ΠΕΡΙ ΧΡΟΝΩΝ ΤΩΝ ΕΝ ΦΩΝΗΕΣΙ ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ κʹ. Περὶ χρόνων.
Τῶν χρόνων οἱ μὲν μακροί, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα.
Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τα συλλαβῆς, τοῦ κέρατα κέρα καὶ κρέατα κρέα συνεσταλμένον ἐστὶ τὸ δίχρονον. Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ, μήτιι μήτι “μήτι δʼ ἡνίοχος περιγίγνεται”, μάστι, Χίος Χίιος καὶ Χῖος, ἱερεύς ἱρεύς, ἴρηξ, οἱ νέκυες οἱ νέκυς τοὺς νέκυας τοὺς νέκυς “ἐκ δὲ νέκυς οἴκων φόρεον”, οἱ βότρυς, ἐρύεσθαι ῥῦσθαι “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε”, δαινύατο δαινῦτο “τῇ δεκάτῃ δέ κε θάπτομεν δαινῦτό τε λαός”, λελῦτο δὲ γυῖα ἑκάστου», χοᾶ, Ἐρετριᾶ Πειραιᾶ Στειριᾶ, εὐφυᾶ διφυᾶ, εὐκλεᾶ. τὸ μέντοι «ὑπερδέα δῆμον ἔχοντας», καὶ «δυσκλέα Ἄργος ἱκέσθαι», καὶ «νηλέα θυμόν», οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς ε.
Πᾶν δίχρονον ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπιφερομένου συστέλλεσθαι θέλει, Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρός. παραλόγως οὖν ἐκτέτατο τὸ μᾶλλον. τὸ δὲ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ ἄλλαν, μήτι κατʼ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν κατὰ διάλεκτόν ἐστιν.
Τὸ α ἡ στέρησις συστέλλεσθαι θέλει, ἄκακος, ἄσεμνος, ἄφιλος. τὸ γὰρ ἀθάνατος καὶ ἀκάματος ἐξέτειναν τὸ α διὰ τὰς ἐπαλλήλας τέσσαρας βραχείας, αἵ τινες ἄθετοί εἰσιν εἰς ἡρωικὸν μέτρον.
Τὸ α πρὸ τοῦ β συστέλλεται, ῥάβδος, Λάβδακος, βλάβη, βλάβος, Ἄβυδος, στραβός, Ἄβος, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. οὐ μάχεται τὸ ἆ βάλε. δύο γὰρ μέρη λόγου εἰσί. τὸ δὲ ἁβάσομεν, ἄναβος κατὰ διάλεκτον ἐγένετο ἐκ τοῦ ἡβήσομεν καὶ ἄνηβος.
Τὸ α πρὸ τοῦ μ συστέλλεται, ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύσσω, ἅμαξα, ἀμνός, ἀμάρα, ἄμυστις, ἄμεινον, ἀμίς, ἀμύνω, ἄμαθος. σημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον «εἰς ὥρας ἀμῷεν», ᾧ ἀκόλουθα ῥηματικά «οἱ δʼ ὥστʼ ἀμητῆρες», καὶ «ὀλίγος δʼ ἀμητὸς ἔην». «ἀμητὸς δʼ ὀλίγιστος». τὸ δὲ ἁμέρα, ἆμος, ἆμαρ διαλέκτῳ κατὰ τροπὴν ἐγένετο.
Ἡ αρ συλλαβὴ ἄρχουσα ἀσυνάλειπτος οὖσα, ἐπιφερομένου συμφώνου μὴ τοῦ δ, συστέλλεσθαι θέλει, ἄρβηλος, ἄρκευθος, ἀρκῶ, ἄρκιον, ἄρτος, ἄρχων, ἀργής, Ἄργυννος. τὸ ἀργός ἐκτεινόμενον ἐκ τοῦ ἀεργός συναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδις συστέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται «τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν». καὶ τὸ ἄρδην δὲ ἐκτείνουσιν.
Τὸ α ἐπιφερομένου τοῦ σ, ᾧ ὑποτέτακται ἄφωνον, συστέλλεσθαι θέλει, ἄσθμα, ἀσπίς, ἄστυ, Ἀσκληπιός, ἀσχάλλω, ἄσβολος, ἀσκός. οὕτως ἄρα ὀφείλει καὶ τὸ ἀσκήσας καὶ ἀσκηθείς.
Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ξ ἢ ψ μὴ ἐν ῥηματικῇ κλίσει φιλεῖ συστέλλεσθαι, ἄξων, ἀξίνη, ἁψίς, ἅψεα, Ἄψυρτος, ἀψευδής. τὸ δὲ «ἆξον δὴ ἔγχος Διομήδεος», καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουσι τὸ α, διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίσει.
Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμασι συστέλλεται, γάζα, χάλαζα, ἀζηχές, μαζός· σεσημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.
Τὸ ι κατʼ ἀρχὴν πρὸ τοῦ τ συστέλλεται, ἴτυς, ἰταμός, Ἰταλός, Ἰταμών, ἰτέα. τὸ γὰρ «Ἴτωνά τε» καὶ «ἰτέαι», ποιητικά. τὸ δὲ Ἰτυμονεύς ἐκτέταται, ὀφείλει δὲ συστέλλεσθαι, διὰ τὸ υ. καὶ τὸ ἴτριον· ἐκτέταται.
Τὸ ι ἐπιφερομένου ἑνὸς συμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποτασσόμενον ι ἢ υ, φιλεῖ ἐκτείνεσθαι ὑπεσταλμένων τῶν κατὰ κλίσιν, ἶβις, Ἴβυκος, ἰδίω, ἰθύς, Ἶρις, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύς. τὸ δὲ ἴτυς συστέλλει τὸ ι. τὸ δὲ ἴθι κλίσις ῥηματική.
Τὸ ι κατʼ ἀρχὴν ἐπιφερομένων δύο συμφώνων μὴ κατὰ κλίσιν συστέλλεσθαι θέλει, ἴσχω, ἱστός, ἴκτινος, Ἴσμαρος, ἴφθιμος. ἐφυλαξάμην δὲ κατὰ κλίσιν διὰ τὸ ἵστανον καὶ ἵστην. σεσημείωται τὸ ἴκριον
Τὸ ι κατʼ ἀρχὴν ἔχον τὴν δευτέραν συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ν, μὴ κατὰ κλίσιν ῥηματικήν, ἐκτείνεσθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε σύνδεσμος. προσέθηκα δὲ μὴ ἐν κλίσει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα.
Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάσεις ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουσι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοσί, οὑτοσί.
Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει οἷον, στύξ, νύξ, πᾶς, Γρᾶς, Πράς, κράς, λίς, κίς, ῥίς, ἴς, μῦς, σῦς, δρῦς, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίς σημειούμεθα συστελλόμενον τὸ ι. εἰ δέ τινες συστέλλουσι τοῦ Ἴς ἐπὶ ποταμοῦ τὸ ι εἰς ἀποφυγὴν τούτου «οὐ γὰρ ἐμὴ ἲς Ἔσθʼ οἵη πάρος ἔσκεν», πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. τὸ δὲ «στάδα λίμνην» ἢ «κλάδα χρυσεόκαρπον» οὐχ ἕξει τινὰ εὐθεῖαν στάς ἢ κλάς. μεταπλασμοὶ γάρ εἰσι. τὸ δὲ «ἐξ ὀρέων ἐπὶ κὰρ» κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν.
Πᾶν ἀρσενικὸν ἢ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ, Ἀλκμάν, παιάν, Τιτάν, δελφίν, ἀκτίν, ῥίν, Σαλαμίν, κάρ, ψάρ, μάρτυρ. καὶ τοῦ Φόρκυν, Πόλτυν τινὲς μὲν ἀξιοῦσι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνεσθαι τὸ υ, ἐμοὶ δὲ δοκεῖ, ὅτι ἐν μὲν τῇ εὐθείᾳ συστέλλεται τὸ υ, ἐν δὲ ταῖς πλαγίαις ἐκτείνεται. σεσημείωται τὸ μάκαρ, δάμαρ.
