eul_wid: qng-ac

Περὶ ἰδεῶν λόγου
On Ideas of Speech

Hermogenes of Tarsus On Ideas of Speech PDF

1 1 [55] Εἴπερ ἄλλο τι τῷ ῥήτορι τὰς ἰδέας οἶμαι τοῦ λόγου τῶν ἀναγκαιοτάτων εἶναι γινώσκειν, ὅπῃ ποτὲ ἔχουσι καὶ ὅπως γίνονται. καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν, καθ’ ὅ τι τε καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ καθ’ ὅ τι μή, εἴτ’ οὖν τῶν ἀρχαίων εἴη τινὸς εἴτε καὶ τῶν νεωτέρων, οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστήμης γένοιτ’ ἄν· εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο λόγων ἐργάτης καλῶν τε καὶ γενναίων καὶ παραπλησίων τοῖς τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ σφόδρα πόρρω τἀκριβοῦς τις ἀπενεχθήσεσθαι. ἡ γάρτοι μίμησις καὶ ὁ ζῆλος ὁ πρὸς ἐκείνους μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος ἀλόγου τριβῆς γινόμενος οὐκ ἂν οἶμαι δύναιτο τυγχάνειν τοῦ ὀρθοῦ, κἂν πάνυ τις ἔχῃ φύσεως εὖ· τοὐναντίον γὰρ ἴσως ἂν αὐτὸν καὶ σφάλλοι μᾶλλον τὰ τῆς φύσεως πλεονεκτήματα χωρὶς τέχνης τινὸς ἀλόγως ᾄττοντα, πρὸς ὅ τι καὶ τύχοι· μετὰ μέντοι τῆς περὶ ταῦτα ἐπιστήμης καὶ γνώσεως ὅτε τις τοὺς ἀρχαίους ἐθέλοι ζηλοῦν, κἂν μετρίως ἔχῃ φύσεως, οὐκ ἂν ἁμαρτάνοι τοῦ σκοποῦ. κράτιστον μὲν γάρ, εἰ καὶ τὰ τῆς φύσεως συλλαμβάνοιτο· πλείονι γὰρ ἂν οὕτως ἀγαθόν τις ἐργάσαιτο· εἰ δὲ μή, ἀλλ’ ὅ γε μαθητόν ἐστι καὶ διδακτόν, οὐκ ἐν ἄλλοις ἐφ’ ἡμῖν δὲ ὄν, πειρατέον κτᾶσθαι· τάχα γὰρ ἂν οὕτω καὶ τοὺς εὖ πεφυκότας οἱ μὴ τοιοῦτοι μελέτῃ καὶ τῇ κατ’ ὀρθὸν ἀσκήσει παρέλθοιεν. οὕτω δὲ ὄντος μεγάλου τε καὶ ἀναγκαίου τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τοῖς ἐργάζεσθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις, τοῖς δὲ ἄμφω καὶ πολὺ μᾶλλον, οὐ χρὴ θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν μηδ’ οἷον ἁπλῆς τινος δεῖσθαι πραγματείας ὄντα εὑρίσκοιμεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου περιγίνεσθαι πέφυκε, λόγων δὲ καλῶν τε καὶ γενναίων καὶ πάσης ἁπλῶς ἰδέας αὐτῶν εἰ μέλλοι τι χρηστότερον ἀνθρώποις οὖσι καὶ ζῴοις λογικοῖς γενήσεσθαι, θαυμάζοιμ’ ἄν. Μέλλων δὲ ἐπ’ αὐτὸ χωρεῖν ἤδη τὸ διδάσκειν περὶ ἑκάστου τούτων, τοσοῦτον προδιορισάμενος αὐτὸ ποιήσω, ὅτι νῦν ἐστιν ἡμῖν οὐ περὶ τῆς Πλάτωνος ἢ Δημοσθένους ἢ τοῦ δεῖνος ἰδέας ὁ λόγος· λελέξεται μὲν γὰρ ἐν ὑστέρῳ καὶ περὶ τούτων, τὸ δὲ νῦν οὐ περὶ τούτων, ἀλλ’ αὐτὸ ἕκαστον καθ’ αὑτὸ πρόκειται, ὁποῖόν τί ἐστι σεμνότης δεῖξαι καὶ ὅπως γίνεται, ὁποῖόν τί ἐστι τραχύτης ἢ ἀφέλεια καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη. ἐπειδὴ δὲ ἐκείνων δήπουθεν ἕνεκα—λέγω τῶν κατ’ ἄνδρα εὐδοκιμούντων—καὶ ταύτης δεόμεθα τῆς πραγματείας, ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν μάλιστα τῶν ἄλλων ποικίλως χρησάμενον τῷ λόγῳ καὶ σχεδὸν ἐξ ἁπάσης ἰδέας συμμιγεῖ διὰ τούτου περὶ ἁπασῶν εἰπεῖν τῶν ἰδεῶν· ἀνάγκη γὰρ τά τε μέρη καθ’ ἕκαστον καὶ τὸ ὅλον εἶδος τοῦ τοιούτου δεικνύντας, ὅθεν τε καὶ ἐξ ὧν συνέστηκεν, ὁποῖόν τέ ἐστι καὶ δι’ οὗ τοιοῦτον, περὶ πάσης τε ἰδέας λόγων ἀκριβῶς εἰπεῖν καὶ τίς ἡ μῖξις αὐτῶν καὶ πῶς μιγνυμένων τῶν αὐτῶν τοτὲ μὲν ποιητικός, τοτὲ δὲ οὐ ποιητικός, καὶ τοτὲ μὲν πανηγυρικός, τοτὲ δὲ συμβουλευτικὸς ἢ δικανικὸς ἢ ὅλως τοιόσδε ἢ τοιόσδε ὁ λόγος γίνεται.
1 1 (50) [95] Ἔστιν οὖν ὁ μάλιστα παρὰ τοὺς ἄλλους τοῦτον μεταχειρισάμενος τὸν τρόπον τὰ περὶ τοὺς λόγους καὶ καταποικίλας τὸν αὑτοῦ διηνεκῶς οὐκ ἄλλος τις κατ’ ἐμὴν δόξαν ἢ Δημοσθένης· διὰ τοίνυν τούτου καὶ τῶν παρὰ τούτῳ λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ τῶν ἄλλων ἰδεῶν ἁπασῶν τοῦ λόγου. ἐπιτιμήσῃ δὲ μηδεὶς μήτε τῇ μεθόδῳ ταύτῃ μήτε τῇ κρίσει, πρὶν ἅπασιν ὁμιλῆσαι τοῖς ῥηθησομένοις· οἶμαι γὰρ θαυμάσεσθαι ἂν εἰκότως μᾶλλόν τινας ἡμᾶς διὰ ταῦτα καὶ τὸ μέγιστον ἐπ’ εὐκρινείᾳ ἤ τινος ἐπιτιμήσεως ἕνεκα τούτων ἀξίους νομιεῖν, μόνον εἰ προσέχειν τοῖς ἐφεξῆς ἐθελήσαιεν. ὁ τοίνυν Δημοσθένης ὅτιπερ κεφάλαιον ἦν τὸν πολιτικὸν ἠκριβωκὼς τὸ μὲν ὡς διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι μήθ’, ὅτε συμβουλεύοι, πάντῃ χωρίζων τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ μήθ’, ὅτε τι τῶν ἄλλων ποιεῖ, τὰ λοιπὰ ἀφιείς, τάχ’ ἂν οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν εὑρεῖν τοῖς οὐχ ἁπλῶς αὐτὸν μετιοῦσιν· οἷς μέντοι καθαπερεὶ στοιχείοις τισὶ χρησάμενος εἴδεσι λόγου τοιοῦτον εἴργασται τὸν ἑαυτοῦ, ἃ δὴ καὶ τὸν πανηγυρικὸν αὐτὸν καὶ τἆλλα πάντα τῶν λόγων εἴδη ποιεῖ συνιστάμενα πρὸς ἄλληλα, τοῦτο δὴ παγχάλεπον εὑρεῖν ἔμοιγε εἶναι δοκεῖ. χαλεπὸν δὲ οὐδὲν ἧττον καὶ τὸ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· οὐδὲ γὰρ ἔστιν, ὅστις πρὸ ἡμῶν ὅσα ἐμὲ γινώσκειν εἰς τήνδε τὴν ἡμέραν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος φαίνεται, ὅσοι δὲ καὶ ἥψαντο, τεταραγμένως καὶ λίαν ἀπιστοῦντες σφίσιν αὐτοῖς περὶ ὧν εἶπον εἰρήκασιν, ὥστε αὐτοῖς συγκεχύσθαι τὰ πάντα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρὸς τὸ κατὰ μέρος θεωρήσαντες καὶ τοῦτο ὅπως ἐδύναντο, τῶν δ’ ἐν τῷ καθόλου βραχέα ἢ οὐδὲν φροντίσαντες, λέγω περὶ αὐτῆς σεμνότητος, περὶ αὐτῆς ἀφελείας, τῶν ἄλλων ἰδεῶν, τάχα ἂν περὶ Δημοσθένους τι διδάσκοιεν ἡμᾶς καὶ τούτου νὴ Δία τῶν μερῶν, ὧν τὰς θεωρίας συγγράψαι φασί, περὶ μέντοι παντὸς τοῦ λόγου καὶ πάσης ἰδέας, εἴτε ἐν μέτροις εἴτε ἐν ποιήσει εἴτε ἐν τῷ καταλογάδην εἴδει, παντάπασιν ἡμᾶς ἀδιδάκτους εἴασαν τὸ ὅσον ἐπ’ αὐτοῖς. χαλεπὸν μὲν οὖν ὅπερ ἔφην ταῦτα καὶ εὑρεῖν καὶ εὑρόντα διδάξαι σαφῶς μετ’ εὐκρινείας, ἀλλὰ μὴ κατ’ ἐκείνους· πειρατέον δὲ ὅμως, καθ’ ἣν προὐθέμεθα ὁδόν. τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ στοιχεῖα καὶ ἀρχὰς εἰ δυνηθείημεν ἀκριβῶς αὐτὰ ἕκαστα ἐφ’ ἑαυτῶν πόσα τέ ἐστι δεῖξαι καὶ ὁποῖα καὶ ὅπως γίνεται τίς τε ἡ πρὸς ἄλληλα μῖξις αὐτῶν καὶ τί δύνανται τόνδε ἢ τόνδε μιγνύμενα τὸν τρόπον, τάχα ἂν περὶ ἁπάντων τῶν λόγων εἰρηκότες εἴημεν.
1 1 (100) [145] ‘ἡ μὲν οὖν ὑπόσχεσισ‘ κατ’ αὐτὸν φάναι τὸν ῥήτορα ‘οὕτω μεγάλη, τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον κἀνταῦθα δώσει, κριτὴς δὲ ἡμῖν ὁ βουλόμενος ἔστω‘. Φημὶ τοίνυν, ὅτι τὸν Δημοσθενικὸν λόγον τὰ ποιοῦντά ἐστιν, εἰ μέλλοι τις ὡς ἓν ἅπαντα ἀκούσεσθαι, τάδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης· λέγω δὲ ὡς ἓν ταῦτα πάντα οἱονεὶ συμπεπλεγμένα καὶ δι’ ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ λόγος ὁ Δημοσθενικός. τούτων δὲ τῶν ἰδεῶν αἳ μὲν ἐφ’ ἑαυτῶν εἰσι καὶ καθ’ ἑαυτὰς συνιστάμεναι, αἳ δὲ ἔχουσιν ὑφ’ ἑαυτάς τινας ἄλλας ἰδέας ὑποβεβηκυίας, δι’ ὧν δὴ γίνονται, αἳ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρεσιν· ὅλως τε αἳ μὲν γένη εἰσὶν εἰδῶν, αἳ δὲ ὥσπερ κατὰ διαφοράν τινα κοινωνοῦσιν ἑτέραις ἰδέαις τοῖς ἄλλοις κεχωρισμέναι πᾶσιν, αἳ δὲ ὅπερ ἔφην μένουσιν ἐφ’ ἑαυτῶν οὐδενὸς ἄλλου προσδεόμεναι. προϊοῦσι δ’ ἔσται φανερώτερον, ὃ λέγω, ὅτε καὶ καθ’ ἑκάστην αὐτῶν προχειριζόμεθα. Πρῶτον δ’, ἐξ ὧν ἅπας λόγος πέφυκε γίνεσθαι καὶ ὧν ἄνευ οὐκ ἄν ποτε συσταίη τι λόγων εἶδος, ῥητέον, ἵν’ ἐκ τούτων εὐμαθέστερον ἔχοντες μᾶλλον παρακολουθοίημεν, ὅτε καὶ τὰς ὑποβεβηκυίας τινὰς τῶν προειρημένων ἰδεῶν προτιθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγομεν. Ἅπας τοίνυν λόγος ἔννοιάν τε ἔχει πάντως τινὰ ἢ ἐννοίας καὶ μέθοδον περὶ τὴν ἔννοιαν καὶ λέξιν, ἣ τούτοις ἐφήρμοσται. τῆς δ’ αὖ λέξεως ἐχούσης πάντως τινὰ καὶ αὐτῆς ἰδιότητα πάλιν αὖ σχήματά τέ ἐστί τινα καὶ κῶλα συνθέσεις τε καὶ ἀναπαύσεις καὶ τὸ ἐξ ἀμφοῖν τούτοιν συνιστάμενον ὁ ῥυθμός· ἡ γὰρ ποιὰ σύνθεσις τῶν τοῦ λόγου μερῶν καὶ τὸ ὡδί πως ἀναπεπαῦσθαι τὸν λόγον ἀλλὰ μὴ ὡδὶ ποιεῖ τὸ τοιόνδε ἀλλὰ μὴ τοιόνδε εἶναι τὸν ῥυθμόν. Ἐπεὶ δὲ ἴσως ἐστὶν ἀσαφὲς τὸ προειρημένον, παραδείγματι αὐτὸ σαφηνιοῦμεν. ἔστω γὰρ βούλεσθαι ἡμᾶς ποιῆσαι γλυκύτητα. οὐκοῦν ἔννοιαι μὲν γλυκύτητος αἵ τε μυθικαὶ καὶ αἱ ταύταις ὅμοιαι καί τινες ἕτεραι, περὶ ὧν ὕστερον λέξομεν ἐν τῷ περὶ αὐτῆς τῆς γλυκύτητος λόγῳ. ἀλλ’ ἔννοιαι μὲν αὗται, μέθοδοι δὲ τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει αὐτὰς διεξιέναι, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέρως. λέξις δὲ ἡ διὰ ἐπιθέτων καὶ ὅση δριμεῖα καὶ τῆς ποιητικῆς ἡ μὴ διηρμένη μηδὲ πλατεῖα φύσει αἵ τε τῆς καθαρότητος ἅπασαι. τῆς δ’ αὖ λέξεως σχήματα μὲν τὰ κατ’ ὀρθότητα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ χωρὶς ἐπεμβολῆς, κῶλα δὲ τὰ ὀλίγῳ τῶν κομματικῶν μείζονα ἢ καὶ τὰ κομματικὰ αὐτά, συνθήκη δὲ κατὰ μὲν τὰ τοῦ λόγου μέρη μᾶλλον ἡ ἀνειμένη διὰ τὴν τοιαύτην λέξιν, οὐ μὴν ἥ γε διεστηκυῖα πάντῃ—δεῖ γάρ τι καὶ κατὰ τὸν ῥυθμὸν ἔχειν τὴν γλυκύτητα ἡδονῆς—, κατὰ δὲ τὰς βάσεις ὅση δακτυλική τε καὶ ἀναπαιστική.
1 1 (150) [205] τὸν δὲ περὶ ῥυθμοῦ τι λέγοντα καὶ συνθήκης ἀνάγκη καὶ περὶ συλλαβῶν καὶ στοιχείων διαλαβεῖν· ἐκ γὰρ τούτων καὶ τῆς ἀναπαύσεως ὁ ῥυθμός· δῆλον δὲ ἔσται μᾶλλον ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων τοῦτο. ἀλλὰ συνθήκη μὲν αὕτη γλυκύτητος, ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον. ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδός τι ἐπακολουθεῖ τῇ τε συνθήκῃ τῇ ποιᾷ καὶ τῇ ἀναπαύσει ἄλλο τι ὂν παρὰ ταῦτα, καθάπερ οἰκίας ἢ πλοίου τῶν τοιῶνδε λίθων ἢ ξύλων τόνδε πως ἢ τόνδε τὸν τρόπον συντεθέντων καὶ μέχρι τοῦδε παυσαμένων τοιόνδε τὸ εἶδος ἢ τοιόνδε γίνεται, ἄλλο τι παρὰ τὴν συνθήκην καὶ τὴν ἀνάπαυσιν ὄν. Πάντα μὲν οὖν εἴδη λόγων ἐν τούτοις τεθεώρηται καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἐγὼ δ’, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας τινός, οὐκ ἀγνοῶ, οὐδ’ ὡς οἴονται τινὲς γενέσθαι ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμάτων, εἰ προτεθείη· οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς ὁμολογῶ, τὸ δέ, εἰ τεθεῖεν νυνὶ παραδείγματα, γενέσθαι ἂν σαφές, περὶ οὗ ὁ λόγος, οὐκέτ’ ἂν συγχωρήσαιμι· ἐπεὶ τοὐναντίον, εἰ νῦν καὶ ἐνταῦθα καὶ καθ’ ἕκαστον τῶν προειρημένων τεθείη τὰ παραδείγματα, μηκύνοιτό τε ἂν δι’ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ γλυκύτητος προὔκειτο λέγειν—ὕστερον γὰρ ἀκριβέστερον καὶ περὶ ταύτης ἐροῦμεν—, ἀλλ’ ὅσον ἐμφῆναι, διὰ τίνων γένοιτ’ ἂν ἀκριβὲς ἓν αὐτὸ ἕκαστον λόγων εἶδος, ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι. Ἐχόντων γὰρ τούτων ταύτῃ καὶ πάσης ἰδέας λόγων συνισταμένης διὰ τῶν προειρημένων, ἀκριβῶς μὲν διὰ πάντων ἑνὸς εἴδους οἰκεῖον εἰργασμένον λόγον, οἷον ἐννοίας, μεθόδου, λέξεως καὶ τῶν λοιπῶν, σφόδρα χαλεπὸν μᾶλλον δὲ ἀδύνατον εὑρεῖν παρά τινι τῶν ἀρχαίων, τῷ δὲ πλεονάζειν τοῖς οἰκείοις ἑκάστης ἰδέας τὸ τοιόνδε ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός, ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλ’ ὅπερ ἔλεγον, τούτῳ γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅπασιν ἑκάστῳ τὸ κατ’ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν ἤ τινι τῶν ἄλλων καθαιρῶν, τὰ δ’ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων τε καὶ ὀρθῶν καὶ ἕκαστα τῶν ἄλλων κατὰ ταὐτὰ μιγνὺς τοῖς οὐκ οἰκείοις οὐδὲ ἰδίοις αὐτῶν μέρεσι καὶ καταποικίλλων, οὕτω τὸν λόγον αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον ἓν εἶναι πασῶν αὐτῷ δι’ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν, ὥστ’ ἐξ ἁπάντων τῶν καλῶν ἓν τοῦτο κάλλιστον εἶδος ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.
1 1 (200) [245] Ἀκριβῶς μὲν οὖν, ὅπερ εἶπον, οὐκ ἦν εὑρεῖν παρ’ οὐδενὶ τῶν ἀρχαίων τὸ τοιοῦτον, ὅτι καὶ φύσει δήπουθεν ἁμάρτημά ἐστι τὸ μονοειδῆ καὶ μὴ ποικίλον ἐργάζεσθαι λόγον· πλεονάζειν δ’ ἔφην ἄλλον κατ’ ἄλλο τι καὶ ταύτῃ συμβαίνειν τὸ τοιόνδε ἢ τοιόνδε αὐτῶν ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλ’ ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάστης μάλιστα χρῆσθαι· τοῦτο γὰρ καὶ τὴν ἰδέαν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ καὶ τὸ πλεονάζειν τοῦτ’ ἦν τὸ τοῖς κρατίστοις χρῆσθαι τοῦ εἴδους. ἔστι δ’ ὅτε, εἰ ταῦτα παραλείπει τις τοῖς ἄλλοις χρώμενος ἅπασιν, εἰ καὶ πλεονάζει κατ’ ἐκεῖνα, ἀλλὰ γοῦν ἧττον ἂν τυγχάνοι τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο. περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου. Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἁπανταχοῦ ἡ ἔννοια, μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον, λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν μέθοδος, τέταρτον λέγω—οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι· ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέρεσθαι, ὡς ἐν τῷ περὶ δεινότητος ἔσται φανερώτερον—· συνθήκη δὲ καὶ ἀνάπαυσις ἔστω τελευταῖα, γένοιτο δ’ ἂν ἴσως ποτὲ καὶ οὐ τελευταῖα καὶ μάλιστα ἐν τῇ ποιήσει· χωρὶς μὲν γὰρ θατέρου θάτερον μικρὰ ἂν ἢ οὐδὲν πρὸς εἶδος λόγου συμβάλλοιτο, μετ’ ἀλλήλων μέντοι καὶ τοῦ ῥυθμοῦ πολλὰ καὶ οὐ μικρά. καὶ τάχα ἂν ἡμῖν παῖδες μουσικῶν ἀμφισβητήσειαν, εἰ καὶ πρὸ τῆς ἐννοίας θετέον αὐτά· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ καθ’ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς, ἡλίκα οὐδεμία λόγων ἰδέα· καὶ γὰρ ἡδίους ποιῆσαι τὰς ψυχὰς ὑπὲρ ἅπαντα πανηγυρικὸν λόγον εἶναί φασι τοὺς ῥυθμοὺς ἐπιτηδείους καὶ τοὐναντίον αὖ λυπηράς, ὡς οὐδεμία ἐλεεινολογία, δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι μειζόνως ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον· ὅλως δὲ περὶ πάντων ἐφεξῆς οὕτως ἡμῖν ἴσως ἂν ἐρεσχελήσωσιν. ἡμεῖς δὲ οὐ διοισόμεθα πρὸς αὐτούς, ἀλλ’ ἔστω μέν, εἰ βούλοιτό τις, πρῶτον, εἰ δὲ βούλοιτο, τελευταῖον ἢ μέσον τῇ δυνάμει τῶν προειρημένων ὁ ῥυθμός. ἐγὼ δέ, ὁποῖοί τινές εἰσιν ἑκάστης ἰδέας οἰκεῖοι, καθ’ ὅσον ἐγχωρεῖ λέξει πεζῇ χωρὶς τοῦ περιᾴδειν προσαρμόσαι τινὰ ῥυθμόν, τοῦτο δείξειν φημί· καὶ εἴ γε δύναιντο κἀνταῦθα οἱ ῥυθμοί, ὅσα κἀν τῇ ἄλλῃ μουσικῇ, κείσθωσαν πρῶτοι, εἰ δὲ μὴ τοσοῦτον δύναιντο, τετάξονται ἡμῖν, ὅπως ἂν οἶμαι καὶ δυνάμεως ἔχωσι.
1 1 (250) [305] φημὶ γάρ· ἔστι μὲν οὗ καὶ ὁ ῥυθμὸς πολὺ συνεισήνεγκε τῷ τοιόνδε γίνεσθαι τὸν λόγον, ἀλλὰ μὴ τοιόνδε, οὐ μὴν τοσοῦτόν γε, ὁπόσον ἐκεῖνοί φασι. Μικρὰ δὲ ἀναλαβόντες περὶ ἁπάντων τῶν προειρημένων ὡς ἐν κεφαλαίῳ, ἐπ’ αὐτὸν ἤδη τὸν περὶ τῶν ἰδεῶν λόγον χωρήσομεν. τίνα μὲν γάρ ἐστι τὰ τὰς ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις, κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ δι’ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθ’ αὑτὴν οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν διαρκῶς—πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν—, ἀλλ’ ἐπειδὴ αὐτὴν μὲν καθ’ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἤ τι τῶν ἄλλων ἀδύνατον παρά τινι τῶν ἀρχαίων εὑρεῖν ἦν διηνεκῶς, μῖξιν δὲ οὔτε λόγου οὔτε ἄλλου τινὸς τῶν πάντων οἷόν τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν, ἐπιγνόντα—οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν—· ἐπειδὴ οὖν τοῦθ’ οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας—τῶν κατ’ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος, τῶν ἄλλων ἁπάντων—ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωρὶς διαλαβεῖν. ῥᾴδιον γὰρ τοῖς γε ἐντεῦθεν ὁρμωμένοις καὶ περὶ τῶν καθ’ ἕνα καὶ γνῶναι καὶ εἰπεῖν, τὰς ἀκριβεστάτας μίξεις αὐτῶν καταθεωμένοις, ἐάν τέ τις τοὺς ἀρχαίους ἐάν τε καὶ τῶν νεωτέρων τινὰς ἐξετάζειν καὶ ζηλοῦν βούληται. Οὐκοῦν ἐφ’ ἃ προὐθέμεθα ἐξ ἀρχῆς ἐλθόντες λέγωμεν τὰς ἰδέας, ἐξ ὧν ἔφην τὸν Δημοσθενικὸν συγκεῖσθαι λόγον· τὰς δὲ ὑποβεβηκυίας αὐταῖς ἢ καὶ συμπληρούσας αὐτὰς ἰδέας ἰδόντες εὐκρινές τι ἂν περὶ ἑκάστης λέγοιμεν. ἦσαν δὲ δήπουθεν αἵδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν ἰδεῶν, αἳ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται, οἷον ἢ κατ’ ἔννοιαν ἢ κατὰ λέξιν ἤ τι ἕτερον, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ καθαρὸν τοῦτο καὶ ἀφελές. καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας· αἱ γὰρ ἐπιτιμήσεις οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλ’ οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη ἰδέα ἑτέρα τῶν ἄλλων· εὑρίσκεται, μέρη δέ τινα οἷον διαφορὰς οὐσίας τινὰς ἔχειν ἑτέραις τὰ αὐτὰ ἰδέαν ἡντιναοῦν οὐ κεκώλυται, ὥσπερ ὁ ἄνθρωπος τῷ μὲν ὅλῳ ἕτερόν ἐστι τῶν ἄλλων ζῴων, τῷ δ’ εἶναι θνητὸν πολλοῖς κοινωνεῖ, καὶ τῇ τοῦ λογικοῦ δὲ διαφορᾷ κοινωνεῖ δήπου τοῖς θεοῖς.
1 1 (300) [312] καὶ τοῦτο κατ’ ἀρχὰς εὐθὺς διωρίσαμεν, ὡς εἰσὶ τῶν ἰδεῶν τινες, αἳ κατά τι κεκοινωνήκασιν ἑτέραις. Ἀλλὰ περὶ μὲν τούτων ἅλις, ἐπὶ δὲ τὸν περὶ σαφηνείας ἤδη λόγον ἰτέον, ἣν δὴ καὶ πρώτην ἐθέμεθα, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, τῆς σαφηνείας, ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾗ ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές. Περὶ σαφηνείας.
1 2 (t) [5] Σαφήνειαν τοίνυν λόγου ποιεῖ εὐκρίνεια καὶ καθαρότης. γίνεται δὲ καθαρὸς μὲν λόγος ἅπασι σχεδὸν τοῖς προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον, τάχα δ’ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη. Ἀλλὰ πρῶτόν γε περὶ καθαρότητος λεκτέον, ᾗ πάλιν ἐναντίον ἐστὶν ἡ περιβολὴ κατά τι—οὐ γὰρ κατὰ πάντα—, περὶ ἧς ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος λόγῳ λέξομεν. Περὶ καθαρότητο ς .
1 3 (t) [45] Ἔννοιαι τοίνυν εἰσὶ καθαραὶ αἱ κοιναὶ πάντων καὶ εἰς ἅπαντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν, σαφεῖς ἀφ’ ἑαυτῶν οὖσαι καὶ γνώριμοι καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον, ὁποία ἦν καὶ ἡ προειρημένη, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ πάλιν «λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ» καὶ ὅσαι τοιαῦται. χρὴ δὲ αὐτὰς καθ’ ἑαυτὰς ὁρᾶν τὰς ἐννοίας ταύτας, ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεὶ ἄλλο τι ὑπονοήσομεν εἶναι αὐτὰς καὶ οὐ καθαράς, καίτοι ὅτι μάλιστα καθαρωτάτας οὔσας, εἰ καθ’ ἑαυτὰς θεωροῖντο. αὗταί γε μὴν σχεδὸν καὶ πάντῃ εἰσὶν ἕνεκά γε τῆς ἐπιβολῆς καθαραί, οἷον «ἀδελφὰς ἔχομεν γυναῖκας ἐγώ τε καὶ Σπουδίας οὑτοσί» καὶ πάλιν «κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ὦ Ἀθηναῖοι». καὶ ὅλως πολλὰ ἐν ἰδιωτικοῖς καθαρῶν ἐννοιῶν ἔστι παραδείγματα, οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς δημοσίοις. Μέθοδος δὲ καθαρότητος σχεδὸν μία. γίνεται γὰρ μάλιστα καθαρὸς ὁ λόγος, ὅταν ψιλὸν τὸ πρᾶγμά τις ἀφηγῆται ἢ ἄρχηταί γε ἀπ’ αὐτοῦ ψιλοῦ τοῦ πράγματος καὶ μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον ἢ γένος εἴδει προσλαβὼν ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν ἢ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφορὰν ἤ τι τοιοῦτον· περιβάλλει γὰρ ἅπαντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς αὗται, ἥ ἐστιν ἐναντία καθαρότητι. περιβάλλει δὲ καί, ὅσα φύσει παρακολουθεῖ τοῖς πράγμασιν, εἰ προσλαμβάνοιντο, οἷον τόπος ἢ χρόνος ἢ πρόσωπον ἢ τρόπος ἢ αἰτία ἤ τι τοιοῦτον. ἀπηλλάχθαι οὖν δεῖ τούτων ἁπάντων τὸν καθαρὸν λόγον κατὰ τὴν μέθοδον ἤτοι παντάπασί γε ἢ οὕτως ὥστε μηδὲν τούτων πρὸ αὐτοῦ τοῦ πράγματος τετάχθαι· ἐπεὶ καὶ ταῦτά τις προσλαμβάνων ἢ τινὰ τούτων ὅμως δύναται ποιεῖν φαίνεσθαι καθαρὸν τὸν λόγον διὰ τῶν ἄλλων, ἃ δὴ τὴν καθαρότητα ποιεῖ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν, καί τις τοιαύτη ἐστὶ μέθοδος καθαρότητος· δόξει μὲν γὰρ λέγειν καθαρῶς, οὐ μὴν ὡς ἀληθῶς γε ἐρεῖ, περιβάλλει δὲ οὐδὲν ἧττον. καὶ τοῦτο ἰδεῖν ἔστι παρὰ τῷ ῥήτορι μάλιστα, ἐπεὶ καὶ τὸ «ὑβρισθείς, ὦ Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα» καὶ τὰ ἐφεξῆς τά τε προειρημένα παραδείγματα σχεδὸν πάντα ἕνεκα μὲν τῆς ἐπιβολῆς καθαρῶς εἰσῆκται· ἀπὸ γὰρ αὐτῶν ἦρκται ψιλῶν τῶν πραγμάτων καὶ φαντασίαν ἔχει καθαρότητος καὶ ἰδιωτισμοῦ· τὰ δὲ μετὰ ταῦτα ἐφ’ ἑκάστῳ ῥηθέντα περιβολὴν ἐποίησε λεληθυῖαν. δῆλον οὖν ἐκ τούτων, ὅτι καὶ φαινόμενός τις ἔστι λόγος καθαρός, οὐ μὴν ὡς ὄντως γε τοιοῦτος. —Μεθόδου καθαρᾶς καὶ τὸ ἀφηγηματικῶς, ἀλλὰ μὴ ἄλλως πως εἰσάγειν τὰ πράγματα· μέθοδος γάρ τις οἶμαι καὶ ἡ ἀφήγησις, ἀλλ’ οὐ σχῆμα, ὡς οἴονται τινές· ἐπεὶ καὶ ἐν πολλοῖς σχήμασιν ἀφηγήσαιο ἄν, καὶ γὰρ ὀρθώσας καὶ πλαγιάσας καὶ μερίσας καὶ συμπλέξας, καὶ ὅλως πολλοῖς σχήμασιν ἀφήγησις γίνεται, οὐ μὴν ἅ γε ὄντως ἐστὶ σχήματα, σχήμασιν ἄλλοις τισὶ γίνεσθαι πέφυκεν.
1 3 (50) [95] εἴη ἂν οὖν μέθοδός τις καὶ ἡ ἀφήγησις. εἴτε δὲ μέθοδος εἴτε σχῆμα, εἰδέναι δεῖ, ὡς χρήσιμον τοῦτο τῇ καθαρότητι. Ἀλλ’ ἐννοίας μὲν καὶ μεθόδους καθαρότητος ταύτας εὑρίσκομεν. Λέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἥκουσα καὶ μὴ τετραμμένη μηδ’ ἀφ’ ἑαυτῆς οὖσα σκληρά, ὡς τὸ ἀταρπός, οἷον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ ‘ἐκνενευρισμένοι‘ καὶ τὸ «πεπρακὼς ἑαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοι‘ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὺ δὲ τὸ καθαρὸν τῆς λέξεως παρ’ Ἰσοκράτει. Σχῆμα δὲ καθαρότητος ἡ ὀρθότης· «ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι». δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφ’ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ μὴ τὰ ἐφεξῆς εἰρημένα· οὐ γὰρ εἴασεν ἐκεῖνα μεῖναι τὸν λόγον ἐφ’ ἑαυτοῦ καθαρόν. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ προειρημένα, τὸ «Σαννίων ἔστι» καὶ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας» καὶ τὰ λοιπά. ἡ οὖν ὀρθότης τὸ σχῆμα, ὅσον ἐφ’ ἑαυτῷ, καθαρόν, τεκμήριον δέ· εἰ γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ πλαγιασμὸς τῇ ὀρθότητι σχῆμα ἐναντίον, οὕτως ἡ περιβολὴ τῇ καθαρότητι εἶδος ὅλον εἴδει ὅλῳ ἐναντίον. ἐκεῖθεν δὲ ἔσται δῆλον, ὃ λέγω. τὸ γὰρ «ἦν Κανδαύλης» καὶ τὸ «Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω μὲν εἰσφερόμενα κατ’ ὀρθότητα καὶ καθαρὸν ποιεῖ τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται, οἷον ‘Κροίσου ὄντοσ‘ καὶ ‘Κανδαύλου ὄντοσ‘ εἰ λέγοις· ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ‘· ὁρᾷς, πῶς ἔτι κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι, εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν, ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφ’ ἑαυτῶν περιγραφόμεναι, οἷον «Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν πᾶν ὅπερ ἀπήλλακται περιβολῆς σχῆμα καθαρὸν ποιεῖ τὸν λόγον.
1 3 (100) [145] αὐτίκα τὸ «ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ» καὶ τῇ ἐννοίᾳ καὶ τῷ σχήματι περιβεβλημένον ἐὰν θελήσῃς τοῖς σχήμασι τῆς καθαρότητος μεταβαλεῖν, τὸ μὲν κατ’ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ, τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον ‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι‘. καὶ ὅλως πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα, σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην ποιήσει τὸν λόγον. —Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον τῆς διδασκαλίας τοῦτον, εἰ πρὶν διδάξαι τι περὶ τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι· οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων δι’ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν, οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπ’ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον. ἐναντίον γὰρ καθαρότητι καὶ τὸ ὑπερβατόν, φεύγειν οὖν ἐν αὐτῇ καὶ τοῦτο δεῖ. Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος ὁ περὶ τῶν κώλων εἴη ἄν. δῆλον δὲ ἀπὸ τῶν προειρημένων, ὁποῖα εἶναι καὶ ταῦτα δεῖ, ὅτι μικρὰ καὶ κομματικὰ καὶ καθ’ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἱ περίοδοι οὐ καθαροῦ λόγου. Συνθήκη δὲ καθαρὰ πρῶτον μὲν ἡ ἁπλῆ καὶ μηδὲν περὶ συγκρούσεως τῶν φωνηέντων μικρολογουμένη· ἐπιμελὲς γὰρ ἤδη τοῦτό γε καὶ λόγου κεκαλλωπισμένου μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ. ἔπειτα ἡ λογοειδεστέρα, οἷον ἰαμβική τις ἢ τροχαϊκή· ἧττον γὰρ ἡ τοιαύτη διῆρται, ὥσπερ τὸ «ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ». οὐ δεῖ δὲ τὸ ἀκριβὲς ἀπαιτεῖν ἐνταῦθα, οὐδὲ γὰρ οἷόν τε· ἀλλ’ ἐξαρκεῖ τὸ τέως μάλιστα καὶ κατ’ ἀρχὰς τῶν κώλων τοιούτους εἶναι τοὺς πόδας καὶ τὸ πλείους κατὰ τὴν ὅλην συνθήκην τοῦ λόγου τοὺς τροχαίους καὶ ἰάμβους τῶν δακτύλων τε καὶ ἀναπαίστων ἢ τῶν τοιούτων [ἥττους] εὑρίσκεσθαι. καὶ γὰρ ὅλως δεῖ μεμῖχθαι τινὰς αὐτοῖς καὶ ἑτέρους πόδας, ἵνα μὴ τελέως ἔμμετρος ὁ λόγος γένηται, ἀλλ’ ἔχῃ μέν τι καὶ μέτρου, λέγω δὴ τοῦ φυσικοῦ, μὴ μέντοι παντάπασι μέτρον ᾖ. τὸν γάρτοι ῥυθμὸν τὸν ἐν τῷ λόγῳ τῷ πεζῷ, ὃν ἡ ποιὰ συνθήκη ποιεῖ μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλ’ ἢ μέτρον τε καὶ μὴ μέτρον εἶναι δεῖ, καὶ μέτρον δηλαδὴ τοιόνδε μὲν κατὰ τόδε τὸ εἶδος τοῦ λόγου, τοιόνδε δὲ κατὰ τόδε, ὥσπερ ἐνθάδε ἰαμβικὸν ἢ τροχαϊκὸν εἶναι δεῖ.
