eul_wid: qng-aa

Περὶ μεθόδου δεινότητος
On the Method of Awesomeness

Hermogenes of Tarsus On the Method of Awesomeness PDF

1 (t) [16] ΠΕΡΙ ΜΕΘΟΔΟΥ ΔΕΙΝΟΤΗΤΟΣ Πᾶν μέρος λόγου εὕρηται μὲν ἐπὶ μηνύσει πράγματος, καιροῦ δὲ ἰδίου τυχόν, ὁ δὲ καιρὸς κατὰ ἤθους προσθήκην γινόμενος ἰδίαν διάνοιαν ἀπεργάζεται, οὐ μόνον ἰδίαν, ἀλλὰ καὶ διάφορον, οὐ μόνον διάφορον, ἀλλὰ καὶ διαφόρους, οὐ μόνον διαφόρους, ἀλλὰ καὶ ἐναντίας. οἷον κακοῦργος πᾶς ὁ κακόν τι ἐργαζόμενος, ἰδίως δ’ ὁ κλέπτης. διάφορον δέ, οἷον δημηγορεῖν τὸ ἐν δήμῳ ἀγορεύειν, ἰδίως δὲ τὸ κεχαρισμένα λέγειν καὶ τὸ ἀπαίδευτα λέγειν. διαφόρους δέ, οἷον ἄνθρωπος γένους ὄνομα καὶ ἤθους ἡμέρου καὶ τύχης ὄνομα καὶ πανουργίας. ἐναντίας δέ, ὡς τὸ «μείνατ’ ἐπὶ χρόνον», τὸν πολύν, τὸν ὀλίγον, καὶ παρὰ Πλάτωνι ‘χρόνον‘ δὴ τὸν πολὺν δηλοῖ· καὶ τὸ «αὐτός, ὦ Φαίδων, παρεγένου; αὐτός, ὦ Ἐχέκρατες»· ὃ μὲν γὰρ ἤρετο ὡς θαυμάζων καὶ μακαρίζων τὸν παραγενόμενον, ὃ δὲ ἀποκρίνεται σεμνυνόμενος καὶ μεγαφρονῶν. Περὶ πάσης λέξεως.
2 (t) [13] Πάσης λέξεως τῆς ἀγνοουμένης ἐν πεζῷ λόγῳ τρεῖς μέθοδοι τῆς εὑρέσεως· ἢ γὰρ ἐθνική ἐστιν ἡ λέξις ἢ τεχνικὴ ἢ νομική. ὁ γοῦν παρασάγγης οὐκ οἶδα τίς ἐστιν· ἐθνικὸν γάρ ἐστι καὶ Περσικὸν ὁδοῦ μέτρον, οἱ τριάκοντα στάδιοι· σχοῖνος δὲ Αἰγύπτιον, οἱ ἑξήκοντα στάδιοι. νομικὸν δὲ ὄνομα τὸ τοιοῦτον «πομπεύειν ἀντὶ τοῦ κατηγορεῖν εἵλετο»· ἐν Ἀθήναις τοῖς Διονυσίοις ἐπόμπευον καὶ ἀλλήλοις διελοιδοροῦντο καὶ τοῦτο ἐκαλεῖτο πομπεύειν· καὶ ἡ εἰσαγγελία καὶ ἡ φάσις καὶ ἄλλα τοιαῦτα ὀνόματα νομικά ἐστι. τεχνικὰ δὲ ἐκεῖνα· «ζεύξαντες τὰς παλαιὰς ναῦς» ναυπηγικὸν ὄνομα, καὶ δὶς διὰ τεσσάρων μουσικόν, καὶ μοσχεύειν γεωργικόν, καὶ ὅσα τοιαῦτα. Περὶ τῶν κατὰ τὴν λέξιν ἁμαρτημάτων.
3 (t) [t2] Τὰ ἁμαρτήματα κατὰ τὴν λέξιν κατὰ δύο τρόπους γίνεται, ἀκυρίαν καὶ παραφθοράν· ἀκυρίαν μέν, οἷον, ἐὰν εἴπῃ τις ‘ἐρωτῶ καὶ παρακαλῶ‘ ἀντὶ τοῦ δέομαι, ἀκύρως εἴρηκε· τὸ μὲν γὰρ παρακαλεῖν ἢ καλεῖν ἐστιν ἢ προτρέπεσθαι, τὸ δὲ ἐρωτᾶν πυνθάνεσθαι. παραφθορὰν δέ, οἷον, ὃ καλοῦσι διάζωμα, ἐάν τις εἴπῃ διαζώστραν ἢ τὸ αἱμωδεῖν ἀμμωδεῖν καὶ τὰ τοιαῦτα. Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ πότε ποικιλίᾳ.
4 (t1) [31] Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ πότε ποικιλίᾳ; ταυτότητι μέν, ὅταν τοῦ πράγματος ἓν ὄνομα ᾖ τὸ ἐναργέστατον· τότε γὰρ οὐ ζητεῖν δεῖ χορηγίαν ἀφανίζουσαν τὴν ἐνάργειαν τοῦ πράγματος, ἐὰν δέ τις παραλάβῃ, ἐπίδειξιν μὲν ἄκαιρον ἐποιήσατο, τὴν χρείαν δὲ ἀπολώλεκε τῆς συγγραφῆς. Ὅμηρος «ὡς δὲ χιὼν κατατήκετ’ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τ’ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ, τηκομένης δ’ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης.» οὔτε τὸ λείβεται οὔτε τὸ χεῖται οὔτε τὸ λύεται οὕτως ἁρμόζει ὡς τὸ ‘τήκεται‘· ὄψις γάρ ἐστι χιόνος ἀναλισκομένης ἡ τηκεδών. Ὅταν δὲ πολλὰ ὀνόματα ἔχῃ τις ἰσότιμα καὶ ὁμοίως ἔχοντα ἐνάργειαν χρήσιμον, ἡ ποικιλία ἁρμόζει, οἷον Ὅμηρος «ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα, δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι»· ἔχομεν ὀξύ, δριμύ, πικρόν, ἐπεὶ δ’ οὐκ ἔχει ἄλλο ἰσότιμον, ἐπὶ τὸ πρῶτον ἐπανέρχεται «ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο». καὶ ὁ Θουκυδίδης ἐν τῷ προοιμίῳ τεκμήριον, σημεῖον, παράδειγμα, μαρτύριον, καὶ ἀεὶ κύκλον ποιεῖται τῶν ὀνομάτων· «ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει», καὶ «μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων», καὶ «σημεῖον δ’ ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας», καὶ «παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι». Περὶ περιττότητος.
5 (t) [30] Ἡ περιττότης ἐστὶ διπλῆ, καὶ κατὰ λέξιν καὶ κατὰ γνώμην· ἑκατέρα δὲ διπλῆ, καὶ ἡ κατὰ λέξιν καὶ ἡ κατὰ γνώμην, καὶ ἡ μὲν κατὰ λέξιν γίνεται διατριβῇ καὶ πλήθει, ἡ δὲ κατὰ γνώμην κατὰ ἐπενθυμήσεις καὶ λόγων καθολικῶν τοῖς ἰδίοις συμπλοκήν. Διατριβή ἐστι βραχέος διανοήματος ἠθικοῦ ἔκτασις, ἵνα ἐμμείνῃ τὸ ἦθος τοῦ λέγοντος ἐν τῇ γνώμῃ τοῦ ἀκούοντος, οἷον ‘τὴν μὲν ὕβριν Μειδίου πάντες ἴστε‘, ἐξέτεινε δ’ αὐτὸ οὕτως «τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθ’ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· καὶ τὸ Περὶ τοῦ στεφάνου προοίμιον ὁμοίως ἔχει. Πλῆθος δέ ἐστι ποικίλων ὀνομάτων ἰσοτίμων ἐπίχυσις εἰς κίνησιν ἤθους, οἷον «τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὐτὴ ἐχθροῦ μὲν ἐπήρειαν ἔχει καὶ ὕβριν καὶ λοιδορίαν καὶ προπηλακισμὸν ὁμοῦ καὶ πάντα τὰ τοιαῦτα», ὅπου καὶ τὸ πλῆθος ἔδειξεν εἰπὼν ‘ὁμοῦ‘. Ἡ δὲ ἐπενθύμησίς ἐστιν ἐνθύμημα ἐπιφερόμενον, ὃ μὴ προστεθὲν μὲν οὐ ποθεῖται, προστεθὲν δὲ τὸ πᾶν ὠφελεῖ. οἱ δὲ καθολικοὶ λόγοι δῆλον ὅ τί ποτέ εἰσι. παραδείγματα καὶ τῶν ἐπενθυμήσεων καὶ τῶν καθολικῶν λόγων παραλλάξ εἰσιν, ὡς ἐν τῷ Θουκυδίδου ἐπιταφίῳ· ὧν ὁ καιρὸς οὗτος· πρὸς μὲν τὰ σκληρὰ καὶ αὐθάδη διανοήματα ἐπενθυμήσεις παραλαμβάνονται, ἵνα μαλάξωσι τὰ ἤθη, πρὸς δὲ τὴν πίστιν τῶν ἰδίων λόγων οἱ κοινοὶ λόγοι καὶ καθολικοί. ἀμφοτέρων δ’ ἦν ἐν τῷ ἐπιταφίῳ χρεία· καὶ γὰρ αὔθαδές ἐστι καὶ ἄπιστον τὸ λέγειν ‘οὐκ ἔδει λέγεσθαι ἐπιτάφιον‘, τῶν πάλαι οὕτω δοκιμασάντων. πρὸς μὲν οὖν τὸ αὔθαδες αἱ ἐπενθυμήσεις, πρὸς δὲ τὸ ἄπιστον οἱ καθολικοὶ λόγοι. Τῶν δὲ αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θεραπεῖαι καὶ παραμυθίαι δύο, ἢ βραχεῖα προσθήκη ἢ ὁμολογία τοῦ τολμήματος.
6 [13] βραχεῖα μὲν οὖν προσθήκη οὕτως «ὁ μὲν οὖν παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί» καὶ πάλιν ἀλλαχοῦ «ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς ἑαυτοῦ πονηρίας κατασκεδάσας»· καὶ Πλάτων «ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι ποτίμῳ λόγῳ», αὔθαδες τοῦτο· τίς οὖν ἡ βραχεῖα προσθήκη; « οἷον ἁλμυρὰν ἀκοήν». —Ὁμολογία δὲ τοῦ τολμήματος, ὡς ἐν τῷ Κατὰ Τιμοκράτους «καὶ γὰρ εἰ φορτικὸς ὁ λόγος εἶναι δοκεῖ, ὅμως ἐρῶ· ἀποκτείνατε αὐτόν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου θῇ τοῦτον τὸν νόμον». Περὶ παραλείψεως καὶ ἀποσιωπήσεως.
7 (t) [44] Πότε παράλειψις καὶ ἀποσιώπησις γίνεται; ὅταν βουληθῶμεν τὴν ὑπόνοιαν μείζονα καταστῆσαι τοῦ πράγματος ἐν τῇ γνώμῃ τῶν ἀκουόντων, ἢ λέγομεν· οἷον λάβωμεν πρῶτον ἐκ τοῦ λόγου παράδειγμα ‘πῶς οὗτος κέχρηται τῷ πατρί‘· λέγω ἴσως ἢ ἀντεῖπεν ἢ οὐκ ἐπείσθη, ἡ δὲ ἀποσιώπησις μείζονα τὴν ὑπόνοιαν πεποίηκεν, ὡς ‘ἐπιβουλεύων τῷ πατρί‘. Δημοσθένης δὲ τῇ ἀποσιωπήσει τῇ τελείᾳ οὕτως κέχρηται ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἐμοὶ μὲν—οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου». Ἐν προσποιήσει δὲ παραλείψεως μνήμη τῶν πραγμάτων κατὰ τρεῖς τρόπους γίνεται, ἤτοι ὅταν μικρὰ μὲν ᾖ τὰ πράγματα, χρήσιμα δὲ τῷ λέγοντι· ἢ ὅταν ᾖ γνώριμα, διὰ μὲν τὸ γνώριμα εἶναι φησὶ παραλιπεῖν, διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά· ἢ ὅταν ἐπαχθῆ ᾖ, χρήσιμα δὲ τῷ λέγοντι, διὰ μὲν τὸ ἐπαχθῆ εἶναι φησὶ παραλιπεῖν, διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά. Παραδείγματα τούτων, τῶν μὲν μικρῶν ἐν τῷ Κατὰ Μειδίου «ὅσα μὲν οὖν ἢ τοὺς χορευτὰς κωλύων ἀφεθῆναι τῆς στρατείας ἠνώχληκεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἆλλα ὅσα τοιαῦτα, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «οὐ γὰρ ἀγνοῶ τοῦθ’, ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τὴν αὐτὴν τούτων ἕκαστον ὀργὴν ἥνπερ ἄλλ’ ὁτιοῦν τῶν δεινοτάτων παρίστη, ὑμῖν δὲ τοῖς ἔξω τοῦ πράγματος οὖσιν οὐκ ἂν ἴσως ἄξια αὐτὰ καθ’ ἑαυτὰ ἀγῶνος φανείη». —Τῶν δὲ γνωρίμων ἐν τῷ Περὶ τῆς ἀτελείας «ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφ’ ὑμῶν ἴσως γινώσκεται». —Τῶν δὲ ἐπαχθῶν παράδειγμα ἐν τῷ Περὶ τοῦ στεφάνου «ἐν μὲν δὴ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴστε ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ πᾶσι τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι περὶ αὐτῶν, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι θυγατέρας ἀποροῦσι συνεξέδωκα», εἶτα τὴν αἰτίαν τοῦ παραλιπεῖν ἐπιφέρει «ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι παρὰ πάντα τὸν χρόνον, τὸν δ’ εὖ ποιήσαντα εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ἀναμιμνῄσκειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ ὀνειδίζειν». Περὶ περιπλοκῆς.
8 (t) [38] Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέγειν, εἰ δὲ ἐν καιρῷ γίγνοιτο, ζηλωτὸν ἂν σχῆμα εὑρεθείη. καιρὸς οὖν τῆς περιπλοκῆς τῶν λόγων τριπλοῦς. περιπλέκομεν γάρ, ἤτοι ὅταν αἰσχρὰ ᾖ τὰ λεγόμενα· φυλαττόμενοι γὰρ τὴν ἀπρέπειαν τοῦ λόγου αὐτῷ τῷ περιπλέκειν δηλοῦμεν ἃ θέλομεν εὐπρεπῶς καὶ πικρότερον τὸν λόγον ποιούμεθα· ἢ ὅταν λυπηρὰ ᾖ τοῖς ἀκούουσιν, ἢ ὅταν ἐπαχθῆ τοῖς λέγουσι. Παραδείγματα τῶν μὲν αἰσχρῶν ἐν τῷ Κατὰ Τιμάρχου φησὶν Αἰσχίνης «εἰδὼς δ’ αὐτὸν ἔνοχον ὄντα», θέλει μὲν εἰπεῖν «τῇ πορνείᾳ», φυλαττόμενος δὲ τὸ αἰσχρὸν περιπλέκει λέγων «οἷς ὀλίγῳ πρότερον ἠκούσατ’ ἀναγινώσκοντος τοῦ γραμματέως». —Τῶν δὲ λυπηρῶν ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν «ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ δὲ μή, ἀπολεῖται τὰ πράγματα‘, περιέπλεξεν «εἴπερ ὑπὲρ σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ», ὑπακούεται ‘ἀμελοῦμεν‘, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ’ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». —Τῶν δὲ ἐπαχθῶν τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων πάντων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον», ὅπερ ἐστὶν εὐτυχίας· ἐπάγει γοῦν λέγων «ὑμεῖς μὲν οὖν, ὡς εἰκός, ἀμφότερα ἀπεδέξασθε, τήν τε φιλοτιμίαν τὴν ἐμήν», καὶ ἐπειδὴ ἐπαχθές ἐστι τὸ λέγειν ‘τὴν εὐτυχίαν‘, περιέπλεξε «καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης». Ὅτι δὲ τὸ ὄνομα τοῦ σχήματος τοῦτό ἐστιν ἡ περιπλοκή, Αἰσχίνης φησὶν ἐν τῷ Κατὰ Τιμάρχου «οὗτος φανήσεται οὐ μόνον ἡταιρηκώς, ἀλλὰ—μὰ τὸν Διόνυσον, οὐκ οἶδ’ ὅπως δεῖ περιπλέκειν ὅλην τὴν ἡμέραν—καὶ πεπορνευμένος», ὡς δι’ ὅλου τοῦ λόγου περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος». Περὶ ἐπαναλήψεως.
9 (t) [37] Ἐπανάληψις γίνεται κατὰ τρόπους τρεῖς, ἐπὶ πράγματος διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει. Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς παρ’ Ὁμήρῳ «ἀλλ’ ὃ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν»· ἐπανέλαβε τὸ ὄνομα, ἵνα δείξῃ, ὅτι δύο γένη Αἰθιόπων. —Ἐπὶ προσώπου συστάσει «Νιρεὺς δ’ Αἰσύμηθεν ἄγε τρεῖς νῆας ἐίσας, Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν»· ἐπανέλαβεν, ἵνα κοσμήσῃ τὸ πρόσωπον. ἐπὶ διαβολῇ δὲ «Ἆρες, Ἄρες βροτολοιγέ»· ἐπανέλαβεν, ἵνα τὸ πρόσωπον διαβάλῃ. —Ἐπὶ ἤθους βεβαιώσει «τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικεν»· ἐπανέλαβεν, ἵνα τὸ ἀνδρεῖον βεβαιώσῃ. Παρὰ δὲ τοῖς πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλίᾳ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν «ἀδικεῖ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων». καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ’ ἡμῶν, ἢ ἐγὼ πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νήσους οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». —Ἐπὶ δὲ προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης «ἀλλ’ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.» —Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι, χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ’ ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ πρίασθαι». καὶ Ἡρόδοτος «φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ, φονεὺς δὲ τοῦ καθήραντος». Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.
10 (t) [27] Τὸ κατὰ πεῦσιν σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ ἢ περὶ τῶν φύσει ὁμολογουμένων, οἷον ‘ἆρ’ οὐκ ἔστι νῦν ἡμέρα;‘ ἢ περὶ τῶν τῷ λόγῳ προαποδεδειγμένων, οἷον ‘εὑρέθης ἐπὶ τῆς οἰκίας διορωρυγμένου τοῦ τοίχου ὑφαιρούμενος τὸ ἱμάτιον· ἆρ’ οὐκ εἶ κλέπτης;‘ καὶ γὰρ τὰ τῷ λόγῳ προαποδεδειγμένα ἴσα τοῖς φύσει ὁμολογουμένοις τῇ δυνάμει ἐστίν. Ἀναντίρρητον δὲ ὂν τὸ σχῆμα τρεῖς ἔχει μορφάς, ἢ πρὸς τοὺς ἀκούοντας ἢ πρὸς τοὺς ἀντιλέγοντας ἢ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος. Ἡ πρὸς τοὺς ἀκούοντας πεῦσις ἐλεγκτική, οἷον «πότε οὖν, ὦ Ἀθηναῖοι, πότε ἃ δεῖ πράξετε; ἐπειδὰν τί γένηται;» —Ἡ πρὸς τοὺς ἀντιλέγοντας ἀνατρεπτική, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» —Ἡ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλῆ· ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν. ὅταν γὰρ αὐτὸς ἑαυτοῦ πυνθάνηται ὁ ῥήτωρ, ἅμα καὶ ἐπέστρεψε τοὺς ἀκούοντας καὶ τὴν πίστιν προκατέλαβε· πιστεύει γὰρ ἕκαστος τῶν ἀκουόντων ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥήτωρ, εἰ μὴ ἐπίστευεν ἀποδείξειν, καὶ εἴ τινα ἔχει ὑπόνοιαν ὁ ἀκροατής, θεραπεύεται· ὥσπερ ἐπὶ ταύτης τῆς ἐρωτήσεως «ἔστιν ὑμῖν πόρος, ὃν ἂν μὲν ἤδη ζητῆτε οὐχ εὑρήσετε, ἐὰν δὲ περιμένητε, εὑρήσετε», εἶτ’ ἐπιφέρει «τίς οὖν ἔσθ’ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, αὖθις δὲ γενησόμενος; αἰνίγματι γὰρ ὅμοιον τοῦτο· ἐγὼ φράσω.» Περὶ ἀσυνδέτου.
11 (t) [12] Τὸ ἀσύνδετον σχῆμα καὶ τὸ μετὰ τῶν συνδέσμων λεγόμενον δοκεῖ τὸ μὲν δεδέσθαι, τὸ δὲ λελύσθαι. ταὐτὸ δὲ ἀμφότερα δηλοῖ, καὶ ἐργάζεται καὶ μέγεθος ὁμοίως καὶ ἦθος, ὅταν ἑκατέρου καιρὸς ᾖ. ταὐτὸν δ’ ἐργαζόμενα οὐχ ὁμοίως ἐργάζεται, ἀλλὰ τὸ μὲν μετὰ συνδέσμων πραγματικὸν πλῆθος ἢ μέγεθος, οἷον «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ», τὸ δὲ ἄνευ συνδέσμων λεγόμενον ἠθικόν ἐστι «καὶ πάλιν ἡνίκα Πύδνα, Ποτίδαια, Μεθώνη, Παγασαί, τἆλλα, ἵνα μὴ καθ’ ἕκαστον λέγων διατρίβω, πολιορκούμενα ἀπηγγέλλετο». Περὶ προεκθέσεως καὶ ἀνακεφαλαιώσεως.
12 (t) [17] Τὸ ἐν ἀρχῇ τι λέγειν ἐπὶ κεφαλαίων, περὶ ὧν τις μέλλει κατασκευάζειν ἢ διδάσκειν, οἱ τεχνικοὶ καλοῦσι προέκθεσιν, τὸ δ’ ἐπὶ τέλους ἀναμιμνῄσκειν τὰ ἀποδεδειγμένα ἢ λελεγμένα οἱ τεχνικοὶ καλοῦσιν ἀνακεφαλαίωσιν. οἱ δὲ παλαιοὶ τὴν μὲν προέκθεσιν καλοῦσιν ὑπόσχεσιν, τὴν δὲ ἀνακεφαλαίωσιν ἐπάνοδον, ὡς Δημοσθένης δηλοῖ λέγων οὕτως «δίκαιόν ἐστιν ἐμὲ τρία ὑμῖν ὑπεσχημένον ἀποδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους», καὶ τὸ ἕτερον οὕτως «ἐπάνειμι δὴ πάλιν ἐπὶ τὰς ἀποδείξεις, ὡς τὰ τούτων ἀδικήματα καὶ δωροδοκήματα τῶν νῦν πραγμάτων»· καὶ Πλάτων ἐν ἀρχῇ φησι προοίμια καὶ διηγήσεις, εἶτα πίστεις, «τὸ δὲ δὴ τέλος τῶν λόγων ἔοικε πᾶσιν εἶναι κοινῇ συνδεδογμένον, οὗ τινὲς μὲν ἐπάνοδον ὄνομα τίθενται, τινὲς δὲ ἄλλο τι», καὶ ἄξιον ζητῆσαι, τί ἐστι τὸ «ἄλλο τι». «συλλογίσασθαι δὴ βούλομαι», 〈φησὶν ὁ〉 Δημοσθένης, «τὰ κατηγορημένα». Περὶ τῶν ἴσων σχημάτων.
13 (t) [32] Τὰ ἴσα σχήματα ταὐτὰ ὄντα ποτὲ μέν ἐστιν ἀγωνιστικά, ποτὲ δὲ ἐπιδεικτικά, ποτὲ δὲ σοφιστικά. Ἀγωνιστικὰ μέν ἐστιν, ὅταν τῇ φύσει τῶν πραγμάτων συνδράμῃ ἔξωθεν πάρεργον, ὃ καὶ χωρὶς τῶν ὀνομάτων ἕκαστον αὐτὸ καθ’ ἑαυτὸ πρᾶγμα μηνύει καὶ λεχθὲν λανθάνει, πολλάκις δὲ ἀναγινωσκόμενον εὑρίσκεται· οἷον «νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην θείομεν, ἂν δ’ αὐτὴν Χρυσηίδα καλλιπάρῃον βήσομεν»· τέσσαρα ἴσα, ‘ἐρύσσομεν‘, ‘ἀγείρομεν‘, ‘θείομεν‘, ‘βήσομεν‘. καὶ Θουκυδίδης «αἴτιον δ’ ἦν οὐχ ἡ ὀλιγανθρωπία, ὅσον ἡ ἀχρηματία· τῆς γὰρ τροφῆς ἀπορίᾳ τόν τε στρατὸν ἐλάσσω ἤγαγον». καὶ Δημοσθένης «ἂν τοίνυν ἐξελέγξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ καὶ ἀνηλωκότα τοὺς χρόνους καὶ πάντων τούτων δῶρα καὶ μισθοὺς εἰληφότα». Ἐπιδεικτικὰ δέ ἐστιν, ὅταν τὰ ἀγωνιστικὰ πολλὰ γένηται καὶ ἐπιτηδευθῇ εἰδημόνως εἰς ἡδονὴν ἀκοῆς σώφρονα, ὥσπερ τὰ παρὰ Ἰσοκράτει ἴσα τὰ ἐν ταῖς παραινέσεσι μάλιστα. Σοφιστικὰ δέ ἐστιν, ἃ νῦν μὲν ἐπαινεῖται, ὑπὸ δὲ τῶν παλαιῶν κωμῳδεῖται, ὅσα αἰσχρῶς καὶ κενῶς κολακεύει τὴν ἀκοήν· ἃ Πλάτων διαβάλλει «ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ» καὶ «Παυσανίου δὲ παυσαμένου· διδάσκουσι γάρ με ἴσα λέγειν οὑτωσὶ οἱ σοφοί». —Δημοσθένης δὲ καὶ Ὅμηρος καὶ τὰ τοιαῦτα ἐποίησαν ἀγωνιστικά, «Πρόθοος θοὸς ἡγεμόνευεν», ὄνομα καὶ ἀρετή, καὶ «ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ». Περὶ ὑπερβατοῦ.
14 (t) [40] Οἱ νῦν οἴονται τὸ ὑπερβατὸν πλοκὴν εἶναι ἑρμηνείας καὶ περίοδον κεκαλλωπισμένην· οὐκ ἴσασι δέ, τί ἐστιν ὑπερβατόν. τὸ γὰρ ὑπερβατὸν οὐ μόνον οὐκ ἔστι καλὸν σχῆμα, ἀλλὰ καὶ ἀναγκαῖον· γίνεται δέ, ὅταν τὴν αἰτίαν τοῦ λεγομένου, ἣν μέλλει ποθεῖν ὁ ἀκροατής, μέσην ὁ λέγων τάξῃ· καὶ οὕτως γίνεται σαφηνείας ὄργανον τὸ ὑπερβατόν, οἷον «ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν, ὅπῃ ζόφος οὐδ’ ὅπῃ ἠώς, οὐδ’ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς’ ὑπὸ γαῖαν, οὐδ’ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον»· εἰ γὰρ εἰρήκει ‘ὦ φίλοι, φραζώμεθα θᾶσσον‘, ἐτάραξεν ἂν αὐτοὺς καὶ ἐποίησεν ἐρωτῆσαι, τί γέγονε· διὰ τοῦτο διὰ μέσου τὰς αἰτίας τοῦ φράζεσθαι θᾶσσον ἔταξε. καὶ Θουκυδίδης «οἱ δὲ Ἀθηναῖοι ἐφοβήθησαν, μὴ πολέμιαι ἦσαν αἱ νῆες» —διὰ τί; ὁ Θουκυδίδης ἔταξε διὰ μέσου τὴν αἰτίαν τοῦ φόβου «ἦν γὰρ νύξ»· διὰ τοῦτο καὶ ὁ τὴν αἰτίαν σημαίνων σύνδεσμος προηγεῖται, ὁ γάρ. Μακρὸν δὲ γίνεται ὑπερβατόν, ὁπόταν ἡ αἰτία ἑτέρας αἰτίας χρείαν ἔχῃ, οἷον «ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν τῶν ἐν Σικελίᾳ ὑπὸ Λακεδαιμονίων κατελύθησαν» — πῶς, ὦ Θουκυδίδη; «ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων ἐν αὐτῇ Δωριέων ἐπὶ πλεῖστον χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ εὐνομήθη καὶ ἀεὶ ἀτυράννευτος ἦν»· αἰτίαν τῆς αἰτίας ἀποδίδωσιν «ἔτη γάρ ἐστι μάλιστα τετρακόσια, ἃ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι’ αὐτὸ δυνάμενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθιστᾶν»· εἶτα ἐπανέρχεται ἐπὶ τὴν ἀρχὴν «μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν». Τὸ δὲ παρ’ Ὁμήρῳ «αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες» οὐκ ἔστιν, ὡς δοκεῖ τισίν, ὑπερβατόν· οὐδεμία γὰρ αἰτία μέση κεῖται, ἀλλ’ ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ διὰ σκολόπων καὶ τάφρου, εἶτα ὁμαλὴ ἔξοδος ἐν τῇ φυγῇ, οὕτω καὶ ἡ ἑρμηνεία ἔχει, τὸ πάθος τῶν φευγόντων τῆς λέξεως μιμουμένης. Περὶ ἀντιθέτου.
15 (t) [18] Τὸ ἀντίθετον σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ διὰ τῶν ὁμολογουμένων. ἔστι δὲ διανοήματι διανόημα ἀντικείμενον. ἁπλούστατον δὲ ὂν ἰσχυρόν ἐστιν, οἷον «ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων· ἐτέλεις, ἐγὼ δ’ ἐτελούμην· ἐτριταγωνίστεις, ἐγὼ δ’ ἐθεώρουν· ἐγραμμάτευες, ἐγὼ δ’ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δ’ ἐσύριττον». Τοῦτο δὲ τὸ ἀντίθετον ὁ Δημοσθένης ἐποίησε κακόηθες, τὸ μὲν πρᾶγμα ἀληθὲς λαμβάνων, τὸ δὲ ἀντικείμενον ψευδὲς ὄν· ὡς ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰσάγει συμπόσιον Φιλίππου καὶ τῶν Ὀλύμπια νενικηκότων καὶ διάλογον Σατύρου τοῦ κωμικοῦ ὑποκριτοῦ, οὕτω δὲ ψυχαγωγεῖ τοὺς ἀκούοντας, ὥστε οἰηθῆναι ἐν συμποσίῳ εἶναι· εἶτα ἀντιτίθησι συμπόσιον ἕτερον ὡς γενόμενον Αἰσχίνῃ ψευδόμενος μηδέποτε γενόμενον, ἵνα ἐψυχαγωγημένοι διὰ τῶν προτέρων λόγων οἱ δικασταὶ πιστεύωσι καὶ τοῖς ἐπιφερομένοις ὡς ὁμοίως ἀληθέσι. τοῦτο κακόηθες ἀντίθετον. Περὶ παρίσου καὶ πῶς γίνεται.
16 (t) [12] Πάρισον σχῆμα ἔστι τε καὶ λέγεται, ὅταν τὸ αὐτὸ ὄνομα ἄλλην καὶ ἄλλην προσλαβὸν συλλαβὴν διαφερούσας διανοίας ἔχῃ. παρὰ μὲν Ἰσοκράτει οὕτως «ἐὰν ᾖς φιλομαθής, ἔσῃ πολυμαθής»· τὸ γὰρ μανθάνειν ἐν ἀμφοτέροις ἐστίν, ἀλλ’ ὅπου μὲν τὸ πολυ πρόσκειται καὶ σημαίνει τὸν πολλὰ εἰδότα, ὅπου δὲ τὸ φιλο πρόσκειται καὶ ἔστιν ὁ ἡδέως μανθάνων. καὶ παρὰ τῷ Θουκυδίδῃ «καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντεπιβουλεύειν»· τὸ γὰρ ἐπιβουλεύειν ἐν ἀμφοτέροις εἴρηται, ἀλλ’ ὅπου μὲν πρόσκειται προ καὶ σημαίνει τὸ φθάνειν ἐπιβουλεύοντα, ὅπου δὲ ἀντι πρόθεσις καὶ δηλοῖ τὸ ἀμύνεσθαι δεύτερον. Περὶ προσποιήσεως.
17 (t) [22] Πότε ῥήτωρ προσποιήσεται σχεδιάζειν; τριῶν οὐσῶν ἰδεῶν ῥητορικῆς ἐν τῇ συμβουλευτικῇ μάλιστα δεῖ καὶ ὁμολογεῖν, ὅτι ἐβουλεύσατο· οὐ γὰρ ἀνέχεται ὁ συμβουλευόμενος τὰ ἐπιόντα λέγοντος τοῦ συμβουλεύοντος, τοὐναντίον δὲ χρὴ ἐσκέφθαι ὁμολογεῖν καὶ πεφροντικέναι, ὡς ὁ Δημοσθένης «ἀλλ’ ὡς ἔοικεν ὁ καιρὸς ἐκεῖνος οὐ μόνον εὔνουν ἡμῖν καὶ πλούσιον ἄνδρα ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα ἐξ ἀρχῆς τοῖς πράγμασι»· μάλιστα γὰρ τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ, ἐμπειρίαν πραγμάτων. Ἐν δὲ τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅπερ ποιοῦσι πάντες οἱ παλαιοί· γράψαντες γὰρ πάντες ὑποκρίνονται σχεδιάζειν—διὰ τί; ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε, μὴ ἐξαπατηθῇ τῇ δυνάμει τῆς ῥητορικῆς. αὐτὸ τοίνυν τοῦτό ἐστι τέχνη τοῦ ῥήτορος τὸ δοκεῖν αὐτόθεν λέγειν, ἵνα καὶ οὕτως ὁ δικαστὴς παραχθῇ· καὶ προοίμια ὡς αὐτόθεν εὑρίσκοντες λέγουσι πάλαι σκεψάμενοι καὶ κεφάλαια ὡς μεταξὺ ἀναμνησθέντες κατὰ πάσας τὰς δίκας. Ἐν δέ γε ἐγκωμιαστικῇ ἰδέᾳ οὐ κωλύει ἀμφοτέροις χρῆσθαί ποτε, καὶ ὁμολογίᾳ γραφῆς καὶ προσποιήσει σχεδίου. Περὶ αὐξήσεως, πότε χρηστέον ἐν δίκαις εὐκαίρως.
18 (t) [19] Πότε ῥήτωρ αὐξήσει χρήσεται ἐν δίκαις, εἶτα τότε ταῖς ἀποδείξεσι; δύο δὴ καιροὶ τῆς χρήσεως καὶ μέθοδοι, ὅταν τὸ πρᾶγμα ἀμελῆται ἢ τὸ πρόσωπον τὸ κρινόμενον ἔνδοξον ᾖ. ταύτῃ τῇ τέχνῃ χρῆται Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος. ἐν μὲν γὰρ τῷ Κατὰ Τιμάρχου καὶ τὸ πρᾶγμα ἀμελεῖται—λοιδορία γὰρ δοκεῖ ἡ ἑταίρησις εἶναι καὶ σκῶμμα ταπεινότερον—, καὶ τὸ πρόσωπον τὸ κρινόμενον ἔνδοξόν ἐστιν—ὁ γὰρ Τίμαρχος τιμᾶται καὶ λελειτούργηκε καὶ ἀρχὰς ἦρξε καὶ ἔστι περὶ μέσην ἡλικίαν—. καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος ἡ τῶν παρανόμων γραφὴ ἀμελεῖται διὰ τὰς συμφορὰς τῆς πόλεως τό τε πρόσωπον τιμᾶται, Δημοσθένης, καὶ ἀξίωμα ἔχει. διὰ τοῦτο πρότερον αὔξει, εἶτα τότε ἀποδείκνυσιν, ἵνα ἐπιστρέψῃ καὶ ἀναγκάσῃ προσέχειν τοὺς δικαστὰς καὶ μήτε τιμῇ τοῦ προσώπου μήτε καταφρονήσει τοῦ πράγματος μὴ θέλωσιν ἀκούειν. αὕτη ἡ αἰτία τοῦ καὶ τῇ αὐτῇ τάξει ἐν ἀμφοτέροις τοῖς βιβλίοις τὰ περὶ τῶν πολιτειῶν διεξελθεῖν. Περὶ ἐγνωσμένου ψεύσματος, πότε χρηστέον αὐτῷ.
19 (t) [13] Πότε ῥήτωρ ψεύσεται συνειδότων τῶν ἀκροατῶν, ὅτι ψεύδεται; ὅταν τὸ ψεῦδος συμφέρῃ τοῖς ἀκούουσι· διὰ γὰρ τὸ οἰκεῖον λυσιτελὲς οὐκ ἐλέγχουσι τὸν ῥήτορα. οὕτω Δημοσθένης ἐψεύσατο ἐν τῷ Περὶ τοῦ στεφάνου· Αἰσχίνου γὰρ λέγοντος, ὅτι οἱ Ἀθηναῖοι ὑπὸ τὸν αὐτὸν καιρὸν πρέσβεις πρὸς Φίλιππον ἔπεμψαν περὶ εἰρήνης καὶ πρὸς τοὺς συμμάχους περὶ συμμαχίας κατὰ Φιλίππου, καὶ τοῦτο πεποιηκότων Ἀθηναίων, φησὶν ὅτι «καὶ διαβάλλει τὰ μέγιστα τὴν πόλιν, ἐν οἷς ψεύδεται· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν Ἕλληνας εἰς πόλεμον παρεκαλεῖτε, αὐτοὶ δὲ περὶ εἰρήνης πρὸς Φίλιππον πρέσβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πόλεως ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε». Περὶ ὅρκου, ποῖον οὐκ ὀμεῖται καὶ ποῖον ὀμεῖται.
20 (t) [18] Πότε ῥήτωρ ὀμόσει καὶ ὅρκῳ χρήσεται; οὐδέποτε ἐπὶ πράγματος ὀμεῖται, οἷον ‘ἐποίησεν οὗτος φόνον ἢ προδοσίαν ἢ τόδε τι‘, ἀλλ’ ἐπὶ ἤθους βεβαιώσει, ὡς ὁ Δημοσθένης «ὡς μὲν ἐμοὶ δοκεῖ, δι’ ἀμφότερα, ὦ Ἀθηναῖοι, νὴ τοὺς θεούς, κἀμὲ νομίζοντες δεινὰ πεπονθέναι» καὶ πάλιν «πολλὰς δὲ δεήσεις καὶ νὴ Δία ἀπειλὰς ὑπομείνας». ἐκ τούτου δηλοῦται, ὅτι ῥήτωρ πραγματικὸν ὅρκον οὐκ ὄμνυσιν ἀλλ’ ἠθικόν. Πρῶτος δὲ ὅρκον ἠθικὸν Ὅμηρος ὤμοσεν, εἶτα Πλάτων ἐμιμήσατο, εἶτα Δημοσθένης ἐκληρονόμησε Πλάτωνος· ἠθικὸν δ’ ἕκαστος ὀμόσας καὶ ἰδίᾳ ἕκαστος ἰδέᾳ τοῦ ἤθους ἐχρήσατο, Ὅμηρος μὲν τραγικὸν «οὔ, μὰ Ζῆν’, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο», τὰς συμφορὰς τοῦ πατρὸς ὅρκον ἐποιήσατο, Πλάτων δὲ ἠθικὸν μὲν ὁμοίως, ἠθικὸν δ’ ἐκ τοῦ ἐναντίου ἤθους «οὔ, μὰ τὸν Ζῆν’, ὦ Καλλίκλεις», Δημοσθένης δὲ ἠθικὸν πολιτικὸν «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας καὶ τοὺς ἐν Σαλαμῖνι παραταξαμένους». Περὶ συνηγόρων, τίσι δοτέον.
21 (t) [8] Πότε ἐν τοῖς προβλήμασι ῥήτωρ μέρεσί τισι συνηγόρους δώσει καὶ κατὰ πόσους τρόπους; τέσσαρας· ἢ διὰ φύσιν, εἰ γυνή τίς ἐστι, συνήγορον δώσομεν· ἢ δι’ ἡλικίαν, εἰ παιδίον ἐστὶν ἢ ὑπέργηρως καὶ ἀσθενής· ἢ διὰ τύχην, εἰ δοῦλός ἐστιν ἢ ἄτιμος, ὥσπερ ἐν τῷ Κατὰ Μειδίου Δημοσθένης Στράτωνι συναγορεύει· ἢ εἰ δι’ εὐπρέπειαν κατέγνωσταί τις, καὶ τούτῳ δώσομεν συνήγορον. Περὶ τοῦ ἐναντία λέγοντα κατορθοῦν ἐναντία.
22 (t) [25] Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γενέσθαι, κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται. Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀποπειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι’ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι «καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται» δηλονότι ἐναντίον ἐστὶ φανερῶς τῷ ‘φεύγωμεν‘· πῶς γὰρ φεύξονται ναῦς οὐκ ἔχοντες; τοῦτο δ’ ἂν εἶπε καὶ κωλύων τις αὐτοὺς ἀποπλεῖν, οὐ κελεύων δὲ μένειν τοῖς λόγοις. Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ’ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαί ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα. Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις.
23 (t) [t2] Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἁπλῶς προτείνει προτάσεις, ἀλλὰ κατὰ τρόπους τρεῖς, ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ‘ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἷον ‘τάχα τοίνυν ἴσως ἐρεῖ‘, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι τοίνυν μέλλειν αὐτὸν λέγειν‘. Τὰ μὲν δὴ σχήματα τῆς προτάσεως τῶν τοῦ ἀπολογουμένου κεφαλαίων ταῦτα· ὁ δὲ καιρὸς ἑκάστου τίς; δεῖ γὰρ εἰδέναι, πότε τῇ ἐπιστήμῃ καὶ τῇ δόξῃ καὶ τῇ ἀκοῇ χρησόμεθα· ἡ γὰρ ἀκαιρία πολλάκις καὶ ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου [τοῦ οὖν ἀντιδίκου] τὰ μέν ἐστιν ἰσχυρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ προτείνειν. Δημοσθένης δὲ τὰ ἄμικτα ἔμιξεν ἐν τῷ Κατὰ Μειδίου, ἐπιστήμην ὁμοῦ καὶ ἀκοήν, λέγων οὕτως «ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχὺν τοῦ κεφαλαίου τῇ ἀκοῇ κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφάλαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ’ οὐκ ἄδηλον τοῦθ’, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δὲ ἀναξίους τινὰς εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας». λέγομεν οὖν, ὅτι ὁ Δημοσθένης χρῆται τοῖς σχήμασι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, καὶ ἐνταῦθα τῷ μὲν Λεπτίνῃ ἰσχυρότατόν ἐστι τοῦτο τὸ κεφάλαιον, τῷ δὲ Δημοσθένει εὔλυτον. Περὶ τοῦ λεληθότως τὰ αὐτὰ λέγειν ἢ ἑαυτῷ ἢ ἄλλοις.
24 (t1) [29] Τοῦ ταὐτὰ λέγοντα ἢ ἑαυτῷ ἢ ἄλλῳ τινὶ μὴ δοκεῖν τὰ αὐτὰ λέγειν διπλῆ μέθοδος· τάξεως μεταβολή, καὶ μήκη καὶ βραχύτητες. ἡ δὲ αὐτὴ καὶ τοῦ παραφράζειν μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, ᾗπερ ἐκεῖνος ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον. Τίς δὲ ἑκατέρου τούτων ὁ καιρός; ἡ μὲν συμβουλευτικὴ μήκη καὶ βραχύτητας ἐπιδέχεται· τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβουλεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφαλαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν· τὰ αὐτὰ γὰρ λέγων ἑαυτῷ μάλιστα ἔλαθεν. ἐν δὲ πανηγυρικῇ ἰδέᾳ Πλάτων τὰ αὐτὰ λέγων Θουκυδίδῃ ἐν τῷ Ἐπιταφίῳ οὐ μόνον ἔλαθεν, ἀλλὰ καὶ ἄλλα λέγειν ἔδοξε· τὰ γοῦν περὶ τῶν πολέμων Θουκυδίδης μὲν ἐπιμνησθεὶς παρῆκεν, ὁ Πλάτων δὲ ἐπεξειργάσατο· τοὐναντίον δὲ Πλάτων μὲν παρῆκε τὰ περὶ τῆς πολιτείας, Θουκυδίδης δὲ ἐπεξῆλθεν. Ἐν δὲ τῇ δικανικῇ ἰδέᾳ καὶ ἡ τῆς τάξεως μεταβολὴ χώραν ἔχει, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν τῷ Περὶ τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποίησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν. Περὶ τοῦ ἀνεπαχθῶς ἑαυτὸν ἐπαινεῖν.
25 (t) [t2] Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου, 〈τοῦ〉 ἀνεπαχθῶς ποιῆσαι μέθοδοι τρεῖς· κοινότης λόγου, ἀνάγκης προσποίησις, προσώπου ὑπαλλαγή. Τούτων παραδείγματα. ὁ Ἰσοκράτης ἐν τῷ πρώτῳ λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ‘ἐγὼ ἀνήρ εἰμι σπουδαιότατος καὶ μόνος φίλος ἀγαθὸς ἀποθανόντος τοῦ πατρός, ὦ Δημόνικε, σοὶ εὐνοῶν‘· πῶς οὖν αὐτὸ ποιεῖ; κοινῷ τῷ λόγῳ χρῆται περί τε σπουδαίων ἀνδρῶν καὶ φαύλων λέγων καὶ διακρίνων ἤθη ἀγαθῶν καὶ πονηρῶν φίλων, οὕτω δὲ φαίνεται αὐτὸς ὢν τῶν ἀγαθῶν ἀνδρῶν. —Ὁ δὲ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου μέλλων ἑαυτὸν ἐπαινεῖν καὶ τὴν ἑαυτοῦ πολιτείαν πολλάκις τῇ ἀνάγκῃ χρῆται λέγων «ἐὰν δ’ ἐφ’ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ». —Ἐπειδὴ δὲ τῇ ἀνάγκῃ πολλάκις χρώμενος ὕποπτός ἐστι, καὶ τῇ τοῦ προσώπου ὑπαλλαγῇ χρῆται. ἔστι δὲ τοῦτο· ὅταν τι μέτριον λέγῃ, τότε πρὸς τοὺς Ἀθηναίους λέγει, ὅταν δὲ ὑπερήφανον καὶ ἐπαχθές, πρὸς Αἰσχίνην· «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν ἐμὸν τειχισμὸν εἰ βούλει σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους», καὶ πάλιν ἀλλαχοῦ «ὧν μέντοι ἐκ τῆς ἰδίας οὐσίας ἐπέδωκα, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι. ἀκούεις, Αἰσχίνη;» ἀπέστρεψε τὸν λόγον, ἵνα δοκοίη τὸν ἐχθρὸν λυπεῖν, μὴ Ἀθηναίοις ὀνειδίζειν. Περὶ παλαισμάτων δικαστηρίων, ἃ Δημοσθένης ἐτεχνήσατο.
26 (t1) [t2] Δύο παλαίσματα δικαστηρίων Δημοσθένης ἐπετεχνήσατο, τό τε οἰκεῖον ἰσχυρόν, κἂν μὴ κρινόμενον ᾖ, εἰς κρίσιν ἀγαγεῖν καὶ τὸ τοῦ ἀντιδίκου ἰσχυρὸν κρινόμενον ἐκβαλεῖν. ταῦτα τοίνυν ἀμφότερα ποιεῖ Δημοσθένης καὶ λανθάνει πράττων· ὅταν γὰρ τὸ οἰκεῖον εἰσάγῃ χαριζόμενος ἑαυτῷ, ἀνάγκην προσποιεῖται, ὅταν δὲ τὸ τοῦ ἀντιδίκου ἐκβάλλῃ πανουργῶν, ἁπλότητα ὑποκρίνεται. Τοῦτο ἐποίησε καὶ ἐν δυσὶ λόγοις, ἔν τε τῷ Περὶ τοῦ στεφάνου καὶ ἐν τῷ Κατὰ Ἀριστοκράτους. ὅταν γὰρ τὸ τῆς πολιτείας καὶ ἀξίας ἐπάγῃ, ἀνάγκην ὑποκρίνεται «ἐὰν δὲ ἐφ’ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ»· ὅταν δὲ τοὺς νόμους κλέπτῃ, ἁπλότητα προσποιεῖται λέγων οὕτως «ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ», ὡς παρέργου μνημονεύων τοῦ ἰσχυροῦ τῷ ἀντιδίκῳ. —Καὶ πάλιν ἐν τῷ Κατ’ Ἀριστοκράτους εἰσάγων τὸν περὶ Χερρονήσου λόγον οὐδὲν προσήκοντα τῷ ἀγῶνι φησὶν «ἀνάγκη δέ ἐστι πρῶτον ἁπάντων δεῖξαι, τί ποτε ἔστι τὸ Χερρόνησον ἀσφαλῶς ἔχειν ἡμᾶς πεποιηκός», εἶτα πανουργῶν καὶ πολίτην ἐργαζόμενος τὸν Χαρίδημον, ἵνα αὐτῷ ἰσχύῃ ὁ περὶ τῶν νόμων λόγος, ἐπιφέρει «θεάσασθε τοίνυν, ὡς δικαίως καὶ ἁπλῶς ποιήσομαι τοὺς λόγους, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ’ οὐδ’ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ’ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους». Περὶ δευτερολογιῶν, διὰ ποίας αἰτίας μερίζεται λόγος, καὶ πῶς γίνονται.
27 (t1) [10] Δευτερολογιῶν εἴδη τάδε· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μερίζεται ἡ κατηγορία ἢ ἡ ἀπολογία· ἢ προκατηγορήσαντός τινος καὶ προαγωνισαμένου ὁ δεύτερος λέγων αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λόγοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προαγωνισαμένου ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ’ Ἀνδροτίωνος ἔχει, προκατηγορήσαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι δευτερολογίας. Περὶ διηγήσεως.
28 (t) [t2] Οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινι μεθόδῳ χρῶνται, ἀναφορᾷ δι’ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον Ἰσοκράτης «Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά, «ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυδίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο 〈παρὰ〉 Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου». Περὶ κοινῶν διανοημάτων, πῶς αὐτὰ ἰδιώσομεν λέγοντες.
29 (t1) [30] Οἱ παλαιοὶ κοινὰ λέγοντες διανοήματα ὁμολογίᾳ τῆς κοινότητος ἴδια αὑτῶν ποιοῦσιν. Ἰσοκράτης «ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι, περὶ ὧν ἂν αὐτοὶ ποιῶνται τοὺς λόγους· οὐ μὴν ἀλλ’ εἴ τῳ καὶ ἄλλῳ ταῦτα ἥρμοσε λέγειν, καὶ ἐμοὶ προσήκει», καὶ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους «εἰώθασι μὲν οὖν οἱ πολλοί», καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου «καὶ ὡς ἔοικεν οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὔκ εἰσι ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι», καὶ πάλιν Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου «οὐκ ἀγνοῶ δέ, ὅτι ἃ μέλλω ἐν πρώτοις λέγειν». Ἐν δὲ τοῖς Ὀλυνθιακοῖς Δημοσθένης τῷ πρώτῳ λόγῳ, χρώμενος κοινῷ διανοήματι τῷ ἀντὶ πολλῶν χρημάτων αὐτοὺς αἱρήσεσθαι τὸ κοινῇ συμφέρον, οὐ χρῆται τῇ ὁμολογίᾳ τῆς κοινότητος, διότι πανουργῶν χρῆται, καὶ παραλείπει τὴν ὁμολογίαν, προκατασκευάζει δὲ διὰ τοῦ προοιμίου τὰ θεωρικὰ χρήματα δεῖν ἀποδοῦναι τοῖς στρατιώταις. εἰ μὲν οὖν ὡμολόγει τὴν κοινότητα, ἔφασκε δὲ λυσιτελεῖν καὶ αὑτῷ εἰπεῖν, ὑπωπτεύετο· νῦν δὲ κοινῷ χρησάμενος διανοήματι καὶ λαθὼν αὐτοὺς ὁμολογοῦντας ὕστερον ἀναμιμνῄσκει ἀρνεῖσθαι αἰσχυνομένους περὶ τῶν θεωρικῶν χρημάτων. διὰ τοῦτο καὶ ἐπεσφραγίσατο ἐν ἀρχῇ τὸ διανόημα οὕτως «ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει». ἔθος δὲ Δημοσθένους ἐστίν, ὅταν τι διοικήσηται ἑαυτῷ χρήσιμον, μὴ πρότερον ἀφίστασθαι, πρὶν ἢ ἐπισφραγίσηται. πεποίηκε τοῦτο ἐν τοῖς τέτρασι λόγοις, ἐν τῷ Περὶ τοῦ στεφάνου, ἐν τῷ Κατὰ Μειδίου, ἐν τῷ Κατὰ Ἀριστοκράτους, ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν. Περὶ χρήσεως ἐπῶν ἐν πεζῷ λόγῳ.
30 (t) [19] Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι «οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν» καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης «ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». — Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ’ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας «ὅστις δ’ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει, οὐπώποτ’ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν». Περὶ τῶν κεκρατηκότων ἐν τοῖς ἀκροαταῖς παθῶν.
31 (t) [16] Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ’ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδωκεν. Ὅμηρος «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ». Θουκυδίδης ἐν Περικλέους λόγῳ «δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ ξυμβαῖνον». Δημοσθένης «εἰ δέ τις ὑμῶν τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνδρὸς λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή». Ἰσοκράτης δὲ σαφῶς οὕτως αὐτὸ παραδίδωσι «μηδὲ πρὸς τὰς τῶν παραπλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων». Περὶ ὁμολογουμένων ἀδικημάτων.
32 (t) [20] Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρόδοτος ἐμιμήσατο. οἷον Ἑλένη τῶν κακῶν αἰτία πᾶσι, καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ μάλιστα τοῖς Τρωσὶν ὁμολογουμένως κακὸν ἐλήλυθε· τί οὖν ποιεῖ; ὅταν διαλέγηται τῶν Τρώων τινί, ἑαυτῆς κατηγορεῖ καὶ ὁμολογεῖ τὴν ἀδικίαν, καὶ τοῦτο οὐ μόνον αὐτῇ ἀπολογίας, ἀλλὰ καὶ ἐλέου καὶ παραμυθίας αἴτιον γίνεται· αὐτῷ γοῦν τῷ Πριάμῳ διαλεγομένη ἑαυτῆς κατηγορεῖ, ὥστε τὸν γέροντα, εἰ καὶ ἐμίσει αὐτήν, μεταβαλέσθαι καὶ ἐλεεῖν· ἀποκρίνεται οὖν «οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσι». — Καὶ παρ’ Ἡροδότῳ ὁ Ἄδραστός ἐστιν, ὑπὸ Κροίσου εὐεργετηθεὶς καὶ καθαρθεὶς καὶ φύλαξ τοῦ παιδὸς αὐτοῦ ἐκπεμφθείς· εἶτα ἀποκτείνας τὸν Ἄτυν ἐν τῇ θήρᾳ καὶ τοῦ Κροίσου βοῶντος καὶ ἀγανακτοῦντος ἑαυτὸν προτείνων, κατηγορεῖ ἑαυτοῦ καὶ ἀποκτεῖναι κελεύει· ὥστε τὸν Κροῖσον παρ’ Ἡροδότῳ τὴν τοῦ Πριάμου φωνὴν ἀφιέναι πρὸς τὸν νεανίσκον «εἶς δέ μοι οὐ σὺ τούτων αἴτιος, ἀλλὰ θεῶν κού τις, ὅς μοι προεσήμαινεν ἐν τῷ ὀνείρῳ». Περὶ τοῦ τραγικῶς λέγειν.
33 (t) [28] Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθένης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ’ ἐτραγῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον. Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολιχνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρθησιν ἐν δυσὶν ἔπεσιν «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας». ἂν δ’ Ἕκτωρ ἀποθάνῃ, Ἀνδρομάχη λέγει τι καὶ Ἑκάβη, ἀλλὰ καὶ Ἑλένη καὶ χορὸς Τρῳάδων, καὶ πολλὰ δράματα ὡς εἰπεῖν ἀποπληροῦντα τὴν τραγῳδίαν. τί οὖν ἐκ τούτων τὸν χρηστὸν νομίσομεν Ὅμηρον λέγειν ἡμῖν; τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει μεγάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγεθος προσλαμβάνει. Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρέφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα διηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν. Περὶ τοῦ κωμικῶς λέγειν.
34 (t) [27] Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος. Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει «ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει»· θέλων γὰρ εἰπεῖν ‘τὴν κεφαλὴν κόρακος ἔχει‘ διὰ τὸ τραυλὸς εἶναι δῆθεν ἁμαρτὼν τῇ φωνῇ διεκωμῴδησε τὸν τρόπον. Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· προσδοκᾷ μὲν ὁ ἀκροατὴς ἀκοῦσαι ‘ὑπομενῶ‘, φησὶ δὲ «οὐκ ἂν ἐβουλόμην». Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ‘ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνεσ‘. Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ μὲν παρῳδίᾳ οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ’ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ’ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἰνόμαος». Περὶ ἀμφιβολίας.
35 (t) [t2] Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμφιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρ’ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον» τοῦτο λέγουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύει σφαγιασθῆναι ἢ τῷ Πατρόκλῳ προσέταξε τοῖς θεοῖς θῦσαι. καὶ τὸ «ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ» ἀμφίβολόν φασιν εἶναι, λέγοντες καὶ τοῦτον εἶναι δύνασθαι τὸν νοῦν εὐχομένου τῷ Διὶ ὑπὸ τοῦ συὸς καταβληθῆναι· οὕτω μὲν δὴ ὁ νοῦς ἄτοπός ἐστιν, ἡ δὲ ἑρμηνεία ἄλογος. τὸν αὐτὸν δὲ τρόπον «στασιάσαντες δὲ ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν»· ζητοῦσιν, ὑπὸ τίνος ἐφθάρησαν, ὑπὸ τοῦ πολέμου ἢ ὑπὸ τῆς στάσεως. ἀδύνατον ὑπὸ τοῦ πολέμου εἶναι τὴν φθοράν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν ‘στασιάσαντες ἀπὸ πολέμου, ἐφθάρησαν‘, ἵνα ἡ μὲν στάσις ᾖ γεγονυῖα ἐκ τοῦ πολέμου, ἡ δὲ φθορὰ ἐκ τῆς στάσεως· οὐ δεῖ γὰρ λέγειν ‘ἀπὸ πολέμου ἐφθάρησαν‘. Τοσαῦτα περὶ ἀμφιβολίας. Περὶ ἐργασίας δημηγορίας, διαλόγου, κωμῳδίας, τραγῳδίας, συμποσίων Σωκρατικῶν.
36 (t1) [33] Δημηγορία, διάλογος, κωμῳδία, τραγῳδία, συμπόσια Σωκρατικὰ διά τινος διπλῆς μεθόδου πάντα πλέκεται. Ἡ μὲν δημηγορία ἐπιτίμησιν ἔχει καὶ παραμυθίαν, τῆς μὲν ἐπιτιμήσεως κολαζούσης καὶ παιδευούσης τὰς γνώμας τῶν ἀκουόντων, τῆς δὲ παραμυθίας τὸ λυπηρὸν ἐκβαλλούσης ἐκ τῆς ἐπιτιμήσεως. παράδειγμα ταύτης τῆς πλοκῆς πάντες οἱ Φιλιππικοὶ ἀναμὶξ συγκείμενοι. Κωμῳδίας δὲ πλοκὴ πικρὰ καὶ γελοῖα, τῶν μὲν πικρῶν σωφρονιζόντων, τῶν δὲ γελοίων παραμυθουμένων· ὅπερ καὶ ἐξ αὐτῶν τῶν ποιημάτων ἔστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης δηλοῖ λέγων οὕτως «ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν» τὸ πικρόν, «ἥσθην δὲ βαιά» λέγων γελοῖον πάθος. Τραγῳδίας πλοκὴ οἶκτος καὶ θαῦμα, ὅπερ ἔστι καταμαθεῖν καὶ ἐκ τῶν τραγῳδιῶν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῶν Ὁμήρου· τοῦτον γὰρ ἔφη ὁ Πλάτων πατέρα τραγῳδίας εἶναι καὶ χορηγόν· εὑρήσομεν οὖν ἐν τοῖς προοιμίοις αὐτοῦ ἀναμὶξ οἶκτον καὶ θαῦμα. Συμποσίου Σωκρατικοῦ πλοκὴ σπουδαῖα καὶ γελοῖα καὶ πρόσωπα καὶ πράγματα, ὥσπερ καὶ ἐν τῷ Ξενοφῶντος καὶ ἐν τῷ Πλάτωνος Συμποσίῳ. ἀλλὰ καὶ ἐν τῇ Κύρου παιδείᾳ φησὶ Ξενοφῶν «ἀεὶ μὲν οὖν ἐπεμελεῖτο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριτώτεροί τε λόγοι ῥηθήσονται καὶ παρορμῶντες εἰς ἀρετήν». Διαλόγου πλοκὴ ἠθικοὶ λόγοι καὶ ζητητικοί. ὅταν ἀναμίξῃς προσδιαλεγόμενος καὶ ζητῶν, οἱ ἠθικοὶ παρεμβληθέντες λόγοι ἀναπαύουσι τὴν ψυχήν, ὅταν δ’ αὖ ἀναπαύσηται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ ἐν ὀργάνῳ ἡ τάσις καὶ ἄνεσις γίνεται. Περὶ ἀποφάσεως.
37 (t) [15] Ἡ ἀπόφασις τῇ καταφάσει ποτὲ μὲν τὸ ἴσον δύναται, ποτὲ δὲ τὸ ἔλαττον, ποτὲ δὲ τὸ πλέον. ἴσον μέν, ὅταν δι’ ἐγγύτητα τῆς λέξεως φεύγων τις τὴν ταυτότητα μεταβάλλῃ τὴν λέξιν· οἷον «θύων τε γὰρ φανερὸς ἦν καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν», ταὐτὸ ἐδήλωσεν. ἔλαττον δὲ καὶ πλέον ἤτοι ὑποστελλομένων ἡμῶν δι’ ἀσφάλειαν ἢ ἐπιτεινόντων δι’ αὔξησιν κατὰ ἤθους προσθήκην· οἷον «ὦ ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας»· ἐνταῦθα τὸ ‘οὐ κακῷ καὶ ἄφρονι‘ ἔλαττόν ἐστι τοῦ ‘ἀγαθῷ καὶ φρονίμῳ‘· οὐ γὰρ δὴ οἶδεν αὐτόν, ἵνα αὐτῷ ταῦτα μαρτυρῇ, ἀλλ’ ἱκανὴν φιλοφροσύνην εἶναι νομίζει κακίαν ἀφελεῖν, οὐχὶ ἀρετὴν προσθεῖναι. ὅταν δὲ λέγῃ «ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν», μεῖζον ἡ ἀπόφασις δηλοῖ τῆς καταφάσεως· τὸν γὰρ πάνυ ἰσχυρὸν δεῖξαι θέλει. ὁμοίως δ’ ἔχει καὶ τὸ «οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς»· τὸ γὰρ λίαν λελυπῆσθαι τῇ ἀποφάσει δεδήλωκεν.