ΠΕΡΙ ΤΩΝ ΕΙΣ ξ ΚΑΙ ΕΙΣ ρ ΚΑΙ ΕΙΣ ας ΛΗΓΟΝΤΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ βʹ.
Πᾶν ὄνομα εἰς αξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικόν, κόραξ, ἔστι καὶ Κόραξ ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔστι καὶ Χάραξ Ἀλεξάνδρου τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις. ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς. Ἄταξ ποταμός, Μίμαξ ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνος Ἠπειρωτικόν. Λυκόφρων «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». Νύραξ πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ. Ῥύνδαξ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου ὁ καὶ Ῥύνδακος. Κάσταξ πόλις Ἰβηρίας. Μάρμαξ ἔθνος Αἰθιοπικόν· Ἑκαταῖος Ἀσίᾳ. Θόρναξ ὄρος τῆς Λακωνικῆς. Νικόλαος δʹ. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖς Θεσπρωτοῦ τοῦ Λυκάονος. Τάμβραξ πόλις Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικος Ἱερειῶν αʹ «Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφʼ ἧς ἡ νῆσος Κερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. θώραξ· ἔστι καὶ πόλις Αἰτωλίας καὶ Μαγνησίας, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείας καὶ Ἑρμοῦ ὡς Παυσανίας, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, Γῦναξ, Γῦλαξ, εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, σχίδαξ, αὖλαξ, θρῖδαξ, καύαξ, ἀσπάλαξ, ἱέραξ, Ἐπιδαύραξ, Τεκτόσαξ ἔθνος Γαλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτοσάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. ὀρθίαξ, θυμέλαξ, Ἀχαρνοφαίαξ, λινοθώραξ, Σαμόθρᾳξ, Ἱππῶναξ, Ἀρχεάναξ, χαρτοφύλαξ, φιλάρπαξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ἀπὸ ῥήματος συγκείμενα ὀξύνεται ἀποσφάξ, διασφάξ, βλεφαροσπάξ καὶ φιτροβαστάξ καὶ νεκροβαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν. μή τις δὲ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐστιν. καὶ τὸ μὲν Ἄσφαξ ἐστὶν ἔθνος ἐποικίσαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούρας παῖς, ἀφʼ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους».
Τὰ εἰς εξ ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον.
Τὰ εἰς οξ ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλατικόν· Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας καὶ ὡσαύτως δὲ οἱ πλείους, Ἀπολλόδωρος δὲ διὰ τοῦ υ Ἀλλόβρυγας, Χάραξ δὲ διὰ τοῦ ο Ἀλλόβρογας. ἴσοξ ποιός τις ἰχθῦς, ἄλοξ, παρὰ δέ τισιν αὖλαξ, πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκος—οὕτως καὶ ὁ κτιστὴς εἴρηται ὑπὸ Μενάνδρου—καὶ Καππαδόκης. Ἡρόδοτος δέ φησιν.
Τὰ εἰς ιξ βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι», πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δʼ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. Ἕρνιξ ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. Θρέιξ καὶ Θρῆιξ καὶ κατὰ συναλοιφὴν Θρῇξ, ἆιξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάστιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίστριξ ἔθνος τῶν Ταυρίσκων τοῖς Γερμανοῖς ὁμοροῦν. μῆνιγξ τὸ προσηγορικὸν καὶ νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. ὄστλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ α, σάλπιγξ, σύριγξ· σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν καὶ πάθος καὶ τὴν δορατοθήκην. ἔστι δὲ κατὰ μίμησιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖς λέγουσι τὸ ὄρνις. ὁμοίως δὲ καὶ τὰ σύνθετα Λιβοφοῖνιξ, ὁμόστιξ, σύμμιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶιξ, κορυθᾶιξ.
Τὰ εἰς υξ βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητος παρὰ τὸ αἰθύσσω, ἔστι δὲ καὶ ὄνομα ἔθνους καὶ κύριον. βαῖβυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔστιν ἡ χρῆσις παρʼ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆυξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶυγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφʼ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος. Ἄμπυξ κύριον ὄνομα καὶ κόσμος ἤγουν κεφαλοδέσμιον καὶ τροχός. Ἔρυξ ὁ ἥρως ὁ Ἀφροδίτης καὶ Βύτου καὶ ἡ πόλις Σικελίας παρὰ τῷ Ἐρατοσθένει ἀρσενικῶς. Ἄδρυξ πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη «ἔφυγον εἰς τὸν Ἄδρυκα». Φίλιππος ὁ ἱστορικός φησιν. ἄμβυξ, Γάνυξ ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοσθένει, κάλυξ· θηλυκῶς δὲ λέγεται καὶ σημαίνει τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲς δὲ τὰς ψυχὰς ἐδέξαντο σημαίνειν τὴν λέξιν, Δίδυμος δέ φησιν τοὺς ἀσθενεῖς σπινθῆρας δηλοῦν τὴν λέξιν· ἔστι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατʼ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βασιλεὺς Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶς τοῦ γ ἡ εὐθεῖα καὶ ἡ γενικὴ διʼ ἑνὸς γ «φάρυγος δʼ ἐξέσσυτο οἶνος». μαρτυρεῖ δὲ τῇ διʼ ἑνὸς γ γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον· ἔστι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρσενικῶς μὲν παρὰ Δωριεῦσι, θηλυκῶς δὲ παρὰ Ἀθηναίοις λέγεται. στόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, στόρθυγξ· σημαίνει δὲ πᾶν εἰς ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔστι δὲ ἔθνος, Ἰᾶζυξ ἔθνος Εὐρωπαῖον, σπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικός, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνος καὶ λαμπηδόνος καὶ ὄφεως· ὡσαύτως δὲ καὶ τὰ σύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυπτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεσόνυξ εἷς τῶν πλανήτων παρὰ τοῖς Πυθαγορείοις· μέμνηται Στησίχορος. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόσφυξ, ἄζυξ, δίζυξ, σύζυξ, ὁμόζυξ. —Τὸ δὲ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι· οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ Β ῥαψῳδίᾳ «πτερύγος λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουσιν τὸ πτέρυγος ὡς ὄρτυγος.
Τὰ εἰς ηξ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔστι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέως γυνή, σκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφʼ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ … . «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης. ὁ δὲ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα.
Τὰ εἰς ηξ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βουπλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰστροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μολυβδοτήξ, ὅ τινες βαρύνουσι παραλόγως. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡς τὸ χαμαισκώληξ, λεοντομύρμηξ.
Τὰ εἰς ωξ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλακοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμορρώξ· τὸ δὲ θηροδίωξ, αἰγοδίωξ βαρύνεται ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει.
Μόνον εἰς αιξ δισύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους εἰσὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦσι θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ εἰσιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ συνεπιλείπεται καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» λείπεται διπλοῦ τοῦ κατʼ ἀναλογίαν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους, ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν οἷον «ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος» παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι. βαρύνεται δέ. Περὶ τῶν ληγόντων εἰς ρ.
Τὰ εἰς αρ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ βαρύνεται, μάκαρ, δάμαρ, Ἄραρ τις λέγεται ποταμός, ὡς παρʼ Ἐρατοσθένει, καὶ ἐπίγραμμα ἔχον οὕτως μισγόμεθʼ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Ἰνσόβαρ ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος, οὓς καὶ Ἴνσοβρας φησίν.
Τὰ εἰς υρ βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυς κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· οὕτως οὖν καὶ μάρτυς μάρτυρ, ἀφʼ ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας οἷον «Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω». ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· τὸ γὰρ Ἴλλυρες καὶ Κέρκυρες καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει οὐ κλίσεως ἐστὶν ἀπὸ εὐθείας τῆς Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου.
