eul_wid: ifw-aa
DOI 10.5281/zenodo.20335421

Lycophron of Chalcis Alexandra in Greek

The Alexandra is a dramatic monologue in verse composed by Lycophron of Chalcis in the early 3rd century BCE. Written in 1,474 lines of iambic trimeter, the poem is structured as a messenger’s report to King Priam of Troy, who has confined his prophetic daughter Cassandra, also known as Alexandra. The speech recounts her frenzied and opaque prophecy, which begins with the origins of the Trojan War and traverses the fraught homecomings of the Greek heroes, including the extended wanderings of Odysseus and the destined journey of Aeneas. The vision extends far beyond the epic cycle, culminating in the rise of Macedonian power under Alexander the Great and foreshadowing the future ascendancy of Rome.

Renowned for its extreme difficulty, the work is densely packed with rare vocabulary, intricate syntax, and abstruse mythological allusions, a style that secured its reputation for obscurity even in antiquity. Modern scholarship generally views the poem as a product of the erudite, courtly culture of early Ptolemaic Alexandria, crafted for an audience of sophisticated literati. It functions both as a virtuosic display of recondite learning and as a political artifact, weaving mythological prophecy to comment on contemporary Hellenistic geopolitics, particularly in the context of Roman expansion. The complete text of the Alexandra survives via Byzantine manuscript tradition and was studied in later antiquity primarily for its encyclopedic mythological content.

1 Λέξω τὰ πάντα νητρεκῶς, ἅ μ’ ἱστορεῖς,
2 ἀρχῆς ἀπ’ ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,
3 σύγγνωθι, δέσποτ’· οὐ γὰρ ἥσυχος κόρη
4 ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα·
5 ἀλλ’ ἄσπετον χέασα παμμιγῆ βοὴν
6 δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
7 Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
8 τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
9 κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
10 πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
11 οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
12 ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
13 ἐγὼ δ’ ἄκραν βαλβῖδα μηρίνθου σχάσας
14 ἄνειμι λοξῶν ἐς διεξόδους ἐπῶν,
15 πρώτην ἀράξας νύσσαν, ὡς πτηνὸς δρομεύς.
16 [para]Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
17 κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
18 Τιθωνὸν ἐν κοίτῃσι τῆς Κέρνης πέλας
19 λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.
20 οἱ δ’ οὖσα γρώνης εὐγάληνα χερμάδος
21 ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
22 ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
23 ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
24 πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
25 ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
26 ἄφλαστα καὶ φώσσωνας ὠργυιωμένους
27 ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
28 ἡ δ’ ἔνθεον σχάσασα βακχεῖον στόμα
29 Ἄτης ἀπ’ ἄκρων βουπλανοκτίστων λόφων
30 τοιῶνδ’ ἀπ’ ἀρχῆς ἦρχ’ Ἀλεξάνδρα λόγων·
31 [para]Αἰαῖ, τάλαινα θηλαμὼν κεκαυμένη,
32 καὶ πρόσθε μὲν πεύκῃσιν οὐλαμηφόροις
33 τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
34 Τρίτωνος ἠμάλαψε κάρχαρος κύων.
35 ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
36 τινθῷ λέβητος ἀφλόγοις ἐπ’ ἐσχάραις
37 σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
38 ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
39 ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
40 τύψας ἀτράκτῳ στέρνον ἔν τ’ αὐλῷ μέσῳ
41 πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας
42 Κρόνου παρ’ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
43 ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
44 ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
45 στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
46 κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,
47 ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
48 σάρκας καταίθων λοφνίσιν δωμήσατο,
49 Λέπτυνιν οὐ τρέμουσαν οὐδαίαν θεόν·
50 ἐξηνάριξεν ὅν ποτ’ ἀξίφῳ δόλῳ
51 νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι.
52 λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
53 ταῖς τ’ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου
54 Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
55 παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
56 τοῖς Τευταρείοις βουκόλου πτερώμασι·
57 τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ
58 στείλασα κοῦρον τὸν κατήγορον χθονὸς
59 ἄξει, πατρὸς μομφῇσιν ἠγριωμένη,
60 λέκτρων θ’ ἕκατι τῶν τ’ ἐπεισάκτων γάμων.
61 αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον
62 ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρόν,
63 Γιγαντοραίστοις ἄρδισιν τετρωμένου
64 πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,
65 πύργων ἀπ’ ἄκρων πρὸς νεόδμητον νέκυν
66 ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·
67 πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη
68 ψυχὴν περισπαίροντι φυσήσει νεκρῷ.
69 [para]Στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς
70 αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων
71 καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.
72 στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος
73 δύπτου κέλωρος, ὅς ποτ’ ἐν ῥαπτῷ κύτει,
74 ὁποῖα πόρκος Ἰστριεὺς τετρασκελής,
75 ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας
76 Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
77 Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
78 λιπών, ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
79 ὅτ’ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
80 Ζηνὸς καχλάζων νασμός. οἱ δὲ πρὸς πέδῳ
81 πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
82 νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
83 φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
84 φάλλαι τε καὶ δελφῖνες αἵ τ’ ἐπ’ ἀρσένων
85 φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.
86 [para]Λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
87 τρήρωνος εἰς ἅρπαγμα, Πεφναίας κυνός,
88 ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,
89 κελυφάνου στρόβιλον ὠστρακωμένην.
90 Καὶ δή σε ναύτην Ἁχερουσία τρίβος
91 καταιβάτις πύγαργον οὐ πατρὸς κόπρους
92 στείβοντα ῥακτῶν βουστάθμων ξενώσεται,
93 ὡς πρόσθε κάλλους τὸν θυωρίτην τριπλαῖς.
94 ἀλλ’ ὀστρίμων μὲν ἀντί, Γαμφηλὰς ὄνου
95 καὶ Λᾶν περήσεις, ἀντὶ δ’ εὐχίλου κάπης
96 καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης
97 τράμπις ς’ ὀχήσει καὶ Φερέκλειοι πόδες
98 δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,
99 ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας
100 πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,
101 σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.
102 καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
103 δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
104 καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
105 ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
106 Θύσῃσιν ἁρμοῖ μηλάτων ἀπάργματα
107 φλέγουσαν ἐν κρόκῃσι καὶ Βύνῃ θεᾷ,
108 θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τ’ ἄκραν,
109 αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
110 νήσῳ δ’ ἐνὶ δράκοντος ἐκχέας πόθον
111 Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
112 τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
113 ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
114 κεναῖς ἀφάσσων ὠλέναισι δέμνια.
115 ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
116 στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται
117 καὶ δάκρυ, νῆις δ’ ἐστὶ καὶ τητώμενος
118 ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτ’ εἰς ἐπακτίαν
119 Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
120 χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,
121 ἀλλ’ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
122 κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
123 νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
124 τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
125 καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
126 στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
127 Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν·
128 κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης,
129 τῆς θ’ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
130 ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
131 λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος.
132 ὃς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
133 χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
134 οὐδ’ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
135 σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
136 ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
137 λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
138 ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
139 τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
140 ἄσιτα κἀδώρητα φορμίζων μέλη.
141 κλαίων δὲ πάτραν τὴν πρὶν ᾐθαλωμένην
142 ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
143 τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
144 γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
145 πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός,
146 νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
147 δοιὼ μὲν ἁρπακτῆρας αὐγάσαι λύκους
148 πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας.