Τὰ εἰς αρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς γένους συστέλλει τὸ α, μάκαρ, ὄαρ, θέναρ, φρέαρ, στέαρ. Ἀττικοὺς δέ φασιν ἐκτείνειν τὸ στέαρ καὶ φρέαρ.
Τὰ εἰς ων λήγοντα καθαρὰ συγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέρεσθαι ἐκτεταμένως.
Τὰ εἰς σσων συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγεται, βράσσων, πάσσων, μάσσων, γλύσσων, βάσσων, ἔνθεν παρʼ Ἐπιχάρμῳ βάσσον. τὸ ἐλάσσων, θάσσων «θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους» σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται.
Τὰ εἰς ων δισύλλαβα τῷ ι παραληγόμενα μὴ ὄντα κύρια ἐκτείνει αὐτό, κίων, πρίων, πίων. τὸ δὲ Δίων, Ἴων κύριά εἰσιν.
Τὰ εἰς αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ συστέλλει· ὅσα μὲν οὖν δισύλλαβα ὄντα ἔχει πρὸ τέλους μὴ φύσει μακράν, ἀλλʼ ἢ βραχεῖαν ἢ θέσει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ. εἰ μέντοι ἡ πρὸ τέλους φύσει μακρὰ εἴη, ἡ δὲ τελευταία συστέλλοιτο, γένος θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡς ἔσθʼ ὅτε οἱ κωμικοὶ καὶ ἀρσενικῷ γένει τὴν σύνταξιν ποιοῦνται ἀλλʼ εἰκὸς αὐτοὺς θηλυκῇ προσηγορίᾳ σκώπτειν τοὺς πασχητιῶντας. ὅσα μέντοι ἔχει τὴν πρὸ τέλους φύσει μακρὰν ἀρσενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡς ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· σημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ, ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ α. εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, καὶ τὸ καύαξ διφορούμενον. τοῦτο γάρ ποτε μὲν συστέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό. ἔστι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ α μὴ ὄντα σύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ σύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ὀξύτονα σύνθετα συστέλλει τὸ α, διασφάξ, βλεφαροσπάξ. τὰ μέντοι μονοσύλλαβα θηλυκὰ μὲν ὄντα, θέλει συστέλλειν τὸ α, σπάξ, οὕτως ὁ κύων παρὰ Πέρσαις, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δέ ἐσθʼ ὅτε τὸ α.
Τὰ μέντοι εἰς ιξ μονοσύλλαβα συστέλλει τὸ ι ἔχοντα δύο σύμφωνα πρὸ τοῦ ι, στίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. τὰ μέντοι εἰς ιξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν πάντα συστέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι συνεσταλμένον, πῇ δὲ ἐκτείνει. καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης φησὶν ὡς τῆς πέρδικος καὶ χοίνικος γενικῆς ἡ μέση συστέλλεται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις ποιηταῖς διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔστι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκις· τὸ μέντοι Θρήικος συστέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ συναλοιφὴν Θρῃκός. τὸ δὲ ἧλιξ συνεξῆλθε τοῖς ἔχουσι τὸ λ πρὸ τοῦ ι, χόλικος, ἕλικος, χάλικος, κύλικος. τὸ σύμμιγος σύνθετόν ἐστι.
Τὰ εἰς υξ μονοσύλλαβα συστέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Στύξ. χρόνος ὁ αὐτὸς καὶ ἐπὶ γενικῆς. τὰ εἰς υξ δισύλλαβα καὶ αὐτὰ συστέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ συνεσταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆς ἔχει, στόνυχος, ὄνυχος, ὄρτυγος, ἤλυγος, δίζυγος, φάρυγος, τὸ δὲ κόκκυγος συστέλλουσι καὶ ἐκτείνουσιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίσις ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ συνεσταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκος γὰρ συνεσταλμένως καὶ ἄμβυκος, Βέβρυκος, κάλυκος, Γάνυκος, ἴβυκος, ἐκτεταμένως δὲ βόμβυκος, αἴθυκος, κήρυκος. τὸ «κήρυκι Ἠπυτίδῃ» διὰ μέτρον φασὶν ἔχειν συστολήν. τὰ μέντοι εἰς υξ ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον.
Τὰ εἰς αψ ὑπὲρ μίαν συλλαβήν φαμεν συστέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοσυλλάβοις τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριστοφάνει· καὶ τὸ λάψ παρὰ Ταραντίνοις. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα συστέλλεται.
Τὰ εἰς ιψ μονοσύλλαβα ἐκτείνεται, ὁμοίως καὶ ἐπὶ γενικῆς. διὸ ἡ λιβός γενικὴ σημειώδης. τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν συστέλλεται. θέλουσι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρʼ Ἀρχιλόχῳ «ἄνδρας ἀμφιτρίβας».
Τὰ εἰς ας περισπώμενα ἀναγκαίως ἔχει τὸ α μακρόν, ἀλλᾶς, Ἡρᾶς, Βορρᾶς, πελεκᾶς.
Τὰ εἰς ας ἀρσενικὰ βαρύτονα εἴτε ὀνόματα εἴτε μετοχαὶ ἐκτείνονται, Αἴας, Θόας, Δρύας, Αἰνείας, λέξας, γράψας, ποιήσας. σεσημείωται τὸ μέγας ἐπίθετον καὶ τὸ «λᾶας ἀναιδής». τὸ «δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας» καὶ ὅσα τοιαῦτα κατὰ διάλεκτον, «δῆσας ἀλυκτοπέδῃσι».
Τὰ εἰς ας ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλλονται, εἰ δὲ μετοχαί, ἐκτείνονται, Ἀρκάς, φυγάς, ἐθάς, πολυδειράς, κιχράς, ἱστάς, πιμπράς, βιβάς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς καὶ ὅσα παρὰ τὸ κέκραμαι, ἰσοκράς, ἁλικράς.
Τὰ εἰς ις εἴτε καθαρὸν εἴτε μὴ βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ συστέλλει τὸ ι, ὄις, πάις, ἔρις, Θέτις, μῆνις, Πάρις, ἔχις, ὄφις, κόνις, δῆρις, μάντις, ὄρχις, λάτρις, ὄρνις, Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ διαλέκτων φησὶν Ἀττικοὺς ἐκτείνειν. εἰ δὲ σύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, ἐκτείνονται, κνημίς εὐκνήμις, ψηφίς μελαμψήφις καὶ ὅσα τοιαῦτα. οὕτως καὶ ἐν τῷ «ἐϋκλήις ἀραρυῖα» Ἀρίσταρχος ἀναγινώσκει ἐϋκλήις ὡς ἐϋκνήμις σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖσʼ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ. ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστι, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς «κέρκιδʼ ὕφαινε», «χέρσʼ ἐρετάων», «καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν», οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένον θηλυκῶν εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήις, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν.
Τὰ ὀξύτονα θηλυκὰ εἰς ις λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ ἐκτείνεσθαι καὶ συστέλλεσθαι. τοῖς μὲν οὖν συστέλλουσι τὸ ι ἀδιάφορος ἡ πρὸ τέλους εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίς, ῥανίς, αἰγίς, μηλίς, Δωρίς· τοῖς δὲ ἐκτείνουσι τὸ ι, καὶ μάλιστα ἐπὶ δισυλλάβων, ἡ πρὸ τέλους μακρὰ ὑπῆρχεν ἤτοι φύσει ἢ θέσει, κρηνίς, ψηφίς, κηκίς, κηλίς, νησίς, σφραγίς, βαλβίς, φαρκίς, ἁρπίς, ἁψίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ῥιπίς καὶ καρίς, ἃ ἡ κοινὴ συνήθεια ἐκτείνει, συστέλλουσι. δισύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τρισύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν συνήθη χρῆσιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺς Ἀττικοὺς συστέλλονται. πλοκαμίς, κεραμίς, καλαμίς, βλεφαρίς, ῥαφανίς. τὸ δὲ ἀγαθίς ἀεὶ συστελλομένως· οὕτω δὲ καὶ ἡ τρυφαλίς συστέλλεται. καὶ ἐπίστασιν ἔχει τὸ κληΐς ἐκτεινόμενον καὶ καθαρεῦον. τὰ δὲ λοιπὰ πάντα συστέλλονται, Λαΐς, Ναΐς, Θησηΐς, δμωΐς, ἡρωΐς, Μινωΐς.
Τὰ εἰς υς θηλυκὰ ὀξύτονα διὰ τοῦ δ κλινόμενα συστέλλονται, κροκύς κροκύδος, χλαμύς χλαμύδος, πηλαμύς πηλαμύδος. τὰ δὲ εἰς υς θηλυκὰ ὀξύτονα διὰ καθαροῦ τοῦ ος κλινόμενα ἐκτεταμένον ἔχουσι τὸ υ, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. φιλεῖ δὲ τὸ υ ἐπʼ εὐθείας ἐκτεινόμενον συστέλλειν τὰς ἄλλας πτώσεις οὐ μόνον ἐν τῷ πῦρ πυρός, ἀλλὰ καὶ ἐν τῷ ἰχθύος, δρυός, ἰσχύος, ἰλύος. ἐν δὲ τῷ «ἰλύος» τὸ υ ἐκτέταται διὰ τὸ μέτρον.
Τὰ εἰς υς βαρύτονα εἴτε θηλυκὰ εἴτε ἀρσενικὰ συστέλλονται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς, Πόλτυς, βότρυς, Ἕρπυς, Ἅλυς, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς.
Τὰ εἰς υς ὀξύτονα ἐπιθετικὰ συστέλλεται, πολύς, ἠΰς, ἡδύς, βραδύς.
Τὰ εἰς υς σύνθετα πάντα συνεσταλμένον ἔχει τὸ υ καὶ προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς, κάλλιχθυς, δίβραχυς.
Τὰ εἰς ος ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ οἷον ναός, λαός, κριός, ἰός πλὴν τοῦ βιός.
Τὰ εἰς ος καθαρὸν ἀρσενικὰ δισύλλαβα εἰ παραλήγοι τῷ α, ἐκτείνει αὐτὸ ναός, λαός. δάος οὐδέτερον. σεσημείωται τὸ σάος.
Τὰ εἰς λος λήγοντα δισύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλους δίχρονον, τοῦτο ἔχει συνεσταλμένον ἢ ἐκτεινόμενον διʼ ἑαυτοῦ ἢ διὰ συμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ συμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐστι, κυλλός, μαλλός, θαλλός, τὰ δὲ διʼ ἑαυτῶν τὰ τοιαῦτα, ψιλός, χυλός, δαλός, βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. ἐχρῆν οὖν καὶ τὸ καλός ἢ βοηθεῖσθαι συμφώνῳ ἢ αὐτόθεν ἐκτείνεσθαι. ὑγιὴς οὖν ἡ ἔκτασις παρὰ τῷ ποιητῇ.
Τὰ διὰ τοῦ ιμος παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ ι, κύδιμος, ὠφέλιμος, ὤκιμος. τὸ μέντοι ἄτιμος ἐκτεῖνον τὸ ι σύνθετόν ἐστιν. οὕτως δὲ ἀξιοῦται καὶ τὸ βούλιμος ἐκτείνεσθαι κατὰ τὴν δευτέραν συλλαβὴν συνθέτου ὑπάρχοντος τοῦ ὀνόματος· ἀντὶ γὰρ τοῦ ὁ μέγας λιμός. καὶ τὸ ἴφθιμος δὲ ἐκτείνει τὸ πρὸ τέλους ι.
Τὰ εἰς μος καθαρὸν δισύλλαβα ἔχοντα τὸ υ ἐκτείνουσιν αὐτὸ καὶ ὀξύνονται, χυμός, θυμός, δρυμός, ῥυμός. εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, καὶ προπαροξύνεσθαι θέλουσι καὶ συστέλλουσι τὸ υ, εἰ μὴ ἐκ συνθέσεως ὑπάρχει, οἷον ἔρυμος, ἔλυμος, δίδυμος, ἔτυμος ὁ ἀληθής. τὸ δὲ πρόθυμος καὶ τὸ μεγάθυμος καὶ τὰ τοιαῦτα ἐκ συνθέσεως ἔσχον τὸ υ.
Τὰ εἰς νος λήγοντα δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου εἰ ἔχοι πρὸ τέλους ἕν τι τῶν διχρόνων συνεσταλμένον αὐτὸ ἔχει, καπνός, θαλπνός, ἁγνός, ἀμνός, γυμνός, πρυμνός, συχνός, πυκνός, στυγνός. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι στρυφνός οἱ Ἀττικοὶ ἐκτείνουσι τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρʼ Ἀριστοφάνει ἐν Σφηξί παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν.
Τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα καθαρεύοντος τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλους τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουσι, δανός ὁ ξηρός, τρανός, μανός. τοῦτο δὲ παρὰ τοῖς Ἀττικοῖς συστέλλεται.
Τὰ εἰς νος λήγοντα ὀνόματα τρισύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α συνεσταλμένον πρὸ τέλους μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουσαν ἔχει φύσει μακράν, οἷον ἱκανός, καίτοιγε τὸ ῥῆμα ἐξέτεινε τὸ ι, πείθω πιθανός, εἴδω ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, τρώγω τραγανός, ἥδω ἑδανός, ἄγω ἀγανός, στέγω στεγανός, σφεδανός, ὀρφανός, πεδανός, ῥοδανός. σημειῶδες ἄρα τὸ οὐρανός, ὅτι ἤρξατο ἀπὸ φύσει μακρᾶς. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός, ὥστε τὸ ἐπιζητούμενον παρʼ αὐτῷ λελύσθαι. καὶ Σαπφώ· «ψαύην δʼ οὐ δοκίμωμʼ ὀράνω δυσαπάχεα». προσέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ἐπιζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» καὶ «ἑανοῦ κασσιτέροιο».
Τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα συστέλλει τὸ ι, ἐαρινός, θερινός, νυκτερινός, χειμερινός, ἑωθινός, πρωινός, ἡμερινός, ὀπωρινός. παρὰ μέντοι τῷ ποιητῇ κατʼ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης» καὶ πάλιν «ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιος».
Τὰ διὰ τοῦ ινος ἀπὸ ἐπιρρήματος ὀξύτονα τὸ ι βραχὺ ἔχουσι, ταχινός, ἀληθινός, πυκινός, ἀδινός.
Τὰ διὰ τοῦ ινος σημαίνοντα μετουσίαν προπαροξύτονα τὸ ι βραχὺ ἔχουσι, κρίθινος, δάφνινος, πύρινος, ξύλινος, λίθινος. τὰ δὲ μὴ οὕτως ἔχοντα ἐκτείνουσι τὸ ι, κάμινος, κύμινος, κυκλάμινος.
Τὰ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἐκτείνουσι τὸ ι, ἐχῖνος, κορακῖνος, φοξῖνος πλὴν τοῦ καρκίνος.
Τὰ διὰ τοῦ ινος ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ βραχέος τοῦ ι ἐκφέρεται οἷον ἀδινός, πεδινός, ταχινός, πυκινός, ἀληθινός. σεσημείωται τὸ χαλινός καὶ λαρινός. τὸ μὲν χαλινός, ὅτι ἐστὶ καὶ οὐδέτερον. λέγεται γὰρ τὰ χαλινά καὶ ὡς διαλλάξαν κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον. τὸ δὲ λαρινός ἐκτοῦ ῥινός βύρσης καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ σύνθετον.
Τὰ διὰ τοῦ υνος δισύλλαβα ἐκτείνει τὸ υ, φρυνός, γρυνός, θυνός, Κῦνος. σεσημείωται τὸ πλυνός κατὰ χρόνον, καίτοιγε τὸ πλύνω ἐκτεινόμενον τὸ υ.
Τὰ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβάς, εἰ μὲν παραλήγει τὸ σ, συστέλλει τὸ υ, δεσπόσυνος, πίσυνος, θάρσυνος. τὸ δὲ μόσυνος ἐκτεταμένον ἀπὸ γενικῆς ἐστι γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι Φόρκυνος, Πόλτυνος τῶν εὐθειῶν συστελλομένων ἐξέτειναν τὸ υ. εἰ δὲ μὴ παραλήγει τὸ σ, ἐκτείνει τὸ υ, κίνδυνος, εὔθυνος, Πάχυνος, Λάμυνος, διὸ καὶ τὸ βόθυνος ἀναλόγως ἐκτείνουσιν Ἀττικοί. κἂν ὀξύνηται δὲ τοιαῦτά ἐστι, Μαρυανδυνός, Βιθυνός. τὸ ἀνδρόγυνος, ἄγυνος καὶ τὰ ὅμοια τοῦ γυνή ἐτήρησαν τὸ υ.
Τὰ εἰς ρος καθαρὸν δισύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ «ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς—ἐπώμοσα». Λαρός «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον». βαρυνόμενα δέ, εἰ καὶ ἀρσενικὰ ὑπάρχοι ἢ θηλυκά, συστέλλειν θέλει τὸ α, λάρος «λάρῳ ὄρνιθι ἐοικώς», γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ «καὶ τὸν ἰχθύων γάρον», σκάρος, φάρος. λέγω δὲ τὸ ἀρσενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάρος, Νίκανδρος «μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη», Πάρος νῆσος, σπάρος, Σάρος ὁ ποταμός. τὸ τοίνυν βᾶρος καὶ Ρᾶρος παρʼ Ἀττικοῖς σημειώδη. τὸ δὲ κλᾶρος κατὰ Δωρίδα διάλεκτον ἐκ τοῦ κλῆρος. τά τε ὑπὲρ δύο συλλαβὰς βαρυνόμενα πάμπολλα ὄντα συνεσταλμένον ἔχουσι τὸ α, μὴ ὄντα Δώρια μήτε σύνθετα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος· ἐπίστασιν οὖν ἔχει τὸ ἄγγαρος καὶ Αἴσαρος. τὸ δὲ φλύαρος ὀφείλει συστέλλεσθαι. τούτου δέ τινες ἐκτείνουσι τὸ α, καὶ μάλιστα παρʼ Ἀττικοῖς.
Τὰ διὰ τοῦ αρος ὀξύτονα συστέλλει τὸ α, μαδαρός, χαλαρός, ῥυπαρός, καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρός συστέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν Ἰωνικὴν … ἔμεινεν ἐκτεινόμενον.
Τὰ εἰς ρος λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους ἤτοι θέσει μακρὰν ἢ φύσει, πάντως ἔχει τὴν πρὸ τέλους μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλους εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλους, βλαβερός, φανερός, ῥυπαρός, ὀχυρός, καπυρός, ἱερός. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐστι· κρατερός, τὸ γὰρ καρτερός ὑπέρθεσιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλους τρίτην μακράν, ὡς ἔφην, ἔχει καὶ τὴν πρὸ τέλους μακράν, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, ἰσχυρός. ὅθεν ἐπεὶ τὸ ἁλμυρός ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν ὑγιῶς ἕξει καὶ τὴν πρὸ τέλους μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντες αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ». ἀντιπίπτει τὸ πενθερός μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλους, βραχεῖαν τὴν πρὸ τέλους. ἀλλʼ οὖν γε εἴρηται πενθηρός τὸ ἐπίθετον διὰ τοῦ η ὥσπερ ἐπὶ ἱματίου μέλανος «Α. φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἐστὶ πενθηρὸν πάνυ». οὕτως γὰρ ἔφη Ἀναξίλας. οὐκ ἀναστρέφει ὁ κανών. οὐ γὰρ πάντως τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχουσι καὶ τὴν τρίτην μακράν. ἰδοὺ γὰρ πονηρός, τυχηρός.
Τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλους α συνεσταλμένον αὐτὸ ἔχουσι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴασος τὸ α συστέλλειν τῷ χαρακτῆρι πεισθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ συστολὴ καὶ ἡ ἔκτασις, … ὡς ἐν τῷ Τάμασος καὶ Ἐγγύασος, ἀλλὰ καὶ κέρασος καὶ Ἔρασος … .
Πᾶν θηλυκὸν εἰς α λῆγον ὀξυνόμενον ἢ περισπώμενον ἐκτείνει αὐτό, φοβερά, Ἀθηνᾶ, πυρκαϊά, μνᾶ. διὸ καὶ τὸ ἀγυιά καὶ ὀργυιά ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρʼ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ συστέλλεται.
Τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ τὸ α, ὀξέος ὀξεῖα, τάλανος τάλαινα, χαρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδίου Ῥοδία καὶ Σάμιος Σαμίου Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτεταμένως λέγουσιν, ἀλλʼ οὐκέτι πανδόκεια, βασίλεια. σεσημείωται τὸ ἴα ἀπὸ τοῦ ἴος ἴου «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς», ὅπερ λέγεται καὶ μία, καὶ «δῖα γυναικῶν» καὶ τὸ πέπειρα.
Πᾶν εἰς α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπερισπώμενον συνεσταλμένον ἔχει τὸ α Ἀντιόχεια, ταχεῖα, ὀξεῖα.
Τὰ διὰ τοῦ αια παρώνυμα παραγόμενα ἐκ θηλυκῶν εἰς α ἢ εἰς η ἐκτεταμένον ἔχει τὸ α, σελήνη σεληναία, ἅμαξα ἁμαξαία, οὐρά οὐραία, ἀρχαία, ἀναγκαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεσθαι, χωρὶς εἰ μὴ ἡ ποσότης τῶν συλλαβῶν ποιεῖ συνεσταλμένον τὸ α. τοιαῦτα γὰρ τὰ δισύλλαβα, γραῖα, μαῖα.
Τὰ εἰς α λήγοντα καθαρὸν συνεσταλμένον, ὁπότε ἐστὶ ὑπὲρ δύο συλλαβάς, τὴν πρὸ τέλους ἔχει φύσει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεσταλμένων τῶν πρὸ τέλους ἐχόντων τὴν τρι συλλαβήν, οἷον ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, αὐλήτρια, μαθήτρια. παράλογος οὖν ὁ πρὸ τέλους χρόνος τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅσα γὰρ ἔχει πρὸ τοῦ τέλους τὸ ι ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ διὰ τοῦ τρια οὐκ ἐν συστολῇ ἔχει τὸ α, ἀλλʼ ἐκτάσει, κακία, φιλία, κοπία, ἐσχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλους ἠλάττωται ἢ ἡ ἐπὶ τέλους.
Τὰ ἀπὸ τῶν εἰς ης ὀξυτόνων διὰ τοῦ εια προπαροξύτονα συστέλλει τὸ α, παροξύτονα δὲ ἐκτείνει, εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια καὶ ἀμελία, συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μόνον παροξύνεται καὶ διὰ βραχέος ι γράφεται.
Τὰ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλουσιν αὐτὸ ἔχοντα μακρὸν τὸ α οἷον γωνία, πενία, ξενία. σεσημείωται τὸ ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γίνεται, ὅπερ ἔχει μακρὸν τὸ ι. τὸ δὲ κονία διφορεῖται.
Πᾶν εἰς α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ σ ἢ τὸ ν, μὴ κατὰ πάθος ἢ διάλεκτον, ἔχει τὸ α συνεσταλμένον, χάλαζα, ἅμαξα, ἀμφίσβαινα, Λάκαινα, χαρίεσσα, μοῦσα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ πάθος, τὸ δὲ Ἑλένα καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ διάλεκτον.
