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος τὸν Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. Σαῦνις πόλις Ἀραβίας, μῆνις, ἶνις, ἦνις, νῆνις ἡ νεᾶνις. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι. τούτῳ δὲ ὁμοίως ὀξύνονται καὶ Ῥηνίς ἡ Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου καὶ Κρηνίδες πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε Φιλίππους, καὶ Κρανίδες συνοικία πρὸς τῷ Πόντῳ· Παρθένιος ἐν Ἀνθίππῃ. τὸ δὲ Θυνίς ἐθνικὸν ὀξύνεται ὡς τὸ Βιθυνίς.

Τὰ εἰς νις θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται, μαινίς, δαυνίς, ἐπιγουνίς, θεραπαινίς, λεαινίς. Κιδαινίς. οὕτως ὠνομάζετο Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική. Μελιγουνίς μία τῶν Αἰόλου νήσων ἡ καὶ Λιπάρα. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ. τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις καὶ Κύραυνις νῆσος κατὰ τοὺς Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ … .

Τὰ εἰς ανις θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, Ὠκεανίς, Τιτανίς, στεφανίς· ἔστι δὲ καὶ πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. Ἀνθανίς. οὕτως ἐκαλεῖτο ἡ Τροιζήν πόλις Πελοποννήσου. ῥαφανίς. Καρβανίς, Καρμανίς, Ἀτιντανίς, Αἰνιανίς, Ἀκαρνανίς, Ἀλβανίς λίμνη, Δυμανίς «στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο». Βρεττανίδες νῆσοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτως διὰ τοῦ π Πρετανίδες νῆσοι, ὡς Πτολεμαῖος. Ἰστριανίς. Καμπανίς. Ὑρκανίς, ἐξ οὗ τὸ «εἰς Ὑρκανίδα λίμνην» ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν τόνον Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος τοῦ πατρὸς Ἀνδρομάχης. ὁμοίως καὶ Βούρχανις νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων προπαροξύνεται. τὸ δὲ Ὕπανις ποταμὸς καὶ πόλις τοῦ Πόντου καὶ Μαιώτιδος λίμνης ἐστὶν ἀρσενικόν. Ἀλέξανδρος δʼ ὁ πολυΐστωρ φησὶν ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δʼ ἕτερον εἰς τὸν Πόντον. Ἡρόδοτος δʼ ἐν τετάρτῳ καὶ κρήνην τινὰ πικρὰν εἰς αὐτὸν ἐγχεῖσθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν.

Τὰ εἰς ενις καὶ ονις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εὐμενίς, εὐγενίς, Λυκαονίς, Ἀμαζονίς, Ἁθμονίς, Αὐσονίς ἡ ὕστερον Ἰταλία, Ἀντιγονίς φυλὴ τῆς Ἀττικῆς ἀπʼ Ἀντιγόνου, Ἰαονίς, Βιστονίς, ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω ποιητικῶς. Ἑρμιονίς, Λαιστρυγονίς, Μακεδονίς, Στρυμονίς, Φαρκηδονίς, Χαλκηδονίς. Στράβων δωδεκάτῃ «καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου Θρᾳκικά, τὰ δʼ ἐν δεξιᾷ Χαλκηδονίς». Μῃονίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Χαονίς.

Τὰ εἰς ηνις καὶ ωνις ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ».καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας». Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδωνις καὶ τὸ ὄνωνις εἶδος ἀκάνθης βαρύνονται, οὐ γὰρ παρώνυμα.

Τὰ εἰς ινις καὶ υνις ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σολουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ «κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ».

Τὰ εἰς νις ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δʼ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος «Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα». τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ π, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος. Ἀταρνίς, Καλυδνίς. τὸ δὲ Κάβαρνις βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆσθαί φησιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. καὶ τὸ Θέογνις βαρύνεται.

Τὰ εἰς ξις καὶ ψις ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται, ἕξω ἕξις, λέξω λέξις, ψύξω ψῦξις, σκήψω σκῆψις· ἔστι δὲ καὶ πόλις Τρωική· Ξενοφῶν Ἑλληνικῶν τρίτῳ· ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίς, πύξος πυξίς· ἔστι καὶ πόλις ἐν μεσογαίᾳ τῶν Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. ὄξος ὀξίς.

Τὰ εἰς πις διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται, πραπίς, κοπίς, λεπίς. σεσημείωται τὸ τρόπις. ἔστι καὶ Τρόπις νῆσος ... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Νάπις κώμη Σκυθίας. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται.

Ἔτι τὰ εἰς πις φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίς, ὅπερ ἡ μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτος συστέλλει, Ἀπίς ἡ Ἀπία ὡς Ἐρατοσθένης ἐν Ἑρμῇ. τὸ δὲ Ἆπις υἱὸς Φορωνέως βαρύνεται, Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετʼ Ἆπις, ὅς ῥʼ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας.

Τὰ εἰς πις δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται μὴ ὄντα ὑποκοριστικά. βαρύνεται δὲ ταῦτα τράμπις· ἔστι δὲ βαρβαρικὴ ναῦς. σάλπις, ὄλπις ὑποκοριστικόν, κάλπις, θέσπις— τὸ δὲ Θεσπίς ἐθνικόν—πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνήεντος κλινόμενα, ἐλπίς, ἀσπίς, ἔστι καὶ πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος, πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακούσιος ἐν τῷ περὶ λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. ἐμπίς εἶδος κώνωπος. τὸ δὲ Ἄλπις βαρύνεται.

Ἔτι τὰ εἰς πις ὑπερδισύλλαβα θέσει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴασπις.

Τὰ εἰς απις πολυσύλλαβα ὀξύνεται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται.

Τὰ διὰ τοῦ οπις πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκʼ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται.

Τὰ διὰ τοῦ ωπις πολυσύλλαβα ὀξύνεται, Σινωπίς, Προσωπίς πόλις Αἰγύπτου. λέγεται καὶ Προσωπῖτις. Ἰωπίς Λακωνικὴ χώρα. Ἀσωπίς Κερκύρας μήτηρ. Ἀσωπίδας δὲ ἔνιοι τὰς Θήβας φασίν.

Τὰ εἰς ρις δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχόμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλʼ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπʼ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες.

Τὰ εἰς ρις δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην». ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφʼ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμαῖος. ὀξύνονται δὲ Νηρίς πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ, Ὑρίς ἄκρα. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κουρέως.

Τὰ εἰς κρις κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβοια καὶ Ἑλένη νῆσος τῆς Ἀττικῆς καὶ Ἴκαρος νῆσος μία τῶν Κυκλάδων διὰ τὸ μῆκος. Πρόκρις, Ἄκρις. τὰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀκρίς, Λοκρίς.

Τὰ εἰς ρις μετʼ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ π βαρύνεται υ ἢ ι παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφʼ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται.

Τὰ εἰς τρις δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις.

Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ α βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ ε ἔχοντα· τότε γὰρ ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς, ἐαρίς. Γαργαρίς, Γαδαρίς, Ἰσμαρίς λίμνη. Ἡρόδοτος ζʹ … .

Τὰ εἰς ερις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται, Ἀστερίς πόλις Συρίας καὶ νησίον μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη. λέγεται δὲ καὶ Ἀστερία. νυκτερίς. Ἐλευθερίς πόλις Βοιωτίας Ὠρωποῦ πλησίον Κότου καὶ Ἀΐκλου κτίσμα. Θεόπομπος μʹ. Ἑσπερίς ἢ Εὐεσπερίς πόλις Λιβύης, Φιλωτερίς πόλις περὶ τὴν Τρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πάστερις πόλις Αἰγυπτία καὶ Κελένδερις βαρύνεται, ὡς καὶ Τίβερις ποταμὸς Ἰταλίας, ἔνθα Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος.

Ἔτι τὰ εἰς ορις ὑπερδισύλλαβα θηλυκὰ ὀξύνεται, Χρυσαορίς πόλις Καρίας ἡ ὕστερον Ἰδριάς. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν «... καὶ πρώτη πόλις τῶν ὑπὸ Λυκίων κτισθεισῶν». Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι. Νικατορίς πόλις Συρίας κτίσμα Σελεύκου τοῦ Νικάτορος· τὰ δὲ ἀρσενικὰ βαρύνεται οἷον Ἄορις Ἄραντος υἱός.

Τὰ εἰς υρις μὴ κατὰ τροπὴν γινόμενα ὀξύνεται, ἁλμυρίς, πορφυρίς· οὕτω δὲ ἐκαλεῖτο καὶ Νίσυρος μία τῶν Κυκλάδων ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ἀργυρίς, Ἰλλυρίς, Φιλυρίς, Ἀστυρίς ἡ Ἀθηνᾶ, Ἰδυρίς πόλις Παμφυλίας, ἣ καὶ Ἴδυρος. Κορκυρίς πόλις Αἰγύπτου. τὸ δὲ Θάμυρις προπαροξύνεται καὶ Ὤγυρις νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. μέμνηται δὲ αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων ἀγχιβαθὴς δʼ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. καὶ Κάσυρις νῆσος Λυκίας. Ἀρτεμίδωρος. καὶ Τίβυρις πόλις Ἰταλίας. λέγεται καὶ Τίβυρα. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων «ἔστι δʼ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ». Νικάνωρ δʼ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ. τὸ δὲ ἄγυρις καὶ πανήγυρις κατὰ τροπὴν ἐγένετο.

Τὰ εἰς ρις πολυσύλλαβα τῷ η ἢ τῷ ω ἢ τῇ ει διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μένανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται.

Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίς, Βαναυρίς. Βαναυρίδες δέ εἰσι νῆσοι Τυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος, μολουρίς ἡ σιτοφάγος ἀκρίς, κυνοσουρίς καὶ Κυνοσουρίς, Κυνουρίς. σεσημείωται δὲ τρία λάμπουρις ἡ ἀλώπηξ, Τόμουρις ὄνομα πόλεως καὶ ἵππουρις.

Τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαιστρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δʼ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται.

Ἔτι τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται.

Τὰ εἰς ρις Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δʼ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δʼ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ». ὡς δʼ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δʼ ὅτι τοπάρχης ἦν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυπτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ … Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. Ξενέφυρις κώμη Λιβύης πλησίον Ἀλεξανδρείας.

Τὰ εἰς σις ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις, στάσις. ἔστι καὶ Στάσις πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. τρῆσις καὶ Εὔτρησις κώμη Βοιωτίας. Ὅμηρος «Κώπας Εὔτρησίν τε». ἐκλήθη δὲ οὕτως διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ἄνυσις. ἐστὶ καὶ πόλις Αἰγύπτου Ἄνυσις. Τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ, Χρύσης Χρυσίς, νῆσος νησίς. Κροῦσις ὁ Μυγδόνος υἱός, Κρουσίς μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. Βροῦσος Ἠμαθίου παῖς Βρουσίς μοῖρα Μακεδονίας. τινὲς γράφουσι διὰ τοῦ υ. Κρής καὶ ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις καὶ τροπῇ τοῦ τ εἰς σ Κρησίς. Κόρση δούλη βουκόλος Κορσίς νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει. Πισίδης Πισίς πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. Ἀρκασίδης Ἀρκασίς. Γυμνησίς ἀπὸ Γύμνητος γενικῆς τροπῇ τοῦ τ εἰς σ. Μαγνησίς παρὰ Παρθενίῳ. Ἀμνισίς νύμφαι Ἀμνισίδες, Ἀνθεμουσίς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς Ἀνθεμοεισίδα φησίν. Δαφνουσίς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ, Μαυρουσίς, Μολοσσίς, Μυγισσίς, Ἰλισσίς «Μοῦσαι Ἰλισσίδες» ὡς Ἀπολλόδωρος, Μυκαλησίς Μυκαλησσίς, Κανδασίς, Ὀδρυσίς, Ἁλικαρνασσίς, Παρνασσίς, Τευμησσίς, Παρρασίς «δέξονται Φολόης οὔρεα Παρρασίδος». Τελμισσίς, Πειρασίς, Ὑπερησίς παρʼ Ἡσιόδῳ, Ῥαμνουσίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄση γεγονός. τὸ δὲ Ἀσίς ἡ Ἀσιᾶτις ὀξύνεται.

Τὰ εἰς σις κύρια βαρύνεται, Κρεῦσις πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, Κροῦσις, Τῖσις ὁ κτιστὴς καὶ ἡ πόλις Αἰγύπτου, Ἶσις, Φᾶσις πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ. Αὔασις πόλις Αἰγύπτου· ταύτην δὲ καὶ Ὄασιν καὶ Ὕασιν καλοῦσιν. «ἔστι δʼ ἐοικυῖα παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι». Ἡρόδοτος δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον. Κύπασις πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος Εὐρώπῃ. Καύκασις τὸ ὄρος ὃ καὶ Καύκασος λέγεται.

Τὰ εἰς τις δισύλλαβα ἔχοντα τὸ ο μικρὸν ἤτοι μόνον ἢ σὺν ἑτέρῳ φωνήεντι ἢ ω μέγα πρὸ τοῦ τις μὴ ὄντα ἐπιθετικά, εἰ μὴ παράκειται ἀρσενικῷ τῷ εἰς της, ὀξύνεται, φορτίς, νοτίς, κοιτίς, Προιτίς, οὐτίς τὸ ζῷον παρʼ Ἀλκμᾶνι, Δωτίς, ὠτίς καὶ φροντίς, εἰ μὴ ἄρα τοῦτο, ὅτε κύριόν ἐστι, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ «πόριες περὶ βοῦς ἀγελαίας». μὴ ὄντα ἐπιθετικὰ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.

Τὰ εἰς τις δισύλλαβα κύρια τῷ ε ἢ τῷ η ἢ τῇ αι διφθόγγῳ παραληγόμενα βαρύνεται, Θέτις, Βαῖτις ποταμὸς κατὰ Ἰβηρίαν, ὃς Πέρκης λέγεται ὑπὸ τῶν ἐγχωρίων, Ἦτις δῆμος Λακωνικῆς καὶ τῆς Κρήτης πόλις.

Τὰ εἰς τις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ μὴ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα ὀξύνεται, Βοιωτίς, Θεσπρωτίς, Εἱλωτίς, Ἐνετίς, Ἑλλωτίς· οὕτω παρὰ Κρησὶν ἡ Εὐρώπη, ἀφʼ ἧς πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Ἑλλωτίς. Λαμωτίς ἡ Ἀντιόχεια Ἰσαυρίας. τὸ δὲ Ῥακῶτις—οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο—καὶ Λιμενῶτις χερρόνησος Κελτικὴ προπερισπᾶται ὡς ἀπὸ ἀρσενικῶν εἰς ης γενόμενα.

Τὰ εἰς τις ὀνόματα πόλεων πολυσύλλαβα τῷ α ἢ ο παραληγόμενα βαρύνεται, Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Στράβων ἑβδόμῃ· ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. Ναύκρατις πόλις Αἰγύπτου ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ὀνείβατις πόλις Αἰγύπτου Ἑκαταῖος περιηγήσει Λιβύης. Ἰαγξούατις πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. Ἄβοτις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος. Κράμβοτις πόλις Αἰγύπτου, ἣν Ἑκαταῖος περιηγήσει Λιβύης Κράμβουτίν φησιν.

Τὰ εἰς τις πρὸ τοῦ τις υ ἔχοντα, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, Σύρτις, Ξύστις πόλις Καρίας. Βέρυτις Τρωικὴ πόλις. Ἄφυτις πόλις Θρᾴκης. Θουκυδίδης αʹ «ἐξ Ἀφύτιος ὁρμώμενος». λέγεται καὶ Ἄφυτος καὶ Ἀφύτη. Κάλυτις πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ … · Κάνυτις πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὰ δὲ ὀξύνεται, ῥυτίς, κυρτίς. Καλυτίς τὸ ἐθνικόν. Ἀψυρτίς. Ἀψυρτίδες νῆσοι πρὸς τῷ Ἀδρίᾳ ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας.

Τὰ εἰς τις πρὸ αὐτοῦ ψιλὸν ἔχοντα τὰ μὲν βαρύνεται, κλέπτις, ἴκτις ζῷον, λάκτις ἡ τορύνη. τὰ δὲ ὀξύνεται, φλυκτίς, πηκτίς.

Τὰ εἰς δύο ττ σπάνια ὄντα τὰ μὲν βαρύνεται, Ἄττις, Ζήβυττις πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. Ἀδράμυττις νῆσος ἐν τῇ Λυκίᾳ. τὰ δὲ ὀξύνεται, τριοττίς, νεοττίς.

Τὰ εἰς στις δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριστικώτερα εἴη, πίστις, μνῆστις. Θέστις πόλις Ἀράβων καὶ ἄλλη Λιβύης. τὸ μέντοι κιστίς ὀξύνεται ὡς ὑποκοριστικόν. τὸ δὲ Νεστίς ἡ χώρα ἀπὸ Νέστου, πόλεως καὶ ποταμοῦ Ἰλλυρίας, ἐθνικόν ἐστιν.

Ἔτι τὰ εἰς στις ὑπὲρ δύο συλλαβάς, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται, βούβρωστις, ἄγρωστις, Αὔγωστις πόλις Λοκρίδος ἢ τόπος ἢ χωρίον ἐντὸς τῆς πόλεως, ὡς Ἐπαφρόδιτος. Ζάγυστις χωρίον Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ὀξύνεται τὸ Κεραστίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν—Λιγυστίς. Λιγυστίδες νῆσοι αἱ καὶ Στοιχάδες, Λιβυστίς, Κυρρεστίς ἡ Ἀθηνᾶ, Γεραιστίς, Ὀρεστίς ὡς ἐπιθετικά.

