Part of On Universal Prosody

ΠΕΡΙ ΤΩΝ ΕΙΣ υς ΛΗΓΟΝΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΧΟΝΤΩΝ ΔΙΦΘΟΓΓΟΥΣ ΠΡΟ ΤΟΥ ς· ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ως ΚΑΙ ΕΙΣ ψ. ΒΙΒΛΙΟΝ ιʹ

Τὰ εἰς υς δισύλλαβα κύρια ἢ προσηγορικὰ ἢ ἐθνικὰ βαρύνεται, Λίβυς κύριον, τὸ δὲ ἐθνικὸν ὁμοφωνεῖ, ἔστι δὲ τριγενὲς Λίβυς Λίβυσσα Λίβυ, Πόλτυς, ἀφʼ οὗ Πολτυμβρία ἡ Πόλτυος πόλις, Σῆλυς, ἀφʼ οὗ Σηλυμβρία, Ζῆλυς ὁ ποταμός. Βίθυς ὁ Ἄρεος καὶ Σίντης, ἀφʼ οὗ Βιθύαι ἔθνος Θρᾴκης, Βλέμυς ἔθνος βαρβαρικὸν Λιβύης ἀπὸ Βλέμυος. Φλέγυς ἔθνος, ὃ καὶ Φλεγύας ἢ Φλεγύης, Γόρδυς Τριπτολέμου παῖς, ἀφʼ οὗ Γορδυαία χώρα Περσική, Γόρτυς ἥρως, ἀφʼ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχίσου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί. Μίλυς ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς, Φόρκυς, μάρτυς, ὃ ἡ τῶν Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη ἀλόγως. οὐδὲν γὰρ εἰς υς λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. προσέθηκα δὲ μὴ ὑποκοριστικὴν ἔννοιαν διὰ τὸ ἀπφῦς. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, τῶν ἄλλων εἰς υς ληγόντων οὐχ οὕτως ἐχόντων, πρόσκειται τῷ κανόνι ἀρσενικὸν διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ στάχυς, βότρυς. ἀλλʼ ἐξωμοιώθη τοῖς μονοσυλλάβοις εἰς υς τῷ μῦς καὶ σῦς. τὸ δὲ Γηλύς ἔθνος Παρθίας ὀξυνόμενον σημειῶδες. τὰ γὰρ εἰς λυς λήγοντα καθαρὸν ἔχοντα τὸ υ συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς «φόλυες κύνες» παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, μόλυς. σημειώδη ἄρα τὸ πολύς κοινὸν καὶ τὸ Γηλύς ἀπεξενωμένον. πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ υ διὰ τὸ ἰλύς.

Τὰ εἰς υς ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ ε κλινόμενα τριγενῆ δισύλλαβα ὄντα ὀξύνεται, ἠΰς, ἡδύς, ταχύς, βραδύς, ὠκύς, πολύς «πολέων κεκορήμεθʼ ἀέθλων». τὸ δὲ ἥμισυς προπαροξύνεται. οὐ γὰρ δισύλλαβον. καὶ τὸ θῆλυς προπερισπᾶται «θῆλυς ἐέρση». «Ἥρη θῆλυς ἐοῦσα»· οὐ γὰρ τριγενές· οὐ δύναται γὰρ εἶναι ἀρσενικὸν τὸ τῆς τῶν γυναικῶν φύσεως κατηγοροῦν. καὶ τὸ πρέσβυς βαρύτονον. μονογενὲς ὄν. καὶ τὸ Λίβυς. διὰ γὰρ τοῦ υ κλίνεται.

Πᾶν εἰς υς λῆγον σύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυς, νέηλυς, πολύδακρυς, μελάνοφρυς.

Τὰ εἰς υς ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. ἔστι δὲ ὄνομα βασιλέως, ὄλολυς, ἄσταχυς. σεσημείωται τὸ ἐλαχύς ὁ ἐλάχιστος ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰς υς ἔχοντα οὐδετέρου παρασχηματισμὸν παραληγόμενα τῷ α ὀξύνονται οἷον βραδύς, ταχύς, πραΰς. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάσιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο «νῆσος ἔπειτʼ ἐλάχεια».

Τὰ εἰς υς θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ υ καὶ διὰ τοῦ δος κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ μέντοι μὴ διὰ τοῦ δος κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων. Πάτρασυς πόλις Ποντικὴ ὡς Ἑκαταῖος Ἀσίᾳ. Πίναμυς πόλις Αἰγύπτου.

Τὰ εἰς υς πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ υ προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς καὶ Λεύκοφρυς· οὕτω γὰρ ἐκαλεῖτο ἡ Τένεδος, κάλλιχθυς, δίβραχυς, ἀρσενόθηλυς, δίπηχυς, ἔπηλυς, νέηλυς.

Τὰ εἰς υς θηλυκὰ ἐκτείνοντα τὸ υ ὀξύνεται, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, κλιτύς, ἀλητύς, ῥυστακύς, ἀγλύς σημειῶδες κατὰ κλίσιν· διὰ γὰρ τοῦ θος ἐκλίθη, οὐ διὰ καθαροῦ τοῦ ος. τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται ὡς παρὰ Καλλιμάχῳ «ἔτι οἱ πάρα νηδὺς ἐκείνη» καὶ παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡς αὐτὸς λέγει». σεσημείωται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ὀσφῦς ἡ ῥάχις περισπώμενα.

Τὰ εἰς υς ὑποκοριστικὰ περισπῶνται, καμμῦς, κλαυσῦς, λαρδῦς, Διονῦς, ἀπφῦς.

Εὑρίσκεται οὖν τὰ εἰς υς ὑπὲρ μίαν συλλαβὴν περισπώμενα ὑποκοριστικὰ πάντα πλὴν τοῦ ὀσφῦς καὶ ὀφρῦς καὶ ἰχθῦς. τὸ δὲ ἰξύς, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡς περισπώμενον ἀλόγως ὥσπερ τὸ δρῦς καὶ μῦς καὶ σῦς, ἀλλʼ οὖν ὀξύνεται.

Τὰ εἰς αις πολυσύλλαβα Αἰολικῶς λεγόμενα βαρύνεται, Ἀτρείδαις ἀντὶ τοῦ Ἀτρείδης, Ὀρέσταις, μέλαις ἀντὶ τοῦ μέλας, Θόαις, τάλαις καὶ τὰ σύνθετα ἄπαις, εὔπαις, ἀνδρόπαις, ὁμόδαις. καθόλου γὰρ ἡ αις κατάληξις ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, παῖς, σταῖς, καλαῖς σοφαῖς, μεγάλαις ἀρίσταις χωρὶς τοῦ δαίς. τοῦτο γὰρ ὀξύνεται.

Τὰ εἰς εις πολυσύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ α, ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, σκιάεις ἢ τῷ η ὡς φωνήεις, αὐδήεις, παχνήεις, τιμήεις, δαφνήεις, Κυπαρισσήεις πόλις Μαγνησίας. Ὅμηρος «Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον», φθογγήεις, τελήεις, ἀμφιγυήεις, θυήεις «βωμός τε θυήεις» ἢ κατὰ συστολὴν ποιητικὴν τὸ ε ἠχέεις, βρωμέεις, ἢ τὸ ο, ὥσπερ ἀστερόεις, ἁρματόεις, ἀνεμόεις, αἱματόεις, δροσόεις, ὑδατόεις, πυρόεις, Σιμόεις, ἐρόεις, κερόεις, τειχιόεις· ἔστι δὲ καὶ ἐθνικὸν τῆς Τειχιοέσσης καὶ φρούριον πλησίον τῆς Τραχῖνος. Ταυρόεις πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ ω ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώτερόν ἐστι τοῦ χαρίεις παραληγομένου τῷ ι. τὸ δὲ «ὑγίεντα δʼ εἴ τις ὄλβον» ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲς δὲ ὡς χαρίεντα. τὸ δὲ ἀντήρεις, ὃ λέγεται πᾶν, εἰς ὃ ἐρείδεταί τις, ἐστὶ θηλυκόν. γράφεται δὲ κατὰ τὴν παράδοσιν διὰ τῆς ει διφθόγγου καὶ βαρύνεται, τῶν ἄλλων θηλυκῶν ὑπὲρ μίαν συλλαβὴν κοινῶν τὴν ει δίφθογγον ἀποστρεφομένων καὶ ὀξυνομένων ὡς ῥανίς βολίς θυρίς. αἱ δὲ μετοχαὶ ὀξύνονται τυφθείς, τυπείς, δαρείς. τὸ δὲ κτείς ὀξύτονον ὡς μονοσύλλαβον καὶ τὸ κλείς. τοῦτο δὲ ἐν τῇ συνθέσει βαρύνεται οἷον κατάκλεις. καὶ οἱ Βοιωτοὶ τὸ η τῶν εἰς ης εἰς ει τρέποντες ὀξύνουσι τὰ ὀξύτονα, εὐγενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής. τὸ δὲ οὐδείς δύο μέρη λόγου εἰσὶ τό τε οὐ καὶ τὸ δείς. οὐδὲ γὰρ ἔστι σύνθετον. εἰ γὰρ ἦν σύνθετον, ἤμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονοσύλλαβον συντιθέμενον ἀναβιβάζει τὸν τόνον παῖς εὔπαις, χθών αὐτόχθων, Θρᾷξ Σαμόθρᾳξ χωρὶς τοῦ πτώξ πολυπτώξ. δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλεν ἡ γενικὴ βαρύνεσθαι. πᾶσα γὰρ γενικὴ ὑπὲρ δύο συλλαβὰς εἰς ος λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τοῦ γυναικός καὶ θυγατρός.

Τὰ εἰς αυς πολυσύλλαβα βαρύνονται, χιλιόναυς, ὠμόγραυς. τὰ δὲ ἁπλᾶ περισπῶνται γραῦς, ναῦς.

Τὰ εἰς ευς κοινῶς μὲν ὀξύνεται, βασιλεύς, Πηλεύς, Τυδεύς, ἀριστεύς, Περσεύς, Πορθεύς, Πρωτεύς, ἁλιεύς, οἰνεύς, Λυγκεύς, Ἀχιλλεύς, Τηρεύς, Θησεύς, Ὀδυσσεύς. ἔστι καὶ πόλις Ἰβηρίας Ὀδυσσεῖς ἀρσενικῶς. Βρισεύς, Ἀτρεύς. Λεοντεύς, Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιοπῆας παρʼ Ὁμήρῳ, ἀγυιεύς ὁ τοπίτης. λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. λέγεται καὶ κίων ἀγυιεύς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις καὶ ὁ Ἀπόλλων ἀγυιεύς τουτέστιν ὁ ἐφόδιος. Μοψοπιεύς, Ἐρετριεύς, Φωκαιεύς, Θεσπιεύς, Ἀλεξανδρεύς, Ἀντιοχεύς, Σελευκεύς, Αἰγιαλεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. Αἰγικορεῖς, Ἀργαδεῖς φυλαὶ παλαιαί. Αἰθυσσεῖς ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἰολεύς. οὕτως λέγονται οἱ τὴν Λέσβον οἰκοῦντες ἀπὸ τῶν Αἰόλου παίδων ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου. Ἁλιεῖς πόλις Ἀργολικῆς παραθαλασσία καὶ τὸ ἐθνικὸν ὁμοίως. Ἔφορος ἐν τῷ ἕκτῳ «Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δʼ οὕτως “ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι”. ἐλέγοντο δʼ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας.» Ἀντικονδυλεῖς οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίων ὥρους γεγραφώς. Αὐσεῖς ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ … . Γαργαρεῖς ἔθνος, ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Στράβων ιαʹ. Γονεῖς πόλις Θρᾴκης καὶ οἱ κατοικοῦντες ὁμοίως. Γουνεύς ὁ ἀπόγονος Κύφου, ἀφʼ οὗ Γόννοι πόλις Περραιβίας. Διανεῖς ἔθνος Γαλατικόν, Ἐρατοσθένης ἐν δʹ Γαλατικῶν. Δωριεῖς—καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο «Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί», περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. Ἐλαιεύς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. Διόδωρος δʼ Ἐλαιοῦς. Ἑρμοτυμβιεῖς μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Ἐταιεῖς διὰ διφθόγγου ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. Ἰμφεῖς ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ «Ἰμφέες, Περραιβοί». Ἰουλεῖς οἱ Ῥωμαῖοι ἀπὸ βασιλέως, ἀφʼ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. Καφαρεύς ἐπίνειον Εὐβοίας, ὅστις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖς. Λητωεύς δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Μαλιεύς πόλις ἐπώνυμος τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖς ἔθνος Ἰνδικὸν ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σαλγανεύς «μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ». Σχοινεύς ποταμὸς Ἀρκαδίας ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖς ἔθνος Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηιανείρας. ἔστι δὲ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. καὶ Ὑλλεύς ὁ φυλέτης φυλῆς Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θʹ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖς». Φελλεύς ὄρος τῆς Ἀττικῆς. τάχα δʼ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός τοῦ τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. Φηγαιεῖς δῆμος τῆς Πανδιονίδος φυλῆς. Φηγεύς ὁ ἀδελφὸς τοῦ Φορωνέως, ὃς ἔκτισε πόλιν Φήγειαν. Φλυεῖς δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὠτιεῖς μοῖρα Κυπρίων. Ἔφορος ιηʹ «Ἁμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ». —Αἰολικῶς δὲ βαρύνεται· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν, Ἄτρευς, Πήλευς, Ἄρευς παρʼ Ἀλκαίῳ.

Τὰ εἰς ους πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶται, ἁπλοῦς, διπλοῦς, τριπλοῦς, πλακοῦς. Σχοινοῦς Ἀρκαδίας χωρίον. ἑλώδης ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδος παρʼ Ἕλλησιν ἀπὸ τῶν ἐν τόποις πλεοναζόντων φυτῶν οἷον Σκιλλοῦς, πόλις Τριφυλική, Τρεμιθοῦς κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃς Κύπριοι τρεμίθους καλοῦσιν. ἄλλοι δὲ φασὶν ὅτι ἀποβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ … . Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος «εἰς Μυρικόεντα τῆς Τρωικῆς». Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς πόλις Μακεδονίας καὶ Συρίας· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίως καὶ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος πόλις ἐν Παρνασσῷ, ἥν τινες καὶ Κυπαρισσοῦντά φασι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲς ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων, Ῥαμνοῦς δῆμος τῆς Αἰαντίδος φυλῆς, Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Μυρρινοῦς δῆμος τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δʼ ὁ Τρύφωνος Μυρινοῦττά φησιν. Μαραθοῦς καὶ Μαραθών, Ἀγνοῦς δῆμος τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. Ἀναγυροῦς δῆμος Ἐρεχθηΐδος φυλῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς καὶ Ἀχραδοῦς παρʼ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων «μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς». Ὀποῦς πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, λέγεται καὶ Ὀπόεις. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. Σιδαροῦς πόλις Λυκίας καὶ λιμήν. Μαχαιροῦς φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ· ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς ἀπὸ Τραπεζοῦντος παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ. ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. Σολοῦς πόλις Σικελίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ «τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα». Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ περὶ Κλαζομενὰς κώμη καὶ ἄλλη τῆς Ἐρυθραίας. Σιμοῦς καὶ Σιμόεις, Σιποῦς πόλις Δαυνίων, Σαρνοῦς πόλις Ἰλλυρική, Φλιοῦς ὁ υἱὸς Διονύσου καὶ Χθονοφύλης. Παυσανίας δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπʼ αὐτοῦ ἐκλήθη Φλιοῦς πόλις Πελοποννήσου· Φιλητᾶς φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς, ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Ὑδροῦς φρούριον ... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦς παῖς Λυκάονος καὶ πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. Καοῦς κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς, Βαιταρροῦς κώμη μεγάλη τῆς τρίτης Παλαιστίνης. Ἱεριχοῦς πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρηται δὲ καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ.

Κατὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περισπᾶσθαι θέλει, καὶ τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη χρυσοῦς ἀργυροῦς καίπερ ἐπὶ τῷ λόγῳ τῆς συναιρέσεως ἔδει βαρύνεσθαι· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται ὡς τὸ Δημοσθένὲὸς Δημοσθένους. ὡσαύτως καὶ τὸ ἀδελφιδὲός ἀδελφιδοῦς, θυγατριδὲός θυγατριδοῦς, ὑϊδοῦς, τηθαλλαδοῦς διὰ τὸν αὐτὸν κανόνα περιεσπάσθησαν, καίτοι ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιρεῖσθαι θέλει οἷον ζωός ζώς.

Σημειῶδες ἄρα τὸ ὀδούς παραλόγως ὀξυνθέν. ἀλλʼ ἠκολούθησε καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν ταῖς μετοχαῖς. ὀδούς γὰρ ὀδόντος ὡς διδούς διδόντος. λέγεται δὲ καὶ ὀδών πρὸς Ἰώνων.

Τὰ δὲ σύνθετα βαρύνεται, Πειρίθους, Ἀλκίνους, εὔπλους, πολύνους, Οἰδίπους, Μελάμπους, ἐΰξους, εὔνους, σύννους, εὔχρους, Σκιάπους ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου, Ἰάπους ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαιδεκάτῳ. τριόδους, κυνόδους.

Τὰ εἰς ως ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ος βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ καὶ Ἄθωος καὶ Ἄθω. ἔστι δὲ ὄρος Θρᾴκης ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπʼ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ.

Τὰ εἰς ως ἁπλᾶ διὰ τοῦ τος κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώς, ἱδρώς, Ἀραρώς. ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους, ὑποδεδιώς· ἔστι δὲ εἶδος ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ τος κλινόμενα, βαρύνεται, γέλως, ἔρως, Νέπως· ἔστι δὲ ὄνομα ὄρους. τὸ δὲ Εἵλως ἀπὸ τοῦ Ἕλως προσθέσει τοῦ ι. Εἵλωτες δʼ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακὴν πόλιν Ἕλος. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους Εἵλωτας καλοῦσιν. λέγονται δὲ Εἵλωτες καὶ οἱ ἐπὶ Ταινάρῳ Σάτυροι.

Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ τος κλινόμενα ὀξύνεται ἀπτώς, ἀγνώς. ἔστι δὲ καὶ Ἀγνῶτες ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρτεμίδωρος.

Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως μονοσυλλάβων παροξύνεται, ζώς ἀείζως, χρώς λευκόχρως. τὸ μέντοι ὑποδμώς «Ποσειδάωνος ὑποδμώς» ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό.

Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως πολυσυλλάβων παροξύνεται, ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγελως καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται.

Τὰ εἰς ως Ἀττικὰ ὁμοτονοῦσι ἐκείνοις, ἀφʼ ὧν ἐσχηματίσθησαν, ναός νεώς, λαός λεώς, κάλος κάλως, Τάλος Τάλως· ἔστι δὲ ὄνομα κύριον, Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, Τυνδάρεος Τυνδάρεως, ἀξιόχρεος ἀξιόχρεως, ἵλαος ἵλεως, ἀνάπλεως, εὔγηρως, χρυσόκερως. σεσημείωται τὸ ὀρφῶς καὶ λαγῶς. ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶς τὸ κοινὸν ὄρφος ἐστὶ βαρυτόνως, τοῦ δὲ λαγῶς ὀξυτόνως λαγός. καὶ ἐν τοῖς εἰς ως ὑπὲρ μίαν συλλαβὴν οὐδὲν περισπᾶται πλὴν τοῦ ὀρφῶς καὶ λαγῶς. τὸ γὰρ τυφῶς καὶ ταὧς καὶ Μανεθῶς ἐστι δικατάληκτα. καὶ γὰρ εἰς ν λήγουσι τυφῶν καὶ ταὧν καὶ Μανεθῶν. τὸ δὲ ταὧς ἀπὸ τοῦ ταός, ὥς τινες βούλονται, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ταός διὰ τοῦ ος οὐκ ἔστι σύνηθες παρὰ τοῖς Ἕλλησιν. Πάντα δὲ τὰ εἰς ως περισπασθέντα ἄνευ λόγου περιεσπάσθη. τὸ δὲ Τηλεβῶς ἐκ τοῦ Τηλεβόας συνῃρέθη.

Τὰ εἰς ως παρὰ τοῖς Ἀθηναίοις εὑρεθέντα μὴ ἔχοντα προϋποκείμενον κοινὸν οἷον κορώνεως, φιβάλεως, δαμαρίππεως, χελιδώνεως — ἔστι δὲ εἴδη φυτῶν —, ἱέρεως ὁ ἱερεύς πάντα προπαροξύνονται.

Τὰ εἰς ως Περσικὰ ἢ Αἰγύπτια παροξύνεται, Φάργως, Ἰνάρως ὄνομα βασιλέως, Παραμίζως ὄνομα εὐνούχου, Σαβάκως. τὸ δὲ Μάννεως χώρα συνεξωμοιώθη τοῖς Ἀττικοῖς οἷον Μενέλεως.

Τὰ εἰς ως θηλυκὰ πολυσύλλαβα βαρύνεται μέν, ὅσα βραχείᾳ παραλήγει, Κέως, Τέως πόλις μέση Ἰωνίας, ὡς Ἡρόδοτος πρώτῃ … , ἐκλήθη δὲ ἀπὸ τῆς Ἀθάμαντος θυγατρὸς Ἀρᾶς. σκοπουμένου γὰρ τοῦ Ἀθάμαντος ἔνθα ἱδρύσει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν «ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην». καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. ἔστι καὶ ἑτέρα πόλις ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆθος, ἀφʼ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ. ἅλως, ἕως. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, αἰδώς, ἠώς.

Τὰ εἰς δύο σύμφωνα λήγοντα πολυσύλλαβα βαρύνεται, Τῖρυνς πόλις τῆς Πελοποννήσου «οἱ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν». καλεῖται δὲ ἀπὸ Τίρυνθος ἀδελφοῦ Ἀμφιτρύωνος. γέγονε δὲ ἐκ τοῦ Τῖρυς προσθέσει τοῦ ν. ἕλμινς, μάκαρς, δάμαρς, Σάλαρς νῆσος Λιβύης, Περίηρς παρʼ Ἀλκμᾶνι ἐκ τοῦ περιήρης. ἔστι δὲ ἄκλιτον. τὸ δὲ μονοσύλλαβον ἅλς ὀξύνεται.

Τὰ εἰς αψ πολυσύλλαβα βαρύνεται, Ἄραψ, λαῖλαψ, θέραψ, Σκίραψ· ἔστι δὲ ὄνομα κύριον παρὰ τοῖς κωμικοῖς εὑρισκόμενον. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται.

Τὰ εἰς ψ πολυσύλλαβα ἔχοντα πρὸ τοῦ ψ ο ἢ ε βαρύνεται, Πέλοψ, Δρύοψ ἔθνος περὶ τὴν Οἴτην, μέροψ. ἔστι δὲ καὶ κύριον. Μέροψ γάρ ἐστι παῖς μὲν Τριόπα, πατὴρ δὲ τῆς Κῶ, ἀφʼ οὗ Μέροπες οἱ Κῷοι. Δόλοψ ἥρως καὶ ἔθνος Θεσσαλῶν ἔγγιστα, Ἔλλοψ ὁ Ἴωνος, ἀφʼ οὗ Ἐλλοπία χωρίον Εὐβοίας. Κέκροψ, Ὕοψ πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός». Τρίοψ· Τρίοπα γάρ φησιν Ἑλλάνικος Τρίοπον τὸν πατέρα Ἐρυσίχθονος. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητός ἐστιν. Αἰθίοψ «Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν». οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς οψ παρʼ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. εὐρύοψ. βοῦκλεψ παρʼ Ἀριστοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδος θηρίου.

Τὰ εἰς ψ ἔχοντα ι πρὸ τοῦ ψ βαρύνεται, σκευότριψ, παιδότριψ, χέρνιψ, χοιρότριψ, οἰκότριψ, πεδότριψ, ἀμφίτριψ, Κεντόριψ, κατῆλιψ, αἰγίλιψ καὶ Αἰγίλιψ πλησίον Κροκυλείων τῆς Ἠπείρου. Ὅμηρος «καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν». εἴληφε δὲ τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσβατος.

Τὰ εἰς υψ βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔστι δὲ καὶ ποταμός. Χάλυψ, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ «ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται». «τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ “τηλόθεν ἐκ Χαλύβης” ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων». καὶ Χάλυβοι παρʼ Ἑκαταίῳ «Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμορέουσι». Ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοσυλλάβως Ῥύψ λέγεται.

Εἰς ηψ οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον. Τὰ εἰς ωψ πολυσύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποσειδῶνος καὶ Ἕλλης τοῦ Ἀθάμαντος, ἀφʼ οὗ Ἀλμωπία χώρα τῆς Μακεδονίας, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἴωψ, μώλωψ. σεσημείωται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεσταλμένων τῶν ὑποπεπτωκότων κυρίοις ἢ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμος, κελαινώψ, τυφλώψ, γλαυκώψ «γλαυκῶπες δράκοντες», εὐώψ «εὐῶπα παρειάν» παρὰ Σοφοκλεῖ «εὐῶπες» παρὰ Λυκόφρονι, παραβλώψ «παραβλῶπές τʼ ὀφθαλμώ». τὸ δὲ ἑλίκωψ καὶ ὁ μύωψ ὁ μυὸς ὀφθαλμοὺς ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥσπερ τὸ Κύκλωψ καὶ κέρκωψ ὁ δόλιος καὶ ἴωψ ὁ ἰχθῦς.