1 3 (150) [185] τὸ γοῦν «οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ» βραχεῖαν μὲν ἔχει σύγχυσιν τοῦ μέτρου ἐν τῷ ‘ἀστρατείασ‘ τῆς ας συλλαβῆς μακρᾶς οὔσης, τοῦτο δὲ εἴ τις παρεμυθήσατο, καθαρὸν εὑρίσκει τὸ μέτρον τροχαϊκὸν τετράμετρον καταληκτικόν. Ἀλλὰ περὶ μὲν συνθήκης ταῦτα τῆς ἐν καθαρότητι. Ἡ δὲ ἀνάπαυσις δῆλον κἀκ τῶν προειρημένων ὡς οἰκεία τις εἶναι τῇ συνθήκῃ κατὰ ἀνάγκην ὀφείλει, ἱστᾶσα τὸν λόγον ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει λόγου καὶ καταλήξει τινὶ ἢ τροχαϊκῇ ἢ ἰαμβικῇ, ὅσαι εἰσὶ καταλήξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν, ἵνα δὴ καὶ ὁ ῥυθμὸς τοιοῦτος γένηται· μεταξὺ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. ἀλλ’ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι δεῖ τὴν ἀνάπαυσιν τῆς καθαρότητος. —Εἰδέναι μέντοι χρή, ὅτι πάντα ταῦτα, ἡ συνθήκη ἡ κατὰ τοὺς πόδας— οὐ γὰρ ἥ γε ἑτέρα—καὶ ἔτι ἡ ἀνάπαυσις τό τε ἐξ ἀμφοῖν τούτοιν ἐκτελούμενον ὁ ῥυθμός, καίπερ οὕτως ὄντα δυσχερῆ καὶ εἰς τοσοῦτον ἀκριβολογηθέντα ἡμῖν, ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα, συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων, εἰ καὶ μὴ πασῶν, ὃ καὶ κατ’ ἀρχὰς εὐθύς, ὅπου καὶ τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον τῶν ἄλλων, ἃ δὴ ποιεῖ τὰ τῶν λόγων εἴδη, ἰσχύουσιν ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις τῶν ἰδεῶν καὶ πολὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι ποιήσει καὶ πάνυ πολὺ ἰσχύει ταῦτα, συνθήκη καὶ ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμᾶς πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι. Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα. Περὶ εὐκρινεία ς .
1 4 (t) [45] Ἡ δὲ εὐκρίνεια ἔχει μέν τινα καὶ φύσει σαφηνείας ἐργαστικά, τό γε μὴν πλεῖστον σχεδὸν ἐπίκουρός ἐστι τῆς καθαρότητος πρὸς ὅπερ ἐκείνη ποιεῖν βούλεται· ἣ μὲν γὰρ βούλεται σαφῆ ποιεῖν τὸν λόγον, ἡ καθαρότης, ἣ δέ, εἴ τι πάσχοι ὑπεναντίον αὐτῇ κατ’ ἀνάγκην τινά, αἳ δὴ πολλαὶ περὶ τοὺς λόγους εἰσὶ διαμαρτίαι, διορθοῦται, ἡ εὐκρίνεια. καὶ τὸ πλεῖστόν γε ὅπερ ἔφην ἔχει περὶ τὴν μέθοδον· τό τε γὰρ τάξαι, τί πρῶτον καὶ τί δεύτερον ἀπαιτεῖν χρὴ τοὺς δικάζοντας, εὐκρινείας ὂν μέθοδος οἶμαί τίς ἐστιν. οὐ γὰρ εἰ καὶ δεινῶς τι ποιεῖ, ὅταν λέγῃ «τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν» καὶ ὅτι «πρῶτον μὲν ὧν ἀπήγγειλεν, εἶτα ὧν ἔπεισε» καὶ τῶν ἑξῆς, οὐ τοῦτο νυνὶ σκεπτέον, ἀλλ’ ὅτι διὰ δεινότητα συγκεῖν μέλλων τὰ πράγματα καὶ ἀναστρέφειν τὴν τάξιν τὴν ἐν αὐτοῖς ὅμως τῷ γε ὡς αὐτὸς εἰπεῖν ἐβούλετο προσήγαγε σαφήνειαν διὰ τῆς μεθόδου. τὸ δὲ μὴ τόδε τοῦδε πρῶτον εἰπεῖν, εἰ καὶ τῇ τάξει πρῶτον ἦν, ἀλλὰ τόδε, πολλάκις καὶ σαφέστερον ὁμοῦ καὶ δεινότερον ἐποίησε τὸν λόγον, ὥσπερ τὸ «δεῖ δὲ ὑμᾶς πρῶτον ἁπάντων ἀκοῦσαι καὶ μαθεῖν, τί ποτ’ ἔστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός» καὶ ὅτι ἡ πρὸς ἀλλήλους τῶν Θρᾳκῶν διαφορά. ἦ γὰρ ἂν ἀσαφὲς αὐτῷ τὸ κατασκευαζόμενον ἔμεινεν, εἰ Χαρίδημον πρῶτον διέβαλεν, ὅτι κατασκευάζει Κερσοβλέπτῃ τὴν ἀρχήν, εἶθ’ οὕτως ἐπήγαγε τὸ «τί ποτ’ ἔστι τὸ τὴν Χερρόνησον ἀσφαλῶς ἔχειν πεποιηκός». νῦν δὲ τοῦτο ἐκείνου προθεὶς εὐθὺς καὶ ἐν προοιμίοις, ὅτι ἐστὶν αὐτῷ ἡ σπουδὴ ὑπὲρ τοῦ Χερρόνησον ἔχειν αὐτοὺς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, καὶ μετὰ ταῦτα εὐθὺς κατ’ ἀρχὰς τοῦτο σαφηνίσας διὰ τοῦ κατασκευάσαι τὴν ἀσφάλειαν εἶναι τῆς κτήσεως ἐν τῇ τῶν Θρᾳκῶν διαφορᾷ εὐκρινῆ τε καὶ σαφῆ πεποίηκε τὸν λόγον· εἰ δ’ ὅτι καὶ δεινόν, ἑτέρου λόγου. Ὅπερ μὲν οὖν ἔφην, εὐκρίνεια τὸ πλεῖστον ἐν τούτοις ἐστίν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἄλλων γίνεται λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἷον «ἔστι δ’ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατ’ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τὴν ἐν αὐτοῖς τάξιν, οἷον «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑπεσχημένον ὑμῖν ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι Χαρίδημος τούτου τυχεῖν, ὅ τι βούλεσθε, τοῦτο πρῶτον διδάσκειν ὑμᾶς», εἶτ’ ἐπήγαγεν ὅτι «περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν».
1 4 (50) [95] πολλάκις δὲ διεμαρτυράμην τοῦτο, ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν ἅμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς δεινότητος, ἀλλ’ οὐ περὶ ταύτης νῦν. —Καὶ μὴν καὶ αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι κατασκευάς τινας, ἀφ’ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται. οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτ’ ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον «ὅτε γὰρ Πύθωνα Φίλιππος ἔπεμψε τὸν Βυζάντιον» καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς» καὶ τὰ ἑξῆς· καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν εὐκρινείας αὗται. Μέθοδοι δὲ αἵ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν τὴν τῶν πραγμάτων χρῆσθαι τῷ λόγῳ τὰ πρῶτα τιθέντας πρῶτα καὶ τὰ δεύτερα δεύτερα καὶ τὰ ἄλλα ὁμοίως, ὅπερ ἐστὶ πολὺ παρὰ τῷ Ἰσοκράτει· οὐ μὴν δεινοῦ γε τύπου ταῦτα οὐδὲ Δημοσθενικοῦ· διόπερ ὡς ἑτέρως ὁ ῥήτωρ ποιῶν τά γε εὐκρινοῦντα τὴν σύγχυσιν αὐτῶν παραλαμβάνει, καθάπερ ὀλίγῳ πρότερον ἐδείξαμεν. συμβαίη δ’ ἂν ἴσως ποτὲ καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ μεθόδου δεινότητος. —Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλ’ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δ’ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται. Λέξις δὲ εὐκρινής, ἥπερ καὶ καθαρά. Σχήματα μὴν εὐκρινείας τὸ κατ’ ἄθροισιν ὡρισμένον, οἷον ‘ἐνταυθοῖ δύο εἴρηκε, τόδε καὶ τόδε‘· οὔτε γὰρ ἀπῄτησεν ὁ ἀκούτων πλείονα τῶν δύο καὶ τὸ δεύτερον πρόοιδε ῥηθησόμενον· ὥστε, ἀφ’ οὗπερ κατ’ ἄθροισιν ἔλεγε, προδιηυκρίνει. —Τοιαῦτα δὲ σχήματα καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις· τὸ μὲν γὰρ ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δ’ εὐθὺς ἀρχομένου τοῦ λέγοντος ἐμφαίνεσθαι τοῖς ἀκούουσιν, ὅτι ἕπεται καὶ ἄλλο τι νόημα, προδιηυκρίνηται τὸ πᾶν· ἄν τε γὰρ εἴπῃ ‘πρῶτον μὲν τόδε‘, ὅτι καὶ δεύτερόν τι ἐρεῖ προεπίστανται, ἐάν τε τὸ «ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας» καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως ἂν ἀνταποδῶ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα. —Ἔτι [καὶ] κατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ τί;» καὶ τὰ τοιαῦτα.
1 4 (100) [145] πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως· σαφηνείας γὰρ μάλιστα κατ’ ἐκεῖνο τὸ χωρίον δεῖ τῷ λόγῳ. —Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι πρὸς εὐκρίνειαν καὶ σαφήνειαν. ἐπειδὰν γάρ τι προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἶτ’ ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι, ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· διὰ τί;» φησίν, ‘ὅτι τὸ καὶ τό‘· πολλὰ εἰπὼν κατασκευαστικὰ τῆς προτάσεως οὐκ ἐπήγαγεν εὐθὺς τὸ ἑξῆς νόημα τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», ἀσαφὴς γὰρ ἂν οὕτως ὁ λόγος τῆς ἀκολουθίας μὴ φαινομένης ἐγένετο· ἐπαναλαβὼν οὖν καὶ πρῶτον εἰπὼν τὸ «ταῦτα μὲν οὖν παραλείψω», εἶθ’ οὕτως ἐπαγαγὼν τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ Κατ’ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου;» πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί. Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας. Κῶλα μέντοι καὶ συνθῆκαι ἀναπαύσεις τε καὶ ῥυθμοὶ εὐκρινείας οἱ αὐτοί εἰσι καὶ καθαρότητος. Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ εὐκρινείας σύγχυσις, ἣ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἥ γε ἁπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις οἷον «οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα—ἐῶ γὰρ τοῦτό γε» καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων οὐ σαφῶς λέγει τὰ πράγματα, καὶ οὐ κατὰ κακίαν φήσομεν προάγεσθαι δήπου οὐδὲ εἶναι τοῦ λόγου κακίαν. Λεκτέον δ’ ἂν εἴη μετὰ ταύτην περὶ μεγέθους λόγου· δεῖ γὰρ τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς καὶ ταπεινόν, ὃ δὴ ἐναντίον ἐστὶ τῷ μεγέθει.
1 5 (t) [34] Περὶ ἀξιώματος τοῦ λόγου καὶ μεγέθους. Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, ὧν δὴ μία ἐστὶ καὶ ἡ περιβολή, ἵνα μὴ συγχέηται ἡμῖν ὁ λόγος. Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα ποιοῦσιν ἰδέαι αἵδε· σεμνότης, περιβολή, τραχύτης, λαμπρότης, ἀκμή, καὶ ἔτι ἡ σφοδρότης βραχεῖ τῳ διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφ’ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωρισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφ’ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, δι’ ἣν ταύτῃ πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος. Ἀλλὰ πρῶτόν γε περὶ σεμνότητος, ᾗ τάχα ἂν ἐναντίον εἴη ἀφέλεια, περὶ ἧς ἐν τῷ περὶ ἤθους λέξομεν. Περὶ σεμνότητο ς .
1 6 (t) [55] Ἔννοιαι τοίνυν εἰσὶ σεμναὶ μάλιστα μὲν αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι· ἐπεὶ τὸ «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν» καὶ ὅσα τοιαῦτα οὐχ ὡς περὶ θεῶν εἴρηται, διὸ πόρρω μοι δοκεῖ σεμνότητος εἶναι καὶ κατὰ τὴν ἔννοιαν, πλέον δὲ μετέχειν ἡδονῆς καὶ γλυκύτητος· ἀνθρωποπαθῶς γὰρ καὶ τὸ ὅλον εἰπεῖν ποιητικῶς λέλεκται, τὸ πλεῖστον δὲ ἡδονῆς ἡ ποίησις οἶμαι στοχάζεται. περὶ θεῶν δὲ ὡς περὶ θεῶν τὰ τοιαῦτα λέγεσθαί φημι, οἷον «ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος» καὶ πάλιν «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν» καὶ πάλιν «παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως». καὶ ὅλως πολλὰς ἂν εὕροις τοιαύτας ἐννοίας παρὰ τῷ Πλάτωνι, καὶ γὰρ αὗταί εἰσιν ἐκ τοῦ Τιμαίου· παρὰ μέντοι τοῖς ῥήτορσιν ἥκιστα, ἐπεὶ καὶ τὰ ἐν Δηλιακῷ Ὑπερίδου ποιητικῶς μᾶλλον καὶ μυθικῶς εἴρηται· τὸ δὲ αἴτιον οὐχὶ νῦν ἀνάγκη λέγειν. —Τὰς μέντοι μετά γε τὰς τοιαύτας οἷον δευτέραν ἢ τρίτην σεμνότητος ἐχούσας τάξιν ἐννοίας καὶ μάλα ἂν εὕροις παρὰ τῷ Δημοσθένει καὶ τινὰς αὐτῶν 〈καὶ〉 παρὰ τοῖς ἄλλοις. ἀλλὰ πρῶται μὲν ὅπερ ἔφην καὶ μάλιστά εἰσιν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι, καθάπερ εἴρηται· δεύτεραι δὲ μετ’ ἐκείνας σεμναὶ αἱ περὶ τῶν θείων ὡς ὄντως πραγμάτων, οἷον ὡρῶν φύσεις εἰ ἐξετάζοι τις, ὅπως τε καὶ καθ’ ἃς αἰτίας γίνονται, καὶ τὴν τοῦ παντὸς περιφορὰν καὶ φύσιν ἢ κινήσεις γῆς ἢ θαλάττης εἰ ζητοίη τις, ὅπως γίνονται, ἢ σκηπτῶν φορὰς ἢ ὅλως τοιαῦτα. ταῦτα δὲ εἰ μὲν οὕτως ἐξετάζοιτο κατὰ τὰς αἰτίας, σεμνὸν μόνον, οὐ μὴν καὶ πολιτικὸν δύναται ποιεῖν τὸν λόγον· ποῦ γὰρ ἂν εἴη πολιτικὸν τὸ «ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥρην» καὶ τὰ ἑξῆς εἰρημένα παρὰ τῷ Ἡροδότῳ; ἢ πάλιν παρὰ τῷ Πλάτωνι τόδε, οἷον «ἥ γε τοῦ παντὸς περίοδος κυκλοτερὴς οὖσα καὶ τὰ γένη πάντα συμπεριειληφυῖα σφίγγει πάντῃ καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι· διὸ δὴ πῦρ μὲν εἰς πᾶν διελήλυθεν, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τὰ ἄλλα ταύτῃ» καὶ τὰ ἑξῆς; ποῦ δ’ αὖ λόγου πολιτικοῦ τὸ ζητεῖν, ὅπως κινεῖται γῆ, καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει ὕδατος, ἢ πάλιν περὶ σκηπτῶν φορᾶς ἢ τὰ τοιαῦτα; ταῦτ’ οὖν ὅπερ ἔφην εἰ μὲν οὕτως ἐξετάζοιτο, σεμνὸν μόνον, οὐ μὴν πολιτικὸν ποιεῖ τὸν λόγον· διὸ καὶ μετὰ τὰς πρώτας σεμνότητος ἐννοίας εὐθύς εἰσιν αὗται δεύτεραι. εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν τῶν γενομένων λέγοι τις αὐτά, ἀλλὰ μὴ τὰς αἰτίας ζητῶν, καθ’ ἃς γίνεται, πολιτικὸν ὁμοῦ καὶ σεμνὸν ποιεῖ τὸν λόγον, ὡς ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ συμβουλεύοντι μὴ θάπτειν τοὺς δέκα στρατηγούς, ἐπειδὴ ἀνῃρέθησαν μιᾷ ψήφῳ· χειμῶνος γὰρ ἔκφρασιν πεποίηται εἰς ἀπολογίαν τὴν ὑπὲρ αὐτῶν, οἷον «σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς ὁ ταῦτα κωλύσας οὔτε λόγῳ ῥητὸς οὔτε ἔργῳ φορητός· ἄρτι μὲν γὰρ συνιούσης τῆς ναυμαχίας ὤδινεν ἡ θάλασσα καὶ κατέβαινεν Ἑλλησποντίας λαμπρός» καὶ τὰ ἑξῆς.
1 6 (50) [95] —Τρίτη δὲ σεμνότητος ἐννοιῶν τάξις, εἰ περὶ πραγμάτων, ἃ δὴ φύσει μέν ἐστι θεῖα, τὸ πλεῖστον δ’ ἐν ἀνθρώποις θεωρεῖται, λέγοι τις, οἷον εἰ περὶ ψυχῆς, ὅτι ἀθάνατος, ἢ περὶ δικαιοσύνης ἢ σωφροσύνης ἢ τῶν τοιούτων διεξίοιμεν ἢ περὶ τοῦ βίου παντὸς ἢ τί νόμος ἢ τί φύσις ἢ τὰ τοιαῦτα· οἷον ὅτι «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν» καὶ τὰ ἑξῆς καὶ πάλιν ὅτι «ἔστιν ὁ μὲν νόμος κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσιν, ἡ φύσις δὲ ἄτακτον καὶ κατ’ ἄνδρα ἴδιον τοῦ ἔχοντος» καὶ «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος» καὶ «πᾶς ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται». ἁπλῶς δὲ εἰπεῖν πάντα, ὅσα ἐν τῷ καθόλου καὶ γενικῶς λέγεται, σεμνὰς ἔχει πως τὰς ἐννοίας, καὶ μάλιστα εἰ μένων ἐπὶ τοῦ καθόλου τις διὰ παντὸς αὐτὰ ἐργάζοιτο· εἰ γὰρ προσλάβοι τὸ κατ’ εἶδος, ἄλλο τι ποιεῖ, οἷον «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιόν ἐστι· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν»· ἕτερον γάρ τι πεποίηκε προσλαβὼν τὸ κατ’ εἶδος· ἐκ γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους συντεθέντων ὅ τε πολιτικὸς καὶ ὁ περιβεβλημένος λόγος, οὐ μὴν αὐτὸ τοῦτο εἰπεῖν ὁ σεμνὸς γίνεται. —Τετάρτην γε μὴν σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀνθρωπίνων μὲν κατὰ μόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, οἷον τὰ περὶ τῆς ἐν Μαραθῶνι μάχης ἢ τῆς Πλαταιᾶσιν ἢ τῆς ἐν Σαλαμῖνι ναυμαχίας εἴ τις λέγοι καὶ τοῦ Ἄθω καὶ τοῦ Ἑλλησπόντου καὶ τῶν τοιούτων. εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ τῷ Ἡροδότῳ σεμνὸν ἅμα ἡδονῇ ἕποιτο, οἷον Ἴακχος καὶ τὰ τοιαῦτα, ἑτέρου λόγου. Ἀλλ’ ἔννοιαι μὲν αὗται σεμνότητος. Μέθοδοι δὲ σεμναὶ αἱ κατὰ ἀπόφανσιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας ἀκριβῶς δεῖ λέγειν καὶ μετ’ ἀξιώματος, ἀλλ’ οὐκ ἐνδοιάζοντας, ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες ἦσαν εἴτε θεοί» σεμνὸν ὂν πλέον ἔχει τοῦ πολιτικοῦ τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. —Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμνόν, ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς εὐτελοῦς.
1 6 (100) [145] —Καὶ μὴν καὶ τὸ δι’ ἐμφάσεων μυστικῶς τι καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ ὄντες δὲ οἷοί τε λέγειν εἰς τοὐμφανὲς αὐτά, ἐνδεικνύμεθα διὰ τῆς μεθόδου ταύτης μέγεθός τι καὶ σεμνότητα ἐννοίας, ὥσπερ ὁ Πλάτων ὅταν λέγῃ τὸ «ὄντως ὄν» καὶ «ἀγαθὸς ἦν» καὶ τὰ τοιαῦτα· ἤδη δέ που καὶ ἀνέπτυξε τὴν μέθοδον ταύτην εἰπὼν ὅτι «τόδε τι εὑρεῖν τε χαλεπὸν καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον». ἀλλ’ ἐπὶ μὲν τῶν φύσει σεμνῶν ἐννοιῶν χρήσιμοι πρὸς αὔξησιν σεμνότητος καὶ αἱ τοιαῦται μέθοδοι, ἐν δὲ ταῖς πολιτικωτέραις οὐκέτι αἱ ἐμφάσεις σεμνότητος, ἑτέρου δέ τινος ἐργαστικαί. Μέθοδοι μὲν οὖν αὗται σεμνότητος καὶ ἔννοιαι. Λέξις δὲ σεμνὴ πᾶσα μὲν ἡ πλατεῖα καὶ διογκοῦσα κατὰ τὴν προφορὰν τὸ στόμα, ὥστε οἷον στομφάζειν καί, ὅπερ ἐπιτηδεύουσι τινές, τοῦτο ἀναγκάζεσθαι ποιεῖν τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ ω πλείστῳ χρώμεναι, ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω . καὶ περὶ τοῦ α λέγοιτ’ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ πλατύνειν τῷ α τὰ πλεῖστα χρωμέναις τὴν φωνήν. μάλιστα δὲ τὰ στοιχεῖα ταῦτα τὸ ω καὶ τὸ α διαίρει τε καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς εἴη τῶν λέξεων, οἷον «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς». —Δεύτεραι δὲ σεμνότητος λέξεις καὶ αἱ διὰ τοῦ ο στοιχείου κατὰ μόνας εἴς τι μακρὸν καταλήγουσαι, οἷον Ὀρόντης, καὶ αἱ ταῖς μακραῖς τε καὶ διφθόγγοις πλεονάζουσαι καὶ αἱ τὰ τελευταῖα ἐν ταύταις ἔχουσαι, πλὴν τῆς ει διφθόγγου· καὶ εἰ καθ’ αὑτὸ δὲ τὸ ι τιθοῖτο, ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν πλεονάσαν, συστέλλει γὰρ μᾶλλον καὶ σεσηρέναι ποιεῖ, διογκοῖ δὲ οὐδαμῶς τὸ στόμα. —Καὶ μὴν καὶ αἱ τροπικαὶ λέξεις σεμναὶ καὶ διωγκωμέναι, κίνδυνος δὲ ἐν ταύταις οὐ μικρὸς περὶ τὴν χρῆσιν. αἱ μὲν γὰρ μετρίως ἔχουσαι ποιοῦσι τὸν λόγον σεμνόν, οἷον «τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα» ἀντὶ τοῦ τὰ ἀγαθὰ ἐλπίζοντας· ὁρᾷς, ὅτι διὰ τὸ σφόδρα ἔχειν μετρίως τὸ ‘προβαλλομένουσ‘ οὐδὲ ἐμφαίνεται ἡ τροπή; αἱ μετρίως μὲν οὖν ἔχουσαι τοιαῦταί εἰσιν. εἰ δὲ ὑπερβαῖέν τι τοῦ μετρίου, τραχύνουσι τὸν λόγον, οἷον «αἱ δὲ πόλεις ἐνόσουν»· διὸ καὶ ἐξηγήσεως αὐτῷ ἐδέησε· τὸ γὰρ «τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων» καὶ τὰ ἑξῆς τοῦ ‘ἐνόσουν‘ ἐστὶν ἐξηγητικά. εἰ δὲ ἐπὶ πλέον ὑπερβαῖεν αἱ τροπαί, σκληρότερον ποιοῦσι τὸν λόγον, ὥσπερ τὸ ‘ἐκνενευρισμένοι‘ καὶ τὸ «πεπρακὼς ἑαυτόν» καὶ τὸ «λωποδυτῶν τὴν Ἑλλάδα». περαιτέρω δὲ τούτων εἰ προέλθοιεν, καὶ παχύτερον καὶ σχεδὸν εὐτελέστερον αὐτὸν ποιοῦσι.
1 6 (150) [210] παράδειγμα τούτου Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐδὲ γὰρ ἔστι· παρὰ δὲ τοῖς ὑποξύλοις τουτοισὶ σοφισταῖς πάμπολλα εὕροις ἄν· τάφους τε γὰρ ἐμψύχους τοὺς γῦπας λέγουσιν, ὧνπερ εἰσὶ μάλιστα ἄξιοι, καὶ ἄλλα τοιαῦτα ψυχρεύονται πάμπολλα. ἐκτραχηλίζουσι δ’ αὐτοὺς αἵ τε τραγῳδίαι πολλὰ ἔχουσαι τούτου παραδείγματα, καὶ ὅσοι τῶν ποιητῶν τραγικώτερόν πως προαιροῦνται, ὥσπερ Πίνδαρος. ἀλλ’ ὑπὲρ μὲν τούτων οὕτω χρωμένων τῷ λόγῳ —τῶν τραγῳδοποιῶν δὲ λέγω καὶ Πινδάρου—τάχ’ ἂν ἔχοιμέν τι λέγειν, οὐ τοῦ παρόντος δὲ ὂν καιροῦ εἰς τὸ δέον ἀναβεβλήσθω· ὑπὲρ μέντοι τῶν ἐν πολιτικῷ λόγῳ τοιαύταις χρωμένων παχύτησιν οὐδεμίαν ἀπολογίαν εὑρίσκω. —Ἔτι δὲ σεμνὴ λέξις ἥ τε ὀνοματικὴ καὶ αὐτὰ τὰ ὀνόματα. ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων εἰς ὀνόματα πεποιημένην καὶ τὴν διὰ μετοχῶν τε καὶ ἀντωνυμιῶν καὶ τῶν τοιούτων. ὡς ἐλάχιστα γὰρ ἐν σεμνότητι δεῖ χρῆσθαι τοῖς ῥήμασιν, ὥσπερ ὁ Θουκυδίδης σχεδὸν μὲν διόλου βούλεται ποιεῖν τοῦτο, καταφανῶς δὲ αὐτὸ ἐν τῇ τῆς στάσεως ἐκφράσει τῶν Κερκυραίων πεποίηκε· πλὴν γὰρ τοῦ ‘ἐνομίσθη‘ τἆλλα πάντα σχεδόν ἐστιν ὀνόματά τε καὶ ὀνοματικά, οἷον «τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα» καὶ τὰ ἑξῆς· εἰ δέ τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος ὕπεστιν, ἑτέρου λόγου. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δημοσθένει ῥηθέν τε ὁμοῦ καὶ θεωρηθὲν ὑπ’ αὐτοῦ, λέγω τὸ «οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν», εἶθ’ ἡ θεωρία «μάλα σεμνῶς ὀνομάζων». Λέξεις μὲν οὖν αὗται σεμναί. Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον. —Καὶ μὴν καὶ αἱ ἐπικρίσεις, εἴτ’ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί, οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «ὀρθῶς καὶ καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετ’ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλ’ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν μέλλοντα ἀξίωμά τι τῷ λόγῳ προστιθέναι καὶ σεμνότητα, οἷον «οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδ’ ἀπαλλαγὴ Φιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέρασ‘ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. —Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωματικὸν καὶ σεμνόν, οἷον ‘βούλομαι τόδε εἰπεῖν‘ καὶ ὁ Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». —Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμνὸν αὗται καὶ πάλιν αὖ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί τε κατὰ τὰς ἐπεμβολὰς καὶ ἀναχαιτίζουσαι τὸ ἄφετον αὐτοῦ καὶ ἐλεύθερον καὶ πρὸς τὸ κοινότερον καὶ πολιτικώτερον ἄγουσαι, καθάπερ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» μεταξὺ τοῦ «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν· οὐ γὰρ ὅμοιον ἦν [ἢ] οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς σεμνὸν ἂν ἦν καὶ ἀμιγές.
1 6 (200) [245] δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως αὐτὸν ἐργάζεσθαι, εἰ δὲ τοὐναντίον, ὡς ἑτέρως δηλαδή. Κῶλα δὲ σεμνά, ἅπερ καὶ καθαρά, λέγω τὰ βραχύτερα· ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δὲ ἀνθρώπων φρονίμων» καὶ τὰ ἑξῆς. γένοιτο δ’ ἄν που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην τινά. Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ αἱ ἐξ ἐπιτρίτων ἁρμόττουσι τῷ σεμνῷ. τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντίαι σεμνότητι. τεκμήριον δὲ τούτου πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος «σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον» καὶ διὰ τῆς ἐναλλαγῆς τῶν λέξεων ἀπὸ τοῦ δακτυλικοῦ ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν μεθαρμόσας αὐτὸ οὕτως «σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον»· δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι καὶ μετὰ ταῦτα τὸ ἰθυφαλλικὸν καλούμενον μέτρον ἐκ τριῶν συγκείμενον τροχαίων, δι’ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεῖν δακτυλικοῦ καὶ σεμνότητος. καὶ ἐπ’ ἄλλων δ’ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον «ὣς ὁ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης»· εἰ γὰρ μεταθείης τὰς λέξεις, ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον κατὰ ταῦτα «ὣς ὁ πρόσθ’ ἵππων ἔκειτο καὶ δίφρου τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς»· ὅμοιον γὰρ τοῦτο ἐκείνῳ «οἳ μὲν ἐπ’ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης ὀρφανὰν αἶαν προλιπόντες ἥβην τ’ ἐρατεινὴν καὶ καλὸν ἡλίου πρόσωπον.
1 6 (250) [285] » καὶ πάλιν «ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζους’, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο»· εἰ γὰρ μεταμειφθεῖεν κἀνταῦθα αἱ λέξεις, ἔσται τετράμετρον. Περὶ δὲ ἀναπαύσεως σεμνῆς ὁ αὐτὸς λόγος, ὅσπερ ἦν ἡμῖν καὶ περὶ καθαρότητος. δεῖ γὰρ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, χωρὶς μέντοι καταλήξεως, ἵνα μὴ εἰς τροχαῖον ἐμπέσῃ ἡ βάσις μηδ’ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα δ’ ἂν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ ὀνοματικόν τι μὴ ἔλαττον ὂν τριῶν συλλαβῶν, οἷον «εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ τὴν ἀνάπαυσιν αἱ μακραὶ τῶν συλλαβῶν, ἵνα δισπόνδειος ἤ τις τῶν ἐπιτρίτων πλὴν τοῦ τετάρτου τὴν βάσιν ποιῇ, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται»· διαφερόντως δὲ σεμνὴν ἔχει τὴν βάσιν ὁ ῥυθμός, εἰ ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοιτό γε στοιχείῳ τινὶ πλατεῖ καὶ διογκοῦντι κατὰ τὴν προφορὰν τὸ στόμα, καθάπερ ἔφην ὀλίγῳ πρότερον ἐν τῷ περὶ λέξεως σεμνῆς. Ἐκ δὲ τῶν προειρημένων δῆλος ἂν εἴη καὶ ὁ ῥυθμὸς ὁποῖος. εἰδέναι μέντοι χρή, ὅτι, εἰ καὶ δι’ ὅλων ἐξ ἐπιτρίτων ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἱ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις λόγος δι’ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ δι’ αὐτῶν πληρουμένων γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὗπερ οἱ πόδες ἦσαν, δι’ ὧν ὁ πᾶς λόγος συνέκειτο. Περὶ τραχύτητο ς .
1 7 (t) [45] Τῶν ποιουσῶν μέγεθος λόγου καὶ ὄγκον ἔφην μετὰ σεμνότητα ὑπάρχειν τὴν τραχύτητα· μετ’ οὖν τὸν περὶ σεμνότητος λόγον ἕποιτ’ ἂν λέγειν περὶ τραχύτητος. ἡ τραχύτης τοίνυν καὶ νὴ Δία γε ἡ λαμπρότης θεωροῦνται μὲν καὶ καθ’ ἑαυτὰς ἑκατέρα, ὥσπερ καὶ ἡ σεμνότης, εἰσὶ δὲ καὶ τῆς ἀκμῆς ἐργαστικαὶ ὥσπερ ὑποβεβηκυῖαι αὐτῇ· οὐ μὴν ἐν ἅπασί γε αὐτῇ δι’ ὧν γίνονται ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐστιν ἴδια, τινὰ δὲ καὶ τῆς ἀκμῆς συνεργά· οἷον ἔννοιαι μὲν καὶ λέξεις τραχεῖαι γένοιντ’ ἂν καὶ ἀκμαῖαι, κῶλα δὲ τραχέα οὐκέτι ἀκμαῖα· πάλιν σχήματα μὲν καὶ κῶλα λαμπρὰ ποιεῖ καὶ ἀκμήν, οὐ μὴν ἔννοιαί γε λαμπραὶ ποιοῦσιν ἀκμήν. διὰ τοῦτο τοίνυν οὐχὶ προτάξαντες τὴν ἀκμὴν εἶτα ὡς διὰ τῆς λαμπρότητος καὶ τραχύτητος γινομένην δείκνυμεν, καθάπερ τὴν σαφήνειαν ἐδείκνυμεν ὅτι εὐκρίνειά τε ποιεῖ καὶ καθαρότης, ἀλλ’ ἰδίᾳ περὶ ἑκάστης λέγομεν αὐτῶν· τά τε ἄλλα γὰρ καὶ ὅτι οὐ μόνον διὰ τούτων ἡ ἀκμὴ ἀλλὰ καὶ διά τινων σφοδρότητος ἰδίων γίνεται, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ φανεῖται· ὥστε ἀναγκαῖον χωρὶς περὶ ἑκάστης εἰπεῖν. καὶ πρῶτόν γε περὶ τῆς τραχύτητος, ᾗ δὴ ἐναντίον ἐστὶ γλυκύτης· ὁ γὰρ τραχὺς λόγος πικρός τε καὶ ἄγαν ἐπιτιμητικός ἐστιν· ἀλλὰ περὶ μὲν γλυκύτητος καὶ ἡδονῆς ἐν τῷ περὶ ἀφελείας ἡμῖν λελέξεται, νυνὶ δὲ λέγοιμεν ἂν περὶ τῆς τραχύτητος. Ἔννοιαι τοίνυν εἰσὶ τραχεῖαι πᾶσαι αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων προσώπων ἀπαρακαλύπτως, ὥσπερ τὸ «εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε» καὶ τὸ «ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις» καὶ πάλιν ἐν Ἐπιστολαῖς «εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε» καὶ «ὑμεῖς δὲ ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες», φησίν, «εἰ θεωρικὰ ἢ βοΐδια πέμψουσιν ὑμῖν εἰς τὰς ἑορτάς» καὶ πάλιν «παντάπασι γὰρ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθε» καὶ τὸ «οὔτοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι δι’ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν»· τουτὶ δὲ ἤδη τῇ μεθόδῳ καὶ λειότερον γέγονεν—ἐν γὰρ τῷ καθόλου εἴρηται καὶ οὐχ ἁπλῶς ἐπετίμησε—, πλὴν ἥ γε ἔννοια τραχεῖα. τοῖς δὲ κώλοις ἄμφω τὰ τελευταῖα ταυτὶ παραδείγματα καὶ ἀκμῆς οὐ πόρρω, ὡς ἐν τῷ περὶ ἀκμῆς ἔσται φανερόν· οὐ μὴν τά γε πρῶτα τοιαῦτα ἦν παραδείγματα, ἀλλὰ καθαρῶς τραχέα.