Τὰ εἰς α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντως συνεσταλμένον αὐτὸ ἔχει, ὡς τὸ ῥίζα, σχίζα, σπίζα, δίψα, Δούριζα λίμνη, Βόρυζα πόλις Περσική, Ἀράβυζα τῆς Καυκωνίδος πόλις, ὄρυζα, φύζα, ἄζα, γάζα, χάλαζα. σημειῶδες ἄρα ἡ μᾶζα ἐκτείνουσα τὸ πρὸ τέλους α.
Τὰ εἰς σα λήγοντα θηλυκὰ εἴτε ἐπʼ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον καταλήγουσαν, πάντως ἐκτεταμένον αὐτὸ ἔχει, πᾶσα, πτᾶσα, φῦσα, δῦσα, Τῖσα, Κρῖσα, κνῖσα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίσαν εἶπεν κατὰ συστολὴν Πίνδαρος. εἰ μέντοι εἰς σύμφωνον λήγει ἡ πρὸ τέλους συλλαβή, τὸ δίχρονον συστέλλεται, θάλασσα, ἄνασσα, πίσσα, νύσσα, λύσσα.
Τὰ διὰ τοῦ υρα θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ χρόνου· ἢ γὰρ ἐκτείνουσι τὸ υ καὶ συστέλλουσι τὸ α καὶ προπαροξύνονται, ἄγκυρα, Κέρκυρα, ὄλυρα, γόργυρα. ἢ ἐκτείνοντα τὸ α συστέλλει τὸ υ καὶ παροξύνεται, Ἐφύρα, πορφύρα, Ζεφύρα. σεσημείωται τὸ κολλύρα τὰς δύο ἐκτεῖνον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν δισυλλάβων. πυρά ἐκτείνει τὸ α, συστέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α.
Τὰ εἰς ρα λήγοντα δισύλλαβα μὴ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγεται, συστέλλει τὸ α, πεῖρα, στεῖρα, σπεῖρα, σφαῖρα, πρῷρα, εἰ δὲ ἑνὶ φωνήεντι μακρῷ, ἐκτείνει αὐτὸ χώρα, ψώρα, χήρα, πήρα, ὤρα, ὥρα.
Τὰ εἰς ρα μετʼ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ α, Ἠλέκτρα, ποτίστρα, καλύπτρα, ἐνέδρα, κολυμβήθρα. σεσημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα.
Τὰ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἤτοι συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον. καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτως ἔχει. οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες· λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ.
Τὰ διὰ τοῦ ινη ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ ι, Αἰητίνη, θριδακίνη, ἡρωΐνη, ἰατρίνη, Ὠκεανίνη. τὸ εἰλαπίνη, Μολυβδίνη ὄνομα πόλεως συνέσταλται. ὑπὲρ τρεῖς συλλαβὰς ἔφην διὰ τὸ σατίνη, ἔστι δὲ εἶδος ἅρματος, καὶ τὸ Ἀσίνη, ἔστι δὲ ὄνομα πόλεως, καὶ μυρσίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡς τὸ τρισύλλαβον συστέλλει τὸ ι. πολλάκις γάρ ἐστι τὰ ἐκτείνοντα τὸ ι, ὡς ἔχει τὸ δωτίνη, ὑσμίνη, πυτίνη.
Τὰ εἰς υνη θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ υ, μύνη, Φρύνη, Βύνη πλὴν τοῦ τυνή. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ υ διὰ τοῦ συνη ὄντα, κερδοσύνη, βριθοσύνη, ὑποθημοσύνη, καλλοσύνη. εἰ δὲ μὴ ἔχοι τὸ σ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον. Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένως, κορύνη δὲ καὶ Ταμύνη συνεσταλμένως ὡς τορύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη.
Τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α. λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α, ὡς παρὰ τῷ Κυρηναίῳ «εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην».
Πᾶν εἰς α λῆγον οὐδέτερον ἑνικὸν συνεσταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆς ἐστι τοῦ κάρανον.
Τὰ εἰς μα δισύλλαβα τῷ υ παραληγόμενα συστέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα. διὸ σημειούμεθα τὸ κῦμα μόνως ἐκτεινόμενον. ἱστοροῦσι μέντοι Ἀττικοὺς τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.
Πᾶν εἰς αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ κατὰ τὴν γενικὴν τοῦ ἀρσενικοῦ, τάλανος τάλαν, μέλανος μέλαν, στάντος στάν, βάντος βάν. ποιητικῶς γὰρ ἐκτέτατο «ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ». ἐπεὶ οὖν παντός φαμεν κατὰ συστολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ συστολήν, ὥσπερ Αἰολεῖς καὶ Δωριεῖς ἀποφαίνονται. ἡ μέντοι παρʼ ἡμῖν ἔκτασις τοῦ α καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ παρὰ τοῖς Ἴωσιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξασθαι τὴν περισπωμένην τοῦ πᾶς ἀρσενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν δισυλλάβως λέγηται, τότε ἕξει τὸ α συνεσταλμένον, σύμπαν, ἅπαν. εὕρηται παρʼ Ἀθηναίοις ἐκτεῖνον τὸ α.
Τὰ διὰ τοῦ αριον ὑποκοριστικὰ παρὰ τοῖς παλαιοῖς Ἕλλησι συστέλλει τὸ α, ἱππάριον, πλοιάριον, φυτάριον. ἡ μέντοι νῦν συνήθεια ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίσταται διὰ τοῦ αριον ἐκτεταμένα, σουδάριον λέγουσα καὶ κελλάριον.
Τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνει τὸ υ οἷον σκῦλον, φῦλον, κῦλον. σεσημείωται τὸ ξύλον.
Τὰ εἰς ας λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλονται, κρέας, τέρας, δέπας, κέρας.
Τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, δάος, φάος, χάος, ἄχος, σάκος, βάρος, πάθος, κράτος, θράσος. πλὴν τοῦ φᾶρος «φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα»· οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι. καὶ τοῦ πρᾶγος· τοῦτο δὲ παρὰ τὸ πρήσσω καὶ πράσσω γενόμενον συνεκτεινόμενον ἔσχε τῷ ῥήματι τὸ α. τὸ δὲ μᾶκος ἐστὶ κατὰ διάλεκτον ἐκ τοῦ μῆκος.
Πᾶσα αἰτιατικὴ ἀπαθὴς εἰς α λήγουσα συστέλλεσθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βασιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουσι τὰς ἀπὸ τῶν εἰς ευς, Ἀτρέα λέγοντες καὶ ἱερέα. πρόσκειται ἀπαθὴς διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ.
Τὰ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστίν, οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν.
Αἱ εἰς αι λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουσαι τυγχάνουσι τὸ α τῶν αἰτιατικῶν, Σκύθαι Σκύθας, καλαί καλάς, οἱ δὲ Δωριεῖς συστέλλουσι Σκύθας, ναῦτας.
Τὰ εἰς ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο συλλαβὰς ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶς εἰ μὴ σύνθετα εἴη ἢ κατʼ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐσθίω συστέλλει τὸ ι. ἐφυλαξάμην δὲ σύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαστίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλασιασμοῦ «πολλὴ δʼ ἀνεκήκιεν ἅλμη».
Τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλους, συνεσταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ σημειούμεθα τὸ πίπτω καὶ ῥίπτω.
Τὰ διὰ δύο σσ παραγωγὰ ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ὅτε ἔχει δίχρονον πρὸ τέλους συστελλόμενον αὐτὸ ἔχει, ἀράσσω, πατάσσω, χαράσσω, ἀλλάσσω, ἀφύσσω. δῆλον οὖν ὅτι καὶ τὸ θαάσσω ὀφείλει τὸ α συστελλόμενον ἔχειν. τὸ δὲ ἐλασσῶ περισπᾶται παρὰ τὸ ἔλασσον γενόμενον. διὸ βαρύτονα πρόσκειται.
Τὰ διὰ τοῦ αζω δισύλλαβα συστέλλει τὸ α, ὑπεσταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήσσω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· στάζω, φράζω, βάζω, σφάζω. παραλόγως ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχει συνεσταλμένον τὸ α, χωρὶς εἰ μὴ ἔχοι πρὸς τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, σφαδᾴζω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· σκιάζω, ἐνθουσιάζω, ἀγοράζω. τινὲς δὲ ἐκτείνουσι τὸ «ὅδʼ ἀγοράζει κλεῖδʼ ἔχων». τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς διαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι.
Πᾶν ῥῆμα εἰς ζω λῆγον ἔχον πρὸ τέλους τὸ ι συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω διὰ τῆς ει διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ ι.
Τὰ διὰ τοῦ ανω ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ α, λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον.
Τὰ διὰ τοῦ υνω ῥήματα ὑπερδισύλλαβα βαρύτονα ἐκτείνει τὸ υ, ὀτρύνω, μολύνω.
Τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ παραλήγει, ἱστᾶσι, κιχρᾶσι, ἑστήκασι, βεβασιλεύκασι, τετύφασι, γεγράφασι, νενοήκασι. ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι, ὡς παρὰ Ξενοφάνει «ἐξ ἀρχῆς καθʼ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες» καὶ πάλιν «ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι», καὶ παρʼ Ἀντιμάχῳ «οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπʼ ἄλλῳ» καὶ παρὰ Ὁμήρῳ «τιμὴν δὲ λελόγχασι». τοιοῦτον δὲ καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκασι» καὶ ἕτερα πλεῖστα.
Τὰ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν «ὧδε δέ τις εἴπεσκε» καὶ «τὴν αὐτὸς φορέεσκε». οὕτως καὶ ἔασκε.
Πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκατάληκτός ἐστιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔστην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
Τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα μὴ κατὰ Αἰολίδα διάλεκτον τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, πίμπρασθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. οὕτως οὖν καὶ ταῦτα ἀναγνωστέον τῆς παραληγούσης βραχυνομένης, δεδάασθαι, μηχανάασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι. τὸ δὲ δηριαάσθων τὸ δεύτερον α ἐκτατέον. τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται.
Αἱ εἰς ς λήγουσαι μετοχαὶ ἀρσενικαὶ ἤτοι βραχυκατάληκτοί εἰσιν, ὡς αἱ εἰς ος λήγουσαι, τυπτόμενος, λεγόμενος ἢ μακροκατάληκτοι ὡς αἱ μὴ οὕτως ἔχουσαι, πεποιθώς, διδούς, βιούς· εἰ δὲ εἰς δίχρονον λήγουσιν, ἐκτεταμένον αὐτὸ ἔχουσιν, ἱστάς, βιβάς, ζευγνύς, δύς, φύς.
Τὰ εἰς ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπερισπᾶται.
Τὰ εἰς τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰς ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, συστέλλειν θέλει τὸ ι, Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱερωστί, νεωστί. τὸ μέντοι ἀπνευστί καὶ ἀνωιστί παρὰ τὸ ἄπνευστος καὶ ἀνώιστος. τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται, ὡς ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι δὲ ἔσθʼ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ «Νέστωρ δʼ ὁ γέρων ἀμογητί» καὶ τὰ ἑξῆς. οὕτω δὲ καὶ ἀμισθί «ἀμισθὶ γάρ σε πάμπαν».
Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐκτείνουσι τὸ α, ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεσταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐστί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐστι.
Τὰ εἰς υς ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται, μεσσηγύς μεσσηγύ. τὸ μέντοι ἄντικρυς μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον. Περὶ πνευμάτων.
Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, ὅ, οὗ, ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλʼ ἐπίρρημα κλητικόν.
Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ σ δασύνεται, σός ὅς, σοῦ οὗ, σέθεν ἕθεν.
Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ οἷον ἀντί, ἐπί, ἀμφί, ἀπό, ἐν, ἐξ.
Τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομένου ἀρχομέναις μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος οἷον ἥνδανεν ἑήνδανεν, ἕερσα, ἕεδνα, ἑώρων.
Τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα, ὅρος οὖρος, ἕκηλος εὔκηλος, ὁδός οὐδός, ἕαδε εὔαδε, ὅλος οὖλος.
Τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται, αἶσχος, ἦθος, εὖρος, εἶδος. οὕτως οὖν καὶ ἦδος ἀπὸ τοῦ ἡδονή μετασχηματιζόμενον.
Πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται, ἔχω, ἄχος, ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατʼ ἐπέκτασίν ἐστι τῆς χι. τὸ δὲ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ πᾶσιν Ἕλλησι πρὸ τοῦ χ εἶναι ἀπείρηται. καὶ τὸ αἴτιον ἐχυρόν. πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ υ ἐν ἀρχῇ λέξεως δασύνεται, δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένων ἐξέφυγεν τὸ υ πρὸ τοῦ χ καθαρὸν εὑρίσκεσθαι.
Τὸ ε καὶ ο πρὸ δασέος ψιλοῦται, ὄφις, ἔθνος, Ἔφεσος.
Πᾶν φωνῆεν, πλὴν τοῦ υ, ἐπαγομένων δύο δασέων, ἢ δασέος σὺν ἀμεταβόλῳ ψιλοῦται, ἴφθιμος, ἄφνω, ἰχθῦς. σεσημείωται τὸ ἑφθός.
Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ὀφρῦς, ἀφρός, ὄφρα, ἀθρῶ «ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατο». τὸ ἁθρόος, ὅτε ἐπιτατικὸν ἔχει τὸ α, δασύνεται παρʼ Ἀττικοῖς.
Πᾶν φωνῆεν εἰς ρ λῆγον ἐπιφερομένου δασέος ψιλοῦται, ἄρχω, ἔρχομαι, ὄρχος, ὀρφανός, ὔρχα τὸ ταριχηρὸν ἀγγεῖον. Ἀττικοὶ δὲ δασύνουσι τὸ εἱρκτή εἱρχθῆναι.
Τὰ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες, Ἀρσινόη «ἐς δὲ σταθμοὺς ἄρσε», ὄρσας «ὄρσεο κυλλοπόδιον». ταύτῃ ἀναλογώτερον τὸ ἕερσα τρισυλλάβως.
Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος, ἅρμα, Ἑρμῆς, ὁρμαθός. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. καὶ τὸ ἕρματα εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες.
Τὰ α καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέος, ἑρπετόν, ἑρπύζω, Ἅρπυια καὶ τὸ ὄρπηξ τούτοις ἐξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω πλεονασμῷ τοῦ π γεγένηται τὸ ὄνομα.
Τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται, ἔρος, ἄρω.
Πᾶν φωνῆεν πρὸ τοῦ γ ψιλοῦται, πλὴν τοῦ η καὶ υ, ἀγορά, ἄγαν, ὠγύγιος, ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύλαξαν.
Πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀντίος, ἐννέα, ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.
Τὰ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ σ ἔχοντος ἓν τῶν δασέων, ὀσφῦς, ὀσφραίνεσθαι, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἴσχω, ἰσχύς, ἀσθενής, ἐσθλός, ἄσθμα, ἔσθω, ἔσθος, ἐσθής.
Τὸ α ι ο ἐπαγομένου τοῦ ψ ψιλοῦται, ἄψορρον, ἴψας, ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται, ἅψεα, ἁψίς.
Τὸ α ι η ο πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται, ἀάπτους, ἀήσυλα, ἀΐσσω, ἰάπτω, ἰατρός, ἠΐθεος, Ἠετίων, ἠέλιος, ὀΐω, ὀϊστός. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε παρʼ αὐτό, ἱερεύς, ἱέραξ, ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι.
Τὸ στερητικὸν α ψιλοῦται, ἄφιλος, ἄοικος, ἀλίαστος πλὴν τοῦ ἅλυσις καὶ ᾍδης.
Τὸ α πρὸ τοῦ γ ψιλοῦται, οἷον ἀγανός.
Τὸ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, ἀδευκής, ἀδολέσχης, κατὰ κρᾶσιν ᾍδης. μὴ οὕτως δὲ ἔχον «ἅδε Ἕκτορι μῦθος ἀπήμων», ἅδος δέ μιν ἵκετο θυμὸν, ἅδην, ἁδινός, ἁδρός, ἁδήν ἡ νόσος. διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. μάχεται τὸ ἀδράφαξυς δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον καὶ τὸ Ἁδρίας ψιλούμενον.
Τὸ α πρὸ τοῦ ζ ψιλοῦται, τὸ ἄζω ἐπὶ τοῦ ξηραίνω ψιλοῦται, ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται, ἅζω.
Τὸ α πρὸ τοῦ κ ψιλοῦται, ἀκοή, ἄκμων, ἀκόνη.
Τὸ α πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται οἷον ἄλλος, ἀλλότριος, ἀλύω «δινεύεσκʼ ἀλύων», «ἄλεται», ἀλήμεναι. ἠλόγητο τὸ ἅλλομαι δασυνόμενον καὶ τάχα μὲν τὸ ἆλτο ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· τάχα δʼ ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται «Ἄλτεω ὃς Λελέγεσσι», «ληΐου ἀλδήσκοντος», «ἄλθετο χείρ»· ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλτον» ψιλῶς προφέρονται. δασύνεται τὸ ἅλς καὶ τὰ παρʼ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν ποιητικῶς μετενεχθέν. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. Ἁλίζωνες. Ἁλαί, ὡς καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅ ἐστι τόπος Ἀττικῆς. τὸ Ἀλήιον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν σημαίνει τὴν ἅλωνα, δασύνεται, εἰ δὲ τὴν ἀμπελόφυτον γῆν, ψιλοῦται.
Ὁμοίως καὶ τὸ ι πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἴλλειν καὶ τὸ ω, ὦλλος καὶ τὸ ε. σεσημείωται τὸ Ἕλλην, Ἑλλάς.
Τὸ α πρὸ τοῦ μ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἀμνός, ἄμαχος πλὴν τοῦ ἅμα καὶ τῶν ἐξ αὐτοῦ, ἁμαρτῇ, ἁματροχιά. τὸ δὲ ἄμαξα εἰς ἰδιότητα ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη «τιλλέσθην ἐπʼ ἄμαξαν» καὶ «οἱ δʼ ὑπʼ ἀμάξῃσιν» ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος «καθημαξευμένα». τὸ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. Νικίας μὲν καὶ Πάμφιλος δασύνουσιν, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς «πάντʼ ἄμυδις κεφαλῆς». ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις καὶ ἐξαιρέτως τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ ἐγένετο τοῦ α εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. —τὸ ἁμαρτάνω δείκνυται καὶ ἐκ τῆς συναλοιφῆς δασυνόμενον, ἐφαμαρτάνω γάρ. τὸ δὲ ἀμόν Δημήτριός φησι ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος.
Τὸ α ἐπιφερομένου τοῦ ν ψιλοῦται, ἄνεμος, ἀντίος, ἄνυσις πλὴν τοῦ ἁνδάνω. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι.
Τὸ α ἐπαγομένου τοῦ ρ μετὰ φωνήεντος ψιλοῦται, ἄραβος, ἀρετή, ἀριθμός. τὸ δὲ «χεῖρα ἁραιήν» δασύνεται. ἀπὸ γὰρ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ φθείρω, γέγονε ῥαιός καὶ ἐν πλεονασμῷ τοῦ α ἁραιός μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω.
Τὸ α ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσιν, ἐπαγομένου τοῦ σ ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, Ἀσία, ἄστυ, ἀστράγαλος, ἀσάμινθος. τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, παραλόγως δασύνεται «ἅσσʼ ἐθέλησθα» Ἀρίσταρχος μέν φησι τρία σημαίνειν τὴν λέξιν, τινά, ἅτινα, ὅσσα καὶ ἀεὶ ψιλοῦσθαι. δασύνεται δὲ ὅτε δηλοῖ τὸ ἅτινα καὶ ἔστι δύο μέρη λόγου, τὸ α ἄρθρον καὶ τὸ σα, ὅ ἐστι Μεγαρικόν, δηλοῦν τὸ τινά.
Τὸ α πρὸ τοῦ τ ἑνὸς ἢ διττοῦ ψιλοῦται πλὴν τοῦ ἅτε καὶ ἅτερος.
Τὸ α πρὸ δασέος ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὰ παρʼ αὐτοῦ.
Τὸ ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπῖπτον ψιλοῦται, ἔλεγον λέγον, ἔστην στῆν «ἔσταν ἅπαντες», ἐπεὶ γίνεται «στὰν δὲ μεταστοιχεί», ἔστησα, ἐπεὶ «στῆσε δʼ ἐν Ἀμνισῷ ποταμῷ», τὸ δὲ «ἕστασαν», δασύνεται, ἐπειδήπερ τὸ αὐτὸ ἐστὶ τῷ ἑστήκεσαν, τὸ δὲ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. τὸ δὲ ἑήνδανε καὶ ἑώρων, ἑέσσατο οὐκ ἐκ κλίσεως, ἀλλʼ ἐκ πλεονασμοῦ.
Τὸ ἐν ἀντωνυμίαις ε πρὸ συμφώνου ψιλοῦται, ἐμοί, ἐκεῖνος, πλὴν τοῦ ἕθεν.
Τὸ ε τῶν ἀριθμῶν δασύνεται, ἕν, ἕξ, ἑπτά καὶ τὰ λοιπὰ πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος δασύνεται.
Τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς «ἥ ἑ μάλιστʼ εἴωθε», εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἕθεν.
Τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ὡς ἐκάλουν, ἔκρινον, ἢ προθέσεως ὡς ἔκπωμα, ἐκτός ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, ὡς ἐκεῖνος, οἷον, ἑκάς, Ἑκάβη, ἕκηλος, ἑκυρός, ἕκαστος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.
Τὸ ε ἐπιφερομένου τοῦ μ ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦσθαι θέλει, ἔμπλην, Ἔμπουσσα.
Τὸ ε πρὸ τοῦ ἑνὸς ν ψιλοῦσθαι θέλει οἷον Ἐνυώ, ἔνδιοι, ἔνατος ὁμοίως δὲ καὶ τὸ η, χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλίσεως εἴη οἷον «ἤνις ἠκέστας». τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται χωρὶς τῶν συνδέσμων διὰ τὸ ἕνεκα καὶ εἵνεκα, ταῦτα γὰρ δασύνονται, καὶ χωρὶς εἰ μὴ ἐκ κλίσεως εἴη διὰ τὴν ἕντος μετοχήν. αὕτη γὰρ δασύνεται.
Τὸ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις, ἑξῆς, ἕξω. οὕτως καὶ τὸ Ἐξάδιος πρὸς τὸν χαρακτῆρα ἐχρῆν δασύνεσθαι, χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.
Τὸ η ἐν τροχαϊκῇ λέξει, ἀμεταβόλου ἐπαγομένου, ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος, ἦμαρ Σοφοκλῆς Τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; ἦμος, ἦνις, ἦρα. τὸ ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω.
Ἀεὶ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς, ἤια. ταύτῃ καὶ τὸ «ἥ τε ξείνων Θέμις ἐστί» δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται, καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη· ὥστε τὸ «ἤιε Φοῖβε» εἴτε ἐκ τοῦ ἥιος δασυνομένου ἐστίν—ἀπὸ τῆς ἕσεως τῶν βελῶν, ὡς Ἀρίσταρχος— εἴτε ἐκ τοῦ ψιλουμένου—ἀπὸ τῆς ἰάσεως, ὡς οἱ περὶ τὸν Κράτητα —πρὸς τὸν χαρακτῆρα μόνως ψιλωτέον.
Τὸ η πρὸ δασέος ψιλοῦται, ἦθος. τὸ δὲ ἡθμός δασύνεται τῇ ἐννοίᾳ τοῦ ἥσω μέλλοντος δασυνομένου. καὶ τὸ Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολογίαν. παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.
Τὸ η πρὸ τοῦ κ δασύνεται. τὸ δὲ ἤκιστα ψιλοῦται παραλόγως, δασύνεται δὲ Ἀττικῶς, ἐπειδὴ ἐκ τοῦ ἡσσῶ τοῦ δασυνομένου γίνεται. δείκνυται δὲ ἐκ τῆς συναλοιφῆς δασυνόμενον. «οὐχ ἥκιστα» γάρ.
Τὸ η πρὸ τοῦ λ ψιλοῦται, ἠλίβατος ἀπὸ τοῦ ἀλιτεῖν ἐσχηματισμένον· οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐκ τῆς συναλοιφῆς «τὸν μέν τʼ ἠλίβατος πέτρη», ἠλιτόμηνος, πλὴν τοῦ ἥλιος· τὸ δὲ Ἦλις, ἀφʼ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα. καὶ δασύνεται γάρ. ἀπὸ τοῦ ἁλίζω τὸ ἀθροίζω διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι. καὶ ψιλοῦται μάλιστα διὰ τὸν χαρακτῆρα. ὡσαύτως καὶ Ἠλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία.
Τὸ η πρὸ τοῦ μ δασύνεται καὶ ψιλοῦται, ἡμέρα δασύνεται, τὸ δὲ μετασχηματιζόμενον ἦμαρ ψιλοῦται, ἥμην ἐπὶ τοῦ καθῆσθαι δασύνεται, τὸ δὲ σημαντικὸν τοῦ ὑπάρχειν, ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο, ψιλοῦται. τὸ ἥμονες ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχησταὶ δασυντέον. τὸ θέμα ἵημι. παρὰ τὸν ἥσω μέλλοντα «ἥσω γὰρ καὶ ἐγώ», παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον «καὶ ἥμασιν ἔπλευ ἄριστος» καὶ ἡμοσύνη καὶ μεθημοσύνη.
Τὸ ι πρὸ δασέος ψιλοῦται, ἶφις, ἰχθῦς, ἰχανόων.
Τὸ ι πρὸ τοῦ στ μόνου δασύνεται, ἱστῶ, ἱστίον, ἵστημι, ἵστωρ. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.
Τὸ ο πρὸ τῶν διπλῶν ψιλοῦται, ὄξος, ὀψέ, ὄζαινα.
Τὸ ο πρὸ τοῦ ν ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, ὄνυξ, ὄναρ, ὄνομα.
Τὸ ο πρὸ τοῦ π ψιλοῦται, εἰ μὴ τὸ λ ἐπάγοιτο, ὀπίσω, ὀπιπεύω, ὀπή, ὀπώρα· παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως ἔχει καὶ τὸ ὄπατρος· οὐκ ἔστι δὲ ψιλωτέον ὡς οἴονται διὰ τὴν συγκοπήν. πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀλλὰ καὶ δασύνεται, ἑστήκαμεν ἕσταμεν, Ἡράκλεες Ἥρακλες. πρόσκειται «εἰ μὴ τὸ λ ἐπάγοιτο» διὰ τὸ ὁπλή καὶ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. τὸ δὲ ὁπόσος, ὁποῖος, ὅπως καὶ τὰ ὅμοια ὡς ἀναφορικὰ δασύνεται.
Τὸ ο ἐπιφερομένου τοῦ ρ ψιλοῦται, ὄρος τὸ οὐδέτερον, ὄρυζα, ὀρεύς, ὀρέγω, Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος ἀρσενικὸν ὅπερ ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω γέγονεν. καὶ γὰρ ὁ ὅρος εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. καὶ ὁρίζω καὶ ὅρκος ἐκ τοῦ ὅρος. καὶ γὰρ οἱ ὀμνύοντες ὁρίζονται καὶ ὀμνύουσιν.
Τὸ ο πρὸ τοῦ τ ψιλοῦται, ὀτρηρός, ὀτοτύζειν, ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα.
Τὸ υ πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν. τὸ ὐββάλλειν ψιλωτέον. ἔστι γὰρ Αἰολικόν. καὶ ὔμμες ψιλωτέον· ἡ γὰρ λέξις Αἰολική. τὸ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ τοῖς Ἕλλησιν πρὸ τοῦ χ ἀπείρηται. καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ υ εὕρηται. πρὸ τοῦ ζ ἢ ξ ἢ ψ τὸ υ οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος. γεγονέναι δὲ καὶ αὐτό φασι παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος.
Ἡ αυ δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ, αὐτός, αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτος καὶ αὑτόν ἀντὶ τοῦ ἑαυτόν. τὸ αὔω ἐπὶ τοῦ φωνεῖν ψιλοῦται, ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν τάσσηται, τότε δασυντέον ἐστί.
Ἡ ει δίφθογγος ψιλοῦται οἷον εἶδος, εἰκάζω, εἴρων καὶ τὰ λοιπὰ πλὴν τοῦ εἱρκτή, Εἵλως ὁ δοῦλος καὶ εἱκώς ὁ πέμψας, καὶ εἱλίζω τὸ συστρέφω, καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον, καὶ εἱμένος ὁ ἐνδεδυμένος καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷσεν ἀντὶ τοῦ ἐκάθισεν, εἱστήκει καὶ εἵως ἀντὶ τοῦ ἕως καὶ εἵατο καὶ εἵλη ἡ θερμασία καὶ εἱαμενή ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν.
Ἡ ευ δίφθογγος ψιλοῦται, οἷον εὐλή εὐλαί οἱ σκώληκες, εὐδία, εὐθεῖα, εὐνή, εὐχή, εὖρος, εὔκηλος καὶ τὰ λοιπὰ πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὕρω, ἀφʼ οὗ καὶ εὑρίσκω. καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον Δωρικῶς.
Ἡ οι ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, εἰ μὴ τὸ μ ἐπάγοιτο, οἷον οἶστρος, οἶκος· τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δασύνεται. τὸ δὲ οἴμοι ἐπηύξηται ἀπὸ τοῦ οἴ ψιλουμένου.
Ἡ ου ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, οὐρανός, οὐλή, οὐρῶ, οὖλος, οὐρός. οὕτω δὲ ἢ οὕτως δασύνεται.
Τὸ ρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, ῥά, ῥανίς, ῥάξ χωρὶς τοῦ Ρᾶρος — ἔστι δὲ ὄνομα κύριον — καὶ χωρὶς τῶν ἐξ αὐτοῦ οἷον «Ραρίδος Δηοῦς» καὶ Ραρία γῆ καὶ Ραριάς, σημαίνει δὲ τὴν Δήμητρα, καὶ Ράριον πεδίον ἐν Ἐλευσῖνι, ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον ρ ψιλοῦσθαι, τὸ δὲ δεύτερον δασύνεσθαι. ἀλλὰ τὰ δύο ρρ ψιλωτέον ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν.
Τὸ ρ, ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται οἷον συρράπτω.
Τὸ πνεῦμα κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις.
Ἐπὶ τῶν σχετλιαστικῶν ἔσθʼ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ, εὔἁν, εὐαἵ.
Δασυνομένου φωνήεντος ἐπιφερομένου τὸ προηγούμενον ψιλὸν τρέπεται εἰς τὸ ἀντίστοιχον δασύ, κατὰ ἡμῶν καθʼ ἡμῶν. τὸ δὲ ἀνάπαλιν οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ. τὸ γὰρ ἀμπέχεσθαι Αἰολικόν ἐστιν.