149 τὸν δ’ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
150 βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
151 Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
152 οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
153 Ἕρκυνν’ Ἐρινὺς Θουρία Ξιφηφόρος
154 ἄσαρκα μιστύλας’ ἐτύμβευσεν φάρῳ,
155 τὸν ὠλενίτην χόνδρον ἐνδατουμένη.
156 ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
157 φυγόντα Ναυμέδοντος ἁρπακτήριον
158 ἔστειλ’ Ἐρεχθεὺς ἐς Λετριναίους γύας
159 λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν
160 τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,
161 γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
162 βουλαῖς ἀνάγνοις, ἃς ὁ Καδμίλου γόνος
163 ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
164 φερωνύμους ἔδυψε Νηρέως τάφους,
165 πανώλεθρον κηλῖδα θωύξας γένει,
166 ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
167 καὶ τὴν ὁπλαῖς Ἅρπινναν Ἁρπυίαις ἴσην.
168 τὸν δ’ αὖ τέταρτον αὐθόμαιμον ὄψεται
169 κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων
170 τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης
171 λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
172 τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
173 εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
174 τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς
175 τῆς ξεινοβάκχης, ὅν ποτ’ Οἰνώνης φυγάς,
176 μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
177 Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
178 ἀφ’ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
179 μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.
180 χὡ μὲν παλιμπόρευτον ἵξεται τρίβον,
181 σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
182 ὁποῖς κοῦρος δῶμα κινήσας καπνῷ·
183 οἱ δ’ αὖ προγεννήτειραν οὐλαμωνύμου
184 βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
185 τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
186 ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς
187 ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
188 δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
189 Κέλτρου πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
190 ποθῶν δάμαρτα, τήν ποτ’ ἐν σφαγαῖς κεμὰς
191 λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
192 βαθὺς δ’ ἔσω ῥηγμῖνος αὐδηθήσεται
193 ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
194 στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
195 καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
196 Γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
197 Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
198 κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
199 σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
200 Χὡ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,
201 εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.
202 οἱ δ’ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου,
203 σὺν μητρὶ τέκνων νηπίων κρεανόμου,
204 ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν
205 στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,
206 σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων
207 Σφάλτην ἀνευάζοντες, ᾧ ποτ’ ἐν μυχοῖς
208 Δελφινίου παρ’ ἄντρα Κερδῴου θεοῦ
209 Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται
210 ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.
211 ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν
212 δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος
213 λέοντα θοίνης ἴχνος ἐμπλέξας λύγοις
214 σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν
215 κείροντ’ ὀδόντι καὶ λαφυστίαις γνάθοις.
216 [para]Λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
217 σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρῃ
218 δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.
219 [para]Ὡς μή σε Κάδμος ὤφελ’ ἐν περιρρύτῳ
220 Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,
221 τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
222 τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
223 τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε.
224 μὴ δ’ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
225 χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
226 μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
227 μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·
228 οὐκ ἂν τοσῶνδε κῦμ’ ἐπέκλυσεν κακῶν.
229 [para]Καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
230 ζέουσαν αἰθύῃσι πλεκτανοστόλοις
231 γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
232 [para]Καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
233 στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
234 τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
235 ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
236 ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
237 αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
238 κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
239 χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
240 σὺν τοῖς δ’ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς
241 μνήμων ἐφετμάς, ἀλλὰ ληθάργῳ σφαλείς,
242 πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.
243 [para]Καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
244 ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
245 ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
246 εἰς θῖν’ ἐρείσας λοισθίαν αἴθων λύκος
247 κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
248 πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
249 [para]Καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
250 στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
251 ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
252 κεῖται, πέφρικαν δ’ ὥστε ληίου γύαι
253 λόγχαις ἀποστίλβοντες. οἰμωγὴ δέ μοι
254 ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
255 πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
256 γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
257 ἄλλην ἐπ’ ἄλλῃ συμφορὰν δεδεγμένων.
258 [para]Ἐκεῖνό ς’, ὦ τάλαινα καρδία, κακὸν
259 ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
260 εὖτ’ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων
261 πτεροῖσι χέρσον αἰετὸς διαγράφων
262 ῥαιβοῖ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
263 κλάζων τ’ ἄμικτον στόματι ῥιγίστην βοήν,
264 τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
265 Πτῴου τε πατρός, ἁρπάσας μετάρσιον,
266 ὄνυξι γαμφηλῇσί θ’ αἱμάσσων δέμας,
267 ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
268 λευρᾶς βοώτης γατομῶν δι’ αὔλακος.
269 λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
270 σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,
271 αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
272 Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
273 κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
274 νύμφαισιν, αἳ φίλαντο Βηφύρου γάνος,
275 Λειβηθρίην θ’ ὕπερθε Πιμπλείας σκοπήν,
276 ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον
277 καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
278 δῦναι, παρ’ ἱστοῖς κερκίδος ψαύσας κρότων,
279 καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
280 τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.
281 [para]Ὦ δαῖμον, οἷον κίον’ αἰστώσεις δόμων,
282 ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·
283 οὐ μὴν ἀνατεί γ’ οὐδ’ ἄνευ μόχθων πικρῶν
284 πένθους θ’ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,
285 ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,
286 ἀλλ’ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν
287 πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,
288 καλῶν ἐπ’ εὐχαῖς πλεῖστα Φύξιον Δία
289 πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.
290 τότ’ οὔτε τάφρος οὔτε ναυλόχων σταθμῶν
291 πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,
292 οὐ γεῖσα χραισμήσουσιν οὐδ’ ἐπάλξιες·
293 ἀλλ’ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ
294 καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς,
295 ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους
296 πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων
297 πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.
298 [para]Πολλοὺς δ’ ἀριστεῖς πρωτόλειά θ’ Ἑλλάδος
299 αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους
300 αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,
301 φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
302 ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
303 τὰς σὰς στένουσα καὶ δι’ αἰῶνος ταφάς.
304 οἰκτρὸν γάρ, οἰκτρὸν κεῖν’ ἐπόψομαι φάος
305 καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
306 μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
307 [para]Αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
308 ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
309 ὅς τ’ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
310 ἴυγγι τόξων, τὸν τυπέντα δ’ ἐν βρόχοις
311 μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
312 πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
313 καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.
314 [para]Οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
315 καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.
316 ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις
317 χανοῦσα κευθμῷ χείσεται διασφάγος,
318 λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
319 ἵν’ ἄλμα πάππου καὶ χαμευνάδος μόροι
320 τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι
321 σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
322 πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·
323 σὲ δ’ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
324 ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
325 μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,
326 ἣν ἐς βαθεῖαν λαιμίσας ποιμανδρίαν
327 στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων
328 ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
329 λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
330 σὲ δ’ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα
331 πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ,
332 ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ,
333 κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
334 μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.
335 Ὁ δ’ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς
336 κρηπῖδα πηγῷ νέρθε καλλυνεῖ πλόκῳ,
337 ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
338 ὠνητὸς αἰθαλωτὸν ἐς πάτραν μολών,
339 τὸ πρὶν δ’ ἀμυδρὸν οὔνομ’ αἰστώσας σκότῳ,
340 ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν
341 ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
342 φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
343 ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
344 τῆς Σισυφείας δ’ ἀγκύλης λαμπούριδος
345 λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος
346 τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
347 καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.
348 [para]Ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη
349 ἐν παρθενῶνος λαΐνου τυκίσμασιν,
350 ἄνις τεράμνων, εἰς ἀνώροφον στέγην
351 εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
352 ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
353 λίπτοντ’ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
354 ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
355 πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
356 τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
357 τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
358 γαμφαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
359 ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
360 ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
361 ἣ δ’ εἰς τέραμνα δουρατογλύφου στέγης
362 γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
363 ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
364 ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
365 Ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
366 Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
367 οὐκ ὀστοθήκαις χοιράδων ἐφημένους,
368 οὐδ’ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
369 κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
370 ἀλλ’ οὔνομ’ οἰκτρὸν καὶ κενηρίων γραφὰς
371 θερμοῖς τεκόντων δακρύοις λελουμένας
372 παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
373 [para]Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
374 σπίλοι τε κὰτ Τρύχαντα καὶ τραχὺς Νέδων
375 καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
376 γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
377 ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
378 σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
379 ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
380 δίναις παλιρροίοισιν ἕλκοντος σάλου,
381 ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
382 πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
383 σκηπτὸς κατ’ ὄρφνην γεύσεται δῃουμένων,
384 ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
385 λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
386 σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
387 [para]Τὸν δ’ οἷα δύπτην κηρύλον διὰ στενοῦ
388 αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
389 διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
390 Γυραῖσι δ’ ἐν πέτραισι τερσαίνων πτερὰ
391 στάζοντα πόντου δευτέραν ἅλμην σπάσει,
392 βληθεὶς ἀπ’ ὄχθων τῷ τριωνύχῳ δορί,
393 ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
394 ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
395 κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
396 ψυχρὸν δ’ ἐπ’ ἀκταῖς ἐκβεβρασμένον νέκυν
397 δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
398 τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
399 κρύψει κατοικτίσασα Νησαίας κάσις,
400 Δίσκου μεγίστου τάρροθος Κυναιθέως.
401 τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
402 τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
403 τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
404 λυπρὸς παρ’ Ἅιδην δεννάσει κακορροθῶν,
405 ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις
406 ἔρωτας οὐκ ἔρωτας, ἀλλ’ Ἐρινύων
407 πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
408 [para]Ἅπασα δ’ ἄλγη δέξεται κωκυμάτων,
409 ὅσην Ἄραιθος ἐντὸς ἠδὲ δύσβατοι
410 Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,
411 οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
412 ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
413 πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
414 βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
415 νήριθμος ἑσμός· οἱ δ’ ἐπὶ ξένης ξένοι
416 παῶν ἔρημοι δεξιώσονται τάφους.
417 [para]Τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
418 Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
419 κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
420 κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,
421 τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
422 ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
423 ὅτ’ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
424 [para]Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
425 Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν.
426 τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
427 συὸς παραπλαγχθέντα θηλείας τόκων,
428 ὅτ’ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
429 τὸν ἀνθάμιλλον, αὐτὸς ἐκ μαντευμάτων
430 σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον.
431 τὸν δ’ αὖ, τέταρτον ἐγγόνων Ἐρεχθέως,
432 Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς.
433 τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
434 στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
435 ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
436 ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
437 ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
438 πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.
439 [para]Δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
440 αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες
441 δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
442 πύργων ὑπὸ πτέρνῃσι Παμφύλου κόρης.
443 αἰπὺς δ’ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
444 Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
445 ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας
446 δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
447 [para]Οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
448 καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
449 Μορφὼ παροικήσουσι τὴν Ζηρυνθίαν.
450 ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
451 Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
452 οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
453 πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
454 τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
455 χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
456 χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
457 μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
458 κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
459 ἦμος καταίθων θύσθλα Κωμύρῳ λέων
460 σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,
461 σκύμνον παρ’ ἀγκάλῃσιν ἀείτα βράσας.
462 οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος
463 πρηστὴρ Ἐνυοῦς, οὔποτ’ ἐς φύζαν τραπείς,
464 ταῦρος βαρύφρων δυσμενεστάτου ξένων
465 ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
466 πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
467 ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
468 ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,
469 δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
470 ἣν δή ποτ’ ἐν ῥήτρῃσι δημοτῶν σταθεὶς
471 γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
472 στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,
473 τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
474 ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
475 λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
476 ὁ δ’ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
477 Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
478 χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
479 ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,
480 χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς
481 λυκαινομόρφων Νυκτίμου κρεανόμων,
482 τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
483 σπληδῷ κατ’ ἄκρον χεῖμα θαλψάντων πυρός,
484 χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
485 βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
486 οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ
487 βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
488 ἔγνω δ’ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
489 ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
490 μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
491 ὁ δ’ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ
492 στόρθυγξ, δεδουπὼς τὸν κτανόντ’ ἠμύνατο
493 πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
494 τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
495 κέλωρ γίγαντος ὅπλα, τοῦ ποτ’ εἰς λέχος
496 λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
497 ἡ ζῶς’ ἐς Ἅιδην ἵξεται καταιβάτις,
498 θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·
499 ὃν δή ποτ’ ἀγρώσσοντα Κρηστώνης ἔχις
500 κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,
501 ὅταν τεκόντος αἰχμάλωτος ἐς χέρας
502 ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον
503 βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν
504 δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι
505 τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,
506 ὧν ὀστράκου στρόβιλος ἐντετμημένος
507 κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.
508 τὰ δ’ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων
509 σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.
510 ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον
511 τοῖς ἡμιθνήτοις διπτύχοις Λαπερσίοις.
512 οὓς μήποτ’, ὦ Ζεῦ σῶτερ, ἐς πάτραν ἐμὴν
513 στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί.
514 μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας
515 πρύμνης ἀπ’ ἄκρας γυμνὸν αἰψηρὸν πόδα
516 εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν.
517 μηδ’ οἱ λεόντων τῶνδε καρτερώτεροι,
518 ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,
519 καὶ δῖ’ Ἐνυὼ καὶ Τριγέννητος θεὰ
520 Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.
521 οὐκ ἂν τὰ χειρώνακτες ἐργάται διπλοῖ,
522 Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,
523 ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
524 ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
525 στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,
526 καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
527 ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
528 ἔχοντα καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
529 μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
530 οὗ δή ποτ’ αἴθων πρῶτα καινίσει δόρυ
531 κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
532 Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους
533 ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
534 Μαζουσία προὔχουσα χερσαίου κέρως.
535 ἀλλ’ ἔστι γάρ τις, ἔστι καὶ παρ’ ἐλπίδα
536 ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος
537 δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
538 ὅς, τὸν πλανήτην ὀρθάγην ὅταν δόμοις
539 σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
540 οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε
541 μέλλοντες ἔν τε δαιτὶ καὶ θαλυσίοις
542 λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
543 θήσει βαρὺν κολῳὸν ἐν λέσχαις μέσον.
544 καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
545 βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
546 αὖθις δ’ ἐναιχμάσουσιν αὐτανέψιοι,
547 ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
548 βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
549 χρῄζοντες ἀλφῆς τῆς ἀεδνώτου δίκην.
550 ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος
551 ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
552 ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
553 ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
554 φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
555 λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
556 ὁ δ’ αὖ σιγύμνῳ πλεύρ’ ἀναρρήξας βοὸς
557 κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
558 πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
559 ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
560 ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ
561 ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς
562 οὐδ’ ὁ Σκιαστὴς Ὀρχιεὺς Τελφούσιος
563 ἐμέμψατ’, ἐν χάρμαισι ῥαιβώσας κέρας.
564 καὶ τοὺς μὲν Ἅιδης, τοὺς δ’ Ὀλύμπιοι πλάκες
565 παρ’ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,
566 φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.
567 καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,
568 βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.
569 ἄλλων δ’ ἄπλατον χειρὶ κινήσει νέφος,
570 ὧν οὐδ’ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος
571 σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον
572 μίμνειν ἀνώγων θεσφάτοις πεπεισμένους,
573 τροφὴν δ’ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας
574 ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν
575 μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,
576 Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.
577 ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς
578 μυληφάτου χιλοῖο δαιδαλευτρίας,
579 ἕρπιν τε ῥέζειν ἠδ’ ἀλοιφαῖον λίπος,
580 οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.
581 αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
582 τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
583 Σιθῶνος εἰς θυγατρὸς εὐναστήριον.
584 καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
585 στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι.
586 Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
587 λαῶν ἄνακτες, ἀλλ’ ἀνώνυμοι σποραί,
588 πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
589 Γόλγων ἀνάσσης, ὧν ὁ μὲν Λάκων’ ὄχλον
590 ἄγων Θεράπνης, θάτερος δ’ ἀπ’ Ὠλένου
591 Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.
592 [para]Ὁ δ’ Ἀργυρίππαν Δαυνίων παγκληρίαν
593 παρ’ Αὐσονίτην Φυλαμὸν δωμήσεται,
594 πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
595 οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν
596 δίαιταν αἰνήσουσι πορκέων δίκην,
597 κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
598 ῥάμφεσσι δ’ ἀγρώσσοντες ἐλλόπων θοροὺς
599 φερώνυμον νησῖδα νάσσονται πρόμου,
600 θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῳ
601 ἀγυιοπλαστήσαντες ἐμπέδοις τομαῖς
602 πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
603 ὁμοῦ δ’ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
604 νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
605 κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
606 κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
607 καὶ κρίμνα χειρῶν κἀπιδόρπιον τρύφος
608 μάζης σπάσονται προσφιλὲς κνυζούμενοι,
609 τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
610 Τροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης
611 ἔσται κακῶν τε πημάτων παραίτιον,
612 ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
613 πρὸς λέκτρα. τύμβος δ’ αὐτὸν ἐκσώσει μόρου
614 Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
615 κολοσσοβάμων δ’ ἐν πτυχαῖσιν Αὐσόνων
616 σταθεὶς ἐρείσει κῶλα χερμάδων ἔπι
617 τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
618 τὸν ἑρματίτην νηὸς ἐκβαλὼν πέτρον.
619 κρίσει δ’ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
620 εὐχὰς ἀρούραις ἀμφ’ ἐτητύμους βαλεῖ,
621 Δηοῦς ἀνεῖναι μήποτ’ ὄμπνιον στάχυν
622 γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
623 ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
624 χέρσον λαχήνῃ βουσὶν αὔλακας τεμών.
625 στήλαις δ’ ἀκινήτοισιν ὀχμάσει πέδον,
626 ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
627 μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως
628 αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν,
629 ἄνδηρ’ ἀπέζοις ἴχνεσιν δατούμεναι.
630 θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,
631 ὅσοι παρ’ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
632 δράκοντα τὸν φθείραντα Φαίακας κτανών.
633 [para]Οἱ δ’ ἀμφικλύστους χοιράδας Γυμνησίας
634 σισυρνοδῦται καρκίνοι πεπλωκότες
635 ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,
636 τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.
637 ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
638 ἄδορπα παιδεύσουσι νηπίους γονάς.
639 οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
640 πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχω λίθῳ
641 ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.
642 καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
643 Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
644 Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι
645 Γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους
646 Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θ’ ἕδος
647 καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θ’ ὕδωρ.
648 [para]Τοὺς δ’ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας
649 στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ
650 καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπάς,
651 τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως
652 τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα,
653 ἁρπυιογούνων κλώμακάς τ’ ἀηδόνων
654 πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,
655 πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,
656 λώβαισι παντοίαισιν ἐσπαραγμένους,
657 ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων,
658 δελφινόσημον κλῶπα Φοινίκης θεᾶς.
659 ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας
660 χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον
661 χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.
662 ἐπόψεται δὲ λείψανον τοξευμάτων
663 τοῦ Κηραμύντου Πευκέως Παλαίμονος.
664 οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη
665 σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.
666 ἄλλος δ’ ἐπ’ ἄλλῳ μόχθος ἄθλιος μενεῖ
667 τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.
668 ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;
669 ποία δ’ Ἐρινὺς μιξοπάρθενος κύων;
670 τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος
671 Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει
672 πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;
673 ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται
674 δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,
675 καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι
676 στένοντες ἄτας ἐν συφοῖσι φορβάδες
677 γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
678 καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
679 μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
680 Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.
681 ἥξει δ’ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
682 καὶ νεκρόμαντιν πέμπελον διζήσεται
683 ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας.
684 ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
685 καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
686 πήλας ἀκούσει κεῖθι πεμφίδων ὄπα
687 λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
688 ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον
689 θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
690 φλογμῷ ζέουσα δέξεται μονόστολον.
691 ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος
692 δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
693 οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.
694 Βαίου δ’ ἀμείψας τοῦ κυβερνήτου τάφον
695 καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
696 ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
697 Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
698 χωστὰς, Ὀβριμοῦς τ’ ἄλσος, οὐδαίας Κόρης,
699 πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
700 τείνει πρὸς αἴθραν κρᾶτα πολυδέγμων λόφος,
701 ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
702 πηγαὶ κατ’ Αὐσονῖτιν ἕλκονται χθόνα,
703 λιπὼν δὲ Ληθαιῶνος ὑψηλὸν κλέτας
704 λίμνην τ’ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ
705 καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,
706 Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
707 ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
708 λοιβῆς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
709 μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·
710 θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,
711 πήληκα κόρσῃ κίονος προσαρμόσας.
712 κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
713 οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
714 αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
715 Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,
716 ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
717 τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
718 Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα.
719 οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης
720 λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν
721 ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
722 ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
723 Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
724 πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
725 γείτων θ’ ὁ Λᾶρις ἐξερεύγονται ποτά.
726 Λίγεια δ’ εἰς Τέριναν ἐκναυσθλώσεται,
727 κλύδωνα χελλύσσουσα, τὴν δὲ ναυβάται
728 κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
729 Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
730 λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης
731 ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
732 πρώτῃ δὲ καί ποτ’ αὖθι συγγόνων θεᾷ
733 κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
734 πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον
735 χρησμοῖς πιθήσας, ὅν ποτ’ αὐξήσει λεὼς
736 Νεαπολιτῶν, οἳ παρ’ ἄκλυστον σκέπας
737 ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
738 βύκτας δ’ ἐν ἀσκῷ συγκατακλείσας βοός,
739 παλινστροβήτοις πημοναῖς ἀλώμενος
740 κεραυνίῃ μάστιγι συμφλεχθήσεται
741 καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ,
742 ὡς μὴ καταβρώξῃ νιν ἐν ῥόχθοις κλύδων
743 Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
744 βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις
745 ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
746 βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
747 αὐτουργότευκτον βᾶριν, ἐς μέσην τρόπιν
748 εἰκαῖα γόμφοις προστεταργανωμένην.
749 ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
750 τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον
751 αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
752 πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.
753 πόντου δ’ ἄυπνος ἐνσαρούμενος μυχοῖς
754 ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
755 ἔσται. παρ’ ἄλλου δ’ ἄλλος, ὡς πεύκης κλάδον,
756 βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
757 μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
758 ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
759 καὶ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
760 μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται
761 στόρθυγξι. νῆσον δ’ εἰς Κρόνῳ στυγουμένην
762 Ἅρπην περάσας, μεζέων κρεανόμον,
763 ἄχλαινος ἵκτης πημάτων λυγρῶν κόπις,
764 τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
765 ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.
766 οὔπω μάλ’, οὔπω, μὴ τοσόσδ’ ὕπνος λάβοι
767 λήθης Μέλανθον ἐγκλιθένθ’ Ἱππηγέτην.
768 ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
769 καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
770 μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον
771 μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα
772 σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
773 θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
774 αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
775 ἰδὼν μολοβρὸς τλήσεται μὲν οἰκετῶν
776 στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
777 δέννοις κολασθείς. τλήσεται δὲ καὶ χερῶν
778 πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
779 οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
780 σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,
781 λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν
782 ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
783 ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
784 ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
785 λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.
786 ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία
787 ὕψιστον ἡμῖν πῆμ’ ἐτέκνωσέν ποτε,
788 μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
789 λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
790 ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,
791 κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν
792 πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὼν
793 σῦφαρ θανεῖται, πόντιον φυγὼν σκέπας,
794 κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
795 κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ
796 κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
797 κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
798 Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
799 μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς,
800 ὅ τ’ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,
801 ἐν ᾗ ποτ’ αὖθις Ἡρακλῆ φθίσει δράκων
802 Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
803 τὸν Αἰακοῦ τε κἀπὸ Περσέως σπορᾶς
804 καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
805 Πέργη δέ μιν θανόντα Τυρσηνῶν ὄρος
806 ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
807 ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
808 παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
809 αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
810 σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
811 Γλαύκωνος Ἀψύρτοιό τ’ αὐτανεψίας.
812 χὡ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
813 ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
814 γαληνὸν ἦμαρ οὔποτ’ ἐν ζωῇ δρακών.
815 ὦ σχέτλι’, ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
816 βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον
817 κάνθων’ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
818 πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
819 ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
820 Ὁ δ’ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης
821 πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
822 ποθῶν δὲ φάσμα πτηνόν, εἰς αἴθραν φυγόν,
823 ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
824 ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
825 ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπὰς
826 καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας
827 καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
828 προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
829 Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
830 ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,
831 καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
832 Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
833 κραντῆρι λευκῷ τόν ποτ’ ἔκτανε πτέλας.
834 ἐπόψεται δὲ τύρσιας Κηφηίδας
835 καὶ Λαφρίου λακτίσμαθ’ Ἑρμαίου ποδὸς
836 δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
837 δαιτὸς χατίζων. ἀντὶ θηλείας δ’ ἔβη,
838 τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
839 τὸν ἡπατουργὸν ἄρσεν’ ἀρβυλόπτερον.
840 πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ,
841 φάλαινα δυσμίσητος ἐξινωμένη,
842 ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
843 τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·
844 ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδός
845 ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
846 λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.
847 ἐπόψεται δὲ τοὺς θερειπότους γύας
848 καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
849 εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
850 καὶ πάντα τλήσεθ’ εἵνεκ’ Αἰγύας κυνὸς
851 τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
852 ἥξει δ’ ἀλήτης εἰς Ἰαπύγων στρατὸν
853 καὶ δῶρ’ ἀνάψει παρθένῳ Σκυλλητίᾳ
854 Ταμάσσιον κρατῆρα καὶ βοάγριον
855 καὶ τὰς δάμαρτος ἀσκέρας εὐμαρίδας.
856 ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
857 ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
858 Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.
859 γυναιξὶ δ’ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
860 πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον
861 καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
862 καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη
863 μήθ’ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
864 κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
865 χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
866 ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
867 πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
868 Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
869 Ἅρπης Κρόνου πήδημα Κογχείας θ’ ὕδωρ
870 κάμψας Γονοῦσάν τ’ ἠδὲ Σικανῶν πλάκας,
871 καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
872 ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
873 ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.
874 κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
875 τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων
876 οὐδ’ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.
877 [para]Ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας
878 μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
879 ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
880 θρυλιγμάτων δέρτροισι προσσεσηρότας·
881 Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
882 θανόντα ταρχύσαντο τυμβείαν θ’ ὕπερ
883 κρηπῖδ’ ἀνεστήλωσαν Ἀργῴου δορὸς
884 κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
885 Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος
886 νασμοῖς λιπαίνει. τῷ δὲ Νηρέως γόνῳ
887 Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
888 χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
889 δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν
890 μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.
891 Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
892 θαλασσόπαις δίμορφος αὐδάξει θεός,
893 ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
894 Ἕλλην’ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
895 εὐχὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ
896 κρύψους’ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
897 ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην
898 ναύταις συνεκβράσουσι Βορραῖαι πνοαὶ
899 τόν τ’ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
900 Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,
901 καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
902 ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
903 ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
904 ποθοῦντες, οἱ δ’ Ἐχῖνον, οἱ δὲ Τίταρον
905 Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
906 Γόννον Φάλαννάν τ’ ἠδ’ Ὀλοσσόνων γύας
907 καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
908 αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.
909 [para]Ἄλλην δ’ ἐπ’ ἄλλῃ κῆρα κινήσει θεός,
910 λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.
911 [para]Τὸν δ’ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις
912 Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
913 Κρίμισα φιτροῦ δέξεται μιαιφόνον.
914 αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν
915 Σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον.
916 Δύρα παρ’ ὄχθαις ὅς ποτε φλέξας θρασὺν
917 λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σκύθῃ
918 δράκοντ’ ἀφύκτων γομφίων λυροκτύπῳ.
919 Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,
920 εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,
921 Ναύαιθος ἔνθα πρὸς κλύδων’ ἐρεύγεται.
922 κτενοῦσι δ’ αὐτὸν Αὔσονες Πελλήνιοι
923 βοηδρομοῦντα Λινδίων στρατηλάταις,
924 οὓς τῆλε Θερμύδρου τε Καρπάθου τ’ ὀρῶν
925 πλάνητας αἴθων Θρασκίας πέμψει κύων,
926 ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.
927 ἐν δ’ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν
928 ὑπὲρ τάφων δείμαντες αἰανῆ θεὸν
929 λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.
930 Ὁ δ’ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
931 ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
932 πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
933 ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
934 πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
935 στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
936 Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
937 ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν
938 Κανδάον’ ἢ Μάμερτον ὁπλίτην λύκον,
939 ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
940 στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,
941 οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
942 οὐδ’ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων·
943 τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
944 πύκτην μὲν ἐσθλόν, πτῶκα δ’ ἐν κλόνῳ δορὸς
945 καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·
946 ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνος
947 ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας.
948 τὰ δ’ ἐργαλεῖα, τοῖσι τετρήνας βρέτας
949 τεύξει ποτ’ ἐγχώροισι μερμέραν βλάβην,
950 καθιερώσει Μυνδίας ἀνακτόροις.
951 [para]Ἄλλοι δ’ ἐνοικήσουσι Σικανῶν χθόνα
952 πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
953 ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
954 ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
955 τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
956 μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
957 ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
958 αἱ δ’ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
959 σηκὸν μέγαν δείμαντο δωτίνην θεᾷ,
960 μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,
961 ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
962 ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι
963 τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
964 τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
965 ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
966 ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
967 τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
968 Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
969 πένθος μέγιστον καὶ δι’ αἰῶνος πάτρας
970 ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.
971 μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
972 νήπαυστον αἰάζουσα καὶ γοωμένη
973 δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
974 ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
975 αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
976 κρατὸς δ’ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
977 μνήμην παλαιῶν τημελοῦς’ ὀδυρμάτων.
978 [para]Πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
979 ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
980 Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων
981 κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
982 ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
983 ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
984 πόλιν δ’ ὁμοίαν Ἰλίῳ δυσδαίμονες
985 δείμαντες ἀλγυνοῦσι Λαφρίαν κόρην
986 Σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
987 τοὺς πρόσθ’ ἔδεθλον Ξουθίδας ᾠκηκότας.
988 γλήναις δ’ ἄγαλμα ταῖς ἀναιμάκτοις μύσει,
989 στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
990 λεῦσσον φόνον τ’ ἔμφυλον ἀγραύλων λύκων,
991 ὅταν θανὼν λῄταρχος ἱερείας σκύλαξ
992 πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.
993 [para]Ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
994 Λίνου θ’ ἁλισμήκτοιο δειραίαν ἄκραν,
995 Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,
996 δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι.
997 ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
998 πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
999 ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
1000 πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ
1001 τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
1002 Κροτωνιᾶται δ’ ἄστυ πέρσουσίν ποτε
1003 Ἀμαζόνος φθέρσαντες ἄτρομον κόρην,
1004 Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
1005 πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
1006 δάψουσι πρηνιχθέντες οὐδ’ ἄτερ πόνων
1007 πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
1008 [para]Οἱ δ’ αὖ Τέριναν, ἔνθα μυδαίνει ποτοῖς
1009 Ὠκίναρος γῆν φοῖβον ἐκβράσσων ὕδωρ,
1010 ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.
1011 [para]Τὸν δ’ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
1012 λαβόντα καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
1013 στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
1014 τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
1015 Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,
1016 τῇ δ’ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
1017 εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
1018 ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα,
1019 ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
1020 Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.
1021 Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
1022 χῶρος συνοίκους δέξεται Κόλχων Πόλαις,
1023 μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
1024 Αἴας Κορίνθου τ’ ἀρχός, Εἰδυίας πόσις,
1025 τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,
1026 οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ.
1027 [para]Ἄλλοι δὲ Μελίτην νῆσον, Ὀθρωνοῦ πέλας
1028 πλαγκτοί, κατοικήσουσιν, ἣν πέριξ κλύδων
1029 ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
1030 τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
1031 ἐπώνυμόν ποθ’ ὑστέρῳ χρόνῳ γράφων
1032 κλεινόν θ’ ἵδρυμα παρθένου Λογγάτιδος,
1033 Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
1034 [para]Παπποκτόνος δ’ Ὀθρωνὸν οἰκήσει λύκος,
1035 τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
1036 ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
1037 ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
1038 χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
1039 ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
1040 δίκης ἐάσει τάρροθος Τελφουσία
1041 Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.
1042 ὅθεν πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
1043 δρακοντομόρφων εἰς Ἀμαντίαν πόλιν
1044 πλώσει. πέλας δὲ γῆς Ἀτιντάνων μολὼν
1045 Πράκτιν παρ’ αὐτὴν αἰπὺ νάσσεται λέπας,
1046 τοῦ Χαονίτου νᾶμα Πολυάνθου δρέπων.
1047 [para]Ὁ δ’ Αὐσονείων ἄγχι Κάλχαντος τάφων
1048 δυοῖν ἀδελφοῖν ἅτερος ψευδηρίων
1049 ξένην ἐπ’ ὀστέοισιν ὀγχήσει κόνιν.
1050 δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις
1051 χρήσει καθ’ ὕπνον πᾶσι νημερτῆ φάτιν,
1052 νόσων δ’ ἀκεστὴς Δαυνίοις κληθήσεται,
1053 ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
1054 ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
1055 ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
1056 ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
1057 ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
1058 ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θ’ ἕδη
1059 μολόντες αἰτίζωσι κοιράνου γύας,
1060 ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.
1061 τοὺς δ’ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
1062 κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
1063 τοῖς δ’ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
1064 στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
1065 χώραν διδόντες, ἥνπερ ἔχρῃζον λαβεῖν
1066 τοῦ κρατοβρῶτος παιδὸς ἀτρέστου κάπρου.
1067 [para]Τῶν Ναυβολείων δ’ εἰς Τέμεσσαν ἐγγόνων
1068 ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης
1069 Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας
1070 σκληρὸν νένευκεν, ἀντὶ δὲ Κρίσης ὅρων
1071 Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
1072 βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
1073 πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
1074 ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.
1075 Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
1076 μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
1077 οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
1078 θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
1079 ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
1080 τόργοισιν αἰώρημα φοινίοις δέμας.
1081 σπιλὰς δ’ ἐκείνη σῆς φερώνυμος τύχης
1082 πόντον προσαυγάζουσα φημισθήσεται.
1083 [para]Οἱ δ’ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
1084 νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
1085 ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
1086 δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
1087 [para]Καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
1088 ἄνοστον αἰάζοντας ἕξουσιν τύχην,
1089 ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων.
1090 Οὐδ’ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
1091 εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
1092 χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
1093 τοιαῖσδ’ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
1094 παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
1095 στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι
1096 λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
1097 πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
1098 κρύψει ποτ’ ἐν κλήροισι Μηθύμνης στέγος.
1099 [para]Ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
1100 ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου
1101 ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
1102 τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
1103 θερμὴν δ’ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
1104 τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
1105 τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
1106 οἰκτρὰ δὲ πέμφιξ Ταίναρον πτερύξεται
1107 λυπρὰν λεαίνης εἰσιδοῦς’ οἰκουρίαν.
1108 ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
1109 Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
1110 ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς
1111 ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
1112 ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
1113 καὶ πᾶν λακίζους’ ἐν φοναῖς ψυχρὸν δέμας
1114 δράκαινα διψὰς κἀπιβᾶς’ ἐπ’ αὐχένος
1115 πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
1116 ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
1117 δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
1118 βοῶσα δ’ οὐ κλύοντα δεσπότην πόσιν
1119 θεύσω κατ’ ἴχνος ἠνεμωμένη πτεροῖς.
1120 σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου
1121 εἰς σπλάγχν’ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
1122 κακὸν μίασμ’ ἔμφυλον ἀλθαίνων κακῷ.
1123 [para]Ἐμὸς δ’ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
1124 Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
1125 τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.
1126 οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
1127 ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
1128 ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
1129 Σάλπης παρ’ ὄχθαις, οἵ τε Δάρδανον πόλιν
1130 ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.
1131 κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
1132 ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι,
1133 τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
1134 μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,
1135 ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,
1136 ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
1137 Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
1138 πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
1139 κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
1140 ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.
1141 [para]Πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
1142 τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
1143 ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
1144 δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
1145 πέμψουσι παῖδας ἐστερημένας γάμων.
1146 Λάρυμνα καὶ Σπερχειὲ καὶ Βοάγριε
1147 καὶ Κῦνε καὶ Σκάρφεια καὶ Φαλωριὰς
1148 καὶ Ναρύκειον ἄστυ καὶ Θρονίτιδες
1149 Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι
1150 καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,
1151 ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
1152 ποινὰς Γυγαίᾳ τίσετ’ Ἀγρίσκᾳ θεᾷ,
1153 τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
1154 πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.
1155 αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος
1156 ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
1157 φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
1158 Ἥφαιστος εἰς θάλασσαν ἐκβράσσῃ σποδὸν
1159 τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
1160 ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι
1161 Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
1162 λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
1163 ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
1164 λιταῖς Σθένειαν ἱκέτιδες γουνούμεναι.
1165 θεᾶς δ’ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον
1166 δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
1167 ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
1168 κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων
1169 ἢ φάσγανον κελαινὸν ἢ ταυροκτόνον
1170 στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον,
1171 μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
1172 δῆμος δ’ ἀνατεὶ τὸν κτανόντ’ ἐπαινέσει,
1173 τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
1174 [para]Ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος
1175 ἄπυστον ἔσται, Περσέως δὲ παρθένος
1176 Βριμὼ Τρίμορφος θήσεταί ς’ ἐπωπίδα
1177 κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
1178 ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
1179 δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
1180 θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.
1181 ψευδήριον δὲ νησιωτικὸς στόνυξ
1182 Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων
1183 ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον
1184 ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης·
1185 ὃς δὴ παρ’ ἀκταῖς τλήμονος ῥανεῖ χοάς,
1186 τριαύχενος μήνιμα δειμαίνων θεᾶς,
1187 λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον
1188 Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.
1189 [para]Σὺ δ’, ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς
1190 στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,
1191 οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ
1192 ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων
1193 πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.
1194 ἀλλ’ ἄξεταί σε πρὸς γενεθλίαν πλάκα
1195 τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,
1196 ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμος
1197 τὴν πρόσθ’ ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ
1198 ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,
1199 τὰς παιδοβρώτους ἐκφυγοῦς’ ὁμευνέτου
1200 θοίνας ἀσέπτους. οὐδ’ ἐπίανεν βορᾷ
1201 νηδύν, τὸν ἀντίποινον ἐκλάψας πέτρον,
1202 ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
1203 τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
1204 νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
1205 ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
1206 ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
1207 χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
1208 ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
1209 ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν
1210 σωτῆρ’, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ
1211 πέρθοντι χώραν Τηνέρου τ’ ἀνάκτορα.
1212 κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
1213 λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.
1214 [para]Ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
1215 τοὐμὸν ταλαίνης πῆμα, πᾶς δ’ ἀνάστατος
1216 ἔσται στρατηγῶν οἶκος. οὐ γὰρ ἥσυχος
1217 πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
1218 Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
1219 ψυδραῖσιν ἔχθραν μηχαναῖς ἀναφλέγων.
1220 ὃς οὔτε τέκνων φείσετ’ οὔτε συγγάμου
1221 Μήδας δάμαρτος ἠγριωμένος φρένας,
1222 οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος
1223 θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.
1224 πάντας δ’ ἀνάγνοις χερσὶν ἐν ναῷ κτενεῖ,
1225 λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.
1226 [para]Γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος
1227 μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε
1228 αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,
1229 γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν
1230 λαβόντες. οὐδ’ ἄμνηστον, ἀθλία πατρίς,
1231 κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.
1232 τοιούσδ’ ἐμός τις σύγγονος λείψει διπλοῦς
1233 σκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,
1234 ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος,
1235 βουλαῖς ἄριστος οὐδ’ ὀνοστὸς ἐν μάχαις.
1236 ὃς πρῶτα μὲν Ῥαίκηλον οἰκήσει μολὼν
1237 Κισσοῦ παρ’ αἰπὺν πρῶνα καὶ Λαφυστίας
1238 κερασφόρους γυναῖκας. ἐκ δ’ Ἀλμωπίας
1239 παλιμπλανήτην δέξεται Τυρσηνία
1240 Λιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,
1241 καὶ Πῖς’ Ἀγύλλης θ’ αἱ πολύρρηνοι νάπαι.
1242 σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,
1243 ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων
1244 νάνος, πλάναισι πάντ’ ἐρευνήσας μυχὸν
1245 ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι
1246 Μυσῶν ἄνακτος, οὗ ποτ’ Οἰκουρὸς δόρυ
1247 γνάμψει Θέοινος γυῖα συνδήσας λύγοις,
1248 Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,
1249 τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.
1250 ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,
1251 τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,
1252 μνήμην παλαιῶν λήψεται θεσπισμάτων.
1253 κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων
1254 ὑπὲρ Λατίνους Δαυνίους τ’ ᾠκισμένην,
1255 πύργους τριάκοντ’ ἐξαριθμήσας γονὰς
1256 συὸς κελαινῆς, ἣν ἀπ’ Ἰδαίων λόφων
1257 καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,
1258 ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·
1259 ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ
1260 χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.
1261 δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι
1262 πατρῷ’ ἀγάλματ’ ἐγκατοικιεῖ θεῶν.
1263 ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
1264 καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,
1265 σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,
1266 πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,
1267 τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,
1268 τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων
1269 λαβεῖν ὃ χρῄζει κἀπενέγκασθαι δάνος.
1270 τῷ καὶ παρ’ ἐχθροῖς εὐσεβέστατος κριθεὶς
1271 τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν
1272 ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,
1273 τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας
1274 Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν
1275 λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ
1276 Τιτώνιόν τε χεῦμα, τοῦ κατὰ χθονὸς
1277 δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,
1278 Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου
1279 στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,
1280 γρόνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.
1281 [para]Τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ
1282 οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.
1283 [para]Τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως
1284 ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,
1285 ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες
1286 καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,
1287 Σκύθαισι γείτων, καρτεροῖς εἴγρει πάγοις
1288 λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην
1289 ῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς
1290 χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.
1291 [para]Ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,
1292 οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην
1293 Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,
1294 πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,
1295 ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.
1296 αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς
1297 Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι
1298 ζητοῦντες αἰχμάλωτον ἤμπρευσαν πόριν
1299 ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι
1300 Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον
1301 δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.
1302 οὐδ’ οἵ γ’ ἀπηρκέσθησαν ἀντ’ ἴσων ἴσα
1303 λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν
1304 καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ
1305 εἰς Βεβρύκων ἔστειλαν οἰκητήριον,
1306 σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς
1307 ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,
1308 γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.
1309 [para]Καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους
1310 ταγῷ μονοκρήπιδι κλέψοντας νάκην
1311 δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.
1312 ὃς εἰς Κύταιαν τὴν Λιβυστίνην μολὼν
1313 καὶ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις
1314 καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων
1315 ἄροτρα καὶ λέβητι δαιτρευθεὶς δέμας
1316 οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,
1317 ἀλλ’ αὐτόκλητον ἁρπάσας κεραΐδα,
1318 τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,
1319 εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,
1320 φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο
1321 βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
1322 [para]Πάλιν δ’ ὁ πέτρας ἀσκέρας ἀνειρύσας
1323 καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
1324 ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους
1325 κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων
1326 πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
1327 σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
1328 Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
1329 ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
1330 στόρνην τ’ ἀμέρσας καὶ Θεμισκύρας ἄπο
1331 τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.
1332 ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
1333 Ἔριν λιποῦσαι, Λάγμον ἠδὲ Τήλαμον
1334 καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τ’ ὄρος
1335 ποινὰς ἀθέλκτους θ’ ἁρπαγὰς διζήμεναι
1336 ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
1337 ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
1338 Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.
1339 καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
1340 τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.
1341 [para]Πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα
1342 χώραν τ’ Ἐορδῶν καὶ Γαλαδραίων πέδον
1343 ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,
1344 στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,
1345 ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.
1346 ἡ δ’ ἀντὶ τούτων τάρροθον βοηλάτην
1347 τὸν ἑξάπρυμνον στέρφος ἐγχλαινούμενον
1348 στείλασα λίστροις αἰπὺν ἤρειψεν πάγον,
1349 τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν
1350 καθιερώσει, πημάτων ἀρχηγέτις.
1351 [para]Αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες
1352 Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτὰ
1353 καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ
1354 κευθμῶνος αἰνόλεκτρον ἐνδαύει μυχόν,
1355 Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,
1356 δεινὴν Λιγυστίνοισι τοῖς τ’ ἀφ’ αἵματος
1357 ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις
1358 λόγχης ἐν ὑσμίνῃσι μίξαντες πάλην.
1359 εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα
1360 πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας
1361 καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
1362 [para]Λοῖσθος δ’ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν
1363 πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
1364 ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
1365 κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.
1366 ἡ δ’ αὖθις οἰστρήσασα τιμωρουμένη
1367 τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
1368 πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
1369 [para]Πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
1370 ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν
1371 σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
1372 σὺν ᾧ θανοῦμαι κἀν νεκροῖς στρωφωμένη
1373 τὰ λοίπ’ ἀκούσω ταῦθ’, ἃ νῦν μέλλω θροεῖν.
1374 [para]Ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
1375 ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,
1376 καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν
1377 χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῷ.
1378 [para]Τρίτος δ’, ἄνακτος τοῦ δρυηκόπου γόνος,
1379 τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν
1380 παραιολίξας βῶλον ἐμπεφυρμένην
1381 νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος
1382 σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,
1383 Φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,
1384 τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,
1385 ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον
1386 χλεύην ὑλακτήσασα κηκάσῃ γάμους
1387 νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.
1388 [para]Οἱ δ’ αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,
1389 Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι,
1390 οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τ’ ὄρος
1391 καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν
1392 θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,
1393 τῆς παντομόρφου βασσάρας λαμπούριδος
1394 τοκῆος, ἥτ’ ἀλφαῖσι ταῖς καθ’ ἡμέραν
1395 βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,
1396 ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.
1397 [para]Ὁ Φρὺξ δ’, ἀδελφὸν αἷμα τιμωρούμενος,
1398 πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα
1399 τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας
1400 φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.
1401 ὃς δή ποτ’ ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
1402 φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
1403 δαπταῖς τιτύσκων αἱμοπώτῃσιν φόβον.
1404 τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται
1405 Θραμβουσία τε δειρὰς ἥ τ’ ἐπάκτιος
1406 στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες
1407 Παλληνία τ’ ἄρουρα, τὴν ὁ βούκερως
1408 Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
1409 [para]Πολλῶν δ’ ἐναλλὰξ πημάτων ἀπάρξεται
1410 Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν
1411 τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
1412 [para]Οὐ μὰν ὑπείξει γ’ ἡ ’πιμηθέως τοκάς,
1413 ἀλλ’ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
1414 στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
1415 πεζῷ ποτ’ ἔσται, γῆ δὲ ναυσθλωθήσεται
1416 ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
1417 οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
1418 σὺν καλίνοισι τειχέων προβλήμασι,
1419 τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
1420 ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.
1421 στρατῷ δ’ ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,
1422 φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,
1423 καρποτρόφος δρῦς ἀγριάς τ’ ὀρειθαλής.
1424 ἅπας δ’ ἀναύρων νασμὸς αὐανθήσεται,
1425 χανδὸν κελαινὴν δίψαν αἰονωμένων.
1426 κύφελλα δ’ ἰῶν τηλόθεν ῥοιζουμένων
1427 ὑπὲρ κάρα στήσουσι Κίμμερός θ’ ὅπως
1428 σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.
1429 Λοκρὸν δ’ ὁποῖα παῦρον ἀνθήσας ῥόδον
1430 καὶ πάντα φλέξας ὥστε κάγκανον στάχυν
1431 αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,
1432 μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν
1433 κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,
1434 χαλκηλάτῳ κνώδοντι δειματουμένη.
1435 Πολλοὶ δ’ ἀγῶνες καὶ φόνοι μεταίχμιοι
1436 λύσουσιν ἀνδρῶν οἱ μὲν Αἰγαίαις πάλας
1437 δίναισιν ἀρχῆς ἀμφιδηριωμένων,
1438 οἱ δ’ ἐν μεταφρένοισι βουστρόφοις χθονός,
1439 ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον
1440 ἀπ’ Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς
1441 Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων
1442 πρηνῆ θ’ ὁμαίμων πάντα κυπώσας δόμον
1443 ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
1444 σᾶναι Γαλάδρας τὸν στρατηλάτην λύκον
1445 καὶ σκῆπτρ’ ὀρέξαι τῆς πάλαι μοναρχίας.
1446 ᾧ δὴ μεθ’ ἕκτην γένναν αὐθαίμων ἐμὸς
1447 εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
1448 πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
1449 πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
1450 σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.
1451 [para]Τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
1452 εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
1453 βαύζω, κενὸν ψάλλουσα μάστακος κρότον;
1454 πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
1455 ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,
1456 καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
1457 λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
1458 θήσει δ’ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
1459 ὅτ’ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
1460 τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.
1461 [para]Τόσς’ ἠγόρευε καὶ παλίσσυτος ποσὶν
1462 ἔβαινεν εἱρκτῆς ἐντός, ἐν δὲ καρδίᾳ
1463 Σειρῆνος ἐστέναξε λοίσθιον μέλος,
1464 Κλάρου Μιμαλλὼν ἢ Μελαγκραίρας κόπις
1465 Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας,
1466 ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.
1467 ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,
1468 σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,
1469 ἐπεὶ μ’ ἔταξας φύλακα λαΐνου στέγης
1470 καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον
1471 ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.
1472 δαίμων δὲ φήμας ἐς τὸ λῷον ἐκδραμεῖν
1473 τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,
1474 σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.