ΒΙΒΛΙΟΝ γʹ.
Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ης καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ υ καὶ ἰσοσυλλάβως κλίνοιτο ἢ σύνθετα εἴη, Ναίης, Δάης Σκυθικὸν ἔθνος· λέγονται καὶ Δάσαι μετὰ τοῦ ς. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ υ ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυγῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης «ὦρσε δʼ ἐπὶ ζαῆν ἄνεμον»· τοῦτο δὲ ἔδει χωρὶς τοῦ ν ζαῆ ὡς «ἀκραῆ Ζέφυρον»· ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι ὡς τὸ «αἰνοπάθη πατρίδʼ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι καὶ οὕτως ἔχει ἡ παράδοσις.
Τὰ εἰς βης δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβης, λέβης, Κέβης, Κάβης, Χάβης, Σίβης, Ἰνδικὸν ἔθνος, Βύβης πόλις κατὰ Πευκετίους καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνως ὡς Λοκροί καὶ Δελφοί. Νούβης ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι καὶ Νουβάδες οἱ αὐτοί. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας.
Τὰ εἰς γης δισύλλαβα βαρύνονται χωρὶς εἰ μή τι ἐκ συνθέτου καταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα, Μέγης «Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηι». τοῦτο ὁ μὲν Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦκόν τε» καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν. τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περιττοσυλλάβως κλίνεται, λέβητα, Λάχητα· εἰ δʼ οὐχʼ οὕτως ἐκλίθη, δῆλον, ὅτι περισπασθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα», ὅτε μὴ οὕτως ἔχῃ, περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν οἷον λέβης, Λάχης, Δάρης, Χάρης, πλάνης, πένης, Τρόμης, Κράτης. πρόσκειται δὲ «μὴ εἰς της» διὰ τὸ δότης, πλύτης, θύτης. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν «πέρσεν δὲ πόλιν θείοιο Μύνητος»· ὁ δὲ Σοφοκλῆς ἐν Αἰχμαλωτίσιν ἰσοσυλλάβως «Μύνου Ἐπιστρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ καὶ τοὺς σπινθῆρας τοὺς ἐπικειμένους τοῖς λύχνοις ὡς παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ ὁπότε λύχνου δαιομένου πυρόεντος ἄδην ἐγένοντο μύκητες. σημαίνει δὲ καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γινομένους ὡς παρὰ Ἀντιφάνει «ὄπτα μύκητας πρινίνους τοῦσδε δύο». σημαίνει δὲ καὶ τὸ μέρος τῆς λαβῆς τοῦ ξίφους «ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως Μυκήνας συνέβη κτισθῆναι», σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰσοσυλλάβως ἔκλινεν Ἀρχίλοχος ἀλλʼ ἀπερρώγασί μοι μύκεω τένοντες· καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστι Ἑκαταῖος οὕτως κλίνας· φησὶ γὰρ «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν «ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν». καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ. καὶ γὰρ ταῦτα διχὼς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. Γύγης ἐπὶ τοῦ γίγαντος καὶ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας. Δράγγης ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ. Μόργης ἔθνος Ἰταλίας. Βρίγης ὁ κατοικήσας ἐν Μακεδονίᾳ, ἀφʼ οὗ Βριγία ἡ Τρωική, τουτέστιν ἡ Φρυγία. Βρύγης ἔθνος Μακεδονικὸν προσεχὲς Ἰλλυριοῖς ὃ καὶ Βρύξ, Μίσγης ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ, Λίργης, Ἄργης κύριον «Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον» παρʼ Ἡσιόδῳ. τὸ μέντοι ἀργής ἐπιθετικὸν ὥσπερ καὶ τὸ ἀγής ἀπὸ συνθέτου καταλελειμμένον τοῦ ἀαγής ὁ μὴ κλώμενος. τὸ δὲ Μογῆς καὶ Δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται. καὶ τὸ ἀργῆς ἐκ τοῦ ἀργήεις καὶ τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέας.
Τὰ εἰς δης δισύλλαβα μὴ διὰ τοῦ ους κλινόμενα ἢ τὸ ο παραληγόμενα βαρύνονται, Πύδης πόλις καὶ ποταμὸς Πισιδίας ὡς παρὰ Ἀντιμάχῳ «καδδʼ ᾖα Πύδην ἐρόεντα» καὶ «Πύδητος τηλεκλείτου ποταμοῖο». ᾅδης, Γράδης, Μένδης πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ, «καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον» Πάνδης καὶ Σίνδης ἔθνη Ἰνδικά, Ἔσδης ἔθνος Ἰβηρικόν. Ἑκαταῖος Εὐρώπῃ. Ἴδης. Ὕδης, ἐξ οὗ ἡ πόλις Ὑδισσός. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ Ῥοδῆς περιεσπάσθη, ὅτι τὸ ο παραλήγει.
Τὰ εἰς ης ἀσυνάλειπτα βαρύνονται, Ἄνθης, Σκύθης ἔθνος Θρᾴκιον ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους· τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι. ὀργιλώτατοι γάρ. «Σκύθης ὅμιλος» καὶ «Σκύθην ἐς οἶμον» καὶ «Σκύθης σίδηρος». ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. Σεύθης, Λάχης, Πάχης, λέσχης, Σάκης ἔθνος· τοὺς Σκύθας οὕτω φασίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. Μέλης ποταμὸς Σμυρναῖος, Μήλης ποταμὸς Κολοφῶνος, Πόλλης, Κόμης κύριον, Τρόμης πατὴρ Αἰσχίνου τοῦ ῥήτορος, Σάπης ἔθνος Θρᾴκης, λέγονται καὶ Σαπαῖοι καὶ Σάιοι, τάπης, Βρύκης ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυκεῖς καὶ Βρυκήιοι, Μάκης ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας. Βύζης, ἀφʼ οὗ κατά τινας Βυζάντιον ἐκτίσθη. Βούσης ἔθνος Μήδων· Ἡρόδοτος πρώτῃ. Κάλπης λιμήν. Τύμης πόλις Λιβύης. Γέτης Θρᾳκικὸν ἔθνος καὶ τὸ κύριον. Ῥιανὸς δὲ Γετηνοὺς αὐτούς φησι. Ἄστης ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος. Κέλτης· οὕτως γὰρ Στράβων φησὶ τοὺς Κελτούς. Κώφης Ἰνδικὸς ποταμός, ὡς Στράβων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης καὶ ὕστατος ὁ Ὕπανις». Ἀριστοτέλης δὲ ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν ὡς σωλῆνα. δότης, πλύτης, θύτης, πράτης. τὸ μέντοι κριτής ὀξύτονον καὶ τὸ ψαλτής δὲ Ἀττικῶς ὀξύνεται, ὡς ἱστορεῖ Ἀπολλόδωρος, καὶ ἔτι τὸ λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλλάβου· διὸ ἔχει προσκείμενον τὸ ι. τὸ δὲ πότης ἀρσενικόν, τὸ δὲ ποτής θηλυκόν. τὸ μέντοι ψιλής παρʼ Αἰσχύλῳ ἐπιθετικόν. τὸ δὲ Πυθῆς συναλήλιπται.
