Part of On Universal Prosody

ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιδʹ.

Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον μακροκατάληκτον, εἴτε ἀπαθὲς εἴη εἴτε πεπονθός, περισπᾶται καὶ ἔστι τὰ μονοσύλλαβα τῶν στοιχείων ὀνόματα εἶ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, φῖ, χῖ, ψῖ, ὦ. —πᾶν ἀπὸ τοῦ πᾶς καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος καὶ κρῖ, σταῖς, στῆρ τὸ στέαρ, οὖς, ὦς, φῶς, πῦρ, σκῶρ· τοῦτο δέ φασι Δωριεῖς ὀξύνειν· τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται, ἕν, τίς τί.

Πᾶν ὄνομα μονοσύλλαβον εἰς ν λῆγον ἀρσενικὸν καὶ θηλυκὸν ὀξύνεται, Πάν ὁ δαίμων, Δάν· οὕτως εἴρηται ὑπὸ Βοιωτῶν ὁ Ζεύς, Ζάν· οὕτω γὰρ εἴρηται ὁ θεὸς ὑπὸ τῶν μεταγενεστέρων Αἰολέων· καὶ ἔτι οἱ μεταγενέστεροι Ἴωνες διὰ τοῦ α Ζάν ὁμοίως τῷ Λυκᾶνι «κλῦθί μοι Ζανός τε κούρη Ζανί τʼ ἐλευθερίῳ». Ζήν ὁ Ζεύς καὶ Δήν, μήν, σπλήν, σφήν, ψήν ἀρσενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής «ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ» καὶ «αἰετὸς ἀργὴν χῆνα φέρων», ἀρσενικὸν δὲ οὕτως «χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν—ἐξ ὕδατος», εἶτα ἐπιφέρει ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. λέγεται δὲ καὶ Χήν πόλις Λακωνικῆς θηλυκῶς. καὶ τὸ μὲν χήν ἐν κοινότητι. ᾯ ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος «αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν». τὸ δὲ φρήν μόνως θηλυκὸν πεπλάνηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα, φρενός γάρ, τῶν ἄλλων φυλασσόντων τὸ η. οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν.» οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ «καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν». χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς ων μονοσυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφʼ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ Θῶν Θῶντος ἐκ πάντων τῶν μονοσυλλάβων μόνον περισπᾶται μιμησάμενον κατὰ τὴν κλίσιν τὴν σμῶντος, κλῶντος, δρῶντος μετοχήν.

Τὰ εἰς ιν μονοσύλλαβα δικατάληκτα ὀξύνεται, ἴν ἴς, ῥίν ῥίς, θίν θίς.

Εἰς υν μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν συλλαβήν ἐστιν· διὸ τὴν κυνός γενικὴν ἀπὸ τῆς κύονος συνεκκεκόφθαι φαμέν, ὡς καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον.

Τὰ εἰς αξ μονοσύλλαβα ὀξύνεται, σπάξ· οὕτως ὁ κύων παρὰ Πέρσαις, πλάξ, γλάξ βοτάνη γαλακτοποιός, ῥάξ· ἔστι δὲ καὶ Ῥάξ νῆσος Λυκίας. Πράξ Ἀχιλλέως ἀπόγονος, ὃς ἐξ Ἠπείρου μὲν ὥρμησε, ᾤκησε δὲ ἐν τῇ Λακωνικῇ, ἀφʼ οὗ Πρᾶκες ἔθνος. ὡσαύτως δὲ καὶ τὰ μετὰ συμφώνου ὀξύνεται στράγξ καὶ σάρξ.

Τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει βραχέων, σπάνια ὄντα καὶ ἱστορίας ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνος, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ.

Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει μακρῶν ὀξύνεται, σφήξ· Σφῆκες δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦντες. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ γ κλίνεται, ὤλξ· τὸ δὲ βῶξ μόνον ἐκ πάντων περισπᾶται, ἐπεὶ τούτου ἐντελέστερον τὸ βόαξ, ὡς Ἀριστοφάνης ἀλλʼ ἔχουσα γαστέρα μεστὴν βοάκων καὶ Φερεκράτης εἰπὼν τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθῦν γέ φασι τὸ παράπαν ἐπιφέρει νὴ τὼ θεώ κοὐκ ἔστιν ἰχθῦς ἄλλος ἢ βόαξ. Ἀριστοτέλης δὲ ὅτι μόνος τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτως ὠνόμασται.

Τὰ εἰς ιξ μονοσύλλαβα ὀξύνεται, στίξ ἡ τάξις, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ … «οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες» ἀπὸ Βρίγου τοῦ κατοικήσαντος ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐσθίον τὰς ἀμπέλους, Φίξ, Σφίξ, στρίξ καὶ στρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ λ γράφουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν.

Τὰ εἰς υξ μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, νύξ, στρύξ, πνύξ τὸ παρʼ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰς ξ πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνός «τῆς πυκνὸς τὰς ἡνίας» «τοῦ λίθου τοῦν τῇ πυκνί» καὶ «πύκνα». κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος.

Τὰ εἰς αιξ μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρʼ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν· εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντες. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ συνήθει χρήσει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περισπῶσι, καὶ τὸ Θρᾷξ, ὅπερ οὐδὲ ἐκφωνεῖ τὸ ι. τοῦτο δὲ περισπᾶται, ἐπεὶ καὶ ἐντελέστερον αὐτοῦ τὸ Θράιξ δισύλλαβον «Θρήικας» καὶ «Θρήικες οἵδʼ ἀπάνευθε νεήλυδες» καὶ «Θρηΐκιον».

Τὰ εἰς αυξ μονοσύλλαβά εἰσι δύο μόνα, τὸ Ταῦξ, ἱστορεῖται οὗτος ποταμὸς περὶ Σικελίαν, καὶ τοῦτο περισπᾶται, καὶ τὸ γλαύξ, ὃ παρʼ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ Ἀθηναίοις καὶ τοῦτό τινες περισπῶσιν.

Οὐδὲν εἰς οιξ λήγει ὄνομα πλὴν μόνον ἡ προίξ καὶ ὀξύνεται.

Πᾶν τοίνυν εἰς ξ μονοσύλλαβον κοινολεκτούμενον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ.

Τὰ εἰς ρ ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύνεται. Πάρ· τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήσαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. Κάρ· ἔστι δὲ ἔθνος ὁμονύμως τῷ κτίστῃ. Μάρ ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ. ψάρ· ἔστι δὲ εἶδος ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ α εὑρίσκεται καὶ διὰ τοῦ η οἷον «κολοιούς τε ψῆράς τε» καὶ «ψαρῶν νέφος ἔρχεται». Σήρ ἔθνος Ἰνδικόν, ὅθεν σηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ «Τρήρεας ἄνδρας ἄγων». Θεόπομπος Θρᾶρας αὐτοὺς καλεῖ. Ἀρριανὸς δὲ ἐν Βιθυνιακοῖς Τρίηρας. θήρ, φήρ ὁ κένταυρος «φηρσὶν ὀρεσκῴοις» καὶ κήρ τὸ θηλυκὸν ἡ θανατηφόρος μοῖρα «μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι» καὶ κατὰ ποιητικὴν συστολὴν τοῦ η εἰς α «τίω δέ μιν ἐν καρὸς αἴσῃ», ἤρ ἐπὶ τῆς ἐπικουρίας· καὶ ὀξύνεται ἡ γενικὴ ἠρός καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπιῆρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. —Τὰ εἰς ειρ λήγοντα μονοσύλλαβα τρία μόνα εἰσίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρσενικὰ τὸ Εἴρ· ἔστι δὲ ὄνομα ποταμοῦ, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν Γεωγραφουμένοις καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸς τοῦ Ἐνδυμίωνος διὰ τοῦ ι γράφεται, παρὰ δὲ τοῦτο τὸ ὄρος Καρίας καὶ οἱ κατοικοῦντες Φθῖρες «Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον». ὁμοίως καὶ τὸ Σίρ ἔθνος Θρᾴκης ὑπὲρ τοὺς Βυζαντίους. —φώρ ὁ κλέπτης, Νώρ ὄνομα ἔθνους. Σώρ. τὸ δὲ ὦρ περισπᾶται· ἔστι δὲ μόνον θηλυκὸν εἰς ωρ ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὥσπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ «ἀμύνεμεν ὤρεσιν». τὸ μέντοι πῦρ, ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο· «τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύιρ», στῆρ, κῆρ τὸ κέαρ, σκῶρ ἡ κόπρος ὡς οὐδέτερα περισπᾶται. ὡσαύτως καὶ βλῆρ Αἰολικῶς τὸ δέλεαρ. οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας βελφῖνάς φασι καὶ τοὺς Δελφούς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦσι. τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλʼ ἱστορίας ἐχόμενον, ἄλλως τε οὐδʼ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.

Τὰ εἰς ας μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιοῦσι, περισπῶνται, ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶς τοῦ Χνᾶ· οὕτως δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται. Δᾶς· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶς· ἱστορεῖται δὲ οὗτος βασιλεὺς Πόντου. Λᾶς· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν σημαίνει· πᾶς πᾶ ὁ πατήρ· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μονογενῆ ὄντα, ὀξύνεται, Πράς Πράντος ὄνομα πόλεως Περραιβικῆς καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνως, εἰ καὶ ἐν τῷ Ὀνοματικῷ εἶπον αὐτὸ περισπᾶσθαι, Ζάς Ζάντος ὁ Ζεύς, Φθάς κύριον, κράς ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ τ ἐκλίθη, τῶν ἄλλων μονοσυλλάβων ὀξυτόνων μετοχικῶς κατὰ τὸ φάς φάντος διὰ τοῦ ντ κλινομένων. ἔχομεν δὲ χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως «χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέρεται κράς». τὸ μέντοι πᾶς παντός τριγενές. τὸ δὲ δᾴς δᾳδός τοῦ ι προσγεγραμμένου ὀξύνεται ὡς ἐκ τοῦ δαΐς ὀξυνομένου συναιρεθέν.

Τὸ ναῦς ὃ καὶ νᾶς, καὶ γραῦς καὶ βαῦς μόνως θηλυκὰ περισπᾶται καὶ τὰ εἰς αις μονοσύλλαβα, παῖς κοινὸν κατὰ γένος· ἔστι δὲ ἀπὸ τοῦ πάις· σταῖς οὐδέτερον. τὸ δὲ δαίς ἡ εὐωχία θηλυκὸν ὀξύνεται.

Τὰ εἰς εἰς μονογενῆ ὀξύνονται, δείς ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆς οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς μηδείς. μείς Αἰολικῶς ὁ μήν, κτείς καὶ κλείς θηλυκόν. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές. τὰ γὰρ εἰς εις λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον χαρίεις χαρίεν, δαφνήεις δαφνῆεν, αὐδήεις αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἷς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. πρόσκειται «ὀνόματα» διὰ τὰς μετοχὰς οἷον διὰ τὸ τυφθείς τοῦ τυφθέντος, δαρείς δαρέντος, νυγείς νυγέντος. ταῦτα γὰρ ὀξύνονται. πρόσκειται «κοινολεκτούμενα», ἐπεὶ τὸ εὐσεβής καὶ εὐγενής οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται. πρόσκειται «ἔχοντα οὐδετέρου παρασχηματισμόν» διὰ τὸ κτείς κτενός. τοῦτο γὰρ ὀξύνεται, ἀλλʼ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. τὸ οὖν εἷς ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεσθαι· ἀλλʼ οὐδὲ βαρύνεσθαι δύναται, ἐπεὶ μονοσύλλαβόν ἐστι, τὰ δὲ μονοσύλλαβα οὐδέποτε βαρύνονται, ἀλλʼ ἢ ὀξύνονται οἷον Κρής Τρώς πούς τίς νύξ φλόξ ἢ περισπῶνται οἷον βοῦς νοῦς παῖς γραῦς πᾶς. μὴ δυνάμενον οὖν τὸ εἷς μήτε ὀξύνεσθαι ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν μήτε βαρύνεσθαι ὡς μονοσύλλαβον ἐξ ἀνάγκης περιεσπάσθη. Ἀμέλει ὅταν πλεονάσῃ τὸ ε καὶ ὑπερβῇ τὴν μονοσυλλαβίαν βαρύνεται οἷον ἕεις ὡς παρὰ τῷ Ἡσιόδῳ «κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ».

Τὰ εἰς οις περισπᾶται· ἔστι δὲ δύο μόνα τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς συναιρεθέντα ἐκ δισυλλάβων τὸ ὄις καὶ φθόις.

Τὰ εἰς ευς μονοσύλλαβα ὀξύνεται, Ζεύς, Φλεύς ἐπὶ τοῦ Διονύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρομεν, Νεύς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, θεύς ἐκ συναλοιφῆς γενόμενον, Δεύς ὑπὸ Βοιωτῶν ὁ Ζεύς, σεύς ἀπὸ ἀναλογίας πλασσόμενον, Δνεύς ἐθνικὸν «μὴ Δνεὺς χίμαιραν, ἄγριον ὀφλήσεις». τὸ μέντοι νεῦς ἡ ναῦς περισπᾶται ὥσπερ καὶ τὸ γρεῦς.

Τὰ εἰς ους μονοσύλλαβα, εἴτε ἀπαθῆ εἴτε συνῃρημένα, περισπᾶται, βοῦς, πλοῦς, ῥοῦς, φλοῦς, χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς παρὰ Σοφοκλεῖ, κνοῦς, θροῦς, νοῦς, σοῦς, χροῦς πολὺ παρὰ τοῖς Ἴωσι, χοῦς καὶ Χοῦς ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ «εἰς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δʼ αὐτῶν Χοῖ» καὶ πάλιν «μέχρι μὲν τούτων Χοῖ» καὶ πάλιν «Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες». καὶ τὸ οὖς οὐδέτερον. τοῦτο δὲ οὕτως ἐγένετο· παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον· κλίνεται οὔατος ὡς δέρας δέρατος. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κατὰ κρᾶσιν οὖς καὶ κατὰ Δωριεῖς ὦς. σημειωτέον τὸ πούς ὀξυνόμενον. μετοχῆς γὰρ ἐδέξατο τόνον. καὶ γὰρ τὸ δούς ὀξύνεται.

Τὰ εἰς ης κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα, μήν μής, δαίς δής, παῖς πῆς, εἷς ἧς. παρὰ γὰρ Ῥίνθωνι «οὐδʼ ἧς κύων».

Τὰ εἰς ης μονοσύλλαβα τυχόντα φυσικῆς καταλήξεως ἢ ὀξύνεται ἢ περισπᾶται· καὶ ὀξύνεται μὲν τὰ περιττοσυλλάβως κλινόμενα, Κρής ὁ Διὸς καὶ Ἰδαίας νύμφης παῖς καὶ ὁ πολίτης, σής ὁ σκώληξ καὶ ποταμοῦ ὄνομα, Γνής ἔθνος οἰκῆσαν τὴν Ῥόδον· ἔνθεν ἴγνητες οἱ ἰθαγενεῖς· λέγεται γὰρ καὶ μετὰ τοῦ ι ἴγνητες. Φρής ἔθνος Λιβυκόν, Γλής ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας. Ἡρόδωρος δεκάτῳ τῶν καθʼ Ἡρακλέα ἱστοριῶν «τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκέοντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται, ἀπʼ ἐκείνων δὲ ἤδη πρὸς βορέην ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός». Τλής ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος τεσσαρακοστῷ πέμπτῳ. Κλής ἐπὶ τοῦ ποταμοῦ, Ζής παρὰ Φερεκύδει κατὰ κίνησιν ἰδίαν, θής ὁ μίσθιος, βλής «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας». περισπᾶται δὲ τὰ ἰσοσύλλαβα Δρῆς Τρῆς κύρια. ὡς δέ τινες βούλονται, καὶ τὸ Ζῆς.

Τὰ εἰς ις μονοσύλλαβα φύσει εἰς ς λήγοντα ὀξύνεται ὁμοίως τοῖς εἰς ιν τροπὴν τοῦ ν εἰς ς ἀναδεξαμένοις οἷον ἴν ἴς, ῥίν ῥίς. εἰσὶ δὲ σπάνια. Ἴς πόλις Περσική. Ἡρόδοτος πρώτῃ … · ἔνθα καὶ ποταμὸς Ἴς οὕτω καὶ Σκύμνος ἐν τῷ ιʹ τῆς Ἀσίας περίπλῳ παρέθετο· «ἔχεται Κελένδερις πόλις Σαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρης καὶ ἄλσος· Ἲς ποταμὸς παρὰ θάλασσαν ἔξεισιν». Ἔστιν Ἴς τῆς Ἰταλίας, ὡς Πάρθαξ ἐν τῷ βʹ τῶν Ἰταλικῶν. «Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Ποσειδωνίαν ὁ Ἡρακλῆς. ἔστι δὲ ποταμὸς Ἲς καλούμενος μέγας». Θίς πόλις Αἰγυπτία πλησίον Ἀβύδου. Φθίς· Φθῖες γὰρ καὶ Φθῖοι οἱ Φθιῶται. κίς ὁ σκώληξ. λίς ὁ λέων. τοῦτο δὲ ὁ μὲν Ἀρίσταρχος ὀξύνει· ὁ δὲ Αἰσχρίων περισπᾷ, ὡς γὰρ παρὰ τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν, οὕτω καὶ λῖς λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων». καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶς πέτρη». τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοιγε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχος. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. τίς, ὅπερ συστέλλει τὸ ι, Δίς ὁ Ζεύς παρὰ Ῥίνθωνι.

Εἰς ος μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ πός οἷον «ᾧ πὸς ἄγʼ, ἱεμένοισιν» ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ υ καὶ τὸ ὅς ἄρθρον ἐστίν. καὶ ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει χωρὶς τοῦ τίς. ἄλλως τε δύο κανόνες ἤμελλον μάχεσθαι. καθὸ μὲν γὰρ εἰς ος εἰσίν, ὤφειλεν εἰς ου ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶσα μονοσύλλαβος εὐθεῖα ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιεῖ ὁ Χνᾶς τοῦ Χνᾶ, ὁ Δρῆς τοῦ Δρῆ, ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖν καὶ οὐχὶ εἰς τὴν ου δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπασι τὰ εἰς ος μονοσύλλαβα ὀνόματα.

Τὰ εἰς υς μονοσύλλαβα περισπῶνται, μῦς, δρῦς· ἔστι δὲ καὶ πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ. σῦς καὶ ὗς. φυλάσσουσι δὲ τὸ υ ἐν τῇ κλίσει· τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις.

Τὰ εἰς ως ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος». Μώς τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται, σώς «νῦν τοι σῶς αἰπὺς ὄλεθρος»· γέγονε δὲ ἢ ἀπὸ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σῶος ἢ ἐκ τοῦ σάος. Κρῶς ὄνομα ἥρωος ὁμοφωνοῦν τῇ πόλει, ἔστι δὲ Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. Γλῶς ὄνομα ἥρωος, Κῶς πόλις καὶ νῆσος. καὶ Ὅμηρος «καὶ Κῶν Εὐρυπύλοιο πόλιν». λέγεται καὶ Κώως διὰ δύο ωω καὶ Κόως, ἀφʼ οὗ τὸ παρʼ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδʼ εὐναιομένην ἀπένεικας». λέγεται καὶ Κόος διὰ δύο οο. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης καὶ ἀπʼ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θετταλίαν. Ἀρτεμίδωρος. χωρὶς τοῦ ζώς «ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι». τοῦτο δὲ ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐχ ὑγιῶς. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωός γενόμενον τὸ ζώς δεῖ ὀξύνειν ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς. καὶ τὸ δώς «δὼς ἀγαθή, ἅρπαξ δὲ κακὴ θανάτοιο δότειρα» ὀξύνεται· ἔστι δὲ ἄκλιτον. —Τὰ εἰς ως οὐδέτερα περισπᾶται, τὸ φῶς, τὸ ὦς.

Τὰ εἰς ψ μονοσύλλαβα ὀξύνεται, κνάψ ὁ δαλός, μάψ ὄρνεόν τι, δράψ κείμενον παρʼ Ἀριστοφάνει, λάψ παρὰ Ταραντίνοις, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτης, σκέψ, θήψ καὶ σήψ εἶδος ὄφεως σῆψιν ἐμποιοῦν, ἴψ ὁ σκώληξ, λίψ ὁ ἄνεμος, Νίψ ὄνομα κρήνης, κνίψ, ὁ δὲ Ἀριστοτέλης μετὰ τοῦ σ σκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδες, στύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπας πόλιν Ἀχαϊκήν, ὤψ ὁ ὀφθαλμός καὶ ὄνομα κύριον «Εὐρύκλειʼ Ὦπος θυγάτηρ», ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνος, κνώψ εἶδος θηρίου, κλώψ ὁ κλέπτης, σκώψ ὁ σκώπτης, Ἀριστοτέλης δὲ χωρὶς τοῦ σ, Κρώψ. Κρῶπας γὰρ Ἀνδροτίων φησὶ Κρωπιὰν δῆμον τῆς Λεοντίδος φυλῆς.

Τὰ εἰς α θηλυκὰ μονοσύλλαβα περισπᾶται πάντα, μνᾶ σύνηθες Ἀττικοῖς καὶ τῇ νῦν χρήσει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτως ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆσος, Λᾶ πόλις Λακωνική. Λυκόφρων «καὶ Λᾶν περήσεις». ταύτην δὲ διαλύσας Ὅμηρός φησιν «οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο». κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. Μᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ.

Τὰ εἰς η μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ συνήθης, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐστι τοῦ Συρίου καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς γνωστόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· «τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τις συγκυρέων ἐλάμβανε» καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.