Part of On Universal Prosody

ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΕΤΩΝ ΡΗΜΑΤΩΝ ΚΑΙ ΕΤΙ ΠΕΡΙ ΜΕΤΟΧΩΝ. ΒΙΒΛΙΟΝ ιζ.

Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον προπαροξύνεται, φημί σύμφημι, ἔστι σύνεστι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον παροξύνεται δός ἀπόδος, θές ἐπίθες, ἕς πρόες σημαῖνον τὸ ἄφες, σχές ἐπίσχες, σπές ἐνίσπες «σὺ δʼ ἀληθὲς ἐνίσπες», τὸ δὲ «ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες» ἐστιν ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἀρχὴν συστείλαντος. τὸ μέντοι ἄνευ τοῦ σ προστακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε»—χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο.

Τὰ εἰς ω μονοσύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον ἐπὶ ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῶ περισμῶ, δρῶ συνδρῶ, κλῶ συγκλῶ, ὦ συνῶ, παρῶ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω, σπῶ ἐπίσπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάσσει τὸν αὐτὸν τόνον ὡς ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον. πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ζῶ.

Τὰ εἰς ου μονοσύλλαβα προστακτικά, ἡνίκα μὲν συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, σχοῦ ἀνάσχου.

Πᾶν ῥῆμα ὁριστικὸν εἰς ω ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων συνετέθησαν.

Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ συνθέσει, εἶχον κατεῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗδον «εὗδʼ ἀνακλινθείς» καθεῦδον «ἔνθα καθεῦδʼ ἀναβάς», ἧστο καθῆστο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, εἶκον ὑπόεικον «νεῶν δʼ ὑπόεικον ἀνάγκῃ». τὸ δὲ οἶδα σύνοιδα Αἰολικόν. χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τόνους ὥσπερ ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενα διὰ τὸ χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόσκειται ἀπὸ φύσει μακρᾶς διὰ τὸ ἷζε ἔφιζε «Νέστωρ δʼ αὐτὸς ἔφιζε». ἷεν ξύνιεν «καὶ μέν μευ βουλέων ξύνιεν» ὡς «αὐτὰρ ἐπεὶ κόσμηθεν». εἶχε κάτεχε «νὺξ δὲ μάλα στυγερὴ κάτεχʼ οὐρανόν». πρόσκειται «ὁριστικός» διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧσο κάθησο «ἀλλʼ ἀκέουσα κάθησο»

Πᾶν ὑποτακτικὸν εἰς μαι λῆγον ἐπὶ δευτέρου μέσου ἀορίστου ἐν τῇ συνθέσει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι «δεῦτε τέκνον καὶ διάθωμαι», σχῶμαι ἀπόσχωμαι «ἀπόσχωνται πολλοί».

Τὰ εἰς μι εὐκτικὰ ἀπὸ μονοσυλλάβων ῥημάτων ἐπὶ ἐνεστῶτος τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῷμι σμῷς σμῷ περισμῷμι περισμῷς περισμῷ, δρῷμι δρῷς δρῷ συνδρῷμι συνδρῷς συνδρῷ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχοῖμι σχοῖς σχοῖ ἐπίσχοιμι ἐπίσχοις ἐπίσχοι. τὸ δὲ «ἐπίσχοιες» ἀπὸ τοῦ ἐπίσχοις πλεονασμός ἐστι τοῦ ε ἢ συστολὴ τοῦ ἐπισχοίης.

Τὰ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε, ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.

Πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴσχειν ἐπίσχειν, σχεῖν ἐπισχεῖν, πτέσθαι ἐπιπτέσθαι, σχέσθαι ἀποσχέσθαι «τότʼ ἂν οὔτοι ἀποσχέσθαι», ἧσθαι καθῆσθαι, κεῖσθαι κατακεῖσθαι.

Οὐδεμία μετοχὴ περισπᾶται, εἰ μὴ ἐκ συναιρέσεως εἴη. αὗται δὲ ἢ εἰς ων λήγουσαι, ἀρσενικαὶ οὖσαι ἢ οὐδέτεραι, ἢ εἰς ουν μόνως οὐδέτερον ἢ ἐνεστῶτός εἰσιν ὁ ποιέων ὁ ποιῶν καὶ τὸ ποιέον τὸ ποιοῦν, ὁ βοάων ὁ βοῶν καὶ τὸ βοάον τὸ βοῶν, ὁ χρυσόων ὁ χρυσῶν καὶ τὸ χρυσόον τὸ χρυσοῦν, ἤγουν μέλλοντος τῆς πέμπτης συζυγίας, κερῶν, σπερῶν, κτενῶν, ἐπεὶ καὶ τούτων ῥήματα περισπῶνται— ποιῶ, βοῶ, χρυσῶ, κερῶ, σπερῶ, κτενῶ. —βαρύνεται δὲ ἡ εἰς ων μετοχή, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήσω ποιήσων. ὀξύνονται δὲ αἱ εἰς ων δευτέρου ἀορίστου λαβών, τυπών, φαγών, μεθʼ ὧν καὶ ἐών καὶ ἰών καὶ κιών, πλὴν τοῦ πέφνων βαρυνομένου ὁμοίως τῷ τέμνων καὶ κάμνων, τὸ δὲ ἑκών ἠκολούθησε τοῖς προειρημένοις ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. ἐπειδὴ δὲ αἱ εἰς ων λήγουσαι καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον ἄδηλον εἴτε ὀξύνονται εἴτε περισπῶνται, ἐκ τῆς κλίσεως διατελείσθωσαν. ὧν μὲν γὰρ αἱ πλάγιοι φύσει μακρᾷ παραλήγονται, τούτων πάντως καὶ αἱ εὐθεῖαι περισπῶνται οἷον βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, κεροῦντος κερῶν, κτενοῦντος κτενῶν. ὧν δὲ μόνον ἐστὶ τὸ ο ἐν τῇ παραληγούσῃ, τούτων αἱ εὐθεῖαι ὀξύνονται, δευτέρου οὖσαι ἀορίστου, λαβόντος λαβών, δραμόντος δραμών.

Αἱ δὲ εἰς ας αἱ μὲν τοῦ πρώτου ἀορίστου πᾶσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον τελέσας, ποιήσας, τύψας, γεμίσας, σαλπίσας, λεπίσας, καλλωπίσας, βρίσας, κτίσας, λακτίσας, μεθʼ ὧν καὶ ἡ ἴσας ἀπὸ τοῦ ἴσημι. αἱ δὲ τοῦ δευτέρου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι πᾶσαι ὀξύνονται, στάς, φθάς, ἱστάς, κιχράς.

Αἱ δὲ εἰς εις καὶ εἰς ους καὶ εἰς ως καὶ εἰς υς πᾶσαι ὀξύνονται, τυφθείς, δαρείς, τυπείς, τιθείς, διδούς, βιούς, πεποιηκώς, τετυφώς, τετυπώς, ἑστώς, βεβώς, πηγνύς, ὀλλύς, ὀμνύς.

Αἱ δὲ εἰς μενος πᾶσαι προπαροξύνονται χωρὶς τῶν τοῦ παρακειμένου, τυπτόμενος, γραφόμενος, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενος· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τετυμμένος, πεποιημένος, πεφιλημένος, πεπταμένος, χωρὶς εἰ μὴ πάθωσι· τότε γὰρ ἀναβιβάζουσι καὶ αὗται τὸν τόνον μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς ὡς ὦρκα ὦρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ βεβλημένος βλήμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος, εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται. πρόσκειται «μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ ἀκαχῶ ἀκαχήσω ἠκάχημαι ἠκαχημένος ἀκαχημένος. τὸ γὰρ οὐτάμενος καὶ ἐληλάμενος οὐ κατὰ πάθος γίνονται προπαροξυτόνως ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλʼ ἀπὸ τῶν εἰς μι εἰσίν, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος.

Αἱ εἰς η λήγουσαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμμένη.

Αἱ εἰς α θηλυκαὶ προπαροξύνονται ἢ προπερισπῶνται. καὶ προπερισπῶνται μέν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων, νοῶν νοοῦσα, εὐφρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δέ, ὅσαι ἀπὸ βαρυτόνων εἰσὶν ἀρσενικῶν, λέγων λέγουσα, τύψων τύψουσα, ποιήσας ποιήσασα.

Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας τὸ ποιῆσαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα.

Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον, λέγων καταλέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, σπών μετασπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαί, ἀλλʼ ὀνόματα γίνονται, τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών καὶ ἀέκων. καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, ὧν πρώτη ἐστὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλʼ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος ὡς ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθος τουτέστι κατὰ ἀποβολὴν τοῦ ι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίως ταῖς ἄλλαις μετοχαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, ἀλλʼ ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου, ἀλλʼ ἐνεστῶτος καὶ παρατατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις. Ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. —ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάσασα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔστιν εἰπεῖν, ὅτι λέξις ἐκ τῆς α στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν α στέρησιν, ἀλλὰ τὴν α ἐπίτασιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή.