Part of On Universal Prosody

ΠΕΡΙ ΤΟΝΟΥ ΑΡΘΡΩΝ ΑΝΤΩΝΥΜΙΩΝ ΚΑΙ ΠΡΟΘΕΣΕΩΝ. ΒΙΒΛΙΟΝ ιηʹ. Περὶ ἄρθρων.

Πᾶν ἄρθρον ὀξύνεται, χωρὶς τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περισπῶνται, τοῦ τῷ, τῆς τῇ, τοῖν ταῖν, τῶν, τοῖς ταῖς. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ τ γινόμενα, περισπῶνται. ὁμοίως καὶ τὸ κλητικὸν ὦ ἄρθρον μὲν οὐκ ἔστιν, ἀλλʼ ἐπίρρημα, περισπᾶται δὲ ὅμως καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δασυνομένων «ᾧ ἐχαρισάμην». τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούς, οὕς, ἥ, ἥν, τήν, τά, ἅ. Περὶ ἀντωνυμίας.

Πᾶσα πρωτότυπος ἀντωνυμία ἑνικὴ ἀπαθής, ὑπεσταλμένων τῶν καλουμένων μονοπροσώπων, ὀξύνεσθαι θέλει κατὰ πᾶσαν πτῶσιν ἐν τοῖς τρισὶ προσώποις, πλὴν τῆς εἰς ου γενικῆς, ἐγώ, σύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρʼ Ἀθηναίοις ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ σύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε δισυλλάβως εἴτε μονοσυλλάβως προφερόμεναι, μέ ἐμέ σέ ἕ, μοί ἐμοί σοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περισπωμένην, ὀφείλουσα καὶ αὐτὴ ὀξύνεσθαι. τὰ γὰρ ἀπὸ τοῦ σ ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ σ ἀπὸ δευτέρων γινόμενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ σοῦ οὗ περισπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ υ δίφθογγος ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τῆς οὔ ἀποφάσεως καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού σχετλιαστικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖσαι ἢ πλεονάσασαι τῷ ι ἢ κατὰ φωνὴν παραχθεῖσαι εἰς θεν πρὸ μιᾶς ἔχουσι τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ συνῃρημένη παρʼ Ἴωσι περισπᾶται «ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον». ὁμοίως τοῦ δευτέρου καὶ τοῦ τρίτου, σέο σεῖο σεῦ σέθεν, ἕο εἷο εὗ ἕθεν.

Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προσώπου κοιναὶ καὶ ἀπαθεῖς βαρύνονται, νῶι, σφῶι. καὶ αἰτιατικῇ ταύτας κατὰ ἀποβολὴν τοῦ ι μονοσυλλάβως Ἀθηναῖοι προφέρουσι, νώ σφώ, οὐκέτι περισπωμένως, καίτοι τῷ λόγῳ τῆς ἀποκοπῆς ὀφειλούσας περισπᾶσθαι ὡς τὸ Ποσειδῶ κυκεῶ. ἀλλʼ οὐδὲν δυϊκῶν εὐθείας πτώσεως καὶ αἰτιατικῆς εἰς ω περισπᾶται, ὅθεν ὠξύνθησαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶιν σφῶιν προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ προφέρονται μονοσυλλάβως, τοῦ ι γραφομένου μὴ συνεκφωνουμένου ὧν καὶ ἡ περισπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν. Αἱ τρίτου προσώπου ὀξύνονται πᾶσαι καὶ ἐγκλίνονται πᾶσαι, αἰτιατικῆς μὲν σφωέ «τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι»; εὐθεῖα γὰρ τούτου οὐκ ἔστι, διότι οὐδεμία ἐστὶν εὐθεῖα ἀντωνυμίας ἐγκλινομένης. γενικῆς καὶ δοτικῆς σφωΐν «καί σφωιν δὸς ἄγειν»· τόνῳ μὲν μόνῳ τῆς τοῦ δευτέρου διήνεγκεν. ὥστε ὅτε μὲν περὶ Ἀθηνᾶς καὶ Ἥρας Ζεὺς πρὸς τὴν Ἶρίν φησιν, ἐγκλιτικῶς ἀναγινώσκομεν «γυιώσω μέν σφωιν ὑφʼ ἅρμασιν ὠκέας ἵππους». τρίτου γὰρ προσώπου. ὅτε δὲ πρὸς αὐτὰς ἡ Ἶρις, ὀρθοτονοῦντες προπερισπῶμεν «γυιώσειν μὲν σφῶιν ὕφʼ ἅρμασιν ὠκέας ἵππους».

Πληθυντικὴ ἀντωνυμία ἀπαθὴς μὴ κατὰ διάλεκτον ἐκφερομένη, ἀλλὰ κοινῶς καὶ Ἀττικῶς περισπᾶται, ἡμεῖς ὑμεῖς σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμᾶς ὑμᾶς, ἡμῖν ὑμῖν. σημειώδης κἀνταῦθα ἡ τοῦ τρίτου σφίν καὶ βραχυνομένη καὶ ὀξυνομένη, δέον ἀκολούθως τοῖς τοῦ πρώτου καὶ δευτέρου ἐκτείνεσθαι καὶ περισπᾶσθαι. ἐν ἑνικοῖς ἡ οἷ παραλόγως περιεσπάσθη. οὕτως ἐκ τοῦ ἐναντίου ἡ σφίν πληθυντικὴ συσταλεῖσα ὠξύνθη· ὥστε ἀμοιβὴ τῶν τόνων ἐν αὐταῖς γέγονεν. βαρύνεται δὲ ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβήσασα ἐπεκτείνεται. τὴν σφᾶς οἱ μὲν ὀξύνουσιν, οἱ δὲ περισπῶσι.

Αἱ ἀντωνυμίαι μονοπρόσωποι ὑπὲρ μίαν συλλαβὴν οὖσαι, μὴ ἐπεκτεταμέναι διὰ τοῦ ι, βαρύνονται χωρὶς τῆς αὐτός. αὕτη γὰρ μόνη ὀξύνεται. αἱ δὲ βαρύνονται οὗτος ἐκεῖνος ὅδε. κλίσιν δὲ εἴς τε τὰς πτώσεις καὶ εἰς τὰ γένη καὶ εἰς ἀριθμοὺς αὗται κατὰ τὴν ὀνομάτων ἔχουσιν ἀναλογίαν τῶν οὕτως παρηγμένων, λέγω δὲ τὸ τόσος τοσοῦτος τοσόσδε, τόση τοσαύτη τοσῆδε, τόσον τοσοῦτον τοσόνδε. Αἱ δὲ διὰ τοῦ ι ἐπεκτεταμέναι ὀξύνονται, οὑτοσί, ἐκεινοσί, ὁδί. Αἱ μονοσύλλαβοι κατʼ εὐθεῖαν μὲν καὶ αἰτιατικὴν ὀξύνονται, ὅς, ἕ, μίν, νίν, κατὰ δὲ γενικὴν καὶ δοτικὴν περισπῶνται, οὗ οἷ.

Αἱ δὲ σύνθετοι τῶν ἀντωνυμιῶν τὸν αὐτὸν ταῖς ἁπλαῖς τόνον φυλάττουσιν, ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν ἐμαυτόν. ὁμοίως ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίως. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρσενικῷ ὁμοφωνοῦσιν, ἡ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδετέροις ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίας συντίθεται, ἔνθεν συνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρʼ Εὐριπίδῃ εὕρηται τὸ σεαυτό εἶα δή, φίλον ξύλον ἔγειρέ μοι σεαυτό καὶ παρὰ Φιλήμονι τὸ αὐτό, ἀλλʼ οὐ τὸ σπάνιον τοῦ ὅλου κατέστησε κανόνας.

Ἡ ὁ δεῖν περισπᾶται, κλίνεται δὲ τοῦ δεῖνος τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπερισπᾶται, κλίνεται δὲ τοῦ δείνατος, τῷ δείνατι. εἰσὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν.

Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουσαι χαρακτῆρα, καὶ τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουσιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆς ἐμοῦ ὁ ἐμός καὶ κατʼ ἀκολουθίαν ταύτης καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περισπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθως τονοῦνται, ὡς καὶ τὰ εἰς ος ὀνόματα. ὁμοίως καὶ ἡ σός καὶ ἑός.

Αἱ διὰ τοῦ τερος, αἵτινές εἰσι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶσαι τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆς νῶι νωΐτερος καὶ ἀπὸ τῆς σφῶι σφωΐτερος. ἀπὸ γὰρ τῆς τοῦ τρίτου δυϊκῆς οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶσαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πληθυντικαὶ δὲ ἀπὸ μὲν τῆς ἡμῶν ἡμέτερος καὶ ἀπὸ τῆς ὑμῶν ὑμέτερος καὶ ἀπὸ τῆς σφῶν σφέτερος. ἀπὸ δὲ τῆς ἡμῶν καὶ ὑμῶν ἐγένετο ἐθνικὴ παραγωγή, ἡμεδαπός καὶ ὑμεδαπός, αἵτινες ὠξύνθησαν τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπός καὶ παντοδαπός καὶ τηλεδαπός. Περὶ προθέσεως.

Πρόθεσις εἴρηται ἐκ τοῦ πάσης λέξεως ἐθέλειν προτίθεσθαι, λέγω δὲ ὀνομάτων περὶ Ἀριστάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψας—λέγομεν δὲ ὅτι οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ καταγράφω, καταγράψας, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ μετὰ προθέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις—ἀντωνυμιῶν περὶ ἐμοῦ, ἄρθρων τῶν προτακτικῶν περὶ τοῦ στεφάνου.

Οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί. λέγεται δʼ ἔσθʼ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ π καὶ ἴσως ἀναλογώτερον.

Οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό.

Οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.

Αἱ εἰς α λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ α, ἀλλὰ μόνη ἡ διά τὸ α καθαρεύει.

Οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ.

Αἱ ὑπὲρ μίαν συλλαβὴν προθέσεις εἰς φωνῆεν λήγουσι δίχρονον ὑπεσταλμένης τῆς ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖς τὴν ὑπό ὕπα λέγοντες, τὴν δὲ ἀπό ἄπυ, ἴσως ἵνα τὸ υ ληκτικὸν γένηται τῆς προθέσεως ὡς τὸ α καὶ ι.

Πᾶσα πρόθεσις εἴτε μονοσύλλαβος εἴτε δισύλλαβος ὀξύνεται—εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται αἱ δισύλλαβοι οἷον «ἄστυ κάτα Ξάνθοιο»—ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶς ληγούσης λέξεως εἰς ο ὀξυνομένης, διὰ τὸ εἶναι προθέσεις ὠξύνθησαν· διὸ σημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτός ἀρσενικήν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶς λέξεως εἰς ερ ληγούσης μετὰ βραχείας καὶ ὀξυνομένης. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ σύνδεσμον τῷ λόγῳ τῶν συμπλεκτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται χωρὶς τοῦ ἤτοι.

Εἰσὶ δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, σύν, ἐξ, εἰς, ἐν, πρός, πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ.

Καθόλου δὲ αἱ ἀναστρεφόμεναι δισύλλαβοί τε εἶναι θέλουσι καὶ δίχρονοι· ὅθεν τριχρονοῦσαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναστρέφονται, οὐδὲ αἱ τῷ ι πλεονάζουσαι, καταί, παραί, ὑπαί, ὑπείρ. σημειούμεθα τὴν διά χώραν ἔχουσαν ἀναστροφῆς καὶ μὴ ἀναστρεφομένην διὰ τὴν πρὸς τὸν Δία «Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος» συνέμπτωσιν καὶ τὴν ἀνά μὴ ἀναστρεφομένην, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα ὡς ἐν τῷ «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ» ἢ τὸ ῥῆμα «ἀλλʼ ἄνα, εἰ μέμονάς γε». ἡ δὲ ἐν πλεονάσασα τῷ ι ἀνεστράφη «ᾧ ἔνι κούρη κοιμᾶτο». καὶ τὰς μονοσυλλάβους δὲ ἐὰν ἐπὶ τέλει ὦσι στίχου, ἀναστρέφουσιν οἷον «ἐλθὼν δʼ ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν»· ῥώννυται γὰρ ὁ τόνος τῆς σύν προθέσεως, ἵνα νοῆται ἡ ἀναστροφή. τοιοῦτό ἐστι καὶ τὸ «οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ».

Αἱ ὀρθοτονούμεναι.

Ἡ ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ «ἀνὰ στρατόν». κατὰ δὲ Ἀττικοὺς καὶ Ἴωνας δοτικῇ «χρυσέῳ ἀνὰ σκήπτρῳ» ἀντὶ τῆς σύν.

Ἡ διά ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ καὶ αἰτιατικῇ «διὰ προμάχων» «διὰ δρυμὰ πυκνά».

Ἡ ἀμφί ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.

Ἡ ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ.

Ἡ σύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ.

Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ.

Ἡ εἰς καὶ ἐς ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ καὶ γενικῇ Ἀττικῶς.

Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ καὶ γενικῇ Ἀττικῶς.

Ἡ πρός ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ.

Ἡ πρό ὀρθοτονουμένη γενικῇ. Αἱ δὲ ἐγκλινόμεναι καὶ ἀναστρεφόμεναι αἷδε.

Ἡ κατά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ.

Ἡ μετά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. τὸ δὲ «μετά σφισιν» ἀντὶ τοῦ ἐν.

Ἡ παρά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῆ, δοτικῇ καὶ αἰτιατικῇ.

Ἡ περί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.

Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, καὶ δοτικῇ καὶ αἰτιατικῇ συντάσσεται.

Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.

Ἡ ἀπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ.

Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ.

Ὅταν πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν «νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο—ἤσθιον».

Ἐὰν μεταξὺ πέσωσιν ὀνόματος καὶ ῥήματος ἢ μετοχῆς, πρὸς διάφορον σημασίαν ἢ ἀναστρέφονται ἢ οὔ, οἷον «Ἰθάκην κατακοιρανέουσιν»· εἰ μὲν πρὸς τὴν Ἰθάκην συντάττοις τὴν κατά, ἵνα τοπικὴν δηλώσῃς σχέσιν κατὰ Ἰθάκην, ἀναστρέψεις τὴν πρόθεσιν· εἰ δὲ πρὸς τὸ κοιρανέουσιν, ἵνα πλείονα ἔμφασιν δηλώσῃς τῆς τῶν μνηστήρων ἐπικρατείας, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήσεις τὴν πρόθεσιν. τὸ αὐτὸ καὶ ἐν τῷ «εὗρε δὲ Πατρόκλῳ περικείμενον»· εἰ γὰρ περὶ τῷ Πατρόκλῳ κείμενον, καὶ ἀναστραφήσεται ὁ τόνος· εἰ δὲ τῷ Πατρόκλῳ περικείμενον, ἵνα ᾖ οἷον περικεχυμένον αὐτῷ, ὀρθοτονηθήσεται, ἔμφασιν γὰρ πλείονα δηλοῖ.

Εἰ δὲ μεταξὺ πέσῃ δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ προσηγορικοῦ, ἢ ἐπιθετικοῦ καὶ προσηγορικοῦ, ἐν πᾶσι τούτοις ἀναστρέφειν δεῖ τὴν πρόθεσιν, ἵνα τῆς ὅλης συντάξεως προηγήσηται· «ποταμοῦ ἄπο Σελλήεντος» ἀπὸ τοῦ ποταμοῦ. «Ξάνθῳ ἔπι δινήεντι» ἐπὶ τῷ δινήεντι ποταμῷ· «μάχῃ ἔνι κυδιανείρῃ» ἐν τῇ κυδιανείρῃ μάχῃ.

Ὁμοίως καὶ ἐὰν μεταξὺ δύο κυρίων ᾖ ἢ δύο προσηγορικῶν, ἀναστρέφεται, συνδέσμου συμπαραλαμβανομένου μετὰ τὴν πρόθεσιν· «νηῶν ἄπο καὶ κλισιάων», «Ἀγαμέμνονος πέρι καὶ Ἀχιλῆος», ἵνα πάλιν προηγῆται ἡ πρόθεσις· εἰ δὲ μὴ μεταξὺ εἴη, ὑποταγείη δὲ τούτῳ, οὗπερ ἔδει αὐτὴν προηγεῖσθαι, μηδενὸς λόγου μεταξὺ πίπτοντος, πάλιν ἀναστρέφεται «ᾧ ἔπι πόλλʼ ἐμόγησα»· τὸ γὰρ ἑξῆς ἐστιν ἐφʼ ᾧ πόλλʼ ἐμόγησα. «θεῶν ἄπο μήδεα εἰδώς» ἀπὸ θεῶν εἰδὼς μήδεα. εἰ δὲ μεταξὺ τῆς προθέσεως καὶ τοῦ προσηγορικοῦ ὀνόματος ἢ ῥήματος, πρὸς ὃ τὴν σύνταξιν ἔχει ἡ πρόθεσις, ἕτερον μέρος λόγου πέσῃ, ὡς ἐπὶ τοῦ «τῷ δʼ ἐπὶ Τυδείδης ἦλθε κρατερὸς Διομήδης»· ἔστι γὰρ τὸ ἑξῆς ἐπὶ τούτῳ δὲ ὁ Τυδείδης ἦλθε· οὐκ ἀναστρέφεται ἡ πρόθεσις διὰ τὸ μεσοσυλλαβῆσαι τὸν δέ. τοιοῦτό ἐστι καὶ τὸ «ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος».

Εἰ μέντοι ἐν τέλει στίχου εἴη ἢ ἁπλῶς ἐν τέλει ὀνόματος, μεθʼ ἣν τίθεται στιγμή, ἀναστρέφεται πάντως οἷόν ἐστι «τῶν πάντων δʼ ἔπτυσε πουλὺ κάτα». ἀναστρέφομεν γὰρ τὴν πρόθεσιν, τοῦ ἑξῆς ὄντος κατέπτυσε, κἂν μεσοσυλλαβήσῃ τινὰ μόρια. διὸ σημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωσιν «ἀρετῆς δʼ αὖ πέρι», διότι ἀνεστράφη ἡ πρόθεσις, μεσοσυλλαβοῦντος τοῦ δέ συνδέσμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆς ἐστι περὶ ἀρετῆς δʼ αὖ.

Ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται οἷον «οἱ περὶ μὲν βουλήν»· ἡ περί γὰρ ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ.

Ὅταν παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐναλλαγὴν ὡς ἐν τῷ «τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν» βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.

Καὶ πᾶσα δὲ πρόθεσις ῥῆμα σημαίνουσα βαρύνεται «ἔνθʼ ἔνι μὲν φιλότης» «πάρα δʼ ἀνήρ, ὃς καταθήσει».

Αἱ συναληλιμμέναι οὐκ ἀναστρέφονται, εἰ μὴ στιγμῆς ἐπιφέροιτο ἀνάπαυσις ἢ κινδυνεύοι τὸ σημαινόμενον λυμαίνεσθαι «τῇσι παρʼ εἰνάετες»· τὸ γὰρ ἑξῆς παρὰ τῇσι· «νῆας ἐπʼ ἐσσεύοντο» ἐπὶ τὰς νῆας· οὐκ ἀναστρέφονται οὖν διὰ τὴν συναλοιφήν· ἐν μέντοι τῷ «ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθινύθουσι νομῆες» ἀναστρέφεται ἡ κατά, διότι μετʼ αὐτὴν κεῖται στιγμή. καὶ ἐν τῷ «στεῦτο γὰρ Ἡφαίστοιο παρʼ οἰσέμεν» τὴν παρά ἀναστρέφουσιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίστου οἰσέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίστου ὅπλα παροισέμεν.