Τὰ εἰς ηρ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς ηρ τοῦ τ προηγουμένου τοῦ η, στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ εἰσιν οἱ συγγενεῖς. ἀρσενικὰ δὲ εἶπον διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰς ηρ θηλυκά, μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος, βαρύνεται, μήτηρ, θυγάτηρ, Δημήτηρ, εἰνάτηρ. προσέθηκα δὲ «μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος» διὰ τὸ, «ῥαιστῆρα κρατερήν» «ὕλην στεγαστῆρα». τοιαῦτα γάρ ἐστιν ὁποῖον ἡ αἰθήρ ἡ ἀήρ. σημειώδης ἄρα ἡ γαστήρ ὀξυνομένη.
Τὰ εἰς ηρ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα προσηγορικοῖς, βαρύνονται, Ἴβηρ ὁ ποταμός, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ἐντὸς δὲ Πυρήνης Ἴβηρ τʼ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρω. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Ἀριστοφάνης Τριφάλητι «μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι» καὶ «τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ» καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων «γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων». Ἰλλίβηρ, Δόβηρ ἔθνος Παιονίας, Πίηρ, Βύζηρ ἔθνος ἐν τῷ Πόντῳ. τὸ μέντοι Ἐλευθήρ εἷς τῶν Κουρήτων, ἀφʼ οὗ Ἐλευθεραί πόλις Κρήτης, καὶ υἱὸς Ἀπόλλωνος, ἀφʼ οὗ Ἐλευθεραί πόλις Βοιωτίας, ὀξύνεται ὡς τὸ Ἀστήρ.
Τὰ εἰς ηρ μὴ ὄντα σύνθετα μηδὲ ἐθνικὰ ὀξύνεται, ἀνήρ, δαήρ, ἀήρ, αἰθήρ, σπινθήρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται.
Τὰ εἰς ηρ ὀξύτονα φυλάττοντα τὸ η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει οἷον δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβελοστατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡς μὴ φυλάττοντα τὸ η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ σατυρόφηρ ἀπὸ μονοσυλλάβων.
Τὰ εἰς ωρ πάντα βαρύνονται, ῥήτωρ, κλήτωρ, ἵστωρ, Ἕκτωρ, πέλωρ, ἐξ οὗ ὁ πελώριος, κέλωρ, σημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεσθαι, ἄκτωρ, Σπέρχωρ, ἄχωρ τὸ τῆς κεφαλῆς πιτύρισμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πλησίον Περσῶν. λέγονται δὲ οἱ Ἀννίχωρες καὶ Ἀννίχωροι, Κάστωρ, Θέστωρ, Νέστωρ, μήστωρ καὶ Μήστωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων, Ἀπολλόδωρος δὲ Χαλκητορεῖς αὐτούς φησι τετάρτῳ χρονικῶν «μεθʼ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς». ἀλάστωρ ὁ Ζεὺς ὁ ὑποπτεύων τοὺς ἄλαστα καὶ χαλεπὰ ποιοῦντας· ἢ ὁ ἀσεβὴς ἢ ὁ κακοποιός. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλλαξε περὶ τὴν κλίσιν. τὰ γὰρ εἰς ωρ ἀρσενικὰ δισύλλαβα μὴ ἔχοντα τὸ λ διὰ τοῦ ο κλίνονται οἷον Νέστορος Ἕκτορος· τὸ τοίνυν ἰχώρ μὴ ὁμοίως τοῖς ἄλλοις κλιθὲν ἐνήλλαξε καὶ περὶ τὸν τόνον.
Τὰ εἰς ειρ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μέν, τὰ δὲ εὑρεθέντα βαρύνεται, Βέχειρ ἔθνος Σκυθικόν, Σάπειρ ἢ μετὰ τοῦ σ Σάσπειρ ἔθνος ἐν μεσογαίᾳ τῆς Ποντικῆς οἱ νῦν διὰ τοῦ β λεγόμενοι Σάβειρες, Ἀλάζειρ, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, Ἐλάτειρ ὁμοίως ὄνομα ποταμοῦ. ἑκατόγχειρ, ἀντίχειρ, χρυσοέθειρ παρʼ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴσασι τὴν ειρ κατάληξιν, καθὸ παρʼ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρʼ ἡμῖν μὲν διὰ τοῦ η, παρʼ αὐτοῖς δὲ διὰ τῆς ει διφθόγγου. Περὶ τῶν εἰς ας ὑπὲρ μίαν συλλαβήν.
Τὰ εἰς ας ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ α βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποίας, Δοίας, ἀφʼ οὗ Δοίαντος πεδίον Φρυγίας καὶ Δοιάντειον ἄλσος, Βίας, Πρίας, Ὕας ἔθνος περὶ Ἀλαλκομένιον, Δρύας, Εὔας, ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου, Κλεύας, Λάας τὸ κύριον, Λαίας, Καίας. περισπᾶται δὲ ἀτταγᾶς, πελεκᾶς καὶ Μαρικᾶς ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολις τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν», κλίνεται δὲ καὶ περιττοσυλλάβως «ἀλλʼ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν». τὸ δὲ Γλισᾶς— ἔστι δὲ ἥρως καὶ πόλις Βοιωτίας—»ἠδʼ οἳ Γλισᾶντα νέμοντο» ἡ μὲν συνήθεια περισπᾷ, ἡ δὲ ἱστορία παροξύνει. Διονύσιος γὰρ ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. ἀλλʼ οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν. τὸ δὲ ἀλλᾶς παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ συνήθεια βαρύνει, ἀλλʼ ἐπειδὴ ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ντος, ἵνʼ ᾖ ἀλλάεντος καὶ κατὰ κρᾶσιν ἀλλᾶντος, καὶ ἡ ἐντελὴς εὐθεῖα τοῦ ἀλλᾶντος περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως ὁμοίως τῷ ἱλάεις ἱλᾶς. Ἔτι δὲ περισπῶνται ταῦτα μόνως κύρια ἢ ὑποκοριστικά, Ἑρμᾶς Ἀργᾶς, Αἰγᾶς ποταμὸς φερόμενος ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφʼ οὗ καὶ τὸ πεδίον Αἰγαῖον, Καρρᾶς ποταμὸς Συρίας, Βορρᾶς, Γονατᾶς ὁ Γούνιος ἐθνικόν, Κομητᾶς, Φιλητᾶς, Μηνᾶς, Ζηνᾶς, Μητρᾶς, ὀστρακᾶς, πινακᾶς, λαχανᾶς, ἢ ἐπὶ σκώμματος τασσόμενα φαγᾶς καταφαγᾶς δακνᾶς ἢ τὰ ἀπὸ συμβεβηκότος οἷον τρεσᾶς. ὡσαύτως δὲ καὶ τὰ Ἰωνικῶς παραλόγως διὰ τοῦ δ κεκλιμένα, ὧν τὸ α μακρόν, Βοιβᾶς, Βιττᾶς, Κυρᾶς· εἰσὶ δὲ ὀνόματα κύρια. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρακειμένου σύνθετα διὰ μόνου τοῦ τ κλινόμενα οἷον χαλκοκράς καὶ γαλακτοκράς καὶ νεοκράς. ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ ας σημειούμεθα παραλόγως ὀξυνόμενα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο ταῦτα περισπᾶν. τὸ δʼ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονικεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως. ἐμιμήσαντο δὲ αὐτὰ ἐκτεινόμενα ἐν τῇ ληγούσῃ κατὰ τὰς μετοχὰς καὶ τὴν τῶν μετοχῶν κλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. ἱμάντος γὰρ καὶ ἀνδριάντος, ἅπερ παρʼ Ἀττικοῖς περισπᾶται. Βαρύνεται δὲ τὰ εἰς ας καθαρόν, Νικίας, Λυσίας, Ἀρχίας, Λοξίας, Γοργίας, Ἐρυξίας, δρακοντίας, ὀνοματίας, κοππατίας, ταραξίας, κοχλίας, τραυματίας, Παπίας, Ὠπίας ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήιον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν». Προυσίας, Πρακίας ἔθνος ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. Ἀγρίας ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ «τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος». λέγονται καὶ Ἀγράιοι καὶ Ἀγριεῖς ὡς Θεόπομπος καὶ Ἀγριᾶνες. Ἀδρίας κόλπος παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμός, ὡς Ἑκαταῖος. Καλατίας γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀσίας. Ὅμηρος «Ἀσίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀσίου — γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ. ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην· καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς τὸ «ἐϋμμελίω Πριάμοιο». διὸ χωρὶς τοῦ ι. Ἱππίας, πωγωνίας, Γλαυκίας, τοξίας, Ἀφίας κύριον παρʼ Εὐφορίωνι, Πευκετίας ἔθνος τοῖς Οἰνωτροῖς προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ, Πικίας ἔθνος Ἰταλίας, Παρίας· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ γὰρ σημαῖνον τὸν ὄφιν διὰ τῆς ει διφθόγγου οἷον παρείας· καὶ ἔστιν ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ «ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις». Βορέας, Ἡρέας, Θρασέας, Κρατέας, Ἀνδρέας, Θαλέας, Μενέας, Ἀριστέας, Μνασέας, Αὐγέας, Πυθέας, Ἐλέας παρὰ Φιλοστεφάνῳ, Φιλέας χωρίον Βυζαντίου. τινὲς δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουσιν. καὶ πλεονασμῷ τοῦ ι Αἰνείας, Αὐγείας, Ἑρμείας. Τηλεβόας ἥρως καὶ ἔθνος τῆς Ἀκαρνανίας· ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πηγαῖς Τίγρητος. Γενόας ἄρχων Μολοττῶν, ἀφʼ οὗ ἔθνος Γενοαῖοι. Ματόας· οὕτω πάλαι ὑπὸ Σκυθῶν ἐκαλεῖτο Ἴστρος ὁ ποταμός. Ματόας δέ ἐστι κατʼ Ἕλληνας ἄσιος. πατραλοίας. Μαρσύας, Ἰχθύας, Ὀθρύας, Μινύας ἔθνος Θεσσαλίας, Μιλύας ἔθνος οἱ πρότερον Σόλυμοι ὡς Τιμαγένης πρώτῳ βασιλέων. λέγονται καὶ Μίλυες ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. Βιθύας ἔθνος Θρᾴκης ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Φλεγύας ὁ Ἄρεος καὶ Χρυσῆς παῖς καὶ ἔθνος Βοιωτίας. Ὅμηρος «ἠὲ μετὰ Φλεγύας μεγαλήτορας». ἔστι δὲ καὶ Φλεγύης ἡ εὐθεῖα καὶ Φλέγυς. Σατύας κύριον παρʼ Ἡγησίππῳ καὶ Ἀρύας ποταμὸς παρʼ Ἐρατοσθένει «ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α.
Τὰ εἰς βας βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α, καὶ τὸ βιβάς μετοχή ἐστιν.
Τὰ εἰς γας πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Σατύργας. Στροάγας. τὸ μέντοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ α ἐκτεταμένον. σεσημείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται, καὶ τὸ Αἰγᾶς καὶ τὸ Ἀργᾶς.
Τὰ εἰς δας βαρύνεται, εἰ μὴ διὰ τοῦ δος κλίνοιτο, ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικά, Ἴδας, Λάδας, Δάδας, Σφάδας, Κλύδας, Λήδας, Δέρδας, Μίδας, Οἴδας οἱ κατοικοῦντες Οἰδάντιον πόλιν Ἰλλυριῶν, ὥς φησιν Ἑκαταῖος, Μείδας, Σακάδας, Τιμαχίδας, Θρακίδας, Λεωνίδας, Βρασίδας, Χαρμάδας, Ἀφείδας βασιλεὺς καὶ ἔθνος Μολοσσῶν, Χαρίδας. τὸ μέντοι Θευδᾶς περισπᾶται ὡς Μητρᾶς, Ζηνᾶς, Πυθᾶς. τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς. τὸ δὲ ...... διὰ τοῦ δος κλίνεται.
Τὰ εἰς ας ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ α ἓν τῶν διπλῶν βαρύνονται, Βύζας ὁ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος καὶ ἔθνος Λιβυκόν, ἀφʼ οὗ ἡ πόλις Βυζάντιον. παρʼ Ἡροδότῳ δὲ ἐν τετάρτῃ … διὰ τοῦ γ Γύζαντες. Ἐλίξας, Ἄψας. Πύζας, Ἀρίζας, Ἀνάξας, Γαρτάζας. τὸ μέντοι ὑψᾶς περισπᾶται καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν.
Τὰ εἰς θας βαρύνονται, Στρούθας, Παγάθας, Ἄρθας, Ἀόρθας.
Τὰ εἰς κας βαρύνονται, Πελέκας, Περδίκκας, Κώκας, Κρίκας ποταμός, Σάκας, Λάκας, Πολύκκας ποταμὸς Μακεδονίας, Ματάκας ὄνομα εὐνούχου, Ἰνδύκας, Κοτύκας βασιλεὺς Παφλαγονίας. Ἑλίκας ὁ Λυκάονος. Καραμβύκας ποταμὸς Ἐλιξοίας νήσου καὶ ὁ νησιώτης ὁμοφώνως, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. τὸ δὲ Ἀρκάς συστελλόμενον ἔχον τὸ α ὀξύνεται.
Τὰ εἰς λας διʼ ἑνὸς λ βαρύνονται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, Γέλας ποταμὸς Σικελίας, ὃς οὕτω καλεῖται, ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Ὕλας, μέλας. Γάλας, Κάλας, Φύλας, Μύλας ὁ πρῶτος εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν, Χήλας, Ἄτλας ἔθνος Λιβυκόν. Ἡρόδοτος τετάρτῃ … . ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετʼ αὐτοὺς Ἄτλαντας. Πτερέλας, Κωτέλας, Ζηΐλας πατὴρ Νικομήδους, Πριόλας, Μιδιόλας, Γενειόλας, Μεσόλας ὁ Δεξαμενοῦ πατήρ, Ἀργόλας ὁ Ἀργεῖος. Ἀριστοφάνης Ἥρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστʼ ὁ Ἀργόλας. μὰ Διʼ οὐ δέ γʼ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδης ἐν Πλεισθένει «ἐγὼ δὲ Σαρδιανός, οὐκέτʼ Ἀργόλας». Δορύλας, Ἀρτύλας, Βουκεφάλας λιμὴν τῆς Ἀργολικῆς καὶ ὁ ἵππος τοῦ Ἀλεξάνδρου. Ἀμύκλας ὁ Λακεδαίμονος υἱός. Σιμίας ἐν Μησίν «ὅν ῥʼ ἀπʼ Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλήσκουσιν». Τὸ μέντοι ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις.
Τὰ εἰς δύο λλ ἐκτεινόμενον ἔχοντα τὸ α βαρύνεται, Μύλλας, Πάλλας, Βάλλας, Κύλλας, Κίλλας κύριον καὶ ἐθνικὸν ὁμοφώνως, Ἴλλας, Σίλλας, Φέλλας, Σέλλας ποταμὸς ἐν τῇ Μεσηνῶν γῇ, Ἰόλλας, Ἀβόλλας ποταμός, Ἀμύλλας, Λευκόλλας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη ἢ ἔχοι τι ἐντελέστερον. τὸ μὲν πελλᾶς ὁ γέρων περισπᾶται ἐπὶ σκώμματος ὂν καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶς. τὸ δὲ Παλλάς συστελλόμενον ἔχει τὸ α.
Τὰ εἰς μας βαρύνεται, Τόλμας, ἀδάμας, Σίλμας, Τέλμας, Θαύμας, Δύμας, Βρίμας, Μάμας, Δάμας, Ἀρίμμας, Πυρίμμας, Ἐχέμμας, Λυκόρμας ποταμὸς Αἰτωλίας, ἀκαμαντοχάρμας. Πολυδάμας, Θειοδάμας, Εὐρυδάμας, Ἀλκιδάμας, Ἀθάμας, Σαλάμας καὶ Σπιτάμας Περσικὰ ὀνόματα, Ὀδόμας ἔθνος, Γαράμας ἔθνος Λιβύης· Ἡρόδοτος τετάρτῃ … «οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίαν». εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν ὡς τὸ Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν.
Τὰ εἰς νας ὁμοίως βαρύνεται, εἰ μὴ εἴη ὑποκοριστικὰ ἢ ἐπὶ σκώμματος, Ἀρτύνας, Ξένας, Πρατίνας, Πίνας, Κάνας. Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται.
Τὰ εἰς πας βαρύνεται, Κάλπας, Πάπας, Σκόπας, Λάμπας, Πάμπας, Λίπας, Εὐρώπας, Κύπας, Ἀγρίππας, Ἀράσπας, Γοργόπας, ἅπας.
Τὰ εἰς ρας, μὴ ὄντα ὑποκοριστικὰ ἢ συναληλιμμένα ἢ νόμισμα δηλοῦντα βαρύνεται, Θήρας, Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ Βυζάντιον· Εὐφορίων «ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυΐστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφʼ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατʼ ἀναλογίαν. οὐδὲν γὰρ εἰς ρας θηλυκὸν εὑρίσκεται. τοῦτο δʼ εὕρηται καὶ θηλυκῶς. Κάρας. Λάρας. Πείρας. Καίρρας. Ἱμέρας ποταμός, ὡς Νικάνωρ. Χρυσαόρας ποταμὸς Λυδίας. Φαναγόρας. Πυθαγόρας. Σιμμόρας. Ξεναγόρας. Κύδρας. Κόδρας. Λάμπρας. Πρόφρας. Τεύθρας ὁ Πανδίονος, Τίθρας δῆμος τῆς Αἰγηΐδος φυλῆς, Βάβρας πολίχνιον Αἰολίδος ἐγγὺς Χίου ὁμώνυμον τῷ κτιστῇ. Κοψίφρας. τὸ δὲ Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται.
Τὰ εἰς σας βαρύνεται, εἰ μὴ ἀπὸ συμβεβηκότος εἴη Χρύσας, Βαρβύσας, Κέρσας, Πετίσας, Ἀπέσας ὄρος τῆς Νεμέας ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος. ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. Καλλίμαχος ἐν τοῖς ἰάμβοις καὶ τὸ ἔθνος Ἀπέσας φησί, κʼ οὐχ ὧδʼ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διί ἴθυσεν Ἀρκὰς ἵππος. τὸ δὲ τρεσᾶς ἀπὸ συμβεβηκότος. καὶ τὸ Γλισᾶς δὲ ἡ συνήθεια περισπᾷ.
Τὰ εἰς τας λήγοντα βαρύνεται, Σώτας, Μέτας Τυρρηνός, Τύντας, Κώστας, Ἀρχύτας, Εὐρώτας, Τελεύτας, Ὀφέλτας, Ἀκέλτας, Ἀμύντας· ἔστι καὶ ἔθνος Θεσπρωτικὸν Ἀμύνται «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶς παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶς, Κομητᾶς.
Τὰ εἰς φας λήγοντα βαρύνεται, Δέλφας, Ἄλφας, Ἄφας, Κύφας χωρίον τῆς Λακωνικῆς, Κορύφας, Ὑπέρφας, Περίφας, Ἀκύφας πόλις μία τῆς Λακωνικῆς τετραπόλεως, ὡς Θεόπομπος. Ὀνόφας.
Τὰ εἰς χας βαρύνεται, Υ̓́ρχας, Λέχας, Καλλίχας, Λίχας, Λάχας, Κάλχας, Τρύχας. Λυκόφρων γὰρ Τρύχας πόλιν Εὐβοίας μεταφράσας Τρύχαντα καλεῖ.
Τὰ εἰς ας σύνθετα πάντα βαρύνεται, παιδοπίπας, εὐφαρέτρας, παρθενοπίπας, πατραλοίας, θυννοθήρας, βουβάρας ὅ ἐστι μέγας καὶ ἀναίσθητος, Εὐρυβίας, Πυθαγόρας, Παυσανίας. τὸ μέντοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλαπελλᾶς καὶ φιλοβορρᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον.
Τὰ εἰς ας συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται, ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς—ὁ πολίτης καὶ ὁ ἥρως. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν — ἄρκτῳ γὰρ ὑφʼ Ἥρας αὐτὴν ὁμοιασθῆναι — ταύτης τυχεῖν τῆς προσηγορίας—καὶ ἡ Ἀρκάς. ἔστι καὶ πόλις Κρήτης Ἀρκάδες ὡς Ξενίων ἐν Κρητικοῖς. Δημήτριος δὲ οὐκ Ἀρκάδας τὴν πόλιν, ἀλλʼ Ἀρκαδίαν φησί. Ὀλκάς ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ. Νουβάς ἔθνος Λιβύης παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάς πόλις Θεσσαλίας «πολλοὶ Ἀχαΐδες εἰσὶν ἂν Ἑλλάδα τε Φθίην τε». ἐκτίσθη ὑπὸ Ἕλληνος οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππου τοῦ Ἴρου. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. Παλλάς. ἐθάς. ἰκμάς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. μονάς. Ἐχινάς νῆσοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάς. Δειράς δῆμος τῆς Λεοντίδος φυλῆς, πολυδειράς, ἀναδενδράς. Χοιράδες πόλις Μοσσυνοίκων. Ἑκαταῖος Εὐρώπῃ «Τιβαρηνοῖσι δὲ πρὸς ἥλιον ἀνίσχοντα Μοσσύνοικοι ὁμουρέουσι. ἐν δὲ αὐτοῖσι Χοιράδες πόλις». Λυμφάς πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. Στροφάς νῆσοι πρὸς τῇ Ζακύνθῳ δύο. ἰσχάς. Στοιχάς νῆσοι τρεῖς πρὸς τῇ Μασσαλίᾳ. Πανεάς πολίχνιον Φοινίκης. δυάς. τριάς. ῥυάς. πλειάς. πελειάς «αἱ δὲ βάτην τρήρωσι πελειάσι», ἣ καὶ πελειά. Ἰάς Ἰλλυρίας μέρος. καὶ ἐθνικὸν θηλυκόν. Φθιάς, παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ «Φθιὰς ὅμως». Διάς πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. Σκιάς χώρα Ἀρκαδίας. Τρῳάς ἡ χώρα τοῦ Ἰλίου. Πεδιάς φυλὴ τῆς Ἀττικῆς. Μενουθιάς νῆσος Αἰθιοπίας. Θυνιάς νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάς λίμνη, ἣν Βοιβιάδα φασίν. Ἀπολλωνιάς. οὕτω τινὲς Κυπάρισσον πόλιν φασίν. καὶ ἡ Τροιζὴν οὕτως ἐκαλεῖτο, ἣ καὶ Ποσειδωνιάς. Κωλιάς ἄκρα Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάς. ὁ δὲ τόπος ὀρθῶς καλεῖται. ἐκκείμενος γάρ ἐστι καὶ ὅμοιος ἀνθρώπου κώλῳ. Ἰξιάς πόλις Οἰνωτρῶν ἐν μεσογαίᾳ. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλις». Ἰδριάς πόλις τῆς Καρίας ἀπὸ Ἰδρίεω παιδὸς Καρός. Τιβεριάς πόλις τῆς Ἰουδαίας πρὸς τῇ Γεννησαρίτιδι λίμνῃ. Φαλωριάς πόλις Λοκρίδος. Δημητριάς πόλις Θεσσαλίας ἀπὸ Δημητρίου βασιλεύσαντος· βʹ Μακεδονίας. γʹ Περσίδος πρὸς Ἀρβήλῳ. Διοσκουριάς μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων. ἔστι καὶ ἑτέρα περὶ Πόντον, ἥ τις Σεβαστόπολις καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήσκετο, ὡς Νικάνωρ. Μεθουριάς νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος. Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. Προυσιάς πόλις Βιθυνίας ἀπὸ Προυσίου τοῦ Ζηΐλα τῶν Βιθυνῶν βασιλέως ἡ Κίος πρότερον ὀνομασθεῖσα. Ἀφροδισιάς πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» συστέλλοντα τὸ α ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ δος κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς φυγάς, ἢ βαρυνόμενον ἐκτείνειν τὸ α, ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔσχεν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν.