Part of On Universal Prosody

ΠΕΡΙ ΤΟΝΟΥ ΟΥΔΕΤΕΡΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιγʹ.

Πᾶν οὐδέτερον ὄνομα παρεσχηματισμένον ἀρσενικῷ ὁμοτονεῖ τῷ ἀρσενικῷ, φίλος φίλον, κοῦφος κοῦφον, καλός καλόν, χρυσοῦς χρυσοῦν, οὕτω καὶ ὁ πᾶς τὸ πᾶν. τὸ δὲ εἷς ἕν μονοσύλλαβον ἀντίκειται διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι.

Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ ς γενόμενον ἀπὸ ἀρσενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρσενικῷ, μέγας μέγα, λειπόπατρις λειπόπατρι, ἄπολις ἄπολι, ὀξύς ὀξύ, ταχύς ταχύ, ἥμισυς ἥμισυ, Λίβυς Λίβυ, οὗτος τοῦτο, ἐκεῖνος ἐκεῖνο, αὐτός αὐτό. αἱ γὰρ ἀντωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ τρίτον πρόσωπον κατὰ γένος οὐδέτερον. οἱ δὲ Ἀθηναῖοι μετὰ τοῦ ἄρθρου φασὶ τὸ οὐδέτερον τῆς αὐτός ταὐτόν. ἀναλόγως· ἡ γὰρ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. ἵνʼ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο, τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰς ν τὸ ἀρσενικὸν ἐκεῖνον, τοῦτον. ἡ δὲ αὐτός ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου. ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν διδοῦσι «ταὐτὸν θύμον φαγόντες». ταὐτὸ γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουσι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ πλεονάζουσιν. οὐδὲ ἐνθάδε πλεονάζουσι· τοσοῦτον, τηλικοῦτον. οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντωνυμία. ἀλλὰ μᾶλλον τὸ τοσοῦτο καὶ τοιοῦτο πέπονθεν ἔνδειαν τοῦ ν. ὡσαύτως καὶ ἄλλος ἄλλο, τοῦτο δὲ ἐπιλαμβάνει τὸ ν ἐν τῷ ἀλλοπρόσαλλον καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον.

Πᾶν εἰς ον ἐπιθετικὸν οὐδέτερον παρεσχηματισμένον τοῖς εἰς ος λήγουσιν ἀρσενικοῖς τούτων φυλάττει τὸν τόνον, φιλόσοφος φιλόσοφον, ἀχρεῖος ἀχρεῖον Ἀττικῶς καὶ ἄχρειος ἄχρειον.

Τὰ εἰς ους λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, χρυσοῦς χρυσοῦν, χαλκοῦς χαλκοῦν, εὔνους εὔνουν.

Τὰ εἰς ως λήγοντα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, ἀξιόχρεως ἀξιόχρεων, ἀνάπλεως ἀνάπλεων.

Τὰ εἰς ας ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τάλαν, μέλας μέλαν.

Τὰ ἀπὸ τῶν εἰς εις ὑπὲρ μίαν συλλαβὴν οὐδέτερα εἰς εν λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον φυλάττουσι, οὐ μὴν δὲ ἀεὶ τὸν αὐτόν, φωνήεις φωνῆεν, αὐδήεις αὐδῆεν, χαρίεις χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν. τυφθείς τυφθέν.

Τὰ εἰς ες οὐδέτερα τῶν εἰς ης ὀξυτόνων ὁμοτονοῦσιν αὐτοῖς, εὐσεβής εὐσεβές, ἀληθής ἀληθές καὶ ἄληθες παρʼ Ἀττικοῖς τὸ ἐπίρρημα, ἑξαετής ἑξαετές, τριετής τριετές, αὐτοετής αὐτοετές, τὸ δὲ αὐτόετες ἐπιρρηματικῶς προπαροξύνεται, ὡσαύτως ἐπιτηδής ἐπιτηδές, ἐπίτηδες δὲ ἐπίρρημα.

Τὰ βαρύτονα εἰς ης ἔχοντα δὲ οὐδέτερα εἰς ες ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα.

Τὰ μὲν οὖν διὰ τοῦ ηρης ἔχει προπερισπώμενα, ὀλιγήρης ὀλιγῆρες, θυμήρης θυμῆρες, τὸ δὲ θυμαρές ἀπὸ τοῦ θυμαρής γέγονε, ξιφήρης ξιφῆρες, πλήρης πλῆρες.

Τὰ διὰ τοῦ ωδης, εἰ ἔχει οὐδέτερα, προπερισπώμενα αὐτὰ ἔχει, εὐώδης εὐῶδες, γεώδης γεῶδες.

Ἔτι τὰ διὰ τοῦ ωρης, νεώρης νεῶρες, αὐτώρης αὐτῶρες καὶ τὰ παρὰ τὸ ὄλω συντεθειμένα, ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρʼ οὐδετέρων συντεθέντα βαρύτονα, εὐμήκης εὔμηκες, κακοήθης κακόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ ηκης, τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ αδης καὶ αρκης, αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρκες. τὸ μέντοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρκές οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκες ὡς αὔταρκες, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ.

Τὰ παρὰ τὸ αντης οὐδέτερα προπαροξύνονται, κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάντης ἄναντες καὶ τὰ ὅμοια.

Τὰ εἰς ον μετοχῶν οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν.

Τῶν εἰς ων βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι ταῖς κλητικαῖς τῶν ἀρσενικῶν, ὁ σώφρων ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον, ὁ ἀμείνων ὦ ἄμεινον τὸ ἄμεινον, ὁ βελτίων ὦ βέλτιον τὸ βέλτιον, ὁ ἀρείων ὦ ἄρειον τὸ ἄρειον. τοῖς δὲ εἰς ων ὀξυνομένοις ὀνόμασι οὐδέποτε παράκειται οὐδετέρου παρασχηματισμός.

Τὰ ἀπὸ τῶν εἰς ην ἀρσενικῶν εἰς εν οὐδέτερα ὁμοτονοῦσιν αὐτοῖς, ἄρσην ἄρσεν, τέρην τέρεν.

Τὰ εἰς ων μετοχῶν δευτέρας συζυγίας τῶν περισπωμένων οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ βοῶν τὸ βοῶν, ὁ γελῶν τὸ γελῶν, ὁ ὁρῶν τὸ ὁρῶν, ὁ ἀγαπῶν τὸ ἀγαπῶν, ὁ μελετῶν τὸ μελετῶν. μονογενὲς δὲ οὐδέτερον εἰς ων λῆγον ὄνομα οὐκ ἔστιν εὑρεῖν.

Αἱ εἰς ως μετοχαὶ ἀπὸ περισπωμένων κατὰ πάθος γενόμεναι καὶ φυλάττουσαι τὸ ω ἐπὶ τῆς γενικῆς τοῦ ἀρσενικοῦ ὁμοτονοῦντα ἔχουσι τὰ οὐδέτερα, βεβώς βεβῶτος τὸ βεβώς, γεγώς γεγῶτος τὸ γεγώς, ἑστώς ἑστῶτος τὸ ἑστώς, τεθνώς τεθνῶτος τὸ τεθνώς. μονογενὲς δὲ οὐδέτερον εἰς ως οὐκ ἔστιν εὑρεῖν πλὴν τοῦ φῶς καὶ τοῦ ὦς.

Τὰ εἰς α λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται καὶ συστέλλει τὸ α καὶ τὸ μ παραλήγεται καὶ διὰ τοῦ τος θέλει κλίνεσθαι. πρόσκειται μονογενῆ διὰ τὸ μέγα. τοῦτο γὰρ λήγει εἰς α καὶ πρὸ τοῦ α οὐκ ἔχει τὸ μ διὰ τὸ μὴ εἶναι μονογενές, ἀπὸ γὰρ τοῦ μέγας. τὸ γὰρ Πάσχα βάρβαρον, διὸ ὃ καὶ ἄκλιτον. τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο. καὶ τὰ τῶν στοιχείων ὀνόματα, ἄλφα, βῆτα, γάμμα, δέλτα—ἔστι καὶ Δέλτα πόλις πρὸς τῇ Συρίᾳ καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος, κατʼ Αἰγυπτίους καλουμένη Πυραμίς ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος—βάρβαρα καὶ ἄκλιτά εἰσιν. τὸ δὲ ἄλειφα ἐγένετο ἐκ τοῦ ἄλειφαρ ἢ ἄλειφας ὑποστολῇ τοῦ ρ ἢ τοῦ ς, τὸ δὲ λίπα ἐκ τοῦ λίπας καὶ τὸ ὕφα ἐκ τοῦ ὕφασμα κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατʼ ἔνδειαν τοῦ ξ. ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ εὐθείας τῆς εἰς ξ καταληγούσης ἐγένετο· γάλακος γὰρ ἡ γενικὴ καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος ὥσπερ ἄναξ ἄνακος καὶ ἄνακτος. πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινομένη ἢ διὰ τοῦ κτος τὴν εὐθεῖαν ἔχει εἰς ξ καταλήγουσαν, οἷον Φοῖνιξ Φοίνικος, θώραξ θώρακος, νύξ νυκτός, ἄναξ ἄνακτος· εἰ οὖν γάλακτος, δῆλον ὅτι εἰς ξ γάλαξ. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δῆλον ὅτι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλʼ ἐπειδὴ τὸ ξ οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει συντιθέμενον τὸ γάλα καὶ γινόμενον εἰς ἀρσενικὸν γένος, ἀναδέχεται τὸ ὀφειλόμενον ξ οἷον ὁ ἀρτιγάλαξ, ὁ νεογάλαξ. καὶ ἐκ τοῦ γάλαξ ὁ γαλαξίας γενέσθαι δοκεῖ. Περὶ δὲ τοῦ κρᾶτα οἷον «ἐς τὸ κείνου κρᾶτα ἐνήλαθʼ ἡ τύχη» παρὰ Σοφοκλεῖ μήποτέ ἐστιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρσενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρσενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράς τοῦ κρατός τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράς τῆς κρατός τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα. τὸ μὲν γὰρ κράς ἀρσενικῶς καὶ θηλυκῶς λέγεται οἷον ὁ κράς καὶ ἡ κράς.

Τὰ μὲν οὖν δισύλλαβα εἰς μα λήγοντα οὐδέτερα παροξύνεται ἢ προπερισπᾶται, στόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα—ἔστι καὶ πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ. ἐκλήθη δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος· ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυλὴν καλουμένην. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς—αἷμα, βῆμα, ῥῆμα, χρῆμα, σῆμα, ὅθεν Κυνόσσημα τόπος Λιβύης. Ἑκαταῖος περιηγήσει αὐτῆς. ἔστι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα παρʼ Ἀττικοῖς τὸ υ ἐκτείνουσιν, ζεῦγμα καὶ Ζεῦγμα πόλις Συρίας ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλις καὶ κόλπος περὶ τὸν Περσικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐστὶ μονῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἶδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμφώνων, ἵνα μή τις λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλους. —τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεσμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ τοῦ ε· καί εἰσι μὲν καὶ ἀμφοτέρων χρήσεις, κρείττων δὲ ἡ διὰ τοῦ η ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. ὄνομα, ὅ ἐστι μονῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖς πρὸ τέλους δύο συλλαβαῖς δισσὸν ἔχει τὸ ο, ὡς δῆλον ἐκ τῶν τοιούτων, ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθος τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ ο ἔχει καὶ ἡ πρὸ τέλους. Αἰολεῖς δὲ ὄνυμα λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου ἐλέγχου. πρόσκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρατάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖς τὸ ἐν τῇ παραληγούσῃ ο ἔτρεψαν εἰς τὸ υ οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προπαραληγούσῃ οἷον ὔνομα. Ἔστιν οὖν εἰπεῖν τὰς αἰτίας ταύτας· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούσῃ ο γνήσιόν ἐστιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούσῃ ἀπὸ πλεονασμοῦ ἐστιν. ἄτοπον δέ ἐστι τὸ ἀπὸ πλεονασμοῦ τραπῆναι, ἵνα εὑρεθῶσι δύο πάθη, πλεονασμὸς καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούσῃ ο τραπῆναι. πολλὰ γάρ εἰσιν εἰς α οὐδέτερα διὰ τοῦ υμα ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτως οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούσῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούσῃ.

Εἰς α μακρὸν ἢ εἰς η ἐπὶ ἑνικῆς εὐθείας ὀνόματος οὐδετέρου οὐκ ἔστιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐστιν.

Τὰ εἰς ι μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, μέλι· δίχα δὲ τούτου καὶ τῶν παρʼ αὐτοῦ συντεθέντων ἀπόμελι, ὀξύμελι, εὐκρατόμελι, οἰνόμελι καὶ τοῦ μονοσυλλάβου τί οὐδέν ἐστι ὄνομα οὐδέτερον Ἑλληνικὸν ἀπαθές. τὸ γὰρ κίκι εἶδος ἐλαίου παρʼ Αἰγυπτίοις, κόμι τὸ κομίδιον, πέπερι, κιννάβαρι, ὅπερ Ἀττικοὶ τιγγάβαρυ, σίνηπι, κοῖφι, στάχι σύνηθες Αἰγυπτίοις, ὅπερ σημαίνει εἶδος πυρροῦ, στίμμι, ὅπερ γυναῖκες κατὰ τοὺς ὀφθαλμοὺς χρίονται, ὅπερ ἐν τῇ συνηθείᾳ λαχᾶς καλεῖται, κόρι τὸ κορίανον, τάγυρι, χνάσμι, κάρι, σίσελι οὐχ Ἑλληνικά, ξένα δέ. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφιμον γέγονε κατʼ ἀποκοπὴν ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ, ὡσαύτως καὶ ἄλφι ἀπὸ τοῦ ἄλφιτον καὶ τὸ ἔρι ἀπὸ τοῦ ἔριον.

Τὰ δὲ εἰς ι ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς, λειπόπατρις λειπόπατρι, φυγόπολις φυγόπολι, φιλόπατρις φιλόπατρι, εὔχαρις εὔχαρι.

Τὰ εἰς υ μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶυ, ἄστυ—ἐκλήθη δὲ ἄστυ, ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος «διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν». λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ «ἡ δʼ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος ....» ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν—νᾶπυ τὸ σίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτυμα, μῶλυ, τρῆνυ, ἄσχυ ἀπόρευμα δένδρου. τὸ δὲ Αἶπυ πόλις Μεσσηνίας «καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἶπυ» ἀπὸ τῆς ἐρυμνότητος καλουμένη, ἀμφίβολόν ἐστιν. Ἀρίσταρχος γὰρ ὡς ὀξύ, συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν «ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκε Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, Ἕλος, Αἰγιαλός· χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογώτερον ἀνάγνωσις ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰς υ μονογενῆ βαρύνεται.

Εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίασται.

Τὰ εἰς λεον ὀξύνεται, Χαλεόν ἡ πόλις, ἐλεόν ἡ μαγειρικὴ τράπεζα. «βάλλον δʼ εἰν ἐλεοῖσιν», στελεόν, ὃ καὶ στελειόν λέγεται ποιητικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον». Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον. εἰ δὲ μὴ ἔχουσι τὸ λε, προπαροξύνονται, ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅπερ ἐν πλεονασμῷ τοῦ ε ἀπὸ τοῦ ὠόν, κάνεον. τὸ δὲ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον· οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ «ἀλλʼ οὐδὲ λάχανον οὐδὲν οὐδʼ ὀστοῦν ἔτι ὁρῶ». τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.

Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῷ ι μόνῳ ἢ τῇ ει διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔστι καὶ πόλις Μεσσήνης ἢ Ἀχαΐας καὶ ἄλλη Αἰτωλίας. σίον λαχάνου εἶδος, ἴον, δρίον, ὅπερ τινὲς καὶ δρίος γράφουσι, Δῖον πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος «Κήρινθόν τʼ ἔφαλον Δῖόν τʼ αἰπὺ πτολίεθρον». ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης, δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤιον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον.

Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύτως καὶ Θρόνιον πόλις Λοκρῶν· Ὅμηρος «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα», σχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, σπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεσμός, τὸ δὲ πεδίον ἐπὶ τῆς γῆς παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται, κλειδίον, παιδίον, δᾳδίον· οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐστίν. ἔτι σφηκίον, χαρτίον, ὠτίον, μηρίον, θηρίον, κηρίον, ξηρίον, σφαιρίον, φορτίον, σταυρίον, σχοινίον, σπαρτίον, τιτθίον, στρουθίον, σαρκίον, βιβλίον, χρυσίον, καρφίον, χωρίον, κρουνίον, σιτίον, ψωμίον, νησίον. οὕτω καὶ τὸ κλισίον παρὰ τοῖς Ἀττικοῖς τὸ ι ἐκτεῖνον παροξύνεται ὡς τὸ θηρίον, παρὰ δὲ Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίσιον θέε πάντῃ». τὸ δὲ φρούριον προπαροξύνεται οὐ γὰρ ὑποκοριστικόν. ὡσαύτως καὶ τὸ ἴχνιον προπαροξυντέον ὁμοτόνως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται.

Τὰ διὰ τοῦ διον ἀπὸ παραγωγῆς ἔχοντα τὸ δ προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, σικύδιον, ὀφρύδιον, πιτύδιον, ὀσφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν «ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον». κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ δ οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ δορκάδιον, ἀσπίδιον. Μένανδρος «ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον» καὶ κροκύδιον ὑπερτρισύλλαβα προπαροξύνεται.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα πρὸ τοῦ ι ρ ἢ λ, μὴ ὄντα ὑποκοριστικὰ μηδὲ ἔχοντα τὸ η ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθος, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον. φράτριον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ η καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους μακράν, διὰ τοῦ ι ἐκφερομένην, ἤτοι μόνου ἢ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Σίγριον, λείριον, ἴτριον, μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα ὥσπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν παροξύνεσθαι θέλει, ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον οἷον ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν ὡς τὸ Αἰτώλιος, κάπριος, αἰζήιος· εἶπον ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρʼ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης, ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ … . ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων «ὑπὲρ Λακίου Δαυνίου τʼ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλʼ ὅτε Σούνιον ἄκρον». Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον». Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις. Ἅγιον τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυΐστωρ. Πάριον πόλις ἐν Ἑλλησπόντῳ ἀπὸ Παρίου τοῦ Ἰασίωνος. Ὄριον τόπος Κρήτης. Πάνιον σπήλαιον Παλαιστίνης, ἀφʼ οὗ ἐκρεῖ ὁ ποταμὸς Ἰορδάνης. Ὅλκιον πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. Ὅλμιον πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. Νότιον πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄντιον πόλις μετὰ Λωρεντὸν τῆς Ἰταλίας ἡ καὶ Ἄντεια. Βάκτριον πόλις. Μόψιον πόλις τῆς Πελασγιώτιδος χώρας Θεσσαλίας. «ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλʼ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις. ἄλλος δʼ ἐστὶ Μόψος, ἀφʼ οὗ ἡ Ἀττικὴ Μοψοπία». Μάσιον ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ἑνδεκάτῃ. Κάστνιον ὄρος ἐν Ἀσπένδῳ τῆς Παμφυλίας. Κρήσιον πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν πεντεκαιδεκάτῳ. Καύδιον πόλις Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας, Κόριον τόπος ἐν Κρήτῃ ἀπὸ κόρης τινός. Κάσιον ὄρος καὶ πόλις Αἰγύπτου πρὸς τῷ Πηλουσίῳ. ἐκλήθη δὲ ἀπὸ τῆς Κυκλάδος νήσου ἢ ἀπὸ Κάσου τοῦ Κλεόχου, ἀφʼ οὗ καὶ Κασίου Διὸς ἱερόν. Θύριον πόλις Ἀκαρνανίας. Μάριον πόλις Κύπρου ἡ μετονομασθεῖσα Ἀρσινόη ἀπὸ Μαριέως. Δήλιον πολίχνιον Βοιωτίας ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνος. Δαύνιον πόλις Ἰταλίας. Δάλμιον πόλις Δαλματίας. Γράμμιον πόλις ἐν Κρήτῃ. Γόλγιον πόλις Κύπρου, ἣ καὶ Γολγοί. Ἤπιον πόλις Τριφυλίας. Βρύλλιον πόλις ἐν τῇ Προποντίδι, Ἔφορος δὲ ἐν τῷ εʹ Κίον αὐτήν φησιν εἶναι. Βρύγιον πόλις Μακεδονίας. Βαίτιον πόλις Μακεδονίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ. Βούτριον τῆς Ἰταλίας πόλις. Βέργιον πόλις Θρᾴκης, ἣ καὶ Βέργη. Πλούτιον πόλις Τυρρηνῶν. Δώτιον πεδίον Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα ἡ Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις «οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον». ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δὲ ἀπὸ Δώτου τοῦ Πελασγοῦ. Πήλιον πόλις Θετταλίας. λέγεται καὶ Πηλία. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. τὸ δὲ ὄρος Πήλιον. Πόλιον ἐν Λέσβῳ τόπος. Πρόσχιον χώρα Αἰτωλίας. Πτέριον πόλις Μήδων. λέγεται καὶ θηλυκῶς ἡ Πτερία. Σάμνιον πόλις Πρετανίας. Σίγριον Λέσβου λιμήν. Σίρμιον πόλις Παιόνων. Σκίριον τόπος Ἀττικός. λέγεται καὶ Σκῖρον καὶ ὁ Σκῖρος. Σόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ … . Σκύλλιον ὄρος Κρήτης. Σμίνθιον τόπος. Στράβων τρισκαιδεκάτῃ. Σούτριον πόλις ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. Στράτιον πόλις Ἀκαρνανίας. Θούριον πόλις Ἰταλίας πρότερον Σύβαρις ὀνομασθεῖσα ἡ καὶ Θούριοι, ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἧδε θανόντα, Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν, Δωρίδος ἐκ πάτρης βλαστόν τʼ ἄπο· τῶν γὰρ ἄτλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. Τείρια πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. Τέμβριον πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἀλέξανδρος δὲ Τεμβρίειόν φησιν ὡς Γορδίειον. Τίνδιον πόλις Λιβύης. Τράλλιον πόλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ … . Φοίτιον πόλις Ἀκαρνανίας. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφʼ οὗ Φρικᾶνες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰωνίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας «ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐντὸς τοῦ Ψιλίου ποταμοῦ». Ψύχιον τόπος Κρήτης, ἐν ᾗ πόλις ἦν ὁμώνυμος. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Μέντιον τὸ ὄρος.

Τὰ διὰ τοῦ νιον ἔχοντα πρὸ τοῦ ν σύμφωνον προπαροξύνεται χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ α μὴ μεθʼ ἑτέρου φωνήεντος μηδὲ μετὰ συμφώνων κατὰ σύλληψιν, ἄνευ τῶν ὑποκοριστικῶν, ποίμνιον, δέμνιον, παίγνιον, τὸ γὰρ α οὐκ ἔστι μόνον, σάννιον τὸ αἰδοῖον· τὰ γὰρ σύμφωνά ἐστι κατὰ διάστασιν. φέρνιον ἡ σπυρὶς τῶν ἰχθύων, ἴχνιον, κέρνιον. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ σκυμνίον.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούσῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριστικά, φρούριον, παίγνιον, ποίμνιον, Σούνιον, Αἴγιον, αὔλιον ἡ ἐν τοῖς ἀγροῖς οἴκησις, πλαίσιον ἡ τετραγωνοειδὴς τῶν στρατιωτῶν σύνταξις. γέγονε δὲ παρὰ τὸ πέλας πελάσιος καὶ συγκοπῇ πλάσιος καὶ πλεονασμῷ τοῦ ι πλαίσιος. τὸ δὲ σχοινίον, κρουνίον ὑποκοριστικά.

Τὰ διὰ τοῦ νιον τρισύλλαβα ἔχοντα η ἐν τῇ ἀρχούσῃ παροξύνεται, ἡνίον, σπληνίον. τὸ δὲ ὤνιον προπαροξύνεται.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλφιον καὶ ὅρκιον προπαροξύνεται.

Τὰ διὰ τοῦ ηιον Ἰωνικὰ προπαροξύνεται, λήιον, νήιον· ἔστι καὶ Νήιον ὄρος Ἰθάκης, ἀφʼ οὗ κατὰ Κράτητα αἱ νηιάδες, οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηιάδες ἀπὸ τοῦ νήιος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήιον, Μιδήιον πόλις Φρυγίας, ἣ Μιδάιον καὶ Μιδάειον λέγεται. Ταρσήιον πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ … . ποσιδήιον «ποσιδήιον, ἀγλαὸν ὕδωρ», ἐκ τοῦ ποσίδειον παρὰ τὸ Ποσιδέης ὡς Ἡράκλειον παρὰ τὸ Ἡρακλέης. σημήιον, μνημήιον, βασιλήιον, παρήιον «τῆς τήκετο καλὰ παρήια». λαισήιον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήια διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι.

Τὰ διὰ τοῦ ωιον προπαροξύνεται. Ἀλώιον πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέος. Ὁμολώιον τεμενικὸν κατὰ πλεονασμὸν τοῦ ω ἐκ τοῦ Ὁμόλιον.

Πᾶν εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται, Περγάντιον πόλις Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύσιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον.

Τὰ εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς β, γ, δ, ζ, θ παραληγόμενα προπαροξύνεται, ἱπποφόρβιον, συφόρβιον, Κανήβιον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωικοῦ διακόσμου. τραπέζιον. Ὑρνήθιον χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦς τῆς Τημένου θυγατρός. Παυσανίας δευτέρῳ περιηγήσεως.

Ἔτι τὰ εἰς ιον ὑπερτρισύλλαβα κ παραληγόμενα προπαροξύνεται, περδίκιον καὶ Περδίκια χώρα καὶ λιμὴν Λυκίας. πινάκιον, πιττάκιον, θρινάκιον, δελφάκιον, σκυλάκιον, Ναρύκιον πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ λέγεται. Βρυσάκιον πόλις τῆς Παρθίνης. Στυράκιον ὄρος Κρήτης. Φαρνάκιον πόλις Φρυγίας, ὡς Ἀλέξανδρος περὶ Φρυγίας τρίτῳ.

Τὰ διὰ τοῦ λιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ὁμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. πηδάλιον, κειμήλιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲς ξύλον. ἑδώλιον τὸ βάθρον τῆς νεώς, ἐφʼ ὃ καθέζονται οἱ ἐρέσσοντες. τραγάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δʼ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ ἔκτισε Βαργύλια. Ἰδάλιον πόλις Κύπρου. Ὀμφάλιον τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σανδάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ. Διοβούλιον πολίχνιον πλησίον τοῦ Πόντου. Δασκύλιον πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωικὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας τὸ μέγα λεγόμενον ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας.

Ὡσαύτως καὶ τὰ εἰς υλλιον ὑποκοριστικά, παιδαρύλλιον, κρεύλλιον, μειρακύλλιον.

Τὰ διὰ τοῦ μιον προπαροξύνεται, Μενεδήμιον πόλις Λυκίας. Ἀφόρμιον τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφήμιος ἐν τῷ περὶ τῆς πατρίδος. ὅθεν καὶ τὸν κυβερνήσαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν. «καὶ λόγος παρʼ ἡμῖν τῆς νεὼς ἀφορμησάσης ἐντεῦθεν μετὰ τῶν ἀριστέων, ἀφʼ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωική.

Τὰ διὰ τοῦ νιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρʼ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, πόλιν Φρυγίας, φασίν, ἣν Στράβων δωδεκάτῃ Ἀζανούς λέγει «τῆς δʼ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια». Μεδιολάνιον πόλις Ἀκυτανίας. Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς ει διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προσκήνιον, περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ … . Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυχούς». δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου· φασὶ δʼ ὅτι ἦν τις Ναννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄρος Θετταλίας. Παραιτόνιον πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμμωνίαν καλοῦσι. Λινδόνιον πόλις τῆς Βρεττανίας. Φλυγόνιον πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυγονία. Ἀργύννιον. Ἀριστοφάνης δὲ Ἀργύννειον διὰ διφθόγγου. Βιθύνιον πόλις Βιθυνίας. Παυσανίας ὀγδόῳ. Ἑρκύνιον ὄρος Ἰταλίας, ἀφʼ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ. Ἀρδύνιον πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. παιώνιον, κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώνιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλις Βρεττίων, ἀπὸ ἥρωος. Ἀσκαλώνιον. καὶ οὕτως λέγεται ἡ πόλις Ἀσκάλων. Πανιώνιον τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφεσίων καὶ Σαμίων. Μεταγώνιον πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. Θεμισώνιον χωρίον Φρυγίας. Ἀρτεμίδωρος. Λαμπώνιον πόλις Τρῳάδος. Ἑλλάνικος, Ἑκαταῖος δὲ Ἀσίᾳ Λαμπώνειαν αὐτήν φησι. Θηγώνιον πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευκαλιωνείας. Κυτώνιον πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῳ. Πολεμώνιον ἐν Πόντῳ λιμὴν καὶ πόλις. Ποπλώνιον πόλις Τυρρηνῶν. Σκιρτώνιον πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. Ταρχώνιον πόλις Τυρρηνίας, ἀπὸ Τηλέφου παιδὸς Τάρχωνος. Τιθρώνιον Φωκικὴ πόλις. Τιμώνιον πόλις Παφλαγονίας. Τριχώνιον πόλις Αἰτωλίας. Γερούνιον πόλις Ἰταλίας. Ἐλύμνιον νῆσος Εὐβοίας πόλιν ἔχουσα. λέγεται καὶ Ἐλυμνία.

Τὰ εἰς ιον ξ ἢ π παραληγόμενα οὐδέτερα ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἀμφάξιον πόλις. δύο μέρη λόγου. Ὑπερδέξιον χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ἐρείπιον. καὶ λέγει ὁ Δίδυμος, ὅτι τὸ ἐρίπω καὶ ἐρίπια διὰ τοῦ ι ὤφειλε γράφεσθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστίν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ἐρί ἐπίτασιν. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ Δίδυμος. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει διφθόγγου. οὕτως γὰρ ἔχει ἡ παράδοσις. ἔστι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω καὶ ἐρείπια. ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν, προνώπιον τὸ ἔμπροσθεν τῶν θυρῶν ἔνθα αἱ εἰκόνες τίθενται, ἀνθρώπιον, παρώπιον τὸ ἐπιτιθέμενον τοῖς ἵπποις δέρμα ἀνὰ τὰς ὄψεις. εἰσώπιον, Μεσσάπιον ὄρος Εὐβοίας ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μελανίππιον πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ, τινὲς δὲ Λυκίας φασί. Ἐλλόπιον πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. Τριόπιον πόλις Καρίας ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίας παρὰ Ὕλλῳ ἢ πλησίον τοῦ Εὐρίπου, ἀφʼ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας ἔχει, ὡς Ἐρατοσθένης. Κωνώπιον πόλις τῆς Μαιώτιδος λίμνης.

Τὰ διὰ τοῦ ριον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ὀψάριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ σουδάριον, κελλάριον ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου τοῦ α. Ὁμάριον πόλις Ἰταλίας. Θεόπομπος Φιλιππικῶν καʹ. Μαρμάριον πόλις Εὐβοίας. —περιστέριον, διφθέριον. Κυτέριον πόλις Οἰνωτρῶν ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Κιέριον· οὕτως Ἄρνη πόλις Θεσσαλίας καλεῖται. Κρασέριον Σικελίας φρούριον. Φίλιστος ὀγδόῳ. Ἀμέριον πόλις Ἰταλίας. Ἐλευθέριον πολίχνιον Μυσίας. ἀστέριον καὶ Ἀστέριον πόλις Θετταλίας. Ὅμηρος «οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα». οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφʼ ὑψηλοῦ ὄρους κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος. Ἀτέριον πόλις Σικελίας. Τολέριον πόλις Ἰταλίας. Φαλέριον πόλις Τυρρηνίας. Χειμέριον ἄκρα Θεσπρωτίας. θυτήριον, μοναστήριον, ἱλαστήριον. Σφακτήρια μεθόριον Ἠλείων τῆς πρὸς Μεσσήνην χώρας. κέκληται δʼ οὕτως, ὥς φησιν Ἐχεφυλλίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. Καβείριον πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Καβειρία καὶ Κάβειρος. ὀσχοφόριον, προσφόριον, θεσμοφόριον, ὠμοφόριον, ἐμπόριον. ἔστι δὲ καὶ Ἐμπόριον πόλις Κελτική, κτίσμα Μασσαλιωτῶν. δευτέρα Μακεδονίας. τρίτη Σικελίας. τετάρτη Καμπανίας. παλινδόριον τὸ εἰργασμένον δέρμα, κιχόριον εἶδος βοτάνης. Ἀνακτόριον Ἀκαρνανίας πόλις, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ … . ἀρσενικῶς παρὰ Σοφοκλεῖ. Χαλκητόριον πόλις Κρήτης. Νικηφόριον. οὕτως ἡ Κωνσταντῖνα ἡ περὶ Ἔδεσσαν πόλις. Βοσπόριον τοῦ Βυζαντίου λιμήν, ὃς καὶ Βόσπορος λέγεται. Ἀμόριον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. Φιληνόριον πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας ἀπὸ Φιλήνορος τοῦ Αἰτωλοῦ. Ἀλαβούριον πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλις Ἰταλίας. Ὀνθύριον πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλις Ἰαπυγίας. Ἀταβύριον ὄρος Σικελίας, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις· ἔστι καὶ Φοινίκης. Ζεφύριον. ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο, ὡς Φίλων, καὶ πόλις Κιλικίας. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφʼ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφʼ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. Πλημμύριον φρούριον Συρακουσῶν. Σατύριον χωρίον πλησίον Τάραντος. νεώριον. Μακτώριον πόλις Σικελίας. Φίλιστος πρώτῳ. κασώριον τὸ πορνεῖον. Ἀριστοφάνης «ἐν κασωρίοισι λείχων». Ἀσσώριον πόλις Σικελίας. ταύτην τρισυλλάβως Ἄσσωρον καλεῖ Ἀπολλόδωρος ἐν δʹ χρονικῶν. Ἰσσώριον ὄρος τῆς Λακωνικῆς, ἀφʼ οὗ ἡ Ἄρτεμις Ἰσσωρία. Πολιτώριον πόλις Λατίνων, ἣν ἑλὼν Μάρκιος ὁ βασιλεὺς μετήγαγεν εἰς Ῥώμην. Φαγρώριον πόλις, ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν Αἰγυπτιακοῖς, ἐξ οὗ σύνθετον Φαγρωριόπολις. ἀνεμούριον, σισύμβριον ἡ βοτάνη. Τενέβριον ἀκρωτήριον Ἰβηρίας. ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύδριον, νεανισκύδριον. Μεθύδριον πόλις Ἀρκαδίας. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων. Τελέθριον ὄρος τῆς ἐν Εὐβοίᾳ Ἐλλοπίας. Στράβων δεκάτῃ. Παντομάτριον πόλις Κρήτης. Δημήτριον τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος.

Τὰ διὰ τοῦ σιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Βουπράσιον πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος «οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον». γυμνάσιον, ἱππάσιον, κοράσιον. Ὀρεσθάσιον πόλις Ἀρκαδικὴ ἀπὸ Ὀρεσθέως τοῦ Λυκάονος. Παυσανίας ὀγδόῳ. Κορυφάσιον χωρίον Λακωνικὸν πλησίον Πύλου. Θουκυδίδης τετάρτῃ. Ψευδοκοράσιον αἰγιαλὸς μέγας μεταξὺ Κωρύκου καὶ τῆς Σελευκείας τῆς παρʼ Ἰσαύροις. Ἀρτεμίδωρος ἐνάτῳ τῶν γεωγραφουμένων «παραλλάξαντι δὲ ταύτην αἰγιαλὸς ἄλλος ἐκδέχεται σταδίων τριῶν, μηνοειδὴς καὶ ὕφορμος, καλούμενος Ψευδοκοράσιον» Θαυμάσιον ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν λίθον ὁ Κρόνος κατέπιεν. κυνηγέσιον. Βρεντέσιον πόλις παρὰ τὸν Ἀδρίαν ἀπὸ Βρέντου Ἡρακλέους ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ κατακλείονται. ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνομάσθη βρέντον γὰρ παρὰ Μεσσαπίοις ἡ τῆς ἐλάφου κεφαλή, ὡς Σέλευκος ἐν δευτέρῳ γλωσσῶν. Εἰλέσιον πόλις Βοιωτίας. Ὅμηρος «καὶ Εἰλέσιον καὶ Ἐρυθράς». Μαραθήσιον πόλις Καρίας. ἔστι καὶ πόλις Ἐφεσίων. Ἀκακήσιον πόλις Ἀρκαδίας, ἀπὸ Ἀκάκου παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῃ. Ἀλήσιον τῆς Ἤλιδος «πέτρης τʼ Ὠλενίης καὶ Ἀλησίου». ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. γράφεται καὶ Ἀλείσιον. ἔστι καὶ Ἀλήσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. Μανήσιον πόλις Φρυγίας. Ἀλέξανδρος. ἀπὸ Μανοῦ σφόδρα εὐπόρου κτιστοῦ. Γαλλήσιον πόλις Ἐφέσου. Παρθένιος ἐν ἐπικηδείῳ τῷ εἰς Αὐξίθεμιν. Ἀρτεμίσιον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας. ζευγίσιον. πόσις πόσιον καὶ συμπόσιον. βόσις ἡ τροφὴ ἱπποβόσιον. Διονύσιον, Κανύσιον μεγίστη τῶν Ἰταλιωτίδων πόλεων. Στράβων ἕκτῃ. λέγεται καὶ Καινύσιον. Περραίσιον πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς Τυρρηνοῖς ἀρχητίδων καλουμένων. Μερούσιον χωρίον Σικελίας, ὡς Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας. Πηλούσιον πόλις Αἰγύπτου, εἰς ἣν ἐκρεῖ τὸ πρῶτον στόμα τοῦ Νείλου. ἔστι καὶ Πηλούσιον λιμὴν Θετταλίας. Δαφνούσιον Αἰγύπτου κώμη. Τιλφούσιον πόλις Βοιωτίας. Στράβων ἐνάτῃ.

Τὰ διὰ τοῦ τιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ἁλάτιον, ἀκάτιον, γονάτιον, δωμάτιον, κεράτιον, Παλάτιον. Ῥεάτιον πόλις Ἰταλίας. Φοροβρεντάτιον πόλις Λιβύης. Ἐργέτιον πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλις Τυρρηνίας. Κορυφήτιον τὸ ὄρος Ἀζανίας. Βαρήτιον χωρίον πρὸς τῷ Ἀδρίᾳ. Θεόπομπος πεντηκοστῷ δευτέρῳ. Σκυλλήτιον πόλις Σικελίας, ὡς Εὔδοξος ἕκτῃ. Παπίτιον πόλις Παφλαγονίας. Ζηνοδότιον πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου. Ἀρριανὸς Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλις Βιθυνίας ἀπὸ Ζιποίτου βασιλέως. Αἰάντιον ἡ πόλις. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλις. Ἀκαμάντιον πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκεν Ἴσανδρος. Βυζάντιον πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη δʼ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. ἔοικε δʼ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον.

Τὰ διὰ τοῦ φιον οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον.

Τὰ διὰ τοῦ χιον ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ φησί «μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη, ἐφʼ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων «ἐχόμενοι δʼ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυσανίας ϛʹ περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δʼ ἀφεστηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ». Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ τοῦ σ Δυσράχιον αὐτὴν καλεῖ «Δυσραχίου τʼ Ἐπίδαμνος ἐπʼ ἀγχιάλου χθονὸς ἀκτῆς». δυσράχιον γάρ ἐστι, ὅ ἐστι δυσέξοχον. τρέψαν δὲ τὸ σ εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθάπερ καὶ Τυρσηνός Τυρρηνός, ταρσός ταρρός, πυρσός πυρρός. Δουλίχιον μία τῶν Ἐχινάδων νήσων, ἡ καὶ Δολίχα καλουμένη ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. Ὠρύχιον τόπος τῆς Ἀττικῆς.

Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἥραιον τὸ τέμενος καὶ πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ … . τὸ δὲ Ἡραῖον τεῖχος. ἔλαιον, Δίρκαιον, Κίρκαιον τὸ ὄρος, τρόπαιον καὶ τροπαῖον Ἀττικῶς, νόμαιον τὸ μονογενές, οὔραιον, Σκύλλαιον ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. πρέμναιον. Κότταιον τὸ ὄρος, Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλις Κρήτης, γύναιον, Λύκαιον τὸ ὄρος, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων, τὸ δὲ νυμφαῖον κτητικόν. Λέχαιον, Φύταιον πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. Χάλαιον πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις». σπήλαιον τὸ ἄντρον. Τύπαιον ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ. Σάρδαιον ὄρος περὶ Ἀσωπόν. Μάρκαιον ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. Λήναια ἀγὼν Διονύσου ἐν ἀγροῖς. τὸ δὲ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου καὶ Σηταῖον χωρίον παρὰ Σύβαριν καὶ Συρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας καὶ Θυραῖον πόλις Ἀρκάδων καὶ Πισσαῖον πόλις Πελαγονίας. Μαζαῖον τόπος ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. Ῥιπαῖα ὄρος Ὑπερβορέων—προπερισπᾶται ἐπιθετικὰ ὄντα. τὸ ἀρχαῖον προπερισπᾶται ὡς τριγενὲς καὶ τὸ χαῖον ὡς δισύλλαβον.

Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἀθήναιον τὸ τέμενος, Λιλύβαιον ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. κεφάλαιον, περιβόλαιον, Φωτίναιον πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ αιον ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ α καὶ τὴν ἑξῆς διὰ τοῦ α ἢ διὰ τοῦ υ περισπᾶται. πρόσκειται δʼ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ. καὶ τὸ Τιλφωσσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται.

Τὰ διὰ τοῦ ειον τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηρος «ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ». πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης. Σίγειον πόλις Τρῳάδος, ὡς Στράβων τρισκαιδεκάτῳ. Λάγειον τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός. Λύκειον τὸ γυμνάσιον Ἀθήνησι. Γύθειον πόλις Λακωνική. Λυκόφρων «δισσὰς σαλάμβας κʼ ἀπὸ Γυθείου πλακάς». τινές φασι, ὅτι Πύθιον ἐκαλεῖτο, κακῶς. Σέρρειον ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σαμοθρᾴκης. λέγεται καὶ Σέρρα, ἧς ἡ γενικὴ κατʼ Ἴωνας Σέρρης. Λαύρειον τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα. Φίκειον ὄρος Βοιωτίας. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέος τοῦ ι. ἴσως δὲ συνεξέδραμεν τῷ Ῥύτιον, Αἴγιον, Σούνιον. Λέπρειον, Καυκώνων πόλις. Ῥοίτειον πόλις Τρῳάδος. Φύτειον πόλις Ἤλιδος τῆς κοίλης ἀπὸ Φυτέως λέγει αὐτὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. Κράνειον γυμνάσιον ἐν Κορίνθῳ. Νάξειον τὸ ὄρος. Ἄσχειον πόλις Ἀχαΐας. Τήνειον πόλις Ἀχαΐας. Τίβειον τόπος Φρυγίας ἀπὸ Τιβίου τινός. Σύλειον πόλις Φρυγίας. ἐν δυσὶ λλ καὶ διʼ ἑνός. γράφεται δὲ καὶ Σύλαιον. Φίνειον τόπος τοῦ Πόντου κτίσμα Φινέως. Χάλκεια πόλις Λιβύης. ὁ πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει «ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα». ἔστι καὶ Καρίας Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίας ἀπὸ Ὄγκου δυναστεύσαντος ὡς Παυσανίας δηλοῖ ὀγδόῳ. Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις Ἀρκαδίας. Παυσανίας ηʹ. λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως. Ἄφνειον πόλις Φρυγίας πλησίον Κυζίκου ἢ Μιλήτου πόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφνείας ναΐδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. Γάμβρειον πόλις Ἰωνίας. γράφεται δὲ διὰ διφθόγγου ὡς δηλοῖ τὸ Γαμβρήιον. Τίειον· οὕτως Στράβων ἐν τῷ δωδεκάτῳ Τίον πόλιν Παφλαγονίας τοῦ Πόντου φησί. τὸ δὲ Ἰσεῖον πόλις Αἰγύπτου προπερισπᾶται ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ ὅσα μὴ τῆς γενικῆς τὸ δ ἐφύλαξαν τεμενικῶν. τοιοῦτος γὰρ ὁ τύπος.

Τὰ διὰ τοῦ ειον τρισύλλαβα ν μόνῳ παραληγόμενα προπαροξύνονται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν ἓν λήγοι, ὄνειον, κόνειον ἢ κώνειον, γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦσιν αἱ γυναῖκες ἐπὶ τοῦ ἀναδήματος, κύνειον. τὸ δὲ κοινεῖον προπερισπᾶται οὐκ εἰς ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ ν.

Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα ἀπὸ ἑνὸς συμφώνου ἀρχόμενα ἔχοντα τὸ η ἢ τὸ ω, μὴ ἔχοντα τὸ μ πρὸ τῆς ει διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλος ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γήτειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήσιον εἰς ἔμετον ἐπιτήδειος, μεθʼ ὧν καὶ βρένθειον εἶδος πολυτελοῦς μύρου.

Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προπερισπᾶται, πορθμεῖον, στοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, σημεῖον, μνημεῖον, πρωτεῖον, σφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεσμωτήριον. τοπεῖον τὸ σχοινίον τῆς νεώς. σκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶς λεγόμενον. τὸ δὲ ἰδίως παρʼ Ἀθηναίοις προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς τοὺς φράτορας. χαλκεῖον τόπος καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆσις προπερισπᾷ. πρεσβεῖον, λοφεῖον ἡ θήκη τῆς περικεφαλαίας. μουσεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματος. ποδεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόπος. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν «ὦχρος δέ μιν εἷλε παρειά» ὀξύνεται. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον γὰρ τὸ σημαινόμενον· οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ ς, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει. ὁ δὲ Ἰξίων δυϊκῶς ἀναγινώσκει καὶ ἐκτάσει τοῦ α παρειά. λέγει δὲ ὁ Ἀσκαλωνίτης «οὐκ ἔστιν εὑρέσθαι ἐπὶ θηλυκῶν ὀνομάτων παρὰ τῷ ποιητῇ τοιοῦτο θηλυκόν» προσέθηκε δὲ ὀνομάτων διὰ τὸ «γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας». τὸ δὲ θέειον ἐκ τοῦ θεῖον κατὰ πλεονασμὸν τοῦ ε γέγονεν ὡς εἷς ἕεις.

Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαροξύνεται, Ἀδραμύτειον πόλις τῆς κατὰ Κάικον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ τ καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι καὶ διʼ ἑνὸς τ καὶ διὰ δύο. ἀλλὰ διʼ ἑνὸς τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ ι μόνως. κέκληται ἀπὸ Ἀδραμύττου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ τ τὸ Ἄδραμυς. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡς Κρατῖνος. Κροκύλειον νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ … . Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν Νήριτον καὶ τὸ δεύτερον Νήιον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρους Καρίας. Ἐφιάλτειον ὄνομα ὄρους. Κηρύκειον ὄνομα λόφου, οὗ φασιν τὸν Ἑρμῆν ἀναβάντα τὴν γένεσιν τῆς Ἀρτέμιδος τοῖς θεοῖς ἀνακηρῦξαι, τοῦ Διὸς ταῦτα προστάξαντος. Ταντάλειον ὄνομα ὄρους. Δασκύλειον ἡ πόλις, ἣ καὶ Δασκύλιον γράφεται. Φορβάντειον ὄρος Τροιζῆνος. Κυκλώπειον τὸ ὄρος. Μυρμήκειον πολίχνιον τῆς Ταυρικῆς, ἣν Στράβων ἑνδεκάτῃ Μυρμήκιον, Ἀρτεμίδωρος δὲ Μυρμηκίαν φησί. τὸ γὰρ ἕτερον προπερισπᾶται. Κλεάδειον τὸ ὄρος. Γορδίειον πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου τοῦ πατρὸς Μίδου. Αἰόλειον τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ «ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων». Ἀχίλλειον πόλις ἐν τῷ Σιγείῳ. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. Λαμπέτειον σῆμα ἐν Λέσβῳ ἀπὸ Λαμπέτου τοῦ Ἴρου. Ἀμαζόνειον πόλις ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δʼ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ ι γράφει τὸ ὄνομα. Βοτιάειον πόλις Φρυγίας ἔχουσα λίμνην Ἄτταιαν λεγομένην, τρέφουσαν ἅλας. Δαρίειον πόλις τῆς Φρυγίας. Διόμεια δῆμος τῆς Αἰγηΐδος φυλῆς. Ἡρακλῆς γὰρ ἐπιξενωθεὶς παρὰ Κολλυτῷ ἠράσθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. Δοκίμειον πόλις Φρυγίας. Δορίειον Φρυγίας πόλις. Δορυλάειον πόλις Φρυγίας, ὃ καὶ Δορύλαιον Δημοσθένης φησί. Μιδάειον πόλις Φρυγίας. Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας. καὶ Μιδάιον λέγεται καὶ Μιδήιον. Κοτιάειον πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ. τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει τοῦ ι Κοσιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Σπάρτης. Κορύλειον κώμη περίσημος ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βασιλεύσαντος. Μολύκρειον· οὕτως Θουκυδίδης δευτέρᾳ … Μολυκρίαν πόλιν Αἰτωλίας καλεῖ. Νεάνδρειον· οὕτως Θεόπομπος καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδος ἐν Ἑλλησπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. Πολίειον πόλις Ἰταλίας ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς πρότερον Σῖρις καλουμένη. Ποσίδειον πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. Φιλομήλειον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτως Ἀλέξανδρός φησι Τέμβριον πόλιν Φρυγίας. Καπετωλίειον ἐν Ῥώμῃ λόφος Ταρπαῖος πάλαι λεγόμενος καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται.

Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται καὶ προπερισπᾶται. καὶ προπερισπᾶται μὲν ὅσα ἀπὸ τῶν εἰς ις παράγονται τῆς γενικῆς καθαρᾶς οὔσης, μὴ φυλαττούσης τὸ σύμφωνον τῆς γενικῆς, οἷον πρυτανεῖον, Νεμεσεῖον, Σεραπεῖον. οὐ γὰρ ἐφύλαξε τὸ δ τῆς γενικῆς τοῦ Σεράπιδος. τοιοῦτο καὶ τὸ Ὀσιρεῖον, Ἀνουβεῖον, Τεχοσεῖον. Βενδίδειον δὲ προπαροξύνεται· ἐφύλαξε γὰρ τὸ δ τῆς Βενδῖδος γενικῆς· ὁμοίως καὶ Θετίδειον. ἔστι δὲ καὶ πόλις Θεσσαλικὴ Θετίδειον. Ἑλλάνικος. λέγεται δὲ καὶ Θεστίδειον. ἔστι καὶ λίμνη Θρᾴκης, παρʼ ᾗ Νῦσα χωρίον. προπερισπῶνται δʼ ὁμοίως, ὅσα ἔχει προϋπάρχοντα εἰς ος καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ι ἢ προηγουμένου αὐτοῦ τοῦ α ὥστε εἶναι πρὸ τέλους τὴν αι δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιος διὰ τοῦ ι. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυσώλειον, Καισάρειον, Ὁμήρειον, Λαμπέτειον. τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸς τῶν Κορυβάντων.

Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ παρασύνθετα θωρακεῖον, πανδοκεῖον, διδασκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπισκοπεῖον, ἡμεροσκοπεῖον. ἔστι καὶ πόλις Κελτιβήρων Ἡμεροσκοπεῖον Φωκαέων ἄποικος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων. τεκτονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφʼ οὗ ἀπαρτῶσι ξύλα. σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικόν, ὅπερ ἐπίσταται καὶ ἡ συνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται.

Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ α σπάνια ὄντα βαρύνεται, Μέταον πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος.

Τὰ εἰς ον παραληγόμενα τῇ αυ διφθόγγῳ σπάνια ὄντα βαρύνεται, Σαῦα κώμη τῆς εὐδαίμονος Ἀραβίας, Ἄναυα πόλις Φρυγίας, ὡς Ἡρόδοτος.

Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ υ βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυός. θρύον· ἔστι καὶ πόλις τῆς Μεσσηνίας ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. θύον ὃ καὶ θύος λέγεται. Κύον πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν, μεθʼ ὧν καὶ γυῖον τῇ υι διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρκυον, μήνυον εἶδος ἄνθους, γεράνδρυον, μεσόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπρασον. Ἔγγυον πόλις Σικελίας.

Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖς πώγωσι τῶν τράγων ἐπισυναγόμενον ἀπὸ τῆς ὕλης, Κροιόν ὄνομα ὄρους. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμός. ἔστι καὶ Βοιόν Δωρικὴ πόλις, ἣ καὶ θηλυκῶς λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς. πλόιον γὰρ λέγεται.

Τὰ εἰς ον δισύλλαβα μονογενῆ παραληγόμενα τῷ ω μετὰ τοῦ ι ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάστασιν παρὰ τῷ Σιμωνίδῃ οἷον τόδʼ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤιον παρὰ τῇ Σαπφοῖ, φαῖσι δή ποτα Λήδαν ὑακίνθινον πεπυκαδμένον ὤιον εὕρην. καὶ ὤεον ἐν πλεονασμῷ τοῦ ε.

Τὰ εἰς ον ὑπερδισύλλαβα μονογενῆ τῇ οι διφθόγγῳ παραληγόμενα ἢ τῇ ῳ ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ ῳον διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώιον, περίστῳον περιστώιον, μητρῷον μητρώιον.

Πᾶν οὐδέτερον εἰς ον πρὸ τοῦ ο σύμφωνον ἔχον εἴτε ἁπλοῦν εἴτε σύνθετον, εἰ μὲν δισύλλαβόν ἐστιν, βαρύνεται ἤτοι παροξύνεται καὶ προπερισπᾶται, εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, προπαροξύνεται, χέρνιβον, δάπεδον, σίττυβον τὸ μικρὸν δέρμα, στρατόπεδον, ἔνεδρον, πρόσωπον, γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες, σέλινον, ἔνδινον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡς παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. ναύμαχον «ναύμαχον ἐν παλάμῃσιν» εἶδος δόρατος παρὰ ῥῆμα σύνθετον ὡς χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· ὑπεσταλμένων τῶν κατὰ μεταβολῆς γένους εἰρημένων καὶ τῶν εἰς ρ καὶ τῶν εἰς τ περατουμένων. παροξύνεται δὲ ταῦτα, ῥόδον, ἔργον, φύλλον, λίνον ὅτι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα εἴτε καὶ ἐπὶ χορδῆς τάσσοιτο εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα. ἔστι δὲ καὶ Λίνον χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδεκάτῃ «μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον». Σπάδα κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. Πέφνον πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται καὶ θηλυκῶς. Πράσον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. Κύτα πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. Θέρμα χωρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλις Θρᾴκης. προπερισπᾶται δὲ ταῦτα, σῦκον, φῦλον τὸ γένος ἀπὸ τῆς φυλῆς ἢ ἀφʼ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόπος Ἀρμενίας. Στράβων ιαʹ. ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρως. Σοῦσα πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, σοῦσόν τε αὐτὸ καλοῦσιν οἱ βάρβαροι.

Τὰ δὲ μεταβολὴν γένους πεπονθότα ὀξύτονα ὀξύνεται, χαλινός χαλινόν, ζυγός ζυγόν, ἐρετμός ἐρετμόν, τὰ δὲ βαρύτονα βαρύνεται, θύρσος θύρσον, λύχνος λύχνον, κύκλος κύκλον, κέλευθος κέλευθον, βάρβιτος βάρβιτον, Τάρταρος Τάρταρον, ἄρκευθος ἄρκευθον.

Τὰ εἰς βον οὐδέτερα πληθυντικὰ κύρια ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Κάνδυβα πόλις Λυκίας ἀπὸ Κανδύβου παιδὸς Λευκαλίωνος. Μαρίαβα μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Στράβων ἑκκαιδεκάτῃ. Μέσσαβα πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ. Μήδαβα πόλις τῶν Ναβαταίων. Τένδηβα πόλις Καρίας ἀρχαία. Ῥαβάθμωβα πόλις τρίτης Παλαιστίνης ἡ νῦν Ἀρεόπολις. Χαράκμωβα πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν Ἀραβικαῖς τῆς εὐδαίμονος. Μώαβα μοῖρα τῆς Ἀραβίας. Ἀνάζαρβα πόλις Κιλικίας. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρους ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίσαντος.

Τὰ εἰς γον καὶ δον οὐδέτερα κύρια ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Βήσσυγα ἐμπόριον τῆς Ἰνδικῆς. Ἔγγαδα κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. Μασανώραδα πόλις Καρίας ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. Σύνναδα πόλις Φρυγίας. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωικὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰσαυρίας. Ἄμβλαδα πόλις Πισιδίας. Στράβων δωδεκάτῃ «εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίας. Σέβεδα λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. Ζάβιδα κώμη τῆς εὐδαίμονος Ἀραβίας. Ὄβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς αὐτοῦ. Ἄβυδον πόλις κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν. Φιλέας «ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν Πευκετίοις οὕτως κατʼ ὀρθὴν λεγόμενον Ἄβυδον». Αὔσιγδα πόλις Λιβύης, ὡς Καλλίμαχος, Ἑκαταῖος δὲ νῆσον οἶδε. Ἀλάβανδα πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐίππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας, ἀφʼ ἧς ἡ παροιμία «Ἀλάβανδα Καρῶν εὐτυχεστάτη πόλις». κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. Θρύανδα πόλις Λυκίας. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. Λάβρανδα κώμη Καρίας. Στράβων ιδʹ. Λάρανδα πόλις Λυκαονίας. Οἰνόανδα πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. Λαλίσανδα πόλις Ἰσαυρική. Ἄλινδα πόλις Καρίας, ὡς Πολυΐστωρ, Πίγινδα δῆμος Καρίας. Κάλυνδα πόλις Καρίας. Νάαρδα πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλις Καρίας ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ δὲ Ἠμωδόν ὄρος Ἰνδικὸν ὀξύνεται, τινὲς δὲ προπαροξυτόνως Ἤμωδον λέγουσιν.

Τὰ εἰς θον οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. Δούμαθα πόλις Ἀραβίας. Κάναθα πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. Ὄραθα πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. Σίγαθα πόλις Λιβύης, ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ἄμαθα τῆς Ἀραβίας χωρίον. κέκληται δὲ ἀπὸ τῆς ἄμμου. φασὶ γὰρ τὸ πολὺ τῆς Ἀραβίας ὑπὸ τῆς Ἐρυθρᾶς πάλαι κατακλύζεσθαι.

Τὰ εἰς κον κύρια βαρύνεται, Μάζακα πόλις Καππαδοκίας ἡ νῦν Καισάρεια, Μάσσακα πόλις Ἰνδῶν, Ἀρριανὸς ἐν Ἰνδικοῖς. Παραίτακα πόλις Μηδικὴ ἡ καὶ θηλυκῶς Παραιτάκη. Σάρακα χώρα Ἀραβίας μετὰ τοὺς Ναβαταίους.

Τὰ δὲ κτητικὰ ὀξύνεται ὡς καὶ τὰ ἀρσενικά, Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθʼ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ «Ἀστακὸς καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». Μολυκρικόν· οὕτως ἐκαλεῖτο Ῥίον πόλις Αἰτωλίας. Σαμικόν Τριφυλιακὴ πόλις. Σιτικόν πόλις Ἰταλίας. Ἁλικόν χωρίον πρὸς τῇ Αὐγούστᾳ καὶ ὄρος ὁμώνυμον. Ἀμαζονικόν τόπος ἐν Βοιωτίᾳ. Ἰταλικόν χωρίον Σικελίας. Χαλκιδικόν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ «ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατοπεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον».

Τὰ εἰς λον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, γύαλον τὸ προσηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται «εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι». Μαίναλον τὸ ὄρος. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ … . Αἴκαλον φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Γάμαλα κατοικία Συρίας. Γάβαλα πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν, ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε Γέβαλα. Ἰώσηπος. Δαίδαλα πόλις τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδʹ. ἔστι καὶ ὄρος Λυκίας τὰ Δαίδαλα. ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. Πάσσαλα Μυλασέων ἐπίνειον. Πάταλα πόλις Ἰνδική. λέγεται καὶ Πατάλη. Σάταλα πόλις Ἀρμενίας, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. Καστάβαλα Κιλικίας πόλις. Στράβων ιβʹ. Κορύδαλλα πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. Σώβαλα πόλις Καρίας. Τρίκαλον καὶ Τρίκαλα πόλις Σικελῶν. Φίλιστος. Τραύαλα πόλις Λυκίας. Θεάγγελα πόλις Καρίας. Κύβελα πόλις Φρυγίας καὶ ὄρος ἱερόν, ἀφʼ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ. Κύψελα φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ … . ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλις Ἰωνίας. Σουάγγελα πόλις Καρίας, ἔνθα ὁ τάφος τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βασιλέα. Ἄρβηλα πόλις Περσικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως. Στράβων ἑκκαιδεκάτῃ. Ἀρίνδηλα πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. Ἰσμάηλα τῆς Ἀραβίας χωρίον. Ὕδρηλα πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλις Φοινίκης. Αἴγιλα νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου. Ἄργιλα πόλις Καρίας. Αὔγιλα πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. Ζήιλα πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηΐλας. Δρόγγιλον χωρίον Θρᾴκης. Θεόπομπος Φιλιππικῶν θʹ. Τάξιλα πόλις Ἰνδική. Στράβων ιεʹ. Μόσυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Βαίκυλα πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἴωλον ὄρος Περραιβίας. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ τετάρτῳ. Στρόγωλα πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ.

Τὰ εἰς μον κύρια ὑπερδισύλλαβα προπαροξύνεται, Σήσαμον πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ παλαιὸς Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησιν. Κάδρεμα πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. Βήθλεμα πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις. Ἰώσηπος δέ φησιν «ἐκ Βηθλεεμῶν». Ἄριμα ὄρος. Ὅμηρος «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς». οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διὶ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφʼ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλις Ἠπείρου, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας «οἳ οὐκ ἴσασι θάλασσαν». βοῦν οὖν θύσας ἔκτισε.

Τὰ εἰς νον ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ. Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. ἡ δὲ διὰ τοῦ κ γραφὴ κρείττων ἐστί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ γ, διότι μήτι παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια. Δρέπανα πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφʼ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα». Τύανα πόλις μέση Κιλικίας καὶ Καππαδοκίας «ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου. Ὕπανα πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. Ὕσκανα πόλις Ἰλλυρίδος. Πολύβιος ηʹ. Σίμανα πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλις Ἀραβίας. λέγεται καὶ πληθυντικῶς Ἀΐλανα. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμβινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησὶ καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλις Ἰταλίας, ἣ καὶ Τύσκλος λέγεται, καὶ Φρεντανόν πόλις Ἰταλίας καὶ Ποιμανηνόν πόλις ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλις πόλις Λυδίας.

Τὰ εἰς πον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, πρόσωπον καὶ Πρόσωπον νῆσος οὐ πόρρω Καρχηδόνος. Πράασπα πόλις τῆς Ἀτροπατηνῆς. Ὕπαιπα πόλις Λυδίας κτισθεῖσα ὑπὸ τὸ παρακείμενον ὄρος τὸ Αἶπος. Χρύσιππα πόλις Κιλικίας ἀπὸ Χρυσίππου τοῦ κτίσαντος. Ἀργύριππα πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων «ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν». αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε· καὶ μετωνόμασε Ἄργος Ἵππιον. Βόρσιππα πόλις Χαλδαίων, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. Ἰάθριππα πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας.

Τὰ εἰς ρον δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ υ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, σφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Στράβων ἐν τῷ ιδʹ «τὰ Ψύρα ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος «Ψύρα τὸν Διόνυσον ἄγοντες» καὶ ἐν Νεμέσει «Ψύρα τε τὴν Σπάρτην ἄγεις» καὶ Στύρον πλησίον Καρύστου, τῆς Εὐβοίας πόλις καὶ Μύρον πόλις Λυκίας, ἣ καὶ θηλυκῶς Μύρα λέγεται, κύρια ὄντα ὑγιῶς βαρύνεται.

Τὰ εἰς ρον λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ μεταπλασμὸν μεταβολὴν ποιήσεται γένους, δῶρον· ἔστι καὶ Δῶρα πόλις Φοινίκης, πρότερον Δῶρος καλουμένη. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως» καὶ πάλιν … «Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι». καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ «συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου» καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. ἔστι καὶ Δῶρα νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ «τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα». Κῶρον πόλις τῆς Καππαδοκίας. μῶρον ὁ καρπὸς τῆς βάτου. Δοῦρα πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ. σπεῖρον τὸ ἱμάτιον, σκῖρον. ἔστι καὶ Σκίρον τόπος Ἀττικὸς ἀπὸ Σκίρου ἥρωος. Σκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τινας μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, κατʼ ἄλλους δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον, νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον «μῆρα δὲ κείαντες. γέγονε δὲ ἐκ συγκοπῆς τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα, μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. τὸ δὲ πλευρόν ἀπὸ τοῦ πλευρά μεταπλασσόμενον τὸν αὐτὸν τόνον φυλάσσει ὡς καὶ πυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει σημαινόμενον.

Τὰ εἰς ρον ὑπερδισύλλαβα παραληγόμενα τῷ α ἢ τῷ ε βαρύνεται, μέγαρον· ἔστι καὶ Μέγαρα πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοσσίδι, ἕκτη ἐν Σικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνος βασιλέως. βλέφαρον, γάργαρον· ἔστι καὶ Γάργαρα πόλις τῆς Τρῳάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, Παλαιγάργαρος καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Στράβων καὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγες. ὠνομάσθη δʼ ἀπὸ Γαργάρου τοῦ Διὸς καὶ Λαρίσσης τῆς ἐν Θεσσαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν, ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ σ, ἀλλʼ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον. ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας καὶ τῆς Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλις Ἀραβίας. Γάδαρα πόλις κοίλης Συρίας, ἥτις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύσαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις πρὸς τοὺς ὅρους τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτος ἑβδόμῃ … . Λάβαρα πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. Ζόαρα πόλις Περσική. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι θαλάσσῃ. Ὕκαρον φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δʼ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης. Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν. Κάνδαρα χωρίον Παφλαγονίας “ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη”. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίσκερα πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο ρρ γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς.

Τὰ εἰς ρον παραλήγοντα ο βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ … . Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.

Τὰ εἰς ρον ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄστυρον. ἔστι καὶ Ἄστυρον πόλις Μυσίας πρὸς τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶς λέγεται· ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατʼ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτάβυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ.

Τὰ εἰς ρον κατʼ ἐπιπλοκὴν συμφώνου δισύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον, ἄντρον τὸ σπήλαιον. βλῆτρον. Βάκτρα πόλις. Στράβων ιαʹ. Σύμβρα Φρυγίας φρούριον. σεῖστρον, δένδρον, δέρτρον “δέρτρον ἔσω δύνοντες”, φέρτρον “κείμενον ἐν φέρτρῳ”, καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. σεσημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν “εἰς ὅ κε θερμὰ λοετρά”, ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω καὶ λούω “ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον”.

Τὰ εἰς ρον οὐδέτερα μετʼ ἐπιπλοκῆς συμφώνου, ὑπὲρ δύο συλλαβὰς ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαστρα πόλις Φρυγίας. Σύαγρα χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. Σύεδρα πόλις Ἰσαυρίας. βάραθρον τόπος κοῖλος καὶ ὄρυγμα καλούμενος. ἔστι καὶ Βάραθρα πλησίον τοῦ Κασίου. Τάβαθρα πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. Κάναστρον ἄκρον Θρᾴκης καὶ Μακεδονίας. λέγεται καὶ Καναστραῖον. Ἄθυμβρα πόλις Καρίας παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. Παλίμβοθρα πόλις Ἰνδική. Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί. Πάνακρον πόλις Κύπρου. εἰσὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτης. Καλλίμαχος “Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα”. Τέγεστρα πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δὲ Τέγεστρον αὐτὴν καὶ κώμην οἶδεν “ἀπὸ Τεγέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδια ͵εκεʹ”.

Τὰ εἰς ρον ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρους, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλος, Κύθηρα νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Φάληρον δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος. καὶ πληθυντικῶς Φάληρα. ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτη, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η. ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις. Ἄβδηρα πόλεις δύο· ἡ μὲν Θρᾴκης ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἡ δὲ δευτέρα τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονος παιδὸς Ἀλιφήρου. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Βάσηρα πόλις Φοινίκης. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδες φυτόν. Κύτωρον πόλις Παφλαγονίας, οἱ δὲ ἡ Κύτωρός φασι. Κοτύωρα κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἄσσωρον ὄρος Σάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφορίων Ἀρτεμιδώρῳ “δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον ....” Ἴσαυρα πόλις, Χάραξ δὲ θηλυκῶς. Μάσταυρα πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα, τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφʼ ἧς ἡ πόλις. Ἄνδειρα πόλις Τρῳάδος. Στράβων ιγʹ καὶ Θεόπομπος ιγʹ. Στάγειρα πόλις Μακεδονίας. λέγεται καὶ Στάγειρος. Γάδειρα πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθένης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. Θυάτειρα πόλις Λυδίας, ἡ πρότερον Πελόπεια καὶ Σεμίραμις, ὑπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος καὶ ἀκούσαντος, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς. νῦν δὲ οὐδετέρως φασίν. Κατάνειρα πόλις .... ὡς Θεόπομπος λεʹ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ. Στράβων ἑνδεκάτῃ “ἐτυμολογοῦσι δὲ οὕτως· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθʼ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης”. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. Βάλβουρα πόλις Λυκίας. Τίβουρα. οὕτως Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν Ἰταλίας καλεῖ.

Τὰ εἰς σον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Δύνδασον πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ “αὖθις δʼ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι”. Ἄμβασον μητρόπολις τῶν Φρυγῶν. Μέγασα πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει Ἀσίας “ἐξ αὐτῆς Σιτοφάγοι καὶ Ἀροτῆρες ......” Μέδμασα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἅρπασα πόλις Καρίας ἀπὸ Ἁρπάσου ποταμοῦ. Βάργασα πόλις Καρίας ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Γέρασα πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. Μύλασα πόλις Καρίας ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ γ Πήγασα. Κύρβασα πόλις Καρίας. Δέδμασα πόλις Καρίας. Ἱέρασα ἢ Ἴρασα τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ … . Κάνδασα φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. Πλάρασα πόλις Καρίας. Τόμισα χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλισα φρούριον τῆς ἐντὸς Ἅλυος Ποντικῆς. Μονόγισα πόλις Καρίας. ἵδρυμα Δαιδάλου μετρῶν ... γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις καὶ μαλακώδεις λίθους γίσσα λέγουσιν.

Τὰ εἰς τον διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλους ι ἔχοι μόνον, φυτόν, ῥυτόν εἶδος ποτηρίου, βοτόν ἡ βοτάνη. Χυτόν χωρίον ἠπείρου. Ἔφορος ἐννεακαιδεκάτῳ “οἱ δʼ ἐκ Κλαζομενῶν κατῴκισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον”. τὸ μέντοι βλίτον ἡ βοτάνη βαρύνεται. σεσημείωται Κύτα πόλις Κολχική. ἔστι καὶ Εὐρώπης. τὸ δὲ Δᾶτον πόλις Θρᾴκης “Ἡρόδοτος ἐνάτῃ … μακρᾷ παραλήγεται.

Τὰ εἰς τον δισύλλαβα ἔχοντα σύμφωνα κατὰ σύλληψιν ὀξύνεται, Λεκτόν, δρεπτόν. τὸ μέντοι Ῥάπτα ἡ μητρόπολις τῶν ἐντὸς Αἰθιόπων βαρύνεται. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, μύρτον ἡ μυρσίνη, γέντον τὸ κρέας, σπάρτον καὶ Σπάρτον ὄρος πλησίον τοῦ Εὐξείνου πόντου. τὸ μέντοι παλτόν τὸ δόρυ ὀξύνεται.

Τὰ εἰς τον ὑπερδισύλλαβα βαρύνεται, πρόβατον, ἔγκατον, ἄλφιτον, γίγαρτον. Ἔμβατον τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῃ. Μήκιστον πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη τῆς Ἤλιδος. Πρόσπαλτα δῆμος Ἀκαμαντίδος φυλῆς. Σάραπτα πόλις Φοινίκης. Μαννάκαρτα πόλις Ἀραβίας. Ἀλύαττα χωρίον Βιθυνίας ἀπὸ Ἀλυάττου κρατήσαντος τὸν τόπον. Ἀρτάξατα πόλις Ἀρμενίας. Στράβων ἑνδεκάτῃ. ἣν καὶ Ἀρταξιάσατα καλοῦσι. λέγεται τὴν πόλιν οἰκίσαι Ἀρταξίαν Ἀρμενίας βασιλεύσαντα. Ἰωτάπατα πόλις Συρίας. Ἰώσηπος ἐν τρίτῳ καὶ θηλυκῶς Ἰωταπάτη. Σαμόσατα πόλις Κομμαγηνῆς ἐπὶ τῷ Εὐφράτῃ. Κυρέσχατα πόλις πρὸς τοῖς ἐσχάτοις Περσίδος, ἣ καὶ Κύρου πόλις καλεῖται, Μόκατα πόλις Βιθυνίας, ὡς Δομέτιος Καλλίστρατος ἐν τῷ περὶ Ἡρακλείας τετάρτῳ. Πάνακτον φρούριον Ἀττικῆς, ὡς Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος. Ταΰγετον ὄρος τῆς Λακωνικῆς. Ὅμηρος «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον». λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Ταϋγέτης τῆς μητρὸς Εὐρώτα. Τύδερτα πόλις Τυρρηνική. Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα, ἐκλήθη Ἐπιφάνεια πόλις κατὰ Τίγριν. Δαδόκερτα φρούριον μέγα τῆς Ἀρμενίας μεταξὺ Μηδίας. Τιγρανόκερτα πόλις πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Λάδεστον ἢ Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος καʹ Φιλιππικῶν. Δεκίητον πόλις Ἰταλίας. Νήριτον τὸ ὄρος. Σύβοτα νῆσος πρὸς τῷ Ἀμβρακικῷ κόλπῳ καὶ λιμήν. Ἄδροττα χωρίον ἐν Λυδίᾳ παραθαλάσσιον καὶ κατάκρημνον. Κόροντα πόλις Ἀκαρνανίας. Θουκυδίδης δευτέρᾳ … . τὸ δὲ ἑρπετόν ὀξύνεται καὶ ἐνδυτόν καὶ δελτωτόν ὡς τριγενές. ἔτι καὶ Συρρεντόν πόλις Τυρρηνίας, ἣ καὶ Συρρέντιον, καὶ Πικεντόν. οὕτω γὰρ Φλέγων Πικεντίαν πόλιν Τυρρηνίας καλεῖ.

Τὰ εἰς χον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Ναύλοχον· οὕτως πρότερον Σμύρνα ἐκαλεῖτο. Σάριχα πόλις Καππαδοκίας.

Τὰ εἰς ρ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, ἔαρ, κέαρ, κτέαρ, στέαρ, φρέαρ, ἃ καὶ στεῖαρ καὶ φρεῖαρ λέγεται «φρείατα μακρὰ νάουσι» ὡς εἶδαρ γέγονε ἐκ τοῦ ἔδαρ ἐν πλεονασμῷ τοῦ ι, δέλεαρ, ὄνειαρ, ἄλειαρ, νόαρ, ὕπαρ, πύαρ, σῦφαρ, πῖαρ, ἶλαρ, τέκμαρ, ἔχθαρ, νέκταρ, πέπαρ, θέναρ, ὄναρ, ἧπαρ, ἦμαρ, νῶκαρ, μῶμαρ, βῶμαρ, οὖθαρ, πεῖραρ, ὅπερ μόνον ἐστὶ εἰς ρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχον ρ, ἄλκαρ, ἄλειφαρ, κάρηαρ. νίκωρ παρὰ Σώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ, ὅπερ κατὰ πλεονασμὸν τοῦ ε γίνεται ἐέλδωρ τρισυλλάβως «τόδε μοι κρήηνον ἐέλδωρ». ὁ δὲ Ἴβυκος ἔσθʼ ὅτε καὶ θηλυκῶς προφέρεται οὔτι κατὰ σφετέραν ἐέλδω καὶ ἐσθλὰν ποτιδεγμένων ἐέλδω. ἕλωρ, ἐξ οὗ τὸ «ἑλώρια τεῦχε κύνεσσιν»· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς. τέκμωρ, τοῦτο δέ ἐστιν σημειῶδες, ὅτι μόνον εἰς ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἔχει ἐπιπλοκὴν δύο συμφώνων πρὸ τοῦ ω. ἢ ἴσως ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴσον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ. οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰς ωρ. τοῦ δὲ σημειοῦσθαι τὸ τέκμωρ αἴτιον ὁ πλεονασμὸς τοῦ μ. ἦτορ, ἄορ.

Τὰ εἰς ας βαρύνεται, γῆρας, κρέας. τοῦτο μόνον οὐδέτερον εἰς ας καθαρὸν τῷ ε παραλῆγον κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων. παρὰ γὰρ Ἑκαταίῳ ἐστὶ «τὰ δέατα περιτεταμένοι». ἀλλʼ οὐ σύνηθές ἐστι λέγειν δέας. ὅ τε Σοφοκλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατος. ἀντὶ τοῦ δέους. ἀλλʼ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅ τε Ξενοφάνης φησὶ ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. ἀλλʼ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεσσιν ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. —δέμας. καὶ τοῦτο μονῆρές ἐστι, οὐδὲν γὰρ εἰς μας λῆγον οὐδέτερον «στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην». οὖας, κέρας, δέπας, πέρας, τέρας, βρέτας, λέπας, σκέπας, κνέφας, σέβας, γέρας, ψέφας, οὖδας, κῶας.

Ἔτι τὰ εἰς ος βαρύνεται, τεῖχος· ἔστι καὶ φρούριον Ἀχαΐας. βέλος, πέλαγος, ὄνειδος. φᾶρος, ὅπερ ἐστὶ σημειῶδες. τὰ εἰς ος λήγοντα οὐδέτερα, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον πάντως αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥσπερ τὸ πᾶρος ἐπὶ γὰρ πᾶρος ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖός φησι. τοιοῦτο δέ ἐστι καὶ τὸ μᾶκος, δᾶνος. τὸ δὲ πρᾶγος ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔστω οὖν τῶν συστελλόντων τὸ α παραδείγματα, πάθος, τάφος. ὅπερ καὶ ἀρσενικόν ἐστι ὣς οἵγʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. καὶ θηλυκὸν ἐπὶ τῆς νήσου. ὁπότε δὲ ἐπὶ τῆς ἐκπλήξεως παραλαμβάνεται, γένος ἐπιδέχεται τὸ οὐδέτερον· ἣ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανε. ἀλλʼ ἴσως τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκος διέστειλε τὸ γένος ἐν τῷ πρώτῳ, σχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φησὶ γὰρ δαρὸν χρόνον ἧστο τάφει πεπηγώς. οὕτω γὰρ ἔκλινεν ὡς βέλει. Ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα, θάλος, δάος «δάος μετὰ χερσὶν ἔχουσα», φάος, πάθος, μάθος. Ἀλκαῖος «ἀππατέρων μάθος», νάπος, γάνος, σάκος, δάκος, βάρος, χάος, κράτος, θράσος. σημειῶδες ἄρα τὸ φᾶρος ἐκτεινόμενον τὸ α. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι, ὡς παρʼ Αἰσχύλῳ ἐν Σαλαμινίαις· εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ. ἀλλὰ κατὰ συστολὴν παρὰ Σοφοκλεῖ ἐν Τηρεῖ σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει καὶ ἐν Κρίσει σατυρικῇ καὶ δὴ φάρει τῷδʼ ὡς ἐμῷ καλύπτομαι. παραφυλακτέον ὅτι τὸ φάρος τυχὸν συστελλομένου τοῦ α ἀναδέχεται πάλιν ἐν διαφόρῳ σημαινομένῳ τὰ τρία γένη ὥσπερ καὶ τὸ τάφος. ἔστι γὰρ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου ἀπʼ αὐτοῦ τὸ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡς καὶ παρʼ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ «ἀεὶ φάρεος χατέουσιν ἑκόντες». οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. —κάλλος· καὶ τοῦτό ἐστι μονῆρες. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα δισσὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος. Κύλλος τὸ κύριον. Σκύλλος, Ψύλλος, Τέλλος, Φέλλος τὸ κύριον, Βίλλος, σίλλος, Γρύλλος, Κόλλος, Γάλλος, ἴλλος, Γίλλος. ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ λ ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς ος λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον λ, ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος». —σκέλος, βέλος, τέλος, μέλος δισύλλαβα· τὰ δὲ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς ὄντα οὐδέτερα οὐκ εἰσὶν οἷον ζάφελος, σκόπελος, πέμπελος πλὴν τοῦ ὄφελος, ὅπερ εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτον ἔμεινεν. ὕψος μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ υ ἔχον ἐπιφερόμενον διπλοῦν. αἴτιον δὲ τὸ πάθος. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος. Αἰολεῖς δʼ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον· ἔστι γὰρ εὑρέσθαι τὸ ι πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξός, «μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν». ὡσαύτως ἀπὸ μελλόντων τὸ ἅψος «λύθεν δέ οἱ ἅψεα πάντα» καὶ «πίσεα ποιήεντα». στεῖνος τὸ οὐδέτερον—”στεῖνος ὁδοῦ κοίλης»· ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικὴν «στείνει ἐν αἰνοτάτῳ»—τὸ δὲ ἀρσενικὸν ὀξύνεται, ὡσαύτως καὶ μάκρος παρʼ Ἀριστοφάνει «ὦ Πόσειδον τοῦ μάκρους». καὶ μακρός—καὶ κλεῖτος παρʼ Ἀλκμᾶνι «τῷ ἐν Θεσσαλίῳ κλείτει» καὶ κλειτός. —οὖδος, ὅπερ ἀπὸ τοῦ οὖδας γίνεται ὡς γῆρος παρὰ τὸ γῆρας καὶ κῶος παρὰ τὸ κῶας καὶ ὦος παρὰ τὸ ὦας. —κνύος ἡ φθορά παρὰ τὸ κνύω παρʼ Ἡσιόδῳ ὡς παρὰ τὸ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας. Αἶπος ὄρος Λυδίας. Ἄργος διασημοτάτη πόλις Πελοποννήσου. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας ἡ νῦν Λάρισσα. τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχεδὸν πᾶν πεδίον κατὰ θάλασσαν. Βῖδος φρούριον ἐν Σικελίᾳ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἕρμος ὡς ἕρκος οὐδετέρως δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. λέγεται καὶ Ἕρμοι. τέμενος· ἔστι καὶ Τέμενος τόπος Σικελίας ὑπὸ τὰς Ἐπιπολὰς πρὸς ταῖς Συρακούσαις. τὸ ἔλεγχος, τὸ σκότος, τὸ τάριχος γέγονε κατὰ μεταβολὴν τοῦ γένους ἐκ τοῦ ὁ ἔλεγχος, ὁ σκότος, ὁ τάριχος. αἱ δὲ μετοχαὶ ὀξύνονται, τὸ τετυφός, πεποιηκός.

Τὰ εἰς ες μονογενῆ προπαροξύνεται, Κυνόσαργες γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφʼ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων … ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρες τὸ συμφωνοῦν, πεύκαες τὸ πικρόν, ῥώπαες τὸ ἀλσῶδες, πάνακες, δονάκαες. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται ὥσπερ καὶ τὰ ἀρσενικά, εὐσεβές, εὐγενές.