ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣῼΔΙΑΣ.
ΠΙΝΑΞ ΤΟΥ ΟΛΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΠΕΡΙ ΤΟΝΩΝ.Βιβλίον αʹ. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς ν λήγοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θηλυκά. Βιβλίον βʹ. Τὸ δεύτερον περιέχει τὰ εἰς ξ καὶ εἰς ρ καὶ τὰ εἰς ας. Βιβλίον γʹ. Τὸ δὲ τρίτον τὴν εἰς ης κατάληξιν. Βιβλίον δʹ. Τὸ δὲ τέταρτον τὴν εἰς ις. Βιβλίον εʹ. Τὸ δὲ πέμπτον τὰ εἰς ος λήγοντα καθαρά. Βιβλίον ϛʹ. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς βος συμπληροῖ τὰ εἰς λος· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις ὡς καὶ ἐπὶ τῶν εἰς ων ληγόντων. Βιβλίον ζʹ. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς μος μέχρι τῶν εἰς πος. Βιβλίον ηʹ. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ρος μέχρι ψος καὶ ἔτι περὶ τῶν εἰς ος οὐδετέρων. Βιβλίον θʹ. Τὸ ἔννατον περὶ τῶν εἰς ος συνθέτων. Βιβλίον ιʹ. Τὸ δὲ δέκατον περιέχει τὰ εἰς υς ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ ς· ἔτι τὰ εἰς ως καὶ ψ. Βιβλίον ιαʹ. Τὸ ἑνδέκατον περιέχει τὰ εἰς α λήγοντα θηλυκά. Βιβλίον ιβʹ. Τὸ δωδέκατον τὴν εἰς η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν καὶ τὴν εἰς ω. Βιβλίον ιδʹ. Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονοσύλλαβον. Βιβλίον ιεʹ. Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονίζει καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους. Βιβλίον ιϛʹ. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς ω καὶ τὰ εἰς μι ῥήματα κατὰ πᾶν πρόσωπον. Βιβλίον ιζʹ. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν σύνθετον ῥῆμα καὶ πᾶσαν μετοχήν. Βιβλίον ιηʹ. Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προθέσεις. Βιβλίον ιθʹ. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ συνδέσμους. Βιβλίον κʹ. Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευμάτων.
Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστικὸν εἶδος κατὰ σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθʼ ἑκάστην προσῳδίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώσει, οἷον ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶας», ἀλλʼ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου. ἐν γοῦν τῷ «Ζεύς τε καταχθόνιος» ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἷ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περισπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενος» τῆς συντάξεως τοῦτʼ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ». Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς, κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένη μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένης, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. — τοῦτον δὲ τὸν ὅρον Ἡρωδιανὸς ἐν τῷ περὶ καθόλου προσῳδιῶν ὡρίσατο. — Τὸ ἑκάστῃ λέξει τὴν δέουσαν προσῳδίαν τιθέναι συμπέρασμα σχεδὸν πάσης τῆς γραμματικῆς τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡς ὅτι μάλιστα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶρος καὶ μῖμος προπερισπάσει, τὸ δὲ κτίλος καὶ Χίος, τὴν νῆσον φημί, παροξυνεῖ μὴ γνοὺς ὡς τὰ μὲν πρῶτα ἐκτεταμένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα συνεσταλμένον; ἔτι καὶ τὸν περὶ κλίσεως· ἐπεὶ πόθεν τὸ μὲν σωλῆνος προπερισπάσει, τὸ δὲ ποιμένος παροξυνεῖ, ἀγνοῶν ὡς ἐν τῇ κλίσει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰς ε μεταβάλλει; καὶ προσέτι πόθεν τὸ μὲν προστακτικὸν ἵζε παροξυνεῖ, τὸ δὲ παρῳχημένον ἷζε προπερισπάσει, ἀγνοῶν ὡς τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπερισπᾶται κατὰ τὸ κοινὸν ἔθος. τά τε τῶν διαλέκτων ἰδιώματα δεήσει ἀκριβῶς εἰδέναι· ἐπεὶ πῶς γνώσεται ὅτι παρὰ Δωριεῦσι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρόδιτα παρὰ μὲν Αἰολεῦσι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦσι πρὸ μιᾶς; Τί δʼ ἂν εἴποι τις, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺς ὡς χρειώδης τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐστι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε μὲν τὸ δασὺ πνεῦμα ταῖς λέξεσιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγκαῖον καὶ τὴν περὶ στιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰς ὀξυνομένας τῶν λέξεων, εἰ μὴ στιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται στιγμή. ἐν δὲ τῷ καὶ Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺς διὰ τὴν σύμφρασιν. Ἀλλὰ καὶ ὁ περὶ συντάξεως λόγος χρειώδης τυγχάνει πρὸς τοῦτο· ἐπεὶ πόθεν εἰσόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι» πότερον ἀναστρεπτέον τὴν ἐπί πρόθεσιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ συντάξεως λόγος διδάξει ἡμᾶς, εἴτε πρὸς τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεσις φέροιτο εἴτε πρὸς τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸς τούτοις εἰδέναι ἑκάστην λέξιν ἐπὶ ποίας συλλαβῆς τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάσιν Ἡρωδιανῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν ἀκρίβειαν· ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλους, περισπῶμεν; καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα σχεδὸν ἅπαντα τούτοις τυγχάνει ὕλη. Ἀλλʼ ὅμως νῦν διὰ τοὺς αἰτήσαντας τὰ κεφαλαιωδέστερα τῶν θεωρημάτων, διʼ ὧν ἄν τις τὸν δέοντα τόνον ἐπιθείη ταῖς λέξεσι, πειράσομαι παραδοῦναι, προομολογουμένου δηλονότι τοῦ ἐπὶ ποίας ἑκάστη λέξις συλλαβῆς δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆς τῶν χρόνων δυνάμεως πότε ἐκτείνονται καὶ πότε συστέλλονται, καὶ προσέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆς ει διφθόγγου γράφειν ἑκάστην δεήσει λέξιν· πλὴν ὅτι, ἐφʼ ὧν ἂν δυνατὸν εἴη συντομώτερον ὡς πρὸς τὴν παροῦσαν ἐπαγγελίαν καὶ τὴν συλλαβὴν διδάξαι, ἐφʼ ἧς δεήσει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώσομεν ἐκ τῶν τοῦ πολυμαθεστάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρησιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήσω δὲ καὶ τὰ τῶν διαλέκτων ἰδιώματα.
Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Σαπφοῖ πεπονθὸς παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν.
Ἡ περισπωμένη ἢ ἐν τέλει τίθεται ὡς ἐπὶ τοῦ Ἑρμῆς, Ἡρακλῆς. ἢ πρὸ μιᾶς τοῦ τέλους ὡς ἐπὶ τοῦ κῆπος, μῶλος· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείας τίθεται περισπωμένη οὔτε ἐπὶ θέσει μακρᾶς, ἀλλὰ μόνον ἐπὶ φύσει μακρῶν.
Ἰστέον δὲ ὅτι πᾶσα βραχεῖα συλλαβὴ πρὸ βραχείας ἢ πρὸ μακρᾶς ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλος, τοῦ δὲ δευτέρου Ἕκτωρ, ἔρως. πᾶσα συλλαβὴ πρὸ δύο τοῦ τέλους ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον ὀξύνεται, Ὅμηρος, Μενέλαος. Οὐδέποτε, μακρᾶς οὔσης τῆς ἐπὶ τέλους, τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα· ἔνθεν τῆς εὐθείας τοῦ Ὅμηρος καὶ αἰτιατικῆς καὶ κλητικῆς προπαροξυνομένων, Ὅμηρος Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλους μακρὰν παροξύνονται, σεσημειωμένων τῶν Ἀττικῶν, πόλεως, μάντεως. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀττικὰ ἐπὶ πάσης πτώσεως· ὁ ναός ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώς, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώσεις ὀξύνονται ὁμοίως. καὶ ἔτι τοῦ Μενέλαος προπαροξυνομένου τὸ Μενέλεως καὶ αἱ λοιπαὶ πτώσεις καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. Πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, οἶκος, ἦθος, ὦμος· χωρὶς τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆς οὔσης τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν σημειούμεθα τὸ οὐχί ὀξυνόμενον· τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος». Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφερομένου συμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείας παραλαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιρρημάτων ἀντὶ μακρᾶς· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύνονται· ἔτι δὲ καὶ τὸ μοῦσαι καὶ κοῦροι προπερισπᾶται, ὡς τῶν τελευταίων συλλαβῶν βραχειῶν οὐσῶν. εἰ δὲ σύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖς Ὁμήροις καὶ ταῖς Μηδείαις ὁ τόνος καταβιβάζεται καὶ πρὸ μιᾶς τοῦ τέλους ὀξὺς δίδοται· ὁμοίως καὶ ἐπὶ ταῖς μούσαις καὶ κούροις. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίρρημα καὶ οἴμοι σχετλιαστικὸν παροξύνονται· καίτοι, ὅτε ἐστὶν ὄνομα τὸ οἶκοι, προπερισπᾶται. ἀλλὰ καὶ τὸ ποιῆσαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπερισπᾶται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐστι τὸ ποίησαι προστακτικῆς μέσης ἀόριστος πρῶτος, προπαροξύνεται.
Πᾶσα ὀξεῖα ἐπὶ τέλους λέξεως οὖσα, εἰ μὴ ἐπιφέροιτο μετʼ αὐτὴν στιγμή, πάντως ἐν τῇ συμφράσει κοιμίζεται εἰς βαρεῖαν οἷον «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα» τό τε Ζεὺς καὶ ἐπὶ βαρύνεται, ὅτι στιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰστέον δὲ ὅτι καθʼ ἑκάστην λέξιν ἐν μιᾷ συλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περισπωμένην, ἐν δὲ ταῖς λοιπαῖς συλλαβαῖς βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸς δευτέρα συλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸς ἡ μέση περισπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπερισπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλʼ ὡς ὁμολογουμένας τὰς τοιαύτας βαρείας ἐῶμεν, διὰ τὸ μὴ καταστίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περισπωμένην ποιοῦσιν οἷον φάὸς φῶς, εὐγενέὸς εὐγενοῦς. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται, εἰ μὴ τονικὸν κωλύσῃ παράγγελμα, οἷον ζὼός ζώς, Πρὸίτου Προίτου, κὸίλου κοίλου· τὸ γὰρ κόιλος κοῖλος διὰ τονικὸν παράγγελμα περιεσπάσθη. τὸ δὲ ἀδελφιδὲός ἀδελφιδοῦς καὶ τὰ ὅμοια διʼ ἕτερον λόγον περιεσπάσθη· τὰ γὰρ εἰς ους ἁπλᾶ πάντα περισπᾶται οἷον βοῦς, χοῦς, πλοῦς. τὰ δὲ σύνθετα βαρύνεται οἷον Μελάμπους, Οἰδίπους, ὅθεν σημειούμεθα τὸ πούς καὶ ὀδούς παραλόγως ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται, ὡς τὸ Δημοσθένὲὸς Δημοσθένους. πάλιν τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη διὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περιεσπᾶσθαι θέλει.
Ταῦτα μὲν οὖν ἱκανὰ τοῖς εἰδόσιν ἐπὶ ποίας συλλαβῆς ἔδει τὸν τόνον τιθέναι. Πολλῆς δὲ οὔσης τούτων διδασκαλίας, ἣν ἡμῖν Ἡρωδιανὸς ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειωδέστερα συντόμως ἐκλεξάμενοι παραθήσομεν, ὡς εὐχερεστέραν εἶναι τοῖς στίζειν ἐθέλουσι τὴν τούτου μάθησιν.
ΤΑ ΕΙΣ ν. ΒΙΒΛΙΟΝ αʹ.
Τὰ εἰς αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέλει, ἐπʼ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰς ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν ἔθνος Ἰλλυρίας, οἱ δὲ Θετταλίας. Ἀζάν ὁ Ἀρκάδος καὶ ἔθνος τῆς Ἀρκαδίας· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνος Παιονίας, ὡς ἐν τῷ ἐπιγράμματι γραφέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δʼ ἕνʼ ἀδελφῶν ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδʼ Ἀργιᾶνας καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. Αἰνιάν ἔθνος Περραιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖς. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖς οἱ αὐτοί. Στράβων δὲ ἐν τῇ ἑνδεκάτῃ φησὶν ἐν τῷ Πόντῳ Αἰνιᾶνας ἄλλους εἶναι, οὓς καλεῖσθαι νῦν Παρσίους· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ ὡς τὸ Τρώς καὶ Ἀχαιός μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήσεται πρότερον Αἴνιος ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος Ἀλκιμάν ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ νεανίας. Ἀκαρνάν ὁ ἥρως καὶ ἔθνος πρὸς τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἀτιντάν υἱὸς Μακεδόνος καὶ ἔθνος Μακεδονίας. Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γινδάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι». Δυμάν ὁ υἱὸς Αἰγιμίου, ὡς Ἔφορος αʹ «Αἰγίμιος γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδοὺς ἀνθʼ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν.» καὶ Δυμᾶνες φυλὴ Δωριέων. Ἐγχελᾶνες ἔθνος Ἰλλυρίας οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐγχελεῖς ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. Εὐρυτάν ἔθνος Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς». Λυκάν ἐκ τοῦ Λυκάων κατὰ συγκοπὴν ὡς Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. Ἀρετάν ποταμὸς Κροτωνιάδος χώρας παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος.
Τὰ εἰς αν σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.
Τὰ εἰς αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡς τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν σύμφωνον πρὸ τοῦ α ὡς τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ σύλληψιν ὡς τὸ ἰδμάν μεγιστάν ἢ κατὰ διάστασιν ὡς τὸ Πορθάν Πελλάν, οὐδέποτε δὲ τρία· σεσημείωται τὸ Ἀλκμάν ἔχον τρία σύμφωνα καὶ κατὰ σύλληψιν καὶ κατὰ διάστασιν· καὶ δηλονότι πλεονασμὸς ἐγένετο συμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ σημαινομένου.
Τὰ εἰς αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργειάν, ἔστι δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχει τὴν δίφθογγον.
Τὰ εἰς ην λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ην ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ην δασὺ σύμφωνον ἢ ψιλόν, ὀξύνεσθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας ὁ Αἴθιοψ, Ὀρφήν. «Τύδης τʼ Οἰνείδης» «τὸν καὶ φωνήσας προσέφης, Οἰνήιε Τύδη» ὀνομακλυτὸς Ὀρφήν Κωφήν πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, ἣ καὶ Ἀραχωσία καλεῖται.
Τὰ εἰς ην ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ α ἤτοι μόνον ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόσος.
Τὰ εἰς ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ σ ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐσσήν ὁ οἰκιστής «Μυρμιδόνων ἐσσῆνα» Καλλίμαχος. καμασήν ὁ ἰχθῦς, Δαμασήν, ἐρσήν, Αἰζήν, Ταντάλου παῖς, ἀφʼ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζήν ἔθνος τῆς Ἀρκαδίας ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· οὕτως καὶ Τροιζήν· ἔστι δὲ πόλις Πελοποννήσου· ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησίν.
Τὰ εἰς λην λήγοντα ὀξύνεται βαλλήν οὕτως ὁ βασιλεύς, Τελλήν, Ὠλήν, σωλήν, κωλήν, στελήν. σεσημείωται τὸ Ἕλλην βαρυνόμενον.
Τὰ εἰς ην ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται ἐσσήν, ὀσσήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρως καὶ τὸ ἔθνος. τὸ δὲ ἄρρην Ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε.
Τὰ εἰς ην κατʼ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνεται, πυθμήν, Κεβρήν ποταμός, ἀφʼ οὗ Κεβρηνία χώρα τῆς Τρῳάδος. Δίδυμος δὲ Κεβρῆνα τὴν πόλιν φησίν—πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλους καὶ διὰ τριῶν συμφώνων Ἔγκτην. Ἔγκτηνες δὲ ἐλέγοντο οἱ μετὰ τοὺς Ὕαντας τὴν Βοιωτίαν οἰκήσαντες.
Τὰ εἰς ην ἔχοντά τι τῶν μέσων πρὸ τοῦ η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο ἢ φύσει μακρᾷ οἷον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτταγήν, τριβήν ὁ τρίπους.
Τὰ εἰς ην ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυλήν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύος κητώδους καὶ κύριον. Ἀραδήν πόλις Κρήτης, Ἀραφήν εἷς τῶν ἑκατὸν ἡρώων καὶ δῆμος Αἰγηΐδος φυλῆς, Κεφαλλήν ἔθνος ἀπὸ Κεφάλου τοῦ Δηιονέως κληθέν, κεῖται δὲ παρὰ Σοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλος Κεφαλήν ὡς παρὰ τὸ κῶλος κωλήν, μέγιστος μεγιστήν καὶ μεγιστάν. ἡ δὲ παλαιὰ χρῆσις ἅπασα ἔχει τοὺς Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ—πλὴν τοῦ περπέρην.
Τὰ εἰς ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς ην βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνες ὡς Παναχαιοί ἀπὸ μέρους τὸ πᾶν ὡς παρὰ τῷ ποιητῇ «Λέλεγας καὶ Τρῶας ἀναίρειν». Ἕλληνες γὰρ παρʼ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες «Μυρμιδόνες δὲ καλεῦνται καὶ Ἕλληνες καὶ Ἀχαιοί», εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι· ἀλλʼ ὃ μὲν οὖν ἀπάνευθε θαλάσσης εὐρυπόροιο οἰκία ναιετάασκε πολύρρην, πουλυβοώτης. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται.
Τὰ εἰς μην ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς μην, Δαμήν· ἔστι δὲ Ἀργολικὸς συγγραφεύς. λιμήν, ὑμήν, ποιμήν· ἔστι καὶ Ποιμήν ὄρος τῆς Ποντικῆς, ἀφʼ οὗ καταρρεῖ ὁ Παρθένιος σχίζων τὴν Ἄμαστριν, πυθμήν, ἀϋτμήν.
Τὰ εἰς ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ ε φωνῆεν καταλήγουσαν ὀξύνεται, Σειρήν, Πειρήν καθʼ Ἡσίοδον πατὴρ Ἰοῦς, πυρήν, πλὴν τοῦ ἄρρην.
Τὰ εἰς ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πόλις καὶ κώμη Λέσβου ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. τὸ ἐθνικὸν ὁμοφώνως, τέρην, Θέρην ποταμός, περπέρην.
