Part of On Universal Prosody

ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ΣΥΝΔΕΣΜΩΝ. ΒΙΒΛΙΟΝ ιθʹ. Περὶ ἐπιρρημάτων.

Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν σύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰσιν.

Τὰ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνεται. πολλὰ μὲν οὖν ἐπιρρήματα ὁμοφωνοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων «ψεύσομαι ἢ ἔτυμον ἐρέω», «ἠὲ νέον μεθέπεις», «νέον δʼ ἀπέληγεν ἐδωδῆς», «οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι», «Ἕκτωρ δʼ ἐχάρη μέγα μῦθον ἀκούσας», «οὐ μὲν καλὸν ἀτέμβειν», «δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ», «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον»· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυσιν ἀναγινώσκεσθαι ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖραν Ἄιδος». πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐδετέρων «ἤ μευ καλὰ πατὴρ ὣς κήδεαι», «οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο», «δεῖξʼ ἐνδέξια πᾶσιν», «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη», «πυκνὰ μάλα στενάχοντα», «πύκα ποιητοῖο» μὴ φυλάξαν τὴν φωνὴν τοῦ ὀνόματος, ἀλλὰ ἀποβολῇ τοῦ ν πεποιηκὸς βαρύτονον· ὠκέα ὦκα, σαφέα σάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέσει κάρτα, ἀντία οἷον «ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα» καὶ ἄντα, καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε ἢ τοῦ ι. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμός ὀξυτόνου. «καλλιγραφεῖς καὶ ταχύτατα διαλέγῃ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου «ἀλλʼ ἐτεὸν μὲν ἐοικότες» καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτός πάλιν ὀξυτόνου ἐτά ὀξυτόνως, ὡς «ἐτὰ Τημενίδεω χρύσεον γένος» καὶ ἐπὶ πάντων ὁμοίως.

Τὰ εἰς η μετὰ τοῦ ι, εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαστικά, ἢ βαρύνεται ἢ περισπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περισπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτῇ καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡσυχῇ, ὁμῇ, σιωπῇ, ἐνωπῇ. βαρύνεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐστι καὶ τὸ ἀμηγέπῃ παρʼ Ἀττικοῖς. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶς τοῦ ι γράφεται καὶ τὸ νῦν δή, ὅτε σημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος», ἐστὶ σύνθετον ὡς καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡς καὶ φή «φὴ νέος οὐκ ἀπάλαμνος» χωρὶς τοῦ ι γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ἰωή. ὥστε λοιπὸν εἴ τι εἰς η λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περισπᾶται καὶ τὸ ι ἔχει προσγεγραμμένον.

Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοσίᾳ ἀπὸ δοτικῆς γέγονε· καὶ τὸ κατωκάρᾳ παρʼ Ἀθηναίοις «κατωκάρᾳ ῥίψας με βουκολήσεται» ἐπίρρημά ἐστι σύνθετον καὶ σὺν τῷ ι γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖς περισπῶσι καὶ τὸ παντᾷ ὥσπερ καὶ τὸ κρυφᾷ παρὰ Πινδάρῳ· τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾷ ἀπὸ τοῦ ἁμῇ γινόμενον. ζητεῖται δὲ ἐν τῷ περισπωμένῳ ἁμᾷ, εἰ προστεθήσεται τὸ ι.

Ἔστι δέ τινα καὶ παρʼ αἰτιατικῆς γεγονότα, οἷον τὸ πέραν καὶ πέρην «ἀλλʼ ὅσοι ναίουσι πέρην» καὶ μετὰ προθέσεως «ἀντιπέραν λεύσσουσα πυρὸς σέλας» καὶ ἀπὸ δοτικῆς «ἐπίσχες αὐτοῦ, μὴ πέρᾳ προβῇς λόγου» Κρατῖνος ἐν Εὐνείδαις. καὶ τὸ πρῴην δὲ παρʼ αἰτιατικὴν σχηματίζουσι—ἐκ τῆς πρό προθέσεως γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάσει τοῦ ο εἰς ω πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ τοῦ ι εἰς τὴν ω δίφθογγον πρῴην— «τῇδε πρῴαν» καὶ τὸ «ἀκὴν ἐγένοντο σιωπῇ» καὶ «ἀκμήν τοι βρύα τῆμος ἐπὶ στήθεσσι κέχυνται». ὡς παρὰ ἀεικές ὄνομα ὀξύτονον ἐπίρρημα τὸ «οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν καὶ τὸ “ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ καὶ τὸ «ὗε δʼ ἄρα Ζεὺς συνεχές» ἀτρεκές, διαμπερές, οὕτως ἔδει καὶ παρὰ τὸ ἀληθές ὄνομα τὸ ἐπίρρημα ὀξύνεσθαι. ἀλλὰ καὶ παρʼ Ἀθηναίοις διαστολῆς ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματος ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματος βαρύνεται· «ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεᾶς;» Ἀριστοφάνης Βατράχοις καὶ ἐν Νεφέλαις «τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστός τις ἄν; ἄληθες; ὅσα περ ἔστʼ ἐν ἀνθρώποις σοφά». τοιοῦτό ἐστι καὶ τὸ ἐπιτηδές ὀξυνόμενον, ἐπιρρηματικῶς προπαροξυνόμενον. καὶ τὸ αὐτοετές ὁμοίως. καὶ τὸ χάριεν δὲ παρʼ αὐτοῖς προπαροξυνόμενον, ὅτε καὶ ἐπιρρηματικῶς λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ σφόδρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεσθαι ὡς τὸ ἥσυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡς ἀτρεμῶ ἀτρέμα, σιγῶ σῖγα, ἀντῶ ἄντα· τό τε ἡσυχῇ περισπᾶται παραλόγως, εἰ μὴ συνεξέδραμε τοῖς εἰς χῃ ἐπιρρήμασι περισπωμένοις, τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. ἔστι τινὰ σύνθετα ἀναβιβάζοντα τὸν τόνον ὡς τὸ παντάπασι, πάμπαν. τὰ παρὰ τὸ ἦμαρ συντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆμαρ, ἑξῆμαρ, ποσσῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρρήματα τοιαῦτά ἐστι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον.

Πᾶν μονοσύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύσει βραχεῖαν, δῆλον ὡς ὀξύνεται, πάξ, μάψ, λάξ, χθές, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίς, τρίς, ψό παρὰ τῷ Σοφοκλεῖ ἐν ποιμέσι μόνον εἰς ο λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια, ζά, δά, δύς, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθʼ αὑτὰ λέγονται, ἀλλʼ ἐν συνθέσει. τῶν δὲ μακρὰν ἐχόντων φύσει τὰ μὲν περισπᾶται, τὰ δὲ ὀξύνεται. τὰ πυσματικὰ περισπᾶται, πῇ, ποῦ, πῶς. ταῦτα δὲ ἀοριστούμενα ἐγκλίνεται· οὔ πως ἐστʼ Ἀγέλαε”, “ἀλλά που ἄλλῃ”, “οὐ γάρ πω τοιούτους ἴδον”. τὸ δὲ πῶ συντασσόμενον τῇ οὐ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπως, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύνουσιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ πῶς ποτε περισπᾶται.

Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περισπᾶται, “ἆ δειλὲ πάντων” “ἆ γῆρας” καὶ τὸ βᾶ ἐν τῇ συνηθείᾳ παρὰ ἀρχαίοις ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ συστέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡς ἔχον τὸ ι.

Τὰ μέντοι τὸ η ἔχοντα μονοσύλλαβα μὴ προσκειμένου τοῦ ι ὀξύνεται ὡς καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰσοδυναμοῦν τῷ ὡς “ἣ θέμις ἐστί”, φή ἀντὶ τοῦ καθάπερ “φὴ νέος οὐκ ἀπάλαμνος”. τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ ι προσκειμένου περισπᾶται ὡς καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ σὺν τῷ ι καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆς ει διφθόγγου εἰς ῃ Αἰολικῶς καὶ βῆ μίμημα φωνῆς ἀλόγου ἰσοδυναμοῦν τῷ βληχᾶσθαι.

Τὰ ἔχοντα τὸ ω ὀξύνεται καὶ περισπᾶται· τὸ τώς ἀνταποδοτικόν “τὼς δέ σʼ ἀπεχθήρω”. τὸ τώ, ὅτε τὸ διό σημαίνει “τὼ οὐκ ἂν βασιλῆας”. τὸ ὥς ἀεὶ ὀξύνεται, κἂν ἐν ἀρχῇ κἂν ἐν μέσῳ κἂν ἐν τέλει ᾖ, πλὴν μόνον ὅτε σημαίνει τὸ οὕτως, ὁπότε γε ὑποτάσσοιτο συνδέσμῳ, ὡς Ἀρίσταρχος καὶ Τυραννίων, ἢ ὡς ἐγὼ ἡγοῦμαι τὸ ὅμως. τότε γὰρ περισπᾶται. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτως “ὣς δὲ λέων ἐχάρη κοιμιζομένης ἐν τούτῳ τῆς ὀξείας διὰ τὸ μὴ εἶναι τὸ δέ ἐγκλιτικόν. καὶ ἐν μέσῳ «ὣς ἀεὶ τὸν ὁμοῖον ἄγει ὣς τὸν ὁμοῖον» «τὼς δέ σʼ ἀπεχθήρω, ὣς νῦν ἔκπαγλα φίλησα» καὶ ἐν τέλει «Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς». τοῦ δὲ περισπωμένου, ὅτε δηλοῖ τὸ ὅμως «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τόγʼ ἄμεινον» «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισιν—καὶ πεζός περ ἐών, ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη», τὸ μὲν πρότερον ὧς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν, ἐπεὶ οὕτως ἦγε τὸ νεῖκος Ἀθήνη. «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι» «ἐμὲ δʼ οὐδʼ ὧς θυμὸς ἀνῆκεν».

Καὶ τὸ ὦ κλητικὸν περισπᾶται «ὦ ἄνθρωπε». ὅτε δὲ σχετλιαστικόν, ὀξύνεται «ὢ τί σʼ εἴπω» καὶ ὅτε προσγράφεται αὐτῷ τὸ ι καὶ ταὐτὸν σημαίνει τῷ ὥσπερ «ἀλλʼ ἔχον ᾥτε τάλαντα γυνὴ χερνῆτις ἀληθής» καὶ ᾥπερ· γίνεται δὲ οὕτως· ὡσείτε καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ σ καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν ῳ δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾥτε καὶ ᾥπερ.

Τὸ μέντοι πρῴ μονοσύλλαβον παρʼ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε. τὸ δὲ πρῷν περισπᾶται «οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρεν», ἐπεὶ ἐκ τοῦ πρῶϊν.

Τὰ ἔχοντα τὴν οι δίφθογγον ἢ τὴν ει περισπᾶται. Ἀριστοφάνης ἐν Βατράχοις «ἵζω ʼπὶ κώπην, οἷπερ ἐκέλευσάς με σύ». ποῖ, εἷ «εἷ τὰ τῶν χοιραγχᾶν». Σώφρων. «πεῖ γὰρ ἁ ἄσφαλτος». κεῖ παρὰ Ἀρχιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐστιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίως τῷ συνδέσμῳ «εἴγʼ ὤφελες». τὸ γὰρ στοιχεῖον περισπᾶται. καὶ τὸ φνεί παρʼ Ἀριστοφάνει· ἔστι δὲ μίμημα φωνῆς ὀρνέου. καὶ πάντα ὅσα εἰς τὴν διὰ τοῦ υ δίφθογγον περισπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δασυνόμενον. κἂν ὑπὲρ μίαν συλλαβὴν εἴη, ὁμοίως περισπᾶται πλὴν τῶν ἀναφορικῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ λοιπὰ πάντα. σημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμησιν κυνὸς ὀξύνεται «βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς». ἐξ οὗ καὶ τὸ βαΰζω ῥῆμα.

Τὰ τὴν αι δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλας καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰς α ὡς κύπειρον κύπαιρον, καὶ τὸ ναί συγκαταθέσεως.

Ταῦτά ἐστι μονοσύλλαβα.

Οὐδὲν τῶν ὑπὲρ μίαν συλλαβὴν εἰς α ληγόντων ἐπιρρημάτων περισπᾶται, ἀλλὰ ὀξύνεται, ὡς τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνεται ὡς τὸ αἶψα, ἤλιθα, αὐτίκα.

Τὰ εἰς α δισύλλαβα, ὑπεσταλμένων τῶν εἰς δα καὶ θα, βαρύνεσθαι θέλει, ῥέα ῥεῖα, σάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ σύνδεσμός ἐστιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευστικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρʼ Ἀλκμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεσθαι, ἔστι δὲ παιδιά· τινὲς δὲ ὤξυναν. συντιθέμενα δὲ δισύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰς δα ἐπὶ παιδιᾶς κείμενα, παραληγόμενα τῷ ι καὶ ν παροξύνεται, βασιλίνδα, χυτρίνδα, φαινίνδα, ὀστρακίνδα, μυΐνδα ἀπὸ τοῦ μύειν τοὺς ὀφθαλμοὺς καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόσα τάδε, ἔστʼ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποσίνδα, ἐπαιτίνδα, ξιφίνδα, δαληκίνδα, φυγίνδα. τὸ σκαπέρδα ἐπὶ παιδιᾶς μὲν κεῖται, ὄνομα δέ ἐστι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰς δα ὀξύνεται, χωρὶς εἰ μὴ πρὸ τοῦ δ ἕν τι τῶν μέσων, ἀναφανδά, καναχηδά, παμπηδά, ἀποκριδά. τὸ δὲ κρύβδα καὶ μίγδα πρὸ τοῦ δα μέσον ἔχουσι τὸ β καὶ γ. τὸ χύδα οἱ μὲν ὤξυναν, οἱ δὲ ἐβάρυναν, ὅπερ καὶ ἐπεκράτησεν. τὰ εἰς θα, εἰ μὲν πρὸ τοῦ θ τὸ χ, ὀξύνεται, τριχθά, τετραχθά. εἰ δὲ μὴ ἔχῃ, βαρύνεται, ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνεται, ὑπεσταλμένου τοῦ ἐνταῦθα προπερισπωμένου, ἔνθα, πρόσθα, πάροιθα, ἄτερθα, ὄπισθα, ὔπισθα, ἤλιθα, ὕπαιθα «ὁ δʼ ὕπαιθα λιάσθη», μίνυνθα. τὰ εἰς χα λήγοντα ἐπὶ ποσότητος βαρύνεται, δίχα «δίχα δέ σφιν ἥνδανε βουλή», τρίχα· τὸ «διὰ τρίχα κοσμηθέντες» οὐ σύνθετον. ἔμελλε γὰρ προπαροξύνεσθαι ὡς διάνδιχα, ἀλλʼ ἔστι τὸ ἑξῆς διακοσμηθέντες τρίχα. τὰ γὰρ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, τέτραχα, πένταχα, ἕξαχα. τὰ διὰ τοῦ δεια δίφθογγον ἔχοντα ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, διχάδεια, τροπάδεια, ἐγκρικάδεια, καταλοφάδεια «βῆν δὲ καταλοφάδεια φέρων», κρυφάδεια. τὰ εἰς α λήγοντα, ὅτε δικαταληκτοῦντα καὶ εἰς σύμφωνον λήγει, πρὸ μιᾶς ἔχει τὸν τόνον, ἀτρέμα καὶ ἀτρέμας, ἠρέμα καὶ ἠρέμας, ὑπόδρα καὶ ὑποδράξ λέγεται, χωρὶς δὲ τοῦ ξ παροξύνεται. καὶ τὰ εἰς κα τῷ ι παραληγόμενα πρὸ μιᾶς ἔχει τὸν τόνον, κἂν ἁπλᾶ ᾖ κἂν σύνθετα, αὐτίκα, παραυτίκα, ἡνίκα, πηνίκα, ὁπηνίκα.

Τὰ εἰς τε λήγοντα ὑπὲρ δύο συλλαβὰς πάντα προπαροξύνεται, ἄλλοτε, ἐνίοτε, ἑκάστοτε, ἔκτοτε. μόνον τὸ ἠΰτε πρὸ μιᾶς ἔχει τὸν τόνον· τὸ δὲ αἴτιον, ὅτι μόνον τῷ υ παραλήγεται, τὰ γὰρ ἄλλα ο. τὰ δὲ δισύλλαβα μὴ ἔχοντα τὸ τ πρὸ τοῦ ε καὶ αὐτὰ βαρύνεται, ὑπεσταλμένων ὀλίγων, τῆλε, πόσε, κεῖσε, ὧδε, βάλε. τὸ δὲ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ περισπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ θε συλλαβή. τὸ μέντοι ὀψέ ὀξύνεται· ἔστι δὲ μόνον εἰς ψε λῆγον ἐπίρρημα, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς ι· διὸ τὸ «ὀψὲ δύων» ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων ὡς ὀψιμαθής, ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην». ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶς τοῦ ν καὶ μετὰ τοῦ ν λέγεται. δωδεκαχῶς δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν παρὰ Δωριεῦσιν· παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ α ἀεί. ἀλλὰ καὶ κατʼ ἔκτασιν τοῦ α ἀεί. παρὰ δὲ Αἰολεῦσιν τῆς ἀρχούσης ἐχούσης τὴν αι δίφθογγον, τοῦ δὲ τέλους τὸ ι συστελλόμενον βαρυτόνως αἶι· λέγεται δὲ παρʼ αὐτοῖς καὶ σὺν τῷ ν αἶιν. γίνεται δὲ παρʼ αὐτοῖς καὶ κατὰ συστολὴν τῆς ἀρχούσης ἄιν καὶ ἀποβολῇ τοῦ ν ἄι βαρυτόνως. Λάκωνες δὲ αἰές φασίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ ν καὶ τοῦ ς διὰ τῆς αι διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ ε κατὰ τὸ τέλος. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ η καὶ μακροῦ τοῦ ι κατὰ τὴν λήγουσαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ η παρὰ Ταραντίνοις φυλαττομένης τῆς κατʼ ἀρχὴν αι διφθόγγου τροπῇ τῆς ει διφθόγγου εἰς η. —τὰ δὲ ἔχοντα τὸ τ, πυσματικὰ μὲν ὄντα ἢ ἀνταποδοτικὰ ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ δίφθογγον Δωρικῶς γίνεται. ἀόριστα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡς τὸ «ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοισι φάνεσκεν» ὀξυτόνως δεῖ ἀναγινώσκεσθαι.

Τὰ εἰς δε ἐπιρρήματα, τὴν εἰς τόπον σχέσιν σημαίνοντα, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε «ὁ μὲν φύγαδʼ αὖθις ὑποστρέψας», ὃ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, οὐ μὴν τὸ «τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο»· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις «Ἴδηθεν μεδέων», «δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρός». ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγα δέ, ὡς Οὔλυμπον δέ, ἢ εἷς ὡς ἄγραδε. τὸ γοῦν ἅλαδʼ ἑλκομενάων” δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκον δέ, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγήν, ὡς ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαστον ἔχον προσῳδίαν, ἰσοδυναμοῦντα τοῖς ἐπιρρήμασι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτως Ἄιδος δέ, οὐκ Ἄιδος δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον σημαίνει τοῦ ἐνταῦθα, ὥστε περιττὴ ἡ συλλαβή, οὐδὲ τῆς παραγωγῆς τὸ α, ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐστι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰς δε, μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον, τοιόσδε, τοσόσδε, τηλικόσδε. οὕτως οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόσδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ πλέον δηλοῖ τοῦ τῆμος, τηνίκα, ἔνθα.

Τὰ εἰς ζε, εἰ μὲν ἔχει πρὸ τέλους βραχὺ τὸ α, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺς περισπῶντας τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰς αζε ἐπὶ χρόνου τεθειμένον “μέταζε χατίζων” παρὰ πρόθεσιν παρηγμένον. τὰ φύσει μακρᾷ παραληγόμενα προπαροξύνεται ἢ προπερισπᾶται· προπαροξύνεται μὲν ὅσα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡς παρὰ τὸ Οἰνόη Οἰνόηζε, προπερισπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡς παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε.

