ΠΕΡΙ ΤΩΝ ΕΙΣ ω ΚΑΙ ΕΙΣ μι ΡΗΜΑΤΩΝ ΚΑΤΑ ΠΑΝ ΠΡΟΣΩΠΟΝ. ΒΙΒΛΙΟΝ ιϛʹ.
Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ειν ἀφαιρέσει τοῦ ι, ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεσημείωται δέ τινα ῥήματα ὀξύτονα. ἐν μὲν προστακτικοῖς μονοσυλλάβως τὸ δός, θές, ἕς τὸ ἀπόλυσον, σχές, σπές, φρές, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ περισπᾶται. ὅθεν ἐν τῇ συνθέσει εὐλόγως ἀνεβίβασε τὸν τόνον ἀπόδος, κατάθες, ἐπίσχες, ἐπίσπες, πρόες «ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες», ἐπίφρες. δισύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ συντεθέντα κατὰ φύσιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐστι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προστακτικοῖς. ἐν δὲ ὁριστικοῖς τὸ χρή «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα». καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φῄς φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ «φὴ ἐκεῖνος» ἀντὶ τοῦ φησί. φατόν φατόν φαμέν φατέ φασίν καὶ τὸ τούτου προστακτικοῦ δεύτερον φαθί ὡς παρʼ Ἀριστοφάνει ἐξόπισθε νῦν αὐτὸ φαθὶ ποῦ μόλωμεν οὕτω ἐπεκράτησε λέγεσθαι. πάλιν εἰμί, εἴς «αἵματός εἰς ἀγαθοῖο», ἐσσί, ἐστί, ἐστόν, ἐστόν, ἐσμέν, ἐστέ εἰσί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, συντιθέμενα βαρύνεται σύμφημι, σύνειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί—Ἀριστοφάνης Βατράχοις «παῖ, ἠμί, παῖ», ἐξ οὗ τὸ ἦ τὸ σημαῖνον τὸ εἶπον οἷον «ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων» καὶ «ἦ ῥα καὶ ἐξ ὀχέων»—ὀξύνεται. ταῦτά ἐστι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐστιν ἄλλο ἐπὶ τέλους ἔχον τὸν τόνον, περισπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα.
Πᾶν ῥῆμα εἰς ω μονοσύλλαβον περισπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν στῶ. λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς ω ληγόντων ἐνεστώτων τάσιν κατὰ τὰς ἑαυτῶν συζυγίας.
Τὰ εἰς βω λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ β, ἢ ὄνομα προϋπάρχει ἢ τὸ ο ἔχει ἐν τῇ παραληγούσῃ ἢ τὸ ω μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀποβολὴν τοῦ λ εἴβω, τρίβω, στείβω, φέρβω, ἀμείβω, σέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, στίλβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς β βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐσεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον. Ἔτι περισπῶνται τὰ ἔχοντα ο μικρὸν ἢ ω μέγα ἐν τῇ παραληγούσῃ, σοβῶ, στροβῶ, κολοβῶ, λωβῶ.
Τὰ εἰς πω λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ υ ἢ τῷ ω, ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ π θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ καταβάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, σκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόσκειται «εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλους τὸ υ ἢ τὸ ω» διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ κόπος κοπῶ, ἶπος ἡ παγίς ἰπῶ τὸ βλάπτω, λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσκειται δὲ «εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ π» διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ τ.
Τὰ εἰς φω λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ ο μικρῷ ἢ τῷ ω μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, στρέφω, στέφω, ψέφω, ἀλείφω, κνίφω, στύφω, τύφω, μέμφω, ἀφʼ οὗ τὸ μέμφομαι εὔχρηστον. σεσημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδος Π «τήθεα διφῶν» ζητῶν ἐρευνῶν. Καλλίμαχος «μηδʼ ἀπʼ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν» καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόσκειται «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ στρωφῶ καὶ ῥοφῶ ἔχουσιν ο καὶ ω.
Τὰ εἰς πτω βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου, σκάπτω, θάπτω, βλάπτω, κλέπτω, σκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δασύνεται καὶ περισπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, σκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸς διαστολὴν τοῦ ὄπτω, σκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυπτήσω Ἀττικῶς. πρόσκειται «εἰ μὴ προκατάρχεται ὄνομα» διὰ τὸ ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ.
Τὰ εἰς γω δισύλλαβα η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἡγῶ, ἀφʼ οὗ τὸ ἡγοῦμαι, περισπᾶται, ἀπὸ φωνήεντος ἀρχόμενον.
Τὰ εἰς γω ὑπερδισύλλαβα ἔχοντα ὀνόματα προκατάρχοντα σύνθετα διὰ τοῦ γος παρηγμένα τῷ η παραληγόμενα περισπᾶται, ποδηγός ποδηγῶ, φορτηγός φορτηγῶ, στρατηγός στρατηγῶ, κυνηγός κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλʼ αὐτὸ ἀπʼ ἐκείνου. τὸ δὲ κεκλήγω, ᾧ ἀκόλουθος μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντες, καὶ πεπλήγω, ἔνθεν τὸ «ἐπέπληγον πόδες ἵππων» ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα.
Τὰ εἰς γω ὑπερδισύλλαβα τῷ α παραληγόμενα περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν σμαραγῶ, πλαταγῶ, λαλαγῶ. καὶ καθόλου τὰ εἰς αγω περισπᾶται, ἀγῶ «εὖτʼ ἂν τόδʼ ἀγᾷ χρέος ἀνδρός», τραγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπʼ αὐτοῦ σύνθετα διάγω, ἀνάγω, κατάγω, παράγω, μετάγω, εἰσάγω, ἐνάγω, ἐξάγω, προσάγω, προάγω, συνάγω.
Τὰ εἰς γω μὴ παρώνυμα ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸς διαστολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ η ἢ τῷ α, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, ἀμέλγω, ἀλέγω, ὀρέγω. πρόσκειται «μὴ παρώνυμα» διὰ τὸ τρύγη τρυγῶ, ἄλγος ἀλγῶ, σιγή σιγῶ, ῥῖγος ῥιγῶ. «μὴ ἀπὸ βαρυτόνου» δὲ «ῥήματος παραχθέντα» διὰ τὸ λέγω ἀλογῶ. «μὴ πρὸς ἀντιδιαστολὴν» πρόσκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ ἄγημι ἄγαμαι. «ἢ εἰ μὴ παραλήγοιτο τῷ α ἢ τῷ η» διὰ τὸ σμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.
Τὰ εἰς γω ἰαμβικά, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλους τὸ ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται, φλέγω, λέγω, στέγω, οἷς ὅμοιον τὸ ἀλέγω, ὀρέγω. μογῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ καὶ σφριγῶ μὴ τὸ ε ἔχοντα περισπῶνται.
Τὰ εἰς γω ἔχοντα πρὸ τοῦ γ σύμφωνον βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο, εἴργω, στέργω, ἀμέλγω, σφίγγω, μίσγω, τέγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγος καὶ τὸ ἀργῶ τὸ ἀργός καὶ τὸ γεωργῶ τὸ γεωργός καὶ κακουργῶ τὸ κακοῦργος. τὸ δὲ ἀμέργω οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται.
Τὰ εἰς γω δισύλλαβα παραληγόμενα φύσει μακρᾷ ὅτε ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τρώγω, σμώγω, φεύγω, τμήγω, λήγω, θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγος. τὸ δὲ λωγῶ οὐ γνήσιον ἔχει τὸ ω, ἀλλὰ ποιητικόν.
Τὰ εἰς γω ὑπερδισύλλαβα μὴ παρʼ ὄνομα σύνθετα, εἰ παραλήγοιτο φύσει μακρᾷ, βαρύνεται ἐπείγω, ἀρήγω, ἐρεύγω, ἀνώγω. τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παιδαγωγός.
Τὰ εἰς κω δισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων ἢ παρʼ ὄνομα εἴη, ῥέγκω, δέρκω, πλέκω, τέκω, πέκω τὸ ξηραίνω καὶ πείκω καὶ πέκτω, κρέκω, δέκω, ἕλκω, ἑλκήσω· τοῦτο δὲ ἀπὸ περισπωμένου τὸ ἑλκῶ. δείκω τὸ δεικνύω, εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδισύλλαβα τῷ ε παραληγόμενα ὀλέκω, ἐρείκω τὸ σχίζω, ἐνέκω. πρόσκειται «εἰ μὴ παρʼ ὄνομα εἴη» διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκος καὶ πελεκῶ πέλεκυς καὶ «μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων» διὰ τὸ σπλεκῶ τὸ συνουσιάζω, ὅθεν τὸ διασπλεκῶ.
Τὰ εἰς κω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περισπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθʼ ὧν καὶ ἥκω. περισπᾶται δὲ ταῦτα, ληκῶ, σφηκῶ, μηκῶ.
Τὰ εἰς κω, εἰ μὴ τῷ σ παραλήγοιτο ἢ τῷ η, περὶ ὧν προείρηται, πάντως περισπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, σαρκῶ, φαλκῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀσκῶ, σφηκῶ περισπᾶται.
Τὰ εἰς σκω βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράσκω, γηράσκω, πιπράσκω, διδάσκω, τιτρώσκω, γινώσκω, βιβρώσκω, ἀρέσκω, πιφαύσκω, κικλήσκω, θνήσκω, μιμνήσκω, ἀλδήσκω, πιπίσκω, ἀέσκω, μαχέσκω, ἐΐσκω «ἐΐσκω πηγεσιμάλλῳ» καὶ ἀποβολῇ τοῦ ε «εἴ κέ σε τῷ ἴσκοντες». δειδίσκω, εὑρίσκω, τελίσκω, γαμίσκω, κυΐσκω, ὀφλίσκω, ἀφʼ οὗ τὸ ὀφλισκάνω, ἁλίσκω, ἀραρίσκω, στερίσκω, μεθύσκω, βόσκω βοσκήσω· τοῦτο δὲ ὡς ἀπὸ περισπωμένου ἐγένετο βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός καὶ ἱπποβοσκῶ ἱπποβοσκός.
Τὰ εἰς κτω μὴ παρʼ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ κτενίζω. τὰ δὲ περισπώμενα ἔχουσιν ὄνομα, εὔτακτος εὐτακτῶ, ἄτακτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ.
Τὰ εἰς χω δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου μὴ διὰ τοῦ η παραληγόμενα φύσει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ βαρυτόνου παρήχθη ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρʼ ὄνομα ἐγένετο, τεῦχος τευχῶ, καὶ τὸ στοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ στοῖχος καὶ μοιχός. βαρύνεται δὲ ταῦτα, στείχω, τεύχω, ψύχω, τρύχω, σμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. ἀπὸ φωνήεντος γάρ, ᾧ ἠκολούθησε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει η.
Τὰ εἰς χω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν σημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, σμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ «τετρήχει δʼ ἀγορή», λήχω, ἀφʼ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο.
Τὰ εἰς χω δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ χ τὸ σ περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ ε ἢ τὸ α πρὸ τέλους, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, ὀχῶ, στιχῶ, διχῶ, τριχῶ, τυχῶ. τὸ δὲ ἴσχω ἔχει σ. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει ε καὶ τὸ ἄρχω α.
Τὰ εἰς χω ἐν τῇ πρὸ τέλους συλλαβῇ ε ἔχοντα βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήσει, ἔχω, σπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περισπώμενον ὅτι τεῦχος.
Τὰ εἰς χω δισύλλαβα ἔχοντα τὸ α ἐν τῇ πρὸ τέλους βαρύνεται, ἄχω ἄχομαι, μάχω, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήσομαι μέλλων, ἄρχω, πάσχω, μεθʼ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος.
Τὰ διὰ τοῦ αχω τρισύλλαβα βαρύνεται, στενάχω «βαρὺ δὲ στενάχοντος ἄκουσα» «ἐπεστενάχοντο δʼ ἑταῖροι», ἰάχω «ἡμεῖς δὲ ἰάχοντες», «τρὶς δʼ ἄιεν ἰάχοντος», «σμερδαλέα ἰάχων», «φθέγξομʼ ἐγὼν ἰάχουσα». ταῦτα δὲ καὶ ὡς ἀπὸ περισπωμένων μέλλοντα ποιοῦσιν, ἰαχήσω, στεναχήσω.
Τὰ εἰς χω ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἢ παρʼ ὄνομα ὄντα ἢ διὰ τοῦ ιχω περισπᾶται, στοναχῶ, συμμαχῶ, γνωσιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ—ἔστι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμίχω ὁ μέλλων ὀμίξω ὡς παρʼ Ἱππώνακτι οἷον «ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησεν» καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀρχαῖόν ἐστι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρριχῶ, τοῦ μὲν ν εἰς τὴν χώραν τοῦ ρ τεθέντος, τοῦ δὲ ι ἀμοιβαίως καὶ τοῦ ρ εἰς τὴν χώραν τοῦ ν, τοῦ δὲ χ πλησίον τοῦ ω. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται.
Τὰ εἰς δω δισύλλαβα παραληγόμενα τῷ η βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται.
Τὰ εἰς δω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ ε καταλήγουσαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω.
Πᾶν εἰς δω λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ σταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντος «πὰρ ποταμὸν κελάδοντα» ὡς ἀπὸ βαρυτόνου τὸ φείδω φείδομαι—τὸ δὲ ἀπʼ αὐτοῦ μεταγόμενον φιδῶ ἀφʼ οὗ πεφιδήσεται συστέλλον τὴν παραλήγουσαν περισπᾶται—ψεύδω ψεύδομαι, σπεύδω σπεύδομαι, ἐρείδω ἐρείδομαι, ἀείδω, αἴδω ἐπὶ τοῦ αἰσχύνομαι, ὅπερ καὶ περισπᾶται—παραλήγουσι διφθόγγῳ.
Τὰ εἰς δω ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ ε, ᾧ ὑποτέτακται ἢ σύμφωνον ἢ ὑποτακτικὸν φωνῆεν, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, σπένδω, ἕρδω, ἀμέρδω τὸ στερίσκω, εὕδω, σπεύδω, φείδω, δείδω τὸ φοβοῦμαι, εἴδω καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περισπᾶται.
Τὰ εἰς δω παραληγόμενα τῷ ο περισπᾶται, σποδῶ, ποδῶ, οἰδῶ τὸ οἰδαίνω, ἀοιδῶ, ὅθεν ἀοιδιῶ.
Τὰ εἰς δω παραληγόμενα τῷ ω, εἰ παρʼ ὄνομα εἴη, περισπᾶται, κιθαρῳδῶ, κωμῳδῶ, τραγῳδῶ, μονῳδῶ, μελῳδῶ, ὑμνῳδῶ, ληρῳδῶ, μεθʼ ὧν καὶ ὀπηδῶ καὶ αὐδῶ καὶ νωδῶ.
Τὰ εἰς δω ἐν τῇ πρὸ τέλους ἔχοντα τὸ ι εἰς τὸ ν καταλῆγον βαρύνεται, ἀλίνδω, καλίνδω, κυλίνδω «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε», «προπροκυλινδόμενος», «μέγα κῦμα κυλίνδων». ταῦτα δὲ καὶ περισπᾶται.
Τὰ εἰς δω δισύλλαβα, εἰ ἔχει τὸ α λῆγον ἐν τῇ πρὸ τέλους συλλαβῇ, περισπᾶται, φραδῶ τὸ βουλεύομαι· εἰ μέντοι εἰς σύμφωνον καταλήγοι, βαρύνεται, ἄρδω, ἄλδω τὸ αὔξω. τὸ μέντοι ἀλδήσω ἀπὸ περισπωμένου τοῦ ἀλδῶ ἐγένετο.
Τὰ διὰ τοῦ αθω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλους εἰς ω ἐποίησε τὸ ῥῆμα, κιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ, διωκάθω τὸ διώκω, εἰργάθω, εἰκάθω. τὸ μέντοι φιλομαθῶ καὶ εὐσταθῶ περισπῶνται· παρʼ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήσω δισύλλαβον.