Τὰ εἰς τις δισύλλαβα ν πρὸ τοῦ τ ἔχοντα βαρύνεται, Σάντις πόλις Κελτική, Σίντις Θρᾳκικὸν ἔθνος, ὑφʼ ὧν πρῶτον ᾠκίσθη ἡ Λῆμνος νῆσος, ὡς Στράβων.

Τὰ εἰς τις πολυσύλλαβα ν πρὸ τοῦ τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς της ὀξύνεται, Προποντίς ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θάλασσα καὶ γῆ Βυζαντίων. Ἑλλησποντίς. Ἀβαντίς ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότʼ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. Ὑαντίς. οὕτως πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίς. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Παρθένιος δʼ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης. Ἀθαμαντίς· οὕτως Τέω πόλιν Ἰωνίας καλεῖ Ἀνακρέων ἀπὸ Ἀθάμαντος, ὃς πρῶτον αὐτὴν ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρκαδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰγύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σολουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαντις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλις Λιβύης ρ παραληγόμενον.

Τὰ εἰς ις θηλυκὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ἀΐτης, ἀῗτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέτης Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ ι. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκαλωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρμενίας χώρα. Μενελαῗτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δʼ ἐκλήθη καὶ ἡ Αἴγυπτος. Πιτανῖτις χώρα καὶ νύμφη. Πορφυρῖτις πόλις Ἀραβίας κατὰ Αἴγυπτον, Προσωπῖτις πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ «Γερραῖοι δʼ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μαρωνεῖτις, Σαλωνεῖτις, ἠεροφοῖτις, Ἀσιᾶτις, Ἀπολλωνιᾶτις, Δερεᾶτις Ἄρτεμις, Καρυᾶτις, Καυλωνιᾶτις, Κροτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρλεᾶτις χώρα Βιθυνίας, Ναυκρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, Πυλᾶτις «Πυλάτιδες ἀγοραί». Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, ἀλφιτόπωλις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν. καὶ ἴσως μῆτις ἔγκειται ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστι σύνθετον. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται ὡς τὸ Περσίς.

Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γεγενῆσθαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον ἡ πλευρῖτις, ἡ φρενῖτις, ἡ νεφρῖτις. ταῦτα ὡς ἀπὸ τῶν εἰς ης ἀρσενικῶν δοκοῦσιν εἶναι ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, εἰσὶ δὲ ὀνόματα νοσημάτων.

Τὰ εἰς φις διβράχεα ὀξύνεται, ῥαφίς, γλυφίς, σταφίς, στροφίς. σεσημείωται τὸ ὄφις. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μακρὰ ἐν δισυλλάβοις παροξύνεται ἢ προπερισπᾶται, Ἶφις, Μέμφις ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. τὸ δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ Δελφίς.

Τὰ εἰς φις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη, ἀσταφίς, κροταφίς, ἐλαφίς. Κερκαφίς· Κερκαφίδες δὲ ἀπὸ Κερκάφου αἱ Ῥόδιαι γυναῖκες. καὶ Ἀκραιφίς λίμνη ὡς ἐθνικά. τὸ δὲ Ὄνουφις ὡς κύριον προπαροξύνεται καὶ Μώμεμφις. Ἡρόδοτος δευτέρᾳ … . Πάρεμφις· εἰσὶ δὲ πόλεις Αἰγύπτου.

Τὰ εἰς χις ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ νήσων εἴη, Κολχίς. Ἀντιοχίς ἡ μήτηρ τοῦ Ἀντιόχου καὶ ἐθνικὸν τῆς πόλεως Ἀντιοχείας καὶ φυλῆς ὄνομα, παννυχίς, Τραχίς πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην ὑπὸ Ἡρακλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. Δουλιχίς, Ἐρυσιχίς· τὸ δὲ ῥάχις καὶ ἔχις σεσημείωται. τὸ μέντοι Ζοῦχις πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῳ. Τρῆχις πόλις Αἰγύπτου, Βῆχις πόλις Αἰγύπτου ἡ πρότερον Μέτηλις. Βῶγχις πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. Ξοῦχις πόλις Λιβύης. Ἀρτεμίδωρος. Ἀτάρβηχις πόλις ἐν τῇ Προσωπίτιδι νήσῳ, Τεύωχις πόλις Αἰγυπτία. ἔστι καὶ λιμὴν ὁμώνυμος. Ὕδελχις· ἐπὶ πόλεων καὶ νήσων.

Τὰ εἰς ις θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται, ῥανίς, κρηπίς, κνημίς, ἁψίς.

Εἰ δὲ εἰς ιν ἔχουσι τὴν αἰτιατικήν, περισπῶνται, Βενδῖς, Μολῖς, Τοτῖς, Ἀταργατῖς.