Τὰ εἰς ης δισύλλαβα μὴ ὄντα προσηγορικὰ ἢ ἐπιθετικὰ συναληλιμμένα βαρύνονται, ἔχοντα πρὸ τοῦ η ἢ σ ἢ ξ. Ξέρξης, Χρύσης. Μάσης πόλις Ἀργείων. Παυσανίας δευτέρῳ «ὁδός ἐστιν ἐπὶ Μάσητα». Ὅμηρος «οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν». λέγεται δὲ ἡ πόλις καὶ ἡ Μάσητος. Πέρσης τὸ ἔθνος. λέγεται καὶ Πέρσης ὄνομα. Βούσης, Μάρσης, ἀφʼ οὗ Μαρσύα πόλις φοινίκης. τὸ δὲ κασῆς τὸ πιλωτὸν ἱμάτιον περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον.
Τὰ εἰς νης καὶ ρης δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται εἰς ους ἔχει τὴν γενικὴν ἢ εἰς τος. τὰ βαρύτονα πένης, πλάνης, Μύνης, χλούνης, Φάνης. Τένης ὁ Κύκνου, Τύνης πόλις Λιβύης ἀντικρὺ Σικελίας, Κύνης ἔθνος Ἰβηρίας, Γένης ποταμὸς Καππαδοκίας παρὰ Σοφοκλεῖ, ὃς καὶ Γενήτης καλεῖται ἐκ τῆς γενικῆς ὡς τῆς Οἰδιπόδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Σίνης ἔθνος. Ἄρης ὁ θεὸς παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔστι καὶ Ἄρης χωρίον Εὐβοίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. Δάρης· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω — ἐοικὸς γὰρ ἱερεῖ — καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης. ἐτράπη οὖν τὸ ε εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. Χάρης. Κάρης πατὴρ Κρυασσοῦ, Φάρης ἔθνος Βοιωτίας. Βέρης υἱὸς Μακεδόνος καὶ πόλις Θρᾴκης ὁμωνύμως. Κέρης ἔθνος τοῖς Ἴβηρσιν ὁμοροῦν. Κύρης πόλις. τὸ δὲ πρηνής εἰς ους ἔχει τὴν γενικήν, τὸ δὲ Κουρής Κουρῆτος τὸ ἔθνος «Κουρῆτες τʼ ἐμάχοντο καὶ Αἰτωλοί». Ὅμηρος ὀξύνεται πρὸς διαστολὴν τοῦ «κούρητες Ἀχαιῶν». τοῦτο γὰρ ἀπὸ τοῦ κόρος ὁ νέος κόρης ὡς ἰαμβικὸν κλίνεται διὰ τοῦ τος καὶ βαρύνεται ὡς πένης· καὶ τὸ ἔθνος δὲ οὐκ ἐχρῆν ὀξύνεσθαι, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι, ἀλλὰ συνεξωμοιώθη τῷ ἀδμής καὶ ἀβλής. «ἐκλήθησαν δὲ Κούρητες, ὡς Ἀρχέμαχος ὁ Εὐβοιεύς φησιν, ὅτι, ἐπεὶ οἱ πολέμιοι τῆς κόμης αὐτῶν δραττόμενοι τῆς ἔμπροσθεν κατέσπων αὐτούς, ὄπισθεν τοῦ λοιποῦ ἐκόμων, κειρόμενοι τὰ ἔμπροσθεν. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ φῦλον, οἱ δὲ ἀπὸ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν τοὺς περὶ τὴν Αἰτωλίαν φασίν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν ὡς καὶ Ἰάονες ἑλκεχίτωνας εἰρῆσθαι καὶ κρωβύλον καὶ τέττιγα ἐμπλέκεσθαι καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτʼ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν». τὸ μέντοι σθενῆς, τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται· καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον.
Τὰ εἰς ης δισύλλαβα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον μετʼ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται, Μέσθλης, μάσθλης, Μάγνης ὁ πολίτης Μαγνησίας ὁμωνύμως τῷ οἰκιστῇ, Πίγρης ὁ Τίγρης, Ὅπλης· Ὅπλητες δέ εἰσιν φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Πέτρης λιμήν τις. Μέμβλης, Βάμβλης, λάγνης, Πάσνης, Μάσνης ὀνόματα ποταμῶν, Τρίσπλης ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ, Πάρνης τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἀντιφάνης ἐν Πυραυνῷ «ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθʼ ὅλον»· καὶ θηλυκῶς ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις «βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα». Ἴγνης ἔθνος οἰκῆσαν τὴν Ῥόδον, ὃ καὶ χωρὶς τοῦ ι λέγεται. Φάγρης πόλις Θρᾴκης· Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ … . Βάβρης, Ἔγκρης, Σάτρης ἔθνος Θρᾴκης ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. Γόνδρης Θρᾴκιον ἔθνος. Νίγρης ποταμὸς Λιβύης καὶ ἔθνος, Γύμνης ἔθνος· ἐκλήθη δὲ ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε· τὸ γὰρ τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. τὸ μέντοι γυμνής, χερνής, ἀβλής, προβλής, ἀδμής, ἀκμής ἐπιθετικὰ ὄντα ὀξύνονται.
Τὰ εἰς ης ἐπιθετικὰ δισύλλαβα εἰς ους τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται, ψευδής, πρηνής, ζαής, ἁλής, σαφής, πρυλής, φραδής, νωθής. τὸ δὲ πλήρης βαρύνεται, πλειήρης γάρ, ὡς ξιφήρης, ὀλιγήρης. καὶ τὸ Ἄρης κύριον.
Τὰ εἰς ης δισύλλαβα κύρια ἔχοντα υ ἐν τῇ παραληγούσῃ περισπᾶται, Μυῆς, Θυῆς, Κυῆς· βαρύνεται δὲ τὸ Βρύης, Κύης, Γύης περιττοσύλλαβα. τὸ γύης δὲ οὐ κύριον, ἔστι δὲ μέτρον τι γῆς καὶ μέρος ἀρότρου κατὰ Ἡσίοδον.
Τὰ εἰς ης κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται, Ἑρμῆς, Θαλῆς, Πυλῆς, Ποδῆς ὁ παρʼ Ὁμήρῳ, Φαλῆς, Κισσῆς, Σωσῆς.
Τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεται, ἀκραής, δυσαής, ὑπεραής.
Τὰ παρὰ τὸ κλέος ἐπίθετα ὄντα ὀξύνεται, εὐκλεής, ἀκλεής, δυσκλεής. κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται, Ἡρακλέης, Ἡρακλῆς, Σωκλῆς, Προκλῆς, Σοφοκλῆς. ὡς καὶ τὰ εἰς εας Ἀρτεμέας Ἀρτεμῆς, Θαλέας Θαλῆς, Ἀπελλέας Ἀπελλῆς.
Τὰ εἰς ης ἀπὸ τῶν εἰς ηεις περισπῶνται, τιμῆς «τιμῆς ἔσεται» οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυσὸν τιμῆντα». τινὲς μὲν τὸ τιμῆς ὡς ἀπὸ τοῦ τιμήεις διὰ τοῦ ι γράφουσιν, ἀλλὰ λόγος ἐστίν, ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. καὶ ἄλλως οἱ Δωριεῖς ἄνευ τοῦ ι προφέρονται τιμῆες χαρίες αἱματόες καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. τεχνῆς, δαφνῆς, φθογγῆς, σθενῆς, λαχνῆς, ζαχρῆς, ἀργῆς. τὸ δὲ «ὑψιπέτης» Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν» οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων. ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται» οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος. ἐπὶ δὲ τοῦ ὑψιπέτης οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ.
Τὰ εἰς γης ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον.
Τὰ εἰς δης πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλείδης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης.
Ἰστέον δὲ ὅτι τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ τοῦ δ ἔχει ἢ τὸ α ἢ τὸ ι. τὸ μὲν α οἷον Ἰλιάδης, Μενοιτιάδης, Πυλάδης, Ἀλκιβιάδης· Μιλτιάδης, Δημάδης ἐκ τοῦ Δημεάδης· Ἀργεάδης ὁ Ἀργεῖος· Δειράδης, ἀφʼ οὗ δῆμος Δειράδες, Δολογκιάδης οἱ Δόλογκοι ἔθνος Θρᾴκης· Ἐνδυμιωνιάδης οἱ Ἐπειοί, Ἠλιάδης ὁ Ἠλεῖος, Βερενικιάδης ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου «Σκυμνιάδαι καὶ Γέται». Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον «Ὕβα» λέγουσιν. Οἰνειάδαι πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη· ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδωρος ἀρσενικῶς φησιν, θηλυκῶς δὲ Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα «τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος ἐφʼ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περσῶν στρατόπεδον». ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυκῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ τῆς πόλεως θηλυκῶς, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμως. τῷ δὲ ι παραλήγεται ἢ μόνῳ ἢ μετὰ ἑτέρου φωνήεντος ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν οἷον Μίνως Μινωΐδης καὶ συναιρέσει Μινῴδης καὶ ἥρως Ἡρωΐδης καὶ Ἡρῴδης, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδης καὶ Περιθοῖδαι δῆμος Οἰνηΐδος φυλῆς, Χολλεῖδαι δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ τὰ δὲ ἀπὸ τῶν εἰς ευς ὄντα πατρωνυμικὰ πάντα διὰ τῆς ει θέλουσι γράφεσθαι Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Ὠρείδης. τὸ δὲ Ἀλκείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς αι διφθόγγου εἰς τὴν ει· ἔτι τὰ ἀπὸ τῶν εἰς ως Ἀττικῶν διὰ τῆς ει γράφονται Νείλεως Νειλείδης, Εὔνεως Εὐνείδης· καὶ τὰ ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται Εὐτυχίδης, Πλεισθενίδης, Ἀχαιμενίδης, εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆς ει Εὐήρης Εὐήρους Εὐηρείδης, Εὐκλείδης, Ἡρακλείδης, Χαρικλείδης· τύπου δὲ πατρωνυμικοῦ ἀπὸ τῶν εἰς ος ὄντα παρετάθησαν διὰ τῆς ει Λυσιθείδης, Κηκείδης, Καλλείδης, Ἀχιλλείδης, Ἐχεφυλλείδης, Σκυθρωπείδης, Θαρρελείδης, Φιλομηλείδης «Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς». Κυθνείδης. ι μόνῳ δὲ παραλήγεται τὰ ἀπὸ τῆς εἰς ος εἴτε εὐθείας εἴτε γενικῆς ἢ ἀπὸ τῶν εἰς ης εἰς ου ἐχόντων τὴν γενικὴν γινόμενα πατρωνυμικά, Πριαμίδης, Τανταλίδης, Ἑκτορίδης, Πελοπίδης, Κεκροπίδης, Μεμνονίδης, Φοινικίδης. Ἀστακίδης Πείσανδρος δεκάτῃ. Ἀρκασίδης ὁ Ἀρκάς· ὤφειλε μὲν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο καὶ τὸ θηλυκὸν Ἀρκασίς. Ἀρσακίδης ἔθνος ἀπὸ Ἀρσάκου, Δαρδανίδαι οἱ Δάρδανοι, Ἰδηΐδαι οἱ Ἰδαῖοι ἀπὸ τῆς Ἰδηΐς εὐθείας θηλυκῆς, Δρυΐδης ἔθνος Γαλατικὸν φιλόσοφον. Ἐρεβίδαι μέρος Λωτοφάγων· Φίλιστος ὀγδόῳ. Ὀδρυσίδης ὁ Ὀδρύσης, Ἀδυρμαχίδης Λιβυκὸν ἔθνος ὡς Ἡρόδοτος. Πηδασίδης ὁ Πηδασεύς. Τευθίδης ὁ οἰκῶν Τευθίδα πόλιν Ἀρκαδίας. Πισίδης ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. συστέλλονται δὲ τοῦ Πισίδης καὶ Πισιδία αἱ δεύτεραι καὶ αἱ πρῶται· Πισιδικὴ δὲ καὶ Πισιδικὸν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ ι. Αἰθαλίδαι δῆμος τῆς Λεοντίδος φυλῆς καὶ οἱ δημόται ὁμοφώνως, Βερενικίδαι ἀπὸ Βερενίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου δῆμος τῆς Πτολεμαΐδος φυλῆς· καὶ ἄλλα ἐξηνέχθη πατρωνυμικῶς. Δαιδαλίδαι δῆμος τῆς Κεκροπίδος φυλῆς, Εἰρεσίδαι τῆς Ἀκαμαντίδος, Εὐπυρίδαι τῆς Λεοντίδος, Ἐχελίδαι δῆμος τῆς Ἀττικῆς, Ἰωνίδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς, Κυνδατίδαι τῆς αὐτῆς, Κοθωτίδαι, Περρίδαι δῆμος τῆς Ἀντιοχίδος φυλῆς, Σημαχίδαι δῆμος τῆς Ἀττικῆς ἀπὸ Σημάχου· ἔστι δὲ Ἀντιοχίδος φυλῆς· Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. Σκαμβωνίδαι δῆμος Ἀττικῆς Ἀντιοχίδος φυλῆς, Συβρίδαι δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Βωταχίδαι τόπος Ἀρκαδίας ἀπὸ Βωτάχου. Φιλαΐδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης, τῆς Κορώνου τοῦ Λαπίθου, ὡς Πειραΐδης «Πειραΐδαο»· τοῦτο γὰρ ἐν τέσσαρσι συλλαβαῖς προφέρονται οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος οἷον Πυθοίδης, Βοηθοΐδης, Πηλείδης. οὐκ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. ὠγενίδης ὁ ἀρχαῖος ἀπὸ Ὠγένου ἀρχαίου θεοῦ. Καὶ τὰ μητρωνυμικὰ δὲ διὰ τοῦ ι γράφεται, Λητοΐδης, Δαναΐδης, Νιοβίδης, ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν· ἀλλʼ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει πατρωνυμικόν, ὥς φησι Διονύσιος.