1 7 (50) [110] δυσχερὲς δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα, διὸ καὶ ἐφιλοτιμήθημεν τῶν φανεισῶν μηδεμίαν παραλιπεῖν· δυσχερὲς δὲ εὑρεῖν, διότι πανταχοῦ αὐτὰς ὁ ἀνὴρ τῷ τε συμπλέκειν τισὶ καὶ ταῖς μεθόδοις λειοῖ· ἐπεὶ καὶ τοῦτο, ὃ καὶ αὐτό ἐστιν ἐν Ἐπιστολαῖς «τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ’ ὅτι συμφορὰ φανείη, κακία δὲ οὐδεμία, ὑμετέρα δὲ ἀγνωμοσύνη», τραχὺ μέν ἐστι τῇ ἐννοίᾳ, μεθοδευδὲν δὲ οὕτω καὶ συμπλακὲν τῷ πρὸ αὐτοῦ τε καὶ μετ’ αὐτὸ λειότερόν πως γέγονε· καίτοι καὶ τὸ ἐπαγόμενον ἔχει τι τραχύτητος, ἔστι δὲ τὸ «ἣν τῷ μεταγνῶναι λύσαιτε». καὶ μὴν καὶ τὸ «ὦ—τί ἂν εἰπὼν μήτε ἁμαρτάνειν δοκοίνη μήτε ψευσαίμην; — λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔτε ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφ’ οἷς Ἀριστογείτονα ἀφήκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες;» τοιοῦτόν ἐστιν, οἷον ἔχειν τέ τινα διόρθωσιν καὶ μετρίαν λειότητα κατὰ τὴν διαπόρησιν. ὅλως τε τοιούτων μὲν παραδειγμάτων οὐκ ἀπορήσεις—λέγω τῶν ἐχόντων τινὰ διόρθωσιν, πολλὰ γὰρ ἔστι τοιαῦτα καὶ παρὰ τῷ ῥήτορι καὶ παρὰ τοῖς ἄλλοις—, καθαρῶς δὲ τραχύτητα παρά γε τούτῳ δυσχερὲς εὑρεῖν· πάνυ γὰρ τῷ τοιούτῳ σπανίως χρῆται, πλὴν εἰ μή τις οἴοιτο ταὐτὸν εἶναι σφοδρότητά τε καὶ τραχύτητα· ἀλλ’ ὅπῃ μὲν ἀλλήλων ταῦτα διαφέρει, μικρὸν ὕστερον φανεῖται. παραδείγματα δὲ τῆς ἀπαραμυθήτου τραχύτητος παρὰ μὲν τῷ ῥήτορι καὶ πάνυ ὡς ἔφην ἐστὶ σπάνια, ὁ δὲ Ἀριστογείτων σοι ἄφθονα παρέξεται νὴ Δία, εἰ βούλοιο καὶ παρ’ ἐκείνου λαβεῖν τὰ παραδείγματα, πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τῷ Δεινάρχῳ. Ἀλλὰ περὶ μὲν ἐννοιῶν τῶν ποιουσῶν τὸν τοιοῦτον λόγον τοσαῦτα. Μέθοδος δὲ τραχύτητος μία τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατ’ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως πως μηδὲ συμπλέκοντα τοῖς λειαίνουσι τὴν τραχύτητα εἰσάγειν τὰς τοιαύτας τῶν ἐννοιῶν. παραδείγματα δὲ αὐτῆς αἱ μικρῷ πρότερον ῥηθεῖσαι καθαρῶς εἶναι τραχύτητες· τραχεῖαι γὰρ ἔννοιαι τραχέως ἐκεῖ καὶ μεθωδεύθησαν. Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ [ἡ] ἀφ’ ἑαυτῆς σκληρά, οἷόν ἐστι καὶ τὸ «καταπεπατημένον φορεῖτε» καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες κάθησθε‘ καὶ τὸ ‘ἐκνενευρισμένοι‘ καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ «διορωρυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφ’ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόσ‘, ‘ἔμαρπτεν‘, ‘ἔγναψε‘ καὶ ὅσαι τοιαῦται. ἔχει δέ τι τοιοῦτο καὶ τὸ ‘περικόπτων‘ καὶ τὸ ‘ἐκνενευρισμένοι‘, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι. Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε», ἔπειτα τὰ κατ’ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δ’ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε;» καὶ πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθ’ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα.
1 7 (100) [144] Δέχεται μέντοι ἡ τραχύτης κατὰ δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα. Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὦ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δί’ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;» Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωνηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδ’ ἔχειν τινὰ ἡδονὴν κατ’ αὐτὴν τὴν συνθήκην μηδ’ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλ’ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, ὥσπερ κἀν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται. Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας ὥσπερ καὶ ἡ συνθήκη ἀνακόλουθος ἔστω, νῦν μὲν ἐπὶ τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου. Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. —Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλ’ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται. Περὶ σφοδρότητο ς .
1 8 (t) [55] Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλ’ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθ’ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ ταύτῃ γε πρῶτον διαφέρει τραχύτητος ἡ σφοδρότης, κατ’ ἔννοιαν. διὸ καὶ φανερωτέρας ἔχει τὰς κατηγορίας αὕτη, σχεδὸν λοιδορίας οὔσας, ὥσπερ ἐν τῷ λεγομένῳ κοινῷ τόπῳ· ἐπιδέχεται γὰρ τὰ πρόσωπα ταῦτα τὸ τοιοῦτον εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος. παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον δ’ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτ’ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο;» πολλὰ δ’ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν «τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις;» καὶ «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως, ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν συμβουλευτικοῖς ἔστι παραδείγματα. Ἀλλ’ ἔννοιαι μὲν αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος ἢ κατὰ δὲ προσώπου, πλὴν εἰ οἱ ἀκούοντες ἡδέως δέχοιντο, δῆλον ἐκ τούτων καὶ ὅτῳ μικρὸν αἰσθήσεως τῆς περὶ λόγους μέτεστι. Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδ’ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα πάντα. Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα. ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα, ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοσ‘ καὶ τὸ ‘γραμματοκύφων‘ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομα οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος. Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν». καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;» «πότερον αὐτήν, Αἰσχίνη, ἐχρῆν τὸ φρόνημ’ ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει» καὶ τὰ ἑξῆς.
1 8 (50) [82] —Σφοδρὸν σχῆμα καὶ τὸ δεικτικόν, οἷον «ὁ βάσκανος οὗτος ἰαμβειοφάγος» καὶ πάλιν «ὁ γὰρ τὰ ψευδῆ δεῦρ’ ἀπαγγείλας» καὶ τάδε, φησί, καὶ τάδε ποιήσας, εἶτ’ ἐπήγαγε τὴν δεῖξιν «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ κατὰ 〈τὰ〉 σχήματα ἡ σφοδρότης διαφέρει τῆς τραχύτητος, οὐ μόνον κατὰ τὰς ἐννοίας καὶ κατὰ τὰς λέξεις, ὡς προείρηται. Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις, ἃ μηδὲ κόμματά ἐστιν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον κατ’ ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ ὅσα τοιαῦτα. Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ. Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ λαμπρότητος λόγος, ᾗ πάλιν ἀντίκειται τρόπον μέν τινα καὶ πᾶς ὁ κατὰ γοργότητα προϊὼν λόγος, ἰδίως δὲ εἰπεῖν λαμπρότητι ἐναντίον ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὅλως τὸ ἀγωνιστικὸν εἶδος τῶν λόγων. ἀλλὰ περί γε τῆς λαμπρότητος ἤδη λεκτέον. Περὶ λαμπρότητο ς .
1 9 (t) [60] Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τραχύτητος λόγον ἔτι τε σφοδρότητος ἀναγκαῖον εἰπεῖν περὶ λαμπρότητος. τῶν γὰρ ποιουσῶν τὸ μέγεθός τε καὶ τὸ ἀξίωμα τῷ λόγῳ ἰδεῶν ἐν τοῖς μάλιστά ἐστιν ἡ λαμπρότης. τά τε ἄλλα γὰρ ἀναγκαία ἡ ἰδέα τῷ ἀξιωματικῷ λόγῳ καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεῖναί τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραϊσμῷ, ἣ δὴ γλυκύτητός τε καὶ ἀφελείας ἐστίν, οὐδὲ τῆς κατ’ ἐπιμέλειαν συνθήκης κάλλος ἐχούσης τι—καίπερ γὰρ ὂν κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος—, οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς καθ’ αὑτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν, ὅτι ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὄντως ἀγωνιστικὸν εἶδος τοῦ λόγου καὶ ὅλως τὸ γοργόν. Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μέν, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφ’ οἷς ἂν λέγῃ, 〈ἢ〉 διὰ τὸ ἔνδοξα εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι τῶν ἔργων καὶ ἐφ’ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς, ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης· οἷον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδ’ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ’ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος», καὶ πάλιν «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθ’ ὑμῶν οἱ πρεσβύτεροι, οἳ Λακεδαιμονίους» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὑμεῖς τοίνυν, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῷ Περὶ τοῦ στεφάνου διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν. Ἀλλ’ ἔννοιαι μὲν αὗται καὶ αἱ τοιαῦται λαμπραί. Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θαρρῶν μετὰ ἀξιώματος ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων τὰς ἀφηγήσεις, εἴ σοι τούτου μέλοι, τῆς διαρκοῦς λέγω λαμπρότητος· ἐπεὶ τὸ «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων.
1 9 (50) [95] τοῦτο τὸ ψήφισμα» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. —Ἔτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἑξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἷον ‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντεσ‘· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντασ‘ καὶ τὰ ἑξῆς. Λέξεις δὲ λαμπραί, αἵπερ ἐλέγοντο εἶναι καὶ σεμναί. Σχήματα δὲ λαμπρά, ὅσα καὶ εὐειδῆ, οἷον αἱ ἀναιρέσεις, ὡς τὸ «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχή» καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν τὸν λόγον, ταῖς ἐννοίαις κἂν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος σχήμασί τε καὶ κώλοις γίνεται, μεθ’ ὅσων ἄλλων πέφυκε γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατ’ ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ ἐπλαγίασεν εὐθὺς ἐν τῷ «Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ κατ’ ἀνάγκην περιέβαλεν ἀπὸ τοῦ πλαγιασμοῦ, ἐπέμεινε δὲ τῇ ὀρθώσει, καθαρὸς ἂν μᾶλλον ἐγένετο ὁ λόγος καὶ οὐ λαμπρός. τεκμήριον δὲ τούτου τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ»· καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἁπλοῦν ἔμεινε, λαμπρὸν δὲ οὐδαμῶς.
1 9 (100) [129] ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμπρῶν, ὅτι αἱ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις, ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται, μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμάτων τινῶν ἀφήγησιν ἔχει, ἀλλ’ οὐκ αὔξησίν τινα τούτων οὐδὲ ποιότητα, ὅπερ ἐστὶ τῆς λαμπρότητος. τοιοῦτόν ἐστι καὶ τὸ «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπὶ τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος. Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμεν. Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαϊκαῖς συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή· τὸν γὰρ ῥυθμὸν αἱ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίων συγκείμενος ᾖ. Ἀλλὰ περὶ μὲν λαμπρότητος τοσαῦτα. περὶ δὲ ἀκμῆς ἂν εἴη λέγειν ἑπόμενον, ᾗ πάλιν ἐναντίον εἶδος δηλαδὴ κατὰ μὲν τὰς ἐννοίας, ὅσαι σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, κατὰ δὲ τὰ λοιπά, ὅσα τῇ λαμπρότητι. Περὶ ἀκμῆ ς .
1 10 (t) [45] Ὅπως μὲν ἡ σεμνότης καὶ μετ’ ἐκείνην ἡ τραχύτης ἥ τε σφοδρότης καὶ ἔτι λαμπρότης αὐταὶ καθ’ ἑαυτὰς γίνονται καὶ τῷ λόγῳ μέγεθος σὺν ἀξιώματι καὶ ὄγκῳ προστιθέασιν, ἱκανῶς ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰρημένοις μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο δ’ ἂν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι τῷ τῆς λαμπρότητος ἀναγκαίως ὁ περὶ ἀκμῆς λόγος, ᾗ κατὰ μὲν τὰς ἐννοίας ἐναντιοῦται πάλιν, ὅσα τῇ τε σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ τὰ λοιπά, ὅσα καὶ λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ τοῦτο κατ’ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος, δείξομεν δὲ καταφανέστερον ἐνταῦθα ἀναγκαίως ἐν τῷ περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθὺς ἐξ ἀρχῆς φανερὸν ἔσται. Ἔννοιαι μὲν γὰρ ἀκμῆς καὶ ἔτι μέθοδοι αἱ αὐταί, αἵπερ ἦσαν τῆς τε τραχύτητος καὶ τῆς σφοδρότητος. Λέξεις δὲ αἵ τε αὐτῶν τούτων τῶν ἰδεῶν καὶ ἔτι αἱ τῆς λαμπρότητος μεμιγμέναι, οἷον «νόσημα γάρ, ὦ Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρ’ ὑμῶν ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνομάτων ἱκανῶς οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν εἰρῆσθαι. Καὶ μὴν καὶ σχήματα ἀκμαστικά, ὅσα καὶ ἐν λαμπρότητι καὶ σφοδρότητι. κατὰ μὲν γὰρ λαμπρότητος σχῆμα ἀκμὴ γέγονεν ἐν τῷ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως, ἐφ’ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ πάλιν «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»· ἐξ ἀποστάσεως γὰρ εἰσῆκται. κἀκεῖνα δὲ τοιαῦτα· «μή μοι σῳζέσθω μηδ’ ἀπολλύσθω μηδείς, ὃν ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα βούληται» καὶ τὸ «πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότ’ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τ’ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἑξῆς προθύμους εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». ταῦτα δὲ καὶ πλέον ἔχει τι· οὐδὲ γὰρ ἐξ ἀποστάσεως εἰσῆκται ὥσπερ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ» καὶ τὸ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως», ἀλλ’ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή· κυρίως γὰρ τοῦτ’ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν, οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι» καὶ τὰ ἑξῆς.
1 10 (50) [95] —Ἀλλ’ ὅπερ ἐλέγομεν, κατὰ μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ δ’ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι πικρῶς λέγεσθαι διὰ τὴν ὑπόληψιν τοῦ προσώπου τοῦ Λεπτίνου καὶ μηδέν γε ἧττον ἔχειν τὴν σφοδρότητα. ἐμφαίνεται γὰρ καὶ ἐν τῷ ἤθει. ὅτι δὲ καὶ ἦθος ποιεῖν σφοδρότητα οὐδὲν κωλύει, αἱ εἰρωνεῖαι δηλοῦσι πᾶσαι, οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε» καὶ μυρία ἄλλα. κἀκεῖνα μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς ζῶντας, ὦ χρηστέ» καὶ τὰ ἑξῆς. Ἀλλὰ σχήματα μὲν ἀκμῆς ταῦτα· τὰ δὲ ἄλλα πάντα ἁπλῶς τὰ αὐτὰ ἔχει τῇ λαμπρότητι, οἷον κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς. Καὶ περὶ μὲν ἀκμῆς τοσαῦτα. Ἀπορήσειε δ’ ἄν τις ἐκ τούτων εἰκότως, ποῖόν τί ἐστι τὸ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ τὰ ἑξῆς, καὶ τὸ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ τὰ ἑξῆς, καὶ ὅσα τοιαῦτα, πότερον ἀκμαστικὰ ἢ λαμπρὰ ἢ τὸ συναμφότερόν ἐστιν, ὃ καὶ μᾶλλον· φαίημεν οὖν ἄν, ὅτι, καθάπερ ἐδιδάξαμεν ἔν τε τῷ περὶ λαμπρότητος καὶ ἐνταῦθα πάλιν ἐν τῷ περὶ ἀκμῆς, πάντως τῇ ἀκμῇ λαμπρότητος ἴδια πολλὰ πρόσεστιν, οἷον τὰ κῶλα μακρὰ ὄντα καὶ οἱ ῥυθμοὶ καὶ τὰ ἑξῆς τούτων, πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστ’, εἰ λέγοιμεν ταῦτα μεμῖχθαι ἐξ ἀμφοῖν, ἔκ τε λαμπρότητος καὶ ἀκμῆς, τὸ «μέχρι τούτου Λασθένης» καὶ τὰ τοιαῦτα εἰς ταὐτὸν ἐμπίπτειν καὶ μηδὲν ἧττον ἐμφαίνεσθαι αὐτὰ ἀκμαστικά, εἴ γε πάντως ἔχει ἡ ἀκμὴ πολλὰ τῶν ἰδίων λαμπρότητος· αἵ τε γὰρ ἔννοιαι τούτων, οἷον τὸ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ πάλιν τὸ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ ὅσα τοιαῦτα σφοδρά πως εἶναι δοκεῖ κατὰ προσώπων λεγόμενα, ὅπερ ἴδιον ἀκμῆς, τά τε σχήματα αὐτὰ καὶ τὰ κῶλα ὄντα λαμπρὰ μετ’ ἐκείνων τῶν ἐννοιῶν τὴν ἀκμὴν ποιεῖ.
1 10 (100) [155] ὥστε καὶ φαίη τις ἄν· τί χρὴ λέγειν, ὅτι μέμικται λαμπρότης ἐνταῦθα καὶ ἀκμή, φύσει δέον ἀεὶ ταῦτα μεμῖχθαι, ὅτε ἀκμαῖος ὁ λόγος εἴη; ἀλλ’ εἰδέναι χρή, ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα συνεληλυθέναι, οὐχί γε τραχύτητα ἢ σφοδρότητα ὁμοῦ λαμπρότητι γεγενῆσθαι, ἃ ποιεῖ τὴν ἀκμήν· οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελθοῦσαι ἀκμὴν ποιοῦσιν, ἀλλ’ ἔννοιαι τραχεῖαι καὶ σφοδραὶ καὶ μέθοδοι τοιαῦται λέξει καὶ κώλοις λαμπρότητος καὶ εἴ τινι ἑτέρῳ κραθεῖσαι ποιοῦσι τὴν ἀκμήν. διὸ οὐδὲ ἀντακολουθοῦσιν ἀλλήλαις, ἀλλ’ ἡ μὲν ἀκμὴ πάντως ἔχει τι καὶ λαμπρότητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις ἐρίζων βιαίως λέγοι ταῦτα, ἃ ἦν ἴδια λαμπρότητος, τὴν μακροκωλίαν λέγω καὶ τὰ ἀποστατικὰ σχήματα καὶ εἴ τι ἕτερον, διὰ τὸ ἐπ’ ἀμφοῖν εὑρίσκεσθαι ἰσάζειν καὶ μηδὲν μᾶλλον ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν ἐνθάδε μετενηνέχθαι. ἀλλὰ ταῦτα μέν ἐστι σαφὴς λῆρος· φανερὰ γὰρ ταῦτά γε καὶ τῇ αἰσθήσει ψιλῇ, ὡς ἴδια μέν ἐστι λαμπρότητος, ἀκμὴ δ’ οὐδὲ ἔχει γενέσεως ὑπόστασιν καθ’ ἑαυτήν, ἀλλ’ ἡ μῖξις τῶν ἀπὸ τῆς τραχύτητος ἢ σφοδρότητος καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. διό, καθάπερ ἔφην, οὐδὲ ἀντακολουθοῦσιν· ὅπερ μὲν γὰρ ἂν ἀκμαῖον ᾖ, πάντως καὶ λαμπρόν ἐστι καὶ ἤτοι σφοδρόν γε ἢ τραχὺ ἢ τὸ συναμφότερον· οὐ μὴν ὅ τι ἂν ᾖ τραχύ γε ἢ σφοδρὸν ἢ καὶ λαμπρόν, ἀνάγκη αὐτὸ καὶ ἀκμαῖον εἶναι· ἔχει γὰρ ταῦτα καὶ καθ’ ἑαυτὰ ὑπόστασιν καὶ χωρὶς τῶν ἑτέρων. δύναται μέντοι τις οὕτω λέγειν, ὅτι οἷόν τέ ἐστιν ἀπὸ ταύτης τῆς ἐννοίας οἷον τῆς τραχείας ἢ σφοδρᾶς ἀκμὴν ποιῆσαι ἢ πάλιν ἀπὸ τούτου τοῦ κώλου οἷον τοῦ λαμπροῦ ὁμοίως ἀκμὴν ποιῆσαι, οὐ μὴν ἴδιά γε ταῦτα ἀκμῆς. πρὸς οὖν τοὺς ταῦτα τιθεμένους ἀκμὴν εἶναι, ἐπείπερ ἔφην ἄμφω συνεληλυθέναι, ἀκμὴν καὶ λαμπρότητα, πρῶτον μέν, ὅπερ εἶπον, ὑποληπτέον, ὅτι οὐκ ἐξ ἀκμῆς καὶ λαμπρότητος ἡ ἀκμὴ γίνεται, ἀλλ’ ἐξ ὧν εἴρηται· ἔπειτα ὅτι ταῦτα, τὸ «μέχρι τούτου Λασθένης» λέγω καὶ τὸ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος» καὶ τὰ τούτων ἑξῆς ὅσα τε αὐτοῖς ἐστιν ὅμοια, μεμῖχθαι λέγω διόλου ἀρξάμενα ἀπὸ τῶν ἐννοιῶν· καὶ γὰρ λαμπραί εἰσι καὶ σφοδραὶ ἔννοιαι καὶ μᾶλλόν γε λαμπραί, εἴ τις σὺν ἐπιστήμῃ αὐτὰς θεωροίη. σκεψώμεθα δέ, ποίας ἐννοίας ἔφαμεν εἶναι λαμπράς. αἷς πέποιθεν ὁ λέγων δηλονότι. οὐκοῦν ἐνταῦθα βουλόμενος συστῆσαι ὁ ῥήτωρ, ὅτι, εἰ τῆς Φιλίππου μερίδος ἡ πόλις ἐγένετο, οὐκ ἂν συνήνεγκεν, ἐπιστώσατο μὲν αὐτὸ 〈καὶ κατὰ ἔθνη〉 καὶ κατὰ πόλεις, ἐκ Θετταλῶν τετραδαρχουμένων καὶ ἐκ τῶν ἄλλων, οἷον «καὶ γὰρ εἰ μὲν ὡς ἐκράτησε Φίλιππος ᾤχετο εὐθέως ἀπιὼν καὶ μετὰ ταῦτα ἦγεν ἡσυχίαν, μηδένα μήτε τῶν ἑαυτοῦ συμμάχων μήτε τῶν ἄλλων Ἑλλήνων ἀδικῶν, ὅμως ἦν ἄν τις κατὰ τῶν ἐναντιωθέντων, οἷς ἔπραττεν ἐκεῖνος, μέμψις καὶ κατηγορία· εἰ δὲ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν» καὶ τὰ ἑξῆς.
1 10 (150) [205] συνέστησε μὲν οὖν αὐτὸ καὶ κατὰ πόλεις, ὥσπερ ἔφην, καὶ κατὰ ἔθνη. συνιστὰς δὲ αὐτὸ καὶ ἀπὸ τῶν κατ’ ἄνδρα «οὐδείς», φησί, «τὸ τοῦ προδιδόντος συμφέρον ζητῶν χρήματα ἀναλίσκει». εἶτ’ αὖ πάλιν τοῦτο συστῆσαι θέλων ἔχει παραδείγματα σαφῆ καὶ πολλὰ καὶ γνώριμα πᾶσι. διὸ καὶ πεποιθήσει λέγων ἐλλαμπρύνεται τῷ λόγῳ. καὶ οὐκ οἶδά γε, εἴ τι παράδειγμα τούτου λαμπρότερον ἔχομεν τοῦ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ τὰ ἑξῆς, εἰς τοσοῦτον μῆκος τῶν κώλων προελθόντων, ἅτε τῇ ἐννοίᾳ πεποιθότως χρωμένου τοῦ ῥήτορος, καὶ τῶν ἐπαναφορῶν διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι θαυμαστὸν κάλλος ἐργασαμένων· ἀκριβέστερον δὲ καὶ περὶ τούτου ἐν τῷ περὶ κάλλους ἡμῖν λελέξεται. Ἀλλ’ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι λαμπρὰ μὲν διὰ ταῦτα ἡ ἔννοια· οὐ γὰρ Εὐθυκράτους καὶ Λασθένους καὶ τῶν ἄλλων προδοτῶν προὔκειτο δήπουθεν αὐτῷ κατηγορεῖν, ἀλλὰ συστῆσαι τὸ προειρημένον. λαμπρὰ μὲν οὖν διὰ ταῦτα. σφοδρά γε μὴν δηλονότι διὰ τοῦτο, ὅτι κατὰ προσώπων δοκεῖ λέγεσθαι τῶν προδοτῶν. καίτοι οὐχὶ τοιοῦτον ἁπλῶς εἶναι δεῖ τὸν κατὰ προδότου λόγον, ἀφηγηματικὸν καὶ ἧττον ἔχοντα τὸ σφοδρόν· ὅμως γε μὴν ἔχει τι τῆς σφοδρότητος καὶ οὕτως. —Καὶ αἱ μὲν ἔννοιαι τοιαῦται, καθ’ ἃς καὶ μόνας τάχα ἄν τις ἐνταῦθα φαίη μεμῖχθαι τὴν λαμπρότητα καὶ τὴν ἀκμήν. τὰ δὲ ἑξῆς δῆλα μὲν ὡς πάντως ἐστὶν ἴδια λαμπρότητος καὶ ὡς, εἴπερ λαμπρὰ ἡ ἔννοια, ὥσπερ καὶ ἔστι λαμπρά, καθάπερ καὶ ἐδείκνυμεν, ἐκείνης ἂν εἴη καὶ ταῦτα, μέθοδον λέγω καὶ σχήματα καὶ τἆλλα πάντα· διὰ δὲ τὸ καὶ τὴν ἀκμὴν ἀπὸ τούτων συνίστασθαι ἀνάγκη φάσκειν ἐνταῦθα κοινὰ αὐτῶν γεγενῆσθαι καὶ τὰ τοιαῦτα. —Τοιοῦτον δὲ καὶ τὸ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος»· τοῦ γὰρ ὅτι τὴν εἰρήνην λέλυκε Φίλιππος τὰ λεγόμενα πάντα συστάσεις εἰσὶ καὶ πίστεις, αἷς πεποιθὼς ὡς γνωρίμοις καὶ φανεραῖς ἐλλαμπρύνεται. ἀλλ’ ὅμως ἐνταῦθα πλέον τὸ ἀκμαῖόν ἐστιν, ὥσπερ ἐκεῖ πλέον ἦν τὸ λαμπρόν· φανερῶς γὰρ ἐνταῦθα λέγει κατὰ προσώπου καὶ οὐχ ὡς ἐκεῖ ἀφηγεῖται καὶ οὐ κατηγορεῖ. ἔτι μέντοι καὶ διὰ τοῦτο πλεονάζειν τῇ ἀκμῇ δοκεῖ, ὅτι σχήματι κέχρηται ἐλεγκτικῷ πρὸς τὸν Αἰσχίνην, λέγω τῇ ἐρωτήσει, ὅπερ ὂν σφοδρότητος ἡ μὲν ἀκμὴ δέχεται, ἡ λαμπρότης δὲ οὔ. καὶ μὴν καὶ τὸ μὴ ἁπλῶς εἰς μῆκος ἀπολελύσθαι τὰ κῶλα, ἀλλ’ εἶναι μὲν τὸ ὅλον ἕν, δοκεῖν δὲ 〈δια〉κεκόφθαι ταῖς συμπλοκαῖς καὶ γεγενῆσθαι κομματικόν, οὔτε λαμπρότητος ὂν οὔτε ἀκμῆς σφοδρότητος δὲ μᾶλλον, τῷ τὴν σφοδρότητα τῆς μὲν λαμπρότητος ἀπηλλάχθαι πάντῃ, τῇ δὲ ἀκμῇ κατά τι κοινωνεῖν ἀκμαιότερον μᾶλλον ἢ λαμπρότερον πεποίηκε φαίνεσθαι τὸν λόγον.
1 10 (200) [210] —Εἰ δὲ καὶ περιβεβλημένως, μᾶλλον δὲ μεστῶς προήχθη, τοῦτο πάλιν ἑτέρου λόγου. Ταῦτα περὶ ἀκμῆς. ἕποιτο δ’ ἂν εἰπεῖν ἤδη καὶ περὶ τῆς περιβολῆς· αὕτη γὰρ λοιπὴ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέα καταλείπεται, ᾗπερ ὅτι ἐναντία ἦν ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἰρήκαμεν. Περὶ περιβολῆ ς .
1 11 (t) [45] ἐν ταὐτῷ καὶ περὶ μεστότητο ς . Μετὰ τὸν περὶ σαφηνείας λόγον ὑποθέμενοι περὶ μεγέθους εἰπεῖν καὶ ὄγκου καὶ ἀξιώματος τοῦ ἐν λόγῳ ἔφαμεν τοῦτο ποιεῖν σεμνότητά τε καὶ τραχύτητα καὶ ἔτι αὖ σφοδρότητα λαμπρότητά τε καὶ ἀκμὴν καὶ τελευταῖον ἐπὶ πᾶσι τὴν περιβολήν. οὐκοῦν περὶ τῶν ἄλλων ἁπασῶν εἰπόντες ἰδεῶν, αἳ τὸ μέγεθος ἐποίουν, ἀναγκαίως ἂν ἤδη λέγοιμεν καὶ περὶ τῆς περιβολῆς. τά τε γὰρ ἄλλα ἀξία σπουδῆς ἡ περὶ αὐτῆς ἐπιστήμη καὶ ὅτι πλείονι ταύτῃ τῶν ἄλλων ἰδεῶν ἁπασῶν, καθ’ ἃς λόγου μέγεθος γένοιτ’ ἄν, ὁ ῥήτωρ κέχρηται. ἀλλὰ τὴν μὲν αἰτίαν, δι’ ἣν οὕτω πεποίηκεν ἐκεῖνος, ὕστερον λέξομεν· οὐ γὰρ ἐγχωρεῖ νυνὶ λέγειν, πρὶν περὶ αὐτῆς τι προδιδάξαι τῆς περιβολῆς· περὶ αὐτῆς δ’ ἂν ἤδη ταύτης εἴη λεκτέον. ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἴρηται. Γίνεται τοίνυν περιβολὴ κατ’ ἔννοιαν μέν, ὅταν ἤτοι ἔξωθέν τι προσλαμβάνῃς τούτῳ, περὶ οὗ ὁ λόγος, οἷον γένος εἴδει «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεί, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν», ἢ ἀόριστον ὡρισμένῳ, οἷον «πολλὰ μὲν οὖν ἔγωγ’ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα», ἢ ὅλον μέρει, οἷον «ἀλλ’ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν»· οὐ γὰρ ἡ ἀκρόπολις γένος οὐδ’ ὁ ἐκ δεξιᾶς τῆς Ἀθηνᾶς τόπος εἶδος τῆς ἀκροπόλεώς ἐστιν οὐδὲ ἀόριστόν τι καὶ ὡρισμένον, ἀλλ’ ὅλον καὶ μέρος καὶ προσείληπται τῷ μέρει τὸ ὅλον. ποιεῖ δὲ καὶ τὸ κατ’ ἄθροισιν προσλαμβανόμενον ἔξωθεν, εἰ καὶ μὴ προσληφθείη τὸ ἀόριστον, ὅμως περιβολήν τινα, οἷον «δύο δὲ καὶ μεγάλα, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε», καὶ πάλιν «τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀχαρίστους ἀπίστους εἶναι δοκεῖν» καὶ πάλιν ἐνταῦθα δύο εἴρηκεν, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε. πολλὰ παρὰ τῷ ῥήτορι καὶ τούτου καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ παραδείγματα. —Εἰδέναι δὲ χρή, ὡς αἱ τοιαῦται προσλήψεις καὶ εὐκρινείας εἰσίν, οὐ περιβολῆς μόνον ποιητικαί· κατὰ μὲν γὰρ τὸ προειδέναι τοὺς ἀκούοντας, περὶ ὅσων ἀκούσονται, ποιεῖ τὴν εὐκρίνειαν, καθὸ δὲ ἔξωθεν προσείληπται, περιβάλλει. θαυμάζειν δὲ οὐ χρή, εἰ δοκοῦσά πως ἡ εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος δύναται γίνεσθαι, οἷον διὰ τῆς τοῦ κατ’ ἄθροισιν προσλήψεως· οὐ γὰρ οὕτως ἐστὶν ἐναντία τὰ τῶν λόγων εἴδη, καθάπερ ἄλλα τινά, ὡς μὴ δύνασθαι συνυπάρχειν, οἷον ὥσπερ τὸ θερμὸν τῷ ψυχρῷ ἢ ὁ θάνατος τῇ ζωῇ ἢ ἡ νὺξ τῇ ἡμέρᾳ ἢ ὅσα τοιαῦτα, ἀλλὰ τοὐναντίον πέφυκε δύνασθαι συνυπάρχειν τὰ ἐναντία ταῦτα καὶ τότε μᾶλλον θαυμαστὸς ὁ λόγος γίνεται, ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται.
1 11 (50) [95] δυσχερὴς δὲ ἡ μῖξις, καὶ σχεδὸν οὐδεὶς οὕτω καλῶς οὐδὲ τῶν ἀρχαίων αὐτῇ κέχρηται ὡς ὁ ῥήτωρ, μετά γε Ὅμηρον. πῶς γὰρ οὐ δυσχερὲς μῖξαι καθαρότητα μὲν περιβολῇ καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφήνειαν, σεμνότητι δὲ τὸ λεπτὸν καὶ τὴν χάριν τῷ διηρμένῳ πρὸς μέγεθος, σφοδρότητι δὲ τὴν ἀφέλειαν καὶ τῇ τραχύτητι τὸ μεθ’ ἡδονῆς· ἔνθα δὲ τόλμης δεῖ, κάλλος καὶ τὸ κεκοσμημένον ἅμα πιθανότητι, λαμπρότητι δὲ τὸ γοργόν τε καὶ ἀγωνιστικὸν καὶ οἷον εὔζωνον χωρὶς εὐτελείας καὶ ταπεινότητος, τῷ δὲ ἀκμαίῳ πάλιν τὸ πιθανὸν καὶ τὸ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου ἐμφαντικὸν ὅσα τε ἄλλα τῶν εἰδῶν τοῦ λόγου τῆς ἐναντίας ἀλλήλοις δοκεῖ πως εἶναι φύσεως. τούτου γὰρ οὐκ οἶδ’ εἴ τι γένοιτ’ ἂν ἐν λόγῳ χαλεπώτερον, ἄλλως τε καὶ τούτοις ἅπασιν αὐτοῖς τε ἑκάστοις καὶ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εἰς δέον χρήσεσθαι. ἀλλὰ ταῦτα μὲν ἀκριβῶς δεῖξαι καὶ διὰ παραδειγμάτων ἑτέρου δεῖται καιροῦ τοῦ περὶ μεθόδου δεινότητος ὅτε λέγοιμεν. νῦν δὲ εἰς τοσοῦτον εἰρήσθω, τοῦ μηδένα θαυμάζειν, ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς, εἰ περιβολὴ δύναται διὰ ταὐτοῦ γίνεσθαι καὶ εὐκρίνεια· σχεδὸν γὰρ ταῦτα οὐδὲ ἐναντία ἐστίν, ἀλλὰ καὶ ἀναγκαῖον ἀεὶ τοῖς περιβλητικοῖς ἅπασιν, ὅτε αὐξηθείη καὶ μεστὸν ποιεῖ τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν μὴ συγχέοιτο μηδ’ ἀσαφὴς ὁ λόγος γίνοιτο, ὅπερ καὶ ἐν τῷ περὶ εὐκρινείας ἐδείξαμεν. Ἐπάνειμι δὴ πάλιν ἐξ ἀρχῆς ἐπὶ τὸν τῆς περιβολῆς λόγον. ἤτοι γάρ, ὅπερ ἔφην, ὅταν προσλάβῃ τις τῶν ἔξωθέν τι, ποιεῖ κατ’ ἔννοιαν περιβολήν, ὡς ἐδείξαμεν, ἢ ὅταν μὴ ψιλὰ λέγῃ τὰ πράγματα μηδὲ καθ’ ἑαυτά, ἀλλὰ μετὰ τῶν παρακολουθούντων, οἷον τόπου, χρόνου, αἰτίας, τρόπου, προσώπου καὶ ἔτι γνώμης τῆς τοῦ προσώπου πάντων τε ἁπλῶς τῶν τοιούτων, οἷον ‘ὑπεσχόμην χορηγήσειν‘. πότε; ‘τρίτον ἔτος τουτί‘. ποῦ; ‘ἐν τῇ ἐκκλησίᾳ‘. διὰ τί; ‘οὐ καθεστηκότος χορηγοῦ καὶ διὰ τοῦτο λόγων καὶ λοιδορίας γινομένων.‘ πῶς ὑπέσχου; ‘ἐθελοντήσ‘. τίς ὤν; ‘οὐ πάνυ πλούσιος. μανία γὰρ ἴσως ἐστίν‘, ἔφη, ‘τὸ παρὰ τὴν δύναμίν τι ποιεῖν‘· τοῦτο δέ ἐστι τῆς τοῦ προσώπου προσλήψεως ἴδιον. τίνι γνώμῃ; ‘διὰ φιλοτιμίαν‘. προηγουμένως μὲν οὖν κατ’ ἔννοιαν ἀπὸ τούτων γίνεται περιβολή. δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων καὶ μᾶλλον ποιεῖν ἐμπερίβολον κατ’ ἔννοιαν τὸν λόγον καὶ ἐξ ἑτέρων, οἷον ‘ὑπεσχόμην χορηγήσειν πένης ὤν‘· τοῦτο μὲν ἦν τοῦ προσώπου ψιλόν· ηὔξηται δὲ πῶς; πρῶτον μὲν ἀπὸ τῆς πρὸς ἕτερον διαφορᾶς, οἷον ‘μηδενὸς ὑπισχνουμένου‘, εἶτα ἄλλη αὔξησις ‘μηδὲ τῶν πλουσίων‘, εἶτα ἑτέρα ‘καὶ οὐδὲ τῶν ἄλλων λειτουργιῶν ἀτελὴς μεμενηκώς, ἀλλὰ πολλὰ λελειτουργηκὼς καὶ ἐν ἐπιδόσεσι καὶ ἐν τριηραρχίαισ‘.
1 11 (100) [155] καὶ ὅλως καθ’ ἕκαστον ἐθέλων αὔξειν εὕροις ἂν πολλὰ καὶ ἐνθυμήματα καὶ παραδείγματα καὶ ὡρισμένα καὶ ἀόριστα· οὐ γὰρ μόνον ἀπὸ τῶν προειρημένων περιβάλλοι τις ἄν, ἀλλὰ καὶ ἐπιχειρῶν πανταχόθεν, οἷον ἀπὸ τοῦ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, τοῦ γένους, τοῦ εἴδους, τοῦ ὅλου, 〈τοῦ μέρους,〉 ἔτι ἀπὸ τοῦ μείζονος, ἴσου, ἐλάττονος. ταῦτα δὲ ἴσως οὐδὲ προσλήψεις εἰσίν, ἀλλὰ πίστεις μᾶλλον, τὰ διὰ τούτων ἐνθυμήματα λέγω καὶ παραδείγματα γινόμενα, καὶ δεῖται λόγου τοῦ περὶ πίστεων. —Ἔτι περιβάλλει κατ’ ἔννοιαν καὶ τὸ μὴ αὐτὰ τιθέναι μόνα τὰ πραχθέντα, ἀλλὰ καὶ τὰ ἐκβάντα ἄν, εἰ μὴ τοῦτο ἐγένετο, καὶ δέον τινὰ πρᾶξαι ὅτι παρῆκεν, ὡς εἰ λέγοιμεν ὅτι «πάντα τὰ ἄλλα ἀφεὶς καὶ παριδὼν ἐπέραινεν, ἐφ’ οἷς ἐμισθώθη». Ἀλλὰ κατ’ ἔννοιαν μὲν οὕτω γίνεται περιβολή. Μέθοδοι δὲ ποιοῦσι περιβολὴν αἵδε· τὸ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτ’ ἀναγκάζεσθαι ἐπεμβάλλειν τὰ πρῶτα καὶ τῷ σχήματι χρῆσθαι τῷ κατ’ ἐπεμβολήν, οἷον «ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι»· εἶτ’ ἐπενέβαλε τὰ πρῶτα «οὔτε μικρὸν οὔτε μέγα οὐδ’ ὁτιοῦν εὑρημένοι τῶν [ὑπὸ τούτου ῥηθέντων], ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, λεχθέντων καὶ προσδοκηθέντων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «προσῇμεν τῇ βουλῇ». τὸ γοῦν ἀναστρέφειν τὰ πράγματα περιβάλλει κατὰ μέθοδον, ἵν’ ὅπερ ἔφην ἀναγκάζηται ἤτοι ἐπεμβάλλειν, ὡς ἐνταῦθα, ἢ ἐπισυνάπτειν ἀναγκαίως τὰ πρῶτα, οἷον «ἀλλ’ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω) ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι»· μέχρι μὲν δὴ τούτου ἐπεμβολή τις γέγονεν ἡ τοῦ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω». τὸ δὲ ἑξῆς ἐπισυνῆπται, καὶ κατὰ τοῦτο δὲ πεποίηκε τὴν περιβολήν, οἷον «ὅτε δεῦρ’ ἤδη τὸ στράτευμ’ ἄγων ἐβάδιζε Φίλιππος», εἶθ’ ὕστερον ἡ ποιότης καὶ αὐτὴ περιβάλλουσα μετὰ αὐξήσεως, οἷον «αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν». εἰ δέ τι καὶ τῷ δι’ ἐπικρίσεως εἰπεῖν τὴν ποιότητα πεποίηκεν ὁ ῥήτωρ ἕτερον, ἄλλου λόγου· ἐπεὶ καὶ τὸ ἐπεμβληθὲν ἐν ἀρχῇ τὸ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω» οὐ μόνον περιβολὴν ἐποίησεν, ἀλλὰ καὶ γοργότητα, ὁμοῦ 〈δὲ〉 διακόψαν τὸν λόγον καὶ ἀληθινοῦ πως τύπου δοκεῖ εἶναι. ἀλλ’ οὐ νῦν περὶ τούτου. — Τό τε οὖν ἀναστρέφειν τῶν πραγμάτων τὴν τάξιν μέθοδος περιβολῆς, ὡς εἴρηται, καὶ τὸ τὰς κατασκευὰς τῶν προτάσεων καὶ τὰς πίστεις τάς τε τούτων αὐξήσεις πρώτας τιθέναι τῶν προτάσεων αὐτῶν, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου· μερικῆς γὰρ οὔσης ἐν αὐτῷ προτάσεως τῆς ὅτι ‘συμφέροντα ἔθηκα νόμον τὸν περὶ τῶν τριηραρχιῶν‘ καὶ κατασκευαζομένης ταύτης ἔκ τε τοῦ παῦσαι τοὺς πένητας ἀδικουμένους καὶ τοῦ κωλῦσαι τοὺς πλουσίους ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς γινομένους καὶ τὴν πόλιν ὑστερίζουσαν τῶν καιρῶν, σκόπει, πῶς εἰσάγει τὰς κατασκευὰς καὶ τὰς αὐξήσεις τῆς προτάσεως πρώτας αὐτῆς ἐκείνης· «ὁρῶν γάρ», φησί, «τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τοὺς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα ἀπολλύντας, ἔτι δ’ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον» καὶ τὰ ἑξῆς.
1 11 (150) [195] πολὺ δὲ ἐνταῦθα καὶ τὸ τῆς δεινότητος, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ δείξομεν. ὅμοιον δὲ τούτῳ καὶ τὸ «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, σκοπεῖν»· τοῦ γὰρ προοιμίου ἡ μὲν πρότασις, ὅτι δεῖ νεωτέρου ὄντος καὶ πρώτου λέγοντος ἀνέχεσθαι, αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρήκασιν ἐπὶ πολλῶν ἐκκλησιῶν, καὶ εἴ τινες ἄλλαι· ἃς δὴ κατασκευὰς προὔταξε τῆς προτάσεως. οὗ τοὐναντίον Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ ποιήσας ἧττόν τε ἐμπερίβολον καὶ πόρρω δεινότητος πεποίηκε τὸν λόγον, οἷον «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν, ὅτι τὸν ἄλλον ἅπαντα χρόνον τοῖς τῆς πόλεως νόμοις ἐμμεμενηκώς» καὶ τὰ ἑξῆς. Ἀλλὰ μέθοδοι μὲν αὗται, καθ’ ἃς περιβάλλεται λόγος. Λέξις δὲ καθ’ ἑαυτὴν ἰδία περιβολῆς, ὥσπερ ἦσαν ἄλλαι τινὲς ἴδιαι τῶν ἄλλων ἰδεῶν, οὐκ ἔστι κατά γε ἐμέ, εἰ μή τις τὰς ἰσοδυναμούσας ἑτέραις λέξεσι διὰ τὸ ἐκ παραλλήλου δύνασθαι τίθεσθαι περιβολῆς ἰδίας λέγοι, οἷόν ἐστι καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» καὶ τὸ «ἃ ἐγὼ προορώμενος, ὦ Ἀθηναῖοι, καὶ λογιζόμενος γράφω ψήφισμα» καὶ τὸ «εἰσὶ κρίσεις καὶ ἀγῶνες πικρὰ καὶ μεγάλα ἔχοντες ἐπιτίμια» καὶ τὸ «ὅτι τότε μὲν ὁ δῆμος δεσπότης καὶ κύριος ἦν ἁπάντων τῶν ἀγαθῶν». καὶ ὅλως μυρία ἐστὶ τούτου γε παρὰ τῷ ῥήτορι τὰ παραδείγματα, ἃ καὶ ἐξετάζοντες τινές, ὡς ἂν ἐξετάσαιεν αὐτοὶ τοὺς λόγους, εἰρήκασι περιβολῆς εἶναι ἴδια. ἀλλ’ ἡμεῖς τό γ’ ἡμῖν δοκοῦν περὶ τούτων εἰρήκαμεν. πλεονασμὸν μὲν γὰρ ἴσως ἔχει τινὰ καὶ ἤτοι ἔλεγχον ἢ αὔξησιν ἢ σαφήνειαν ἤ τι τῶν τοιούτων, περιβολὴν δὲ εἰ καὶ ἐμφαίνει, ἀλλ’ οὖν οὐ κατὰ τὴν λέξιν· οὐδεμία μὲν γὰρ λέξις αὐτὴ καθ’ ἑαυτὴν ἔχει περιβολήν, τῇ δὲ πρὸς ἀλλήλας οἶμαι συμπλοκῇ καὶ τὴν ἔμφασιν τοῦ περιβεβλῆσθαι ποιοῦσιν. οὔκουν περιβλητικὸν τὸ «τί ἐροῦμεν» οὐδὲ τὸ «τί φήσομεν» οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων αὐτὸ καθ’ αὑτὸ οὐδέν, ἀλλ’ ἡ ἐκ παραλλήλου θέσις αὐτῶν πεποίηκεν ἴσως τινὰ ἔμφασιν περιβολῆς· τοῦτο δὲ οὐχὶ λέξεως δήπουθεν, ἀλλ’ ἴσως μεθόδου. ἐπεὶ καὶ ἐννοίας ὅλας ἐκ παραλλήλου τίθεμεν, ὅταν ἐπιμένωμεν, ἀλλ’ οὐκ οἶμαι τοῦτο εἶναι περιβολῆς ἴδιον, δεινότητος δὲ μᾶλλον τῆς κατὰ μέθοδον· ταῖς γὰρ ἐπιμοναῖς ἐφ’ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα, ὡς ὁ ῥήτωρ ἐν τῷ Περὶ τοῦ στεφάνου «πότερον», φησί, «τὴν πόλιν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὑτῆς» καὶ τὰ ἑξῆς.
1 11 (200) [260] ταύτῃ γὰρ τῇ ἐννοίᾳ πλεῖον ἢ τετράκις ἐν ταὐτῷ τόπῳ κέχρηται καὶ τὸ μέγιστον διὰ ταὐτοῦ σχήματος, λέγω δὴ τοῦ κατ’ ἐρώτησιν ἐξ ἀποστροφῆς· διὰ γὰρ τὸ ἔνδοξον τῆς ἐννοίας ἐπιμένει καὶ δεινῶς ἐπίκειται τῷ ἐχθρῷ, ταῖς συνεχέσιν ἐρωτήσεσιν οὐδὲ ἀναπνεῖν ἐῶν. καὶ ἐν οἷς μὲν ἂν ἰσχυρίζεσθαι δύνηται, τοῦτο ποιεῖ, ἐν οἷς δ’ ἂν ἀσθενὴς ὁ λόγος ᾖ, ὡς ἑτέρως· ἅπαξ γὰρ καὶ δι’ ἐλαχίστων εἰπὼν ἀπαλλάσσεται· φανεῖται δὲ τοῦτο ἐν τῷ περὶ δεινότητος. ταῖς τε οὖν ἐπιμοναῖς ἐφ’ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα καὶ τοῦτο ἦν μεθόδου δήπουθεν· ὥστε εἴη ἂν καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» μέθοδός τις, ἣν οὐ φαῦλον συγχωρῆσαι ποιεῖν περιβολήν· καὶ ἔστω ἐν τῷ περὶ μεθόδου περιβολῆς καὶ ἡ ἐπιμονή, καίτοι οὐ πανταχοῦ, ἔνθα ἂν εὑρεθείη, περιβολὴν ποιεῖ· ἀλλ’ οὖν συγχωρείσθω διά τε τὰ προειρημένα, τὸ «τί ἐροῦμεν; ἢ τί φήσομεν;» λέγω, καὶ ἔτι τὰ τοιαῦτα οἷον «καίτοι ὁπηνίκα ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμέ»· καὶ γὰρ ἐνταῦθα ὁμοίως περιττεύει τὸ ἕτερον κῶλον ἐκ παραλλήλου τεθέν, ὥσπερ ἐκεῖ ἡ λέξις. Σχήματα δὲ περιβλητικὰ πρῶτα μέν εἰσι καθόλου πάντα τὰ ἐφελκόμενα δευτέρας ἢ καὶ τρίτας ἐννοίας· πρὸς δὲ τούτοις ἕτερ’ ἄττα, περὶ ὧν καθ’ ἕκαστον ἐροῦμεν. καὶ πρῶτον μὲν περὶ τῶν οὐ δυναμένων στῆσαι τὰς ἐννοίας αὐτὰς ἐφ’ ἑαυτῶν, ὅπερ δὲ ἔφην ἐφελκομένων ἑτέρας ταῖς πρώταις λέξομεν. ἔστι τοίνυν ἥ τε ἀπαρίθμησις τοιαύτη, οἷον ‘πρῶτον μὲν τόδε, δεύτερον δὲ τόδε‘. τοῦτο δὲ καὶ εὐκρινείας καὶ ἀφελείας ἐστίν, εἰ σύνεγγυς λάβοι τὴν ἀνταπόδοσιν· τὸ γὰρ διὰ μακροῦ περιβλητικόν. εἰ δὲ καὶ ἐξ ἐπαναλήψεως γίνοιτο, ἕνεκα μὲν τῆς ἐπαναλήψεως εὐκρινῆ ποιεῖ τὸν λόγον, τὴν δὲ περιβολὴν διὰ τὸ διὰ μακροῦ ἀποδεδόσθαι πάντως ἔχει, οἷον «πρῶτον μέν, ὦ Ἀθηναῖοι, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ»· εἶτα πολλὰ εἰπὼν ἐξ ἐπεμβολῆς ἐπανέλαβε πάλιν «πρώτου μὲν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον», εἶθ’ οὕτως ἀπέδωκε τὸ ἀναγκαίως ἑπόμενον τῷ σχήματι, οἷον «δευτέρου δὲ τίνος» καὶ τὰ ἑξῆς. —Ἥ τε οὖν ἀπαρίθμησίς ἐστι σχῆμα περιβλητικὸν καὶ τὰ ἐοικότα ταύτῃ, τό τε ἀπαριθμητικὸν λέγω, οἷον «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν» καὶ τὰ ἑξῆς, «ἔπειθ’ ὅπερ ἐστὶν ὑπὲρ ὑμῶν», καὶ τὸ κατὰ προτίμησιν λεγόμενον, οἷον «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου». Ἐφέλκεται ἐννοίας καὶ τὰ καθ’ ὑπόθεσιν σχήματα, καὶ μάλιστα εἰ μετὰ μερισμοῦ τις ὑποτιθοῖτο, οἷον «εἰ μὲν γὰρ ἐνταῦθ’ ἦν ἤδη τὰ πράγματα, Αἰσχίνη, ὥστε μηδ’ αἰσθανομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν;» εἶτ’ ἐξ ἀνάγκης ἐπηκολούθησε τὸ «εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;» ὅτε μέντοι τις ἄνευ μερισμοῦ ὑποθετικῷ σχήματι χρήσαιτο, πάντως μὲν ἐρεῖ τι καὶ κατὰ ἀνάγκην ἐφεπόμενον ἕτερον νόημα, οὐ μὴν ὁμοίως ποιήσει περιβολήν· οὐ γὰρ ὡσαύτως ἐμφαίνεται, ὅτι κατ’ ἀνάγκην ἠκολούθησεν, ὥσπερ ἐν τῷδε «εἰ γὰρ τὸ κωλῦσαι τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι τὴν εἰρήνην ἐπεπράκειν ἐγὼ Φιλίππῳ», εἶτα τὸ ἑπόμενον ἐξ ἀνάγκης «σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν».
1 11 (250) [295] Ἐφέλκονται νοήματα καὶ οἱ πλαγιασμοί, οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου» κατὰ τόδε καὶ τόδε, εἶτα τὸ ἐφελκόμενον «ὑμεῖς μὲν οὕτω διέκεισθε». περιβέβληται δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ σχῆμα, ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ κατ’ ἄλλα σχήματα πλείονα, οἷον τὸ ἐξ ἐπεμβολῆς τὸ «οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε» καὶ τὸ ἀπαριθμητικὸν οἷον «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ ἄλλα συχνά. ἀλλ’ οὖν ὅ γε πλαγιασμὸς πλεῖστον ἔχει τῆς περιβολῆς, ὥσπερ κἀν τῷδε «πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθ’ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ» καὶ τὰ ἑξῆς. Ὅλως τε μυρία τούτου παραδείγματα παρὰ τῷ ῥήτορι καὶ καθόλου τῆς περιβολῆς· οὐ γὰρ ἔστιν, ὅ τι μὴ περιβέβληται τῶν τούτου, λέγω δέ, εἰ μὴ κομματικόν τις ἀπολαβὼν λέγοι, ὡς ἀπερίβλητόν γε καὶ καθαρὸν εἴη, ὥσπερ τὸ «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων. οὗτος ἀστρατείας ἑάλω», ἀλλὰ τὸ διαρκὲς εἰ θεωροίη· ἐπεὶ εὐθὺς ἐνταῦθα τὸ «κέχρηται συμφορᾷ» ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου; καὶ ὅλως τά γε ἐφεξῆς ἅπαντα πῶς οὐ περιβεβλημένα; μυρία τοίνυν ὅπερ ἔφην παρὰ τῷ ῥήτορι τὰ παραδείγματα τῆς περιβολῆς, ὅπου γε καὶ ἐν ἰδιωτικοῖς οὐδὲν ἧττον πλεονάζει τῇ ἰδέᾳ ταύτῃ, ἔνθα καὶ μᾶλλον οἶμαι δεῖ τῆς καθαρότητος διὰ τὸ ἐν ἤθει τὸ πλεῖστον αὐτῶν εἶναι. τὸ δ’ αἴτιον τοῦ πλεονάζειν αὐτὸν τῇ περιβολῇ—καὶ γὰρ ἐπηγγειλάμην ἐρεῖν ἐν τῷ περὶ αὐτῆς λόγῳ—, ὅτι μεγέθους μὲν αὐτῷ μέλει καὶ ἀξιώματος, τῶν δὲ ἄλλων ἰδεῶν, αἳ ποιοῦσι τὸ μέγεθος τῶν τοῦ ῥήτορος λόγων, ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία πλὴν σφοδρότητος ἁρμόττει καὶ ταύτης οὐ καθαρᾶς, ἀλλὰ μετά τινος παραμυθίας, τῶν δὲ ἄλλων οὐδεμία· οὔτε γὰρ τραχύτητι οὔτε σεμνότητι οὔτε λαμπρότητι οὔτε ἀκμῇ χρήσαιτο ἄν τις ἀκριβῶς ἐν ἰδιωτικοῖς, σφοδρότητι μέντοι ἔστιν ὅπου καὶ ταύτῃ μετὰ ἤθους τινὸς ὡς ἐν τῷ «ἀλλ’ ὦ χαλεπώτατε Βοιωτέ» δύναται χρῆσθαι, καὶ εὕροις ἂν τούτου πολλὰ παραδείγματα.
1 11 (300) [355] ἡ μέντοι περιβολὴ ἠδυνήθη ἁρμόσαι σχεδὸν διόλου καὶ τοῖς ἰδιωτικοῖς, ὡς αὐτὸ δήπου δείκνυσι τὸ ἔργον, ἐν δὲ τοῖς δημοσίοις τῶν ἀγώνων δύνανται μέν πως καὶ αἱ λοιπαὶ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέαι διὰ τὸ μέγεθος τῶν πραγμάτων συμπαραλαμβάνεσθαι, καὶ μάλιστα εἰ τὸ λέγον πρόσωπον ἀξίωμα ἔχοι, ὡς ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου, καὶ εἰ καθόλου λέγοιτο, εἰ ἐνδέχοιτο ἐπιφοράν· ἀκμὰς γὰρ τότε μάλιστα ἐγχωρεῖ ποιεῖν, ὡς ἐν τοῖς Κατὰ Φιλίππου. οὐ μὴν οὐδὲ ἐνταῦθα ἐκείναις μᾶλλον ἔστι πλεονάσαι, οἷον σεμνότητι ἢ τραχύτητι ἢ σφοδρότητι ἢ λαμπρότητι ἢ ἀκμῇ, ὥσπερ τῇ περιβολῇ. τοῦτ’ οὖν τὸ αἴτιον τοῦ πλεονάζειν τὸν ῥήτορα ταύτῃ παρὰ τὰς ἄλλας, ἅτε τὴν ἄκραν ἐπιστήμην ἔχοντα περὶ τοὺς λόγους. Ἀλλ’ ὅθεν ἐξέβημεν, πάλιν ἐπανιτέον ἐπὶ τὰ σχήματα τῆς περιβολῆς. Ἐφέλκεται γὰρ νοήματα καὶ τὸ ἐπιτρέχον καλούμενον σχῆμα ἐκ τοῦ παρασυναπτικοῦ, οἷον «ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτ’ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι» καὶ τὰ ἑξῆς. —Ἔτι ἐφέλκονται νοήματα καὶ αἱ ὑποστάσεις, οἷον «ἐξήλεγξα τὸν Φίλιππον φανερῶς οὕτως, ὥστε τοὺς ἐκείνου συμμάχους αὐτοὺς ἀνισταμένους ὁμολογεῖν» καὶ πάλιν «ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ, τοσαύτην ὑπάρξαι μοι» καὶ τὰ τοιαῦτα. —Ἔτι ἐφέλκονται νοήματα καὶ οἱ μερισμοί, οἷον «ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· ἃ δ’, ἀφ’ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα ἐρῶ». ἐπεὶ δὲ πολὺ τὸ σχῆμά ἐστι τὸ τοῦ μερισμοῦ σχεδὸν ἐν παντὶ τῷ λόγῳ, οὐ μόνον ἐν τῷ Δημοσθενικῷ, ἄξιόν τι καὶ πλεῖον εἰπεῖν περὶ αὐτοῦ. μερισμὸς γὰρ πᾶς ἔμφασιν μὲν πάντως ἔχει περιβολῆς διὰ τὸ ἐφέλκεσθαί τι· ἤτοι δὲ φανερὰν ἔχει τὴν περιβολὴν ἢ μέχρι μὲν ἐμφάσεως περιέβαλεν, ἕτερον δέ τι ἐποίησε. διὰ μακροῦ μὲν γὰρ ὅτε ἀπολαμβάνοι τὴν ἀνταπόδοσιν, περιβάλλει πάντως, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς» μέχρι τοῦ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι»· ἐνταῦθα γὰρ ἡ ἀνταπόδοσις. τοῦτο δὲ τὸ παράδειγμα καὶ μεστόν, οὐ μόνον περιβεβλημένον ἐστίν. ἔστι γὰρ ἡ μεστότης οὐδὲν ἄλλ’ ἢ περιβολὴ πλεονάσασα ἐν αὑτῇ, ὥσπερ ἂν εἴ τις λέγοι περιβολὴ περιβεβλημένη· μικρὸν δὲ ὕστερον σαφέστερον περὶ αὐτῆς ἐροῦμεν καὶ μετ’ ἐναργεστέρων παραδειγμάτων. ἀλλ’ οὖν ὅ γε μερισμὸς διὰ μακροῦ μὲν ἔχων τὴν ἀνταπόδοσιν περιβάλλει τὸν λόγον, ὡς ἐλέγομεν, διὰ ἐλαχίστου δὲ γοργὸν ποιεῖ, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις» καὶ πάλιν «εἶτα κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονί». εἰ μέντοι κατὰ συζυγίαν παραληφθείη, καὶ καλὸν ὁμοῦ καὶ ἐπιμελῆ τὸν λόγον ἐποίησεν, οἷον «παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία τῇ πόλει»· δύο γὰρ κῶλα συντεθέντα δύο κώλοις ἑτέροις συνεζευγμένοις ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ τὴν ἀνταπόδοσιν ἔχει· ἐνταῦθα δὲ τὸ κάλλος καὶ αἱ παρισώσεις ἐποίησαν, οὐ μόνον ὁ κατὰ συζυγίαν μερισμός.
1 11 (350) [395] ἔτι δ’ οἱ μερισμοὶ ποιοῦσι μεστὸν 〈τὸν〉 λόγον, ὅταν τε αὐτοὶ αὑτοῖς ἐπεμβάλλωνται, οἷον «εἰ μὲν περὶ καινοῦ τινος πράγματος, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς· πρὶν γὰρ ἀνταποδοῦναι, ἐπενέβαλεν ἕτερον μερισμὸν «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτου ῥηθέντων, ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μή, τότ’ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν», εἶθ’ ὕστερον ἡ ἀνταπόδοσις «ἐπειδὴ δὲ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν»· μεστὸς οὖν ἐγένετο διὰ τοῦτο ὁ λόγος. ὅταν τε οὖν αὐτοὶ 〈αὑτοῖσ〉 ἐπεμβάλλωνται οἱ μερισμοί, μεστότητα ποιοῦσι, καὶ ὅταν ἀλλήλων ἐξηρτημένοι ὦσιν, οἷον «τοῦτο τοίνυν τὸ ψήφισμα τῷ μὲν ἑνὶ τῷ Κερσοβλέπτῃ συμπράττοντι τὴν ἀρχὴν Χαριδήμῳ ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος, μή τινα αἰτίαν ἔχωσι, παριστάν», εἶτα πρὶν ἀπολῦσαι τὴν διάνοιαν ἐπισυνῆψεν ἐξαρτήσας τοῦ προτέρου ἄλλον μερισμὸν «τοὺς μὲν ἀσθενεῖς, τὸν δ’ ἕνα ὄντα ἰσχυρὸν καθίστησι»· μεστὸν οὖν ἐποίησε τὸν λόγον. ὅλως οὖν ἡ μεστότης γίνεται, ὅταν σχήματα περιβλητικὰ δι’ ἀλλήλων πλεονάσῃ κατὰ ἐπεμβολὴν ἢ κατὰ ἐξάρτησιν, ὡς προείρηται, ἢ εἰ καὶ ἑτέροις περιβλητικοῖς ἕτερα τοιαῦτα οὑτωσί πως συμπλακείη, οἷον μερισμῷ τῷ καθ’ ὑπόστασιν ἢ ἄλλῳ τῳ ἄλλο τοιοῦτον ἐπεμβληθὲν ἢ ἐξαρτηθέν, ὡς ἐδείξαμεν ὀλίγῳ ἔμπροσθεν. ἔστι γὰρ ἡ μεστότης οὐδὲν ἄλλ’ ἢ πλεονάσασα περιβολή· τὰ γὰρ ποιοῦντα τὴν περιβολήν, εἰ πλείονα παραληφθείη κατὰ ταὐτόν, οἷον ἐπεμβολαὶ καὶ τὰ τοιαῦτα, μεστὸν ποιοῦσι τὸν λόγον. μεγάλης δὲ εὐτονίας καὶ δυνάμεως ἐν τοῖς τοιούτοις ἐστὶ τὸ σαφῶς καὶ μὴ συγκεχυμένως εἰπεῖν, τῷ ῥήτορι δὲ πολὺ τούτου τὸ περιόν. Ταῦτα περί τε μερισμοῦ καὶ μεστότητος. Ποιεῖν δὲ ἔφαμεν περιβολὴν σχήματα οὐ μόνον τὰ ἐφελκόμενα ἕτερα νοήματα, ἀλλὰ καὶ ἄλλα ἄττα, περὶ ὧν ἀνάγκη καὶ αὐτῶν εἰπεῖν. τό τε οὖν κατὰ ἄρσιν καὶ θέσιν περιβάλλει τέλειον ποιοῦν τὸν λόγον, οἷον «οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα», εἶτα ἡ θέσις «ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους». τοῦτο τὸ σχῆμα οὐκ ἔθεμεν ἐν τοῖς ἐφελκομένοις ἄλλα νοήματα, ὅτι καθ’ αὑτὴν ἡ ἀναίρεσις δύναται τίθεσθαι καὶ οὐκ ἀναγκαίως αὐτῇ ἕπεται ἡ θέσις, οἷον «οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγ’ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε»· οὐδὲν γὰρ ἐπηκολούθησε θετικὸν τῇ ἀναιρέσει.
1 11 (400) [445] —Τό τε οὖν κατ’ ἄρσιν καὶ θέσιν περιβάλλει σχῆμα τέλειον ποιοῦν τὸν λόγον καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικόν· περιουσιαστικὰ γὰρ τὰ οὕτω προφερόμενα νοήματα δοκεῖ πως εἶναι, οἷον ‘οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδε‘· «οὐ γὰρ μόνον, εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω.» —Καὶ μὴν καὶ τὸ κατὰ συστροφὴν λεγόμενον σχῆμα σφόδρα ἐμπερίβολον, οἷον «εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων» καὶ τὰ ἑξῆς. Ἡ δὲ ἐπεμβολὴ καὶ ὅλως τὸ πρὶν ἀναπαῦσαι τὴν ἔννοιαν ὑποστρέφειν καὶ ἐπεμβάλλειν ἑτέρας ἐννοίας ὅτι περιβολῆς ἴδιον, ἱκανῶς καὶ ὀλίγῳ ἔμπροσθεν ἐν τῷ περὶ μεστότητος καὶ ἐν τῷ περὶ καθαροῦ λόγου καὶ ὅλως ἐν πλείοσιν εἰρήκαμεν, καὶ παραδείγματα δὲ αὐτοῦ τεθείκαμεν οὐκ ὀλίγα. εἰδέναι μέντοι χρή, ὅτι αὗται αἱ ἐπεμβολαὶ καὶ ὑπτιότητα ἐξαιροῦνται τὴν ἐν ταῖς ἀφηγήσεσι, διακόπτουσαι τὸν λόγον καὶ ποιοῦσαι κατ’ αὐτὸ τὸ διακόψαι γοργότερον· οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἶτα διέκοψε τὴν ἀφήγησιν ἐπεμβαλὼν τὸ «οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγ’ ἐπολιτευόμην πω τότε», εἶτα ἧκε πάλιν ἐπὶ τὴν ἀφήγησιν «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι». καὶ ὅλως, εἴ γε βραχεῖαι εἶεν αἱ ἐπεμβολαί, ἀλλὰ μὴ μακραί, μᾶλλον γοργὸν ἢ περιβεβλημένον ποιοῦσι τὸν λόγον, οἷον «τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι»· ὁρᾷς, πῶς εὐκίνητος καὶ γοργὸς ὁ λόγος ἐστίν; ἐγένετο δὲ διὰ τὴν ἐπεμβολὴν τὴν οὖσαν βραχεῖαν «ὅπερ καὶ ἀληθὲς ὑπάρχει», οὐ μὴν ἀπήλλακταί γε πάντῃ περιβολῆς οὐδ’ αὖ οὕτως, ὥσπερ οὐδ’, ὅτε μακραὶ εἶεν αἱ ἐπεμβολαί, ἀπηλλάχθαι γε ἐῶσι τὸν λόγον γοργότητος καίτοι μᾶλλον τότε ποιοῦσαι περιβολὴν ἢ γοργότητα. Καὶ τὰ μὲν κατὰ τὰς ἐννοίας καὶ μεθόδους καὶ σχήματα, καὶ εἴπερ ἄρα λέξις γένοιτ’ ἂν ὡς ἐδείξαμεν περιβολῆς, διαρκῶς ἀποδέδεικται. Κῶλά γε μὴν ἢ συνθήκας ἢ ἀναπαύσεις ἢ ῥυθμοὺς οὐκ ἔχομεν ἴδια περιβολῆς εἰπεῖν· πάντα τε γὰρ κῶλα ὡς ἔπος εἰπεῖν καὶ πάντας δέχεται ῥυθμοὺς τοὺς ἐν πάσαις ἰδέαις καὶ πάσας συνθήκας καὶ πάσας ἀναπαύσεις. διότι καὶ τὴν περιβολὴν ἐκεῖναι δέχονται πᾶσαι, πλὴν ἴσως τῆς καθαρότητος· ἐξίσταται γὰρ αὑτῆς ἡ καθαρότης, εἰ περιβληθείη, καὶ ὅλως, ὅπερ ἔλεγον κἀν τῷ περὶ αὐτῆς, ἐναντία ἐστὶ τῇ περιβολῇ· διὸ καὶ κατὰ πολλὰ ἀπὸ τῶν ἐναντίων ἀλλήλαις γίνονται ἥ τε περιβολὴ καὶ ἡ καθαρότης, εἰ καὶ μὴ κατὰ πάντα.
1 11 (450) [457] εἰ δ’ ἐγχωρεῖ κατ’ ἔννοιαν περιβάλλοντα τοῖς ἄλλοις καθαρὸν ποιεῖν τὸν λόγον ἢ τὸ ἀνάπαλιν, οὐ δεῖ θαυμάζειν· ἔστι γὰρ καὶ καθαρῶς δοκοῦντα λέγειν περιβάλλειν ταῖς ἐννοίαις τὰ παρακολουθοῦντα πάντα ἐξετάζοντα, καὶ τοὐναντίον αὖ περιβεβλημένως δοκοῦντα λέγειν καθαρὸν ἐκφέρειν τὸ ἐννόημα καὶ ψιλόν· καὶ τοῦτο οἶμαι σαφῶς ἐν τῷ περὶ καθαρότητος ἡμῖν δεδεῖχθαι. Περὶ ἐπιμελείας καὶ κάλλους.
1 12 (t) [55] Μετὰ τὸν περὶ σαφηνείας τε καὶ ἀξιώματος τοῦ κατὰ μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας τε καὶ κάλλους τοῦ κατ’ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγῳ πάντως καὶ κάλλους τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι. τούτῳ δ’ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον· εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας. Κάλλος τοίνυν τὸ ἐν λόγῳ κυρίως μὲν εἴη ἂν τὸ ἐκ πάντων τῶν ποιούντων τὰς ἰδέας αὐτοῦ πάσας, οἷον ἐννοιῶν, μεθόδων, λέξεων καὶ τῶν λοιπῶν, εὐάρμοστον καὶ σύμμετρον μετά τινος ἐμφαινομένης δι’ ὅλου τοῦ λόγου ποιότητος ἤθους μιᾶς πρεπούσης τῇ ἰδέᾳ, καθάπερ ἐν σώματι χρῶμα. λέγω δὲ ταὐτόν, εἴτε κατὰ μίαν αὐτῶν ἑκάστην ἐργάζεσθαί τις προαιροῖτο εἴτε καὶ πάσας μιγνύς, ὡς πεφύκασι μίγνυσθαι, τὸν ποικίλον τε καὶ Δημοσθενικὸν καὶ ὡς ὄντως πολιτικὸν μετιὼν λόγον, εἴτε καὶ τινὰς αὐτῶν τισὶ συναρμόττειν. ἐπειδὴ γὰρ καθόλου τὸ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν μετ’ εὐχροίας, δι’ ὧν δὴ λόγος τις γίνεται, εἴτε ἰδεῶν ὅλων μιγνυμένων εἰς ταὐτὸν εἴτε καὶ τῶν συμπληρούντων ἑκάστην ἰδέαν—ταῦτα γὰρ οἷον μέλη καὶ μέρη ἐστὶν αὐτοῦ—, δεῖ δήπουθεν, εἰ μέλλοι καλὸς ἔσεσθαι, ἄν τε ποικίλος ἄν τε μονοειδὴς ᾖ, συμμετρίαν ἔχειν τούτων, ὅ ἐστιν εὐαρμοστίαν, καί τινα ἐπανθεῖν αὐτῷ οἷον εὔχροιαν, τὴν ἐμφαινομένην διόλου μίαν τοῦ ἤθους ποιότητα, ἣν δὴ καὶ φύσει τινὲς χρῶμα λόγου ὀνομάζουσι. καὶ τοῦτό ἐστι τὸ κάλλος, ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰπεῖν φάσκων δεῖν ἔχειν τὸν λόγον κεφαλήν τε καὶ ἄκρα καὶ μέσα πρέποντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ σώματι, ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι, εἰ καὶ καλὰ εἴη καθ’ ἑαυτά· οὐ γὰρ δύνασθαί ποτε οὕτω γενέσθαι καλὸν λόγον. καὶ τοῦτο αἰτιᾶταί γε τοῦ Λυσίου Ἐρωτικοῦ, ὡς ταῖς ἐννοίαις οὐκ εὐαρμόστως αὐτοῦ χρησαμένου οὐδὲ τῇ τάξει, οὐ μὴν τὰς ἐννοίας γε αὐτὰς αἰτιᾶται οὐδὲ τὴν λέξιν· ἐπεὶ ταῖς γ’ ἐννοίαις καὶ αὐτὸς χρῆται ταῖς αὐταῖς, τὴν δ’ αὖ λέξιν καὶ πάνυ ἐπαινεῖ, σφόδρα εὖ φάσκων τοῖς τε ὀνόμασι καὶ τοῖς ῥήμασι τὸν λόγον ἀποτετορνεῦσθαι καὶ οὐκ ἀγεννῶς εἰρῆσθαι τὸ ἐπιὸν τῷ ῥήτορι. ἀλλὰ περὶ μὲν Λυσίου καὶ τοῦ Λυσίου λόγου εἴτ’ οὖν παντὸς εἴτε καὶ αὐτοῦ μόνου τοῦ Ἐρωτικοῦ τὰ νῦν ἀναβεβλήσθω, ἐπὶ δὲ τὸ προτεθὲν ἐπανιτέον. κάλλος γὰρ λόγου κυρίως μὲν ὃ προείρηται εἶναι λέγοιτ’ ἄν· ἐπεὶ δ’ ἔστι τινὰ ἃ δὴ σαφῶς ἐκπρέπει τῶν ἄλλων πολλάκις ἐν τῷ λόγῳ οἷον κόσμος τις ἐπικείμενος ἔξωθεν κομμωτικός, ᾧ μόνῳ καὶ τὸ τοῦ κάλλους τινὲς τοῦ ἐν λόγῳ ἀπέδοσαν ὄνομα, περὶ οὗ καὶ Ἰσοκράτης φησίν, ὅτι τοὺς ἀκούοντας ἐπισημαίνεσθαι καὶ θορυβεῖν ποιεῖ (περὶ παρισώσεων καὶ τοιούτων τινῶν λέγων ταῦτ’ εἴρηκεν ἐν Παναθηναϊκῷ), φαίνεται δὲ οὐκ ὀλίγῳ καὶ τούτῳ χρησάμενος ὁ Δημοσθένης, καὶ ἀναγκαῖον ὂν οὐδενὸς ἧττον τῶν τε προειρημένων ἰδεῶν τοῦ λόγου καὶ τῶν ῥηθήσεσθαι μελλουσῶν— ἐπειδὴ ταῦτα οὕτως ἔχει, δεῖ δὴ καὶ περὶ τούτου τοῦ κάλλους εἰπεῖν.
1 12 (50) [95] —Εἰδέναι οὖν χρὴ πρῶτον, ὅτι τὸ τοιοῦτον κάλλος περὶ τὴν λέξιν μόνην ἐστὶ καὶ τὰ ἑπόμενα τῇ λέξει, σχήματα λέγω καὶ κῶλα συνθήκας τε καὶ ἀναπαύσεις καὶ τὸ ἐκ τούτων γινόμενον τοὺς ῥυθμούς· ἔννοιαι δὲ αὐταὶ καθ’ ἑαυτὰς ἢ μέθοδοί τινες τοῦ τοιούτου κάλλους οὔκ εἰσι, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα, περὶ ἧς ὀλίγον ὕστερον ἐροῦμεν, ὅτε περὶ ἀφελείας τε καὶ γλυκύτητος λέγομεν. Ἀλλὰ πρῶτόν γε περὶ τῶν λέξεων· περὶ γὰρ τῶν ὁμολογουμένων πρῶτον λεκτέον. Λέξις τοίνυν καλὴ πᾶσα, ἥπερ καὶ καθαρά. αἱ γὰρ τραχεῖαι καὶ τροπικαὶ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως καὶ ἄλλο τι, ὥσπερ καὶ τὸ «ἐμὲ γοῦν, ὦ Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε» καὶ τὸ ‘ἐκνενευρισμένοι‘ καὶ ὅσαι τοιαῦται, καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει οὔκ εἰσι. ταῦτά τοι καὶ ὁ Ἰσοκράτης μάλιστα κάλλους πεφροντικὼς ἥκιστα ἐχρήσατο ταῖς τροπικαῖς. πλεῖον δὲ τὸ τῆς ἐπιμελείας καὶ τοῦ κάλλους ἔχουσιν αἱ μικραὶ τῶν λέξεων καὶ δι’ ὀλίγων συγκείμεναι συλλαβῶν, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ». Σχήματα δὲ καλά, 〈ἃ〉 καὶ ἐκπρεπῆ ποιεῖ τὸν κόσμον καὶ σαφῶς τὸ κεκαλλωπίσθαι ἐνδείκνυται, αἵ τε παρισώσεις, αἵπερ καὶ πλεονάζουσι παρὰ τῷ Ἰσοκράτει· εἰσὶ δὲ καὶ παρὰ τῷ ῥήτορι, οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται, μάλιστα δ’ ἐκεῖναι παρ’ αὐτῷ σπάνιαι, ὅσαι τὸ καθ’ αὑτὰς ἀκριβὲς ἔχουσιν, οἷόν ἐστι καὶ τὸ «τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν»· τοιαύτην γὰρ παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην οὐδεμίαν εὑρεῖν ἑτέραν ἔχομεν παρά γε τῷ ῥήτορι. ἀλλὰ τὴν μὲν αἰτίαν, δι’ ἣν ἐνταῦθα ἐπετήδευσεν οὕτω κεκοσμημένον προσκόρως τὸν λόγον εὐθὺς ἐν προκαταρκτικοῖς παρασχέσθαι, θεωροῦντες τὸν λόγον αὐτὸν τὸν Κατ’ Ἀνδροτίωνος εἰρήκαμεν· ὅτι δ’ οὖν σπανίως χρῆται τῷ τοιούτῳ, φανερόν, οὐ μὴν ταῖς γε παρισώσεσιν αὐταῖς σπανίως, ἀλλὰ χρῆται μὲν αὐταῖς μετρίως, μετὰ μέντοι τινὸς παραμυθίας· ἤτοι γὰρ διακόπτων αὐτὰς ἐξ ἐπεμβολῆς τινος καταμίγνυσι τῷ λόγῳ ἢ ἐναλλάττων τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος παρισούσας τὰ κῶλα ἢ ταῖς κατὰ κῶλον ἅπαν παρισώσεσιν, οὐχὶ ταῖς κατὰ τὸ τέλος συλλαβαῖς ἴσαις χρώμενος, ὥσπερ ἐχρήσατο ἴσαις ταῖς γε κατὰ τὸ τέλος συλλαβαῖς ἐν τῷ «ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν» καὶ οἷα μυρία τις ἂν λάβοι παρ’ Ἰσοκράτους.
1 12 (100) [145] οὔκουν ὁ Δημοσθένης οὕτως, ἀλλὰ κατ’ ἐκείνους τοὺς τρεῖς τρόπους, ἢ διακόπτων ὡς ἐλέγομεν ἢ ἐναλλάττων τὰς παρισούσας συλλαβὰς ἢ κατὰ κῶλον παρισῶν ἅπαν. διακόπτει μὲν οὖν τὰς παρισώσεις κατὰ ἐπεμβολὰς οὕτως «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἄν τις ἀμελείας θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι», καὶ ἡ ἐπεμβολὴ «πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι», εἶθ’ οὕτως ἀπέδωκε τὸ ἴσον κῶλον τῷ ἐξ ἀρχῆς «τῆς παρ’ ἐκείνων εὐνοίας εὐεργέτημ’ ἂν ἔγωγε θείην». διακόπτει μὲν οὖν οὕτως κατ’ ἐπεμβολήν. ἐναλλάττει δὲ τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος ποιούσας τὰς παρισώσεις οὕτως, οἷον «τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν Φιλίππου, δωροδόκημα δὲ τῶν ἀδίκων τούτων τοιοῦτον ἐγένετο»· εἰ γὰρ ἐκείνως εἶπε ‘τὸ μὲν τοίνυν Φιλίππου μὲν ἐν τῇ πρεσβείᾳ κλέμμα, τουτωνὶ δὲ δωροδόκημα‘, σαφὴς ἂν ἡ πρὸς κάλλος ἐγένετο ἐπιβουλὴ τοῦ λόγου· διὰ τοῦτο οὖν ἐνήλλαξεν. ὅμοιον τούτῳ κἀκεῖνο τὸ «καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ καὶ μηδὲν ὧν προσετάξατε ὑμεῖς πεποιηκότα καὶ ἀνηλωκότα τοὺς χρόνους»· τὰ γὰρ παρισοῦντα εἰ κατὰ τὸ τέλος ἔθηκεν, ἐκπρεπῶς μὲν ἂν ἐκεκαλλώπιστο αὐτῷ ὁ λόγος, πόρρω δὲ ἂν ἦν τοῦ πιθανοῦ, οἷον εἰ οὕτως εἶπε ‘καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ τὸν δῆμον ἀκοῦσαί μου τἀληθῆ κεκωλυκότα καὶ τοὺς χρόνους κατανηλωκότα καὶ μηδὲν ὧν προσετάξατε πεποιηκότα‘· ἔφυγεν οὖν τὸ τοιοῦτον. πολλὰ δ’ ἔστιν αὐτοῦ παραδείγματα, εἴ τις ἐθέλοι ζητεῖν· ἐπεὶ καὶ τὸ «ταῦτα γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον, οὐ τὸ Φιλίππῳ ζητοῦντος» τοιοῦτόν ἐστιν. ἀλλ’ οὗτος μὲν ἔφυγε τὴν τοιαύτην παρίσωσιν ἅτε τὴν τελείαν περὶ λόγους ἐπιστήμην ἔχων, ὁ δ’ Ἰσοκράτης οὐκ ἂν ἔφυγεν, ἀλλὰ καὶ μὴ οὖσαν φύσει παρίσωσιν ἐβιάσατο ἂν γενέσθαι διὰ τὸ μέλειν αὐτῷ κάλλους μᾶλλον καὶ ἐπιμελείας ἢ πιθανότητος καὶ ἀληθείας. ταῖς μέντοι καθ’ ὅλον κῶλον παρισώσεσι καὶ πάνυ χρῆται ὁ Δημοσθένης· τὰ γὰρ τοιαῦτα τοῦ κάλλους οὐκ ἀπηλλαγμένα τὸ γοργὸν οὐδὲν ἧττον ἔχει καὶ ἀληθές, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» τρισὶ γὰρ κώλοις καὶ δι’ ὅλων ἴσοις κομμάτιον ἓν ἐπήγαγε τὸ «παρανόμων γράφῃ» καὶ πεποίηκε κάλλος δαιμόνιον ὁμοῦ τῷ γοργῷ καὶ σφοδρῷ κατὰ τὴν ἀποστροφήν. πολλαῖς καὶ τοιαύταις Ἰσοκράτης κέχρηται παρισώσεσι, πλὴν οὐ κατ’ ἀποστροφήν· σχεδὸν γὰρ οὐδ’ ὅλως ἔστι παρ’ αὐτῷ τὸ σχῆμα τοῦτο. γίνονται δὲ αἱ παρισώσεις καὶ κατ’ ἀρχὰς καὶ κατὰ τέλος· καὶ κατ’ ἀρχὰς μὲν οἷον «προσήκει προθύμως», καὶ ὁ Πλάτων «Παυσανίου δὲ παυσαμένου, διδάσκουσι γάρ με ἴσα λέγειν οἱ σοφοί»· κατὰ τέλος δὲ ὅπως αἱ παρισώσεις γίνονται, δέδεικται ἔμπροσθεν, οἷον «τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν» καὶ τὰ ἑξῆς.
1 12 (150) [195] Αἵ τε οὖν παρισώσεις καλλωπίζουσιν, ὅπερ ἐλέγομεν, καὶ αἱ κατὰ κῶλον ἐπαναφοραί, οἷον «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον, μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας»· ἐπαναφέρει γὰρ ἐπὶ ταὐτὸ μέρος τοῦ λόγου. διαφέρει δὲ παρισώσεως τῆς κατ’ ἀρχὰς τὸ σχῆμα τοῦτο, ᾗ ἐκεῖ μὲν συλλαβή ἐστιν ἡ αὐτὴ ἐπ’ ἀμφοῖν τοῖν κώλοιν, εἰ δὲ καὶ πλείους, ἀλλ’ οὐ λόγου τι μέρος ὁλόκληρον, ἐνταυθοῖ δὲ ὅλη τις λέξις· καὶ ὃ μὲν ἂν ᾖ ἐπαναφορά, καὶ παρίσωσίς ἐστιν ἡ κατ’ ἀρχάς, ὃ δ’ ἂν παρίσωσις ᾖ κατ’ ἀρχάς, οὐκέτι καὶ ἐπαναφορά. οὐδὲν δὲ θαυμαστόν, εἴ τι καὶ λαμπρὸν ἢ ἀκμαῖον ἔχει τὸ προειρημένον παράδειγμα· συγγένεια γὰρ λαμπρότητι πρὸς κάλλος ἐν ἅπαντι σχεδὸν πράγματι, διὰ δὲ τοῦτο καὶ πρὸς ἀκμήν· τὰ γὰρ ἀκμαῖά τε καὶ ὡραῖα—καὶ σώματα καὶ ὅ τι βούλει—πάντως καὶ λαμπρὰ καὶ καλά, οὐ μὴν τὸ ἀνάπαλιν· καλὸν γὰρ δύναταί τι καὶ μὴ ἀκμαῖον εἶναι μηδὲ λαμπρόν. αἱ μέντοι ἐπαναφοραὶ εἰ κατὰ κόμμα γίνοιντο, γοργὸν ποιοῦσι τὸν λόγον, ἀλλ’ οὐ καλόν, οἷον «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ»· ἐνταῦθα δὲ καὶ ἡ ταχεῖα τοῦ μερισμοῦ ἀπόδοσις τὸ γοργὸν ἐποίησεν. Ἔτι κάλλους ποιητικὸν τὸ τοιοῦτο σχῆμα, ἡ ἀντιστροφή. ἔστι δὲ τοῦτο ἐναντίον πως τῇ ἐπαναφορᾷ κατὰ τὸ τέλος ἐχόντων τῶν κώλων τὴν αὐτὴν λέξιν, καὶ διαφέρει γε πάλιν καὶ τοῦτο τῆς παρισώσεως τῷ αὐτῷ, ᾧπερ καὶ ἡ ἐπαναφορά. παράδειγμα τοῦ σχήματος, οἷον «ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δ’ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν» καὶ πάλιν «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν· ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν, ὃ οὐκ ἔδει· πάρεστιν Αἰσχίνης» καὶ πάλιν «πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτο ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει». σπάνιον δὲ καὶ τοῦτο παρὰ τῷ ῥήτορι τὸ σχῆμα. καὶ αὐτὸ μέντοι, εἰ κατὰ κόμμα γένοιτο, γοργὸν ποιεῖ τὸν λόγον, ἀλλ’ οὐ καλλωπίζει, οἷον «ταξιάρχους παρ’ ὑμῶν, ἱππάρχους παρ’ ὑμῶν». εἰ δ’ ἔχει τι καὶ ἐναργείας κἀνταῦθα κἀν τῇ ἐπαναφορᾷ, ἑτέρου λόγου. Καὶ μὴν καὶ ἡ ἐπαναστροφὴ τὸ σχῆμα τῶν καλλωπιζόντων· γίνεται δέ, ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται, οἷον «οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτ’ ἂν διώκειν δι’ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο».
1 12 (200) [245] ἐκφανὲς δὲ τὸ τῆς ἐπιβουλῆς γίνεται καὶ τὸ τοῦ ἐπιτηδεύματος, ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ Θουκυδίδης ‘Σαμία μία ναῦσ‘ καὶ «αὐτίκα βοὴ ἦν», καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν «τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ» ἐπαναστροφὴ ὂν οὐκέθ’ ὅμοιον τοῖς προειρημένοις οὐδ’ ὁμοίως ἐπιβεβουλεῦσθαι δοκεῖ, διότι μὴ συλλαβαῖς, ἀλλὰ μηδὲ λέξει, κόμματι δὲ ὅλῳ ἀνέστραπται. Ἔτι τῶν ἐπιφανῶς καλλωπιζόντων ἐστὶ μετὰ ἐναργείας καὶ τὸ κλιμακωτὸν καλούμενον σχῆμα, ὃ δὴ σπάνιον παρὰ τῷ ῥήτορι, μᾶλλον δὲ οὐδὲ σπάνιον, ἀλλ’ ἅπαξ ἢ δὶς εἰρημένον· ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα ἀναστροφή, οἷον «οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδ’ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ». εἰ δ’ αἱ ταχεῖαι τῶν μερισμῶν ἀποδόσεις καὶ αἱ βραχυκωλίαι πεποιήκασιν εἶναι καὶ γοργὸν τὸν λόγον ἢ εἰ διὰ τὰς πολλὰς ἀναιρέσεις γέγονέ πως καὶ εὐειδής, ἑτέρου λόγου. καίτοι πως καὶ τὸ εὐειδές ἐστι τοῦ κάλλους ἴδιον καὶ αἱ ἀναιρέσεις γε αἱ αὐταί. ἀλλ’ εἰ καὶ μὴ ἦν ἴδιον, πολλάκις ἐμαρτυράμην, ὡς τῶν χαλεπωτάτων ἐστὶν εὑρεῖν ὁτιοῦν παρὰ τῷ ῥήτορι τοιοῦτον, οἷον ἐπὶ πολὺ μιᾶς ἰδέας εἶναι· ποικιλώτατος γὰρ ὁ ἀνὴρ ἁπάντων καὶ σχεδὸν ἐν ἅπαντι μέρει τῶν ἐκείνου πάντ’ ἂν εὕροις, οὕτω τῇ κράσει καὶ τῇ μίξει τῶν ἰδεῶν κάλλιστα κέχρηται· διήκουσι γὰρ δι’ ἀλλήλων σχεδὸν ἅπασαι παρά γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου πεποιήκασιν εἶδος, τὸ κάλλιστον δὴ τοῦτο καὶ πολιτικὸν ὡς ἀληθῶς καὶ Δημοσθενικόν. περὶ δὲ πολιτικοῦ λόγου, πληρώσαντες τὸν περὶ ἰδεῶν γενικῶν λόγον, ἀκριβέστερον λέξομεν. Ἔτι κάλλους ποιητικοὶ καὶ οἱ κατὰ συζυγίαν μερισμοὶ διὰ τὰς ἰσοκωλίας, ὡς ἐν τῷ περὶ τῆς περιβολῆς ἐδείκνυμεν. Καὶ τὸ ὑπερβατὸν δέ, εἰ μὴ κατὰ παρένθεσιν γίνοιτο ἀλλὰ καθ’ ὑπέρθεσιν, κάλλος ποιεῖ. ἔστι δὲ τὸ μὲν καθ’ ὑπέρθεσιν ὑπερβατὸν τοιοῦτον, οἷον «τὴν τοῦ διαπράξασθαι ταῦθ’, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων βασιλεύς, δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος». τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται, οἷον «τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι». τί δὲ ἐργάζεται ἡ ἐπεμβολή, εἰρήκαμεν ἐν τῷ περὶ περιβολῆς, ὅτι, βραχεῖα μὲν εἴπερ εἴη, γοργότητα, μακροτέρα δὲ εἰ γένοιτο, περιβολήν, εἰ δὲ πλεονάσειε, μεστότητα. Ἔτι σχήματα καλλωπίζει πως καὶ τὰ καινοπρεπῆ, οἷον «ὑμεῖς δ’ ὁ δῆμος» καὶ πάλιν «καὶ εἰ μηδὲ δι’ ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο‘ καὶ πάλιν «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ».
1 12 (250) [305] Καὶ μὴν καὶ αἱ διὰ δύο ἀποφάσεων γινόμεναι καταφάσεις κάλλους ἴδιον σχῆμα, οἷον «οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι» ἀντὶ τοῦ θέλοντα, καὶ ὁ ῥήτωρ «ἔστι δὲ οὐκ ἄδηλον τοῦθ’, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘δῆλόν ἐστιν‘ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη. Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον καλούμενον σχῆμα, εἰ κατὰ κῶλον ἐκφέροιτο, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς. κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν, οὐ μὴν οὐδ’ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει τὸν λόγον τοσαῦτα. Κῶλα δὲ κεκαλλωπισμένα φύσει μὲν τὰ μετρίως μακρότερα, εἰ τῇ συνθήκῃ μὴ διεστήκοι μηδ’ εἴη σύγκρουσίς τις ἐν αὐτοῖς φωνηέντων, ἀλλὰ συνέχοιτο πανταχόθεν τοῖς συμφώνοις, οἷά ἐστι καὶ τὰ Ἰσοκράτους, οὗ γε οὐ μόνον τὰ κῶλα συνέχεται τοῖς συμφώνοις, ἀλλὰ καὶ πᾶς ὁ λόγος· τοσοῦτον αὐτῷ τῆς εὐφωνίας καὶ τοῦ κάλλους μεμέληκε. ταυτὶ μὲν οὖν ὅπερ ἔφην ὄντως καλλωπίζει τὰ κῶλα. δοκεῖ δέ πως κἀκεῖνα τὰ κῶλα ἐπιμέλειαν ἔχειν καί τινα κόσμον ὑφειμένον μὲν καὶ οὐ μάλα τι κωμμωτικόν, ὅμως γοῦν κοσμεῖ τὰ ἐξ ἐπιπλοκῆς βραχείας, ὅταν δι’ ἀλλήλων ὥσπερ ἐξ ἐπεμβολῆς λέγηται πεπλεγμένα, τῆς ὅλης διανοίας μὴ καθ’ ἕκαστον αὐτῶν πληρουμένης, δι’ ὅλων δὲ ὡς μιᾶς, οἷον «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτ’ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παρ’ ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν» καὶ πάλιν «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθ’, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δ’ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· ὁρᾷς γάρ, ὅπως βραχέα ἐστὶν ἅπαντα πλὴν τῶν τελευταίων ἐπ’ ἀμφοῖν τοῖν παραδειγμάτοιν τὰ κῶλα, καὶ ὡς αἱ ἐπεμβολαὶ οὐδ’ ἐπεμβολαὶ δοκοῦσί πως εἶναι καὶ ὥσπερ ἐξ ἀκολουθίας τινὸς ἐπεμβεβλημέναι, ἀλλ’ οὐ κατακόρως ἐκφερόμεναι· οὐ γὰρ ὅμοιον ἦν οὕτως εἰπεῖν «τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι» ἢ ὡς ταῦτ’ ἔχει τὰ προειρημένα παραδείγματα. διόπερ ἐν ἐκείνῳ μὲν τὸ τῆς γοργότητος πλέον ἐστίν, εἰ καὶ ἐπιμελείας ἔχει τι, ἐνταῦθα δὲ ἀνάπαλιν τὸ τῆς ἐπιμελείας πλέον, εἰ καὶ γοργότητος ἔχει τι. τοῦ δὲ τοιούτου κάλλους καὶ τῆς ἐπιμελείας ταύτης πολλὰ μὲν καὶ ἄλλα ἔστι Δημοσθενικὰ παραδείγματα ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, ὅ γε μὴν Περὶ τῆς ἀτελείας σχεδὸν ἅπας ἐστὶ τοιοῦτος· πολὺ γὰρ ἐν τούτῳ τὸ ἐπιμελὲς καὶ κεκοσμημένον· τὴν δὲ αἰτίαν, δι’ ἣν τοιοῦτος, αὐτὸν ἐξηγούμενοι τὸν λόγον εἰρήκαμεν.
1 12 (300) [345] Ἐκ μέντοι τῶν προειρημένων δῆλον δὴ καί, συνθήκης ὁποίας δεῖ τῷ περικαλλεῖ λόγῳ, καὶ ὅτι μάλιστα μὲν τῆς ἄνευ συγκρούσεως τῶν φωνηέντων, ἔπειτα τῆς μὴ πόρρω μέτρου τινὸς οὔσης καὶ μέτρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου δηλονότι, ὃ ἂν ἐργαζώμεθα. ἄλλο μὲν γὰρ σεμνοῦ λόγου μέτρον οἰκεῖον, ὡς ἐν τῷ περὶ σεμνότητος ἐλέγομεν, ἄλλο δὲ ἄλλης ἰδέας, ὡς καθ’ ἑκάστην εἰρήκαμεν. εἴπερ δέ τινος ἄλλου, ὁ περικαλλὴς λόγος τῆς συνθήκης δεῖται· κατὰ γὰρ ταύτην τὸ πλεῖστον αὐτοῦ ἐκφαίνεται, καὶ ἡ ἐπιμέλεια καὶ ὁ κόσμος ἐνταῦθα ἐκπρεπής. διόπερ δεῖ μάλιστα, καλὸν ὅτε ποιοῖμεν λόγον, μέτρου πλησίον εἶναι τὸν ῥυθμόν, μὴ μέντοι μέτρον ἄντικρυς· κακία γὰρ τοῦτό γε. διὰ πλειόνων δὲ μέλλων ἀκριβολογεῖσθαι περὶ τούτων παραιτοῦμαι μηδένα δυσχερᾶναι τῇ λεπτολογίᾳ· τὸν γὰρ περὶ ῥυθμῶν τι λέξοντα καὶ ταῦτα τῶν κεκαλλωπισμένων ἀνάγκη πλείονι τῇ ἀκριβείᾳ τε καὶ λεπτότητι χρήσασθαι. Ἀλλ’ ὅθεν ἐξέβην, ἐπανιτέον. γίνεται γάρ, ὡς ἐλέγομεν, τοιοῦτος ὁ ῥυθμὸς κατὰ τὴν συνθήκην, οἷος ἐγγὺς εἶναι τοῦ καὶ ἔμμετρόν πως τὸν λόγον φαίνεσθαι καὶ ἦχόν τινα τοιοῦτον ἀποτελεῖν, εἰ πρῶτον μέν, ὅπερ ἔφην, μὴ συγκρούοι τὰ φωνήεντα· ἔπειτα εἰ οἱ πόδες, ἐξ ὧν σύγκειται ὁ ῥυθμός, οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες τραχύτητα ποιοῖεν· τρίτον, ὃ καὶ μέγιστον, εἰ τὰ μέρη τοῦ λόγου, δι’ ὧν σύγκειται ὁ ῥυθμός, μὴ ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα εἴη, ἀλλὰ τὰ μὲν ἐλαττόνων, τὰ δὲ πλειόνων καὶ συλλαβῶν καὶ χρόνων, καὶ τὰ μὲν ὀξύτονα, τὰ δὲ μὴ τοιαῦτα, καὶ εἰ δι’ ἀλλήλων ποικίλως συντιθοῖτο ταῦτα, ὥστε μεταξὺ τῶν μακρῶν λέξεων τὰς μικρὰς καὶ τῶν μικρῶν τὰς μεγάλας κεῖσθαι· αὕτη γὰρ μάλιστα ἐπιμελής τε καὶ κεκοσμημένου λόγου συνθήκη. Ἀναπαύσεις δὲ λόγῳ περικαλλεῖ πρέπουσιν οὐχ αἱ βεβηκυῖαι· σεμνότερον γὰρ τοῦτό γε καὶ σεμνῷ κάλλει ἁρμόττει, οἷον «ἐκδεδυκέναι τὰς λειτουργίας»· σεμνὴ γὰρ ἡ ἀνάπαυσις καὶ βεβηκυῖα· ἐμέλησε γὰρ τῷ ῥήτορι τοῦ μὴ διόλου καλλωπίζειν δοκεῖν. τό γε μὴν ἐπιφερόμενον ἔχει τι τοῦ περικαλλοῦς, εἰ καὶ αὐτό πως βεβηκέναι δοκεῖ, «καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· εἰς γὰρ βραχύτερόν τι μέρος τοῦ λόγου κατέληξε καὶ ἕνεκα μὲν τῆς ἐννοίας ἕστηκεν ὁ ῥυθμός—πεπλήρωται γάρ πως ἡ ἔννοια καὶ βέβηκε—, κατὰ δὲ τὴν λέξιν οὐχ ὡσαύτως καίτοι εἰς φωνῆεν τὸ ω καταλήγων, ὅπερ καὶ αὐτὸ σεμνοῦ ἦν ῥυθμοῦ.
1 12 (350) [390] βεβηκὼς μὲν γὰρ τελέως γίνεται ῥυθμός, εἰ ἅμα τῇ ἐννοίᾳ πληρουμένῃ καὶ 〈εἰσ〉 μέρος λόγου τι μακρὸν καὶ εἰς μακρὰν τὴν τελευταίαν καταλήγοι συλλαβήν, οἷον «ὥστ’ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι»· οὐ βεβηκὼς δὲ ῥυθμὸς ἀλλ’ οἷον κρεμάμενος καὶ ἀνηρτημένος ἐξ ἐναντίας τῶν προειρημένων, ὅτε τῆς ἐννοίας μὴ πεπληρωμένης πω, μεταξὺ δέ πως διαναπαυομένης ἡ κατάληξις εἰς βραχὺ μέρος γίνοιτο λόγου καὶ ἤτοι βραχεῖαν ἔχοι τὴν τελευταίαν ἢ πάντως βραχείᾳ παραληγομένην, οἷον «ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω» καὶ πάλιν «ἔστι δ’ οὐκ ἄδηλον τοῦθ’, ὅτι Λεπτίνης» καὶ πάλιν «κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ» καὶ πάλιν «δίκαιον μὲν οὐδὲν ἐρεῖ»· ταῦτα γὰρ πάντα ῥυθμοί τινές εἰσιν οὐ βεβηκότες ἀλλ’ ἀπηρτημένοι, ὡς εἴρηται, καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ· κατ’ αὐτὸ γὰρ τὸ μὴ βεβηκέναι καὶ εὐειδῆ ποιοῦσι τὴν ἀνάπαυσιν. τοιοῦτόν ἐστι καὶ τὸ «ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν»· ἡ μὲν γὰρ ἔννοια βέβηκεν, ὁ ῥυθμὸς δὲ οὔ· οὐδὲ γὰρ τοῦτο ὁ ῥήτωρ ἐβούλετο, ἐπεὶ τοῦ χάριν οὐκ εἶπεν ‘ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν‘; ἐγὼ μὲν γὰρ ἡγοῦμαι, ὅτι διὰ τὸ μὴ ὅμοιον ἂν γενέσθαι τὸν ἦχον, εἰς μακρὰς πάσας εἰ κατέληγεν, ὅ ἐστι τοῦ βεβηκότος ῥυθμοῦ. οὐ μὴν ἀλλ’ εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμός, ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ, ὃς δοκεῖ περὶ λέξεώς τι πεπραγματεῦσθαι, ἀντιλέγωμεν, δῆλον ὡς τοῦ κάλλους ἐστὶν ἴδιος. ἔτι δὲ μειζόνως τὸ ἐκπρεπὲς τῆς τοιαύτης ἀναπαύσεως τοῦ ῥυθμοῦ φανερὸν γίνεται, εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον μέρος τοῦ λόγου, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ» καὶ «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ». τεκμήριον δὲ ἐναργέστερον τούτου τὰ μέτρα καὶ τὰ ποιήματα· καὶ γὰρ τῶν ἐπῶν τὰ εἰς μονοσύλλαβόν τι μέρος λόγου ἱστάμενα εὐειδέστερά πως καὶ κρουστικώτερά εἰσιν, ἀλλ’ οὐ σεμνότερα, οἷον «ἔτι δ’ ἀμβροσίη νύξ» καὶ «κάρη τάμοι ἀλλότριος φώς» καὶ «Ἀπόλλων Ἀρτέμιδι ξύν» καὶ ὅσα τοιαῦτα. Ταῦτα περὶ τοῦ ἐπιθέτου κάλλους ἐν λόγῳ. Ὁ δὲ λεγόμενος ὡραῖος λόγος καὶ ἡ ἁβρότης οὐ τούτου τοῦ κάλλους, τοῦ δ’ ἐν γλυκύτητι μᾶλλον ἢ ἐν ἀφελείᾳ γινομένου ἐστίν· ἐν δὲ τῷ περὶ ἐκείνων φανεῖται σαφέστερον. νυνὶ δὲ ἤδη μετὰ τὸν περὶ κάλλους περὶ γοργότητος ἂν εἴη λέγειν. Περὶ γοργότητος.
2 1 (t) [45] Καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾖ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον. Ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλ’ ἥ γε λέξις, ὁποία ποτ’ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τ’ αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου· οὗτος δ’ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, ἥτις καθ’ ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ ἀφελείας ἔν τε τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. νυνὶ δὲ περὶ μεθόδου τῆς ποιούσης γοργὸν τὸν λόγον πρῶτον λέξομεν, σχεδὸν οὐ πόρρω τινὸς ὀξύτητός τε καὶ δριμύτητος οὐδὲ ταύτης οὔσης. Μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖς τε ἀντιθέσεσιν ὡσαύτως, οἷον «τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλ’ ὑπῆρχεν ἅπασιν. ἀλλ’ ἐπὶ τὸν πόλεμον; ἀλλ’ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί, φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών» καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλ’ ὅμως δεῖ σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. —Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. —Ἡ δὲ ἀποστροφὴ οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλ’ εἶναι μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν λόγον, καὶ μάλιστα εἰ συνεχῶς γίνοιτο· ἡ γὰρ μετάβασις ἡ νῦν μὲν ἐπὶ τοὺς δικαστάς, νῦν δὲ ἐπὶ τὸν ἀντίδικον ἢ ὁντινοῦν κινεῖ πως καὶ γοργὸν ποιεῖ τὸν λόγον. Ἀλλὰ μέθοδος μὲν αὕτη γοργότητος ἢ καὶ μέθοδοι. Σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργὰ καὶ τμητικὰ καὶ αὐτῆς γε εἵνεκα τῆς γοργότητος παραλαμβάνεται, τὰ δὲ τὴν συμβαίνουσαν τῷ λόγῳ πολλάκις διά τινας ἀνάγκας ὑπτιότητα ἐξαιρεῖσθαι πέφυκε.
2 1 (50) [95] καὶ πρῶτόν γε περὶ τούτων λέξομεν. Ἐξαιρεῖται τοίνυν ὑπτιότητα λόγου σχῆμα τὸ καθ’ ὑποστροφὴν καὶ ἔστι σφόδρα χρήσιμον τοῦτο ἐν ταῖς ἀφηγήσεσιν, οἷον «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον», εἶθ’ ὑπέστρεψεν ἐξ ἐπεμβολῆς «ὡς τότε δημηγορῶν ἔφη», εἶτα πάλιν ἦλθεν ἐπὶ τὴν ἀφήγησιν «ἐπιβουλεύοντα τοῖς Ἕλλησι». τοιοῦτόν ἐστι καὶ τὸ «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἶθ’ ἡ ὑποστροφὴ «οὐ δι’ ἐμέ· οὐ γὰρ ἔγωγ’ ἐπολιτευόμην πω τότε», εἶτα πάλιν ἡ ἀφήγησις «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε», καὶ τὰ ἑξῆς δὲ τοιαῦτά ἐστι. τοῦτο τὸ σχῆμα 〈καὶ〉 κατ’ 〈ἐπι〉πλοκὴν τινὲς ὠνόμασαν. ἔτι ἐξαιρεῖται τῶν ἀφηγήσεων τὴν ὑπτιότητα καὶ τὸ ἐπιτρέχον λεγόμενον σχῆμα, οἷον «ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ» καὶ τὰ ἑξῆς. ταὐτὸ δὲ τοῦτο καὶ περιβάλλει, αἱ δὲ ὑποστροφαί, ἂν μὴ ὦσι μακραί, ἧττον περιβάλλουσι, καὶ εἰρήκαμεν τοῦτο κἀν τῷ περὶ περιβολῆς. —Ἀλλὰ ταυτὶ μὲν ὥσπερ ἰάματά ἐστιν ὑπτιότητος καὶ δύναται ταὐτόν, ὅπερ εὐκρίνεια ἐν σαφηνείᾳ· ἐκείνη τε γὰρ τὰ συγκεχυμένα διευκρινεῖ πρὸς σαφήνειαν, ὡς ἐδείκνυμεν ἐν τῷ περὶ σαφηνείας, ταῦτά τε τὰ σχήματα τὸν ὑπτιάζοντα λόγον ὀρθοῖ καὶ γοργὸν ποιεῖ. κατὰ τὰ αὐτὰ δὲ τοῖς περὶ σαφηνείας ἔχει καὶ τὰ μέλλοντα ῥηθήσεσθαι· ὥσπερ γὰρ ἐκεῖ ἡ μὲν καθαρότης καθ’ ἑαυτὴν ἐποίει τὸν σαφῆ λόγον, προσεδεῖτο δὲ τῆς εὐκρινείας, εἴ που συγχέοιτο ὁ λόγος, εἰς ἐπανόρθωσιν, οὕτω κἀνταῦθα πάλιν ἔστι μὲν τὸ ποιοῦν τὴν γοργότητα μάλιστα εἶδος λόγου τὸ τμητικόν, εἰ δέ ποτ’ ἐκπίπτοι κατ’ ἀνάγκην τινὰ εἰς ὑπτιότητα, δεῖ τῶν προειρημένων σχημάτων, ἃ δὴ πέφυκεν ὀρθοῦν καὶ διεγείρειν τὸν λόγον ἀπὸ τῆς ὑπτιότητος. τμητικὸς δὲ λόγος καὶ γοργὸς μάλιστα ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται. εἰδέναι δὲ χρή, ὅτι ὁ λόγος ὁ τμητικὸς ποτὲ μὲν ἔστιν, οὐ μὴν δοκεῖ γε εἶναι τμητικός, ποτὲ δὲ δοκεῖ μὲν εἶναι τοιοῦτος, οὐ μὴν τέμνει γε ὡς ἀληθῶς τὰ πράγματα, ποτὲ δὲ ἀμφότερα, καὶ τέμνει καὶ δοκεῖ τέμνειν. κείσεται δὲ αὐτοῦ καὶ παραδείγματα καθ’ ἕκαστον τούτων ὀλίγον ὕστερον, ἔνθα καὶ σαφέστερόν τι περὶ τούτων ἐροῦμεν. Νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ ὄντα κατ’ ἀνάγκην ἐστὶ καὶ γοργά. σχήματα μὲν οὖν τοῦ εἴδους τάδε. τὸ ἀσύνδετον κομματικόν, οἷον «προσῆλθε τῇ βουλῇ, προβούλευμα ἐγράφη». τὸ κατ’ ὄνομα κομματικόν, οἷον ‘Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Μεθώνην, Παγασάσ‘, καὶ αἱ πυκναὶ καὶ δι’ ἐλαχίστου ἐξαλλαγαί, οἷον «τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη» καὶ τὰ ἑξῆς, οἵ τε δι’ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται».
2 1 (100) [155] τὸ κατ’ ἐπαναφορὰν κομματικόν, οἷον «ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σαυτὸν καλεῖς». τὸ κατ’ ἀντιστροφὴν κομματικὸν «ταξιάρχους παρ’ ὑμῶν, ἄρχοντας παρ’ ὑμῶν». αἱ ταχεῖαι καὶ δι’ ἐλαχίστου συμπλοκαί, οἷον «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε, ἐφ’ ἃ παρελήλυθα», καὶ ὁ Θουκυδίδης «καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ πρεσβύτεροι». εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ καθ’ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίας, ἀλλ’ εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων, τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις ἔσται, τοῦ δ’ αὖ γοργοῦ καὶ αὐτοῦ μὲν ἔμφασίς τις, μετρία δέ πως, περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γοργότης, οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεόν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ;» Ἀλλ’ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον. Σχήματα μὲν γοργότητος ταῦτα, καὶ νὴ Δία τοῦ τε φαινομένου μὲν τμητικοῦ, μὴ ὄντος δὲ τοιούτου λόγου καὶ τοῦ ἀμφότερα φαινομένου τε καὶ τέμνοντός γε ὡς ἀληθῶς ἐν βραχέσι τὰ πράγματα. τοῦ μέντοι τέμνοντος μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλ’ οἵ τε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα· πολλὰ γὰρ δι’ ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα. παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ σαφὴς ὁ λόγος ᾖ. —Τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ «πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθ’ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς· τοῦτο μὲν οὖν ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δ’ αὖ κατὰ συστροφὴν σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε «ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο;» πολλὰ γὰρ δι’ ὀλίγων ἐν ἀμφοτέροις εἴρηται, οὐ μὴν ἐμφαίνεταί γε τὸ τέμνεσθαι. παραδείγματα δὲ τοιαῦτα μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. —Τοῦ δ’ αὖ δοκοῦντος μὲν τέμνειν τὰ πράγματα, οὐ μὴν τέμνοντός γε ὡς ἀληθῶς, ἀλλὰ τοὐναντίον καὶ περιβάλλοντος λόγου παράδειγμα τὸ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ταῦτα ποιῶν». ἐνταῦθα γὰρ δοκεῖ μὲν πολλὰ λέγειν καὶ νὴ Δία ταχέως ἀφ’ ἑκάστου αὐτῶν ἀπαλλάττεσθαι, διὸ καὶ γοργότητα ἔχει τινὰ ὁ λόγος καὶ τομὴν ἐμφαίνει, οὐ μὴν πολλά γε ὡς ἀληθῶς λέγει πράγματα οὐδὲ ταχέως ἀφ’ ἑκάστου αὐτῶν ἀπαλλάττεται, ἀλλὰ τοὐναντίον καὶ ἐπιμένει περιβάλλων· γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνων περὶ ἑκάστου ὡς ἰδίαν ἔχοντος ὑπόστασιν ἐμφαίνει, παραδηλῶν ταῖς συμπλοκαῖς καὶ μεταβάσεις ποιούμενος ἀπὸ πραγμάτων ἐπὶ ἕτερα πράγματα.
2 1 (150) [195] διὸ πολλὰ ἔδοξεν εἶναι δύο ὄντα σχεδὸν τὰ πάντα· ἔστι γὰρ ἥ τε Εὔβοια καὶ τὸ Βυζάντιον, εἰ δὲ βούλει, ἔστω καὶ πλείονα, οὐ μὴν τοσαῦτά γέ ἐστιν, ὅσα ἐμφαίνεται εἶναι διὰ τὰς συμπλοκάς. παραδείγματα δὲ καὶ τούτου τοῦ μὴ τέμνοντος μὲν τὰ πράγματα λόγου, δοκοῦντος δὲ λέγεσθαι τμητικῶς μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — Τοῦ δ’ αὖ καὶ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι παράδειγμα τὸ «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε»· σπάνιον δὲ τὸ τοιοῦτον παρά γε τῷ Δημοσθένει. — Τὰς μέντοι αἰτίας, δι’ ἃς νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως χρῆται τῷ λόγῳ τῷ τμητικῷ, καὶ ὡς δεῖ καὶ ἡμᾶς αὐτῷ χρῆσθαι, ἐν τῷ περὶ δεινότητος μεθόδου ἐροῦμεν· ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι, καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς προσήκει χρῆσθαι. Ἀλλ’ ἐπὶ τὸν περὶ γοργότητος λόγον πάλιν ἐπανιτέον. μέθοδον μὲν γὰρ καὶ σχήματα, δι’ ὧν γοργὸς ὁ λόγος γίνεται, εἰρήκαμεν· ἀπὸ δὲ τῶν σχημάτων δῆλά πως καὶ τὰ ἑξῆς. Λέξις μὲν γὰρ ὅπερ ἔφην βραχέα, ἥτις ἂν εἴη, τοιάδε ἢ τοιάδε, συντελεῖ πρὸς γοργότητα, οὐ μὴν ἀλλ’ αἱ βραχεῖαί γε ἐπιτηδειότεραι. Κῶλα μὴν τοῦ λόγου τοῦ γοργοῦ πάντως εἶναι βραχέα δεῖ. Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδ’ ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτ’ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παρ’ αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς ῥυθμὸν ἢ μέθοδον ἤ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται» τάχ’ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.
2 1 (200) [207] Ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταλήγουσα καὶ μὴ βεβηκυῖα· οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται. Περὶ ἤθους.
2 2 (t) [37] Σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλός τε καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται· ἕποιτο δ’ ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως. χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δ’ αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἢ σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος νῦν οὐχ ἁπλῶς τοῦτο μόνον τὸ δι’ ὅλου τοῦ λόγου ἀναγκαίως ἔχον ἐμφαίνεσθαι καθαπερεὶ σώματος χρῶμα, ἀλλὰ καὶ τὸ ἐγκαταμίγνυσθαι πεφυκὸς πανταχοῦ, καὶ ἐν σφοδρότητι καὶ ἐν τραχύτητι καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. ἐκεῖνο μὲν γὰρ γένοιτ’ ἄν, εἰ τοῖς ὑποκειμένοις προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις ἢ τοῖς τοιούτοις· καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος· τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτό τε καὶ τὰ εἴδη αὐτοῦ, δύναται μὲν καὶ δι’ ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ αὐτοῦ. Ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια, καὶ πρὸς τούτοις τὸ κατ’ αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ τε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τό τε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐδέ γε καθ’ ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας ἢ ἐπιεικείας ἤ τινος τῶν ἄλλων ἠθικῶν τι πάντως προσεῖναι. σαφέστερον δὲ καὶ τοῦτο περὶ ἑκάστης αὐτῶν λέγοντες ἐνδειξόμεθα. καὶ πρῶτόν γε περὶ ἀφελείας. Περὶ ἀφελεία ς .
2 3 (t) [45] Ἔννοιαι τοίνυν εἰσὶν ἀφελείας ἁπλῶς μὲν εἰπεῖν αἱ καθαραί· αἱ γὰρ ἁπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν εἴησαν ἡμῖν καὶ καθαραί, οἷον «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε»· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς αἵ τε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵ τε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δ’ ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης μηδὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς καὶ ἄλλων οὐκ ὀλίγων, οἷον «κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες βόσκονται κατ’ ὄρος» καὶ τὰ ἑξῆς. ἐπεὶ δ’ ἐν τῷ περὶ καθαρότητος ἡμῖν τὰ παραδείγματα ἦν πολιτικώτερα καὶ ἀγωνιστικώτερα, ὥσπερ ἴσως καὶ τὸ προειρημένον τὸ «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε», τῶν δὲ ὡς ἐν τῇ ἄλλῃ λογογραφίᾳ καθαρῶν τε καὶ ἀφελῶν ἐννοιῶν οὐκ ἐπεμνήσθημεν, ἀνάγκη τι πλέον εἰπεῖν ἐνταῦθα περὶ αὐτῶν· χωρίζομεν γὰρ οὐδαμῇ ὡς ἑτέρας τὰς καθαρὰς οὔσας ἐννοίας παρὰ τὰς ἀφελεῖς οὐδ’ αὖ τὰς ἀφελεῖς παρὰ τὰς καθαράς. λέγω δέ, ὅτι τῶν καθαρῶν τούτων καὶ ἀφελῶν ἐννοιῶν αἳ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ λόγῳ, αἳ δὲ ἧττον, αἳ δὲ οὐδ’ ὅλως, ἃς καὶ μᾶλλον εἴποι τις ἂν ἰδίας εἶναι τῆς ἀφελείας, ὡς προείρηται, καίπερ οὐδὲν ἧττον οὔσας καθαράς, λέγω δὲ ταύτας, αἳ καὶ παίδων γένοιντο ἂν νηπίων, ὡς ἔλεγον, καὶ ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν γε ἕνεκα τοῦ νηπίου καὶ γυναίων ὡσαύτως καὶ γεωργῶν ἀγροίκων καὶ ὅλως ἀληθὲς εἰπεῖν ἀφελῶν καὶ ἀκάκων ἀνθρώπων, οἷον «ὡς καλός μοι ὁ πάππος, ὦ μῆτερ», καὶ πάλιν «αὐτοί τε πονηροί», φησὶ λέγων τοὺς Ἀσσυρίους ὁ Κῦρος, «καὶ ἐπὶ πονηρῶν ἵππων ὀχοῦνται»· ὁρᾷς, ὅσον τὸ ἀφελὲς τῆς γνώμης; καὶ μὴν καὶ τὸ «ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα» καὶ τὰ πολλὰ τῶν βουκολικῶν, ἵνα μὴ τὰ πάντα λέγω, τοιαῦτά ἐστι. καὶ παρὰ τῷ Ἀνακρέοντι δὲ ὡσαύτως· παρά τε αὖ τῷ Μενάνδρῳ μυρία ἂν εὕροις τοιαῦτα καὶ γυναῖκας λεγούσας καὶ νεανίσκους ἐρῶντας καὶ μαγείρους καί τινας ἄλλους. ὅλως τε διὰ τὸ ὑποπίπτειν τῷ ἠθικῷ λόγῳ πάντα τὰ τῶν τοιούτων προσώπων ἤθη, οἷον λίχνων, γεωργῶν, τῶν ὁμοίων, ταῦτα δὴ πάντα ἢ τά γε πλεῖστα αὐτῶν ὑποκεῖσθαι τῇ ἀφελείᾳ δεῖ, ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται. δεῖ δὲ τοῦτο ἐπεσκέφθαι, ὅτι αἱ οὕτως λεγόμεναι καθαραὶ ἔννοιαι οὖσαι ἀφελεῖς, εἰ μέν τις ἦθός τι ὑποκρίνοιτο τῶν λεγομένων ἰδίως ἠθικῶν προσώπων, ἀναγκαῖαι παραλαμβάνεσθαι καὶ χρήσιμοι, αἱ ἄλλως δὲ οὐκ ἐπιτήδειοι τῷ λόγῳ τῷ πολιτικῷ.
2 3 (50) [95] —Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελεῖ· γίνονται δὲ αὗται, ὅταν περὶ εὐτελῶν καὶ τῶν τυχόντων πραγμάτων λέγῃ τις, ὡς ἐν τῷ Κατὰ Στεφάνου ψευδομαρτυριῶν «ἣ τὰ καταχύσματα» φησὶ «κατέχεε» καὶ πάλιν ἑτέρωθι «τὴν ῥοδωνιὰν ἐκτίλλειν» καὶ ἐν τῇ Πρὸς Εὐβουλίδην ἐφέσει τὸ λέγειν, ὅτι ταινίας ἐπίπρασκεν ἐν τῇ ἀγορᾷ ἡ μήτηρ. ὅλως τε πολλὰ τοιαῦτα ἔστιν ἐν ἰδιωτικοῖς, παρὰ δὲ τῷ Λυσίᾳ καὶ μᾶλλον· ἐν δὲ τοῖς δημοσίοις σπάνιά γε τὰ τοιαῦτα καὶ μετά τινος παραμυθίας εἰσάγεται, ὥσπερ τὸ «ἄνευ τοῦ προσωπείου κωμάζει» προσλαβὸν τὸ ἐνδιάθετον οἷον «τοῦ καταράτου Κυρηβίωνος» καὶ τὸ «ὃς ἐν ταῖς πομπαῖς» ἤρθη πως ἀπὸ τοῦ ἄγαν εὐτελοῦς. καὶ τοῦτο δὲ τὸ «ἀλλ’ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε;» καὶ τοῦτο ἔστι μὲν τοῦ αὐτοῦ τύπου, εἰ καὶ σφοδρῶς εἰσήχθη—εὐτελὲς γὰρ τὸ πρᾶγμα—, ἀλλὰ καὶ τῷ «τοῖς μεθημερινοῖς» εἰπεῖν «γάμοις» καὶ αὐτῇ τῇ σφοδρότητι καὶ τῇ εἰρωνείᾳ καὶ πᾶσι τοῖς λοιποῖς παραμυθίαν ἔλαβε. καὶ μὴν καὶ τὸ «τοὺς ὄφεις τοὺς παρείας θλίβων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ὑπὸ τῶν γρᾳδίων οὕτω προσαγορευόμενος» τοιοῦτόν ἐστι, παραμεμύθηται δὲ τῷ καὶ αὐτὸν ὥσπερ καταγινώσκοντα τῶν εἰρημένων εἰπεῖν, ὅτι ὑπὸ τῶν γρᾳδίων οὕτω προσηγορεύετο. ἐκεῖνα μέντοι διὰ τὸ ἄγαν εὐτελὲς καὶ ὠβέλισάν τινες καὶ ὑπεξείλοντο, ἴσως ὀρθῶς ποιοῦντες, λέγω τὸ «κυάμους ἑφθοὺς βοῶσα καὶ κατὰ πᾶν τὸ θέρος ἐπλανᾶτο» καὶ τὰ ἑξῆς· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐν μὲν ἰδιωτικοῖς λόγοις ἴσως ἂν ἁρμόσειεν, ἐν δημοσίῳ δὲ καὶ τηλικοῦτον ἔχοντι ἀξίωμα λόγῳ ἢ προσώπῳ ἢ πράγματι πῶς ἂν ἁρμόττοι; τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Κατὰ Νεαίρας ὠβελισμένον ὑπό τινων τὸ ‘ἀπὸ τριῶν τρυπημάτων τὴν ἐργασίαν πεποιῆσθαι‘ λέγειν· λίαν γὰρ εὐτελές ἐστι, καὶ εἰ σφοδρὸν εἶναι δοκεῖ. —Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ ἐν τοῖς ἐπιχειρήμασιν ἀπὸ τῶν ἀλόγων ζῴων λαμβανόμεναι, οἷον «ὁ βοῦς κέρατι παίει, ὁ ἵππος ὁπλῇ, ὁ κύων στόματι, ὁ κάπρος ὀδόντι.» καὶ εἰ ἀπὸ τῶν φυτῶν δέ τις ἐπιχειροίη, παραπλησίως ταὐτὸν ποιήσει· ταῦτα δὲ καὶ πλέον ἔχει τι κατ’ ἔννοιαν τοῦ ἀφελοῦς, ἐγγὺς γάρ ἐστι γλυκύτητος, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς. εἰ δ’ ἔχει παρ’ ἐκείνοις ταῦτα καὶ μέγεθος, οὐ δεῖ θαυμάζειν· μάλιστα μὲν γὰρ οὐ κατὰ πλῆθος ὥσπερ ἐνταῦθα τοῖς τοιούτοις χρῶνται παραδείγμασιν, ἓν δέ τι ἀπολαβόντες λέγουσι, τοῦτο δὲ οὐκέτι ἐᾷ γενέσθαι πάντῃ τὸν λόγον ἀφελῆ· ἔπειτα δὲ καὶ φύσει μέλει τοῖς ποιηταῖς ἀμφοτέρων, τοῦ τε ἡδέος καὶ τοῦ μεγέθους, διὸ ἢ λέξεσιν ἢ σχήμασιν αὐτὸ ἐξαίρουσι καίπερ ἴσως ὂν κατ’ ἰδίαν φύσιν ἀφελὲς καὶ ἡδύ.
2 3 (100) [145] —Καὶ περὶ μὲν γλυκύτητος αὐτίκα λέξομεν· τὸ δὲ προειρημένον παράδειγμα καὶ μᾶλλον ἐγένετο ἀφελὲς διὰ τὸ πλεονάσαι τοῖς κατὰ μέρος, ὡς καὶ μικρῷ πρότερον ἐλέγομεν. μέθοδος δέ τις αὕτη ἀφελείας ἀλλ’ οὐκ ἔννοια, τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας· ἐπεὶ καὶ τὸ «εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας» εἰ ἀφέλοι τις τὸ ἀόριστον, ἐπιμείναι δὲ τοῖς κατὰ μέρος, ἀφελῆ ποιήσει τὸν λόγον, οἷον εἰ οὕτω λέγοι ‘εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς ποιμένας καὶ τοὺς νομέασ‘· εἰ γὰρ οὕτως ἐπιμείναι τις τοῖς κατὰ μέρος, πάνυ ἂν ἐργάσαιτο ἀφελῆ τὸν λόγον. —Ἔτι ἀφελές τε καὶ ἠθικὸν κατ’ ἔννοιαν καὶ τὸ δι’ ὅρκων πιστοῦσθαι ὁτιοῦν ἀλλὰ μὴ διὰ τῶν πραγμάτων, οἷον «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» καὶ τὰ ἑξῆς, καὶ πάλιν «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις»· καὶ μυρία τοιαῦτα ἔχεις παρὰ τἀνδρί, πάντα δὲ ταῦτα ἠθικὰ καὶ ἀφελῆ τὰ τῶν ὅρκων. καὶ εἰ τοὺς ἀκούοντας δὲ ὁρκίζοι ἢ τὸν ἀντίδικον, ὡσαύτως· οὐ γὰρ ἀγωνιστικὰ ταῦτά γε, οἷον «πρὸς Διὸς καὶ θεῶν, μὴ ἀποδέξησθε» καὶ ὕσα τοιαῦτα, ἀλλὰ ἠθικὰ τῇ πίστει καὶ πιθανά. εἰ μέντοι μεθοδεύοι τινὰ πίστιν ἀγωνιστικὴν ἢ καὶ ὁτιοῦν ἕτερον ὥστε μεταπεσεῖν εἰς ὅρκου σχῆμα, τὸ τοιοῦτον ἄλλο τι λέγω καὶ οὐκ ἀφελὲς οὐδὲ ἠθικόν· οὐδὲ γὰρ ὅρκος ἔτι ἐκεῖνό γε ἂν εἴη, ἀλλὰ μεθωδεύθη μέν πως ἄλλο τι ὂν ὥστε εἰς τοῦτο ἀφικέσθαι, φυλάττον δὲ τὴν οἰκείαν δύναμιν προσλαμβάνει τι καὶ ἕτερον διὰ τῆς μεθόδου, οἷον «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἑξῆς· τοῦτο γὰρ ἔνδοξον ὂν παράδειγμα καὶ πίστις τοῦ, ὅτι σύνηθες τῇ πόλει ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι καὶ κινδυνεύειν, μεθοδευθὲν οὕτως ὥστε μεταπεσεῖν εἰς ὅρκον πεποίηκε λαμπρότητα καὶ μέγεθος ἀλλ’ οὐκ ἀφέλειαν οὐδὲ ἦθος. Ταῦτα μὲν οὖν ταύτῃ· ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔννοιαι μὲν γὰρ ἀφελεῖς αὗται καὶ αἱ τοιαῦται. Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ ὅσα γε ἐκεῖ εἰρήκαμεν, ταῦτα ὁμοίως κἀνταῦθα δοκείτω λέγεσθαι, ὅτι δύναταί τις καὶ μὴ ὄντα τινὰ ὅσον γε τῶν ἐννοιῶν ἕνεκα ἀφελῆ λόγον ὅμως καὶ διά γε τῶν ἄλλων ποιεῖν εἶναι δοκεῖν ἀφελῆ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν. αὐτίκα ἡ ὀξύτης καὶ τὸ ὀξέως τι εἰπεῖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ· δεινότητος γὰρ ἴδιον τὸ τοιοῦτον· οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης ἡ ὀξύτης αὕτη—εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος ἕνεκα ἡμῖν οὐδέν—, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ ἀφελὲς ἔδοξεν εἶναι.
2 3 (150) [185] πολὺ δὲ τοῦτο παρὰ τῷ Ξενοφῶντι. σαφέστερον δὲ περὶ αὐτῆς μικρὸν ὕστερον ἐν τῷ περὶ γλυκύτητος λέξομεν. Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ‘ἀδελφίζειν‘ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ‘κλαυσίγελωσ‘ παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς μετ’ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθ’ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας. Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ. Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ. Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους. Ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ ὥρας, ἃ δὴ ὥσπερ ἐπίτασίν τινα τῆς ἀφελείας ἐλέγομεν εἶναι· λεκτέον οὖν ἂν εἴη τι περὶ αὐτῶν. ἐφεξῆς δὲ ταύτῃ λέξομεν καὶ περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Περὶ γλυκύτητο ς .
2 4 (t) [45] Ἔννοιαι δὲ γλυκεῖαί τε καὶ ἡδονὴν ἔχουσαι μάλιστα μὲν πᾶσαι αἱ μυθικαί, οἷον «ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἵ τε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος» καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατ’ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρ’ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ τοὺς δώδεκα θεούς». ἀλλ’ ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα· ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθ’ ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλ’ ἐκεῖσε ἐπάνειμι. —Πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι· κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. —Τρίτην δὲ ἔχει τάξιν τὰ κατ’ ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν ἅπαντα τὰ Ἡροδότου· μυθώδη γὰρ ὀλίγα ἔχει, οἷον τὰ περὶ τοῦ Πανὸς ῥηθέντα καὶ τοῦ Ἰάκχου καὶ ἴσως ἄλλα τινὰ σφόδρα γε ὀλίγα· τὰ μέντοι ἄλλα καὶ πιστεύεται γεγονέναι καὶ ἀπήλλακται τοῦ μυθικοῦ, διόπερ οὐδὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος. —Ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον. πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλ’ αἳ μέν εἰσιν αἰσχραὶ τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δ’ οὐ τοιαῦται. καὶ τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει τις, ὥσπερ ἡ Σαπφὼ «ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ δι’ ὔσδων μαλίνων» καὶ «αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ» καὶ ὅσα πρὸ τούτων τε καὶ μετὰ ταῦτα εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ, οἷον «νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή· ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφής τε καὶ ὑψηλή» καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὕτως ἄν τις ἐκφράζων ἡδονὴν ποιοίη καὶ γλυκύτητα.
2 4 (50) [95] ὅσαι δέ εἰσιν αἰσχραὶ τῶν κατὰ τὰς ἀπολαύσεις ἡδονῶν, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν καὶ γλυκύτητα· οἷς γὰρ ἕκαστος χαίρει πραττομένοις, ἐκείνοις οὗτος καὶ λεγομένοις ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ σωφρονῶν δηλαδὴ σώφροσι, καὶ ὁ ποιῶν δὲ ὡσαύτως ποιήσει· ἐπεὶ καὶ τὸ «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν» ἡδονὴν μὲν ἔχει καὶ οὐκ ὀλίγην γε, σώφρονα μὴν ταύτην καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ πολὺ τῆς ἡδονῆς ἀφέστηκεν· οὐ γὰρ τραχέως μόνον, ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ ‘ἔμαρπτε‘· καὶ τὸ ‘ἀγκάσ‘ δὲ αὐτῇ τῇ προφορᾷ καὶ τῷ φθόγγῳ, εἰ τὸ τῆς ἐννοίας τις ἀφέλοι, ὁρᾷς, ὡς μεγέθους μᾶλλόν ἐστιν, οὐχ ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι βούλοιτ’ ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ, οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι «τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην» καὶ τὰ ἑξῆς μείζονα ἔχει τὴν ἡδονήν, διότι καὶ μυθικὸν καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίας τε καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ «πορφύρεον δ’ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα». καὶ ὅλως μυρία τούτων παρὰ τοῖς ποιηταῖς ἔστι παραδείγματα. καθόλου τε πᾶσαι αἱ ἐρωτικαὶ ἔννοιαι γλυκεῖαί εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς προειρημένοις κατ’ ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν αὐτῶν ὥσπερ μέρη· διὸ οὐδὲ ἀπεδώκαμεν τάξιν ἰδίαν ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλ’ ἐπὶ τοσοῦτον αὐτῶν ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο, οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως, ἧς ἦν τὰ ἐξαγγελλόμενα ἅπαντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν τέρψιν φέρει. —Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι, οἷον «τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν με ἐθέλει διδάσκειν, οἱ δ’ ἐν τῇ πόλει ἄνθρωποι». ἀμφισβητήσειε δ’ ἄν τις, πότερον κατὰ λέξιν ἢ κατ’ ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτης· καὶ ἴσως μᾶλλον κατ’ ἔννοιαν· τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ «οὐδέν με θέλει», ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν τροπὴ καὶ οὐχ ὡς ἐν τῷ «μέλιτος γλυκίων ῥέεν αὐδή»· ἐνταῦθα γὰρ τὸ ‘ῥέε‘ τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ ‘ἐθέλει‘, καὶ ἴδιόν τι σημαινόμενον ἔχει ἡ λέξις ἡ ‘ἐθέλει‘. τάχα οὖν εἴποι τις ἂν ἠλληγορῆσθαι αὐτό, ἀντὶ τοῦ ‘οὐδέν με δύναται διδάσκειν‘ τοῦ «οὐδέν με θέλει» ῥηθέντος.
2 4 (100) [155] ἡμεῖς μέντοι τοῦτο, ὅ τί ποτ’ ἂν ᾖ, συγχωροῦντες εἶναι, τοσοῦτον διοριζόμεθα, ὅτι καθόλου τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔν τε τῷ προειρημένῳ δηλοῦται καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν αὐτὴ ἀποκρίνηται, οἷον «ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα δὲ γίνεο» καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ μᾶλλον τοῦτο συνίστησι τὸ παρ’ ἡμῶν λεγόμενον· σχεδὸν γὰρ δι’ ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον «ἐνετέλλετο δὲ λέγειν ῥαπίζοντας τάδε βάρβαρά τε καὶ ἀτάσθαλα· ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε βούλῃ ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ὄντι δολερῷ καὶ ἁλμυρῷ ποταμῷ»· ἐνταῦθα γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν ἡδονῇ, καθ’ ὃ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλ’ οὐχ ὥσπερ εἰρήκαμεν, οἷον «ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός» καὶ «αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ» καὶ «γηθοσύνῃ δὲ θάλασσα διίστατο» καὶ ὅσα τοιαῦτα· οὐχ ὡς κατ’ ἀπροαιρέτων γὰρ λέγεται, ἀλλ’ ὡς καὶ δυναμένων τὸ πρακτέον εἰδέναι· δέδοται γὰρ καὶ τὰ τοιαῦτα τοῖς ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐδ’ οὕτω γλυκύτητος, ἀλλὰ ποιεῖ μὲν κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις. ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενοφῶν λέγων τὰς κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ «θρασεῖαι δὲ αἱ οὐκ ἐῶσαι τῶν συνεργῶν τὰς σοφὰς εἰς τὸ πρόσθεν ἰέναι, ἀλλὰ ἀνείργουσι θορυβοῦσαι»· καὶ γὰρ τὸ «τῶν συνεργῶν» καὶ «τὰς σοφάς» καὶ σχεδὸν ἅπαντα τὰ εἰρημένα ἀνθρώπων ἴδια καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα, ἐν ᾧ δὴ καὶ φύσει τὸ κατ’ ἔννοιαν ἔχον τὴν ἡδονήν· καὶ κατ’ ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον, ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει, ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον, φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. Ἀλλὰ περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα. Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται. Λέξις δὲ γλυκεῖα ἥ τε τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξει τε ἑκάστῃ ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα.
2 4 (150) [195] εἰ δὲ καὶ ἄλλων διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο, ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — Τὸ δ’ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ’ ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν» καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθ’ Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν τοῦτο «ἀλλ’ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα οἳ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων; πεισόμεθα μὲν οὖν». ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ Ξενοφῶντι τοιαῦτα καὶ παρ’ ἄλλοις συχνοῖς, καὶ ἀφθονία παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παρ’ ἑκάστου βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο· οὐ γὰρ ἀπ’ ἀλλοτρίων ποιημάτων τινά, ἀλλ’ αὐτὸς ποιήσας παρέπλεξε, προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον εἶναι δοκῇ τὸ λεγόμενον, οἷον «ἐπέρχεται δέ μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν», εἶτα τὸ μέτρον ἐπήγαγεν «εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην, νηνεμίαν δ’ ἀνέμοις, κοίτην ὕπνον τ’ ἐνὶ κήδει». καὶ ἐν τῷ Φαίδρῳ δὲ παραπλησίως πρόσωπόν τι ὑποβαλὼν ἀόριστον μέν, ἀλλ’ οὖν ὡς ἑτέρου λέγοντος ἐνθουσιῶν δὴ μέτρον ἐφθέγξατο «ὡς λύκοι ἄρνα φιλεῦς’, ὣς παῖδα φιλοῦσιν ἐρασταί». οὐ μέντοι οὐδὲ τοῦτο εἴασεν ἀπαραμύθητον, ἀλλ’ ἐπήγαγέ τι ἐπιδιορθωτικὸν καὶ τούτῳ. εἰδέναι μέντοι χρή, ὅτι αὗται αἱ παραπλοκαί, εἴτε ἰδίων εἴτε ἀλλοτρίων εἶεν ποιημάτων, εἰ μὴ οὕτω παραπλέκοιντο, ὥστε ἓν δοκεῖν εἶναι σῶμα αὐτῶν τε καὶ τοῦ πεζοῦ λόγου, ἀλλ’ ἐκ διαστάσεως λέγοιντο, ὥσπερ οἱ νόμοι καὶ τὰ ψηφίσματα ἐν τοῖς λόγοις ὅτε ἀναγινώσκοιντο, οὐ ποιοῦσιν ἀκριβῆ τὴν γλυκύτητα ἀλλ’ ἄλλο τι, οἷον «παρανάγνωθι δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω· ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας καὶ κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με».
2 4 (200) [t2] καὶ πάλιν τὰ ἐξ Ἀντιγόνης Σοφοκλέους ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰρημένα, οἷον «ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν» καὶ τὰ ἑξῆς· τάχα μὲν γὰρ φαίη τις ἂν καὶ ταῦτα ἔχειν, εἰ καὶ βραχύ, ἀλλ’ οὖν ἔχειν τι καὶ γλυκύτητος, δῆλόν γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. — Ἀλλ’ ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων, οἷον «ἄγετε δή, ὦ Μοῦσαι λίγειαι». καὶ κατ’ αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς χρῆσθαι τοῖς ἐπιθέτοις. καὶ ἡ δριμεῖα δὲ λέξις τῶν γλυκύτητα ποιουσῶν ἐστι, περὶ ἧς αὐτίκα εἰρήσεται. Σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου. Συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι· δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι. Καὶ αἱ ἀναπαύσεις δὲ ὡσαύτως ἐν ἡδονὴν ἔχοντι λόγῳ σεμναὶ ἔστωσαν καὶ βεβηκυῖαι· βεβηκέναι γὰρ δεῖ τὸν ῥυθμὸν ἐνταῦθα, ὥσπερ ἐλέγομεν καὶ ἐν ἀφελείᾳ. Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγο υ .
2 5 (t1) [45] Ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως, διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. —Ἕτερον δὲ παρὰ ταύτην τὴν δριμύτητα εἴτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθ’ ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν· κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθ’ ἑαυτὴν ἡ ποιοῦσα τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν δι’ αὐτῆς ἐξαγγέλλοι καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν δι’ αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλ’ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη, οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, δι’ ἃς πρὸ τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί· τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως—ἐπ’ ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν—, κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα· καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφ’ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπ’ ἄλλου πράγματος ταττόντων τοὔνομα τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι, «μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ὑπερβάλῃς», φησί· σχεδὸν γὰρ τοὐναντίον νῦν ἡ λέξις αὕτη σημαίνει ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι· τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι.
2 5 (50) [95] καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γ’ ἕνεκα οὐδὲν ἄλλ’ ἢ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἶδος δριμύτητος, παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν. Ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ πάντα κατ’ ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος λέξεως γίνεται, διαφέρει δέ πως ἀλλήλων. τὸ μὲν γὰρ καθ’ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον «μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχ’ ἴσως οὐδ’ ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλ’ οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθ’ ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται. Ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας, οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι χρησάμενοι εἶτ’ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφ’ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτ’ εἰπών, δι’ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι πάνθ’, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπ’ αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ». καὶ πάλιν «ἐγὼ δὲ οὐ τοῦτο δέδοικα. εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλ’ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ καθ’ ἑαυτὸ εἰ λέγοι τις τὸ «τέθνηκε τῆς πόλεως τὸ τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει. Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ ὁ ῥήτωρ κέχρηται.
2 5 (100) [139] γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾶ μηδὲ σκληρᾷ κατ’ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχη, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησε‘ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ‘ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ «εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν παῖδ’ ἐν ὑγροῖς κύμασι τεθνηκέναι»· τῷ γὰρ ‘οἰκῶν‘ παράκειται τὸ ‘ἡρμήνευσεν ἄν‘, καθ’ αὑτὸ δ’ ἂν ἦν σκληρόν πως. Τοσαῦτα καὶ περὶ τῆς δριμύτητός τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι. Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον· ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν δι’ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατ’ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται· ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου. Ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα· ἑξῆς δ’ ἂν εἴη λέγειν περὶ ἐπιεικείας. Περὶ ἐπιεικεία ς .
2 6 (t) [45] Ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατ’ ἔννοιαν μέν, ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο ταὐτόν ἐστι τῷ προειρημένῳ· καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλ’ ἢ ἑκόντα μειονεκτεῖν ἐστιν· ὅμως δὲ κείσθω καὶ κατ’ εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ «ἐγὼ δ’, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα». εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου· τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι τοῖς τε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. ἀλλ’ ὅρα, μεθ’ ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ· τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα· τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται· καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ «καὶ θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς» καὶ τὰ ἑξῆς. —Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον «εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν» καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ «οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτ’ ἐν εὐθύναις λυπήσας» καὶ τὰ ἑξῆς, καὶ τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον» καὶ τὰ ἑξῆς. —Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν. —Τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται.
2 6 (50) [105] πολλὰ τῶν τοιούτων ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ· φύσει γὰρ οἱ ἄνδρες ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον. Μέθοδος δ’ ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα ταῖς ἐννοίαις ταῖς ἐπιεικέσι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ χρηστὰ ἤ, ὅσα ἔχει κατὰ τοῦ ἐχθροῦ σφοδρά, ταῦτα ἑκόντα μειοῦν καὶ μὴ λέγειν σφοδρῶς. καὶ τὰ μὲν ἑαυτοῦ ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί· παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον «μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθ’ οὓς Χερρόνησος ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι», ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον «τῆς μέντοι διακονίας τῆς ἐφ’ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι». ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν ταὐτόν ἐστι πρᾶγμα δηλούμενον, ὅτι ‘ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ ἔγραψα‘, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται καὶ ταπεινότερον; ἀλλ’ οὗτος μὲν εἰς δέον ἑκατέρῳ χρῆται, οὐ κατ’ ἐπιείκειαν ἀλλὰ δεινότητα, ἐκεῖνο μὲν ἐλαττώσας, τουτὶ δὲ αὐξήσας. βουλόμενος μέντοι τις ἐπιεικῆ ποιεῖν λόγον καὶ ἠθικὸν οὕτως ἂν οἶμαι μεθοδεύσειε. σπάνια δὲ τῆς τοιᾶσδε μεθόδου τὰ παραδείγματα· οὔκουν ἔγωγε ἐδυνήθην ἐκ τοῦ παραχρῆμα λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι, ἀλλ’ ἠθικὸς μὲν ὁ λόγος, βαρὺς δὲ καὶ οὐκ ἐπιεικής, οἷον «μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν» καὶ πάλιν «βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον», καὶ πολλὰ ἔστι τοιαῦτα· ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐδ’ ἐπιεικὲς τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι, «ἐπεὶ πόνος ἄλλος ἤπειγεν» ὡς ἀληθῶς· ἐνδείξασθαι μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω, ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δ’ ἂν οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς Ἀλκιβιάδου λόγους καὶ πολλαχοῦ μέντοι. —Ἀλλὰ τὰ μὲν καθ’ ἑαυτὸν οὕτως ἄν τις ἐλάττω ποιοίη τῷ ἐπιεικεῖ κατὰ μέθοδον λόγῳ· τῶν δὲ δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφοδρῶς ἐλάττωσις ἐκ μεθόδου κατὰ δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο, ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος, εἰ καὶ βραχύ, ἀλλ’ οὖν ἔχει γε ὁ λόγος, οἷον «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον» καὶ πάλιν «τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα ἔγωγε οὐκ οἶδα οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω τούτου πολὺ κεχωρισμένον» καὶ τὰ ἑξῆς.
2 6 (100) [155] ὅτε δὲ μηδὲν ἐνδείκνυται, παντάπασιν ἐπιεικὴς κατά γε τοῦτο ὁ λόγος γίνεται, οἷον «τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὸς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους;» ὁρᾷς, πῶς ἔχων εἴπερ ἐβούλετο εἰπεῖν σφοδρῶς οἷον ‘τίνος ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι, ὅτῳ ἂν βούλησθε‘, ὃ δ’ ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς ἔφη «τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους»; τοιοῦτο δ’ ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς «δοκοῦσι δέ μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν»· τό τε γὰρ ἐνδοιάσαι καὶ μὴ ἀποφήνασθαι, ὅτι δεινοὶ Λακεδαιμόνιοι, ἀλλὰ «δοκοῦσί μοι» εἰπεῖν τό τε μὴ καθάπαξ δοκεῖν αὐτοὺς εἶναι δεινοὺς εἰπεῖν αὐτὸν ἀλλὰ δεινοῖς ἐοικότας ἁπλῶς, ἔργον δέ τι δεινῶν ἀνθρώπων διαπράττεσθαι, σφόδρα ὑφιέντος ἦν τὸ ἐπιφορικὸν καὶ σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου. δῆλον δ’ ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων ἐναντίως τῇ ἰδέᾳ ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος, οἷον «μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος»· πρῶτον μὲν γὰρ ‘πανοῦργοσ‘ φησίν, ἀλλ’ οὐχ ἁπλῶς ‘δεινόσ‘, σφοδρότερον δὲ τὸ ‘πανοῦργοσ‘ ὄνομα τοῦ ‘δεινόσ‘ δήπουθεν· ἔπειτα οὐδὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι τὸν Φίλιππον ἔφη οὐδὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλ’ ἀπεφήνατο· ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς, ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλ’ αὐτὸν εἶναι τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος. εὕροις δ’ ἂν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης μεθόδου, καθ’ ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω, καθ’ ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔν τε συμβουλευτικοῖς κἀν τῷ Πρὸς Λεπτίνην· καίπερ γὰρ ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν τοῖς περὶ τὸ πρόσωπον ἔχει καὶ κατὰ τὴν μέθοδον καὶ ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί. Ἀλλ’ ἐκεῖσε ἐπανιτέον. μέθοδος γὰρ ἐπιεικείας πρώτη μὲν ἡ προειρημένη, μετὰ δὲ ταύτην ἡ ἐκ παραλείψεως· δοκεῖ γάρ πως ἐπιεικὲς εἶναι τὸ ἑκόντα παραλείπειν, ὅσα τις εἰπεῖν ἔχει κατὰ τοῦ ἐχθροῦ ἢ καὶ ὑπὲρ ἑαυτοῦ. καὶ πολύ γε τὸ ἀξιόπιστον διὰ τὴν ἐμφαινομένην ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι· γίνονται δὲ ὡς ἔφην ἐπ’ ἀμφοῖν, καὶ ἐν τοῖς καθ’ ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς· ἢ γὰρ ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου ποιεῖται, οἷον «καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω» καὶ πάλιν ‘παραλείπω τὰ πολλὰ διὰ τόδε‘, φησί, ‘καὶ τόδε‘.
2 6 (150) [183] — Ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ, τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον «καὶ οὐδὲν ἂν εἴποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεξέδωκα» καὶ πάλιν «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ» καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ λέγουσα τὰ πράγματα παράλειψις, οἷον «Ὄλυνθον μὲν δή» καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον «καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω», μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους ἔτι καὶ περιβολὴν ποιεῖ διὰ τὴν τοῦ ἀορίστου πρόσληψιν· τὰ γὰρ τοιαῦτα οὐδὲν ἄλλ’ ἢ ἀορίστου ἤ τινος τοιούτου προσλήψεις εἰσὶ κατὰ παράλειψιν μεθοδευθεῖσαι. Τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ· ὅτι γὰρ τὸν ἐπιεικῆ δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων συναίσθοιτ’ ἄν. Καὶ μὴν καὶ ἡ λέξις τοῦ ἐπιεικοῦς λόγου ἡ καθαρὰ καὶ ἀφελὴς σχήματά τε καὶ κῶλα καὶ συνθήκη κατὰ ταὐτὰ αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς λόγου ἔμφασιν. Περὶ ἀληθινοῦ λόγου.
2 7 (t) [45] Ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμψυχος λόγος τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον καὶ τὰ σχήματα τήν τε λέξιν καὶ ὅσα τούτοις ἕπεται, γίνεται μὴν καὶ κατ’ ἔννοιαν· αἱ γὰρ ἀφελεῖς πᾶσαι πάντως εἶεν ἂν τοῦ ἐνδιαθέτου, ἢ πῶς ἂν ἔτι τὸ ἦθος ἔχειν δύναιντ’ ἂν ἀκριβῶς; τάχα δ’ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον «αὐτὸς ὢν οἶμαι θαυμάσιος στρατιώτης, ὦ Ζεῦ»· μετὰ γὰρ τὴν γενομένην κατὰ τὴν εἰρωνείαν βαρύτητα ἐπήγαγε τὸ «ὦ Ζεῦ», ἑτέρα δέ τις αὕτη δήπουθεν παρὰ τὴν προειρημένην ἐστὶν ἔννοια τὸ «ὦ Ζεῦ» σχετλιαστική. τοιοῦτόν ἐστι καὶ τὸ «ἀλλ’ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», ἀλλ’ ἴσως τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν· τὸ μέντοι «καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε; Χαρίδημον; οἴμοι» ἔχει τινὰ καὶ ἰδίαν ἐν τῷ ‘οἴμοι‘ ἔννοιαν. καὶ μυρία τούτου παρὰ Δημοσθένους λάβοις ἂν παραδείγματα. Ἀλλ’ ἔννοιαι μὲν αὗται λόγου ἐνδιαθέτου, γνώριμοί τινες οἶμαι καὶ σαφεῖς ὀφθῆναι. εἰ δὲ καὶ μέθοδος εἴη τις ὁ σχετλιασμὸς περὶ ἔννοιαν οὐ τοιαύτην, οἷον οὐ φύσει σχετλιαστικήν, ὡς τὸ «ἀλλ’ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», σαφὴς δήπου ἡ μέθοδος καὶ οὐδὲν ἔχουσα δυσχερὲς πρὸς καταμάθησιν. —Αἱ μέντοι λοιπαὶ μέθοδοι τοῦ ἀληθινοῦ λόγου σχεδὸν ἄρρητοί εἰσιν. εἴτε γὰρ εὐχὰς ποιοίη τις εἴτε ἄλλο τι τοιοῦτον, οὐχ ἁπλῶς διὰ τῶν εὐχῶν ἢ διὰ τῶν ὁμοίων ταύταις ἐνδιάθετος ὁ λόγος γίνεται, ἀλλ’ ἔστι ταῦτα μὲν ἁπλῶς κατὰ ἀφέλειαν ἠθικά, ἕτερα δὲ παρὰ ταῦτά ἐστιν οἶμαι τὰ ποιοῦντα οἷον ἔμψυχον εἶναι δοκεῖν τὸν λόγον. αὐτίκα τὸ «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις» εὐχή τίς ἐστι δήπουθεν, ἀλλά τι παραπλήσιον ἔχει τῷ «ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν» ἐν Σικελικοῖς ὑπὸ Ἀριστείδου εἰρημένῳ· λέγω δὲ οὐχ ὡς τούτου βελτίονος ὄντος, ὧν ὁ Δημοσθένης εἶπε— μαινοίμην γὰρ ἄν, εἰ τοῦτο λέγοιμι—, ἀλλ’ ὅτι τοῦτο ἐκείνου ἀληθινώτερόν ἐστιν· οὐ γὰρ ἀπῄτει τὸν Δημοσθένην ὁ καιρὸς εὐθὺς κατ’ ἀρχὰς ἀληθινόν πως ἀλλ’ ὅλως ἠθικόν πως τὸν λόγον παρασχέσθαι, καὶ ἐδείκνυμεν τοῦτό τε καὶ ἕτερα πλείονα ἑπόμενα τούτοις, ὅτε τὸν λόγον ἐθεωροῦμεν. εὕροις δ’ ἂν οὐκ ὀλίγα τοιαῦτα οὕτως ἀληθινῶς εἰρημένα καὶ παρὰ τῷ ῥήτορι. καὶ μὴν καὶ τὸ «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» καὶ τὰ ἑξῆς ὅρκος ἐστὶ δήπουθεν· ἀλλὰ σκόπει, εἰ ὅμοιον τοῦτο ἐκείνῳ τῷ «ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβὼν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα»· ἐνταῦθα μέντοι καὶ ἡ ἐπιμονὴ τῆς ἀφελείας πεποίηκε πλέον τὸ ἐνδιάθετον τὸ «πάνυ πολύ».
2 7 (50) [95] Ἀλλ’ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι αἱ μέθοδοι τοῦ ἐνδιαθέτου λόγου σχεδὸν μὲν ἄρρητοί εἰσιν· ὅμως δὲ ἡμῖν τι τολμητέον εἰπεῖν καὶ περὶ τούτων, εἴ πως αὐτὰς ἐνδείξασθαι δυνηθείημεν. λέγω τοίνυν, ὅτι σχεδὸν μία μέθοδός ἐστιν ἅπαντος ἐνδιαθέτου λόγου, τὸ μὴ προλέγειν, μήθ’ ὡς ὄμνυσί τις, ἀλλ’ ἁπλῶς οἷον ἐμπίπτειν εἰς τὸν ὅρκον, μήθ’ ὡς εὔξεταί τις, ἀλλ’ ἁπλῶς παραπεσὸν εὔχεσθαι, οἷόν ἐστι καὶ τὸ «ὡς μηδὲ νῦν ὤφελον», οἷον «ἡνίκα τὰς δίκας τοῖς ἐπιτρόποις ἐλάγχανον, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδ’ εἰ γέγονεν εἰδὼς οὐδὲ γινώσκων, ὡς μηδὲ νῦν ὤφελον». καὶ μὴν καὶ τὸ θαυμάζειν τι πρᾶγμα ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐνδιάθετον· ἀλλ’ ἐὰν μὲν προείπῃς, ὅτι θαυμάζεις, οὐκέθ’ ὁμοίως τὸ ἐνδιάθετον τοῦ λόγου σῴζεται, ἀλλ’ ἁπλῶς μέντοι ἠθικὸς καὶ ἴσως ἀφελὴς οὕτως ὁ λόγος γένοιτ’ ἂν καὶ κατὰ τοῦτο μόνον ἔχων τι τοῦ ἀληθοῦς, οὐ μὴν ἀκριβές γε τοῦτο· ἂν δ’ ἀφέλῃς μὲν τὸ λέγειν, ὅτι θαυμάζεις, ψιλὰ δὲ καὶ καθ’ ἑαυτὰ λέγῃς ἃ θαυμάζεις πράγματα, ἐνδεικνύμενος τοῦτο αὐτὸ τὸ θαυμάζειν, πλεῖον ποιήσεις τὸ ἐνδιάθετον καὶ ὡς ἀληθῶς ἔμψυχον, οἷον «καὶ τοιαῦτα συνειδὼς βεβιωμένα ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσὶ τολμήσει βλέπειν εἰς ὑμᾶς καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλα ἐρεῖ μακρᾷ τῇ φωνῇ, ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι· οὐκ ἴσασιν οὗτοί σε» καὶ τὰ ἑξῆς· τὸ γὰρ «ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι· οὐκ ἴσασιν οὗτοί σε» σφόδρα πολὺ τὸ ἐνδιάθετον ἔχει ὡς δὴ θαυμάζοντος τὸν λέγειν τολμῶντα τὰ τοιαῦτα· καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρὴ ποιεῖν; οὐκ ἀναστήσεσθε;» καὶ τὰ ἑξῆς. ἁπλῶς τε, ὅπερ ἔφην κἀν τοῖς προειρημένοις, αὕτη μία μέθοδος λόγου τοῦ μέλλοντος ὡς ἀληθῶς ἐμψύχου φανεῖσθαι, τὸ μὴ προλέγειν μέν, ὡς ἔχοι τι πάθος ἐν τῇ ψυχῇ, οἷον θαῦμα ἢ φόβον ἢ ὀργὴν ἢ λύπην ἢ ἔλεον ἢ πεποίθησιν ἢ ἀπιστίαν ἢ ἀγανάκτησιν ἤ τι τῶν τοιούτων, πεποιθότως γε μὴν προάγειν τὸν λόγον, ὡς ἂν ὁ καιρὸς ἀπαιτῇ, οἷον μετ’ ὀργῆς ἢ θαυμασμοῦ ἤ τινος ἄλλου τῶν προειρημένων. μετ’ ὀργῆς μέν, ὡς ἐν τῷ «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «καὶ τοιαῦτα συνειδὼς ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσί» καὶ τὰ τοιαῦτα. ἐλέου δέ, ὅταν λέγῃ «τοὺς ταλαιπώρους Φωκέας» καὶ πάλιν «ἀλλ’ ὁ μὲν ἄθλιος ἄνθρωπος ἠτίμωταί τε καὶ ὕβρισται». θαυμασμοῦ δὲ παράδειγμα, οἷον «ἐγὼ σοὶ ξενίαν Ἀλεξάνδρου;» καὶ τὰ ἑξῆς· καὶ τὸ προειρημένον δὲ τοιοῦτόν ἐστιν, οἷον «βουλεύεσθε, ὦ Ἀθηναῖοι, τί χρὴ ποιεῖν, Θηβαίους ἔχοντες ἐν νήσῳ;» τοῦ δὲ σὺν φόβῳ λόγου προϊόντος παρὰ μὲν τοῖς ῥήτορσιν οὐκ ἂν ἴσως εἴη παράδειγμα, αἱ μέντοι κωμῳδίαι καὶ αἱ τραγῳδίαι μυρία ἔχουσι τοιαῦτα.
2 7 (100) [145] ἀγανάκτησιν δὲ ἐμφαίνει τὰ τοιαῦτα «Χαρίδημον; οἴμοι» καὶ πάλιν «Ἀνδροτίων, ὦ γῆ καὶ θεοί». πεποιθότως δὲ ἐρεῖς, ὅταν λέγῃς «ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦτα οὕτως ἔχῃ». τοῦ δ’ αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου λόγου τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις χρῆσθαι, οἷον «ποῖ δὴ προσορμιούμεθα; ἤρετό τις», εἶτα ἡ ἀπάντησις χωρὶς καταστάσεως «εὑρήσει τὰ σαθρά, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλ’ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· αὕτη μέντοι ἡ μέθοδος καὶ γοργότητός ἐστιν ἰδία· περὶ δὲ συνδρομῆς—εἴτε συγχωρήσεως δεῖ λέγειν—κἀν τῷ περὶ γοργότητος ἔφην ἐρεῖν ἀκριβέστερον, ὅτε περὶ μεθόδου δεινότητος λέγοιμι· ἐκείνης γὰρ ἴδια ταῦτα. Ἐπανιτέον δ’ ἐφ’ ὅπερ ἐλέγομεν. καθόλου γὰρ τὸ χωρὶς καταστάσεως εἰς ἀρχὴν ἀσυνδέτως ἀνάγειν τὸν λόγον ἐνδιάθετον καὶ ἀληθινόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι», εἶτα ἐξ ἐπεμβολῆς οὐ καταστήσας ἐπήγαγεν ἀσυνδέτως καὶ σφόδρα ἐνδιαθέτως «πολλὰ ἂν ἔχοιεν εἰπεῖν Ὀλύνθιοι νῦν, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι». καὶ τὸ ἐφεξῆς δὲ τοιοῦτόν ἐστιν, οἷον «ἀλλὰ τί τούτων ὄφελος;» εἶτ’ ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου μὴ καταστήσας σφόδρα ἐνδιαθέτως «ἕως ἂν σῴζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἑξῆς πρόθυμον εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». τοῦτο δ’ ἂν οἰηθείη τις ἴσως σχῆμα καὶ οὐ μέθοδον εἶναι, ἔστι δὲ οὐ τοιοῦτον ἀλλὰ καθαρῶς μέθοδος· οὐ γὰρ ἁπλῶς τὰ ἀσύνδετα λέγω ποιεῖν τὸν ἐνδιάθετον λόγον, ἀλλὰ τὰ χωρίς τε καταστάσεως καὶ τὰ ὡς ἀπαντήσεις· αἱ δὲ ἀπαντήσεις οὐ σχήματα ἀλλὰ μέθοδοί τινές εἰσι δήπουθεν ἢ πάντως γε ἔννοιαι. —Ἔστι δὲ παρὰ τὰς προειρημένας ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου καὶ μάλιστα τοῦ δοκοῦντος σὺν ὀργῇ προϊέναι, τὸ μηδὲ τὰς ἀκολουθίας σῴζειν τῶν τοῦ λόγου σχημάτων ἀλλ’ οἷον ἐξίστασθαι δοκεῖν ὑπὸ τοῦ πάθους, οἷόν ἐστι καὶ τὸ «ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται, δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα» καὶ τὰ ἑξῆς πάντα μέχρι τοῦ «οὐκ ἀπορῶν δ’, ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ, τοῦ πρώτου μνησθῶ»· οὐδαμοῦ γὰρ ἀποδέδοται τὸ ἀκόλουθον τῷ σχήματι, ἀλλ’ ἐπὶ πολὺ τὸ οἷον ἀκρόχολον· διὸ καὶ μᾶλλον ἔμψυχος καὶ ἀληθὴς ὁ λόγος εἶναι δοκεῖ. δῆλον δ’ ἐκ τοῦ αὐτοῦ παραδείγματος, ὅτι καὶ τὸ ταῖς λοιδορίαις ἄνευ τοῦ ἐπισημαίνεσθαι χρῆσθαι λόγου ἀληθοῦς καὶ ἐνδιαθέτου, οἷον «εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς».
2 7 (150) [195] μέθοδος δέ τις οἶμαι καὶ αὕτη, δι’ ἣν οὔτ’ ἐπαχθὴς εἶναι δοκεῖ ὁ λοιδορούμενος σαφῶς ἐνδεικνύμενος αὐτῷ τῷ μὴ ἐπισημαίνεσθαι, ὡς ὑπ’ ὀργῆς προήχθη καὶ οὐκ ἐσκεμμένος ἥκει τὰς λοιδορίας ἀλλ’ αὐτόθεν ἐπελθὸν αὐτῷ δι’ ὀργὴν ταῦτα εἴρηκεν, ὅ τε λόγος τὸ πιθανὸν πλέον ἐκ τῶν τοιούτων μεθόδων ἴσχει διὰ τὴν διάθεσιν καὶ τὸ ἐμψύχως προῆχθαι. ἐὰν δὲ ἐπισημήνῃ ὥσπερ ὁ Αἰσχίνης, οἷον ‘δότε μοι εἰπεῖν κίναιδον αὐτόν‘, οὔτε ὁμοίως ἔσῃ πιθανὸς δόξεις τε ὡς ἀληθῶς εἶναι φιλολοίδορος· οὐ γὰρ πεπονθότος ἐστὶ τὴν ψυχὴν οὐδ’ ἐμπαθῶς ἔχοντος τὸ ἐπισημαίνεσθαι οὐδ’ οἷον ἐξεστηκότος ὑπὸ τοῦ πάθους οὐδ’ ἀγνοοῦντος, ἃ λέγει, ἀλλὰ νήφοντος καὶ γινώσκοντος ταῦτα καὶ ἐπεσκεμμένου καὶ τοῦτο ἐσπουδακότος λοιδορήσασθαι τῷ ἐχθρῷ, καὶ οὐκέτι οὐδὲ πιθανός ἐστι τῷ μηδ’ ἐνδιαθέτως μηδ’ ἐμψύχως λέγειν· ὁ γὰρ ἐνδιακειμένως τι λέγων σφόδρα γ’ ἑαυτὸν γοῦν πεπεικέναι δοκεῖ, διὸ καὶ πιθανός ἐστιν, ὁ δ’ ὡς ἑτέρως οὐκ ἔχει τὴν πιθανότητα ὁμοίαν. —Ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύχου λόγου, σχεδὸν μὲν ἡ αὐτὴ οὖσα τῇ προειρημένῃ ἔχουσα μέντοι διαφοράν τινα, ἔστι τὸ κἀν τοῖς ἄλλοις καὶ μὴ μόνον ἐν ταῖς λοιδορίαις δοκεῖν αὐτόθεν πως κινούμενον λέγειν ἀλλὰ μὴ ἐσκεμμένον, οἷον ‘ἀλλὰ γὰρ μικροῦ με παρῆλθε‘ καὶ πάλιν «ἀλλὰ γὰρ ἐμπέπτωκα εἰς λόγους, οὓς αὐτίκα μάλα ὕστερον ἁρμόσει λέγειν». πολλὰ καὶ τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα παρὰ τῷ ῥήτορι. Ἀλλὰ περὶ μὲν ἐννοιῶν καὶ μεθόδων τοῦ ἐνδιαθέτου λόγου τοσαῦτα. Λέξις δὲ πᾶσα μὲν ἡ τραχεῖα καὶ σφοδρὰ καὶ πεποιημένη διάθεσιν ἔχει τὴν μετ’ ὀργῆς καὶ μάλιστα ἐν ταῖς ἐπιφοραῖς, ἐν αἷς καὶ αἱ μὴ συνήθεις αὐτόθεν δὲ ποιηθεῖσαι καιρὸν ἔχουσιν, ὥσπερ τὸ ‘ἰαμβειοφάγοσ‘ καὶ τὸ «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πᾶσαι αἱ τοιαῦται καιρὸν ἔσχον αὐτόθεν δόξασαι ἀπό τινος διαθέσεως λέγεσθαι. ἀλλ’ ἐπὶ μὲν τῶν ἐπιφορῶν ἰσχύουσιν ὅπερ ἔφην αἱ τραχεῖαι καὶ σφοδραὶ καὶ ποιοῦσί γε τὸν ἀληθῆ καὶ οἷον ἔμψυχον λόγον· οὐ μήν, ἔνθα γε ἄλλο τι πάθος ψυχῆς παραδηλοῦμεν, ὁμοίως ἔτι χρήσιμον ἂν εἴη τὸ τοιοῦτον, ἐν δέ γε ἐλεεινολογίᾳ καὶ παντάπασιν ἥκιστα ἐπιτήδειον. ἐνταῦθα γὰρ—ἐν τοῖς πάθεσι λέγω—καθαρότητος μᾶλλον δεῖ καὶ ἀφελείας καὶ γλυκύτητός τε καὶ ἡδονῆς· παράκειται γὰρ τῷ πάθει ταῦτα, ὥσπερ ὁ Ξενοφῶν πεποίηκεν ἐν τῷ περὶ Ἀβραδάτην πάθει καὶ τὴν Πάνθειαν, ἔνθα ἔφη πρὸς τοῖς ἄλλοις καὶ τὸ «ἡ χεὶρ ἐπηκολούθησεν»· ἀπροαιρέτῳ γὰρ προαιρετικὸν περιθεὶς τῇ ἡδονῇ τὸ πάθος ηὔξησε. ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμόττει λόγων εἴδη, πολλάκις διεμαρτυράμην, ὅτι ἐν τῷ περὶ μεθόδου δεινότητος λέγειν χρὴ καὶ ὅτι ἀκριβέστερον ἐκεῖ λέξομεν.
2 7 (200) [245] Σχήματά γε μὴν ἐνδιαθέτου κατ’ ἐπιφορὰν λόγου, ἅπερ ἦν καὶ τοῦ σφοδροῦ, αἵ τε ἀποστροφαί, οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν», καὶ αἱ μετ’ ἐρωτήσεως ἀποστροφαὶ τά τε ἄλλα καὶ διὰ τὸ ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον «τί γὰρ δήποτ’, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου θείῳ» καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου παραδείγματα. τὸ μέντοι «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων;» καὶ τὰ ἑξῆς μετὰ βαρύτητος διὰ τὴν εἰρωνείαν εἰσαχθὲν ἔχει μὲν οὐκ ὀλίγον τοῦ ἐνδιαθέτου κατὰ τὸ τῆς λέξεως σχῆμα, τὸ δὲ ὅλον ἐστὶν ἠθικόν, βαρύτητος τῷ ἐνδιαθέτῳ μιχθείσης κατὰ τὴν μέθοδον τὴν περὶ τὴν ἔννοιαν. —Ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δεικτικόν, διότι καὶ σφοδρόν, οἷον «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». —Ἔτι ἐνδιάθετον ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον «εἶτα, ὦ— τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» γέγονε δὲ τοιοῦτον διὰ τό, ὡς κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ. τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν, ἀλλ’ οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω. —Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς ἀληθῶς οἷον ἐμψύχου. παραδείγματα ταύτης «ἀλλ’ ἐμοὶ μὲν—οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου» καὶ ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν «οὐ γὰρ περὶ τούτων· ἀλλ’ ἐάσω τό γ’ ἐπελθὸν εἰπεῖν μοι». —Καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον «πόθεν; πολλοῦ γε καὶ δεῖ», καὶ πάλιν σχετλιάσας εἶτα ηὔξησε τὸ ἐνδιάθετον τῇ ἐπικρίσει, οἷον «δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος». αἱ δὲ ἐνδοιαστικαὶ ἐπικρίσεις ἧττον ἔχουσι τὸ ἐνδιάθετον, ἠθικαὶ μέντοι οὐδὲν ἧττόν εἰσι καὶ μᾶλλον προσήκουσι τῇ βαρύτητι, οἷον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον» καὶ τὰ ἑξῆς. ὃ λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος. τὴν δὲ ἐπίκρισιν ἴσως οὐδὲ σχῆμα ἀλλ’ ἔννοιάν τινα θετέον· ὃ μέντοι πέφυκε ποιεῖν, εἰρήκαμεν. —Ἔτι ἐνδιάθετον σχῆμα καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις ἡ αὐξήσεως ἕνεκα παραλαμβανομένη, οἷον «ὀψὲ γάρ ποτε— ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην» καὶ πάλιν «ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων». —Πολὺ καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός· ἔστι δὲ σχεδὸν ταὐτὸν τῇ ἐπικρίσει, οἷον «εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον μισοῖσθ’ ἂν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε;» εἶτά ἐστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλ’ ἢ ἐπίκρισις ὤν, οἷον «ἐγὼ μὲν οἶμαι πολλῷ»· μὴ λύσας γὰρ τὸν μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς «βιάσονται τοίνυν ἴσως μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες» καὶ τὰ ἑξῆς.
2 7 (250) [285] καὶ πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα, λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι ἢ ἀποδεδεῖχθαι ἐχόντων καὶ ποιεῖ ἅμα τῷ ἐνδιαθέτῳ πλέον τὸ ἦθος διὰ τὴν ἔμφασιν. τοιοῦτον δ’ ἂν εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τιμοκράτους προοίμιον τὸ «τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδ’ ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν» καὶ τὰ ἑξῆς σύμπαντα τοῦ προοιμίου· οὐδαμοῦ γὰρ ὁ σύνδεσμος οὗτος ἐλύθη, καὶ παρέσχε μυρία τοιαῦτα πράγματα ζητοῦσι περὶ αὐτοῦ τοῖς ἰαλέμοις τούτοις, οἵ φασιν ἐξηγεῖσθαι τὸν ῥήτορα καὶ δὴ καὶ βιβλία καταλιπεῖν ἐτόλμησαν τῶν εἰς αὐτὸν ἐξηγήσεων, ἃ καὶ νῦν ἐξελίττοντες οἱ πολλοὶ τῶν διδασκάλων οἴονταί τινες εἶναι καὶ τοὺς συνόντας πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὑτῷ Τιμοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ δι’ ἔχθραν ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κἀνταῦθα πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ σχῆμα, οἷον ‘τούτου μὲν χάριν οὐδ’ ἂν αὐτὸς ἀντείποι‘. Ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου. Κῶλα δὲ καὶ συνθήκη ἀνάπαυσίς τε καὶ τὸ ἐκ τούτων οἱ ῥυθμοὶ καὶ πάντα ταῦτα παραπλήσια τοῖς ἐν σφοδρότητι, πλὴν ὅτε οἶκτον κινοίη τις ἐλεεινολογούμενος· τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἁπάντων καὶ χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις. ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται. Περὶ βαρύτητο ς .
2 8 (t) [55] Ἡ βαρύτης ἐννοίας μὲν ἔχει τὰς ὀνειδιστικὰς ἁπάσας, ὅταν εὐεργεσίας τις ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ ἐλαττόνων ἠξιῶσθαι ἢ καὶ τοὐναντίον, ὅτι καὶ τιμωρίας ἀντὶ τιμῆς ἠξίωται, ὀνειδίζῃ· οὕτω γὰρ καὶ μάλιστα βαρὺς ὁ λόγος γίνεται, εἰ παρατιθείη τις τοὺς οὐδὲν ἢ μικρὰ εὐεργετήσαντας ἢ καὶ τοὐναντίον ἠδικηκότας, εἶτα τυχόντας, ὧν αὐτὸς οὐκ ἠξιώθη. ταὐτὸν δὲ συμβαίνει, κἂν εἰ λέγοι τις ὅτι ‘τὸν δεῖνα μὲν φαῦλον ὄντα τούτων ἠξιώσατε, ἐμὲ δὲ ὡς ἑτέρως προαιρούμενον τῶν ἐναντίων‘. παραδείγματα τῶν ἐννοιῶν τούτων πολλὰ ἔν τε τῇ Ὑπὲρ τῶν Λυκούργου παίδων ἐπιστολῇ καὶ ἐν τῇ Ὑπὲρ τῆς ἑαυτοῦ καθόδου· ἐν μέντοι ταύτῃ καὶ τὸ προοίμιον εὐθὺς τοιοῦτόν ἐστιν ἅπαν, οἷον «ἐνόμιζον μέν, ἐφ’ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι» καὶ τὰ ἑξῆς. —Γίνονται μέντοι βαρύτητες κἀκ τῶν ἐπιεικῶν πως εἶναι δοκουσῶν ἐννοιῶν μεθοδευθεῖσαί πως, ὅταν δῆθεν μειονεκτῇ τις ἑκὼν ἢ συγχωρῇ πλεονεκτεῖν τῷ ἐχθρῷ, ἢ καὶ τῶν ἐναντίων ἀπὸ τοῦ λόγου φαίνηται ἑαυτὸν ἢ τὸν ἐχθρὸν ἀξιῶν καὶ ὀνομάτων καὶ πραγμάτων. τοιαῦται δὲ αἱ εἰρωνεῖαι, μέθοδοί τινες οὖσαι δήπουθεν, οἷον «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· πάνυ γὰρ βαρέως ἐνταῦθα τὴν φιλοτιμίαν ἑαυτοῦ μανίαν ὠνόμασε. κἀκεῖνο δὲ τὸ «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» τοιοῦτόν ἐστι, καὶ πολλὰ ἔχομεν τοιαῦτα παραδείγματα. τὸ δὲ τοιοῦτον ἅπαν εἶδος ὡς ἔφην μεθόδου μᾶλλόν ἐστιν· αἱ γὰρ εἰρωνεῖαι μέθοδοί τινές εἰσι δηλαδή, αἳ δὴ ποιοῦσιν ἐνταῦθα τὴν βαρύτητα, ἀλλ’ οὐκ αὐτὴ καθ’ ἑαυτὴν ἔχει τι βαρὺ ἡ ἔννοια· καὶ ποιοῦσί γε τὴν βαρύτητα ὡς ἔφην ἐν τῷ τοὐναντίον αὑτῷ, ἢ λέγει ὁ τῇ εἰρωνείᾳ χρώμενος, ἐνδείκνυσθαι διὰ τῆς μεθόδου, οἷον «τότε τοίνυν ὁ Παιανιεὺς ἐγὼ Βάταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πόλει»· διὰ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων, τοῦ τε Βατάλου καὶ τοῦ Οἰνομάου, τὰ ἐναντία τοῖς ὀνόμασιν αὐτοῖς δηλοῦται· τό τε γὰρ Βάταλος ὄνομα ἐπὶ μαλακίᾳ λεγόμενον, ἐφ’ οἷς ἀνδρείως προὔστη τῶν κοινῶν, τέθεικε, δι’ ὧν τὸ μηδὲ Βάταλος ἀλλ’ εἴ τι τούτῳ ἐναντιώτατόν ἐστιν ὄνομα καλεῖσθαι ἂν δικαίως αὑτὸν οἶμαι δείκνυσι, τό τε Οἰνόμαος ἔχον τι μέγα καὶ τραγικόν, ἐφ’ οἷς ταπεινὸς καὶ ἄνανδρος ὁ Αἰσχίνης ὤφθη, τεθέν, σαφῶς τῶν ἐναντίων αὐτὸν ὀνομάτων ἄξιον ἀποφαίνει. εἰ δέ τι τοῦτο καὶ σκώμματος ἔχει, ἑτέρου λόγου. ἀλλὰ μέθοδος μὲν αὕτη βαρύτητος ἰδία τῆς εἰρωνείας. —Εἰδέναι μέντοι χρή, ὅτι μὴ πᾶσα εἰρωνεία ὁμοίαν ἔχει τὴν βαρύτητα, δῆλον δὲ τοῦτο κἀκ τῶν προειρημένων γεγενῆσθαι νομίζω. ὅτε μὲν γὰρ ἐφ’ ἑαυτοῦ τις χρῷτο τῇ εἰρωνείᾳ, καὶ μάλιστα εἰ πρὸς τοὺς δικαστάς, ἀλλὰ μὴ πρὸς τὸν ἐχθρὸν λέγοι, καθαρὰν ποιεῖ τὴν βαρύτητα, οἷόν ἐστι καὶ τὸ «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· ἐν ταύτῃ γὰρ ἐκπρεπὴς ἡ βαρύτης.
2 8 (50) [95] ὅτε μέντοι κατὰ τῶν ἐχθρῶν τις χρῷτο τῇ εἰρωνείᾳ, τὸ μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, σφόδρα δὲ ὀλίγον τι τὸ τῆς βαρύτητος καὶ ἀμαυρὸν ὑποφαίνεται, οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» ἐν μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητι φύσει ζητήμασι δύναται κατὰ τὴν τοιαύτην μέθοδον ἐπ’ ἀμφοῖν ἐκπρεπὴς εἶναι ἡ βαρύτης, ἐάν τε ἐφ’ ἑαυτοῦ ἐάν τε ἐπὶ τοῦ ἐχθροῦ τις ἐθέλῃ χρῆσθαι τῇ εἰρωνείᾳ, οἷον ὁ Θεμιστοκλῆς δόξαν τοῖς Ἀθηναίοις εἰς τὸν ἀνοικισμὸν πιπράσκειν τὰς ναῦς, ἐπείπερ ἥττητο ἀντιλέγων, ἑαυτὸν προσαγγέλλει· αὐτός τε γὰρ πάντα, ἐφ’ οἷς θαυμάζεται, φήσει θανάτου ἄξια ἑαυτῷ πεπρᾶχθαι· καὶ γὰρ ὅτι τὸ χρησθὲν μόνος εἶδεν, οὐ τιμῆς ἀλλ’ ἀτιμίας ἄξιον εἶναι, διότι μηδέν ἐστι τῶν νεῶν ὄφελος, καὶ ὅτι κράτιστος ἐν ταῖς ναυμαχίαις ὤφθη, καὶ τοῦτο ὁμοίως τά τε ἄλλα παραπλησίως· τούς τε πεπεικότας νυνὶ πιπράσκειν τὰς ναῦς θαυμαστοὺς εἶναι πολίτας καὶ μόνους τὸ συμφέρον εἰδέναι. ἡμαρτῆσθαι μέντοι φήσει καὶ τῇ τύχῃ τὸ μὴ ἐξ ἀρχῆς αὑτοῦ κεκρατηκέναι ἀντιλέγοντας, ὅτε ἔπειθεν ἐκεῖνα, ἐφ’ οἷς νῦν θάνατον αὑτοῦ καταγινώσκει· οὔτε γὰρ ἐκλιπεῖν ἔδει τὴν πόλιν οὔτε ὅσα ἄλλα εἰπεῖν ἔχει. προσθήσει δὲ βαρύτητα, καὶ τὸν Κυρσίλον ὅτι στεφανοῦν ἀλλ’ οὐ καταλιθοῦν ἔδει, καὶ ὡς ἀσφαλέστερον νῦν οἰκήσουσιν ἀποδόμενοι τὰς ναῦς· οὐ γὰρ ἐπιβουλεύσειν αὐτοῖς διὰ τοῦτό γε αὐτό, διότι τῶν νεῶν στέρονται, οὔτε βασιλέα οὔτε ἄλλον οὐδένα· διὰ γὰρ τοῦ πεζοῦ σεσῷσθαι τὴν Ἑλλάδα καὶ τὸ μηδὲν ὦφθαι τὰς ναῦς παρὰ τὴν χρείαν. καὶ ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων ἐνδείξεται πανταχοῦ, ὅπερ ἴδιον μὲν τῆς εἰρωνείας, ἐργαστικὸν δὲ τῆς βαρύτητος. —Καὶ μὴν καὶ τὸ περὶ τῶν ὁμολογουμένων ὡς ἀμφισβητουμένων εἰς ἐρώτησιν ἐκ διαπορήσεως καθίστασθαι βαρύτητος ἴδιον, οὐκ ἀπήλλακται δὲ οὐδὲ τοῦτο εἰρωνείας, οἷον «ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν ὑμῶν δοκῶ;» καὶ τὰ ἑξῆς, καὶ ὁ Θουκυδίδης «ἆρα ἄξιοι δοκοῦμεν ὑμῖν, ὦ Λακεδαιμόνιοι;» —Τοιοῦτόν ἐστι καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων, ὃ δὴ καὶ τοῦ ἐνδιαθέτου ἔφαμέν πως εἶναι λόγου, οἷον «εἰ δὲ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν, πόσῳ μᾶλλον μισοῖσθ’ ἂν ἢ σῴζοισθε δικαίως;» εἶθ’ ἡ ἐνδοίασις μετ’ ἐπικρίσεως «ἐγὼ μὲν οἶμαι πολλῷ». καὶ τοῦτο δὲ εἰρωνεία τις τὸ ἐνδοιάσαι περὶ τοῦ ὁμολογουμένου. —Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐπικρίνειν τι ὡς δέον γενέσθαι, ὃ βούλει ἐνδείκνυσθαι, ὅτι οὐ δέον, οἷον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον καὶ τῶν κοινῇ πεπολιτευμένων».
2 8 (100) [120] διὰ τοῦτο δὲ καὶ τῇ ἐπικρίσει ἐνδοιαστικῇ κέχρηται τῇ «ὡς ἔοικεν», ἵνα τὸ ἄκων αὐτὸ ποιεῖν ἐνδείξηται καὶ ὡς ἀναγκάσαντος τοῦ Αἰσχίνου. εἰ δὲ καὶ δεινῶς μεθώδευται τὸ νόημα, ὅπερ ἐβούλετο ποιῆσαι, ἐνδειξαμένου τοῦ ῥήτορος, ὅτι κατ’ ἀνάγκην καὶ τοῦ ἐχθροῦ βιασαμένου οὕτω ποιεῖ, μὴ θαυμάσῃς—σχεδὸν γὰρ οὐδὲν τῶν τοῦ ῥήτορος, ὃ δὴ πολλάκις εἶπον, ἀπήλλακται δεινότητος—, ἀλλὰ νῦν, εἴπερ βαρύ ἐστι τὸ εἰρημένον, ἐπισκεπτέον· περὶ γὰρ ταύτης νῦν ἡμῖν πρόκειται λέγειν τῆς ἰδέας. περὶ δὲ δεινότητος, ὡς πολλάκις ἐπηγγειλάμεθα, ἐροῦμεν αὐτίκα· καὶ γὰρ τὴν τάξιν μετὰ πάσας ἔχει τὰς προειρημένας ἰδέας, εἰ καὶ τῇ δυνάμει πρὸ τῶν ἁπασῶν ἡμῖν αὐτὴν κατατακτέον. Ἀλλ’ ἔννοιαι μὲν αὗται καὶ μέθοδοι βαρύτητος. Λέξις δέ τις ἤ τι ἕτερον τῶν ἑπομένων ταύτῃ ὡς εἶναι βαρύτητος ἴδιον οὐδέν ἐστι. φαίην δ’ ἄν, ὅτι καὶ μᾶλλον ἑτέρων ἁρμόττοι ἂν αὐτῇ, ὅσα ταῖς ἠθικαῖς ἰδέαις ἥρμοστο, λέγω δὲ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ ἔτι τῷ ἐνδιαθέτῳ καὶ οἷον ἐμψύχῳ λόγῳ. Περὶ δεινότητος.
2 9 (t) [55] Ἡ δεινότης ἡ περὶ τὸν λόγον ἔστι μὲν κατ’ ἐμὴν γνώμην οὐδὲν ἄλλ’ ἢ χρῆσις ὀρθὴ πάντων τῶν τε προειρημένων εἰδῶν τοῦ λόγου καὶ τῶν ἐναντίων αὐτοῖς, καὶ ἔτι δι’ ὧν ἑτέρων σῶμα λόγου γίνεσθαι πέφυκε. τὸ γὰρ εἰς δέον καὶ κατὰ καιρὸν καὶ τὸ οὕτως ἢ ἐκείνως εἰδέναι τε καὶ δύνασθαι χρῆσθαι πᾶσί τε λόγων εἴδεσι καὶ πάσαις ἀντιθέσεσι καὶ πίστεσιν ἐννοίαις τε προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς ἁπλῶς τε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος, πράγματα δ’ ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης τὰ προειρημένα, λέγω τά τε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά· τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ ὁ Δημοσθένης παρελήλυθεν· ἐπεὶ καὶ δεινὸν εἰ εἴποι τις ποιητήν, ὥσπερ ὁ Θεόκριτος εἶπεν ἐν Χάρισιν ἢ Ἱέρωνι τὸν Σιμωνίδην «εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ’ ὀνομαστούς», οὐδὲν ἄλλ’ ἢ τοῦτο δήπουθεν λέγει, ὅτι τοῖς τῆς ποιητικῆς ἰδίοις εἴδεσιν οἶδέ τε καὶ δύναται χρῆσθαι· οὐ γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα ταῦτα—τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς ἀρχαίους ἐπὶ τούτων, ἐπὶ μὲν τοῦ φοβεροῦ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» καὶ «δεινή τε σμερδνή τε», ἐπὶ δὲ τοῦ μεγάλου καὶ ἰσχυροῦ «αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικε»—, προστιθείη δὲ καὶ τὰ περὶ τοῦ Ὀδυσσέως ῥηθέντα τεκμαιρόμενος, ὅτι δεινὸν αὐτὸν ῥήτορα βουλόμενος δεῖξαι ὁ ποιητὴς φοβερόν τε καὶ μέγαν κατὰ τοὺς λόγους πεποίηκεν, οἷον τὸ «νιφάδεσσιν ἐοικότα χειμερίῃσιν» ἔπεα φθέγγεσθαι· εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ, ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν· εἰς δέον γὰρ καὶ κατὰ καιρὸν τῷ μεγέθει καὶ τῇ τραχύτητι καὶ σφοδρότητι κέχρηται ὁ Ὀδυσσεὺς αὐτῷ, ἅτε τοῦ λόγου κατά τε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου.
2 9 (50) [95] ἔπειτα τί φήσει περὶ τοῦ «αἰδοῖ μειλιχίῃ» ἀγορεύοντος καὶ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει»; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ τοῦτο ἀλλ’ ἄλλου τινός, τί φήσει περί τε τοῦ ἐν Φαίαξιν Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς δήπουθέν ἐστι κἀνταῦθα κἀκεῖ, ἀλλ’ οὐχ ὡσαύτως τῷ λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις τοῦ λόγου εἰς δέον τε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος· ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας, παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων, ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν Τρώων, εἰκότως τότε «ὄπα τε μεγάλην ἐκ στήθεος» ἵησι καὶ «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι» καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος· ἐὰν δὲ ἐπᾶραι καὶ διαχέαι τρυφῶντας ἀνθρώπους ἕνεκα τῆς εἰς αὐτὸν φιλανθρωπίας βούληται, οὐκέτι ὡσαύτως ἀλλ’ «οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα» καὶ τὰ ἑξῆς. οὕτω καὶ ὁ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς οἶμαι ποιήσει ῥήτωρ, «ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι» παροξύνων. τί οὖν ὁ περὶ τοῦ τῆς δεινότητος ὀνόματος ἡμῖν διαφερόμενος φήσει περὶ τούτων; ἦ ὁ αὐτὸς νῦν μὲν δεινός, νῦν δὲ οὐ δεινὸς ἦν; ἐγὼ μὲν γὰρ κἀνταῦθα κἀκεῖ τὸν αὐτὸν εἶναί φημι καὶ τῇ αὐτῇ χρῆσθαι δεινότητι καὶ τέχνῃ, τοῖς εἴδεσι τοῦ λόγου γινώσκοντά τε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπ’ αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμῃ καὶ δυνάμει ἐν πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἰδέᾳ· καὶ ταῖς ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δ’ ἐν δημοσίοις, καὶ τῶν δημοσίων δ’ αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς, ἕτερος δ’ ἐν συμβουλευτικοῖς, δεινός γε μὴν ἁπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. Ἀλλ’ ἤδη γε περὶ αὐτῶν τούτων λεκτέον. Δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχ’ ἂν ἡμῖν ἀμφισβητήσοντες περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν εἶναι δεινόν· φανερὸν δ’ ἔσται τοῦτο αὐτίκα ἐκ τῶν ῥηθησομένων.
2 9 (100) [145] ἀλλ’ ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι· περὶ δὲ τοῦ μήτε ὄντος μήτε δοκοῦντος εἶναι τοιούτου περιττὸν διαλαβεῖν. γίνεται δὲ ὁ μὲν εἶναί τε δοκῶν καὶ ὡς ὄντως ὢν δεινὸς κατά τε ἔννοιαν καὶ κατὰ τὰ ἄλλα πάντα, καθ’ ἃ καὶ τὰ λοιπὰ εἴδη τοῦ λόγου· ὁ δὲ ὢν μὲν δεινός, οὐχὶ δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον· ὁ δ’ αὖ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται. Τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος εἶναι τοιούτου παραδείγματα οἵ τε Κατὰ Φιλίππου λόγοι καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου· διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλ’ ἐκεῖσε ἐπανιτέον. ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. —Τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περινενοημέναι, οἷον «οὐ μὴν ἀλλ’ ἐπιεικῶς, ὦ Ἀθηναῖοι, τοῦθ’, ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν» καὶ πάλιν «ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει» καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον «ἐγὼ δὲ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά; ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα, ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτ’ ἔσθ’, ἃ διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται· ‘ἐπειδὴ οὐκ ᾐτιάσω‘, φησί, ‘τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπ’ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι· εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο‘. ἀλλ’ ἡ μὲν ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται.
2 9 (150) [195] δῆλον δὲ τοῦτο κἀκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. —Μέθοδοι δὲ ὡσαύτως, ὁπόσαι τε ἐοίκασι ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθείαις, καὶ ἔτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτ’ εἶναι μόνον δεινότητα. —Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι· αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως δι’ ἐνάργειαν, ὅτε τι πρᾶγμα δι’ ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. —Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλ’ ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτ’ εἶναι πεποιηκέναι σκήψαιτο;» καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος» καὶ τὰ ἑξῆς, καὶ τὸ «εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ τοιαῦτα. Ἀλλ’ ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται. Τοῦ δ’ αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατ’ ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι, ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μηδ’ ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖν σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι τοιούτου. τοῦτο δ’ αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἶναι δοκεῖν τοιοῦτον, πᾶν τοὐναντίον ὄντα τε καὶ ποιοῦντα κατὰ τὸν λόγον.
2 9 (200) [255] οὐ μὴν δίαρμά γε οὐδὲ ἀξίωμά τι δύναιτ’ ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐδὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵν’ ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχ’ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη. Φαίνεται δὲ λόγος δεινὸς οὐκ ὢν τοιοῦτος, ὃ δὴ καὶ τρίτον ἔφην δεινότητος εἶδος εἶναι, ὁ τῶν σοφιστῶν, λέγω τῶν περὶ Πῶλον καὶ Γοργίαν καὶ Μένωνα, καὶ τῶν καθ’ ἡμᾶς δὲ οὐκ ὀλίγων, ἵνα μὴ πάντων λέγω. γίνεται γὰρ τὸ πλεῖστον περὶ τὴν λέξιν, ὅταν τραχείας καὶ σφοδράς τις ἢ καὶ σεμνὰς συμφορήσας λέξεις εἶτ’ ἐξαγγέλλῃ ταύταις ἐννοίας ἐπιπολαίους καὶ κοινάς, καὶ μάλιστα εἰ καὶ σχήμασι χρῷτο κώλοις τε καὶ τοῖς ἄλλοις πᾶσιν ἢ τισὶ κεκαλλωπισμένοις ἀκμαίοις τε καὶ σεμνοῖς. καὶ μὴν καὶ τὸ πρὸ τῶν ἀποδείξεων λοιδορίαις ἢ σφοδρότησιν εἰκῇ χρῆσθαι ἢ ἔνθα ὅλως μηδενὸς τοιούτου δεῖ, καθάπερ εἴωθεν Ἀριστογείτων ποιεῖν, φαινομένη τίς ἐστιν, οὐ μὴν οὖσα δεινότης· ὑπόκενον γὰρ καὶ ψυχρὸν μᾶλλον τὸ τοιοῦτον· ἐπεὶ κἂν ἐννοίαις χρήσηταί τις ἢ καὶ μεθόδοις ἐχούσαις μέγεθος, οἷον σεμναῖς ἢ σφοδραῖς ἢ τραχείαις ἢ λαμπραῖς ἢ ἀκμαίαις ἢ καὶ ταῖς περιβαλλούσαις τὸν λόγον, μὴ κατὰ καιρὸν δὲ ποιῇ τοῦτο μηδὲ ἔνθα δεῖ, φανεῖται μὲν δεινός, οὐ μὴν ὡς ἀληθῶς γε ἔσται τοιοῦτος. τὸ μὲν οὖν δὴ τῇ λέξει χρῆσθαι μεγάλῃ ποτὲ ἐπὶ σμικρᾶς τινος καὶ λιτῆς ἐννοίας χρήσιμον εἶναι καὶ μὴ μόνον τῇ λέξει ἀλλὰ καὶ τοῖς ἑπομένοις αὐτῇ συγχωρῶ, ἐπειδὴ καὶ Ἰσοκράτης φησὶ ῥήτορος εἶναι τὸ τὰ σμικρὰ μεγάλως εἰπεῖν δύνασθαι καὶ τὰ μεγάλα σμικρῶς· οὐ μὴν ἁπλῶς ἐστι χρήσιμον, ὥσπερ σχεδὸν οὐδὲ ἄλλο οὐδὲν εἶδος λόγου, ἀλλ’ ὅτε εἰς δέον παραλαμβάνοιτο. ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης οἶμαι, τὸ χρῆσθαι τοῖς καιροῖς εἰδέναι τε καὶ δύνασθαι· ἡ γὰρ ὡς ὄντως δεινότης αὕτη ἐστί, καθάπερ ἔλεγον εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ δεινότητος λόγου, τὸ τοῖς εἴδεσιν ἅπασι τοῦ λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐφ’ οἷς χρῆσθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι. τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης μὲν τῷ Περὶ ἰδεῶν λόγῳ, καθάπερ ὁ Περὶ τῶν ἰδεῶν τῷ Περὶ εὑρέσεως, χωρὶς δὲ ταττομένης καὶ καθ’ ἑαυτήν. ἀγαπητὸν γάρ, εἰ καὶ μὴ πάρεργον ἑτέρας τις τὸ τοιοῦτο πραγματείας ποιησάμενος μηδὲ ἐν προσθήκης ἀποδοὺς μέρει, καθάπερ νῦν ἂν γένοιτο, ἰδίαν δὲ ἀποδοὺς σπουδήν, ἣν προσήκει τῷ τοιούτῳ, μὴ πάντῃ σφαλείη τοῦ λόγου τοῦ περὶ αὐτῆς· ἐπεὶ καὶ ὅσα τὸν Περὶ τῶν ἰδεῶν γράφοντες λόγον τοῦτον αὐτὸν ἐν ἐνίαις αὐτῶν ἐπηγγειλάμεθα ‘ἐν τῷ περὶ δεινότητοσ‘ ἐρεῖν, ταύτης ἐστὶ τῆς πραγματείας.
2 9 (250) [290] καὶ ὁποῖόν γε τοῦτο καὶ ὁπόσον ἔργον, ὁ πειραθεὶς γνώσεται· σχεδὸν γὰρ οὐδὲ ἀνθρωπίνης ἐστὶ δυνάμεως, θείας δέ τινος ἰσχύος τέχνῃ πάντα ὑποβαλεῖν ταῦτα, καιρούς, πρόσωπα, τόπους, αἰτίας, τρόπους, τἆλλα ὅσα τοιαῦτα, καὶ δεῖξαι περὶ πάντων μὲν προβλημάτων, πάντων δ’ αὖ τῶν ἐν τούτοις εἰδῶν καὶ τρόπων, πάντων δ’ αὖ τῶν κατὰ μέρος νοημάτων, εἴτ’ οὖν εἴη προκαταρκτικὰ εἴτε πιστωτικά τε καὶ συστατικὰ εἴτε ἀντιθέσεων λυτικὰ εἴτε ἐπιλογικά, πασῶν τε ἰδεῶν λόγου, ποῖον μέν τι προσήκει τὸ ὅλον εἶδος εἶναι τοῦ λόγου κατὰ τόδε τὸ ζήτημα, ἐπὶ τῶνδε τῶν ἀνδρῶν, περὶ τοῦδε τοῦ προσώπου λεγόντων, κατὰ τόνδε τὸν καιρόν, ποῖα δὲ αὐτῶν τὰ κατὰ μέρος νοήματα, καὶ τίνα μὲν εἰπεῖν τῶν εὑρεθέντων, τίνα δὲ ἄρρητα ἐᾶν ἐνταῦθα βέλτιον—ἑτέρωθι γάρ, ἂν οὕτω τύχῃ, καὶ τοὐναντίον ἔσται—, καὶ τίς τοῖς κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε— πάλιν γὰρ καὶ τοῦτο ἐφ’ ἑτέρων καὶ κατ’ ἄλλον καιρὸν τάχα ἴσως ἑτέρως ἔσται—, καὶ πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο εἰσακτέον, καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν καὶ τίνα τρόπον βέλτιον, τίνων δὲ τὴν ταχίστην ἀπαλλάττεσθαι καὶ δι’ ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα· ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν καὶ ταῦτα μὴ διὰ σφόδρα μακρῶν θεῖον οἶμαί τι πρᾶγμά ἐστι καὶ οὐκ ἀνθρωπίνης δυνάμεως. οὐ μὴν ἀλλ’ ὅσον γε ἀνθρώπου φύσις ἐξαρκεῖν τοῖς τοιούτοις ἱκανή, καὶ ἡμᾶς ἐξαρκέσειν οἴομαι καὶ διαλήψεσθαί γε περὶ τούτων ἁπάντων ἐν τῷ Περὶ μεθόδου δεινότητος ἱκανῶς εὐθὺς μετὰ ταῦτα. πρότερον δὲ εἰπεῖν ἀνάγκη περί τε πολιτικοῦ λόγου καὶ τῶν κατ’ ἄνδρα εὐδοκιμούντων ἐπὶ λόγοις οὐχ ἁπάντων ἀλλὰ τῶν γε κρατίστων, καὶ ἀφ’ ὧν οὐ χαλεπὸν ἂν γένοιτο τοῖς τε τὰ προειρημένα πάντα καὶ τὰς γενικὰς ἰδέας ἐπεγνωκόσι τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἑκάστου γινώσκειν, ἃ δεῖ, καὶ νέων ἤδη καὶ παλαιῶν. Ἀλλὰ λεκτέον γε ἤδη περὶ τοῦ λόγου τοῦ πολιτικοῦ. Περὶ λόγου πολιτικοῦ.
2 10 (t) [45] Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε, κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετ’ ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατ’ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς λόγοις χαρακτηρίζειν ἡμῖν μὴ ᾖ χαλεπόν. συμβαίνει γε μὴν ἀναγκαίως περὶ τούτου λέγουσι καὶ περὶ Δημοσθένους λέγειν δοκεῖν, ἐπεὶ καὶ ἀναστρέφει· ἄριστός τε γὰρ πολιτικῶν λόγων ὁ Δημοσθενικός, ὅ τε αὖ Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος. Φημὶ τοίνυν δεῖν ἐν τῷ τοιούτῳ λόγῳ πλεονάζειν μὲν ἀεὶ τόν τε τὴν σαφήνειαν ποιοῦντα τύπον καὶ τὸν ἠθικόν τε καὶ ἀληθῆ καὶ μετὰ τούτους τὸν γοργόν, τῶν δ’ αὖ τὸ μέγεθος ποιουσῶν ἰδεῶν τὴν μὲν περιβολὴν διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητά τε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης ἀπ’ αὐτῶν καὶ ἔτι λαμπρότης εἶναι μὲν ὀφείλει, οὐ μὴν οὕτως οὐδ’ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον καὶ αἱ προειρημέναι τῶν ἰδεῶν, ἀλλ’ ἐπ’ ἔλαττον, ὅπου γε τὴν σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ καθαιρεῖν ἀπὸ τοῦ μεγέθους, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· παρεντεθὲν γὰρ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» καὶ διακόψαν τὸν λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης ταὐτὸ πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη», εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν, λέγω τὸ «τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος», διέκοψε καὶ ἧττον ἐποίησεν αὐτὸν φανῆναι λαμπρὸν παρενθεὶς τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων». — Μέγεθος μὲν οὖν μέχρι τοσούτου καὶ τοῦτον τὸν τρόπον προσεῖναι δεῖ τῷ λόγῳ τῷ ἀρίστῳ τῶν πολιτικῶν· δεινότητος δὲ τῆς μὲν καὶ οὔσης καὶ φαινομένης ὡς ἐλάχιστον, τῆς δὲ ἐν μεθόδῳ κειμένης πάμπολυ—περὶ ταύτης δὲ ἔφην ἰδίᾳ πραγματεύσασθαι—, τῆς δὲ φαινομένης μόνον δεινότητος οὐδέν, πλὴν εἰ τὰ λαμπρὰ καὶ ἀκμαῖα εἰς τοῦτο ἀναφέροι τις· τούτων δὲ ὁπόσον δεῖ μετεῖναι τῷ πολιτικῷ λόγῳ, προείρηται.
2 10 (50) [105] —Κάλλος δέ, ὅπερ ἔφαμεν εἶναι καθάπερ κομμωτικόν, διόλου μὲν ἔχειν ὁ πολιτικὸς λόγος ὀφείλει, ἧττον δὲ ἐμφαινόμενον, οἷόν ἐστι καὶ παρὰ Δημοσθένει, καθάπερ ἐδείξαμεν ἐν τῷ περὶ κάλλους. ἔνθα μέντοι λογισμῶν δεῖ καὶ λεπτότητος, ἐνταῦθα καὶ πλεονάζειν προσήκει τοῖς τοῦ κάλλους ῥυθμοῖς καὶ ταῖς συνθήκαις καὶ ἀναπαύσεσιν· αἱ γὰρ ἐπιμέλειαι τῆς λέξεως ταῖς πυκνότησι τῶν ἐννοιῶν ἐπιτήδειοι, καὶ τὸ καθαρὸν αὖ τὸ τῆς συνθήκης τε καὶ ἀναπαύσεως ἀφαιρεῖται τῶν τοιούτων νοημάτων ἢ καὶ ζητημάτων τὸ ἄγαν αὐστηρόν, χάριν τινὰ προσβάλλον ἀφ’ ἑαυτοῦ καὶ διεγεῖρον τὸν ἀκροατὴν καὶ οὐκ ἐῶν ἄχθεσθαι τῇ πυκνότητι τῶν νοημάτων καὶ τῇ συνεχείᾳ· τοιαῦτα γὰρ τὰ ἐν τοῖς λογισμοῖς κείμενα καὶ δυνάμεως λόγου δεόμενα· ἐπεὶ γάρ ἐστιν ἡ τοῦ λόγου δύναμις τὸ τὰ πολλὰ ἢ τὰ δυσχερῆ καὶ σκολιὰ τῶν νοημάτων ἢ τὸ συναμφότερον δι’ ἐλαχίστων σαφῶς εἰπεῖν ἄνευ τοῦ προσπεσεῖν εἴς τινα κακίαν λόγου, οἷον εὐτέλειαν ἢ σκληρότητα, δεῖ τινος κάλλους τῇ βραχύτητι, ὃ δὴ ποιεῖ ἐπιμέλεια. πρὸς δὲ τούτοις μάχεταί πως τῷ εὐτελεῖ τὸ ἐπιμελὲς καὶ μὴ ἐρριμμένον· ὥστε, εἰ καὶ συμβαίνει διὰ λεπτότητα νοημάτων, ὃ δὴ πολλάκις πέφυκεν ἐν τοῖς τοιούτοις γίνεσθαι, καταφέρεσθαι τὸν λόγον εἰς εὐτέλειαν, ὀρθώσειας ἂν οὕτως αὐτὸν τοῖς τοῦ κάλλους σχήμασι καὶ τοῖς ῥυθμοῖς ταῖς τε συνθήκαις καὶ ἀναπαύσεσιν. Ἀλλὰ ταυτὶ μὲν ἀκριβῶς ἐν τῷ Περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται, τὸ πότε καὶ πῶς δεῖ πλεονάζειν ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ καθόλου τι λέγειν ἢ ἐπὶ μέρους· ἐπεὶ καὶ οἱ δημόσιοι λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατ’ Αἰσχίνου Δημοσθενικοὶ δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων πάμπολυ τῷ μὴ περὶ ταὐτὸν εἶδος πλεονάσαι. εἰ γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν δι’ αἰτίας τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλ’ ὅ γε ἁπλῶς Δημοσθενικὸς καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ δι’ ἧς ἐλέγομεν κράσεώς τε καὶ μίξεως γίνεται, πλεονάζοντος μὲν κατ’ αὐτὸν τύπου τοῦ τὴν σαφήνειαν ποιοῦντος καὶ τοῦ ἠθικοῦ τε καὶ ἀληθινοῦ καὶ μετὰ τούτους τοῦ γοργοῦ τῆς τε περιβολῆς παραπλησίως τούτοις, τραχύτητος δὲ καὶ σφοδρότητος οὐ παραπλησίως τῇ περιβολῇ, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον, σεμνότητος δὲ καὶ λαμπρότητος καὶ ἀκμῆς ἔτι ἐνδεέστερον ἢ κατ’ ἐκείνας, δεινότητος δὲ τῆς μὲν ἐν μεθόδῳ μάλιστα, τῆς δὲ ἄλλης ἥκιστα ἢ ὡς ἐλάχιστα, κάλλους δὲ τοῦ κομμωτικοῦ πλεονάζοντος μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅτε δυνατῶς ἐξαγγεῖλαί τι δέοι, ἀνεμφάτως δὲ καὶ ἧττον ἔχοντος φανερὰν τὴν ἐπιτήδευσιν· διὰ γὰρ τούτων ἁπάντων οὕτω μιγνυμένων ὁ κάλλιστός τε πολιτικὸς καὶ Δημοσθενικὸς λόγος γίνεται.
2 10 (100) [145] Τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ ὃ μέν ἐστι συμβουλευτικός, ὃ δὲ δικανικός, ὃ δὲ πανηγυρικός. καὶ ὁ μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης δεινότητος· δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατ’ εἰρωνείαν σφοδροῦ μετρίως μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ θαυμάζειν τὸ εἰρημένον· νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην, ἀλλὰ περὶ τοῦ καθόλου διαφέροντος εἴδους ἐν λόγῳ συμβουλευτικῷ, ὁποῖόν ἐστι τὸ ἐν Φιλιππικοῖς· ὥστε, εἰ προσώπων τις ἰδιότης ἤ τι τοιοῦτον ἕτερον ἠνάγκασε κατελθεῖν ἀπὸ τοῦ οἰκείου ἀξιώματος τὸν συμβουλευτικὸν λόγον εἰς τὸ ἠθικώτερον ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν ἢ καί τῳ ἄλλῳ, μηδὲν τοῦτο ἐμποδὼν εἶναι νομίζωμεν πρὸς τὸ δεῖν τοιοῦτον εἶναι τὸν ἄριστον τῶν συμβουλευτικῶν, ὁποῖον ἐχαρακτηρίζομεν, ἀξιωματικὸν λέγω καὶ οἷς εἴπομεν πλεονάζοντα· ἐκεῖνος γὰρ οὐκέτ’ ἂν ἄριστος εἴη τῶν συμβουλευτικῶν ὅ γε τῇ οἰκείᾳ φύσει διά τι χρήσασθαι ἐμποδισθείς. εἰ δέ τις καὶ τοὺς Φιλιππικοὺς φήσειε διὰ τὸ τοῦ Φιλίππου πρόσωπον μέγεθος λαβεῖν, ὅτι ἐκεῖνο ἐπιφορὰν ἐνεδέχετο καὶ σφοδρότητα, ἐννοείτω, ὅσην καὶ χωρὶς ἐκείνου τραχύτητα καὶ ἄλλως ἀκμὴν κατὰ τῶν Ἀθηναίων ἔχουσιν οἱ λόγοι οὗτοι καὶ παρρησίαν καὶ μέγεθος· πρὸς ἅπερ συλλαμβάνειν μὲν καὶ τὸ τοῦ Φιλίππου πρόσωπον ἀνάγκη συγχωρεῖν, οὐ μὴν τοσοῦτόν γε, ὅσον αὐτὸ τὸ τῆς συμβουλῆς ἴδιον. περὶ δὲ προσώπων καὶ καιρῶν ὁ Περὶ μεθόδου δεινότητος ἀκριβέστερον ἐπιδείξει λόγος. Ἀλλ’ ὁ μὲν κάλλιστος συμβουλευτικῶν ὅπερ ἔφημεν λόγων τοιοῦτος. Ὁ μέντοι δικανικῶν κάλλιστος ἀνάπαλιν ἔχει τούτῳ, εἰ μὴ περὶ δημοσίων εἴη καὶ μεγάλων πραγμάτων καὶ συμβουλῆς ἐγγύς, ὡς ὁ Κατ’ Ἀριστοκράτους ἔχει καὶ ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι· οὗτοι γὰρ σχεδὸν ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται, τάχα δ’ ἂν οὐδ’ εἶναι τούτους δικανικοὺς φύσει νομίσειέ τις.
2 10 (150) [195] ὁ μέντοι μὴ τοιοῦτος ἀλλ’ αὐτὸ τοῦτο δικανικὸς ὅπερ ἔφην ἐναντίως ἔχει τῷ προειρημένῳ. ἤθους τε γὰρ καὶ τοῦ κατ’ ἐπιείκειαν καὶ ἀφέλειαν πλεῖστον αὐτῷ μετεῖναι δεῖ· βαρύτητος δὲ ἤ τινος τῶν τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα· μέγεθος δὲ τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται—οὐ γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπ’ ἐλάχιστον—, τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν εἰ μή που τὴν κατ’ ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ λοιποῖς μέρεσι τοῦ πολιτικοῦ χρῆται, καθάπερ καὶ ὁ συμβουλευτικός. καὶ τοιοῦτοί γε οἱ Δημοσθενικοὶ δικανικοί, τουτέστιν οἱ ἰδιωτικοί. Ὁ δὲ πανηγυρικῶν λόγων κάλλιστος ἐν λέξει πεζῇ, οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς ἀλλ’ αὐτὸ τοῦτο πανηγυρικός, ὃς οὐδὲ πολιτικὸς ἴσως ἂν κληθείη, πάντως ἂν εἴη δήπουθεν ὁ Πλατωνικός· ὥστε πάλιν, ὃ περὶ τοῦ καλλίστου πολιτικῶν λόγων λέγοντες ἔφαμεν τὸν αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ· καὶ γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κἀκεῖ· ὅ τε γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός, ὅ τε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον· περὶ γὰρ τοῦ πολιτικοῦ πανηγυρικοῦ, περὶ οὗ μετὰ τὸν περὶ συμβουλευτικοῦ καὶ δικανικοῦ λόγον φαίη τις ἂν εἰπεῖν προσήκειν, μικρὸν ὕστερον λέξομεν· οὐ γὰρ ἄλλως ἐγχωρεῖ. Ὁ τοίνυν κάλλιστος πανηγυρικὸς καὶ ὅπερ ἔφαμεν Πλατωνικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν τραχύτητος καὶ σφοδρότητος γίνεται πάσαις, διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν μὴ ἐλαττουμένην αὐτῶν ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἴπερ ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δὲ ἄλλη ἐν τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι βούλεται πρόσωπόν τι τῶν παρ’ αὐτῷ ποιούντων τὸν λόγον πανηγυρικόν, ὥσπερ τῷ Πλάτωνι πεποίηται ὁ Σωκράτης ἐνδείξασθαι δεινότητα λόγων τῷ Φαίδρῳ βουλόμενος, καθὸ ἀντιπαρατίθησι τὸν αὑτοῦ τῷ Λυσίου ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ πολιτικοῦ παραπλησίως χρῆται ὁ πανηγυρικὸς καθάπερ ὅ τε συμβουλευτικὸς καὶ ὁ δικανικός.
2 10 (200) [255] ἐν δὲ τοῖς ἀμοιβαίοις τῶν πανηγυρικῶν, ὃ δὴ καὶ αὐτὸ πολὺ παρὰ τῷ Πλάτωνί ἐστιν, ἤδη καὶ αἱ τραχύτητες καὶ αἱ σφοδρότητες ἔσχον καιρὸν οὐκ ἐλάχιστον, ὥσπερ καὶ τὰ τῆς δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόν τε καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπ’ ἀλλήλων αὐτὰ καὶ μὴ κεκρᾶσθαι, ἀλλ’ ἰδίᾳ μὲν ἔχειν εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον τῶν λοιπῶν, ἔστι δ’ οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς εἶδος τοῦ λόγου· αἱ γὰρ μιμήσεις τῶν προσώπων καὶ τούτῳ χώραν ἤδη δεδώκασι. —Καὶ ὡς μὲν ἐν λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν· ὡς δ’ ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην ἐρεῖν, —ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας ἀμφισβητοῖεν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ ἢ ὅσα τοιαῦτα—ὡς ἐν τοιούτοις ζητήμασιν οὐκέθ’ ὁμοίως ὁ πανηγυρικὸς ἀλλὰ πολιτικώτερος γίνεται καὶ σχεδὸν δι’ ὧνπερ καὶ ὁ συμβουλευτικός, μᾶλλόν γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥ τε λαμπρότης καὶ ἡ σεμνότης πλεονάζειν ὀφείλουσιν. Ἐπανιτέον δὲ πάλιν, ὅθεν ἐπὶ τοῦτο ἐξέβημεν. ὁ μὲν γὰρ πολιτικὸς πανηγυρικὸς τοιοῦτος, τῶν δὲ κατὰ λογογραφίαν πανηγυρικῶν οὗτος κάλλιστος ὁ Πλατωνικός, καὶ τοῦτον παράδειγμα φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοις τε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι. Ὡς δ’ ἐν ποιήσει—πανηγυρικὸν γὰρ πρᾶγμα δήπουθέν ἐστι ποίησις ἅπασα καὶ πάντων γε λόγων πανηγυρικώτατον—ὡς οὖν ἐν ταύτῃ καὶ τῷ τί τὸ κράτιστον κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον ἡμῖν κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ προειρημένοις ἅπασιν, ἃ δὴ καὶ ἴδιά τις ἂν εἶναι φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν ταὐτὸν προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κἀνταῦθα τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας· ὅπερ γὰρ ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔν τε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν τῷ πεζῷ πανηγυρικῷ, τοῦτ’ ἂν Ὅμηρος εἴη κατὰ τὴν ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κἀνταῦθα ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπ’ ἀμφοῖν κἀκεῖ· ἀρίστη τε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ Ὅμηρος ποιητῶν ἄριστος, φαίην δ’ ἂν ὅτι καὶ ῥητόρων καὶ λογογράφων, λέγω δ’ ἴσως ταὐτόν· ἐπεὶ γάρ ἐστιν ἡ ποίησις μίμησις ἁπάντων, ὁ δὲ μετὰ τῆς περὶ τὴν λέξιν κατασκευῆς ἄριστα μιμούμενος καὶ ῥήτορας δημηγοροῦντας καὶ κιθαρῳδοὺς πανηγυρίζοντας ὥσπερ τὸν Φήμιον καὶ τὸν Δημόδοκον καὶ τὰ ἄλλα πρόσωπά τε καὶ πράγματα ἅπαντα, οὗτος ἄριστός ἐστι ποιητής, ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, τάχ’ ἂν ταὐτὸν εἰρηκὼς εἴην, εἰπὼν εἶναι ποιητῶν ἄριστον, ὡς εἰ καὶ ῥητόρων ἄριστον καὶ λογογράφων ἔλεγον.
2 10 (250) [295] στρατηγῶν μὲν γὰρ ἢ τεκτόνων ἢ τῶν τοιούτων ἴσως οὐκ ἄριστος, καίτοι καὶ τὰ τοιαῦτα ἄριστα μιμούμενος, ἀλλ’ οὐ λόγος ἐκείνοις ἡ τέχνη οὐδὲ ἐν λόγοις· οἷς δ’ ἔστιν ἐν λόγῳ τὸ ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος. ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος· καὶ γὰρ μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν τοῖς ὑποκειμένοις κἀν τοῖς κατὰ λέξιν κἀν ταῖς εἰσαγωγαῖς τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ μέτρων διαφόρους τομάς, ἐξ ὧν καὶ διάφορά πως συμβαίνει γίνεσθαι τὰ μέτρα καὶ ταῦτα ἐν δέοντι καὶ κατὰ λόγον μεταβαλλόμενα, πρὸς τῷ καὶ τὸ φύσει πάντων ἄριστον μέτρον προῃρῆσθαι καὶ ὅλως τὸ ποικίλον καὶ ἐξ ἁπάντων ἓν ὅτι κάλλιστον ὁ μάλιστα ἐργασάμενος παρὰ πάντας ποιητὰς οὗτός ἐστιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τήν τε ἀρίστην ποίησιν καὶ αὐτὸν Ὅμηρον χαρακτηρίσαι· ἵνα δὲ ἐντελέστερον ᾖ τὸ λεγόμενον, ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν. Ὁ τοίνυν ὡς ἐν ποιήσει λόγων ἄριστος πανηγυρικῶν γίνεται διά τε τῶν προειρημένων περὶ πανηγυρικοῦ λόγου πάντων τε καὶ ὡσαύτως καὶ ἔτι διὰ τῶν ἰδίων ποιήσεως παρὰ τὰ προειρημένα, οἷς ὁ μὲν δικανικός τε καὶ συμβουλευτικὸς ἥκιστα χρῆται ἢ ὅτι σπανιώτατα, καὶ οὕτω δὲ οὐχ ἅπασιν ἀλλὰ τισίν, ὁ δ’ ἐν τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅπασιν ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που καὶ τὰ μέτρα τά τε ὁμολογούμενα καὶ ὑπ’ αὐτῆς ψιλῆς τῆς ἀκοῆς κρινόμενα. Μάλιστα δὲ ποιήσεως ἴδια αἵ τε μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα ἔπραξαν ἢ πράττουσιν αὐτοί τε πρὸς ἑαυτοὺς καὶ πρὸς ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις, ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν, οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνων ἢ χελιδόνων λέγουσι.
2 10 (300) [360] ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας ἐξ ἀνδρῶν ποιεῖν ὡς τὸν Τειρεσίαν καὶ ἄνδρας ἐκ γυναικῶν ὥσπερ τὸν Καινέα. τοιοῦτον δὲ καὶ τὸ πτερωτοὺς ἀνθρώπους λέγειν, ὡς ἔφυσαν, καