ΠΕΡΙ ΤΩΝ ΕΙΣ η ΘΗΛΥΚΩΝ ΚΑΙ ΤΩΝ ΕΙΣ ω. ΒΙΒΛΙΟΝ ιβʹ.
Τὰ εἰς η λήγοντα θηλυκὰ παρὰ γενικῆς σχηματισθέντα βαρύνεται, χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγεμόνη, σώφρονος Σωφρόνη, εὔφρονος εὐφρόνη, ἀμύμονος Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ, πέρατος περάτη, κάλυκος Καλύκη, χιόνος Χιόνη ὄνομα ἡρωΐδος. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ ἁρπάζω. τὸ δὲ ἁρπάγη σιδήριόν τι βαρυνόμενον ἀπὸ τοῦ ἅρπαγος. καὶ τὰ παρώνυμα ὁμοίως, ἀμφίρυτος ἀμφιρύτη, δορύκτητος δορυκτήτη, ἀμφίλυκος ἀμφιλύκη, ἄσβεστος ἀσβέστη «τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυται φλόξ», εὐποίητος εὐποιήτη «εὐποιήτῃσι πύλῃσι», πάγκαλος παγκάλη· Παγκάλη δʼ ἐκαλεῖτο καὶ Ἀμοργὸς νῆσος. πάναιθος παναίθη, περίξεστος περιξέστη, ἀρίγνωτος ἀριγνώτη.
Τὰ εἰς η σύνθετα καὶ παρασύνθετα βαρύνεται, Ὠκυπέτη, Ὑψιπύλη, Ἐριφύλη, Βερονίκη, Πολυκάστη.
Τὰ εἰς η προσηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται σύνθετα ὄντα. ὅσα οὖν ἔχει τι ἄλλο μέρος λόγου καὶ ἄρχεται χωρὶς προθέσεως βαρύνεται, κυνάγχη, βουκάπη ἡ τῶν βοῶν φάτνη, ποντοκύκη γυνή ἡ ταραχώδης γυνή, ὀξάλμη, τολύπη ἡ ἐργασία, ἱστοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀστεροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς.
Τὰ εἰς η θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπιτομή, ἀνοχή, παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέσμη ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη, παρακαταθήκη, συγγνώμη, συνάγχη.
Τὰ εἰς η συναληλιμμένα περισπᾶται, λεοντέα λεοντῆ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ.
Τὰ εἰς η καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κραναή νῆσος Λακωνική. Ὅμηρος «νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην». οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ ευη παροξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύνεται, καὶ τὰ ἀπʼ αὐτῆς κατασκευή, ἐπισκευή, ὑποσκευή.
Τὰ εἰς η καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο συμφώνων προηγουμένου τοῦ δασέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδες τῶν ἁρμάτων, μεθʼ ὧν καὶ Ὄη δῆμος τῆς Οἰνηΐδης φυλῆς. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, χοή ἡ σπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. οὕτως δὲ καὶ Σίκινος νῆσος περὶ τὴν Κρήτην πρότερον ἐκαλεῖτο. Χωλόη τὸ ὄρος τῆς Ἰταλίας, ἐν ᾧ φασι γεννηθῆναι τὸν Ἥφαιστον χωλόν. Ἀρόη πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ. ἐκλήθη δὲ ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. Βερόη πόλις Συρίας ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλις Ἰλλυρίδος ὡς Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτὴν καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱστός νῆσος Λιβύης. Μερόη πόλις Αἰθιόπων. Ἡρόδοτος δευτέρᾳ … . ἀπὸ Μερόης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας· ἔστι καὶ Μερόη πόλις Λυκίας. Ἀρσινόη πόλις Λιβύης ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύπτου. Φολόη πόλις Ἀρκαδίας ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέστου θυγάτηρ· ἔστι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτως λίμνη Συρίας. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω.
Τὰ εἰς η δισύλλαβα παραληγόμενα τῷ υ, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, λύη ἡ στάσις ἀπὸ τῆς διαλύσεως, δύη ἡ κακοπάθεια, γύη ἡ γῆ καὶ μέρος ἀρότρου, ψύη ἡ ψύα καὶ ψόαι. τὰ δὲ ὀξύνεται, φυή καὶ Φλυή δῆμος Ἀττικὸς τῆς Κεκροπίδος φυλῆς. λέγεται καὶ Φλυεῖς.
Τὰ εἰς υη ὑπερδισύλλαβα βαρύνεται, ἰγνύη «ἰγνύην βεβλημένος», ὀρύη, νορύη εἶδος ὀσπρίου, Λιβύη χώρα πολυώνυμος, ὡς πολυΐστωρ «γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία». Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφʼ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα.
Τὰ διὰ τοῦ ωη ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ ι, ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματος γεγονὸς σὺν τῷ ι γράφεται. τὸ δὲ Στρώη πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. καὶ Οἰνώη πόλις τῆς Ἀργείας, ὅθεν Οἰνωᾶτις Ἄρτεμις, βαρύνεται ὡς κύρια.
Τὰ εἰς βη ἔχοντα πρὸ τοῦ β σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ ο, τύρβη, Κόμβη ἡ Χαλκίς καλουμένη, θυγάτηρ Ἀσωποῦ, ἀφʼ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος «πολυτρήρωνά τε Θίσβην» ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ ο. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή, νέμω νομή, στρέφω στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.
Τὰ εἰς βη ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ οι διφθόγγῳ βαρύνεται, Ἀλύβη «τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη». Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ … . Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν οι δίφθογγον.
Τὰ εἰς βη ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων «ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας». κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας «ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι». καὶ Ἀπολλώνιος ἐνάτῳ «ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι». ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.
Τὰ εἰς οιβη κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή.
Τὰ εἰς βη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ οι παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι «κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς». τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολίχνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. «μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση». λώβη ἐκ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος, λάβη. γίνεται καὶ τροπῇ τοῦ α εἰς ω λώβη ὡς φᾶρος φωριαμός.
Τὰ εἰς γη δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφʼ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυΐστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφʼ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν.
Τὰ εἰς γη ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, σφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, στέγη. τὸ μέντοι σαγή τὸ πλῆθος ὡς σφαγή ὀξύνεται, τινὲς δὲ βαρύνουσι. καὶ τὸ ἄγη ἡ ἔκπληξις «ἄγη μʼ ἔχει ὄρχαμε λαῶν» ἀπὸ φωνήεντος ἀρχόμενον βαρύνεται.
Τὰ εἰς γη δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ γ ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλις ἀπὸ τοῦ γ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται.
Τὰ εἰς γη ὑπερδισύλλαβα προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβος, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλʼ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη.
Τὰ εἰς γη ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυσις, Ἐλιβύργη πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον.
Τὰ εἰς δη ἔχοντα πρὸ τοῦ τέλους τὸ ο εἰς σύμφωνον καταλῆγον προσηγορικὰ ὄντα ὀξύνεται, χορδή, σπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη πόλις Θρᾴκης ἀπὸ Μένδης γυναικός. Ἀπολλόδωρος Μένδαν αὐτήν φησι, καὶ τὸ Τίνδη Θρᾴκης Χαλκιδικὴ πόλις καὶ τὸ ἄλδη.
Τὰ εἰς δη προσηγορικὰ μακρᾷ παραληγόμενα ὀξύνεται, ᾠδή, ἀοιδή, σπουδή, ἐδωδή, αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ Ἴδη Τροίας ὄρος. Ὅμηρος «Ἴδηθεν μεδέων» ἀπὸ Ἴδης τινὸς βασιλίσσης, ὡς Χάραξ. καὶ Μήδη καὶ Λύδη.
Τὰ εἰς δη λήγοντα ἔχοντα πρὸ τέλους συλλαβὴν βραχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνει, βαρύνεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος δὲ διὰ τοῦ λ. «σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἐνὶ οἰκία ναίων». Μαιάνδριος δʼ, ὃν Νικάνωρ παρατίθησι ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν. κράδη καὶ Κράδη πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. Λάδη νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ. Ῥόδη πόλις Ἰβηρίας καὶ πληθυντικῶς πόλις Ἰταλίας. εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἁδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόσμος.
Τὰ εἰς δη ὑπερδισύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει «ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη». Ἀγαμήδη τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ.
Τὰ εἰς θη δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ ο παραληγόμενα, μάλθη ὁ κηρός, τήθη, τίτθη, Ξάνθη οὕτως ἡ Τρῳάς ἐκαλεῖτο. σπάθη, σάθη, πόσθη τὸ αἰδοῖον ἐκ τοῦ πρόσθη γεγονός, μέθη, Αἴθη ὄνομα κύριον, λήθη ἐπί τε τοῦ προσηγορικοῦ καὶ τῆς πόλεως. Βρένθη πόλις Ἀρκαδίας. Σμίνθη πόλις Τροίας. Σκίθαι πόλις Θρᾴκης πλησίον Ποτιδαίας. Σίθη ὄνομα κύριον. τὸ δὲ Ὀρθή πόλις Περραιβίας ἢ Θετταλίας, καλουμένη καὶ Κορσέα, ἐπιθετικῶς τεταγμένον ὀξύνεται. εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα. σεσημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον τὸ ο. Ἀρίσταρχος Ἰλιάδος Α ὀξύνει. ὥσπερ γὰρ χόλος τὸ πάθος, χολὴ δὲ ἀφʼ οὗ τὸ πάθος, οὕτω καὶ πόθος τὸ πάθος, ποθή δὲ ἡ ἐπιπόθησις καὶ ἐπιθυμία. ἔστι δὲ κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ος δισύλλαβα τῷ ο παραληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦσιν οἷον στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή. ὁ δὲ Φιλόξενος ἐν τῷ ῥηματικῷ λέγει, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή.
Τὰ εἰς θη μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη πόλις Οἰνωτρῶν. Ἀρίνθη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Γαβάθη πόλις Γαλιλαίας ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας … . Καλαμένθη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Καλαμίνθη δὲ διὰ τοῦ ι πόλις Φοινίκων. Ἀρκεύθη· οὕτως ἐκαλεῖτο πόλις Ἰσαυρίας Δέλβεια, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Λεκίθη ἡ πόλις. Λυκέθη ὄνομα κύριον. Ῥαββώθη· οὕτως ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Λαπίθη πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος. ἐν τοῖς Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. Ἀγάθη πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτʼ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δʼ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή.
Τὰ εἰς κη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθετικόν «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα». λεύκη τὸ προσηγορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆσος ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθʼ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ἑνικῶς λέγει Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντʼ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας.
Τὰ εἰς κη ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ ο παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔστι δὲ τοῦτο σημειῶδες. τὰ γὰρ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἢ συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτως ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ συμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωσις. τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς κη λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως.
Τὰ εἰς κη δισύλλαβα πρὸ τοῦ κ σύμφωνον ἔχοντα μὴ τὸ λ βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλις Θεσσαλίας ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις Λιβύης «μετὰ δʼ αὐτὴν πόλις Φοινίκων Χάλκη». ἔστι καὶ νῆσος. Θουκυδίδης ὀγδόῃ … «ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δʼ εἰς Σάμον». Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν ...... καὶ τρίτῳ «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας».
Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ α παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων «Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον ἐστὶν ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ». Σκυλάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυΐστωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλις. Μαλάκη πόλις Ἰβηρίας. Ἀρτεμίδωρος. Λαμψάκη ἐπιχωρία τις κόρη, ἀφʼ ἧς Λάμψακος πόλις. Βαβυτάκη πόλις Περσική. Ὀμφάκη πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. Σιδάκη πόλις Λυκίας ἀπὸ Σιδάκης τῆς Ἀμισωδάρου. Τυριτάκη πόλις Πόντου. Σιττάκη πόλις Περσική, ὡς Ἑκαταῖος Ἀσίᾳ. Ψευδαρτάκη λόφος ἐν τῇ Σκυθίᾳ μετὰ τὸ λεγόμενον Ἅγιον ὄρος. Βαιάκη πόλις Χαονίας. Ἑκαταῖος. Βαράκη νῆσος τῆς Γεδρωσίας. Σαμυδάκη πόλις Καρμανίας. Χανδανάκη πόλις Περσική. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ψιττάκη πόλις πρὸς τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡς Δαμόφιλος. Τυράκη. οὕτως Τυρακίνας πόλιν Σικελίας Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ. Φυλάκη πόλις Θεσσαλίας «οἱ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα» ἀπὸ Φυλάκου τοῦ Δηιόνος. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάσσω καὶ ἰακή ἀπὸ τοῦ ἰάζω καὶ ὑλακή ἀπὸ τοῦ ὑλάσσω. τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥήματος τοῦ ἀνάσσω ὀξύνοιτο ἂν ὡς στενάχω στεναχή.
Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ ε ἢ τῷ ο παραληγόμενα σπάνιά εἰσιν. Ζεβέκη πόλις τῆς Γαλιλαίας. Ἰώσηπος Ἰουδαϊκῆς ἀρχαιολογίας πέμπτῳ. σημαίνει δὲ τὸ ὄνομα κύριος. τὸ Ἀλωπεκή δῆμος τῆς Ἀντιοχίδος φυλῆς ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη ἡ ἀκαθαρσία.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ι συνεσταλμένῳ παροξύνεται, Ἑλίκη πόλις Πελοποννήσου. Ὅμηρος «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς» ἀπὸ Ἑλίκα τοῦ Λυκάονος ἢ ἀπὸ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός, Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυγατρός. ἔστι καὶ ἄλλη Θετταλική. μυρίκη. ἔστι καὶ νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, οὕτως δὲ κέκληται καὶ Ἀμφίπολις πόλις. Βαιτίκη χώρα, οὕτως δὲ παρὰ τὸν Βαῖτιν ποταμὸν καλεῖται ἡ Τουρδητανία. μηδίκη. Στράβων «καὶ τὴν βοτάνην μὲν μάλιστα τρέφουσαν τοὺς ἵππους, ἣν μηδίκην καλοῦμεν». Βελγίκη ἡ χώρα. Ἰταλίκη πόλις Ἰβηρίας. Λαοδίκη, Κυζίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ὀξύνονται, μουσική, ἰατρική, γραμματική. Περσική εἶδος εὐτελοῦς ὑποδήματος ἔοικε δὲ γυναικεῖον εἶναι. Σκυθική εἶδος ὑποδήματος. Λακωνική εἶδος ὑποδήματος. Ἀβική χώρα Ποντική. Ἐλμαντική πόλις Ἰβηρίας τῆς ἐκτὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γʹ. Ἰνδική πόλις Ἰβηρίας πλησίον Πυρήνης. Κυρρεστική χώρα Συρίας. Στράβων ἑκκαιδεκάτῃ. Κωλική χώρα πρὸς τῷ Καυκάσῳ. Αἰζική Θρᾴκης μέρος. Ἑκαταῖος Εὐρώπῃ. Ἁλική χώρα τῆς Κιλικίας. Κορπιλική χώρα Θρᾴκης «ἡ γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην». Πρετανική νῆσος παρὰ τῇ Κελτικῇ. Χαλδαϊκή χώρα. Κορσική ἡ νῆσος Κορσίς. Ταυρική νῆσος μεγάλη καὶ λίαν ἐπίσημος καὶ πολλὰ ἔχουσα ἔθνη καὶ περικλείουσα τῇ θέσει τὴν Μαιῶτιν λίμνην. λέγεται δὲ Ὄσιριν ἐκεῖ ζεύξαντα βοῦς ἀρόσαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγος τοῦ ταύρου τὸ ἔθνος κληθῆναι. Μαγιστρική χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια ὄρη. Κροβυζική ἡ γῆ τῶν Κροβύζων. Τραλλική ἡ Τραλλία μοῖρα τῆς Ἰλλυρίας. Λαζική παλαιὰ χωρίον, ὡς Ἀρριανός.
Ἔτι τὰ ἔχοντα τὸ ι ἐκτεταμένον κύρια ἢ προσηγορικὰ βαρύνεται, Φοινίκη ἡ χώρα ἀπὸ τῆς Φοίνικος γενικῆς ὡς Κρής Κρητός Κρήτη. Λίβυς Λίβυος Λιβύη. Βερενίκη πόλεις ἕξ. πρώτη Ἠπείρου ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτισθεῖσα. δευτέρα ..... ἡ ὑπὸ Φιλαδέλφου Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίος. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύης ἡ πρότερον Ἑσπερίς, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆς Πτολεμαίου γυναικὸς Βερενίκης. Θεσσαλονίκη πόλις Μακεδονίας. Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ — Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ — ἔγημε καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. ἐρίκη εἶδος φυτοῦ. φερίκη εἶδος δένδρου, ἃ διὰ τοῦ ι ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶς τῶν Νηρηΐδων διὰ τῆς ει καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκος. τὸ δὲ Παλική πόλις Σικελίας ὡς κτητικὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐσσω ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. καὶ τὰ ἔχοντα σ πρὸ τοῦ κ παροξύνεται, λεκανίσκη, παρθενίσκη, θυΐσκη, παιδίσκη, στεφανίσκη. Τριποδίσκη κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκος.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ υ βαρύνεται, Καλύκη κύριον ἀπὸ τῆς κάλυκος γενικῆς, σαμβύκη εἶδος ὀργάνου, Ἰτύκη πόλις Λιβύης. Ἐρύκη Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ναρύκη πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφʼ ἧς κατά τινας Βέβρυξ τὸ ἔθνος ἐν Ἀσίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδος βρώματος ἐκ πολλῶν ἐδεσμάτων συνεστὸς διὰ δισσοῦ τοῦ κ.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξις. τὸ δὲ Ἐώκη βαρύνεται. ἔστι δὲ ὄνομα πόλεως.
Τὰ εἰς λη μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο ο ἐν προσηγορικοῖς, βαρύνεται. Ζάγκλη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας «καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηΐδος ἄστυ». τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. αἴγλη· οὕτως δὲ πρότερον ἐκαλεῖτο Σύμη νῆσος Καρική. σίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλε τὸ η εἰς α ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλις ἐν Σικελίᾳ ἡ ὕστερον Μέγαρα ἀπὸ Ὕβλωνος βασιλέως. εἰσὶ δὲ τρεῖς πόλεις Σικελίας Ὕβλαι. ἔστι καὶ πόλις Ἰταλίας. κίχλη, χύτλη, τρίγλη, στρέβλη, ὃ παραλόγως στρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέθλη. Ἀμύκλαι πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισεν. Μόκλη κώμη Φρυγίας. Πρόκλη πόλις Λυδίας. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προσηγορικά εἰσι καὶ παραλήγουσιν ο, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.
Τὰ εἰς λη μονογενῆ δισύλλαβα ἑτέρῳ λ παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλις. τὸ δὲ κυλλή τριγενές.
Τὰ εἰς λη μονογενῆ δισύλλαβα παραληγόμενα τῷ α ἢ ε βαρύνεται, ἀσυνάλειπτα ὄντα, πάλη, σάλη ἡ φροντίς, ὅθεν ἀσαλής ὁ ἀμέριμνος. Αἰσχύλος «ἀσαλὴς μανία» καὶ ἀσαλίαν Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ. καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως.
Τὰ διὰ τοῦ ηλη δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη μικρὰ νῆσος, μεθʼ ὧν καὶ ἴλη ἄθροισις, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα. Τὰ εἰς λη δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ υ ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές «οὐλὴν μὲν πρῶτον». τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος· καὶ τὸ «ἑτέρῃ δʼ ἔχεν οὔλας», λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον—κύριον, καὶ τὸ δούλη τριγενές.
Τὰ εἰς λη δισύλλαβα παραληγόμενα τῇ ει ἢ τῷ ι βαρύνεται, εἴλη ἡ θερμασία κατὰ πλεονασμὸν τοῦ ι παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολογεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμιλή τὸ σμιλίον ὀξυνόμενον.
Τὰ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνεσθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. εἰσὶ μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρατίνου παρεφύλαξε Σύμμαχος.
Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρʼ Ἀττικοῖς. ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἐγὼ δʼ ἐπὶ μαλθάκαν τύλαν κασπολέω μέλεα καὶ ἀσάμενον τύλᾳ κασπολέω. οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη καὶ Μύλαι πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ Θετταλίας. πύλη. ἔστι καὶ τόπος Ἀρκαδίας Πύλαι, ὃς καὶ Πυλαία. σύλη ἐν Σαμίων ὥροις. «καὶ οὐδένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν». Λύλη πόλις Ἀρκαδίας, ὕλη καὶ Ὕλη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα». εἴρηται ἀπὸ Ὕλης τῆς Θεσπιέως ἢ ὅτι ὑλώδης ἐστίν. ἔστι δὲ καὶ πόλις Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως. μονῆρες ἄρα τὸ φυλή ὀξυνόμενον. ἔστι δὲ τὸ τρίτον εἶδος τῶν παρʼ Ἕλλησι κοινωνιῶν καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι «πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι». καὶ ἐν Πλούτῳ «μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες».
Τὰ διὰ τοῦ ολη ῥηματικὰ ὄντα ὀξύνεται, στέλλω στολή, βάλλω βολή, χέω χολή.
Δισύλλαβον εἰς ωλη ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως.
Τὰ διὰ τοῦ αλη ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμος τῆς Λεοντίδος φυλῆς, μασχάλη, αἰθάλη καὶ Αἰθάλη νῆσος Τυρρηνῶν. Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δʼ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλις Κιλικίας παραθαλασσία πρὸς τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τοῦ αὐτοῦ πατρίδος γράφων καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ «γίνεται δʼ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δʼ υἱὸν Κύδνον, ἀφʼ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ, ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφʼ οὗ ἡ πόλις μετωνομάσθη Παρθενία. μεταπεσόντος δὲ τοῦ ὀνόματος Ταρσὸς ἐκλήθη». Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμόργῳ τῇ νήσῳ. Ψυττάλη νῆσος περὶ Σαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡς Ἀγάμμεια, Μαντίνεια, Ἐρύθεια, Ζέλεια, ἀφʼ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλις Καρίας. Ἡρόδοτος πρώτῃ … . Δίδυμος δʼ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπʼ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μέσῳ κεῖται τῆς Καρικῆς ἁλός. Πατάλη πόλις Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. Ἀρβουκάλη πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ. Σφενδάλη δῆμος Ἱπποθοωντίδος φυλῆς. Μεγάλη νῆσος ἐγγὺς Λυκίας καὶ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται παρὰ Ἀττικοῖς εἰς ἰδιότητα τεθέν. σεσημείωται ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. ἔστι δὲ δῆμος. εἰσὶ δὲ καὶ Βοὸς κεφαλαί τόπος καθʼ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄτταλον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. τὸ γὰρ ἀλαλή ὁ θόρυβος παρὰ τὸ λαλῶ οὐ φύσει τρισύλλαβον «κλῦθʼ ἀλαλά, πολέμου θυγάτηρ». τὸ δὲ μυγαλῆ περισπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ συντέθειται συναληλιμμένον καὶ περισπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφισόδωρος ἐν Ὑΐ ὦ καὶ λέων καὶ μυγαλῆ καὶ σκορπίος. τὸ δὲ ἀμυγδαλῆ ἐκ συναιρέσεως. ἐκλήθη δὲ ἀμυγδαλῆ παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. καὶ οὐδετέρως ἀμύγδαλον λέγεται. Δίφιλος «τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγδαλα». Περὶ δὲ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδαλῆς Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ, τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος «ῥοδῆς τε καλὸν ἄνθος». Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατʼ ὀξεῖαν τάσιν. Φιλόξενος δʼ ἀμφότερον περισπᾶ. Εὔπολις «ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν». Ἀριστοφάνης· ἄγε νῦν, τὰς ἀμυγδαλᾶς λαβὼν τασδί, κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. Φρύνιχος· ἀμυγδαλῆ, τῆς βηχὸς ἀγαθὸν φάρμακον. ἄλλοι δὲ ἀμυγδαλάς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν καρπὸν βαρέως, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τούτου περισπωμένου.
Τὰ διὰ τοῦ ελη μονογενῆ ὑπερδισύλλαβα παροξύνεται, Σεμέλη, ἀγέλη, κυψέλη ὁ ῥύπος τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλις Φοινίκης. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρους ἱεροῦ. Ὑβέλη πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Μαστραμέλη πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος. Ἀρβέλη πόλις Σικελίας. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην συλλαβὴν φύσει ἢ θέσει μακρὰν ἔχει, πιμελή τὸ λίπος καὶ Ἀγγελή δῆμος τῆς Πανδιονίδος φυλῆς καὶ Πεντελή δῆμος Ἀντιοχίδος φυλῆς ὀξύνεται.
Τὰ διὰ τοῦ ηλη ὑπερδισύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλις. Ἡρόδοτος ἑβδόμῃ … «κώμη Ἀνθήλη». καὶ Ἀνθήνη ἐκλήθη. Γαβήλη πόλις Φοινίκης, κωβήλη ἡ συνουσία. Κανθήλη πόλις Λιβυφοινίκων. Ἑκαταῖος Ἀσίᾳ. Σιδήλη πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ, καπήλη, ξυήλη, κιχήλη, Στυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυσία.
Τὰ εἰς ιλη ὑπερδισύλλαβα βαρύνεται, παστίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων, μαρίλη ἡ κόνις, μυστίλη ὁ κοῖλος ἄρτος, πραδίλη, βασίλη ἡ βασιλίς· Ἀβίλη πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλις Λέσβου ἀπὸ Πενθίλου, Τρεμίλη. οὕτως ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή— γέγονε δὲ ἀπὸ τοῦ οὐτήσω οὐτηλή τροπῇ τῆς ου διφθόγγου εἰς ω καὶ τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτιακῶς ὡς πένης πένεις. λέγεται δὲ παρʼ Αἰολεῦσιν ὠτέλλη—καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡς ἔχοντα τὸ ε πρὸ τοῦ ι.
Τὰ διὰ τοῦ ολη ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ σύνθετα εἴη ἐκ προθέσεως, ἀσβόλη, θερσόλη, τριβόλη, ἀπαιόλη ἡ ἀπάτη. Ἰόλη, Ὁμόλη ὄρος Θετταλίας. Παυσανίας ἐνάτῳ. λέγεται καὶ Ὅμολος. Νακόλη νύμφη, ἀφʼ ἧς Νακόλαιον. τὸ δὲ ἐντολή, ἀνατολή, ἐμβολή, Ἐπιπολαί χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ἕκτῃ … . Προπολαί πόλις Σικελίας καὶ τἆλλα ἐκ προθέσεως ὀξύνονται.
Τὰ διὰ τοῦ υλη ὑπερδισύλλαβα βαρύνονται· κορδύλη, κοτύλη, γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλις Κερήτων. Βαβύλη πόλις ἐν Ὀδρύσαις. Καβύλη πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. Καρδαμύλη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην τε». Ἡρόδοτος δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δʼ ἑτέρα εἶναι πλησίον Χίου. Μοτύλαι Σικελίας φρούριον. παρὰ τὴν Μοτύην. Φίλιστος Σικελικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥακίου καὶ Μαντοῦς. Στρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήσων «ἀπὸ τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέχουσα». ἔστι καὶ ἄλλη πρὸς τῇ Λυκίᾳ. Σκαπτησύλη πόλις Θρᾴκης μικρὰ ἀντικρὺς Θάσου, σταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή δὲ ὁ καρπός. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται. τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται καὶ μετὰ τοῦ α Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή.
Τὰ εἰς ωλη ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶσι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκης.
Τὰ εἰς μη λήγοντα προσηγορικὰ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον μὴ δασὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεσμή, δυσμή, πυγμή, νυγμή, ξυσμή, αἰχμή, ὀχμή, δυθμή, μεθʼ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, στάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡς ὄχθη καὶ στάθμη βαρύνει, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ «οὔτοι ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τις, ἀφʼ ἧς πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος, Ἑκαταῖος Εὐρώπῃ, κύριόν ἐστι, μεθʼ οὗ καὶ Ἀλύχμη τρισύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον.
Τὰ εἰς μη ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, σκάλμη, θέρμη. ἔστι καὶ πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης. Γέρμη πόλις Ἀσίας. Μάρμη πόλις Φοινίκης, Πάρμη πόλις Ἰταλίας. σεσημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.
Τὰ διὰ τοῦ αμη εἴτε δισύλλαβα εἴτε ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, εἰ μὴ εἴη ἐκ συναιρέσεως, Σάμη νῆσος, καλάμη καὶ Καλάμαι πόλις Πελοποννήσου. Παυσανίας τετάρτῳ. παλάμη, Ζαδράμη βασίλειον τῶν Κυναιδοκολπιτῶν. θαλάμη, Θαλάμαι πόλις τῆς Μεσσηνίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Κοροκονδάμη πλησίον Σινώπης. Ἀρτεμίδωρος ἑνδεκάτῳ γεωγραφουμένων. Ὀργάμη πόλις ἐν τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ σπιθαμή ὀξύνεται καὶ τὸ Ἱεραμαί πόλις Καρίας. τὸ δὲ σησαμῆ περισπᾶται ὡς ἐκ συναιρέσεως.
Τὰ εἰς μη παραληγόμενα τῷ ε σπάνια ὄντα βαρύνεται οἷον Κρέμη πόλις Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν.
Τὰ εἰς μη ἰαμβικὰ παραληγόμενα τῷ ο ἀπὸ ῥημάτων παραληγόντων ε ὀξύνεται, δρέμω δρομή, τέμνω τομή καὶ ἀνατομή, νέμω νομή καὶ προνομή, δέμω δομή, τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόσμος γεγονυῖα, κόσμη γάρ. ὡσαύτως καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφινόμη βαρύνονται.
Τὰ εἰς μη φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοσήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διασημοτάτη πόλις Ἰταλίας, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι, ὡς Φιλόξενος. βρώμη, τρώμη, Ἰθώμη πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος «οἵ τʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν». ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασιλέως. καλεῖται δὲ ὁ τόπος τῆς Θεσσαλικῆς Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον Θούμαιον. κοίμη ἐπὶ τοῦ ὕπνου, οἴμη ἀπὸ τοῦ οἶμος. ῥύμη ὁ στενωπός, τρύμη ἡ ταλαιπωρία, ζύμη, Σύμη νῆσος Καρική, ὡς Στράβων τεσσαρεσκαιδεκάτῃ. ὠνόμασται δὲ ἀπὸ Σύμης τῆς Ἰαλύσου. Στρύμη πόλις Θρᾴκης, ὡς Ἀνδροτίων ἑβδόμῳ. Κύμη πόλις Αἰολίδος πρὸ τῆς Λέσβου ἀπὸ Κύμης Ἀμαζόνος· ἔστι καὶ ἑτέρα Ἰταλίας. τρίτη τῆς Ἠλείας. τετάρτη Παμφυλίας. Δύμη πόλις Ἀχαΐας ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν «εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν». λέγεται καὶ πληθυντικῶς ὡς Ἀπολλόδωρος «τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ. σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται.
Τὰ εἰς μη ὑπερδισύλλαβα υ παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ … . ταύτην Αἰσύμην Ὅμηρος ἔφη «τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί, ὀξυτόνως. Δινδρύμη πόλις Μακεδονίας.
Τὰ εἰς νη μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ … . Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ α. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν ὡς λευκή καὶ λεύκη. ἀντιπίπτει δὲ τὸ στρωμνή.
Ὡσαύτως καὶ τὰ ὑπερδισύλλαβα βαρύνεται, Πολίχνη Κρήτης πόλις. ἔστι καὶ Πολίχνα πόλις Τρῳάδος. Εὐδείπνη νῆσος Λιβυφοινίκων. Ἑκαταῖος περιηγήσει Λιβύης. Θεράπναι πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας—Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν—ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς νη μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τʼ Ἄρνην ἔχον» καὶ Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. Ἀρτεμίδωρος δʼ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν «ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». ἔστι δὲ ἄλλη Αἰολίδος. Κέρνη πόλις καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν.
Ἔτι καὶ τὰ εἰς νη μονογενῆ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεται, Ἰέρνη νῆσος ἐν τῷ πέρατι πρὸς ταῖς δυσμαῖς, Ἰουέρνη πόλις ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμος τῆς Οἰνηΐδος φυλῆς.
Τὰ διὰ τοῦ ανη δισύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυσις, πλάνη, Κάνη καὶ Κάναι «πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο νν. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρʼ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή.
Τὰ διὰ τοῦ ανη μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, θηγάνη ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἱρκτή, σαργάνη, πτισάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔστι καὶ Λυκίας Δρεπάνη· ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ, ἣν ....... φησὶν ὠνομάσθαι, ὅτι «Δρεπάνην κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου». ἔστι καὶ ὄρος Αἰθιοπίας. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλις ἀπὸ Λευκίου τινός. Κατάνη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη». κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ υ νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ η τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφʼ οὗ ἡ «εἰς Ἀφάνας» ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. Παρικάνη πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ «ἐν δʼ αὐτοῖσι πόλις Παρικάνη οὔνομα». τὸ δὲ μηχανή ὀξύνεται. ὡσαύτως καὶ Ἀμφαναί πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θεσσαλίας ὡσαύτως. τὰ δὲ εἰς ανη α μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανή μοῖρα τῆς Μηδίας. Στράβων ἑνδεκάτῃ «τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ». Ἀσιανή πόλις Ἠλείας. Ἀχριανή πόλις Ὑρκανίας. Πολύβιος δεκάτῳ. Σογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Σουσιανή ἡ χώρα καὶ κώμη Σουσιανή. Συρβανή νῆσος ἐν τῷ Εὐφράτῃ.
Τὰ εἰς νη δισύλλαβα τῷ ε παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλις Κρήτης, τινὲς δὲ Ἀρκαδίας. οἱ δʼ ὄρος· καὶ τὸ Μεναί πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ υ. γέγονε γὰρ ἀπὸ τοῦ εἷς ἑνός ἑνή καὶ εὐνή, ψιλουμένης τῆς ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλος εὔκηλος, ἕαδε εὔαδε. εἰσὶ δὲ καὶ Εὐναί πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος.
Τὰ διὰ τοῦ ενη ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, ὠλένη, Ἑλένη νῆσος τῆς Ἀττικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούσατο. Κλυμένη. Κασμένη πόλις Σικελίας. Ἡρόδοτος ζʹ … : Κτιμένη πόλις Θεσσαλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας καὶ Ἄβαντας τοὺς Εὐβοέας. οὕτω καὶ «Κτιμένην Δολοπηΐδα». Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆς Ἐφεσίας. Στράβων τρισκαιδεκάτῳ. Σταμένη πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. Ἀρμένη κώμη Παφλαγονίας. Μένιππος ἐν περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάσεως ϛʹ Ἀρμήνη διὰ τοῦ η. Λυκοσθένη πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν, ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκομένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλις Μακεδονίας. Θουκυδίδης βʹ … . καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγρος τόπος τοπικὴν ἔννοιαν ἔχοντα.
Τὰ διὰ τοῦ ηνη μονογενῆ δισύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία. Σήνη πόλις Κελτική, φήνη τὸ ὄρνεον «φήνῃ ἐειδομένη», γλήνη ὁ ῥύπος, κρήνη, μήνη ἡ σελήνη. χήνη καὶ καταχήνη τὸ γέλασμα. Λήνη, Βήνη πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡσαύτως καὶ Σκηναί πόλις ἀξιόλογος Περσική ὡς Στράβων ιϛʹ.
Τὰ διὰ τοῦ ηνη τρισύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος «καὶ Ἀρήνην ἐρατεινήν». Ἀθήνη πόλεις κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. δευτέρα πόλις Λακωνική, τρίτη Καρίας, τετάρτη Λιγυστίων, πέμπτη Ἰταλίας, ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ «Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν». αὗται δʼ Ἀθῆναι Διάδες λέγονται. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθηναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγορεῦσαι. ὀγδόη Βοιωτίας ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον ἐπικλυσθῆναι τῆς Κωπαΐδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν. ἐκλήθη δὲ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἀνθρήνη εἶδος μελίττης, Μεσσήνη καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ. χώρα δὲ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπὴν ἢ Μέση Μεσήνη, ὥς τινες. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας καὶ χώρα Περσίδος Μεσήνη διʼ ἑνὸς σ ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη ἡ καὶ Μέση τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σελήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη δʼ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατʼ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθʼ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας, κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον» ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μιτυλίνα. Πριήνη πόλις Ἰωνίας. Πυλήνη πόλις Αἰτωλίας. Πυρήνη ὄρος Εὐρώπης. Χαζήνη σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Περσικῶν «ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα». Καρήνη πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ … . Ξερξήνη ἀπὸ Ξέρξου Περσικὴ χώρα τῇ μικρᾷ Ἀρμενίᾳ ὅμορος. τὸ δὲ Εὐθηναί πόλις Καρίας ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ Γερμηνή ἡ συνήθεια ὀξύνει· ὡσαύτως καὶ Τυρρηνή πόλις πρὸς τῷ Ἁδρίᾳ, ἣ λέγεται καὶ Τυρρηνία. Σωφηνή χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ, παρὰ δὲ Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. Δραγγηνή χώρα Περσική. Ὠτηνή μοῖρα Ἀραβίας. Σαιδηνή ὄρος Κύμης.
Τὰ διὰ τοῦ ηνη ὑπερτρισύλλαβα ὀξύνεται, Καμασηνή, Μελιτηνή πόλις Καππαδοκίας. Στράβων ἑνδεκάτῃ «τὸ δʼ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθʼ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται». Παλαιστηνή. Ἀδραμυττηνή, Κομμαγηνή, Κοδομηνή, Παραιτακηνή, Σιπυληνή ἡ Δημήτηρ, Γοαρηνή χώρα Ἀραβίας πλησίον Δαμασκοῦ· λέγεται καὶ Γοάρεια. Γωγαρηνή χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. Καμβυσηνή ἀπὸ Καμβύσου Περσικὴ χώρα. Μοτιηνή χωρίον Ἰβηρίας. Ναβατηνή ἡ χώρα. Παρθυηνή ἡ χώρα. Πιμωλισηνή ἡ χώρα. Περπερηνή. οὕτως τινὲς Παρπάρωνα χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν καλοῦσι. Ψιττακηνή χώρα παρὰ τῷ Τίγριδι, ἧς καὶ Ἀριστοτέλης μέμνηται ἐν τοῖς θαυμασίοις. Σαπφειρηνή νῆσος ἐν τῷ Ἀραβίῳ. Σιττακηνή ἡ χώρα. Ἀβρεττηνή χώρα Μυσίας ἀπὸ Βρεττίας νύμφης. Ἀδιαβηνή χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδος, ἥτις καὶ Μεσήνη ὠνόμασται. Χολοβητηνή μοῖρα Ἀραβίας. Ἀρριανὸς ἕκτῳ Παρθικῶν «Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται». Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔστι δὲ πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ κτιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης· ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ Πακτυήνη καὶ Δινδυμήνη ἡ Ῥέα ἀπὸ Δινδύμων ὀρῶν τῆς Τρωάδος. καὶ Πορδοσελήνη νῆσος περὶ τὴν Λέσβον πόλιν ὁμώνυμον ἔχουσα. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν. καὶ Ἀμφισσήνη χώρα τῆς μικρᾶς Ἀρμενίας, ὡς Στράβων ιαʹ. τὸ δὲ Παταληνή νῆσος Ἰνδική ὀξύνεται, τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην ὡς Πριήνην ἀναγινώσκουσιν.
Τὰ εἰς νη δισύλλαβα μονογενῆ τῷ ι παραληγόμενα ἢ τῇ ει διφθόγγῳ βαρύνεται, κλίνη, δίνη ἡ συστροφή, Βίνη ἡ πόλις, πείνη, λέγεται δὲ καὶ πεῖνα, ῥίνη ὁ ἰχθῦς, τὸ δὲ ὄργανον ὀξύνεται.
Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ ι βαρύνεται, εἰλαπίνη, μυρσίνη, θριδακίνη, ἀξίνη, ὑσμίνη, σατίνη· ἔστι δὲ εἶδος ἅρματος. μυρσίνη καὶ Μυρρίνη διὰ δύο ρρ, δωτίνη, πυτίνη, Αἰητίνη, ἰατρίνη, ἡρωΐνη, Ὠκεανίνη, Μολυβδίνη πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Μαντίνη ἡ Μαντίνεια, κηρυκίνη, ὀρφίνη, Ἀρικίνη, Ἐρυκίνη, Ἀδρηστίνη, Εὐηνίνη, Μενεκίνη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ, μελίνη κέγχρος, χοιρίνη ἡ δικαστικὴ ψῆφος, Καρίνη ἡ πόλις, Ὑρμίνη πόλις τῆς Ἤλιδος «ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα». Εὐκολίνη, Λογίνη, Ἀμαντίνη· οὕτως Καλλίμαχος καλεῖ Ἀμαντίαν μοῖραν Ἰλλυριῶν «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμόργῳ τῇ νήσῳ. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησίν. Ἀχραδίνη νῆσος πόλιν ἔχουσα πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολέμησε Μάρκος ὁ Ῥωμαίων στρατηγός, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δʼ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βολβιτίνη πόλις Αἰγύπτου. Ἑκαταῖος. Βολίνη πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ. Βουλίνη πόλις περὶ Ἰλλυρίαν, ὥς φησιν Ἀρτεμίδωρος, ἀφʼ ἧς τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλις Αἰγύπτου. Παρθένιος δὲ Ἐλεφαντίδα αὐτήν φησιν. Ἐχῖναι νῆσοι περὶ τὴν Αἰτωλίαν, αἷς Ἀχελῷος ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. Καινίνη πόλις Σαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. Λιγυστίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆς ει διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου.
Τὰ εἰς νη δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ οι διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελος καὶ ὁ ἐν τοῖς βόλοις κενός· ἔστι καὶ Οἴνη πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ ο ὀξύνεται, μονή, γονή καὶ φονή ἡ ὀλεθρία.
Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι δίφθογγον οὐκ εἰσὶ γνήσια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται. ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή, ἀκωκή, ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν.
Τὸ Κελαιναί πόλις τῆς μικρᾶς Φρυγίας ἡ καὶ Ἀπάμεια μόνον εἰς αινη καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ διὰ τοῦ ονη ὑπερδισύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια, Ἀντιγόνη, Ἠριγόνη θυγάτηρ Ἰκαρίου, Ἡγεμόνη ἀπὸ τῆς ἡγεμόνος γενικῆς, Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, Χιόνη νύμφη, Νακόνη πόλις Σικελίας. Καλλιγόνη, Ἀλκυόνη, Πληιόνη. ἔτι καὶ ταῦτα, σφενδόνη, ὀθόνη, ἀκόνη. ἔστι δὲ καὶ Ἀκόναι πολίχνιον πλησίον Ἡρακλείας. ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πλησμονή, αὐονή, καλλονή, χαρμονή.
Τὰ εἰς νη δισύλλαβα τῷ υ μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλις Λιβύης ὡς ὁ πολυΐστωρ Ἀλέξανδρος. τὸ δὲ Κυνή πόλις Λυδίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ γυνή ὀξύνεται τὸ υ βραχὺ ἔχοντα.
Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ υ βαρύνεται, αἰσχύνη, ὀδύνη, Δελφύνη, χελύνη, κορύνη, Ταμύνη, τορύνη, σιγύνη, δουλοσύνη, ἀγνωμοσύνη, κερδοσύνη «ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη», βριθοσύνη, ὑποθημοσύνη, ἁγιωσύνη, μεγαλωσύνη, χαρμοσύνη, δικαιοσύνη, εὐφροσύνη, ξεινοσύνη «ἀρχὴν ξεινοσύνης» «πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν». «τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην». «δρηστοσύνη οὐκ ἄν μοι». «ταρβοσύνῃ, φὰν γάρ μιν». «γηθοσύνῃ δὲ θάλασσα διίστατο». ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. ἀλλὰ τὰ διὰ τοῦ συνη θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος. οὐ γὰρ ἀγαθοφροσύνη γυνή. οὐκ ἄρα γένοιτο γηθοσύνη θάλασσα. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο «γηθόσυνος δʼ οὔρῳ». οὕτως ἀκόλουθον θηλυκὸν γένοιτο ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος εἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.
Τὰ εἰς ωνη δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ «καὶ τὴν γῆν ὀνομάσαι Χώνην». «καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν». τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.
Τὰ διὰ τοῦ ωνη κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθʼ ἣν Δωδωναῖος Ζεύς «Δωδώνης μεδέων δυσχειμέρου». Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως «Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφʼ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.» ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι». πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιάδος «τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον, “τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι”. ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο». καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων «ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης». εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δʼ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. ἀλλʼ οὐκ εἴρηται· διόπερ μεταπλασμὸς ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰς ω. Σιμμίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρʼ ὑπεδέξατο Δωδώ». Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δʼ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ η «οἱ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο». ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη, κορώνη. ἔστι καὶ πόλις Μεσσηνίας, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ καταλόγου, καὶ μοῖρα τῆς Σαλαμῖνος τῆς ἐν Κύπρῳ. ἔστι δὲ καὶ Βιθυνίας. μελεδώνη. Ἰτώνη χώρα ὑπὸ τὸν Αἷμον, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Ἰτώνη ἐν Ἠπείρῳ καὶ Ἰταλίας καὶ Βοιωτίας καὶ Λυδίας καὶ ἡ Ἀθηνᾶ Ἰτώνη. ἐντεριώνη. Ἀτρυτώνη, Ἀκρισιώνη, Ἠλεκτρυώνη, Ἠιώνη πόλις Βοιωτίας. Ἀμυμώνη, Ἠριώνη, Διώνη, Μηκώνη· οὕτως ἐκαλεῖτο ἡ Σικυών. Ἀργειώνη ὡς Ἀντίμαχος· οὕτως ἡ Ἑλένη. ῥᾳστώνη. Ἰώνη· οὕτως ἐκαλεῖτο ἡ Γάζα ἀπὸ Ἰοῦς προσπλευσάσης καὶ μεινάσης ἐκεῖ καὶ ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν Ἀργεῖοι. Χιτώνη· οὕτως ἡ Ἄρτεμις ἐλέγετο καὶ Χιτωνία. Ἠλώνη πόλις Περραιβική. Ὅμηρος «Ὀρθὴν Ἠλώνην τε», νῦν δὲ Λειμώνη διὰ τὸν ἐν αὐτῇ λειμῶνα. Κολώνη, γρονθώνη. Γυρτώνη πόλις τῆς Θεσσαλίας καὶ Περραιβίας. Ὅμηρος. λέγεται καὶ Γυρτών. Βιζώνη πόλις Ποντική. Βρυσώνη ἡ πηγή. Αἰγώνη· οὕτως Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας. Ἀργανθώνη· οὕτως λέγεται Ἀργανθὼν ὄρος Μυσίας καὶ ἡ Ῥήσου γυνή. Ἰστώνη ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης τρίτῃ … . Λογγώνη Σικελίας πόλις. Κελαδώνη πόλις Λοκρίδος. Κρηστώνη πόλις Θρᾴκης. Λυκόφρων «ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεόν». ἔοικε δὲ εἶναι ἡ Κρηστών παρʼ Ἡσιόδῳ. Λυκώνη πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. Σαλμώνη πόλις τῆς Πισάτιδος καὶ κρήνη ὁμώνυμος ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. Σαλῶναι πόλις Δελματίας. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίας πολίσματος ὃ λέγεται Κύρτωνες. Σκιώνη πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. Οἰνώνη νῆσος τῶν Αἰακιδῶν. Τορώνη πόλις Θρᾴκης ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. τὸ δὲ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς ὀξύνεται, ὡς εἴθισται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολωναί πόλεις πληθυντικῶς λεγόμεναι.
Τὰ εἰς ξη θηλυκὰ οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξή καὶ αὐτὸ ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρύνουσι λέγοντες αὐτὸ ἀπὸ τῆς αὔξησις ἀποκεκόφθαι, ἐγὼ δὲ συγκατατίθεμαι τοῖς ὀξύνουσιν.
Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μὴ τὸ ο ἢ ι βαρύνεται, νάπη· ἔστι καὶ Νάπη πόλις Λέσβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικος ἐν δευτέρῳ Λεσβιακῶν. λύπη, σκέπη, κώπη· εἰσὶ καὶ Κῶπαι πόλις Βοιωτιακή. Ὅμηρος «Κώπας Εὔτρησίν τε» ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. σήπη, λώπη, γύπη, κύπη εἶδος πλοίου· ἔστι καὶ Σικελίας φρούριον Κύπη. Φίλιστος Σικελικῶν ἐνάτῳ. Ῥύπαι πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη. Κάπαι πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλις βαρύνεται εἰς ἰδιότητα «Ῥίπην τε Στρατίην τε».
Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον καταλήγουσαν βαρύνεται, ἅρπη, λάμπη· ἔστι καὶ Λάμπη πόλις Κρήτης Ἀγαμέμνονος κτίσμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο ππ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο αα καὶ διὰ τοῦ η. Κάλπη τὸ ὄρος. ἔστι καὶ πόλις Βιθυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. λέγεται καὶ Κάρπεια, σάλπη, κάμπη σκώληξ, καμπή δὲ ἡ κάμψις. Τράμπη πόλις Ἰωνίας, Ἄμπη πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ … . Τάρπη πόλις Ἰταλίας. Ὄλπαι φρούριον κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θουκυδίδης τρίτῃ … . Στίλπαι πόλις Σικελίας. πόρπη παρὰ τὸ πείρω. τὸ δὲ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.
Τὰ εἰς πη κύρια ὄντα ὑπερδισύλλαβα βαρύνεται, Καλλιόπη· ἔστι καὶ πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. Ἀντιόπη. Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην», μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ. Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόντου, ἀφʼ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν «ἐλθόντʼ ἐξ Ἀλόπης, ὅθʼ Ἀμαζονίδων γένος ἐστίν». Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ ι Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι «καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας». καὶ Εὐριπίδης ἐν Θησεῖ «σχεδὸν παρʼ αὐτοῖς κρασπέδοις Εὐρωπίας». Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς διʼ ἑνὸς σ. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ πόλις Ὑώπη, οἱ δʼ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες». Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Ἐνίσπη πόλις Ἀρκαδίας «καὶ ἠνεμόεσσαν Ἐνίσπην». νῦν δʼ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. Εὐίππη δῆμος Καρίας. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλις Σινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι σιωπή ὀξύνεται καὶ ἐνωπή, ἐσωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ ἀστεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη βαρύτονον ἡ ἐργασία καὶ λατυπή, χαμαιτύπη καὶ Ἀμφιτροπή ὀξύτονον δῆμος τῆς Ἀντιοχίδος φυλῆς.
Τὰ εἰς ρη ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰς η βαρύνεται, κόρη, Ἄσκρη πόλις Βοιωτίας, Ὀλύκρη πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. Ἀντισάρη καὶ αὕτη πόλις. τινὲς δὲ Τισάρη γράφουσι, δέρη ὁ τράχηλος, τὸ δὲ δειρή πλεονασμῷ τοῦ ι ὀξύνεται. ἀθάρη. ἔστι δὲ σιτῶδές τι ἑψητόν, ὅπερ ἐν τῇ συνηθείᾳ λάθυρον καλοῦσι. Ἐφύρη ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος. ἔστι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ. Κύρη· ἔστι δὲ ὄνομα πηγῆς, ἀφʼ ἧς καὶ Κυρήνη πόλις. ἔστι δὲ καὶ νῆσος ἐν τῷ Περσικῷ κόλπῳ. Ἑκαταῖος ἐν περιηγήσεως δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ α φασὶ Τερψιχόρα. ἐπὶ κόρρης, σημαίνει δὲ τὸ ἐπὶ κεφαλῆς. κόρση γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρση καὶ κόρρη ὡς ἄρσην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλις Κρητικὴ ἀπὸ Κάτρεως. Ἄγρη πόλις Λυδίας. Τάφραι καὶ Τάφρη ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Σπαλέθρη πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλαθρον αὐτήν φησι. Μαζάρη φρούριον Σελινουντίων. Φαναγόρη καὶ Φαναγόρεια νῆσος τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτως ἐκαλεῖτο πρότερον Νίκαια πόλις Βιθυνίας. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐστιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐστιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ—ἔστι δὲ ὄνομα πόλεως οἷον Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν— Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ· εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὥσπερ ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε». ὀξύνονται δὲ καὶ Γυρή, ἀφʼ οὗ Γυραία. καὶ Καιρή· οὕτως μετωνομάσθη Ἄγυλλα πόλις Τυρρηνίας. καὶ Δουσαρή σκόπελος καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίας ἀπὸ τοῦ Δουσάρου θεοῦ παρὰ Ἄραψιν τιμωμένου. καὶ Περιστερή πόλις Φοινίκων. τὸ δὲ Θυρῆ κατὰ συναίρεσιν ἐκ τοῦ Θυρέα.
Τὰ εἰς η λήγοντα προηγουμένου τοῦ σ βαρύνεται, ἄση ὁ ῥύπος, κόρση ὁ κρόταφος καὶ Κόρση δούλη βουκόλος, ἀφʼ ἧς Κορσίς νῆσος. Μέσση πόλις κατʼ ἀποκοπὴν ἐκ τοῦ Μεσσήνη καὶ Μέση. Χρύση ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις «ὦ Λῆμνε Χρύσης τʼ ἀρχιτέρμονες πάγοι»· καὶ ἐν Αἰχμαλώτισι «ταύτην ἐγὼ Κίλλαν καὶ Χρύσην νέμω». εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλουμένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. Ὅμηρος «ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον». Πολύβιος δὲ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. Ἀγχίση πόλις Ἰταλίας ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ λισσή ὀξύνεται «ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη». τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν «Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι». ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφʼ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί.
Τὰ εἰς τη παραληγόμενα τῷ α ἢ τῷ η βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», ἄτη καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται. Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται.
Τὰ εἰς τη παραληγόμενα τῷ ε ἢ ο κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλις Φωκίδος ἣ καὶ Φανότεια καὶ Φανοτεύς. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλις τῆς Μαγνησίας. Ἑκαταῖος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δʼ ἐν Παγασιτικῷ κόλπῳ. —καὶ Ἰεταί φρούριον Σικελίας. Φίλιστος ἕκτῃ—πληθυντικῶς λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττεται. ἔστι δὲ δῆμος Κεκροπίδος φυλῆς. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθές.
Τὰ εἰς τη παραληγόμενα τῷ ι ὑπερδισύλλαβα κύρια ὄντα βαρύνεται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον ὀξύνεται ὡς καὶ Λιταί πόλις Λακωνική. τὸ δὲ Τρίτη πόλις περὶ τὰς Ἡρακλείας στήλας βαρύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς τη πρὸ τέλους ἔχοντα τὸ υ ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον «μήτηρ πινυτή», Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προσηγορικὸν εἰσὶν οἳ παροξύνουσιν, Ἀρίσταρχος δὲ ὀξύνει καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. Λυταί χωρίον Θεσσαλίας διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἣ καὶ Ἄφυτις καὶ Ἄφυτος ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου, καὶ Προχύτη νῆσος Σικελίας βαρύνεται.
Τὰ εἰς τη ὑπερδισύλλαβα τῷ ω παραληγόμενα βαρύνεται, Κριθώτη πόλις Ἑλλησπόντου· ἔστι καὶ ἄκρα Ἀκαρνανίας. Περκώτη καὶ Παλαιπερκώτη πόλις Τρωάδος. Γεφυρώτη πόλις Λιβύης, Γιγγλυμώτη Φοινίκης πόλις ὡς Ἑκαταῖος. τὸ μέντοι μηλωτή, κηρωτή ὀξύνεται καὶ τὸ οἰσπωτή ὁ ῥύπος. τὸ δὲ Πρωτή νῆσος παρὰ τῇ Σφακτηρίᾳ καὶ Πύλῳ δισύλλαβον ὀξύνεται.
Τὰ εἰς τη δισύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδος ὑποδήματος, Προίτη ἡ πόλις, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τρισύλλαβον.
Τὰ εἰς τη δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ τ σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι ι ἢ ε, βροντή, εἱρκτή, πηκτή ὄργανον μουσικόν. φυστή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτως δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφʼ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν «οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, διʼ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν». ἔστι καὶ Ἀκτή Μαγνησίας, ἀφʼ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυδίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ καὶ εʹ ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν. βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀσπίς. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄρος Κρήτης. Καλλίμαχος ... Σπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν. «ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφʼ ἑαυτῶν ὀνομάσαι» ἢ ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. ἔστι καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόντου. Σάρτη πόλις περὶ τὸν Ἄθων, Πέμπτη πόλις Αἰγύπτου.
Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ σύλληψιν σύμφωνον ἢ πρὸ τέλους τὸ ρ κύρια ὄντα βαρύνεται, Ἀδρήστη, Ἰοκάστη. Ὀρέστη πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπης περιηγήσει. Ἀκέστη πόλις Σικελίας καὶ Ἄγεστα, παρὰ τὸν Ἀκέστην. Μεγίστη πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς πολυΐστωρ, ἀπὸ Μεγιστέως τινός. Δολιχίστη· οὕτως Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολίχην νῆσον πρὸς τῇ Λυκίᾳ καλεῖ. Ἀστάρτη νῆσος ἐν Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως.
Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δʼ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπʼ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ … . ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ.
Τὰ εἰς φη λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα α ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα». λέγουσι δʼ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει «βαθείης τάρφεσιν ὕλης». Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα.
Τὰ εἰς φη δισύλλαβα ἔχοντα πρὸ τοῦ φ σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλους ο, βαρύνεται, νύμφη, σίλφη, ἥν τινες τίλφην λέγουσι, Σέμφη πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. Τύμφη ὄρος Θεσπρωτικόν. Σκίρφαι πόλις Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλους ἔχουσιν ο.
Τὰ εἰς φη παραληγόμενα τῷ ο ἢ τῷ υ συνεσταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κορυφή.
Τὰ εἰς φη παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, Σίφη ἐπίνειον τῆς Θεσπιακῆς· λέγεται καὶ πληθυντικῶς. ἀγρίφη τὸ σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον.
Τὰ εἰς φη ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα α βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο· τοῖς δʼ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται.
Τὰ εἰς χη δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύπος, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄρος τῆς Εὐβοίας βαρύνεται. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ «καὶ βασιλεὺς δʼ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα».
Τὰ εἰς χη ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται.
Τὰ εἰς χη ὑπερδισύλλαβα εἰς α ἢ υ παραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν.
Τὰ εἰς χη παραληγόμενα ι βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός.
Τὰ εἰς χη ὑπερδισύλλαβα παραληγόμενα ο σπάνια ὄντα βαρύνεται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου.
Τὰ εἰς ψη οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη.
Τὰ εἰς ω λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Σαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φησὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸς καὶ πραεῖα καὶ πάντας ἐλεοῦσα. ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ θέλω, ἔνθεν τὸ λῇς ἀντὶ τοῦ θέλεις μετὰ τοῦ ι Εὐριπίδης καὶ τὸ λῇ τὸ θέλει Δωρικῶς· ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρʼ αὐτῆς λαμβάνει. Λατώ δʼ ἐλέγετο Καμάρα πόλις Κρήτης. πειθώ, φειδώ, χρειώ, βασιλώ. Κλειώ. Καλυψώ. Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται· οἶδε γὰρ ἡ παράδοσις τὸ η μετὰ τοῦ ι καὶ χωρίς. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατʼ εὐφημισμὸν ἔλεγον πάντες «δήεις» τουτέστιν εὑρήσεις· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν σῖτον. εἰ δὲ ἔχει τὸ ι, γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η· καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀποτριᾶσθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲς δέ φασιν, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ ἀγνοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ παρʼ Αἰσχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλʼ οὐκ ἔστιν ὑποκοριστικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφʼ ἧς καὶ Λητὼ Βουτώ, ἧς τινος χρηστήριον ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτος. Δωδώ· οὕτως ἐλέγετο Δωδώνη Σιμμίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρʼ ὑπεδέξατο Δωδώ». Ἐλβώ νῆσος. Ἡρόδοτος δευτέρᾳ … . Ἀμαζώ θυγάτηρ τῆς Ἐφέσου, ἀφʼ ἧς αἱ Ἀμαζόνες. Ἡρώ πόλις Αἰγυπτία. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. Θριώ· οὕτως λέγεται Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι σελήνη· ἰώ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίας. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις «ὡς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ». Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀναλόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆσος Λιβυκή. Καβειρώ ἡ Πρωτέως καὶ Ἀγχινόης, ἀφʼ ἧς καὶ Ἡφαίστου Καδμῖλος. Ῥοιώ ἡ Ζάρηκος θυγάτηρ. Συρακώ λίμνη. Ταχεμψώ νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ, ὡς Ἡρόδοτος δευτέρᾳ … . Χομψώ νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημένου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει «οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ἡμερῶν πέντε καλουμένην Ψεβώ». Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φησι. Ψενακώ κώμη τῆς Ἀθριβίτου νομοῦ, ὡς Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβος, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ». Χορτασώ πόλις Αἰγύπτου· ἀπὸ μέλλοντος ὁ σχηματισμός· ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία· τοὺς δʼ οἰκοῦντας τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρʼ αὐτῆς ἐντεῦθεν τεθῆναι.