Ἔτι τὰ διὰ τοῦ ωδης βαρύνονται, εὐώδης, πετρώδης, δυσώδης, γεώδης, ὀνώδης, βοώδης, λιμώδης, κτηνώδης, πυρώδης, ἀμμώδης, γραώδης, σαρκώδης.
Τὰ εἰς κης κύρια βαρύνονται· Ἀρτάκης ὁ κατοικῶν Ἀρτάκην πόλιν Φρυγίας. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε «τί μέλλει Ἀρτακῆς τε καὶ Περκώσιοι»· ἔστι δὲ καὶ κύριον Ἀρτάκης «ἠδὲ καὶ Ἀρτάκεα, πρόμον ἀνδρῶν». Ἀριαράκης ἔθνος παρὰ τὴν Ἀριαράκην, πόλιν πρὸς τῇ Κασπίᾳ θαλάσσῃ ὡς λέσχη λέσχης, ἀράχνη ἀράχνης. Ὑδάρκης ἔθνος Ἰνδικόν. Ἀπασιάκης Μασσαγετῶν ἔθνος. Στράβων ἑνδεκάτῃ καὶ Πολύβιος δεκάτῃ … «οἱ δʼ Ἀπασιάκαι νομάδες κατοικοῦσι μὲν ἀνὰ μέσον Ὤξου καὶ Τανάιδος». Δαδίκης ἔθνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ … . Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφʼ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ κ καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν. λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Παυσάρκης ἔθνος ὑπὸ τὸν Καύκασον. Πολυδεύκης, Πολυνείκης. βαρύνεται δὲ καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, Ὀλυμπιονίκης. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκής, πολυνεικής πλὴν τῶν παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης.
Τὰ εἰς λης βαρύνεται, εἰ διὰ τοῦ ητος ἢ διὰ τοῦ ου κλίνονται, Ἐπιάλης Ἐπιάλητος, οὗ χρῆσις παρὰ Σώφρονι οἷον «Ἡρακλῆς Ἠπιάλητα πνίγων» Κεφάλλης Κεφάλλητος ὄνομα κύριον, Ἀκέλης Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμοφώνως. Ἑλλάνικος δʼ εἶπεν «εἰς πόλιν Ἀκέλην»· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφʼ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δʼ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπʼ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δʼ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετʼ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας «τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν». Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ … . ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου. Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφʼ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπιζεφύριοι Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, καὶ Ὀζόλαι. φαινόλης, γενειόλης. τὸ δὲ ἀμελής, ἀφελής, καὶ ἀελλής καὶ ἀολλής ἐπίθετα καὶ εἰς ους ἔχουσι τὴν γενικήν.
Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ πωλῶ παντοπώλης.
Τὰ εἰς μης βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ … . Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
Ἔτι τὰ εἰς ανης κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς αννης διὰ δύο νν Ὀρθάννης. καὶ τὰ εἰς νης παραληγόμενα τῷ ρ. Βαστάρνης ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς ης Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης.
Τὰ διὰ τοῦ ενης κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ καὶ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν Βορυσθένου τοῦ ποταμοῦ, Μιλησίων ἄποικος, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην, αὐτοὶ δὲ Ὀλβίαν. κεῖται δʼ ἐν νήσῳ, ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ἀμένης ἀμένητος τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένος. τὰ δὲ ἐπίθετα ὀξύνεται, ἀμενής, εὐμενής, δυσμενής, ἀγενής.
Τὰ διὰ τοῦ ηνης ὀξύνονται, σαφηνής ὁ σαφής, παιδηνής ὁ παιδικός, γαληνής ὁ γαληνὸς τρόπος, δυσδηνής, ἀπηνής, προσηνής, δυσηνής.
Τὰ εἰς ινης κύρια βαρύνονται, Αἰσχίνης, Σμικρίνης, Λεπτίνης, Θεοκρίνης, Μηκίνης, Ἀξίνης, Ἀψίνης, Σπασίνης ἀφʼ οὗ Σπασίνου χάραξ πόλις ἐν τῇ μέση τοῦ Τίγρητος Μεσήνῃ. Ἀκεσίνης ποταμὸς ὁ Τάναϊς. Ἀρκεσίνης· οὕτως ἀρσενικῶς Πολύβιος τὴν Ἀρκεσίνην πόλιν ἐν Ἀμόργῳ τῇ νήσῳ φησίν. Βαρδίνης ποταμὸς Συρίας. τὸ δὲ ἀπινής ὁ ἀμόλυντος καὶ ἀκλινής ἐπίθετα καὶ εἰς ους τὴν γενικὴν ἔχει.
Τὰ εἰς ονης βαρύνεται, Μηριόνης, Κεβριόνης ὁ Πριάμου.
Ἔτι τὰ εἰς υνης, Κερύνης καὶ τὰ εἰς ωνης τελώνης.
Τὰ εἰς ξης βαρύνεται, Ἀράξης ποταμὸς Ἀρμενίας καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἄραξος λέγεται, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ.
Ἔτι τὰ εἰς πης Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν.