Τὰ διὰ τοῦ εθω βαρύνεται, σχέθω, ἔθω, ἐρέθω, ἀερέθω, φαέθω, φλεγέθω, σπερέθω, νεμέθω, βρεμέθω, ἀρέθω, χρεμέθω, τελέθω, ἐγερέθω, ἐμέθω, ἀγερέθω. τὸ δὲ τηλεθῶ τὸ εἰς ὕψος θέω περισπᾶται.
Τὸ αἴθω ἐπὶ τοῦ καίω μόνον διὰ τῆς αι γραφόμενον βαρύνεται.
Τὰ διὰ τοῦ ηθω βαρύνεται· εἰ δέ τι περισπᾶται, ἀπὸ ὀνόματος γέγονε, ἀλήθω, κνήθω, λήθω, πήθω, ἐξ οὗ καὶ ἔπαθον, πλήθω, πρήθω, δήθω, ἐξ οὗ παραγωγὸν τὸ δηθύνω, μήθω, νήθω. τὸ δὲ βοηθῶ, ἀηθῶ παρʼ ὄνομα. ὅμοιον καὶ τὸ γηθῶ γηθήσω καὶ ἠθῶ τὸ διυλίζω.
Τὸ βρίθω μόνον τῷ ι παραληγόμενον βαρύνεται.
Τὰ εἰς υθω βαρύνεται, μινύθω, φθινύθω, βαρύθω. τὸ δὲ μυθῶ ἔχει μῦθος.
Τὰ εἰς θω κατʼ ἐπιπλοκὴν συμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ ο παραλήγοιτο, ἀΐσθω τὸ ἐκπνέω «ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων», βιβάσθω «μακρὰ βιβάσθων», ἐρέχθω τὸ σχίζω «νῆα θοὴν ἐρεχθομένην ἀνέμοισι», ἄχθω, ὅθεν ἄχθομαι, αἴσθω καὶ αἴσθομαι, αἰσθήσομαι. τοῦτο δὲ ἀπὸ περισπωμένου ἐγένετο. τὸ μέντοι μισθῶ περισπᾶται, ὅτι μισθός. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ ο παραληγόμενα περισπᾶται. σεσημείωται τὸ ὀρεχθῶ «πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον».
Τὰ εἰς θω παραληγόμενα ευ βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω.
Τὰ εἰς θω παραληγόμενα φύσει μακρᾷ χωρὶς τῶν διὰ τοῦ η, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρώθω, ἀφʼ οὗ βέβρωθα, πρώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής. τὸ δὲ ἀπιθῶ «οὐδʼ ἀπίθησεν μύθῳ Ἀθηναίης» περισπᾶται συστέλλον τὴν παραλήγουσαν. τὸ γὰρ πείθω μετάγεται εἰς περισπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησεν, ὡς τὸ φείδω γίνεται φιδῶ περισπώμενον καὶ πεφιδήσεται. οὕτως ἐστὶ καὶ τὸ ἀπιθῶ.
Τὰ εἰς θω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας, μὴ τοῦ ε, περισπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήσω. τὸ μέντοι σχέθω βαρύτονον ἔχον τὸ ε. σεσημείωται τὸ ὄθω τὸ φροντίζω «οὐδʼ ὄθομαι κοτέοντος».
Τὰ εἰς θω, εἰ ἔχοι πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν, ὑπεσταλμένης τῆς ερ, περισπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. σεσημείωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡς ἔχον ερ.
Τὰ εἰς τω δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν τοῦ σ περισπᾶται, ζητῶ, κροτῶ, πατῶ, στρατῶ τὸ στρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομαι, βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ τ οὐ πολλὰ ὦπται καὶ μὴ ἐνεργητικῶς λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέσθαι, καὶ τὸ πέτω, ἀφʼ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ κέντω, ἐξ οὗ τὸ «κένσαι ὁμοκλήσας» καὶ ἄντω, ὅθεν ἀντόμενος «ὡς ἄν τίς σε συναντόμενος» καὶ «ἄντεσθαι ἐν πολέμῳ». τὸ δὲ «ἤντησʼ οὐδὲ ἴδον» καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος» ὡς ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ τ ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω.
Τὰ εἰς ζω βαρύνεται, εἰ δέ τι περισπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ἰσοσύλλαβον ῥῆμα ἀπετέλεσε.
Τὰ εἰς αζω βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, στάζω, φράζω, σφάζω, χάζω, αἰάζω, στενάζω, ἀλαπάζω, εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, σκιάζω, σκεδάζω, ἁρπάζω, ἐνθουσιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν «ὅδʼ ἀγοράζει κλεῖδʼ ἔχων» ἐκτείνουσι πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰς αζω συστέλλει τὸ α ὑπεσταλμένων τῶν Αἰολικῶν, τοῦ πτάζω ἔπταζον ὥστʼ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φανέντα ἀντὶ τοῦ ἔπτησσον· καὶ τοῦ πλάζω τὸν δʼ ἐπιπλάζοντʼ ἄνεμοι φέροιεν καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ α ἔχοντα τὸ ι σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν αι δίφθογγον ἐκφωνουμένην.
Τὰ εἰς ζω παραληγόμενα τῷ ε βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιέζω μόνον εἰς ζω ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ ε παραληγόμενον, Δωριεῖς πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τραπεζῶ περισπᾶται, ὅτι τράπεζα.
Τὰ εἰς ιζω βαρύνεται, τρίζω, σχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, στηρίζω, θρυλλίζω, λυρίζω, σαλπίζω, συρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφʼ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν, Σκυθίζω, Περσίζω, σφετερίζω. τὸ δὲ ῥιζῶ περισπᾶται, ὅτι ῥίζα.
Τὰ εἰς ζω τὸ ο παραληγόμενα τρία ἐστὶ καὶ βαρύνεται, ὄζω— τοῦτο δὲ ἐνίοτε καὶ περισπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέσω, ἀλλὰ καὶ ὀζήσω ὡς παρʼ Ἀριστοφάνει «λίθος τις ὤζησεν τεθυμιαμένος», ἁρμόζω, δεσπόζω.
Τὰ εἰς ζω τῷ ω ἢ τῇ ῳ καὶ τῇ οι διφθόγγῳ παραληγόμενα βαρύνεται, κρῴζω, οἰμώζω, πατρώζω, μητρώζω, χρῴζω, σῴζω, πλῴζω σὺν τῷ ι, εὕρηνται γὰρ ἐν διαιρέσει σωΐζω, πλωΐζω τρισυλλάβως, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περισπᾶται, ὅτι ῥοῖζος.
Ἔτι τὰ τῇ ει καὶ ῃ διφθόγγῳ παραληγόμενα εἰς ζω βαρύνεται, δανείζω, χρῄζω παρὰ τὸ χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζω ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡς ἡγοῦνται, κατὰ συγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοις λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ ι· ἔστι δὲ παρὰ Ἴωσι καλέω, παρὰ δʼ Αἰολεῦσι καλήω.
Τὰ εἰς ζω ῥήματα παραληγόμενα υ φιλεῖ πως βαρύνεσθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐστι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, σφύζω, γογγύζω, ἑρπύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μασταρύζω, βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθʼ ὅτε καὶ προκατάρχει ὄνομα ὡς τὸ κορυζῶ καὶ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ «πεφυζότες ἠΰτε νεβροί» καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε” παρʼ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα τρίτης συζυγίας εἶναι· τὸ δὲ κνυζῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ κνυζηθμός ὡς μυκηθμός. “κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν”. καὶ πάλιν Σοφοκλῆς Φρίξῳ “κυνηδὸν ἐξέπραξαν κνυζούμενον”. ἔστι καὶ τρίτης ὡς τὸ “κνυζώσω δέ τοι ὄσσε”. τὸ δὲ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. διʼ ὃ ἐπιφέρει Ὅμηρος τὸ “πάρος περικαλλέʼ ἐόντα”. καί τινες μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. ἀλλʼ ἔστιν ἀπίθανον καὶ δυσκατάστατον παριστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζης» γίνεσθαι κνυζῶ ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ συγκατατίθεσθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. Σώφρων ἐν Μίμοις κνύζομαι δὲ οὐδὲν ἰσχύων. ἁ δὲ ξύσμα ἐκ ποδῶν εἰς κεφαλὰν ἱππάζεται. καὶ ξύσιλον ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν γήρᾳ κνησμοῦ καὶ Δημόκριτος «ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν» καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις «οὗτος πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν» ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίως τῷ δίζω διζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ «κνῦμα δακτύλων» παρὰ τῷ κωμικῷ καὶ κνύος δὲ ἡ φθορὰ κατὰ γένος οὐδέτερον ὁμοίως τῷ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας καὶ παρὰ Ἡσιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν. ἄλφος γὰρ χρόα πάντα κατάσχεθεν, ἐν δέ νυ χαῖται ἔρρεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ «ἐπὶ δʼ αἴγειον κνῆ τυρόν» παρʼ Ὁμήρῳ, ἐξ οὗ καὶ ἡ κόνις καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω τὸ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦσιν ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ. καὶ ὥσπερ στῶ στίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ ὁ μέλλων κνίσω, ἀφʼ οὗπερ γίνεται ἡ κνῖσα διʼ ἑνός τε γραφομένη σ καὶ ἔκτασιν λαβοῦσα τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Γίνεται δὲ ἀπὸ τοῦ κνίζω οὐ μόνον ἡ κνῖσα, ἀλλὰ καὶ ἡ κνίζα ὡς σχίζω σχίζα. Ἀνακρέων, κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. τὸ δὲ κνύζα, εἰ μὲν ἐπὶ φυτοῦ, κατὰ συγκοπήν ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐκ ἔστι συγκοπή, ἀλλὰ ἀπὸ τοῦ κνύω, ἐξ οὗ καὶ κνύος ἡ φθορά. ὁμοίως δὲ καὶ ἐκ τοῦ κνῶ καὶ κνάπτω γίνεται. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον καὶ θῶ θάπτω τὸ ἀποτίθημι τὴν ταφήν, οὕτω καὶ κνῶ κνάπτω, ἀφʼ οὗ κνάφος φυτὸν ἀκανθῶδες, ᾧ τὰ ἄθικτα ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δὲ αὐτὸ καὶ γνάπτω, ὅθεν ὁ κναφεὺς καὶ γναφεύς ὁ αὐτός.
Τὰ διὰ δύο σσ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρʼ ὄνομα ἐγένετο. πάσσω, πλάσσω, μάσσω, νάσσω, ἱμάσσω, ἀράσσω, πατάσσω, χαράσσω, ἀλλάσσω, θαάσσω, ἀνάσσω, τινάσσω, ἐρέσσω, πυρέσσω, ἀηθέσσω, πτήσσω, ῥήσσω, πλήσσω, πτίσσω, φρίσσω, λίσσω «ὣς φάτο λισσόμενος μέγα νήπιος», δεδίσσω καὶ δειδίσσω, αἰνίσσω, δρομίσσω, ἐνίσσω τὸ ἐκφοβῶ «ἐκπάγλως ἐπέεσσιν ἐνισσέμεν», ἑλίσσω, ὄσσω μετειλημμένον ἀπὸ τοῦ ὄπτω, πτύσσω, μύσσω, νύσσω, ἀφύσσω, ὀρύσσω, κηρύσσω, κορύσσω, πτώσσω, κνώσσω, ὀνειρώσσω, ἀμβλυώσσω, τυφλώσσω, ἀγρώσσω, «ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ», ὑπνώσσω, λιμώσσω, νεώσσω, καρδιώσσω, ἰκτερώσσω, λεύσσω, γλαύσσω τὸ φωτίζω. τὰ δὲ ἀπʼ ὀνομάτων περισπᾶται, θάλασσα θαλασσῶ, ἐλάσσων ἐλασσῶ, ἥσσων ἡσσῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ.
Τὰ εἰς σω ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται, ἰσῶ, νοσῶ, μασῶ, πεσῶ, ἐξ οὗ γίνεται ὁ μέλλων πεσήσω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέσημα καὶ ὁ ἀόριστος δεύτερος ἔπεσον ὥσπερ καὶ ἐκ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον. τὸ δὲ οἴσω, οὗ τὸ προστακτικὸν «οἶσε θέειον γρηΰ», «οἴσετε πῦρ» καὶ δύσω, οὗ ὁ παρατατικὸς «ἐδύσετο» καὶ βήσω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα.
Τὰ εἰς λλω βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματος εἴη, ψάλλω, βάλλω, θάλλω, σκάλλω, σφάλλω, στέλλω, τίλλω, ποικίλλω. τὸ δὲ κυλλῶ περισπᾶται, ὅτι κυλλός, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα.
Τὰ εἰς λω παραληγόμενα τῇ ου διφθόγγῳ σπάνιά εἰσι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος.
Τὰ εἰς λω δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς ε καταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη, κέλω, πέλω, μέλω· τὸ δὲ μελήσω ὡς ἀπὸ περισπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περισπᾶται, ὅτι ἀπὸ φωνήεντος ἤρξατο. παρʼ ἐνίοις δὲ βαρύνεται. τὸ δὲ ἕλω δασυνόμενον ὑποτακτικόν ἐστι τοῦ εἷλον. τὸ δὲ τελῶ ἔχει τὸ τέλος ὄνομα. τὸ μέντοι βέλω ἀπὸ μέσου ἀρχόμενον, ὅθεν βέλος βέλεμος καὶ πλεονασμῷ τοῦ ν βέλεμνον, οὐκ ἔστιν ἐν χρήσει.
Τὰ εἰς λω ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν περισπᾶται, ὑπεσταλμένων τῶν ἐχόντων τὴν ου δίφθογγον ἢ τὸ ε ἐν δισυλλάβῳ, καλῶ, χαλῶ, ζηλῶ, δηλῶ, αὐλῶ, πολῶ τὸ ἀναστρέφομαι, πωλῶ, ἀπειλῶ, βουκολῶ, ἀμελῶ, ὠφελῶ. σεσημείωται τὸ ἐθέλω καὶ ὀφείλω.
Τὰ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον περισπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. παράλογον οὖν τὸ ἐθέλω κατὰ τόνον τρισύλλαβον ὄν. τὸ δὲ θέλω δισύλλαβον κατὰ τοῦτο ἀναλογώτερόν ἐστι. ἔχομεν γάρ τινα δισύλλαβα βαρυνόμενα, μέλω, ἕλω, κέλω. μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε. τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεσθαι ὡς τὸ εἶπας ἔειπας, ἐπὶ συμφώνου δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολλάκις ἀποβάλλεσθαι, ὡς τὸ ἔφη φῆ, ἔβη βῆ. καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρισύλλαβον εὑρίσκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ μήτε σὺ Πηλείδη θέλʼ ἐριζέμεναι δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η. —πρόσκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω.
Τὰ εἰς λω μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθος ἔχει ἐξ ἐντελεστέρου τοῦ εἰς λω καθαρεύοντος, ἁπλῶ, διπλῶ, τριπλῶ, πιμπλῶ, κυκλῶ, ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περισπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω, ὥσπερ καὶ τὸ κέλω κέκλω καὶ μέλω μέμβλω.
Τὰ εἰς μω ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα παραληγόμενα τῷ ε βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τρέμω, νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα, δέμω, τέμω, γέμω, τρέμω, χρέμω τὸ ἠχῶ, βρέμω τὸ κτυπῶ. σεσημείωται τὸ κρεμῶ περισπώμενον, ὁμοίως καὶ τὸ θεμῶ καὶ πολεμῶ. τὸ δὲ ἀτρεμῶ καὶ ἐμῶ ἀπὸ φωνήεντος ἄρχονται.
Τὰ εἰς μω μὴ παραληγόμενα τῷ ε περισπᾶται, κομῶ, δαμῶ, γαμῶ, θυμῶ καὶ θυμοῦμαι, μιμῶ καὶ μιμοῦμαι, χραισμῶ, κοσμῶ, κοιμῶ καὶ κοιμῶμαι, οἱμῶ τὸ ὁρμῶ, μαιμῶ τὸ ὁρμῶ.
Τὰ εἰς νω δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν συμφώνου ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν περισπᾶται, κιρνῶ, πιλνῶ, πορνῶ, ἀρνῶ ἀρνοῦμαι.
Τὰ εἰς νω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν ἀρχόμενα ἢ ἀπὸ συμφώνου ἢ συμφώνων μὴ ἀντιστοίχων περισπᾶται, χωρὶς εἰ μὴ κατʼ ἐπένθεσιν εἴη τοῦ ν γινόμενα, κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ, σινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τίνω κατʼ ἐπένθεσιν τοῦ ν, οὗ τὸ δίχρονον ποτὲ μὲν συστέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσοστοίχων. τὸ δὲ ἄνω ἀντὶ τοῦ ἀνύω ἀπὸ φωνήεντος ἄρχεται.
Τὰ εἰς νω παραληγόμενα τῷ ε, περισπᾶται, εἰ προκατάρχοι ὄνομα, ἐξ οὗ γέγονε, φρενός φρενῶ, ἑνός ἑνῶ, ξένος ξενῶ, ἀσθενής ἀσθενῶ, σθένος σθενῶ, στένος στενῶ. τὸ γὰρ στένω οὐκ ἔχει ὄνομα οὔτε μένω, μεθʼ ὧν καὶ φένω τὸ φονεύω καὶ πένω, ἀφʼ οὗ πένομαι, καὶ σθένω καὶ θένω τὸ τύπτω.
Τὰ εἰς νω παραληγόμενα τῷ ο περισπᾶται, φθονῶ, δονῶ, πονῶ, κλονῶ, ὀνῶ τὸ ὠφελῶ, φρονῶ, κονῶ.
Τὰ εἰς νω παραληγόμενα φύσει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατʼ Αἰολίδα διάλεκτον, περισπᾶται, σκηνῶ, θρηνῶ, σφηνῶ, φωνῶ, ὠνῶ καὶ ὠνοῦμαι, κοινῶ, κοινωνῶ. καὶ τὸ γεγωνῶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν ὅσʼ ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον». ἀπαρέμφατον δὲ προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν». οἱ δὲ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον. τὸ πώνω βαρύνεται ὡς ἴδιον Αἰολέων.
Τὰ εἰς νω δισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα.
Τὰ εἰς νω δισύλλαβα παραληγόμενα ι ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, σίνω, γίνω. δινῶ δινεῖς, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖς, ὅτι ῥίνη. τούτοις ὅμοιον καὶ τὸ κινῶ
Τὰ εἰς νω παραληγόμενα υ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, ἀμύνω, εὐθύνω, βραδύνω, «ἀμορφύνειν ἐθέλωσιν» ὁ Ἀντίμαχος ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτός, ἔνθεν ἀπαρέμφατον ἀκαχυνέμεν. σεσημείωται τὸ βυνῶ περισπώμενον καὶ παρʼ Ἡσιόδῳ τὸ «ἐθύνεον» ὡς ἐνόεον ἢ πλεονασμῷ τοῦ ε ἢ μεταβολῇ τῆς δι εἰς θυ. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ υ βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουσι καὶ ἐκτείνουσι «ἐτόρυνε» γάρ.
Τὰ διὰ τοῦ αινω βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρʼ ὄνομα γεγόνασι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, σαίνω, χραίνω, αἵνω τὸ δασυνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς. Φερεκράτης «αἵνειν, πτίσσειν». μιαίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος ὥσπερ καὶ τὸ κελαινῶ τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα.
Τὰ εἰς νω παραληγόμενα διφθόγγῳ, μὴ τῇ αι ἢ ει, περισπᾶται, ἐρευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶς τοῦ ἐλαύνω.
Τὰ εἰς νω ὑπερδισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μακρῷ τῷ ι βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός.
Τὰ εἰς νω μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται, ὑπνῶ, πυκνῶ, ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, σκιδνῶ, ἰδνῶ. σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν τὸ μ βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο.
Τὰ διὰ τοῦ ανω ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος· αὐτὴ δὲ ἡ διὰ τοῦ ανω παραγωγὴ οὐκ ἔχει κατʼ ἀρχὴν τὸ ι ἐκτεταμένον διὰ τὸ ἴσχω ἰχανῶ ἢ τὴν ει δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἰδῶ οἰδάνω «οἰδάνει ἐν στήθεσσι νόον», ᾧ ὅμοιον καὶ τὸ κυδάνω καὶ τὸ μελάνω. ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. περισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα γαγγανῶ τὸ ταράσσω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο, κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέλανος μελανῶ.
Τὰ εἰς ρω παραληγόμενα φωνήεντα α ἢ η ἢ ω περισπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι.
Τὰ εἰς ρω παραληγόμενα τῷ ε καὶ βαρύνεται καὶ περισπᾶται. καὶ περισπᾶται μέν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ ε, κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, στερῶ. μὴ οὕτως δὲ ἔχοντα βαρύνεται, δέρω, φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον.
Τὰ εἰς ρω μὴ ὄντος πρὸ τοῦ ρ συμφώνου, εἰ παραλήγοιτο τῷ ο μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, περισπᾶται, ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱστορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω «ὅτε τʼ ὤρετο» «ὦρτο πολὺ πρῶτος μὲν» «ὄρθαι» βαρύτονόν ἐστιν.
Τὰ διὰ τοῦ αιρω βαρύνεται, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη, μαρμαίρω, καρκαίρω, σπαίρω καὶ ἀσπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπʼ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, συναιρῶ περισπῶνται. τὸ δὲ σφαιρῶ ἔχει τὸ σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος.
Τὰ διὰ τοῦ ειρω βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, μείρω τὸ μερίζω, τείρω, φθείρω, εἴρω, σπείρω, κείρω, πείρω «παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον», δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθους τι διαπράττομαι, ἀείρω, ἀγείρω. τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ.
Τὰ διὰ τοῦ υρω ἐκτεταμένον τὸ υ ἔχοντα βαρύνεται, σύρω, πτύρω, φύρω καὶ φυρῶ περισπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορφύρω. τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ υ περισπᾶται, μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ υ ἐκτέταται.
Τὰ εἰς ρω παραληγόμενα διφθόγγω τῇ διὰ τοῦ υ περισπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ.
Τὰ εἰς ρω ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμφαίνοι, περισπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ συγκοπὴν τοῦ ἐγείρω.
Οὐδὲν ῥῆμα λῆγον εἰς ρ δισύλλαβον κατὰ τὴν τῶν ποιητῶν χρῆσιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν, ἀλλὰ μόνον τὸ ἔρρω «ὅτε τʼ ἤλυθεν ἐνθάδε ἔρρων» καὶ ἔρρʼ ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων. τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον, τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡς οἴονταί τινες.
Τὰ διὰ τοῦ αιω βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματος, ῥαίω τὸ φθείρω, πταίω, ναίω, παίω, δαίω, καίω, κλαίω, γαίω, παλαίω, λιλαίω, ὅθεν λιλαίομαι, κεραίω, ἀγαίω, σταλαίω, χαλαίω, κρεμαίω, διχαίω. τὸ δὲ ἀραιῶ ἔχει τὸ ἀραιός, καὶ τὸ ἑδραιῶ τὸ ἑδραῖος καὶ τὸ δικαιῶ τὸ δίκαιος καὶ βεβαιῶ τὸ βέβαιος καὶ τὸ παλαιῶ τὸ παλαιός καὶ περαιῶ τὸ πέρας καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα καὶ ματαιῶ μάταιος.
Τὰ εἰς ω καθαρὰ παραληγόμενα τῇ διὰ υ διφθόγγῳ βαρύνεται ψαύω, θραύω, ἀπολαύω, αὔω τὸ βοῶ καὶ αὕω τὸ ξηραίνω ἢ ἅπτω, δαύω τὸ κοιμῶμαι. ἅπαξ δὲ ἡ λέξις παρὰ Σαπφοῖ δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν ... δαύω τὸ καίω παρὰ Σιμωνίδῃ «μηρίων δεδαυμένων» παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ι εἰς υ. δεύω, ὁδεύω, τοξεύω, ἰξεύω, λιτανεύω, ἱππεύω, βασιλεύω, κυριεύω, σεύω. τὸ δὲ «ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι» οὐκ ἀπὸ περισπωμένου τοῦ δευῶ γέγονεν, ἀλλʼ ἐδέησεν ἐστὶ καὶ πλεονάσαντος τοῦ υ ἐδεύησε. τὸ ἐρευνῶ περισπώμενον οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ν βαρύνουσι διὰ τὸν τρόπον τοῦ ευω.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ α βαρύνεται, ὁπότε πλησιάζουσι τοῖς διὰ τοῦ αυω, χραύω χράω, φαύω φάω. περισπῶνται δὲ τὰ μὴ οὕτως ἔχοντα, δαῶ δαήσω, σαῶ σαώσω, ἀλαῶ ἀλαώσω. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται καὶ τἆλλα ὡς ἐντέλειαι τῶν περισπωμένων.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα ε βαρύνεται, χωρὶς εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μετασταίη εἰς περισπώμενον, ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, ἔω τὸ πορεύομαι, ἐξ οὗ εἶμι, ἕω, οὗ παραγωγὸν τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ τοῦ ο κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περισπῶνται, ποιῶ, νοῶ, τελῶ. σεσημείωται τὸ ἐῶ περισπώμενον. τὸ δὲ θεῶ, ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, σείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ συγκοπὴν κεῖμαι, βρωσείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥιγείω, θαλπείω, γαμησείω. τὸ μέντοι μειῶ ἔχει μεῖος καὶ τὸ τελειῶ τὸ τέλειος καὶ τὸ ἀρειῶ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷς τὸ ἀπειλῶ ὡς παρʼ Ἱππώνακτι «ἀρειᾷς σύκινόν με ποιῆσαι» τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖος, τὸ οἰκειῶ τὸ οἰκεῖος καὶ τὸ ἀνδρειῶ τὸ ἀνδρεῖος.
Οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήεις «δήεις τόνγε σύεσσι παρήμενον». τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω καὶ παρʼ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀδικήω «Ψάπφʼ, ἀδικήει», ποθήω «καὶ ποθήω καὶ μάομαι» τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
Τὰ εἰς ω καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα ι βραχεῖ περισπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ, καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατʼ ἐπέκτασιν τοῦ ι γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐσθίω καὶ αὐτὸ ἐπέκτασιν τοῦ ι λαβὸν καὶ ἀΐω καὶ ἀτίω σύνθετον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ «δείδιε» οὐχ, ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλασιασμοῦ «πολλὴ δʼ ἀνεκήκιεν ἅλμη». τὸ δὲ μαστίω κατʼ ἔλλειψιν τοῦ ζ ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ ι, ὡς καὶ τὸ δίω «τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον» καὶ τὸ «κνώδαλον ὅτι δίοιτο» καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν», ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖς βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω.
Τὰ εἰς ω καθαρὸν ἔχοντα ι ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφʼ οὗ ὁ μέλλων πίσω, ἀφʼ οὗ πιπίσκω, ἵω ὃ καὶ περισπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐσθίω, δηρίω καὶ δηριῶ περισπώμενον «δὴ τότε δηριόωντο Ποσειδάων καὶ Ἀπόλλων», μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφορεῖται κατὰ τὸν χρόνον, καὶ μηνιῶ, τὸ δὲ ἰῶ ἰῶμαι ἰός, κριῶ κριός, ἀνιῶ ἀνία.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ο μόνῳ περισπᾶται, νοῶ, βοῶ, γοῶ, θροῶ, ποῶ, μακκοῶ τὸ μωραίνω, πτοῶ, λοῶ, κοῶ, ἀγνοῶ, ἀκροῶ, ἀλοῶ. αἱ μέντοι ἐντέλειαι τῶν περισπωμένων βαρύνονται, χρυσόω, στεφανόω, γυψόω.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ οι διφθόγγῳ περισπᾶται, εἰ μὴ διάστασις γένοιτο τοῦ ι, ποιῶ, οἰῶ τὸ μονῶ, ἀλοιῶ τὸ τύπτω, ἀλλοιῶ τὸ μεταποιῶ, πτοιῶ, χροιῶ, ὁμοιῶ, ἑτεροιῶ. τὸ δὲ οἴω, ὅθεν οἴομαι καὶ οἶμαι, διαιρεῖται, ὀΐω γὰρ ποιητικῶς. ὁ δὲ οἴω ἐνεστὼς τοῦ οἴσω μέλλοντος οὐκ ἔστιν ἐν χρήσει.
Τὰ διὰ τοῦ υω δισύλλαβα βαρύνεται καὶ περισπᾶται. περισπᾶται μέν, ὅσα ἔχει ὄνομα ἢ κατʼ ἐναλλαγὴν γέγονε, δυῶ, θυῶ τὸ θυμιῶ, ὅτι θύος, μυῶ καὶ μύω βαρύτονον, κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, δύω, ἐξ οὗ δύνω, θύω, ἐξ οὗ θύνω, λύω, μύω, κύω, ξύω, ὕω, βρύω, πτύω, ῥύω.
Ἔτι τὰ διὰ τοῦ υω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα, ἀλύω, ἀρτύω, πληθύω, κωλύω, ζευγνύω, ὀμνύω, ὀρνύω, σβεννύω, ἀνύω, μηνύω, ἀρύω, ζωννύω, χρωννύω, ῥωννύω, χωννύω, στρωννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦς, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη καὶ τὸ βοτρυῶ τὸ βότρυς.
Τὰ εἰς ω καθαρὸν παραληγόμενον τῇ υι βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, ἀλυίω, ὀπυίω, μεθυίω. τὸ δὲ γυιῶ περισπᾶται.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ω βαρύνεται, ζώω, πλώω, σώω, χώω, τρώω, ῥώω, ἁλώω, ἡβώω. χωρὶς τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳός γέγονε, καὶ ἔχει ι προσγεγραμμένον, ὡς Φιλόξενος.
Τὰ εἰς ξω καὶ ψω περισπᾶται, διψῶ, γυψῶ, κενοδοξῶ, φιλοδοξῶ, ἀδοξῶ, αὐξῶ, ἀλεξῶ, ἑψῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω Ἀττικῶς βαρύνεται. τὸ δὲ ἵξω, οὗ ὁ παρατατικὸς ἷξον «οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα» καὶ τὸ ἄξω, οὗ τὸ προστακτικὸν «ἄξετε δὲ Πριάμοιο βίην» καὶ τὸ ὄψω καὶ ὄψομαι, οὗ τὸ προστακτικὸν «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» καὶ πάλιν «ἀλλʼ ὄψεσθε ἵνα τώγε καθεύδετον» ἀντὶ τοῦ ἴδετε, κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα.
Οἱ εἰς ω μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωσι πρὸ τοῦ ω τὸ ξ ἢ τὸ ψ ἢ τὸ σ, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήσω, νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ ω, περισπᾶται, σπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόσκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ.
Τὰ εἰς ω λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς, νικῶ ἐγώ, νικῶ σύ, κρεμῶ ἐγώ, κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς τω εἴτε εἰς θω βαρύνεται, λεγέτω, ποιείτω, τυπτέσθω, λεγέσθω.
Τὰ εἰς ω τρίτα πρόσωπα τῶν εὐκτικῶν περισπῶνται μετὰ τοῦ προσγεγραμμένου ι βοάοι βοῷ, τρυπάοι τρυπῷ.
Τὰ εἰς ω ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα περισπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν στῶ, ἐὰν σχῶ. καὶ ἐξ ἀνάγκης δὲ περισπῶνται. βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσι· οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλʼ ἢ ὀξύνεται οἷον τίς, τί, πούς, Ζεύς, Φρύξ, Κρής, νύξ ἢ περισπᾶται οἷον βοῦς νοῦς ῥοῦς. ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον τύπτω, γράφω, βοῶ, χρυσῶ, ποιῶ χωρὶς τῶν σεσημειωμένων. λοιπὸν οὖν ἐξ ἀνάγκης περισπῶνται, ἐὰν ὦ ἐὰν σχῶ καὶ ἐὰν σπῶ, συντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται οἷον ἐὰν κατάσχω ἐὰν παράσχω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάσσει, οἷον ἐὰν συνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς ω. Τὰ δὲ εἰς ω ὑπὲρ μίαν συλλαβὴν ὑποτακτικὰ βαρύνεται καὶ περισπᾶται. καὶ περισπῶνται μέν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς εις μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων, ποιῶ ἐποίουν ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυσῶ. ἡνίκα δὲ μὴ ὦσι τοιαῦτα, βαρύνονται, ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔφαγον ἐὰν φάγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω. σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον οἷον «ὄφρʼ εὖ εἰδῶ», οὗ ἡ μετοχὴ ὁ εἰδώς τοῦ εἰδότος, εἰ καὶ ἀπὸ τοῦ εἰδέω. τὸ δὲ «ἵνα εἴδομεν ἄμφω» προπαροξύνεται, ἐπειδὴ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον. οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
Τὰ εἰς ω ὑποτακτικὰ τῶν ἀορίστων παθητικῶν περισπῶνται, ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ «ἐὰν ἐγκαταλειφθῶ ὑπὸ σοῦ» περισπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν συλλαβὴν περισπῶνται, ὅτε ἔχουσιν ἀπαρέμφατον εἰς ναι, ὡς τὸ ἐὰν νυγῶ νυγῆναι, ἐὰν δαρῶ δαρῆναι, καὶ μετοχὴν εἰς εις ὁ νυγείς ὁ δαρείς, καὶ τὸ εὐκτικὸν εἰς ην καθαρὸν νυγείην, δαρείην. ὁμοίως ἐὰν εἰδῶ εἰδείην, εἰ καὶ μὴ ἔχει τὴν μετοχὴν εἰς εις. γέγονε δὲ ὡς ἀπὸ τοῦ περιπατοῖμι περιπατοίην κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι εἰδοίην καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, βαρύνεται, ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι.
Τὰ δεύτερα καὶ τρίτα ἑνικὰ τῶν ὁριστικῶν ὁμοτονεῖ τοῖς πρώτοις, ἐὰν ἰσοσυλλαβῇ, λείπω λείπεις λείπει, ποιῶ ποιεῖς ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰσοσυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντος, νοήσω νοήσεις νοήσει καὶ ἐπὶ ὑποτακτικῶν, ἐὰν λέγω ἐὰν λέγῃς ἐὰν λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ.
Τὰ εἰς μι λήγοντα ὁριστικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ τὰ τρίτα ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τίθημι τίθης τίθησι, δίδωμι δίδως δίδωσι· σεσημείωται φημί φῄς φησί, εἰμί εἴς εἶ ἐστί. Τὰ τρίτα πληθυντικὰ ἐνεστῶτος χρόνου ἢ μέλλοντος εἰς ι λήγοντα θέλει ὁμοτονεῖν ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν, ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσι, λέξομεν λέξετε λέξουσι καὶ τοῖς λέξουσι, διδοῦσιν ἐκεῖνοι καὶ τοῖς διδοῦσιν, ζευγνῦσιν ἐκεῖνοι καὶ τοῖς ζευγνῦσιν. ἀντιπίπτει μόνον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. τὸ δὲ αἴτιόν ἐστιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθʼ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν τόνον, φημί, εἰμί, ἐστί.
Τὰ εἰς σι παραληγόμενα τῷ α προπερισπᾶται, πιμπρᾶσι, κιχρᾶσι, ἱστᾶσι· καὶ ζητοῦσί τινες, τίνος χάριν οὐ περισπᾶται «καί τʼ ἀγεληδὸν ἴασι» καὶ λέγομεν, ὅτι τὰ προπερισπώμενα ἰσοσυλλαβεῖ τοῖς πρώτοις, ἱστᾶσι ἵσταμεν, κιχρᾶσι κίχραμεν, τὰ δὲ πλεονάζοντα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόασι, τίθεμεν τιθέασιν, ἐν οἷς οὖν τὸ ἴασι πλεονοσυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοις καὶ προπαροξυνθήσεται. ἔστι καὶ οὕτως εἰπεῖν περὶ τοῦ ἴασιν· πᾶν πληθυντικὸν εἰς μεν λῆγον, ὅτε ἐστὶ ἀπὸ τῶν εἰς μι, μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ασι προπαροξυνόμενον, τίθεμεν τιθέασι, δίδομεν διδόασι, ἵεμεν ἱέασι, ἔμεν ἔασι, ζεύγνυμεν ζευγνύασιν· εἰ οὖν ἐστιν ἴμεν, σαφὲς ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴασι προπαροξυτονηθήσεται. ἔστι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι.
Τὰ εἰς μι εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυσοῖμι, βοῷμι.
Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰς μι εὐκτικῶν ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τύπτοιμι τύπτοις, τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ.
Πᾶς παρῳχημένος ὁριστικὸς εἰς α λῆγον ὑπερδισύλλαβος ἁπλοῦς προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενος. ὁμοίως καὶ ὁ ἀόριστος ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα, καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ α μακρόν.
Τὰ εἰς θα ἐν δευτέραις προσώποις ὑπερδισύλλαβα προπαροξύνεται, λάβῃσθα, ἔφησθα, οἴδησθα, λέγῃσθα, βάλῃσθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται, φῆσθα ἐπὶ δευτέρου ἀορίστου καὶ φῇσθα σὺν τῷ ι ἐπὶ τοῦ ἐνεστῶτος, ἦσθα, οἶσθα.
Καὶ τὰ εἰς θα πρῶτα πρόσωπα προπαροξύνονται, τυπτόμεθα, νικώμεθα, χρυσούμεθα.
Πᾶν ῥῆμα εἰς ν μακροκατάληκτον ὑπὲρ μίαν συλλαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγράφειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν περισπᾶται.
Πᾶν πρόσωπον ὁριστικὸν εἰς ον εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεσταλμένης τῆς Δωρίδος διαλέκτου, οἱ γὰρ Δωριεῖς τὸ ἐλέγον ἐκεῖνοι παροξύνουσι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περισπᾶται ὡς δισύλλαβον. τὰ γὰρ δισύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς κανόνας. μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπερισπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείας δὲ τῆς παραληγούσης, παροξύνονται, ἴδον, ἔσχον.
Τὰ εἰς ον προστακτικὰ τοῦ πρώτου ἀορίστου ὑπερδισύλλαβα προπαροξύνονται, ἄκουσον, νόησον, φίλησον· δισύλλαβα δὲ ὄντα παροξύνονται ἢ προπερισπῶνται κατὰ τοὺς κανόνας, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε». ἔστι δὲ δηλονότι ἀορίστου τοῦ εἶπα προστακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρακουσίων ἔθει, ὠξύνετο ἂν ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. οἱ γὰρ Συρακούσιοι μεταποιοῦντες εἰς ον τὰ προστακτικὰ τοῦ βʹ ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον.
Πᾶν δεύτερον πρόσωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν συλλαβὴν λήγοντος ἢ εἰς ν ἢ εἰς α ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγης, ἐδάρην ἐδάρης, τέτυφα τέτυφας, ἔτυψα ἔτυψας, ἔτυπον ἔτυπες. ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖς δευτέροις, ἔλαβες ἔλαβεν, ἔτυψας ἔτυψεν.
Τὰ εἰς μαι ὁριστικὰ προπαροξύνονται ἢ προπερισπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται, λέγομαι, ἵσταμαι, δύναμαι, ἄγαμαι, δίδομαι· τὰ δὲ φύσει μακρᾷ ἁπλᾶ ὄντα προπερισπῶνται, κεῖμαι, ἧμαι, ποιοῦμαι, γελῶμαι, ἀγῶμαι, ὑπεσταλμένων τῶν τῆς Αἰολίδος διαλέκτου, ἀκάχημαι γὰρ καὶ ἀλάλημαι, καὶ τοῦ παρακειμένου· οὗτος δὲ προπαροξύνεται, ὁμότονος ὢν τῷ ἰδίῳ ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνονται σύνθετα ὄντα.
Τὰ εἰς ται τρίτα ὁμοφωνεῖ τοῖς εἰς μαι πρώτοις, τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται. τὰ δεύτερα πρόσωπα τῶν εἰς μαι ἰσοσυλλαβοῦντα μὲν τοῖς πρώτοις καὶ ὁμοτονεῖ αὐτοῖς, τίθεμαι τίθεσαι, δίδομαι δίδοσαι, πεποίημαι πεποίησαι· ἐνδέοντα δὲ μιᾷ συλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται, τύπτομαι, τύπτῃ, γράφομαι γράφῃ, ἀπὸ δὲ περισπωμένων περισπᾶται, βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ.
Τὰ εἰς μαι ὑποτακτικὰ περισπῶνται μὲν ἀπὸ περισπωμένων ὄντα, ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦσι παρακειμένου καὶ ὑπερσυντελίκου, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι, ἐὰν κεχρυσῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα, ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λίπω ἐὰν λίπωμαι, ἐὰν ἵκωμαι.
Ζήτησιν δὲ ἔχουσι τὰ τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς μι, πότε προπαροξύνονται καὶ πότε προπερισπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργητικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωσι τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι — τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει —, ἐπίσταμαι ἐὰν ἐπίστωμαι, κρέμαμαι ἐὰν κρέμωμαι.
Τὰ δεύτερα τῶν εἰς μην παρῳχημένων βαρύνεται, ὁπότε βραχυκαταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ δύο συλλαβὰς ὑπάρχον, ἐτίθεσο, ἐδίδοσο, ἐπεποίησο, ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήσω, ἐγένου, ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέγου, ἐκρεμάμην ἐκρέμω. εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περισπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ.
Τῶν εἰς μην εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς ο καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλλαβα, σχοίμην σχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς μι λήγουσι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίως δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς μι ὁριστικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰς ην καθαρόν, προπερισπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήσει οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πεποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς ο λήγοντα προπαροξύνονται, τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ μεμνεῴμην μεμνέῳο.
Τὰ εἰς το τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰκείοις δευτέροις. νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο, μεμνῇο μεμνῇτο ὡς παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου», μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείας πρώτῳ «ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». μεμνέῳο μεμνέῳτο, «ὡς μεμνέῳτο δρόμου»
Τὰ εἰς το τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερισπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περισπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧσο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ τοῦ σ ἧστο προπερισπῶνται.
Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτούμενον περισπᾶται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, σπές, σχές, ἕς, ἀφʼ οὗ τὸ ἄφες, δός, φρές τὸ φέρε.
Τὰ εἰς θι προστακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, στῆθι, ἴσθι τὸ γίνωσκε. τὸ φαθί ὀξύτονον σεσημείωται. τοῦτο δὲ ὀξύνουσιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰς μι τροπῇ τοῦ μ εἰς θ συστέλλον τὴν παραλήγουσαν εἰς τὴν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προστακτικὸν ποιεῖ, τίθημι τίθετι, ἵστημι ἵσταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ συγκατατίθεμαι τοῖς ὀξυτονοῦσι, οὐδὲν γὰρ προστακτικὸν εἰς θι λῆγον ὀξύνεται. παραλόγως δὲ ὀξύνεσθαι ἐπεκράτησεν.
Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵστην ἵστης ἵστη καὶ ἵστη, ἐκρήμνην ἐκρήμνης ἐκρήμνη καὶ κρήμνη, ὡς παρʼ Εὐριπίδῃ «κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος»· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς περισπᾶται. οὐ πάντῃ δὲ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου περισπῶνται, εὑρίσκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουσιν. ἔστι δὲ ἀπολογεῖσθαι περὶ αὐτῶν κατὰ δύο τρόπους. τὰ γὰρ ἀπαρέμφατα τοῦ βʹ ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φαγέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτήθησαν καὶ ὠξυτονήθησαν. ἄλλως τε δὲ ὁ βʹ ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξε καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυτονήθησαν.
Τὰ εἰς τε προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς ὁμότονα καθεστήκασιν οἷον ὅτι λέγετε—λέγετε, ὅτι ἄγετε—ἄγετε. ἐπίστασιν οὖν ἔχει τὸ ἔστε. τὸ μὲν ὁριστικὸν ὀξύνεται, τὸ δὲ προστακτικὸν βαρύνεται. ὁμοίως καὶ τὸ φάτε.
Τὰ εἰς σθε προστακτικὰ ὁμοιοκατάληκτα τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονά ἐστιν αὐτῷ, ἐτύπτεσθε—τύπτεσθε, ἐλέγεσθε—λέγεσθε, ἐπίθεσθε πίθεσθε, ἐλάβεσθε λάβεσθε. τὸ δὲ πιθέσθε λαβέσθε παροξυνόμενα μεταγενεστέρων Ἰώνων ἐστίν.
Τὰ εἰς αι ὑπερδισύλλαβα προστακτικὰ προπαροξύνονται, ποίησαι, ἄσπασαι, πείρησαι «εἰ δʼ ἄγε μὴν πείρησαι», «ἀλλὰ σὺ μὲν κατάλεξαι», «νῦν δʼ αὖτʼ ἐμὸν ἔγχος ἄλευαι». τὸ δὲ λοῦσαι καὶ δέξαι καὶ κτῆσαι βαρύνονται ὡς δισύλλαβα.
Πᾶν ἀπαρέμφατον ἢ εἰς ν λήγει ἢ εἰς αι. καὶ τὰ εἰς ν μακροκατάληκτα δύο ἔχει τόνους. ἢ γὰρ βαρύνονται ἢ περισπῶνται. καὶ τὰ μὲν μονοσύλλαβα περισπῶνται, πλεῖν, ῥεῖν, ζῆν, δρᾶν. τὰ μέντοι ὑπὲρ μίαν συλλαβὴν ἢ βαρύνεται ἢ περισπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεστῶτος καὶ μέλλοντος τύπτω τύπτειν τύψω τύψειν, ποιήσω ποιήσειν. τότε δὲ περισπᾶται, ὅτε καὶ τὰ ὁριστικὰ περισπῶνται, ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, στελῶ στελεῖν, χρυσῶ χρυσοῦν, βοῶ βοᾶν. καὶ οἱ μὲν ἐνεστῶτες ἀπὸ ἐντελείας ἔχουσι τὴν περισπωμένην ποιέειν ποιεῖν, οἱ δὲ δεύτεροι μέλλοντες οὔ· ἀπὸ γὰρ τοῦ εὐφρανεῖν γέγονε κατὰ διάλυσιν τὸ εὐφρανέειν. καὶ τὰ δὲ εἰς ν τοῦ δευτέρου ἀορίστου ἀπὸ κλίσεως περισπῶνται, ὥσπερ καὶ τὰ περισπώμενα, δραμεῖν, φαγεῖν, πιεῖν, ἐλθεῖν, ἰδεῖν. τὸ δὲ πέφνειν σεσημείωται. ἐβαρύνθη δέ, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη.
Τὰ δὲ εἰς αι λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται, τύψαι, ποιῆσαι, κεῖραι—τὸ δὲ ποιήσαι κείραι εὐκτικά ἐστι—τελέσαι, συρίσαι, λεπίσαι, τιθέναι, ἱστάναι, διδόναι, ζευγνύναι, στῆναι, βῆναι, γνῶναι, βιῶναι, ἁλῶναι, θεῖναι, δοῦναι, εἷναι, τυφθῆναι, τετύφθαι, τύπτεσθαι, τυπέσθαι.
Πᾶν ἀπαρέμφατον εἰς σθαι ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυσοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύψεσθαι χωρὶς τῶν εἰς θαι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ δευτέρου μέσου ἀορίστου. ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον πεποίηται πεποιῆσθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέσθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν ὅτι ἐξηκολούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ ἐκ τοῦ ἐναντίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶτος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον οἷον «οἷ τʼ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι» ἀντὶ τοῦ ἱκετεύειν. ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται. κάλλιον δὲ ἠκολούθησε τῷ λιπέσθαι θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται τὸ ἐγρήγορθαι οἷον «ἐγρήγορθαι ἄνωχθι», ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσί. τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς. —πρόσκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι.
Ὅσα εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, περισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως μὲν περισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην· οὕτως οὖν πάντα ταῦτα ἀναγνωστέον, δεδάασθαι, μηχανάασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι.