ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΚΑΤΑ ΚΛΙΣΙΝ ΑΡΙΘΜΩΝ ΚΑΙ ΤΩΝ ΚΑΤΑ ΘΕΜΑ ΕΙΡΗΜΕΝΩΝ. ΒΙΒΛΙΟΝ ιεʹ. Περὶ τοῦ ἐν ταῖς πλαγίαις τῶν ὀνομάτων τόνου. Περὶ τόνου τῆς ἑνικῆς γενικῆς.
Πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐφʼ ἑαυτῆς τέλους ἔχουσα τὸν τόνον περισπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖς, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φιλητῶν τοῖς Φιληταῖς, τῆς καλῆς τῇ καλῇ ταῖν καλαῖν τῶν καλῶν ταῖς καλαῖς, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖς. σεσημείωνται ἐν ταῖς ἀντωνυμίαις ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περισπᾶται. ὑποκείσθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυνόμενα· τὸν τόνον γὰρ τῆς κοινῆς εὐθείας φυλάττουσιν ἐν πάσῃ πτώσει. τοῦ γὰρ Μενέλαος προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶσαν πτῶσιν προπαροξύνεται, ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖς ἄλλαις πτώσεσι καὶ ἀριθμοῖς ὁμοίως. οὕτως οὖν καὶ τοῦ λαός καὶ ναός ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήσεται, ὁ νεώς τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίως.
Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς ος δισυλλάβων γενικῶν, Αἴαντος ἐκ τοῦ Αἴας, λέβης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγενής εὐγενέος ἐπὶ τῆς τρίτης. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τόνον, Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μακρᾶς οὔσης τῆς ληγούσης οὐ δύναται προπαροξύνεσθαι λέξις, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀττικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆς παραλαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας πληθυντικῆς καὶ κλητικῆς, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεσθαι, λέγεσθαι. τὸ δὲ μητρός καὶ ἀνδρός καὶ πατρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολουθήσαντα ταῖς δισυλλάβοις γενικαῖς. τὸ δὲ ἀνδρός κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἀνέρος ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ, ἐπεὶ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει. Καὶ τὸ γουνός καὶ δουρός συγκοπέντα ἐκ τοῦ γούνατος καὶ δούρατος ὀξύνονται ὁμοίως τῷ πατρός, μητρός, ἀνδρός. Τὸ δὲ κρέως, γήρως, κέρως τινὲς ὀξύνειν θέλουσι λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. εἰ δὲ λέγεται κατὰ συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δημήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλʼ, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται.
Πᾶσα γενικὴ εἰς ου λήγουσα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περισπωμένων περισπᾶται, καλός καλοῦ, σοφός σοφοῦ, ἀργυροῦς ἀργυροῦ, Ἑρμῆς Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχει τὸν τόνον, Ὅμηρος Ὁμήρου, νῆσος νήσου.
Πᾶσα εὐθεῖα εἰς ς λήγουσα καὶ ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελοῦσα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆς γενικῆς οἷον Φιλητᾶς Φιλητᾶ, Μηνᾶς Μηνᾶ, Μητρᾶς Μητρᾶ, χρυσοῦς χρυσοῦ, ἀργυροῦς ἀργυροῦ, ἁπλοῦς ἁπλοῦ, ὀρφῶς ὀρφῶ, λεώς λεώ, νεώς νεώ, εὔνους εὔνου, Ἀλκίνους Ἀλκίνου, Μενέλεως Μενέλεω, Πηνέλεως Πηνέλεω.
Τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω κατὰ τὴν γενικὴν Ἀττικῶς τὸν αὐτὸν τόνον φυλάττουσιν ὅντινα εἶχον καὶ πρὸ τῆς ἐκτάσεως τοῦ ο εἰς ω οἷον πόλιος πόλεως, μάντιος μάντεως, ὄφιος ὄφεως, λέξιος λέξεως, βασιλέος βασιλέως, Ἀχιλλέος Ἀχιλλέως, Ἀτρέος Ἀτρέως, Πηλέος Πηλέως, ἱερέος ἱερέως.
Αἱ συνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, Σωκράτεος Σωκράτους, ἐρέβεος ἐρέβους, θάρσεος θάρσους, τείχεος τείχους, βέλεος βέλους, κρέαος κρέως, γήραος γήρως· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περισπῶνται ἐν τῇ συναιρέσει οἷον εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς, Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς, Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς.
Αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο, σεμνοῦ σεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προπαροξύνονται οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριάμοιο.
Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπερισπῶνται οἷον Πετεώ Πετεῶο «υἱὸς Πετεῶο Μενεσθεύς». «ὦ υἱὲ Πετεῶο Διοτρεφέος βασιλῆος», Ταλαώ Ταλαῶο ὡς παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ ο προσελθόντος κατεβιβάσθη μίαν συλλαβὴν ὁ τόνος διὰ τὸ μὴ δύνασθαι τετάρτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν.
Αἱ διὰ τοῦ εω γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ὀρέστου Ὀρέστεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πάθωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ συγκοπὴν Ἑρμείω παροξυτόνως «Ἥρης Ἑρμείω τε», Ἀσίας Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς εὐμμελίω «Ἀσίω ἐν λειμῶνι». εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆς Θαλοῦ — ἔστι δὲ ὄνομα κύριον — τοῦ Θαλέω.
Αἱ διὰ τοῦ αο Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ὀρέστου Ὀρέσταο, εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον ἀργεστής ἀργεστοῦ, ἀργεστᾶο «ἀργεστᾶο νότοιο».
Πᾶσα γενικὴ δισύλλαβος εἰς ος λήγουσα μὴ συναληλιμμένη ὀξύνεται, μηνός, χηνός, Ζηνός, φωτός. ἡ λᾶος ἐκ τρισυλλάβου τῆς λάαος κράσει τῶν δύο α εἰς ἓν μακρόν, ἡ κῆρος καὶ ἦρος ἐκ τῆς κέαρος καὶ ἔαρος. ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ λᾶος καὶ κῆρος καὶ ἦρος ὡς δυνάμει τρισύλλαβα ἐβαρύνθησαν, διὰ ποίαν αἰτίαν τὸ ὄις ὄιος γενόμενον κατὰ συναίρεσιν οἶς οἰός μὴ ἐβαρύνθη; καὶ τοῦτο γὰρ δυνάμει τρισύλλαβόν ἐστιν. ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶος καὶ κῆρος καὶ ἦρος οὐ μόνον ἐν τῇ εὐθείᾳ συναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶας λᾶς λάαος λᾶος, κέαρ κῆρ κέαρος κῆρος, ἔαρ ἦρ ἔαρος ἦρος καὶ τούτου χάριν ὡς δυνάμει τρισύλλαβα ὄντα ἐν τῇ γενικῇ ἐβαρύνθησαν. τὸ δὲ οἶς οἰός οὐκ ἔπαθεν ἐν τῇ γενικῇ συναίρεσιν ἀλλʼ ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄις οἶς καὶ λοιπὸν ἀπὸ τῆς συνῃρημένης εὐθείας ἐκλίθη οἰός ἡ γενική. καὶ τούτου χάριν ὡς μὴ οὖσα ἡ γενικὴ τρισύλλαβος δυνάμει, ἀλλὰ κυρίως δισύλλαβος ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίσκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεσθαι συναίρεσιν καὶ λοιπὸν ἐκ τῆς συνῃρημένης εὐθείας κλίνεσθαι τὴν γενικὴν ὡς ἐπὶ τοῦ φῶς φωτός καὶ ὦς ὠτός. ἔστι γὰρ φόας φόατος καὶ ὄας ὄατος καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶς καὶ ὦς κἀκεῖθεν κλίνεται φωτός καὶ ὠτός ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτός καὶ ὠτός γενικὴν ἀπὸ τῆς φόατος καὶ ὄατος λέγειν κατὰ κρᾶσιν, ἐπεὶ φῶτος καὶ ὦτος ὤφειλεν εἶναι βαρυτόνως ὡς ἀπὸ τρισυλλάβου γενικῆς γινόμενα. ἀλλʼ ὡς εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. σεσημείωται τὸ φρητός ὀξυνόμενον. ἀπὸ γὰρ τρισυλλάβου γενικῆς τῆς φρέατος γενόμενον κατὰ κρᾶσιν φρῆτος ὤφειλε βαρύνεσθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήσει. ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητός γενικὴ συνέδραμε κατὰ τὴν τάσιν τῇ Κρητός γενικῇ καὶ σητός καὶ θητός. —τὸ «υἷος ἑῆος» ἐκ τρισυλλάβου τοῦ υἵιος προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷις. ἡ «Θῶνος παράκοιτις» σεσημείωται· εἰ γὰρ ἐκ τῆς «Θώνιος ἐν ψαμάθοις» συνεκόπη, κἂν ὠξύνετο ὡς ἡ πατρός μητρός· ἀλλʼ οὐδὲ συνῄρηται ἐκ τῆς Θόωνος, ὥς τινες, ἀμαρτύρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλʼ ἕτερον ἄνδρα ὡς παρʼ Ὁμήρῳ «Θόωνά τε Οἰνόμαόν τε». ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συγκοπὴν γέγονε ἡ Θῶνος γενικὴ ἀπὸ τῆς Θώνιος γενικῆς. εἰ δέ τις εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός μιμοῦνται τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν — οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς νος καθαρὸν δισύλλαβον τῷ ω παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡς ἐπὶ τοῦ κῶνος, ὦνος — τούτου χάριν οὐκ ὠξύνθη, ἀλλʼ ἐβαρύνθη. πρόσκειται δισύλλαβον διὰ τὸ κοινωνός, οἰωνός, Τιθωνός ὑπερδισύλλαβα. τὸ δὲ Θῶν Θῶντος ὄνομα κύριον προπερισπᾶται πρὸς τὸν χαρακτῆρα τῶν εἰς ων περισπωμένων ὀνομάτων. τὰ γὰρ εἰς ων περισπώμενα προπερισπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενοφῶντος, Κτησιφῶν Κτησιφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος· οὕτως οὖν καὶ Θῶν Θῶντος· ἢ πρὸς χαρακτῆρα τῆς κλῶν κλῶντος μετοχῆς καὶ ζῶν ζῶντος καὶ δρῶν δρῶντος λέγομεν Θῶν Θῶντος προπερισπωμένως. —ἡ «Ὦπος θυγάτηρ» πρὸς διαστολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνος ὅτε πυσματικῶς λέγεται, βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται στάντος, θέντος, δόντος, οἷς ἠκουλούθησε τὸ Φθάς Φθάντος κύριον καὶ Πράς Πράντος καὶ Ζάς Ζάντος.
Αἱ ὑπὲρ δύο συλλαβὰς εἰς ος ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύνονται οἷον Δημοσθένης Δημοσθένεος, Σωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περισπωμένων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον βασιλεύς βασιλῆος, ἱμάς ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Σιμοῦς Σιμοῦντος. σεσημείωνται ἡ γυναικός καὶ θυγατρός ὑπὲρ δύο συλλαβὰς οὖσαι ὀξυνόμεναι διὰ τὴν συνεκδρομὴν τῶν συγγενικῶν τῆς πατρός ἀνδρός μητρός. ἀλλὰ καὶ ἡ μητέρος καὶ θυγατέρος ἐντελεῖς οὖσαι καὶ παροξυνόμεναι σημειοῦνται, δέον προπαροξύνεσθαι ὡς Δημήτηρ Δημήτερος, εἰνάτηρ εἰνάτερος, φράτηρ φράτερος. ἀλλὰ καὶ αὗται συνεξῆλθον τῇ ἀνέρος πατέρος δαέρος.
Αἱ εἰς ας καὶ ης γενικαὶ θηλυκαὶ ἀπὸ μὲν ὀξυνομένων εὐθειῶν καὶ περισπωμένων περισπῶνται, ἡ φοβερά τῆς φοβερᾶς, ἡ καλή τῆς καλῆς, ἀλλὰ καὶ Ἀθηνᾶ Ἀθηνᾶς καὶ χρυσῆ χρυσῆς. αἱ δὲ ἀπὸ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδεια Μηδείας, ὁσία ὁσίας. τὸ μιᾶς περισπώμενον ἀπὸ τοῦ μία βαρυνομένου Ἴωσί τινες ἀνατιθέασι καὶ ἔτι ἀπὸ τοῦ ἴα τὸ ἰᾶς. ὁμοίως καὶ τὰς δοτικάς. Περὶ τόνου τῆς ἑνικῆς δοτικῆς.
Πᾶσα δοτικὴ δισύλλαβος εἰς ι ἐκφωνούμενον λήγουσα, ἑνική τε καὶ πληθυντικὴ ὀξύνεται μηνί μησί, φωτί φωσί.
Πάλιν τῶν συνῃρημένων γενικῶν αἱ δοτικαὶ διὰ τὴν αὐτὴν αἰτίαν βαρύνονται, ἦρι, κῆρι· ἔτι ἀπὸ συναιρέσεώς εἰσι τὸ Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ», μάστιι, μάστι «μάστι αἰὲν ἔλαυνε», μήτιι μήτι «μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο». καὶ ἡ σπῆι δὲ δοτικὴ οἷον «εὗρε δʼ ἐν σπῆι» προπερισπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο συλλαβάς ἐστι δυνάμει, ἀλλʼ ἡ συναίρεσις αἰτία γέγονε τῆς δισυλλαβίας. ἀπὸ γὰρ τοῦ σπέος σπέεος σπέεϊ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γέγονε σπῆι ὥσπερ Ἡρακλέεος Ἡρακλῆος «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο.
Ὁμοίως καὶ αἱ μετοχαὶ βαρύνονται στάντι στᾶσι, δόντι δοῦσι καὶ ἐπὶ πάντων ὁμοίως. ἡ δὲ πᾶσι βεβαρυτόνηται ὡς μετοχικῆς τυχοῦσα ἀναλογίας, ἧς ἔχεται καὶ Φθάντι καὶ Φθᾶσι.
Πάλιν γυναικί καὶ θυγατρί σημειοῦνται. καθόλου γὰρ πᾶσα δοτικὴ ἰσοσύλλαβος τῇ ἰδίᾳ γενικῇ καὶ τὸν αὐτὸν ἔχει τόνον καλοῦ καλῷ, φωτός φωτί. εἰ οὖν τὸ γυναικός καὶ θυγατρός ὀξύνονται, εἰκότως ἄρα καὶ τούτων δοτικαὶ ὀξύνονται· ἔνθεν καὶ τὸ τίνος καὶ τίνων ὁπότε πυσματικῶς βαρύνονται, συμβαρύνουσι καὶ τὴν δοτικὴν τίνι καὶ τίσι. ὅτε δέ ἐστιν ἀόριστον, ὀξύνεται καὶ συνοξύνει τὴν δοτικήν. πρόσκειται “ἰσοσύλλαβος” διὰ τὸ παχέος παχεῖ, ἥτις διὰ τὴν συναίρεσιν οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ. τὸ δὲ παχέι ἰσοσυλλαβεῖ. δεῖ δὲ παραφυλάξασθαι τὸ “οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄιδος εἴσω”· ἴον γάρ ἐστιν ἡ εὐθεῖα καὶ ἡ γενικὴ ἴου παροξυτόνως, ἡ δὲ δοτικὴ ἰῷ περισπωμένως. ὡς γὰρ σοφῷ Ἀρίσταρχος καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις· μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. Τούτων οὖν οὕτως ἐχόντων τῆς Τυνδάρεος εὐθείας τῆς διὰ τοῦ ε καὶ ο ἡ γενικὴ Τυνδαρέου ἐστὶ παροξυτόνως, ἀλλὰ καὶ ἡ δοτικὴ ὁμοίως τῇ γενικῇ Τυνδαρέῳ ἐστὶ παροξυτόνως. ὅταν δὲ γένηται Ἀττικῶς ἡ εὐθεῖα διὰ τοῦ ε καὶ ω Τυνδάρεως ὡς Μενέλεως, τότε προπαροξύνεται ἡ γενικὴ καὶ ἡ δοτικὴ ὁμοίως οἷον τοῦ Τυνδάρεω τῷ Τυνδάρεῳ ὥσπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ.
Ἔτι αἱ εἰς ι ἐκφωνούμενον λήγουσαι ὑπὲρ δύο συλλαβὰς ἀσυναίρετοι ἑνικαί τε καὶ πληθυντικαὶ βαρύνονται· ἀλλὰ προπαροξύνονται μὲν αἱ ἀπὸ βαρυτόνων εὐθειῶν Αἴας Αἴαντος Αἴαντι Αἴασι, ἔρως ἔρωτος ἔρωτι ἔρωσι· καὶ γὰρ αἱ πληθυντικαὶ ὁμοίως. πρὸ μιᾶς δὲ ἔχουσι τὸν τόνον αἱ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων, ἀβλής ἀβλῆτι ἀβλῆσι, εὐσεβής εὐσεβέι εὐσεβέσι, ἀλλὰ καὶ φθογγῆς φθογγῆντι φθογγῆσι, Ξενοφῶν Ξενοφῶντι Ξενοφῶσι καὶ ἐπὶ μετοχῶν λαβών λαβόντι λαβοῦσι, ποιῶν ποιοῦντι ποιοῦσι. σεσημείωται τὸ μηδενί μηδέσιν καὶ οὐδενί οὐδέσιν.
Τὸ “σπέσσι γλαφυροῖσι ὅσον ἐπὶ δισυλλαβίᾳ ὀξύνεσθαι ὤφειλεν, νῦν δὲ τῷ τύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλασιασμὸν τοῦ σ τῷ ε παραληγόμενα βαρύνεται, θήρεσσι, κύνεσσι οὕτως οὖν τὸ σπέσσι. τὸ γοῦν ποσσί μὴ παραληγόμενον τῷ ε εὐλόγως ὠξύνθη. Πάλιν ἡ γυναιξί σημειούσθω.
Αἱ πλεονάσασαι τὸ α κατὰ τὴν παραλήγουσαν παροξύνονται, πατράσι, θυγατράσι, μητράσι.
Αἱ μεταπεπλασμέναι ὑπὲρ δύο συλλαβὰς ἀπὸ μὲν τῶν εἰς ῳ προπαροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνις «πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα» Ἀπολλώνιος καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι «οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ» καὶ ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου. τὸ δὲ κλάδος κλάδου κλάδῳ καὶ κατὰ μεταπλασμὸν κλαδί καταβιβάζει διὰ τὴν δισυλλαβίαν καθʼ ὁμοιότητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί. καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλασμὸν τῷ λιτί οἷον «ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν» καὶ ὀξύνεται διὰ τὴν δισυλλαβίαν. Αἱ δὲ ἀπὸ τῶν εἰς νη θηλυκῶν φύσει μακρᾷ παραληγομένων μεταπεπλασμέναι δοτικαὶ προπερισπῶνται οἷον ὑσμίνῃ ὑσμῖνι «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι», Δωδώνῃ Δωδῶνι «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν». ὁ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «καὶ τὸν ἐν Δωδῶνι παῦσον δαίμονʼ εὐλογούμενον» καὶ ἐν Τραχινίαις «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον».
Ὁμοίως καὶ αἱ πληθυντικαὶ μεταπεπλασμέναι εἰς σι λήγουσαι προπαροξύνονται ἐγκάτοις ἔγκασι, ἄστροις ἄστρασι, προβάτοις πρόβασι. Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.
Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰς α λήγουσι ἢ εἰς ν, ἀπαθεῖς οὖσαι. Αἱ μὲν οὖν εἰς α λήγουσαι ἐπʼ ἐκείνης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴας Αἴαντα, μήν μῆνα, σωτήρ σωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνις Ἀδώνιδα, Ἄθηνις Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάσθη συλλαβὴν ὁ τόνος. πάλιν τὸ γυναῖκα «γυναῖκα θήσατο μαζόν» προπερισπώμενον, δέον προπαροξύνεσθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. σημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα παροξυνομένα· ἔδει γὰρ ὡς ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα συνεξῆλθον ταῖς συγγενικαῖς δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγατρα «λυσόμενός τε θύγατρα» ἀναβιβάζει.
Οὐδεμία εἰς α λήγουσα αἰτιατικὴ ὀξύνεται· —τὸ γὰρ τινά ὀξύνεται εἰς διαφορὰν τοῦ τίνα· —ἔνθεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβάσθη «ἀλευόμενοι νίφα λευκήν». τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ καὶ χοᾶ κατὰ κρᾶσιν τοῦ ε καὶ α περισπᾶται.
Πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον μῦν, μνᾶν, σῦν, ὗν, δρῦν, λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων», γῆν, ναῦν, γραῦν. θεῦν «τὴν θεῦν Ἄρτεμιν οἷʼ ἔπαθεν» τὴν θεὸν κατὰ κρᾶσιν, νοῦν, χοῦν, βοῦν· ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται τῆς εὐθείας ὀξυνομένης.
Αἱ ὑπὲρ μίαν συλλαβὴν ἰσοσύλλαβοι καὶ ὁμόχρονοι ταῖς εὐθείαις οὖσαι ὁμότονοί εἰσι, καλός καλόν, Ἑρμῆς Ἑρμῆν, χρυσοῦς χρυσοῦν, Ἀτρείδης Ἀτρείδην, ταχύς ταχύν, μῆνις μῆνιν, ἥπερ βραχυκαταληκτεῖ. τὰ γὰρ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστὶν οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν· οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. εἶπον δὲ «ὁμόχρονοι» διὰ τὸ ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ υ τῆς αἰτιατικῆς, τῆς εὐθείας μακρὸν ἐχούσης καὶ παραλόγως περισπωμένης.
Αἱ εἰς η λήγουσαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰσι προπαροξυνομένων, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Διομήδεα Διομήδη, Ἀριστοφάνεα Ἀριστοφάνη, Δημοσθένεα Δημοσθένη, Σωκράτεα Σωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰσι παροξυνομένων, περισπῶνται ἐν τῇ συναιρέσει εὐσεβέα εὐσεβῆ, ἀσθενέα ἀσθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶς «ἔνθʼ αὖτʼ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί».
Αἱ εἰς ω αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α πᾶσαι πεπόνθασιν· ἡ γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παραπλήσιοι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ συνῄρηνται ἀπὸ τῆς ἠόα καὶ αἰδόα, ὅθεν περισπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰς παραπλησίους ἀπὸ τῶν εἰς ω εὐθεῶν τῆς Λητώ Κλειώ Ἐρατώ, συνῃρημένας ἀπὸ τῆς Λητόα, Κλειόα Ἐρατόα, δέον περισπᾶν, ὀξύνομεν διὰ τὴν συνέμπτωσιν τῆς εὐθείας. ὅτε γὰρ πτῶσις ἑτέρᾳ πτώσει συνεμπέσῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντως καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοσθένεις οἱ εὐσεβεῖς καὶ τοὺς Δημοσθένεις καὶ τοὺς εὐσεβεῖς, οἱ ἰχθῦς καὶ τοὺς ἰχθῦς. πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμὸν» διὰ τὸ τῆς φοβερᾶς καὶ τὰς φοβεράς· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περισπᾶται.
Αἱ εἰς ην λήγουσαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰς ους ληγουσῶν οὖσαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Σωκράτης Σωκράτους Σωκράτην, Δημοσθένης Δημοσθένους Δημοσθένην, εἰ δὲ περισπᾶται ἡ εὐθεῖα, περισπῶνται οἷον Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλῆν, Περικλῆς Περικλοῦς Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺς Αἰολεῖς κεχρῆσθαι ταύταις ταῖς αἰτιατικαῖς. δυσμένην γὰρ λέγουσι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυσμενής, ὁ κυκλοτερής, ὁ εὐρυνεφής. οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι· τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς καὶ τὸ Ἀχιλλεύς Ἀχίλλευς. Περὶ τόνου τῆς κλητικῆς.
Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶς τῶν μελλόντων προσδιορίζεσθαι, οἷον Ὅμηρος Ὅμηρε, καλός καλέ, εὐσεβής εὐσεβές, Χρύσης Χρύση, πανταπώλης πανταπώλη, βασιλεύς βασιλεῦ. ἀλλʼ ἐπὶ τῶν εἰς ευς εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ περισπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ υ δίφθογγος καταλήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν· ἔνθεν σημειούμεθα τὴν οὔ ἀπόφασιν καὶ ἰδού δεικτικὸν καὶ ἰού σχετλιαστικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοις ἀπολογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυς ὦ βότρυ, ταχύς ὦ ταχύ, Ἄδωνις ὦ Ἄδωνι, πόλις ὦ πόλι, δελφίς ὦ δελφί, Λειώδης ὦ Λειῶδες, ξιφήρης ὦ ξιφῆρες, Αἰνείας ὦ Αἰνεία, Αἴας ὦ Αἶαν — ὁ μὲν Αἴας ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται, τὸ δὲ Αἶαν προπερισπᾶται, τοῦ αν βραχέος ὄντος· πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος ἐν ἑνὶ μέρει οὖσα περισπᾶται —, ποιητής ὦ ποιητά, σοφιστής ὦ σοφιστά, τοξότης ὦ τοξότα. Ἐν τοῖς εἰς ης βαρυτόνοις τέσσαρα σεσημείωνται ἀναβιβάσαντα τὸν τόνον, δέσποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρσην ὦ ἄρσεν, λιμήν ὦ λιμήν, Ἑρμῆς ὦ Ἑρμῆ. Αἱ εἰς ω λήγουσαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰς ως Λητώ, Κλειώ, αἰδώς ἠώς εἰς οι ἔχουσι τὰς κλητικὰς περισπωμένας. περισπῶνται δὲ διὰ τὴν συνέμπτωσιν τῆς δοτικῆς. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον ἐφύλαξαν.
Αἱ ἀναβιβάσασαί εἰσιν ἀπὸ τῶν εἰς ης συνθέτων βαρυτόνων καὶ εἰς ους ἐχόντων τὴν γενικήν, Δημόσθενες, Σώκρατες, Διόμηδες. τὸ γὰρ ξιφῆρες καὶ φρενῆρες καὶ τὰ διὰ τοῦ ηρης πάντα καὶ τὰ διὰ τοῦ ωρης καὶ τὰ διὰ τοῦ ωδης ἁπλᾶ ἐστι καὶ οὐ σύνθετα, ὅθεν οὐκ ἀναβιβάζουσι τὸν τόνον. καὶ τὰ διὰ τοῦ ωλης οὐκ ἀναβιβάζουσιν· ἐξῶλες γὰρ καὶ πανῶλες προπερισπωμένως. τὰ δὲ παρὰ τὸ ηκης τανυήκης τανύηκες καὶ τὰ παρὰ τὸ αδης αὐθάδης αὔθαδες καὶ τὰ παρὰ τὸ αρκης αὐτάρκης αὔταρκες, ποδάρκης πόδαρκες καὶ τὰ παρὰ τὸ αντης κατάντης κάταντες, προσάντης πρόσαντες ἔχουσι τὴν κλητικὴν προπαροξύτονον. καὶ τὰ εἰς ης ἐπίθετα βαρύτονα σύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰς ες, προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον εὐμήκης εὔμηκες, ἐπιμήκης ἐπίμηκες, κακοήθης κακόηθες, συνήθης σύνηθες, παμμεγέθης παμμέγεθες, οἷς ἠκολούθησαν καὶ τὸ φιλαλήθης φιλάληθες καὶ μισαλήθης μισάληθες. —τὰ παρὰ τὸ ἔτος παρʼ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν κλητικὴν ὀξύνονται οἷον ὁ τριετής ὦ τριετές, ὁ πενταετής ὦ πενταετές, ὁ ἑξαετής ὦ ἑξαετές, παρὰ δὲ τοῖς Ἀθηναίοις παροξυνόμενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται οἷον ὁ πενταέτης ὦ πεντάετες, ὁ ἑξαέτης ὦ ἑξάετες.
Πᾶσα κλητικὴ εἰς ρ μετὰ βραχείας βαρύνεται, Ἕκτορ, Νέστορ, Μέντορ, ἔνθεν τὸ ἄνερ, σῶτερ, πάτερ, δᾶερ ἐβαρύνθησαν. Αἱ εἰς ηρ εὐθεῖαι ὑπὲρ δύο συλλαβὰς βαρύτονοι ἀναπέμπουσι τὸν τόνον ἐν τῇ κλητικῇ, θύγατερ, εἴνατερ, Δήμητερ, αἰνόπατερ. τὸ κυβερνᾶτερ ἀπὸ ὀξυτόνου τοῦ κυβερνατήρ γενόμενον προπεριεσπάσθη. αἱ δὲ εἰς ορ ὑπὲρ δύο συλλαβὰς κλητικαὶ ἐν ταύτῃ τῇ συλλαβῇ φυλάττουσι τὸν τόνον, ἐν ᾗ συλλαβῇ ἔχει αὐτὸν ἡ εὐθεῖα, κωμῆτορ, οἰκῆτορ, Πολυμῆστορ, παντοκράτορ.
Αἱ ἀπὸ τῶν εἰς ων εὐθειῶν ἁπλῶν κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον φυλάττουσι, πέπων πέπον, δαίμων δαῖμον, Ἀρετάων Ἀρετᾶον· εἰ μέντοι σύνθετοι εἶεν, ἀναβιβάζουσι τὸν τόνον τουτέστι προπαροξύνονται, εὔδαιμον, κυλλοπόδιον, Αὐτόμεδον, Ἀγάμεμνον, ὀλβιόδαιμον. τὰ παρὰ τὸ φρήν οὐκ ἀνέδωκε τὸν τόνον, ἀλλʼ ἐφύλαξεν ἐπὶ τῆς αὐτῆς, δαΐφρον, Λυκόφρον. σεσημείωται δὲ τὸ ὦ Λακεδαῖμον καὶ τὸ «ψευδόμενοί σε Παλαῖμον» μὴ ἀναπέμψαντα τὸν τόνον.
Τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον. Περὶ τόνου τῆς δυϊκῆς εὐθείας.
Πᾶσα εὐθεῖα δυϊκὴ εἰς α λήγει ἢ εἰς ε ἢ εἰς ω. —Αἱ εἰς ε λήγουσαι τῆς εἰς α αἰτιατικῆς ἔχουσι τὸν τόνον, ὅτε ἐστὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ «ξείνω δή τινε», τὸ δὲ πυσματικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐστι ῥητὴ ἡ εἰς α αἰτιατική, τότε τῇ εἰς ος γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέος ταχέε, πήχεος πήχεε. τὰ δύο εε εἰς η συναιροῦσιν Ἀθηναῖοι. ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη. οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλη χορεύετον. καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο. δεῖ προσθεῖναι χωρὶς τῶν ὀξυτόνων γενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυός μύε, συός σύε, δρυός δρύε, λιός λῖε.
Τὰ εἰς α λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περισπωμένων περισπῶνται. τοῦ μὲν πρώτου αἰχμητής αἰχμητά, λογιστής λογιστά· τοῦ δὲ δευτέρου Ἑρμῆς Ἑρμᾶ, Ἀπελλῆς Ἀπελλᾶ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαροξύνηται, διὰ τὸ μέγεθος τοῦ α. τὸ γὰρ ἐν δυϊκοῖς α μακρόν ἐστιν, ὁ Αἰνείας τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία.
Τὰ εἰς ω λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέστραπται δὲ τὴν περισπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπερισπᾶται, ἀλλὰ παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περισπωμένων καὶ ὀξυνομένων χρυσοῦς χρυσώ, καλός καλώ. πρὸ μιᾶς δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυνομένων, Ὅμηρος Ὁμήρω, φίλος φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσιν. Περὶ τόνου τῆς δυϊκῆς γενικῆς.
Αἱ γενικαὶ τῶν δυϊκῶν εἰς αιν λήγουσι καὶ εἰς οιν. αἱ μὲν οὖν εἰς αιν ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περισπῶνται, πάντως αἱ γενικαὶ περισπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι φίλαιν, μοῦσαι μούσαιν. καὶ ἀποροῦσί τινες λέγοντες, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περισπᾶται ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαις δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πλησιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλως τε δὲ πᾶσαι αἱ πτώσεις βαρύνονται οἷον Ἀτρείδης Ἀτρείδου Ἀτρείδῃ Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαις Ἀτρείδας. οὕτως οὖν καὶ Ἀτρείδαιν βαρυτόνως. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεσπάσθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρειδέων. Ἐὰν βούλωνται οὖν περισπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίως ταῖς ἄλλαις πτώσεσι, δότωσαν ἐπʼ αὐτῆς τὸ ἐξαίρετον, ὅπερ ἔσχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέστι τὴν διαίρεσιν· εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆς γενικῆς τῶν πληθυντικῶν.
Αἱ δὲ εἰς οιν γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰς ω γίνοιντο εὐθειῶν, βαρυνομένων μὲν συμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περισπῶνται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥς φασιν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομένοις. Εἰ δὲ ἀπὸ τῶν εἰς ε, ἀπὸ μὲν τῶν δισυλλάβων περισπῶνται, χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρσῶν. πάλιν σεσημειωτέον τὸ τίνοιν πύσμα βαρυνόμενον ὡς πρὸς τὸ ἀόριστον περισπώμενον καὶ ἔτι τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν πληθυντικὴν σημειούμεθα ὡς βαρυνόμενα, ὧν καὶ αἱ γενικαὶ δυϊκαὶ ἐβαρύνθησαν. ἀπὸ δὲ τῶν ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ συναλοιφὴ παρακολουθήσῃ, καὶ αὗται περισπῶνται, σκελέοιν σκελοῖν, Δημοσθενέοιν Δημοσθενοῖν. κἀνταῦθα γυναικοῖν καὶ θυγατροῖν σημειούσθωσαν παραλόγως περισπασθεῖσαι. Περὶ κλητικῆς.
Πᾶσα κλητικὴ δυϊκὴ καὶ πληθυντικὴ ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ. Περὶ τόνου τῆς πληθυντικῆς εὐθείας.
Πᾶσα εὐθεῖα πληθυντικὴ ἀρσενική τε καὶ θηλυκὴ εἰς ες λήγει ἢ εἰς οι ἢ εἰς αι ἢ κατὰ συναίρεσιν εἰς εις.
Αἱ μὲν οὖν εἰς ες λήγουσαι οὐδέποτε ὀξύνονται, Πάριδες, μῆνες, Αἴαντες· χωρὶς εἰ μὴ ἐκ πάθους εἶεν διὰ τὸ βιοπλανές οἵ τε βιοπλανὲς ἀγρὸν ἐπʼ ἀγροῦ φοιτῶσιν· καὶ τὸ ἐπιτηδές εἰς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν. ἔχουσι δὲ τῶν δυϊκῶν εὐθειῶν τὸν τόνον, Πάριδε Πάριδες, τίνε τίνες, Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, γυναῖκε γυναῖκες, μητέρε μητέρες, εἰνατέρε εἰνατέρες.
Αἱ δὲ εἰς οι τῇ ἑνικῇ ἀκολουθοῦσι εὐθείᾳ καὶ αὐτῆς ἔχουσι τὸν τόνον, ἄνθρωπος ἄνθρωποι, πλησίος πλησίοι, ἱστός ἱστοί. ἔνθεν ἀπὸ μὲν τοῦ ὁ χρυσός οἱ χρυσοί ὀξύνεται, ἀπὸ δὲ τοῦ ὁ χρυσοῦς οἱ χρουσοῖ περισπᾶται, καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίως.
Αἱ δὲ εἰς αι μονογενεῖς μὲν οὖσαι ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχουσι τὸν τόνον τῇ εὐθείᾳ, Μήδεια Μήδειαι, μοῦσα μοῦσαι, ἄελλα ἄελλαι, τοξότης τοξόται, κοχλίας κοχλίαι, Αἰνείας Αἰνεῖαι, Ἀτρείδης Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. ἡ γὰρ αι ἀντὶ κοινῆς λαμβάνεται. οὐδὲ ὄντως οὖν Ἀττικοὶ τὸ αἴτιαι, ἥμεραι, εὐπράξιαι, τιμώριαι προπαροξύνουσι οὐδὲ τὸ τραγῴδιαι, κωμῴδιαι.
Αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν παρεσχηματισμέναι ἀρσενικοῖς, ἐὰν μὲν ὦσιν ἀπὸ τῶν εἰς ος, τῷ τόνῳ τοῦ ἀρσενικοῦ ἀκολουθοῦσι, τουτέστι τῆς εὐθείας τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, οἷον ποικίλοι ποικίλαι, ἐναντίοι ἐναντίαι, σοφοί σοφαί, καλοί καλαί, λίθινοι λίθιναι, δρύινοι δρύιναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, δίκαιοι δίκαιαι, ὅσιοι ὅσιαι, Λύκιοι Λύκιαι τὸ τριγενές. Λυκίαι δὲ τὸ μονογενὲς πρὸς τὸ Λυκία· ἥμεροι ἥμεραι, ἡμέραι δὲ τὸ μονογενές. Ἐὰν δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος, τοῖς ἑνικοῖς ἑαυτῶν ἀκολουθοῦσι κατὰ τὸν τόνον οἷον Θρῇσσα Θρῇσσαι, θῆσσα θῆσσαι ἡ μισθῷ δουλεύουσα, τύπτουσα τύπτουσαι, χαρίεσσα χαρίεσσαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦσι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή.
Αἱ εἰς εις ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοσθένης Δημοσθένεις, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περισπωμένων περισπῶνται, εὐγενής εὐγενεῖς, Ἡρακλῆς Ἡρακλεῖς. τῶν δὲ τοιούτων Ἀθηναῖοι τὴν συναίρεσιν ποιοῦνται διὰ τοῦ η καὶ ὁμοίως περισπῶσιν, ἱππῆς ἐκ τοῦ ἱππέες, βασιλέες βασιλῆς.
Οἱ ἥρωες ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν» ἀντὶ τοῦ ἥρωες.
Αἱ εἰς ους ἀπὸ συγκριτικῶν ἐνδείᾳ τοῦ ν καὶ κράσει τῶν φωνηέντων γενόμενα παροξύνονται οἷον μείζονες μείζους, βελτίονες βελτίους καὶ τὰ ὅμοια.
Τὰ Ἀττικὰ εἰς ω καὶ εἰς ι λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεως οἱ εὔγεῳ, ὁ Μενέλεως οἱ Μενέλεῳ, ὁ νεώς οἱ νεῴ, ὁ λεώς οἱ λεῴ.
Πᾶσα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματος ἐντελὴς εἰς α λήγει καὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνως, κανοῦν δὲ κανᾶ προπερισπωμένως διὰ τὴν συναίρεσιν. αἱ δὲ εἰς η ἐκ συναιρέσεώς εἰσι καὶ πρὸς τὴν συναίρεσιν τὸν τόνον ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται. τὰ εὐσεβέα δὲ τὰ εὐσεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συναιρεῖται. Περὶ τόνου τῆς πληθυντικῆς γενικῆς.
Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ περισπωμένων ὀνομάτων, εἰ μὲν ἰσοσυλλάβως κλίνοιντο, πάντως περισπῶνται, καλός καλοῦ καλῶν, ψυχή ψυχῆς ψυχῶν, λουτρόν λουτροῦ λουτρῶν, ἀλλὰ καὶ Ἑρμῆς Ἑρμοῦ Ἑρμῶν, χρυσοῦς χρυσοῦ χρυσῶν. εἰ δὲ περιττοσυλλάβως, ἐντελεῖς μὲν οὖσαι παροξύνονται, εὐσεβής εὐσεβέος εὐσεβέων, Ἡρακλῆς Ἡρακλέος Ἡρακλέων· συνῃρημέναι δὲ περισπῶνται, εὐσεβοῦς εὐσεβῶν, εὐγενοῦς εὐγενῶν, Ἡρακλοῦς Ἡρακλῶν.
Αἱ δὲ εἰς οι λήγουσαι πληθυντικαὶ εὐθεῖαι βαρύτονοι βαρύνουσι καὶ τὰς ἰδίας γενικάς, φίλοι φίλων, ἥμεροι ἡμέρων· αἱ δὲ ὀξύτονοι ἢ περισπώμεναι περισπῶνται, καλοί καλῶν, σοφοί σοφῶν, χρυσοῖ χρυσῶν, χαλκοῖ χαλκῶν.
Αἱ δὲ εἰς αι εὐθεῖαι πληθυντικαὶ μονογενεῖς περισπῶσι τὰς ἰδίας γενικάς, Μήδειαι Μηδειῶν, Αἰνεῖαι Αἰνειῶν. σεσημείωνται βαρυνόμενα τέσσαρα, χλοῦναι χλούνων, ἐτησίαι ἐτησίων, ἀφύαι ἀφύων, χρῆσται χρήστων διὰ τὸ μὴ συμπεσεῖν τῷ χρηστός χρηστοί χρηστῶν. τὸ ἀφύαι πάλιν βαρέως, ἵνα μὴ συνεμπέσῃ τῷ ἀφυεῖς τῶν ἀφυῶν.
Αἱ εἰς αι λήγουσαι εὐθεῖαι θηλυκαὶ πληθυντικαὶ παρεσχηματισμέναι ἀρσενικοῖς, εἰ μὲν ἔχοιεν τὴν πληθυντικὴν ὁμόφωνον τῇ τοῦ ἀρσενικοῦ γενικῇ, πάντως καὶ ὁμότονον ἔχουσιν· ὡς γὰρ οἱ φίλοι τῶν φίλων, οὕτως καὶ αἱ φίλαι τῶν φίλων, καὶ ὡς οἱ καλοί τῶν καλῶν περισπᾶται, οὕτως καὶ αἱ καλαί τῶν καλῶν περισπᾶται. εἰ μέντοι μὴ ὁμοφωνοῖεν αἱ γενικαί, πάντως τὸ θηλυκὸν περισπᾶται, οἱ τάλανες τῶν ταλάνων βαρυτόνως, αἱ τάλαιναι τῶν ταλαινῶν περισπωμένως. καὶ ταχέες μέντοι ταχέων βαρυτόνως, ταχεῖαι δὲ ταχειῶν περισπωμένως. τὸ αὐτὸ καὶ ἐπὶ μετοχῶν, οἱ τυπτόμενοι τῶν τυπτομένων, ἀλλὰ καὶ τυπτόμεναι τῶν τυπτομένων βαρυτόνως. ἐπὶ δὲ τοῦ ποιοῦντες καὶ ποιοῦσαι οὐκέτι· ποιούντων μὲν γὰρ τὸ ἀρσενικὸν βαρυτόνως, ποιοῦσαι δὲ ποιουσῶν περισπωμένως. —ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰς αν, περισπᾶται, κυανεᾶν, ἀμφοτερᾶν. —ἐντεῦθεν τὸ Ῥοδίαι καὶ Σαμίαι καὶ τὰ τοιαῦτα, εἰ μὲν ἐθνικὰ εἴη, συμβαρύνει ταῖς ἀρσενικαῖς τὰς γενικάς· εἰ δὲ κύρια—ἐνδέχεται γὰρ Ῥοδίαν τινὰ καλεῖσθαι καὶ Σαμίαν—τότε περισπῶσι τὰς γενικάς, Ῥοδιῶν καὶ Σαμιῶν. διὰ τοῦτο ἡμέραι μὲν ἐπὶ τοῦ χρόνου ἡμερῶν, ἥμεραι δὲ ἡμέρων ἐπιθετικῶς βαρυτόνως, ἐπεὶ καὶ οἱ ἥμεροι τῶν ἡμέρων. τὸ πόρναι πορνῶν καὶ πέτραι πετρῶν καὶ χῶραι χωρῶν, βάκχαι βακχῶν, ὄχθαι ὀχθῶν, χῆραι χηρῶν, κοῦραι κουρῶν, παιδίσκαι παιδισκῶν «τῶν παιδισκῶν τινι δοὺς» παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περισπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦσαν τῷ ἀρσενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἐπεὶ μὴ ἐκ τῶν ἀρσενικῶν τὰ θηλυκὰ παρεσχημάτισται, ἀλλʼ ἔστιν ἡ πρώτη τούτων θέσις ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡς μονογενὲς περιεσπάσθη. τὰ δὲ ἀρσενικὰ ποιητικώτερον κατὰ τὸ γένος τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦσι τὰς γενικὰς ταῖς ἰδίαις εὐθείαις ἀκολοθοῦντα. τὸ μέσαι μεσῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περισπῶμεν. κύρια γάρ εἰσιν αὐτῶν ὀνόματα καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρσενικά «κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων». τὸ χιλιῶν παρʼ Ἀθηναίοις παραλόγως περισπᾶται.
Ἐὰν δὲ εὑρεθῶσιν ὁμοφωνοῦσαι ἀπὸ τῶν εἰς ες πληθυντικῶν εὐθειῶν θηλυκῶν γενικαὶ γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖς. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρσενικὸν εἰς αι τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰς ες, ἡ μὲν τοῦ ἀρσενικοῦ περισπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδες μέντοι τῶν Δαναΐδων βαρυτόνως, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περισπωμένως· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδες δὲ τῶν Τανταλίδων, αἱ Ἡλιάδες τῶν Ἡλιάδων, αἱ Πριαμίδες τῶν Πριαμίδων βαρυτόνως.
Πᾶσα εὐθεῖα δισύλλαβος εἰς ες λήγουσα πληθυντικὴ δηλονότι περισπᾶται τὴν ἰδίαν γενικήν, μῆνες μηνῶν, ἄνδρες ἀνδρῶν, θῶπες θωπῶν, φῶτες φωτῶν, χῆνες χηνῶν, χεῖρες χειρῶν καὶ τὰ ἄλλα ὁμοίως, ἐννέα σεσημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυσματικῶς, πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου, ἐκεῖνο γὰρ περισπᾶται. Τρῶες Τρώων, δμῶες δμώων, ἵνα ἐκφύγωσι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰς εὐθείας, καὶ διὰ τοῦτο περισπῶνται τὰς γενικάς. θῶες θώων διὰ τὸ θῳή, ὃ σημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδες παίδων, οὐ πρὸς διαστολήν, ὥς τινες ἐνόμισαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεσμῶν. ἡ γὰρ γραφὴ τὴν διαστολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεσμῶν διὰ τοῦ ε, ἐκεῖνο δὲ διὰ τῆς αι διφθόγγου· ἀλλʼ ἴσως ἐπειδὴ ὡς ἀπὸ ἐντελεστέρου τοῦ πάις γέγονεν, ὡς μὴ εἶναι φύσει δισύλλαβον. ἔτι ἐστὶ πάντες πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντος, ὥς τινές φασιν, ἀφαιρέσει τοῦ α γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ παντί βαρύνεσθαι, ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα· ἀλλʼ ὅτι μετοχῆς εἴληφεν ἀναλογίαν, ὡς ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶσι βεβαρυτόνηται, ὡς στᾶσι δοῦσιν. ἔτι δᾷδες δᾴδων· δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές. ἔτι λᾶες λάων. τὸ γὰρ ἐντελὲς ἀπὸ τοῦ λᾶας λάαες λαάων πάλιν τρισύλλαβον. ἔνατόν ἐστι τὸ κρᾶτες κράτων «κράτων τυπτομένων» ἴσως ἀπὸ τοῦ κράατες κραάτων ἐντελεστέρου. Χωρὶς δὲ τούτων ἐστὶ καὶ ἕτερα· σέες σέων ἐπὶ τῶν σκωλήκων ὡς παρʼ Ἀριστοφάνει «ὑπὸ τῶν σέων καταπονούμενον» καὶ φῴδων, ὡς παρʼ Ἀριστοφάνει «πλὴν φῴδων ἐκ βαλανείου», οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡς στάντες στάντων, βάντες βάντων, δόντες δόντων. Φασὶ δέ τινες ἀπολογούμενοι περὶ ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς ς λήγοντα μονοσύλλαβα κατὰ τὴν γενικὴν περιττοσύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμφώνων κλίνωνται, περισπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ος κλιθῶσι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων. τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐδων. τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθαροῦ τοῦ ος κλίνωνται, περισπῶσι τὰς γενικὰς πληθυντικάς, μῦς μυός μύες μυῶν, βοῦς βοός βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμφώνου, βαρύνονται, παῖς παιδός παῖδες παίδων, πάντες πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶς λέγουσιν οἱ οὕτως ἀπολογησάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν σεσημειωμένων πλέκουσι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοις τὸ κίς κιός καὶ λίς λιός· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται καὶ ὅμως οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν, ἀλλὰ περισπῶνται. κιῶν γὰρ καὶ λιῶν περισπωμένως.
Αἱ εἰς ες ὑπὲρ δύο συλλαβὰς εὐθεῖαι βαρύνουσι τὰς γενικάς, Αἴαντες Αἰάντων, ἑβδομάδες ἑβδομάδων, εὐσεβέες εὐσεβέων, στάχυες σταχύων, ὀσφύες ὀσφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πελέκεων καὶ τὰ τούτοις παραπλήσια πρὸ μιᾶς ἔχειν τὸν τόνον. ἀλλʼ Ἀττικούς φασι προπαροξύνειν ταῦτα, ἅπερ ἐστὶν ἀπὸ τῶν εἰς ις εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰς υς, τό τε πήχεων καὶ πελέκεων. σεσημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περισπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνικῆς καὶ τὰ παρʼ Ἀθηναίοις ἀριθμητικὰ τὸ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρʼ αὐτοῖς περισπῶνται, παρʼ ἡμῖν δὲ βαρύνονται.
Αἱ δὲ εἰς εις εὐθεῖαι συνῃρημέναι εἰσὶ καὶ περισπῶσι τὰς ἰδίας γενικάς, ὡς ἤδη εἴπομεν, Σωκράτεις Σωκρατῶν, Δημοσθένεις Δημοσθενῶν, εὐσεβεῖς εὐσεβῶν. τὸ δυσώδων καὶ εὐώδων καὶ νοσώδων τῷ λόγῳ μὲν περισπασθήσονται, ὁ δὲ Ἀρίσταρχος ταύτας καὶ τὰς ὁμοίας βαρύνει ἐκ τοῦ οἴεσθαι τὰς ἐντελεῖς γενικὰς αὐτῶν προπαροξύνεσθαι, εὐώδεων ὡς πόλεων. οὐκ εὐλόγως· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς ις ὑπάρχουσιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰς υς πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶσαι βαρύτονοι οὖσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὡς πρόκειται. παραλόγως οὖν Ἀρίσταρχος βαρύνει καὶ ἐπείσθη ἡ παράδοσις. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν, οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ αὐθάδων καὶ τὸ συνήθων καὶ κακοήθων βαρύνεται ὥσπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα.
Αἱ εἰς α λήγουσαι εὐθεῖαι πληθυντικαὶ οὐδετέρων ὀνομάτων, εἰ μὲν ὀξύνοιντο ἢ περισπῷντο, πάντως τὴν πληθυντικὴν γενικὴν περισπῶσι, πυρά πυρῶν, σφυρά σφυρῶν, καλά καλῶν, ἀλλὰ καὶ κανᾶ περισπωμένως κανῶν, ὀστᾶ ὀστῶν, χρυσᾶ χρυσῶν· εἰ μέντοι βαρύνοιντο, συμβαρύνουσι καὶ τὰς γενικάς, φίλα φίλων, ξύλα ξύλων, φῶτα φώτων, ὦτα ὤτων. εἰ δὲ ἀπὸ περισσοσυλλάβων συναλοιφὴ παρακολουθήσειε, ἡ γενικὴ πάντως περισπᾶται, τειχέων τειχῶν, βελέων βελῶν, κρεάων κρεῶν. σεσημείωται τὸ φρητῶν. ἔστι γὰρ φρέατα καὶ γίνεται κατὰ κρᾶσιν φρῆτα τοῦ ε καὶ α εἰς η κραθέντος. καὶ τούτου βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γενικὴ τῶν πληθυντικῶν βαρύνεσθαι καὶ εἶναι φρήτων βαρυτόνως ὥσπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων. ὅμως δὲ περισπῶσιν αὐτὸ οἷον φρητῶν ὁμοτόνως τῇ Κρητῶν καὶ σητῶν καὶ θητῶν γενικῇ. Περὶ τόνου τῆς δοτικῆς πληθυντικῆς.
Περὶ μὲν τῶν εἰς ι ἐκφωνούμενον δοτικῶν πληθυντικῶν εἴπομεν ἐν τοῖς ἑνικοῖς, νῦν δὲ περὶ τῶν λοιπῶν ἐροῦμεν.
Αἱ εἰς αις καὶ εἰς οις ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εὐθειῶν οὖσαι περισπῶνται, ἀθληταί ἀθληταῖς, καλοί καλοῖς, σοφοί σοφοῖς, ἀλλὰ καὶ οἱ Ἑρμαῖ τοῖς Ἑρμαῖς, αἱ χρυσαῖ ταῖς χρυσαῖς. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, φίλοι φίλοις, ἵπποι ἵπποις, Μήδειαι Μηδείαις, τάλαιναι ταλαίναις, ξύλα ξύλοις. Περὶ τῶν Ἀττικῶν, ὅτι τὸν τόνον τῆς κοινῆς εὐθείας ἔχει πᾶσα πτῶσις Ἀττική, εἴπομεν ἤδη· διὰ τοῦτο τοῖς Μενέλεῳς προπαροξύνομεν, ἐπεὶ καὶ ὁ Μενέλαος, τοῖς δὲ λεῴς ὀξύνομεν, ἐπεὶ καὶ ὁ λαός. Περὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς.
Πᾶσα αἰτιατικὴ πληθυντικὴ ὁμοφωνοῦσα τῇ πληθυντικῇ εὐθείᾳ καὶ ὁμοτονεῖ ταύτῃ, οἱ ταχεῖς τοὺς ταχεῖς, οἱ Δημοσθένεις τοὺς Δημοσθένεις, οἱ βελτίους τοὺς βελτίους, οἱ ἰχθῦς περισπωμένως καὶ τοὺς ἰχθῦς, ὁμοίως αἱ κλιτῦς τὰς κλιτῦς, οἱ βασιλῆς τοὺς βασιλῆς οἷον «τούς τε διστάρχας ὤλεσας βασιλῆς» παρὰ τῷ Σοφοκλεῖ.
Αἱ εἰς ας λήγουσαι, συνεσταλμένον ἔχουσαι τὸ α, ὁμότονοί εἰσι ταῖς πληθυντικαῖς εὐθείαις, Αἴαντες Αἴαντας, Πάριδες Πάριδας, ταχέες ταχέας, αἱ ἐκτεταμένον ἔχουσαι τὸ α ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδειαι Μηδείας, τάλαιναι ταλαίνας· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάς, ταφαί ταφάς. ἀπὸ δὲ περισπωμένων περισπῶνται, διπλαῖ διπλᾶς, συκαῖ συκᾶς, γαλαῖ γαλᾶς· μακρὸν δὲ ἔχουσι τὸ α ὅσαι εἰσὶν ἀπὸ τῶν εἰς αι εὐθειῶν, ὡς αἱ προκείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰς ες, ὧν πάλιν κεῖται τὰ ὑποδείγματα.
Αἱ εἰς ους αἰτιατικαὶ πάλιν ταῖς εὐθείαις ἀκολουθοῦσι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλους, καλοί καλούς ὀξυτόνως καὶ ἀργυροῖ ἀργυροῦς περισπωμένως.
Τὰ Ἀττικὰ ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν πληθυντικῶν οἷον οἱ εὔγεῳ τοὺς εὔγεως, οἱ Μενέλεῳ τοὺς Μενέλεως, οἱ νεῴ τοὺς νεώς, οἱ λεῴ τοὺς λεώς.
Τὸ Ἐρετριέας Ἐρετριᾶς καὶ ἁλιέας ἁλιᾶς κατὰ συναίρεσιν περισπῶνται παρʼ Ἀθηναίοις. Τὰ περὶ τόνου τῶν κατὰ θέμα ἀριθμῶν ἐκλέλοιπεν.