Ἔτι τὰ εἰς αρης, εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρης, Παντάρης, Σωχάρης, Τυνδάρης, Ἀφάρης, Ἀμφιάρης, Καβάρης ὄνομα ποταμοῦ, Γανδάρης Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρʼ αὐτῷ. Δουσάρης θεὸς παρὰ Ἄραψι καὶ Δαχαρηνοῖς τιμώμενος, ἀφʼ οὗ Δουσαρή σκόπελος Ἀραβίας. τὸ δὲ θυμαρής «ἔχει δʼ ἄλοχον θυμαρέα» καὶ «σκῆπτρον θυμαρές» ὀξύνεται· ἔστι γὰρ ἐπίθετον παρὰ τὸ θυμός καὶ ἀρῶ.
Τὰ εἰς ερης βαρύνονται, εἰ εἰς ητος τὴν γενικὴν ἔχει, Ὑπέρης Ὑπέρητος ὁ Λυκάονος υἱός, ἀφʼ οὗ Ὑπερησία πόλις τῆς Ἀχαΐδος, ὑψικέρης ὑψικέρητος ὁ ἐν ὕψει κεκτημένος τὰ κέρατα, τὸ δὲ ἀμερής διὰ τοῦ ους κλινόμενον ὀξύνεται.
Ἔτι τὰ διὰ τοῦ ηρης βαρύνονται, χαλκήρης, χρυσήρης, θυμήρης, ἔνθεν τὸ «θυμῆρες κεράσασα», φρενήρης, τριήρης· ἔστι καὶ πόλις Συρίας, ὀλιγήρης, ποδήρης· τὸ δὲ ἀπηρής ὁ ἀβλαβής Ἀπολλώνιος Ἀργοναυτικοῖς «νόστον ἐπευφήμησαν ἀπηρέα νισσομένοισι» οὐκ ἔστι τύπου τῶν διὰ τοῦ ηρης, ἐβαρύνετο γὰρ ἂν ὡς χαλκήρης, κωπήρης.
Ἔτι τὰ διὰ τοῦ ωρης βαρύνονται, νεώρης, αὐτώρης, κατώρης, ὑληώρης, μεσσώρης, Διώρης ὄνομα κύριον. Λυκώρης. ἡ δὲ Λυκωρέος γενικὴ παρὰ Καλλιμάχῳ ἀπὸ τῆς Λυκωρεύς εὐθείας ἐκφέρεται.
Τὰ εἰς σης βαρύνεται, Ἀγχίσης, Ἀντίσης, Ἀμφίσης, Ἐρίσης, ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπανίσης, ἔθνος παρὰ τὸν Καύκασον. Ἑκαταῖος Εὐρώπῃ. Βασανίσης ἔθνος Θρᾴκιον, Ὀδρύσης ἔθνος Θρᾴκης· Στράβων ἑβδόμῃ, Λαπέρσαι· οὕτως οἱ Διόσκουροι ἐκλήθησαν Λᾶν πόλιν Λακωνικὴν ἑλόντες.
Τὰ εἰς της ἁπλᾶ ἀρσενικὰ καθαρὸν ἔχοντα τὸ τ βραχείᾳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἐργάτης, ἐλάτης, Ἰξιβάτης ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ. Ἰαζαβάτης ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος. Σαρμάτης ἔθνος Σκυθικόν, Σαυρομάτης ἔθνος Ἰνδικόν. λέγονται καὶ Συρμάται, ὡς Εὔδοξος πρώτῳ «ποταμὸν τοῦ Τανάιδος Συρμάτας κατοικεῖν». Γαλάτης ἔθνος πρὸς νότον τοῖς Παφλαγόσιν· ἀπὸ τῶν ἐν τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέντες πολὺν χρόνον καὶ καταλαβόντες τὴν χώραν οὕτως ὠνόμασαν. παρήχθη δὲ τὸ Γαλάτης ἐκ τοῦ Γάλλος ὑφέσει τοῦ ἑνὸς λ. Ἀβρινάτης Ποντικὸν ἔθνος καὶ μετὰ τοῦ ρ καὶ χωρὶς τοῦ ρ. Δαλμάτης ἔθνος Ἰταλίας. λέγονται δὲ καὶ Δελματεῖς καὶ Δάλμιοι καὶ Δαλμιεῖς. Χαριμάτης ἔθνος πρὸς τῷ Πόντῳ. Παλαίφατος ἐν ἑβδόμῳ Τρωικῶν «Κερκετέων ἔχονται Μόσχοι καὶ Χαριμάται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον». καὶ Ἑλλάνικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων «Κερκετέων δʼ ἄνω οἰκέουσι Μόσχοι καὶ Χαριμάται, κάτω δʼ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί». Ναβάτης ἀφʼ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος. Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνωμότης, τοξότης, ἱππότης, δεσπότης. σεσημείωται τὸ εὑρετής· τὸ μέντοι ἀθλητής, μαθητής, ποιητής, μαχητής, ἐγγυητής, φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζηλωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Τὰ γὰρ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα». μάχεται δὲ τὸ κυβερνήτης. τὸ γὰρ ἀήτης οὐ παρὰ ῥῆμα γέγονε. τὰ γὰρ εἰς της φύσει μακρᾷ παραληγόμενα μὴ ῥηματικὰ βαρύνεται, κομήτης, πεδήτης, πλανήτης, ἀλήτης, λιμνήτης, ὑπηνήτης, κορυνήτης, νικήτης, κωμήτης, λιπερνήτης ὁ πρότερον πλούσιος, ὕστερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ η ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ «δέρμα τε θήρειον Βεμβινήταο λέοντος» καὶ ἄλλως «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος». καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης «Μαλειήτης τρύπανον αἰπολικόν». στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, δενδρώτης, λεσχηνώτης, ἀγρώτης καὶ ἐν πλεονασμῷ τοῦ σ ἀγρώστης ἀγροιώτης, μονώτης καὶ μονώστης. Μαιώτης ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. ἔστι καὶ μαιώτης ἰχθῦς τις. Ἀραχώτης ποταμὸς Ἰνδικός, ὃς καὶ Ἀραχωτός. Ἀζειώτης ἔθνος τῆς Τρῳάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵνʼ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί. Ἡρακλεώτης, Ῥαφανεώτης, Ἀμβρακιώτης, Πηλιώτης, Φθιώτης, Ἰταλιώτης, Σικελιώτης. ἀσπιδιώτης—τὸ δὲ προπετής, ἀκρατής, τριετής σύνθετα.