Τὰ εἰς ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς. Τελχῖνες δὲ ἐλέγοντο οἱ Κρῆτες. εἰσὶ δὲ καὶ φθονεροὶ δαίμονες οἰκήσαντες τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί· ἔστι δὲ καὶ Τελχίς πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. Σαλαμίν καὶ Σαλαμίς, Ἐλευσίν καὶ Ἐλευσίς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀκτίν καὶ ἀκτίς. Τούτοις ὅμοιον καὶ τὸ Ἀβοριγῖνες ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτως προσηγορεύθησαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸς οἴεσθαί τινας τούτου τὴν κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλικαρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησὶν ὡς δελφῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν. ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δʼ ὁ χρησμὸς οὕτως· στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν, ἠδʼ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται, οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ, καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλʼ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν. σύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυσάκτιν, τριγλώχιν ὡς παρὰ Σιμωνίδῃ «τριγλώχιν ὀϊστός» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆσος ἐπʼ Ἐγκελάδῳ».
Τὰ εἰς υν λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσιν, Φόρκυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωος καὶ πόλις Κρήτης, Κότυν, Κάπυν, μόσυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Σαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖος τὴν δοτικὴν ἔφη τῷ κίνδυνι.
Τὰ εἰς ων τοὺς τρεῖς ἐπιδέχεται τόνους, τὰ μὲν γὰρ ὀξύνεται ὡς αἰών, τὰ δὲ βαρύνεται ὡς Πλάτων, τὰ δὲ περισπᾶται ὡς Ξενοφῶν.
Τὰ εἰς ων ἀρσενικὰ δισύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύνεται, μὴ ὄντα περιεκτικά, Φάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡς περιεκτικόν· ὡσαύτως δὲ καὶ Νεών πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ … .
Τὰ εἰς ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνος Βοιωτίας, Δάων ἔθνος τῆς Ἰνδικῆς ἀπὸ Δάονος, Χάων ἔθνος Ἠπείρου. Ἑλλάνικος ἱερειῶν Ἥρας τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετʼ αὐτῶν Χάονες καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, Θεσπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονες, Ἄβαντες, Κασσωποί». Ἰάων, Κατάων ἔθνος Καππαδοκίας, ὡς Στράβων, Βαγαδάων ἔθνος Καππαδοκίας, Λυκάων ἔθνος Λυκίας τε καὶ Ἰσαυρίας ὁμοφώνως τῷ κτιστῇ, ὀπάων, Μαχάων, Ποσειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέως.
Τὰ εἰς ων ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ε βαρύνεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα ἢ ὑποκοριστικά, Γελέων· Γελέοντες δέ εἰσι φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Ἀλκμέων, Τυφέων, Ποσειδέων, ἐξ οὗ Ποσειδῶν συνῃρέθη—τὸ δὲ Ποσειδεών ὄνομα μηνὸς ὀξύνεται— τὸ ἀνδρεών, παρθενεών ἐστι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κενεών μέρος σώματος σημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριστικά, τὸ δὲ Ἐλεών πόλις τῆς Ταναγρικῆς θηλυκόν ἐστι, ὡς καὶ Μεδεών πόλις, ᾗ συμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ συνηκολούθησε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆς.
Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς τὸ η παραλήγοντα βαρύνεται, προπρήων, ξυνήων, παιήων, Ἰήων.
Τὰ εἰς ιων πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριστικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέσβον κατοικοῦντες Αἰολεῖς καὶ Αἰολίωνες ὀνομάζονται. Βουπρασίων ὁ Βουπράσιον πόλιν τῆς Ἤλιδος κατοικῶν, λέγεται δὲ καὶ Βουπράσιος καὶ Βουπρασιεύς, Ὠστίων ἔθνος παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓς Κοσσίνους Ἀρτεμίδωρός φησι, Πυθέας δὲ Ὠστιαίους «τούτων δʼ ἐξ εὐωνύμων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγορεύει». Ἡφαιστίων, Ξενίων, Μοσχίων, Μελανίων, Πορφυρίων, Τυραννίων.
Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀστερίων, Δευκαλίων, Ἰασίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔστι δὲ ἀναλογώτερον συστέλλον τὸ ι ὡς παρʼ Εὐριπίδῃ «τά τʼ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι»· ὁ γὰρ ποιητὴς ἐξέτεινε αὐτὸ εἰπὼν «ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει». σεσημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀσιών, ἔστι δὲ ὄνομα ὄρους· καὶ κυρηβιών, σημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.
Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προσηγορικὸν καὶ ποταμός, Ἐχίων ὃς ἔκτισεν Ἐχῖνον, πόλιν Θεσσαλίας, ἣν Ῥιανὸς «Ἐχίονος ἄστυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονες οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος, βραχίων.
Τὰ εἰς ιων θηλυκὰ ὀξύνονται, χιών, ἠιών· ἔστι καὶ πόλις ἐν χερρονήσῳ, ὡς Θουκυδίδης· ἔστι δὲ καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. Ἑρμιών πόλις Ἀργολίδος· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος γενικῆς ὡς ἀπὸ τοῦ κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ ἡγεμόνος Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι καὶ τροπῇ τοῦ ο εἰς ε, ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ· Μεδιών πόλις πρὸς τῇ Αἰτωλίᾳ· Πολύβιος ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλις Μασσαλίας πρὸς τῷ Ῥοδανῷ, Καβελλιών πόλις Μασσαλίας. Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλις Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύσιος ιʹ Ῥωμαϊκῆς ἀρχαιολογίας … . Ἰβιών πόλις ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆσος.
Τὰ εἰς ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων.
Τὰ εἰς αιων δισύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύμως τῷ κτιστῇ καὶ ποταμὸς περὶ τὴν Ἀσιάδα γῆν ῥέων· καὶ τροπῇ τῆς αι διφθόγγου εἰς η Μήων· Μήονες δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύνεται.
Τὰ εἰς αιων ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, Ἀλκμαίων, Ἀνταίων, ἀφʼ οὗ Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνως, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυσαίων, ἰσαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνός, τὸ δὲ ...... ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν.
Τὰ εἰς αυων βαρύνεται, Χαύων χώρα τῆς Μηδίας· Κτησίας ἐν πρώτῳ Περσικῶν «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμοφώνως.
Τὰ εἰς υων δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυδίδης δὲ τρίτῃ Μυονέας αὐτούς φησι.
Τὰ εἰς υων ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ ω, μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τʼ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θʼ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πόλις Λιβύης. Ἑκαταῖος. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰς ο ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών.
Τὰ εἰς βων δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ οἷον στίλβων, Στίβων, τρίβων, Στράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ, Σίρβων λίμνη πλησίον τοῦ Κασίου. τὸ δὲ βουβών, ὅπερ τινές φασι βομβών, μέρος σώματος δηλοῖ. Μένανδρος ἐν τῷ Γεωργῷ Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. ἔστι καὶ Βουβών πόλις Λυκίας. «Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους».
Τὰ εἰς βων ὑπερδισύλλαβα ὀξύνεται, Ἀλαβών πόλις Σικελίας καὶ ποταμὸς ὡς Δημήτριος ἐν συνωνύμοις. ἀρραβών. τὸ δὲ Χαρναβῶν περισπᾶται. Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν.
Τὰ εἰς γων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ ο κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βασιλεύς, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡς περιεκτικά. τὸ δὲ Ὀργών νῆσος πλησίον Τυρρηνίας ὡς τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ σταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται.
Τὰ εἰς γων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν ὅσα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, Οὐκαλέγων, Πελάγων, Ἁρπάγων, προάγων, Σαλάγγων «μέσφα Σαλάγγωνος ποταμοῦ», Ἐρίγων, ἀρίγων εἶδος δόρατος ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ εἰς ος παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιστρυγών «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας — ἤτοι Σικελίας — Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι». Θουκυδίδης ἕκτῃ … , Πηλαγών ὁ οἰκήτωρ τῆς Πηλαγονίας «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχος. ἔστι δὲ καὶ ὄνομα κύριον «ὃς τέκε Πηλεγόνα». ἔοικε δὲ γράφεσθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωος διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς «ἀρηγόνος ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ος παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται, ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμων, ἄκυμος ἀκύμων, ἔγκυμος ἐγκύμων, ἄσχημος ἀσχήμων.
Τὰ εἰς δων δισύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅσα ἐστὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶς τῶν συνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφης Τελφούσης, ἔστι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς, Κύδων ὁ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός, ἀφʼ οὗ Κυδωνία, καὶ ὁ πολίτης ὁμοφώνως. Μύνδων ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ «Μύνδωνες, οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλουσιώτατοι τὸν βίον». Σάνδων κύριον καὶ πόλις Ἰλλυρίας. Δώδων ποταμὸς Ἠπείρου, Μέδων, σπάδων, Κόδων, χλίδων, οὕτως δὲ λέγεται κόσμος ὁ περὶ τοὺς βραχίονας, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Σιδών πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ἀλλὰ καὶ Σιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Σαρδών, ὃ τῇ Σαρδοῖ παράκειται ὡς τῇ Πυθώ Πυθών, σινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων», φλεδών, κληδών. τὸ δὲ Ἠδῶνες μεταπέπλασται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι.
Τὰ εἰς δων ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ ο ἢ α ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων.
Τὰ εἰς δων ὑπερδισύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλις Παιονίας «τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξίου εὐρὺ ῥέοντος» καὶ ἥρως, Καλυδών πόλις Αἰτωλίας ἀπὸ Καλυδῶνος Ἐνδυμίωνος ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίας ὡς Στράβων. Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡς οἱ νεώτεροι τὸ Ἄργος φασίν, κατοικῶν. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαρος, Χελιδόνας γὰρ ἀρσενικῶς τοὺς βαρβάρους Ἴων ἐν Ὀμφάλῃ φησὶν ὡς καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησίν. ἔστι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψας. Μυρμιδών.
Τὰ εἰς δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, σηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις— ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡς μελεδῶνος, ἀκηδών, ἀλγηδών, ἀχθηδών.
Τὰ διὰ τοῦ εδων ἀρσενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνως τῷ κτιστῇ, σηπεδών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ σύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸς Παμφυλίας καὶ τόπος πρὸς Ταρσόν.
Τὰ διὰ τοῦ ηδων ἀρσενικὰ καὶ θηλυκὰ ὑπερδισύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλις Θεσσαλίας. Θεόπομπος δὲ δʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. Τερηδών πόλις ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολις Λιβύης ἀπὸ Καρχηδόνος Φοίνικος. ἔστι καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας. Χαλκηδών πόλις Βιθυνίας ἡ πρὸς τῷ στόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιππος ἐν περίπλῳ Βιθυνίας «ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ». γράφεται καὶ Καλχηδών. εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. Ἀνθηδών πόλις Βοιωτίας. Ὅμηρος «Ἀνθηδόνα τʼ ἐσχατόωσαν» ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνος τῆς Ἄτλαντος. συνῴκισαν δʼ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων «ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος» ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ· ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖς «Ἀσπληδών Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής». τὴν δὲ παρʼ Ὁμήρῳ τῆς Βοιωτίας φασί. γράφεται καὶ χωρὶς τοῦ α, ἀλλʼ οὐ παρʼ Ὁμήρῳ. Ἰσσηδών ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀλκμὰν δὲ μόνος Ἐσσηδόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα παρʼ ἄλλοις διὰ τοῦ ε. λέγονται καὶ Ἴσσηδοι τρισυλλάβως. ἔστι καὶ Ἰσσηδών πόλις. Τενθρηδών Πρόθου πατήρ. Σαρπηδών ἥρως καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆσος ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται «Σαρπηδὼν ἀκτή». ἐν Τυμπανισταῖς «ἡμεῖς δʼ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα». καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα ὡς ὁ τὰ Κύπρια φησί· τῷ δʼ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν. ἀκηδών. —τὸ δὲ Σαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ οντος κλινόμενα βαρύνονται «Σαρπήδοντος».
Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων.
Τὰ εἰς ζων λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα καὶ πρὸ τέλους ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἷον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον». Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ τῆς εὐδαιμονίας τῆς χώρας ἐπῃρμένους τοῦ α εἰς τὸ ι τραπέντος. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλις Θετταλίας—Ἑκαταῖος Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν»—κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δʼ ὑπʼ ὀλίζονες ἦσαν». ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ α· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸς τῇ Ἐφέσῳ γυναῖκες μίᾳ συμβουλῇ τὰ συνήθη ταῖς γυναιξὶν ἔργα ἀπαρνησάμεναι καὶ ζώναις χρησάμεναι καὶ ὁπλισμοῖς τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸς δὲ τὰ ἄλλα καὶ ἤμων σὺν αὐταῖς ζώναις, ὅ ἐστιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόνας κεκλῆσθαι τὰς σὺν ταῖς ζώναις ἀμώσαις». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαις οὐκ ἐχρῶντο, ἀλλʼ ὄφεσι καὶ σκορπίοις καὶ σαύραις καὶ χελώναις. οἱ δὲ ἀπὸ μητρὸς Ἀμαζοῦς. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς ὡς παρὰ Καλλιμάχῳ «ἵνʼ Ἀμαζόνες ἄνδρες ἔωσιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανος μακρὸν ἔχον τὸ α ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνους ὁμόρου τοῖς Σκύθαις φυλάττει τὸ ω ἐν ταῖς πλαγίαις πρὸς ἀντιδιαστολήν.
Τὰ εἰς θων δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φασι, σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως, Ὄθων, Μάθων ὁ Θηβαῖος, πίθων ὁ πίθηκος ὑποκοριστικῶς, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδος ποτηρίου καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφʼ ὕβρει λεγόμενον καὶ νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος. μάλθων ὁ μαλθακός. Πύθων ὁ δράκων. τὸ δὲ Πυθών πόλις καὶ Σιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται.
Τὰ εἰς θων ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ ντ κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου.
Τὰ εἰς κων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνει, βαρύνεται, Χάλκων, δράκων, Κίκων, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δʼ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. Καύκων βασιλεύς ἢ ποταμὸς καὶ ἔθνος. Τάρκων, ἀφʼ οὗ Ταρκυνία, Σάκων ὄνομα κύριον, Γλαύκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐς δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ, φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος καὶ τὸ Ἀγκών πόλις Πικεντίνων ὡς θηλυκόν. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή.
Τὰ εἰς κων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα περισπᾶται, Ἱπποκῶν, Λαοκῶν, Καλλικῶν, Δηικῶν ὁ Ἠρακλέους, Ἀθηνακῶν ὁ τὰ Σαμοθρᾴκια γράψας. τὰ μέντοι μὴ οὕτως κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐστι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, Ἑλικών, ὡς τοπικόν. τὸ μέντοι Τριάκων, σαλάκων καὶ Αἰολοσίκων ὑγιῶς βαρύνεται. οὐ γάρ εἰσι τοπικά. Τὰ εἰς λων δισύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνης καὶ Ἱμέρου, ἀφʼ οὗ Γέλα πόλις Σικελίας, ὡς Πρόξενος ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχος «δημεχθέα Χέλλωνα», Τρέλλων, παρὰ Σώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸς παρὰ Ξενοφῶντι, Σίλλων Ἐπίχαρμος Χορευταῖς, Κάλλων ὁ ἀθλητὴς κατὰ ὑποκορισμόν. Βούλων, ἀφʼ οὗ Βοῦλις πόλις Φωκίδος, Ὕβλων, ὃς καὶ Ὕβλος, οἰκιστὴς Ὕβλης πόλεως, Μίλων, Χίλων, Σόλων, Μέλων, Μήλων ὁ Ἡρακλῆς, κήλων, Κύλων, Πύλων τὸ κύριον, τίλων, βρίλων ὁ βαλανεύς. τὸ δὲ πυλών καὶ αὐλών καὶ μυλών ὡς τοπικὰ ὀξύνονται. ὁμοίως καὶ Αὐλών πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. δευτέρα πόλις Ἀρκαδίας. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυλωνία—καὶ Βελών πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας.
Τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀσκάλων πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν εἰς Συρίαν στρατεῦσαι κἀκεῖ παρθένου ἐρασθέντα πόλιν κτίσαι, ἣν ἀφʼ ἑαυτοῦ οὕτως ὠνόμασε. τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστοριῶν. Καστάλων μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμένων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύνεται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφʼ οὗ καὶ ἡ πόλις. ἔστι γὰρ κτίσμα Βαβυλῶνος παιδὸς Βήλου παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. ὁμοίως καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάς. οὕτω Καλλίμαχος.
Τὰ εἰς μων μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλους τὸ υ ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Σάλμων, πόλις Βοιωτίας, ἣν Ἑλλάνικος Ἄλμον φησὶ καὶ Σάλμον ἐν δευτέρῳ Δευκαλιωνείας, Τίμων, Σίμων, Ἄμμων, ἀφʼ οὗ πᾶσα ἡ Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφʼ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφʼ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ. Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ· ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. Ὄλμωνες κώμη Βοιωτίας. Τέκμων πόλις Θεσπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, σίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, στήμων, γνώμων, ἴδμων, φράδμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν ὡς λειμών, κευθμών, θημών, ἢ ἐπὶ καιροῦ λαμβάνεται ὡς χειμών, ἢ ἔχει τὸ υ ἐκτεταμένον ὡς Στρυμών ποταμὸς Ἀμφιπόλεως, ἀφʼ οὗ ὁ βορρᾶς «Στρυμονίου βορέαο». καὶ δρυμών. καὶ τὸ κρεμών ὀξύνεται. λέγεται γὰρ καὶ δισυλλάβως ἐπὶ τῆς αὐτῆς σημασίας τῷ τρισυλλάβῳ ἀκρεμών.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ βαρύνεται, ἀμύμων, ἐγκύμων, οἰκτίρμων, Ἡγήμων, Φιλήμων, νοήμων, ἀσχήμων, εὐσχήμων, χαιρήμων, ἐλεήμων, μελανείμων, λευχείμων, βαθυλείμων.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς παραληγόμενα α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν Τελαμών καὶ τὸ κύριον—ἔστι δὲ καὶ πόλις Τυρρηνίας— καὶ τὸ προσηγορικόν, καλαμών, πλαταμών, κεραμών περιεκτικόν. Κεράμων δὲ τὸ κύριον ὡς τὸ Ποτάμων, Ἀσάμων καὶ Νασάμων βασιλεύς τις, ἀφʼ οὗ οἱ Νασαμῶνες τὸ Λιβυκὸν ἔθνος, ὡς Καλλίμαχος, ὀξυτόνως πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Ἀβράμων ἀφʼ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥς φησι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ο κλινόμενον.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ α παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ νος, τῆς πρὸ τέλους οὔσης διὰ τοῦ ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύμων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρεμών, ἡγεμών, ἐθνυμών τὸ ἔθνος.
Τὰ διὰ τοῦ αιμων βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἀναίμων. Εὐαίμων πόλις Ὀρχομενίων. Θεόπομπος ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονος ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχὼν καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰς κ Λακεδαίμονα. ἔστι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὀλβιοδαίμων, Παλαίμων.
Τὰ εἰς νων ἔχοντα σύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεως εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔστι καὶ ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυΐστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Δάφνων, Ἅγνων. Σέννων ἔθνος Γαλατικόν. τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. καὶ τὸ δαφνών ὡς περιεκτικόν.
Τὰ εἰς νων ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ ονος ὡς ἀμείνων ἀμείνονος ἢ διὰ τοῦ οντος κλινόμενα ὡς Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ωνος οἷον Κόνων, Σίνων, Ζήνων, Φαίνων, Μόνων ὃς ἔκτισε Μακτώριον πόλιν Σικελίας, Σήνων ὁ κατοικῶν Σήνην πόλιν Κελτικήν, Φλάνων πόλις καὶ λιμὴν πρὸς τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών καὶ παρθενών.
Τὰ εἰς ξων ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Σάξων ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν. ἔστι δὲ λέξις Σικελική. σημαίνει δὲ τοὺς κατʼ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν δραττομένους καὶ ἁρπάζοντας, οὓς Ἐρατοσθένης καπηδάλους καλεῖ. ὡσαύτως καὶ πραξών. οὕτως δὲ τοὺς ἀγοραίους καλοῦσι Σικελοί.
Τὰ εἰς πων μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων ὁ δραπέτης ὑποκοριστικῶς, Δούπων εἷς τῶν Κενταύρων, Κάπων, Σάπων, Ἕρπων, Λύπων, σκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡς διὰ τοῦ ωντος κλινόμενον περισπᾶται.
Τὰ εἰς ρων μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ ντ κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρόφρων, σώφρων, Σώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνες οἱ κατοικοῦντες τὴν Εὔβοιαν, ἣ καὶ Μάκρις, οἱ νῦν Σάννοι. Στράβων δωδεκάτῃ καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλόδωρος δευτέρῳ. τὸ μέντοι ἀντρών, λουτρών, ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. ὡς δὲ ἐπὶ πόλεων ὀξύνονται Ἀντρών «ἀγχίαλον τʼ Ἀντρῶνα». Ζηνόδοτος δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ ντ κλινόμενα περισπᾶται.
Τὰ εἰς ρων μὴ παραληγόμενα τῇ οι ἢ αι διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρήρων, Χάρων, Χείρων Χείρωνος ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονος τὸ συγκριτικόν. Μάρων, Νάρων ποταμός, Σάρων τόπος Τροιζῆνος, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Σκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου, καὶ σφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος δευτέρῳ ἱερειῶν Ἥρας—διὰ τὰς διφθόγγους. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρως καὶ πόλις Αἰτωλίας, Βραυρών ἥρως καὶ δῆμος τῆς Ἀττικῆς, Τιταρών, ἥρως καὶ πόλις Θετταλίας, ἣν Τίταρον Λυκόφρων φησί, Κιθαιρών ὡς τοπικὰ ἢ πόλει ὁμώνυμα.
Τὰ εἰς σων ἀρσενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων ἢ περιεκτικά, βαρύνεται, Παύσων, Θράσων, Γράσων, καὶ γράσων, καύσων, μάσσων καὶ Μάσσων ποταμὸς ἐν Πελοποννήσῳ, κρείσσων, πάσσων, Πράσων εἷς τῶν Αἰγύπτου παίδων, Κτήσων, Μύρσων, Λεύσων ὄνομα κυνός, Γλίσων, Ἰάσων, Τελέσων, Ὀνάσων, Τυλίσων. Αὔσων ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐσών ὁ Ἰταλός, Λυκόφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀλοοσσόνα λευκήν» ὀξύνεται ὡς ἐπὶ πόλεων. καὶ τὸ κισσών ὡς περιεκτικόν. τὸ δὲ Συλοσῶν ὡς διὰ τοῦ ντ κλινόμενον περισπᾶται.
Τὰ εἰς των μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸς μέγας ἐν Αἰγύπτῳ· ἔστι δὲ ἕτερος Βοιωτίας, Μύτων ὁ Ποσειδῶνος καὶ Μυτιλήνης καὶ ὁ Μυτιληναῖος, Μέτων, γείτων, τέκτων, Σπάρτων ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. τὸ δὲ κοιτών καὶ προκοιτών, ἱστών, προβατών ὡς περιεκτικὰ ὀξύνεται, οἷς ἠκολούθησε καὶ τὸ Πλατανιστών ὄνομα ποταμοῦ. τὸ δὲ Βιστών ὡς διὰ τοῦ ο κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιστῇ Βιστόνι τῷ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός.
Τὰ εἰς φων ἀρσενικὰ σύνθετα διὰ τοῦ ντ κλινόμενα περισπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, Κτησιφῶν κύριον καὶ πόλις Ἀσσυρίας.
Τὰ εἰς φων ἀρσενικὰ μὴ διὰ τοῦ ντ κλινόμενα βαρύνεται, Τρύφων, Σόφων, σίφων, Ξίφων ὄνομα κυνός, κύφων. τὸ δὲ Κολοφών πόλις, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιστοῦ ὄνομα, καὶ Τολοφών, πόλις Λοκρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡς θηλυκά. τὸ δὲ Τυφῶν περισπώμενόν ἐστι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶς.
Τὰ εἰς χων δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆς καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Σπέρχων ὄνομα κυνός, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ ντ κλινόμενον περισπᾶται.
Τὰ εἰς ων ἀρσενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ ντ κλινόμενα περισπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ Τυφῶν περισπώμενα μέν, οὐ μέντοι διὰ τοῦ ντ κλινόμενα. καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περισπώμενον εἰς δων λήγει. τὸ δὲ Ποσειδῶν ἔχει τὸ δ πρὸ τοῦ ω. τῶν μὲν εἰς ων περισπωμένων γίνεται διαίρεσις διὰ τοῦ ο, τοῦ δὲ Ποσειδῶν οὐ διὰ τοῦ ο, ἀλλʼ ἢ διὰ τοῦ ε ἢ διὰ τοῦ α οἷον Ποσειδέων καὶ Ποσειδάων· οὐκ ἄρα περισπᾶται. τὰ εἰς ων περισπώμενα οὐ παραλήγεται φύσει μακρᾷ οἷον Κτησιφῶν Δεξικρῶν. τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν, τὸ δὲ Ποσειδῶν ἐξεκόπη παρʼ Ἀριστίᾳ Ποσειδῶ. Πάλιν τῶν εἰς ων περισπωμένων ὁμόχρονος ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενοφῶν ὁ Κτησιφῶν ὦ Κτησιφῶν. τοῦ Ποσειδῶνος δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποσειδῶν γὰρ καὶ ὦ Πόσειδον διὰ τοῦ ο μικροῦ, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρʼ Αἰολεῦσιν. τὸ δὲ Ποσειδῶν ἐγένετο Ποσίδαν. οὐκ ἄρα περισπώμενον. ἰδοὺ οὖν κατὰ ἑπτὰ τρόπους καὶ κανόνας δείκνυται τὸ Ποσειδῶν μὴ περισπώμενον, λέγω δὲ ἀπὸ ληγούσης, ἀπὸ διαιρέσεως, ἀπὸ κλίσεως, ἀπὸ παραληγούσης, ἀπὸ ἀποκοπῆς, ἀπὸ κλητικῆς καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περισπώμενον οὐκ ἔστι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰς δων πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δʼ εἰς δων λήγοντα διὰ ο κλίνεται, χωρὶς εἰ μὴ παραλήγοιτο τῷ υ οἷον Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποσειδῶν, ἔδει διὰ τοῦ ο κλίνεσθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι Ποσειδέων παροξυτόνως παρʼ Ἴωσι λέγεται ὁ θεός. ἐκ δὲ τούτου τοῦ Ποσειδέων συνῃρέθη Ποσειδῶν. ἐκ ταύτης οὖν συναλοιφῆς δείκνυται περισπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συνέρχονται. —τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ ς.
Τὰ εἰς ων θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ ω κλίνεται, χιών, λαγών, τρυγών, σταγών, γοργών. τὸ δὲ τρήρων, μήκων, γλήχων βαρύνονται φυλάττοντα τὸ ω ἐπὶ τῆς γενικῆς.
Τὰ εἰς ων δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαστολῇ σημαινομένου, Ἠιών, Πλευρών, Πυθών, Σιδών, Γυρτών πόλις Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ ὡς Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅστις αὐτὴν ἔκτισεν. Αἰσών. Δερτών πόλις Λιγύρων, Κρηστών πόλις Θρᾴκης παρʼ Ἡροδότῳ· λέγεται καὶ Κρηστώνη Λυκόφρων «ὁρμοκωτῆσαι τόν τε Κρηστώνης θεόν». Κραννών, Νεών. τὸ Ἴτων πόλις Θεσσαλίας βαρύνεται ὡς ἑτέρῳ κανόνι ὑποπεσόν—καθόλου γὰρ τὰ εἰς των δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόσκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶς τὸ «Ἴτωνά τε μητέρα μήλων». οἱ δὲ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφʼ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτις καὶ Ἰτώνη. σεσημείωται τὸ Σούλμων πόλις Σικελίας. τὸ δὲ Κρότων διαστολὴν ἔχει σημαινομένου.
Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ εἰς λων λήγοι, ἔχοντα πρὸ τοῦ τέλους α, ἢ ἔννοιαν συνθέσεως ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων ἐνάτῃ. ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι καὶ τῆς Ἠπείρου πόλις καὶ κώμη .... Πετεών πόλις Βοιωτίας, Πορφυρεών πόλις Φοινίκη, Μεδιών, Σικυών, Βαβυλών. σεσημείωται τὸ Ἀσκάλων καὶ Καστάλων βαρύτονα ὡς εἰς αλων ληγόμενα· τὸ δὲ Εὐαίμων πόλις Ὀρχομενίων καὶ τὸ Λακεδαίμων βαρύνεται ὡς ἔχοντα ἔννοιαν συνθέσεως.
Τὰ εἰς ων περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα καὶ τοπικὴν ἔχοντα ἔννοιαν ὀξύνεται, ἀγών, ἀγκών, φηγών, πιθών, κροκών, πευκών, χαλκών, πυλών, αὐλών, μυλών, κευθμών, δρυμών, δαφνών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, θυρών, κισσών, κοιτών, ἱστών, χαρακών, ἀνθρακών, φαρμακών, γυναικών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμών, πλατανών, παρθενών, ἀχυρών, προβατών, ἐλαιών, ἀνδρεών, ἀνθερεών, κενεών, κυκεών, πυλεών, ξενεών, λουτρεών, περιστερεών, παρθενεών, λαυρεών, οἰνεών καὶ Οἰνεών Λοκρίδος λιμήν. Θουκυδίδης τρίτῃ. Μαραθών, Ἀργανθών, Ἑλικών, Κιθαιρών.
Τὰ εἰς ων ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται, Ἑκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Ποσειδεών, Γαμηλιών, Ἀνθεστηριών, Ἐλαφηβολιών, Μουνυχιών, Θαργηλιών, Σκιροφοριών, μῆνες τῶν Ἀθηναίων, παχών ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις, αἰών, χειμών, πλειών ὁ ἐνιαυτός.
Τὰ εἰς ων σύνθετα, ἀπὸ ἁπλῶν συντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται, Ἀνακρέων, Χαμαιλέων. τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται, φιλοξενοφῶν, φιλοκτησιφῶν. καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν, φιλομακεδών, ἱππαλεκτρυών.
Τὰ εἰς ων ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέσει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν, προκοιτών, προπυλών, προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουσι τὸν τόνον οἷον βαθυλείμων, εὐλείμων, ἀχίτων, μακραίων, αὐτόχθων.
Τὰ εἰς ιων λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονούμεναι καὶ ὀνόματα κύρια γινόμενα μετατιθέασι τὸν τόνον οἷον Ἀμφίων, Ὑπερίων, τὰ δὲ κοινὰ τῷ γένει φυλάττουσι τὸν τόνον, περικτιών, ἀμφικτιών, ἰθυκτιών, ὧν καὶ βραχεῖα ἡ παραλήγουσα.
Τὰ εἰς ων συγκριτικὰ πάντα βαρύνεται, μείζων, ὀλίζων, κρείσσων, ἥσσων, θάσσων, ἐλάττων, ἀμείνων, χερείων χείρων, πλείων, μείων, ἀρείων, βελτίων, ἡδίων, γλυκίων, κακίων, βραχίων εἴτε ἐπὶ τοῦ συγκριτικοῦ εἴτε ἐπὶ τοῦ μέρους σώματος, οὐδὲ γὰρ λέγομεν βραχιών ὀξυτόνως, ὡς λέγουσιν ἐν τῇ συνηθείᾳ, ἀλλὰ βραχίων βαρυτόνως.