Τὰ εἰς σε τοῖς εἰς θεν ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαροξύνεται, διὰ τοῦτο καὶ πάντοσε, ἔκτοθεν ἔκτοσε, ἄλλοθεν ἄλλοσε, ἑτέρωθεν ἑτέρωσε, ἀμφοτέρωθεν ἀμφοτέρωσε, ἑκατέρωθεν ἑκατέρωσε. προπερισπᾶται δὲ τὸ Θριῶσε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίως, ἐκεῖθεν ἐκεῖσε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόσε, τηλόθεν τηλόσε, ὁμόθεν ὁμόσε.

Τὰ εἰς θεν πάντα δισύλλαβα μὲν ὄντα πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον νέρθεν, πόθεν, πρόσθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν “ἀπὸ κρῆθεν”. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰ ἔχοι πρὸ τοῦ θ σύμφωνον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὕπερθεν, ἔνερθεν, ὄπισθεν. καὶ τὰ τῷ ο παραληγόμενα παροξύνεσθαι θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεσιν ἢ παρʼ ὄνομα ἐπιμεριζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεσιν ἕκαστον ἔχει καὶ ἔτι τὸ πάροιθεν πλεονάσαν τὸ ι. τὸ δὲ ἄλλοθεν, ἑκάστοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεσβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν—τὸ δὲ πρύμνηθεν τῷ η παραληγόμενον προπαροξύνεται—τηλόθεν καὶ ἄλλα μυρία. σημειούμεθα τὸ οἴκοθεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ α μακρῷ παραληγόμενα ἢ τῷ η ἢ τῷ ω, εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπερισπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ α εἰς η, Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλισίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ τοῦ ο παροξύνεται. τῶν δὲ προπερισπωμένων ὑποδείγματα ταῦτα, Ὑσιαί ὀξυτόνως, προπερισπωμένως Ὑσιᾶθεν, Θεσπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔσω ἔσωθεν, ἔξω ἔξωθεν, πρόσω πρόσωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, καὶ ὡς ἀπὸ τοῦ ἄπω μὴ εἰρημένου τὸ ἄπωθεν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ ω ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθʼ ὧν τηλῶθεν ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπερισπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περισπώμενον ἐκεῖθεν προπερισπώμενον. παρὰ τὸ ἐγγύς ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύτονα, οὐκ οὖν παρὰ τὸ ἑκάς ὀξυνόμενον γενόμενα.

Τὰ εἰς θι καὶ εἰς σι τὸν τῶν εἰς θεν ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίασιν, θύραθεν θύρασι, Θήβηθεν Θήβησι, Ἀθήνησι, Ἀλωπεκῆθεν Ἀλωπεκῆσιν, Ἑρχιᾶθεν Ἑρχιᾶσι, Πλατειᾶθεν Πλατειᾶσιν, Θριᾶθεν Θριᾶσι, Θριῶθεν Θριῶσιν. Τὸ ὥρασι “μὴ ὥρασʼ ἵκοισθε” προπαροξύνεται μὲν εὐλόγως παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰς θεν.

Τὰ εἰς οι ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰς τόπον σχέσιν, ὑπὲρ δύο συλλαβὰς ὄντα, περισπᾶται, Μεγαροῖ, Πυθοῖ, Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκασταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει σημασίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ δισύλλαβα τῶν εἰς οι βαρύνεται καὶ περισπᾶται· περισπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ σφίγξ σφιγγοῖ, ἰσθμός ἰσθμοῖ, βυθός βυθοῖ, τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ. ἔστι δὲ τὸ ἁρμοῖ Συρακουσίων· ἁρμός γὰρ ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ ὡς παρὰ Καλλιμάχῳ ἁρμοῖ πὰρ Δαναὸν γῆς ἀπὸ βουγενέων ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος. οὕτως Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω ἔξοι, πέδον πέδοι “πέδοι δὲ βᾶσαι” Αἰσχύλος Προμηθεῖ δεσμώτῃ, ἔνδον ἔνδοι “ἔνδοι Πραξινόα” ὁ Θεόκριτος οἶκος οἴκοι.

Τὰ σχετλιαστικὰ τῶν εἰς οι καὶ αι ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περισπᾶται, ὡς τὸ ὀτοτοῖ ἔχον συμπαρακείμενον καὶ τὸ ἀταταῖ, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, σαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ σαβαῖ παρʼ Εὐπόλιδι ἐν Βάπταις. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται “εὐαὶ σαβαῖ” ὡς τὸ αἴ, οὐαί, βαβαί. βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ δὲ ὦ πόποι δυσὶ τόνοις χρῆται. Ἀρίσταρχος δέ φησιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλʼ ἐπεὶ ἔδει τὸ πόποι σχετλιαστικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεσθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥστε εἰ μὴ ὀνοματικόν ἐστιν, ὀφείλει περισπᾶσθαι ὡς εἶναι δύο περισπωμένας ὦ ποποῖ, λέγομεν βαρύνεσθαι αὐτὸ ὡς τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περισπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲς ταῦτα ἐνόμισαν· πασχούσης γὰρ ψυχῆς ἢ διακόρου ὑπὸ οἴνου οὔσης ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήσεις αὐτῆς. διὸ ἐπʼ αὐτῶν ἔσθʼ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ σοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ σ γέγονε εὐ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ Εὔιος παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν σχετλιαστικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ συντιθέμενον προπαροξύνεται, πρόπαλαι, τρίπαλαι.

Τὰ εἰς ου περισπῶνται, πανταχοῦ, ἀγχοῦ “ἀγχοῦ δʼ ἱσταμένη”, ὁμοῦ, αὐτοῦ ἀντὶ τοῦ εἰς τὸν τόπον αὐτόν “αὐτοῦ πρόσθε ποδῶν”, ὑψοῦ “ὑψοῦ δʼ ἐπὶ ψαμάθοισι” τηλοῦ, ἀλλαχοῦ, οὐδαμοῦ, ἑκασταχοῦ ὡς παρὰ Δημοσθένει “καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας” καὶ τὰ λοιπὰ πλὴν τοῦ ἰδού τὸ δεικτικόν, ἰού τὸ σχετλιαστικὸν καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο δὲ καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. οὐ μάχεται τὸ ὅπου βαρυνόμενον, ἀλλʼ ἀνέδωκε τὸν τόνον ὁμοίως τῷ πῇ ὅπῃ, ποῦ ὅπου.

Ὀλίγα ἐστὶν εἰς ευ. τὸ μὲν εὖ περισπᾶται καὶ τὸ φεῦ. καὶ τὸ ἄνευ βαρύνεται καὶ τὸ ὑπέρφευ συντεθέν. τὸ ἐλελεῦ περισπᾶται.

Τὰ εἰς ει δίφθογγον λήγοντα ἐπιρρήματα ὀξυνόμενα δύο ἐστί, τὸ ἀεί καὶ τὸ ἐπεί χρονικὸν “ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς”. ἔστι γὰρ ὁ ἐπεί καὶ σύνδεσμος. βαρύτονα δὲ τὸ ἄγρει, ὃ κατὰ συνεκδρομὴν τοῦ ῥήματος πληθυντικῶς εἴρηται “ἀγρεῖθʼ αἱ μὲν δῶμα κορήσατε”, ὁ δέ γε Ἀντίμαχος ἀργεῖτε ἔφη ὑπερβιβάσας τὸ ρ. καὶ ἔτι τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περισπώμενα δὲ τοπικὰ Δώρια, τηνεῖ, τουτεῖ, πεῖ αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται.

Τὰ διὰ τοῦ ι ἐπεκτεταμένα δεικτικῶς ὀξύνεται, δευρί, νυνί, οὑτωσί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐστι φωνῆς ἀλόγου ζῴου. ἐχρήσατο δὲ καὶ Ἀριστοφάνης τῇ λέξει. καὶ τὰ παρωνύμως παρηγμένα ὀξύνεται, ἅπερ τινὲς διὰ τῆς ει διφθόγγου, τινὲς δὲ διὰ τοῦ ι γράφουσι μακροῦ, πάνδημος πανδημεί, ἄπνευστος ἀπνευστί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυστί, ἀγελαστί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περισπωμένου ἡ μετοχὴ ἐρρείς ἐρρέντος ἐρρεντί ὡς παρὰ τὸ ἐθέλοντος ἐθελοντί, ἀμισθί, ἀμογητί. τὸ δὲ ι ἐσθʼ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ “Νέστωρ δʼ ὁ γέρων ἀμογητί” “ἀμισθὶ γάρ σε πάμπαν”. Τὰ δὲ εἰς βραχὺ ι καταλήγοντα δισύλλαβα ὄντα βαρύνεσθαι θέλει, ἔτι, αὖθι, νόσφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι—τινὲς δὲ τοῦτο ὀξύνουσι—ᾗχι τὸ γενόμενον ἐπεκτάσει τῆς χι συλλαβῆς, οἱ Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ α “ᾇχι Λίχα μέγα σᾶμα” ᾇχι ὁ κλεινὸς Ἀμφιτρυωνίδας Ἀρίσταρχος τὸ ᾗχι ἄνευ τοῦ ι φησί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι παράδοσις ἔχει τὸ ι. ναίχι, ὅπερ παροξύνεται διὰ τῆς χι ἐπεκτεταμένον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεσθαι· ἔστι γὰρ ἐπέκτασις τῆς οὔ. ἀλλʼ ἐπειδὴ παραλόγως ὀξύνεται πρὸ τῆς ἐπεκτάσεως—ὤφειλε γὰρ περισπᾶσθαι, ἐπεὶ πᾶσα συλλαβὴ τελικὴ εἰς ου λήγουσα καὶ ἐφʼ ἑαυτῆς τὸν τόνον ἔχουσα περισπᾶται—τούτου χάριν παραλόγως ὀξύνεται καὶ μετὰ τὴν ἐπέκτασιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ ι πάσχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν καταμωκήσει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτήριστον γάρ ἐστιν. τὸ δὲ “χῶρι διατμήγουσι” βαρύνεται. τὰ ὑπὲρ δύο συλλαβὰς εἰς τι ὀξύνεται, Ἰαστί, Ἰαονιστί, Δωριστί, Συριστί, Ἀττικιστί, Μεγαριστί, Θρᾳκιστί, Περσιστί, Σκυθιστί, Λυδιστί, Φρυγιστί, μεγαλωστί, ἱερωστί, νεωστί, δημιωστί. εἰ δὲ μὴ ἔχοι τὸ σ πρὸ τοῦ τ, βαρύνεσθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρʼ Ἀθηναίοις ὀξύνεται καὶ τὸ ἐγκυτί “σὺ δʼ ἐγκυτὶ τέκνον ἐκέρσω”. τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. Καὶ τὰ ἀπὸ τῶν εἰς ις κατʼ ἀποβολὴν τοῦ ς βαρύνεται, πολλάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι.

Τὰ εἰς υ λήγοντα δισύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήσαντα τὸ ς ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιστον, πάγχυ, πρόχνυ, δεῦρυ, πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυνόμενον καθαρεύει ἐπὶ θαύματος κείμενον. τὸ δὲ ἔυ βαρύνεται· ἔστιν ἐΰς ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν τῆς ευ διφθόγγου εἰς ε καὶ υ ἔυ. εἶπον δὲ μὴ μελετήσαντα τὸ ς ἔχειν, διὰ τὸ ἰθύς ἰθύ, εὐθύς εὐθύ ὀξυνόμενα· δισύλλαβα διὰ τὸ μεταξύ, μεσσηγύ καὶ τὸ ἀντικρύ, ὅτε χωρὶς τοῦ ς· ὅτε γάρ ἐστι μετὰ τοῦ ς, προπαροξύνεται· ὡς καὶ τὸ ἐμβραχύ σημαῖνον τὸ ἁπαξαπλῶς ἢ καθάπαξ.

Τὰ Αἰολικῶς διὰ τοῦ υϊ ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν σχέσιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύι παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡς οὐκ ἔστιν τοπικὸν οὔτε Αἰολικόν, σχετλιαστικὸν δέ· τὰ σχετλιαστικὰ οὐ πεφρόντικε τῆς ἀκριβοῦς ἐξετάσεως, ὡς πολλάκις διείληπται.

Τὰ εἰς ο λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν οὐκ ἔστιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰς ὃ δύο μέρη λόγου εἰσίν καὶ τὸ ἀπό πρόθεσίς ἐστιν ἰσοδυναμοῦσα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευσματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖς· ποιητικῶς δὲ κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω δεύρω. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ “ἦ δεύρω μὲν ἕποντο”, ἐνίοτε καὶ δεῦρυ.

Πᾶν ἐπίρρημα εἰς ω λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶς ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴσω, πρόσω καὶ πόρσω καὶ τροπῇ Ἀττικῇ τοῦ σ εἰς ρ ὡς ἄρσην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανής ἀφανῶς ὡς εὐσεβής εὐσεβῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαστέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάς, ὃ σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλητικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπισχερώ ὀξύτονον. τὸ δὲ τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆς θεν συλλαβῆς καὶ ἐκτάσει τοῦ ο εἰς ω Δώριά ἐστιν.

Τὰ εἰς αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ βαρύνεται, λίαν, ἄγαν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶς πέρην λέγεται “πέρην κλυτοῦ ὠκεανοῖο” Διονύσιος. τὸ πάμπαν καὶ τάλαν συστέλλει τὸ α. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο, δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περισπωμένας ἔχει.

Σπάνια τὰ εἰς εν λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ ε τὸ θ καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονὸς καὶ εἶεν, ὅ τινες ὀξύνουσιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόσημον τῷ ἀεί.

Τὰ εἰς δην πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, σποράδην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ εἰς ην ἐπιρρήματα μὴ προηγουμένου τοῦ δ πρῴην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκοντήν ὀνοματικά· διὸ καὶ συνοξύνονται τοῖς ὀνόμασιν. τὸ δὲ ἠμήν ὁρκικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται “ἠμέν μοι πρόφρων” “ἠμὲν ἐμοὶ δώσειν”. τὸ δὲ ἐχρῆν περισπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα.

Τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχει τὸ ν οἷον αὖθι αὖθιν, οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοις. πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ καὶ πέρυτις λέγεται Δωρικῶς. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦσι γέγονεν. νυνίν, οὑτωσίν.

Τὰ εἰς δον ὀξύνεται, χανδόν, σχεδόν, βοτρυδόν “βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσι”. ἔστι δὲ μονῆρες τὸ βοτρυδόν. τὰ γὰρ εἰς δον ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η “πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα”. ἀγεληδόν, σωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομβηδόν, ἰλαδόν, ἐνωπαδόν, στοχανδόν, φανδόν, ἑλκηδόν, παρασταδόν, παρακλιδόν, ῥυδόν “ῥυδὸν ἀφνειοῖο”, ἀμφαδόν· καὶ ἐν συνθέσει φυλάσσουσι τὸν τόνον οἷον αὐτοσχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέσεως καὶ ὅτι μόνον τοπικὸν τῶν εἰς δον. λήγει δὲ καὶ δος, ἔνδος γὰρ λέγεται πολλάκις καὶ εἰς δοι ἔνδοι. τέσσαρσιν οὖν διαφοραῖς διαλλάξαν οὐδὲν θαυμαστὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡς τὰ εἰς δον σπανίως κατʼ ἀρχὴν λέξεως συντίθενται, ὡς ἔχει τὸ ἐνδόμυχος, ἐνδόπυρος, ἔνδορχις. Τὰ εἰς ον ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο δ ἀλλʼ ἢ ἕτερον σύμφωνον ἢ τὸ ι βαρύνεται, σήμερον, αὔριον, πόρσιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄσσον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου.

Εἰς υν λῆγον οὐδέν ἐστιν, εἰ μὴ τὸ βίσχυν βαρύτονον μόνον ὄν.

Τὰ εἰς ων πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιών, ἐξαριστερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται.

Οὐδὲν εἰς ουν ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς εἴλω τασαίμην· ἀλλὰ μισχοῦν καθήμενοι· ἐπεὶ ὀνοματικά ἐστι.

Τὰ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει πλὴν τῶν ἀπὸ προθέσεως· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέσεως ὂν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ συντασσόμενον ἔχει τι παράσημον, ὡς καὶ παρὰ δύο προθέσεις ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ συντάξει μεταλαμβάνει τὸν ἴδιον τόνον ἁπαξἅπαντες, ἁπαξἁπλῶς κεκοιμισμένου τοῦ τόνου.

Εἰς ρ λήγοντα ἐπιρρήματα ὀξύτονα οὐκ ἔστιν καὶ τὰ ἁπλᾶ βαρύτονα σπάνια καὶ μονήρη ὡς ἔχει τὸ νύκτωρ μόνον εἰς ωρ καὶ τὸ ἄτερ μόνον εἰς ερ. τὸ γὰρ Δάματερ κλητικὴ ὡς τὸ Ἥρακλες, καὶ ἄφαρ. τὸ γὰρ αὐτῆμαρ, ποσσῆμαρ, ἐννῆμαρ σύνθετα παρώνυμά εἰσιν.

Τὰ εἰς ας μὴ παραληγόμενα τῷ ε σὺν ἀμεταβόλῳ ὀξύνεται, ἑκάς, ἀνεκάς, ἀγκάς, ἐντυπάς, ἀνδρακάς. τὸ μέντοι πέλας βαρύνεται καὶ τὸ ἀτρέμας “ἀτρέμας ἧσο”, ὅπερ καὶ χωρὶς τοῦ ς λέγεται ἀτρέμα. τὸ δὲ ἅλιας παρʼ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλις πλεονάσαν τὸ α.

Τὰ εἰς ες λήγοντα ἐπιρρήματα ἁπλᾶ φυσικῶς οὐκ ἔστιν, εἰ μὴ τὸ ἐχθές δισύλλαβον καὶ χθές μονοσύλλαβον καὶ ἐνδελιστές ὀξύτονον παρὰ Συρακοσσίοις, ὃ καὶ ἐλλιστές λέγεται· τὸ γὰρ ἀές ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθες, ἐπίτηδες ὀνοματικὰ καὶ βαρύτονα.

Τὰ εἰς ης βαρύνεται, ἔμπης, ἐξαίφνης, ἐξαπίνης, ἑξείης· τὸ δὲ ἑξῆς τὸ ἀπʼ αὐτοῦ περισπᾶται. καὶ τὸ ἀκαρής ὀξυνόμενον ὀνοματικόν ἐστιν ὅμοιον τῷ εὐρυπυλής.

Τὰ εἰς ις λήγοντα δισύλλαβα βαρύνεται, μόλις, μόγις, ἅλις, ἄνις ἀντὶ τοῦ χωρίς, μέχρις καὶ τὸ παρʼ αὐτὸ ἄχρις. λέγεται δὲ καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ ς, αὖθις, ὃ λέγεται καὶ αὖθι καὶ αὖθιν. μόνα τὸ χωρίς καὶ ἀμφίς ὀξύνονται. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰς ις λήγοντα, ὑπεσταλμένων τῶν διὰ τοῦ αδις καὶ ακις ὀξύνονται, ἐγκυτίς, ὃ χωρὶς τοῦ ς Καλλίμαχος εἶπεν “σὺ δʼ ἐγκυτὶ τέκνον ἐκέρσω”, λικριφίς, κραταιίς, αὐτονυχίς. λέγεται δὲ καὶ αὐτονυχιδίς καὶ αὐτονυχί, παμπηδονίς, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, σολικρίς … , ἀμφικελεμνίς. τὸ μέντοι πέρυτις προπαροξυνόμενον Δώριόν ἐστιν ἐκ τοῦ πέρυσι μεταποιηθὲν καὶ οὐ μάχεται. τὰ διὰ τοῦ ακις παροξύνεται, πολλάκις, ὀλιγάκις, τοσαυτάκις. καὶ τὰ εἰς δις τρισύλλαβα τῷ α παραληγόμενα παροξύνεται, χαμάδις, φυγάδις, ὀκλάδις, κρυφάδις, ἐσχάδις … , πτακάδις, μιγάδις, ἁμάδις. τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς ἀφῃρέθη. τὸ οἴκαδις σεσημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτρισύλλαβα ἢ ὅσα μακρᾷ φύσει ἢ θέσει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίς, κωπηδίς, αἰφνηδίς, στοιχηδίς, ἀντηδίς, ἀμοιβηδίς· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίς “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς”, ἐμβολαδίς, κατωμαδίς, ἀμφουδίς, ἐπουδίς, ἀκροπουδίς. Τὰ δὲ τῷ υ παραληγόμενα προπαροξύνεται, ἄλλυδις, ἄμυδις Αἰολικὸν ἔχον τὸ πνεῦμα.

Τὰ εἰς δις ἐπιρρήματα ἔχοντα πρὸ τοῦ δ τὴν αν συλλαβὴν Δώριά ἐστι καὶ παροξύνεται, χαμάνδις, ἀγράνδις, Ὀλυμπιάνδις.

Τὰ εἰς ος ἀπὸ προθέσεως παραχθέντα, εἰ ἔχοι τὸ τ, ὀξύνεται, ἐντός, ἐκτός. τὰ δὲ ἄλλα βαρύνεται, πάρος, ἦμος, τῆμος, ὁπῆμος, τημοῦτος, κῆχος. “ποῖ κῆχος; εἰς οὐρανόν” καὶ Ἀριστοφάνης “ποῖ κῆχος, εὐθὺ Σικελίας” καὶ παρὰ Φερεκράτει “ποῖ κῆχος;” τὸ πῇ κῇ· πῇ ἐγγύς πῇ ἄγχος, ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος· ἐλλείψει τοῦ γ κῆχος. τὸ δὲ ἔναγχος προπαροξύνεται· τὸ εἰκός ὀξυνόμενον οὐδέτερον ἦν μετοχὴ οὐδετέρου γένους εἰς σύνταξιν ἐπιρρηματικὴν ἐλθοῦσα. τὸ γοῦν ἔνδος, ἔξος βαρύτονα Δώρια.

Τὰ εἰς υς συστελλόμενον ἔχοντα τὸ υ ὀξύνεσθαι θέλει, πλὴν εἰ μὴ τρισύλλαβα ὄντα ἀπὸ προθέσεως ἄρχοιτο, ἐγγύς, εὐθύς, ἰθύς, μεσσηγύς, ἃ εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται ἰθύ εὐθύ μεσσηγύ. τὸ δὲ ἄντικρυς καὶ σύνεγγυς πρόθεσιν ἔχει. τὸ ἀντικρύ ὀξυνόμενον ἐκτείνει τὸ υ. τὸ ἀλλῦς μακρὸν ἔχον τὸ υ περισπᾶται.

Τὰ εἰς χως ἐπὶ ποσότητος περισπᾶσθαι θέλει, διχῶς, τριχῶς, τετραχῶς, ἑξαχῶς, ἑπταχῶς, ποσαχῶς. τὸ ἐξόχως, ἡσύχως βαρύνεται· ἀπὸ ὀνομάτων γάρ.

Τὰ καλούμενα τῆς μεσότητος ἀπὸ γενικῶν πληθυντικῶν γενόμενα καὶ τὸν αὐτὸν τόνον αὐταῖς ἔχει, εἴτε παρʼ ὀνόματα γένοιτο εἴτε παρὰ μετοχάς, εἴτε παρʼ ἀντωνυμίας, κούφων κούφως, βαρέων βαρέως, καλῶν δὲ καλῶς περισπωμένως καὶ σεμνῶν σεμνῶς ἀσέμνων ἀσέμνως, καὶ τὰ παρὰ τὸ πᾶς δὲ καὶ μέγας πάντων μεγάλων ὁμοίως πάντως, μεγάλως ὡς καὶ ἐξόχων ἐξόχως καὶ ἡσύχων ἡσύχως. τὸ δὲ αὐτάρκως, εὐώδως τῷ μὲν λόγῳ περισπασθήσεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίσταρχος βαρύνει. καὶ τὴν κακοήθων γενικὴν καὶ αὐθάδων βαρύνειν μεμελετήκασι παραλόγως, αἷς συμβαρύνουσι καὶ τὰ ἐπιρρήματα, κακοήθως, αὐθάδως. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ νοσώδων ἐβάρυνεν ἀλόγως. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντως, ἐπαρκούντων ἐπαρκούντως, προσηκόντων προσηκόντως. παρὰ τὸ ζάφελος προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶς ἐπίρρημα βαρύνεσθαι, ὡς ἀπὸ τοῦ ζάθεος ζαθέως· οὐ γάρ ἐστι παρὰ τῷ ποιητῇ ζαφελής. περιεσπάσθη δὲ τὸ ζαφελῶς, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, ἀμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται “ὡς ἐπὶ τὸ πλεῖστον” διὰ τὸ εὐτραπέλως, ἰκέλως. τὸ νουνεχόντως ἀπὸ δύο κατὰ διάστασιν λέξεων παρήχθη, τῆς νοῦν καὶ τῆς ἐχόντων. τὸ ἕως καὶ ἀνταποδοτικὸν τὸ τέως πρωτότυπά ἐστι καὶ οὐχ ὡς τὰ λοιπὰ παρῆκται. τὸ ὥς παρʼ εὐθεῖαν γέγονε τὸ ὅς, ὅθεν καὶ ὀξύνεται καὶ συνετέθη καθώς. καὶ τὸ οὕτως καὶ τὸ αὕτως βαρύνεται. οὐκ ἔστι δὲ τὸ οὕτως ἀπὸ τῆς γενικῆς, ἀλλʼ ἀπὸ εὐθείας γίνεται. εἰ γὰρ ἀπὸ γενικῆς, ὤφειλεν εἶναι τούτως. καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ ς. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ς. ἔστι δὲ οὕτως ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρρήματα εἰς ως λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς ω λήγει, κύκλος κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές. οὗτος αὕτη τοῦτο. οὕτως ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτως γέγονε κατʼ ἀποβολὴν τοῦ ς.

Τὰ εἰς ως μέγα ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται ἀληθῶς, ἀψευδῶς πλὴν τοῦ ὥς. Δωριεῖς δὲ τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων ἐπιρρήματα ὀξύνουσι σοφός σοφώς, καλός καλώς. Περὶ συνδέσμων.

Πᾶς σύνδεσμος μονοσύλλαβος μὴ ἔχων φύσει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ.

Οἱ δὲ εἰς α λήγοντες καὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες πάντες βαρύνονται, ὡς ἔχει τὸ ἆρα, ὅτε διαπορητικός ἐστι, ἐκτείνων τὸ πρῶτον α, καὶ ὁ συλλογιστὸς καὶ παραπληρωματικὸς ἑκάτερον συστέλλων. τοιοῦτος καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ α τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν σημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ συμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτως οὖν καὶ ὁ ἀλλά. σημειούμεθα ἐν τοῖς συμπλεκτικοῖς τὸν ἤτοι βαρυνόμενον, ὃς οὐ μόνον συμπλεκτικός ἐστιν, ἀλλὰ καὶ διαζευκτικὸς οἷον “ἤτοι ἄξιον ἢ οὐκ ἄξιον”.

Πᾶς σύνδεσμος εἰς ς λήγων μακροκατάληκτος βαρύνεται, εἰσὶ δὲ σπάνιοι, ὅπως, ἔμπης, ὅμως ὅτε σύνδεσμος, ὅτε δὲ ἐπίρρημα, περισπᾶται ὁμῶς ὡς σαφῶς.

Καὶ οἱ παραπληρωματικοὶ πάντες ὀξύνονται, δή, θήν, νύ, τάρ, ἄρ, ῥά, τοί, γέ, πέρ, ἄν, κέν, μήν. Ὁ δὲ αὖ καὶ ὁ οὖν περιεσπάσθησαν διὰ τὸ τὴν εἰς υ λήγουσαν δίφθογγον ἀποστρέφεσθαι τὴν ὀξεῖαν, ὡς πολλάκις εἴπομεν.

Πᾶς αἰτιολογικὸς σύνδεσμος ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, οὕνεκα, ἕνεκα, ὄφρα, ἵνα, ὅτι, χάριν, δηλοῖ γὰρ οὐκ ὄνομα μόνον, ἀλλὰ καὶ σύνδεσμον αἰτιολογικὸν “χάριν Δίωνος” ἀντὶ τοῦ ἕνεκα Δίωνος.

Ὁ εἰ συναπτικὸς καὶ ὁ ἐπεί παρασυναπτικὸς συνεστηκὸς παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸν εἰ σύνδεσμον συναπτικὸν ὀξύνονται· τούτῳ ἠκολούθησε καὶ ὁ ἐάν, ὅτι καὶ αὐτὸς σύνδεσμός ἐστιν ἀπὸ τοῦ εἰ συναπτικοῦ συνδέσμου καὶ τοῦ ἄν παραπληρωματικοῦ. ὁμοίως καὶ ὁ ἤν καὶ ὁ ἐπήν καὶ ὁ ἐπεάν καὶ ὁ μήν· ἔτι δὲ καὶ ὁ ἀλλαμήν εἴτε δύο λέξεις εἶεν εἴτε μία, ὀξύνεται. ὁ εἰδή καὶ ἐπειδή δύο μέρη λόγου ἐστὶν ὀξυνόμενα. ὁμοίως καὶ ὁ εἴπερ καὶ ὁ ἐπείπερ καὶ ἐπειδήπερ. ἀλλʼ ἐπειδὴ ἐγκλιτικός ἐστιν ὁ πέρ, ἐγείρει τὴν πρὸ αὐτοῦ βαρεῖαν εἰς ὀξεῖαν ὡς ὁ κέ ἐν εἴκε, αἴκε.

Πᾶς σύνδεσμος δίφθογγον ἔχων τὴν διὰ τοῦ ι ὀξύνεται, τοί, δαί, εἰ.

Ὁ μῶν παρʼ Ἀθηναίοις διαπορητικὸς ὢν περισπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ τοῦ οὖν σύγκειται, Δωρικώτερον τραπείσης τῆς ου διφθόγγου εἰς τὸ ω, τὴν δὲ οὖν εἴπομεν περισπᾶσθαι. Οὕτως δὲ καὶ ὁ οὖν συντασσόμενος τῇ οὐ ἀποφάσει ἐν τῷ οὔκουν, ὅτε μὲν παραπληροῖ, ὀξύνει τὴν οὐ ἀπόφασιν οὔκουν ὡς εὔρουν· ὅτε δὲ τὴν ἰδίαν ἔχει δύναμιν, τουτέστιν συλλογιστικός ἐστι, φυλάττει τὴν ἰδίαν περισπωμένην, ὡς χρυσοῦν, οὕτως καὶ οὐκοῦν.

Ὁ ἠ ὀξύνεται ἢ περισπᾶται. διαζευκτικὸς μὲν οὖν ὑπάρχων ἢ παραδιαζευκτικὸς ἢ διασαφητικὸς ὀξύνεται πάντως· εἰ δὲ καὶ πλεονάζει τὸ ε, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸς μὲν “ἢ νύξ ἐστιν ἢ ἡμέρα”· τὸ γὰρ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές. καὶ τὸ Αἰδώς, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν». παραδιαζευκτικὸς δὲ «Φαίδων ἢ περὶ ψυχῆς» «ἢ νέος ἠὲ παλαιός»· ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτικῶν δύναμις τοιαύτη ἐστί. διασαφητικὸς δὲ «πλουτεῖν ἢ πένεσθαι» ὃς καὶ τὸ περ λαμβάνει, ἤπερ πένεσθαι. βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. διασαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται.

Ἡνίκα εὑρέθη διαπόρησις μετὰ διαζεύξεως, τότε τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον οἷον ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα. ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο ἐρώτησις καὶ ἀπορία μετὰ διαζεύξεως. τοιοῦτό ἐστι καὶ τὸ ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι. διαζευκτικῆς οὖν οὔσης τῆς τάξεως τῶν διαπορητικῶν, ὁ μὲν πρότερος ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. οὗτος δὲ ὁ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε, φυλάττει τὴν περισπωμένην. οἷόν ἐστιν· ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον. διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις.

Ὅτε δὲ μόνως ἐρωτηματικός ἐστιν ὁ ἦ χωρὶς διαζεύξεως, κἂν ἅπαξ κἂν πολλάκις παραληφθῇ, περισπᾶται, μὴ οὔσης τῆς ἐρωτήσεως ἐν διαζεύξει. ἐν μὲν γὰρ τῷ «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα» διαζευκτικὸν τὸ αἰφνιδίως τελευτῆσαι τοῦ μακροχρονεῖν. ὅθεν ὁ πρῶτος ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. ἐν μέντοι τοῖς ὑποκειμένοις ἔπεσι πάντες περισπῶνται ἐρωτηματικοὶ ὄντες, οὐκ ἐν διαζεύξει· ἦέ τι Μυρμιδόνεσσι πιφαύσκεαι ἦ ἐμοὶ αὐτῷ; ἦ τῷ Ἀχιλλεῖ ἦ τοῖς Μυρμιδόσιν, ἀντὶ τοῦ τούτῳ κἀκείνοις. ἦέ τινʼ ἀγγελίην Φθίης ἐξ ἔκλυες οἶος; ἦε σύγʼ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται. Περισπῶσι καὶ τὸν βεβαιωτικόν· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι; ἐνταῦθα μὲν βεβαιωτικός ἐστιν ὁ ἦ μεθʼ ὑπερωτήσεως· ἔστι δὲ καὶ μόνως διαβεβαιωτικὸς χωρὶς ἐρωτήσεως· ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός, ἦ μάλʼ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται. ἀλλὰ κἂν ὑποτάσσηται τῷ ἐπεί διαβεβαιωτικὸς ὤν, ὁμοίως περισπᾶται ἐπεὶ ἦ φάτʼ ἄρʼ ἀσφαλές. ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα Ὅτε παραπληροῖ μετὰ τί τὸ πυσματικόν, ὀξύνεται τί ἢ δὲ σὺ κήδεαι αὕτως Ἀργείων; ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;