Τὰ διὰ τοῦ ατης τὸ α μακρὸν ἔχοντα μὴ ὄντα ῥηματικὰ βαρύνεται, Εὐφράτης ποταμός, Νιφάτης ὄρος Ἀρμενίας. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλʼ ὀνοματικῶς διὰ τοῦ ι γράφεται. καὶ Πείσανδρος ἑβδόμῳ «ταῦρον πρυμνώρειαν ἐϋσκόπελόν τε Νιφάτην». Ἰλαραυγάτης ὁ Ἴβηρ· Ἑκαταῖος Εὐρώπῃ. καὶ Ἰλαραυγάτης ποταμός. Ἀντεμνάτης, Βεμβινάτης, Μεσολάτης, Ναπάτης, Πισάτης, Ῥαβεννάτης, Ῥεσινάτης, Σπινάτης, Ζαιάτης, Βαιάτης, Ἐλεάτης, Τεγεάτης, Μαλεάτης. Ἀνδροτίων πέμπτῳ. Γυθεάτης, Σερρεάτης, Φενεάτης, Πανεάτης, Κορσεάτης, Ὑδρεάτης, Ὀρνεάτης, Ζελειάτης, Κορωνειάτης, Καυλωνειάτης, Ἐρευάτης πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Σπαρτιάτης κατὰ πλεονασμὸν τοῦ α ἀπὸ τοῦ Σπαρτίτης ὡς Κροτωνιάτης, Φαριάτης, Φασιάτης, Νωνακριάτης, οἰκιάτης. Ἰάτης, Σκιάτης, Ἐρινιάτης κώμη Μεγαρίδος. Παυσανίας αʹ καὶ ὁ οἰκήτωρ Ἐρινιάτης διὰ τὸ προκατειληφός. Βρενθιάτης ποταμὸς Ἀρκαδίας. Αὐταριάτης ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ χρονικῶν καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς καὶ Ἐρατοσθένης. Γενοάτης, Θεισοάτης, Λυκοάτης, Μεσσοάτης, Οἰάτης, Καρυάτης, Καφυάτης, Μωλυάτης, ἀγυιάτης. τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται.
Τὰ εἰς ιτης τοῦ ι μακροῦ ὄντος καὶ ειτης βαρύνεται, πολίτης, τεμενίτης, ἔστι καὶ λόφος ἐν τῇ Θρᾴκη πρὸς τῇ Τριβαλλῶν. ζευγίτης, στυλίτης, ἑρκίτης, Θερσίτης, ἔστι καὶ ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ. μεσίτης, στεφανίτης, πυρίτης, ὁδίτης, ἐπαλξίτης, μαγνίτης, φεγγίτης, λυχνίτης, αἰθερίτης, ἀγρίτης, τοπίτης, χωρίτης· Σοφοκλῆς Αἰγεῖ «ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γʼ ὁρῶ». καὶ ἐν Ἡρακλεῖ «τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν». καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτης δράκων». καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ «τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτης πλόος κομίζων δῶρα πλουσίου Νείλου». ἑδρίτης, Ὠρίτης ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδεκάτῃ «τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον». καὶ Ἀπολλόδωρος δευτέρῳ «ἔπειτα Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέτραν ....» Ὑθμίτης ἔθνος πρὸς τοῖς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν Ἑκαταῖος Εὐρώπῃ. Αὐσχίτης ἔθνος Λιβύης ὑπὲρ Βάρκης, Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. Ἀμαλεκίτης ἔθνος Ἑβραϊκόν. Αὐαλίτης κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἀμμανίτης διὰ δύο μμ γένος τῶν Ναβαταίων Ἀράβων ὡς Ἰώσηπος ἐκλήθησαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέρας θυγατρός. Ἀμανίτης ὁ οἰκήτωρ Ἀμάνου ὄρους πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθήκοντος. Αὐσονίτης. Λυκόφρων «παρʼ Αὐσονίτην Φύλαμον δομήσεται». Βοιίτης. Γεβεωνίτης ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος. Γολομίτης ἔθνος τῆς Ἰδουμαίας. Διοχίτης κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται .... Ὄσιρις. ἐθνικὸν τὸ αὐτὸ Διοχίτης. Ἁρματίτης ἐθνικὸν Ἁρμάτων πόλεως πληθυντικῶς Ἰνδικῆς ὡς τοῦ ἕρμα ἑρματίτης· ἔστι καὶ πόλις Ἁρματίτης. Ἐπαρίτης ἔθνος Ἀρκαδίας, περὶ οὗ Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν. Εὐωνυμίτης ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλέξανδρος Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτης ὁ καὶ Ἴβηρ ἔθνος. Παρθένιος ἐν Λευκαδίᾳ «Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ». Νεφθαλίτης ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος. Ὁμηρίτης ἔθνος Αἰθιόπων. Ὀρβίτης ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Σαυνίτης τῶν Ἰαπύγων ὅμορος. Τρωΐτης ποταμὸς Αἰγύπτου. ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ «οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει» καὶ «βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους «ὅρια κελεύθου τῆσδε γῆς προαστίας». ἀσπιδίτης. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ἀλλʼ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον». παραιγιαλίτης ἰχθῦς παρὰ τὸν αἰγιαλὸν εὑρισκόμενος ὡς Παρωκεανίτης, Παραχελωΐτης. Σινωπίτης, Ἰοπίτης, Ἀκεσίτης, Παγασίτης, Ἀκμονίτης, Ἀβδηρίτης, Γαβαλίτης, Διολκίτης, Μεμφίτης, Ναυκρατίτης, εὐρείτης, βαθυρρείτης, ἀκαλαρείτης ὁ ἡσύχως ῥέων. ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον. ἱερείτης, Σαμαρείτης, Ἀταρνείτης, Ἑλείτης, Ἁγνωνείτης, Μαρωνείτης, Καυκωνείτης, Δικαιαρχείτης, Ζελείτης, Ὠρείτης, ἀλείτης, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει διφθόγγου γράφεται· τοῦτο δὲ παρʼ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η.
Καὶ ὅσα παρώνυμα τὸ υ μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης, Ἀρχύτης, Πιδύτης, Αἰγύτης ἐθνικόν, ὡς Παυσανίας, Κωβρύτης, Μωλύτης, Αἰπύτης, Πατρασύτης· τὸ μέντοι κωλυτής, μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα.
Τὰ εἰς οιτης ἰσοσύλλαβα βαρύνεται, Δαμοίτης, Μενοίτης, Θυμοίτης, Ἀγροίτης, Φιλοίτης, Λαοίτης, Ἀνεμοίτης, Ὀροίτης, Ἀνδροίτης, Σακοίτης, ἀλοίτης, Ζιποίτης βασιλεὺς Βιθυνίας· καὶ τὰ ἐθνικὰ Βουτοίτης ἐκ τοῦ Βουτοΐτης παρὰ τὴν Βουτὼ πόλιν Αἰγύπτου, Σαβοΐτης Σαβοίτης ὁ πολίτης τῆς Σαβοῦς, Κυβοίτης τῆς Κυβώ.
Τὰ εἰς ουτης βαρύνεται, Μαντούτης κατὰ συγκοπὴν παρὰ τὸ Μάντουα ὡς Ζελείτης παρὰ τὸ Ζέλεια. τριακοντούτης.
Τὰ εἰς της ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα τοῦ ς κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, ὀξύντης, ἐγέρτης, ὀρίντης, αὐθέντης. Λαέρτης· ἔστι καὶ Κιλικίας χωρίον· Στράβων ιδʹ Ἀλέξανδρος δὲ «καὶ ὄρος καὶ πόλις» φησί. Σιβύρτης· Βερεκύντης, ἀφʼ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφʼ οὗ Βισαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκοντής, ἐθελοντής μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής, ἀμυντής ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.
Τὰ εἰς στης ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπιστής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χηρωστής παρὰ τὸ «χήρωσας δὲ γυναῖκα». τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «στείχων δʼ ἀγρώστην ὄχλον» παρώνυμον ὡς καὶ τὸ μονώτης μονώστης.
Τὰ διὰ τοῦ εστης μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, Ὀρέστης παρὰ τὸ ὄρος, Ὀφελέστης παρὰ τὸ ὄφελος, Θυέστης παρὰ τὸ θύος, Ἀκέστης. Διέστης—Παυσανίας δὲ Διάστας αὐτοὺς καλεῖ—Μακεδονικὸν ἔθνος ὡς καὶ Ὀρέστης παρʼ Ἑκαταίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ η φησὶ καὶ καθʼ ὕφεσιν τοῦ ἑνὸς ρ. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας «Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται». καὶ Ἀσβύστης ἔθνος Λιβύης «οἵ τε Τρίτωνος ἐφʼ ὕδασιν Ἀσβύσταο» Καλλίμαχος Αἰτίων πρώτη. τὸ μέντοι κηδεστής καὶ ἀργεστής «ἄνεμος ἀργεστᾶο Νότοιο» ἐπιθετικὰ ὀξύνονται. τὸ δὲ Κηδέστης ὄνομα κύριον βαρύνεται.
Τὰ εἰς στης λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής, ὀρχηστής, τευχηστής, ἀλφηστής. τὸ ὠμηστής Ἀρίσταρχος ὡς ἀθλητής, Τυραννίων δὲ ὡς κομήτης, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου προσῳδία.
Τὰ εἰς ης πολυσύλλαβα παρώνυμα μεταθέσει τῆς εἰς ος εἴτε εὐθείας εἴτε γενικῆς εἰς ης γινόμενα βαρύνονται, Ἄραξος Ἀράξης ἔθνος Ἰλλυρίας, Λάπιθος Λαπίθης ἔθνος Θεσσαλίας, εἴσπνηλος εἰσπνήλης ὁ ἐρώμενος, ἀγκυλόχειλος ἀγκυλοχείλης, Ἄσκαλος Ἀσκάλης, δάμαλος δαμάλης «δαμάλης ἔρως», ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, εὔπατρις εὐπάτριδος εὐπατρίδης εὐπατρίδου, ἑπτάπους ἑπτάποδος ἑπταπόδης παρʼ Ἡσιόδῳ, τρίπους τρίποδος τριπόδης, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης. Γένης Γένητος Γενήτης λιμὴν καὶ ποταμὸς Καππαδοκίας. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. τὸ δὲ νεοπτορθής παρὰ τὸ νεόπτορθος καὶ πολυκλαδής παρὰ τὸ πολύκλαδος ὀξύνονται ὡς διὰ τοῦ ους κλινόμενα.
Τὰ εἰς ης ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ους ποιοῦντα τὴν γενικὴν ὀξύνεται, εὐσεβής, ἀσεβής, εὐλαβής, θεοφιλής, αὐτοσφαγής, ἀνηλεγής, ὅθεν τὸ «νίσσετʼ ἀνηλεγέως», δυσηχής, πολυηδής, λαθικηδής, οἰνοπληθής, ἀληθής, ἀναιδής, θυμαρής, δυσαής, ζαχρηής, πολυσπειρής, νεοαρδής, πρωτοπαγής, ἀριφραδής, διοπειθής, πολυδευκής, ἀϊδής «δυσμενέων δʼ ἀϊδής» λέγει Βακχυλίδης, οὗ τὸ οὐδέτερον ἀϊδές «τοῦ δὲ τάφον καὶ σῆμʼ ἀϊδὲς ποίησεν». Ἡσίοδος, Ἀριφράδης δὲ καὶ Διοπείθης, Πολυδεύκης, Ἀΐδης τὰ κύρια βαρύνονται ὡς καὶ τὸ Ἀριστοφάνης Διομήδης. ὁμοίως ὀξύνονται καὶ τὰ εἰς τος τὴν γενικὴν ποιοῦντα, ἡμιθνής, ἡμιτρής, ἐπιβλής· διὸ καὶ παρὰ Ἀριστοφάνει τὸ «ὁ μέγας οὗτος κολακώνυμος ἀσπιδαποβλής», ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται· οὐ καλῶς οὖν τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος, ὅτι δοκός ἐστιν. οὐ γάρ ἐστι βλής μονοσύλλαβον καθʼ ἑαυτὸ ἐπὶ ταύτης τῆς ἐννοίας, ἵνα ἐν συνθέσει βαρύνηται ὥσπερ τὸ Κρής Ἐτεόκρης. Βαρύνονται δὲ τὰ παρὰ τὸ ὄλω πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης—σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος «ποδάρκης δῖος Ἀχιλλεύς». ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. σεσημείωται δὲ καὶ τὰ παρὰ τὸ ἀντῶ προσάντης καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδης. Τὰ μέντοι παρὰ ῥῆμα σύνθετα εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνεται οἷον πωλῶ παντοπώλης, μετρῶ γεωμέτρης, τρίβω παιδοτρίβης, ὀφείλω χρεωφείλης, βαίνω ναυβάτης, μισῶ ἐργομίσης, τύπτω πατροτύπτης. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κακοήθης παρώνυμά εἰσιν, οὐ παρὰ ῥῆμα.
Τὰ παρʼ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος «ἀγχιβαθής δὲ θάλασσα», λέχος ἀγχιλεχής· Ἀντίμαχος «τό ῥά οἱ ἀγχιλεχὲς κρέματο περὶ πάσσαλον ἀεί», κράτος ἐγκρατής, γένος εὐγενής, ἀγενής, δυσγενής, προσγενής, τέλος εὐτελής, ἐντελής, μένος εὐμενής, δυσμενής, μέρος ἀμερής, κλέος δυσκλεής, τεῖχος εὐτειχής. τὸ δὲ «εὐτείχεα» οὐ παρὰ τὸ εὐτειχής, ἀλλὰ παρὰ τὸ εὐτείχεος, ἀφʼ οὗ τὸ «δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι», κατὰ μεταπλασμὸν ὡς πυργοκέρατον πυργοκέρατα· τὸ η παρῃτησάμην διὰ τὸ εὐμήκης, ἐπιμήκης, συνήθης, κακοήθης, μεγακήτης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, εὐστελέχης. τὰ δὲ παρὰ τὸ ἔτος παρʼ ἡμῖν μὲν ὀξύνονται, διετής, τριετής, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτης, τριέτης, ἑξαέτης λέγουσι βαρυτόνως ὁμοίως τῷ εὐνέτης, οἰκέτης καὶ ἱκέτης, εἰ καὶ ταῦτα εἰς ου δίφθογγον ἔχουσι τὴν γενικὴν τῶν παρὰ τὸ ἔτος εἰς ους αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ Ἀττικοὶ τοῖς παρὰ τὸ ἔτος βαρυτόνως αὐτὰ προφέροντες, ἀλλὰ καὶ περὶ τὴν κλίσιν. οἷον δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιούμενοι αὐτὴν ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις ὥσπερ οἱ Δημοσθένεις· ὡσαύτως καὶ τὰ θηλυκὰ τούτων ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιοῦνται· ὥσπερ γὰρ ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος καὶ ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτης τριακονταέτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τριακονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ «τῶν τριακονταετίδων σπονδῶν» καὶ κατὰ κρᾶσιν τριακοντουτίδων, ὀφείλοντες εἰπεῖν ἡ τριακονταετής τῆς τριακονταετοῦς. τούτων οὕτως ἐχόντων «ὄτριχας οἰέτεας» ἀναγινώσκουσι κατὰ βαρεῖαν τάσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· «ἑξετέα γὰρ ἀδμήτην» ἀναγινώσκουσιν ὡς εὐσεβέα. Τοῖς μέντοι ἐπιθετικοῖς ὀξυνομένοις συνθέτοις παράκειται κύρια βαρύτονα «αὐτὰρ ὁ διογενής», ἀλλὰ Διογένης, «πολυνεικὴς δῖʼ Ἑλένα», ἀλλὰ Πολυνείκης, «παγκρατὴς ἀλήθεια»—Παγκράτης, «ὁ πλοῦτος εὐρυσθενής»—Εὐρυσθένης, εὐτειχής—Εὐτείχης ὄνομα κύριον παρʼ Ἀλκμᾶνι «Εὐτείχη τʼ ἄνακτʼ Ἀρήιον», τηλαυγής Τηλαύγης, Καλλισθένης, Δημοσθένης, Ἀντιγένης, Ἀριστομένης, Πυλαιμένης. οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλʼ εἴ που βαρύνεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται.
Τὰ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ νεήκης παρὰ τὸ ἀκή συντιθέμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγακήτης. Τὰ δὲ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα μὴ ἔχοντα οὐδέτερον καὶ εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνονται, ἀκειροκόμης, ἑλλανοδίκης, μισογύνης, κυανοχαίτης, κλυτοτέχνης.
Τὰ εἰς ης παρὰ τὸ ἔργον ὀξύνεται, λεπτουργής, Ναξιουργής, Ἀττικουργής, Κορινθουργής.
Τὰ εἰς ης ἀπὸ τῶν εἰς υς ὀξυτόνων μὲν ὀξύνονται, βριθύς ἐμβριθής, βαρύς ἀβαρής, ἡδύς ἀηδής, ἠΰς ἐνηής· οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γινόμενον ἀπὸ τοῦ ὠκύς· ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι «ποδωκὴς δʼ Ἀταλάντη». τί οὖν ἐπὶ τοῦ Δόλωνος κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου; «ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης». τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνονται, πῆχυς τριπήχης, τετραπήχης.
Τὰ εἰς ης σύνθετα μὴ ἀπὸ μονοσυλλάβων τὴν πρωτοτύπων τάσιν φυλάττει, ἐρανιστής ἀρχιερανιστής, δανειστής μισοδανειστής, λῃστής ἀρχιλῃστής, κορυστής ἱπποκορυστής, Ἀπελλῆς Φιλαπελλῆς, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής, φιλοψευδής. σεσημείωται ἀληθής φιλαλήθης—ἐπειδὴ τὰ διὰ τοῦ ηθης σύνθετα παρώνυμα βαρύνεται οἷον ἦθος εὐήθης, συνήθης, κακοήθης, τούτοις συνεξηκολούθησε καὶ τὸ φιλαλήθης παναλήθης—καὶ δικαιοκρίτης, ὀνειροκρίτης, ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάσις, ὤφειλε γὰρ βαρύνεσθαι τὸ κριτής· τὸ δὲ ὑποκριτής, προκριτής, παρακριτής οὐ παρὰ τὸ κριτής, ἀλλὰ τὸ ὑποκρίνομαι, προκρίνω, παρακρίνω. τὸ δὲ Ἐτεόκρης καὶ ἑτερόγνης ἀπὸ μονοσυλλάβων συντέθειται· τὰ γὰρ μονοσύλλαβα ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον οἷον χθών αὐτόχθων, Θρᾷξ Σαμόθρᾳξ, παῖς εὔπαις χωρὶς τοῦ πτώξ πολυπτώξ. οὐκ ἀντίκειται ἡμῖν τὸ «Ποσειδάωνος ὑποδμώς»· παρέλκουσαν γὰρ ἔχει τὴν ὑπό πρόθεσιν.
Τὰ εἰς της πολυσύλλαβα θηλυκὰ βαρύνονται, λογιότης, λευκότης, ποιότης, ἑνότης, ἰότης, ἰσότης, κουφότης, δανότης, ὀρσότης, λαμπρότης, ὁσιότης, γενναιότης, μεγαλειότης, κοσμιότης, κακότης, δασύτης, δριμύτης, γλυκύτης. σεσημείωται ταχυτής, βραδυτής, ἁδροτής, ἀνδροτής, δηιοτής. καὶ τὰ παρʼ Ἀττικοῖς ὀξύτονα τραχυτής, κουφοτής. τὸ μέντοι ποτής καὶ ἑστής καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής καὶ ἀψευδής ἐπίθετα. Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα.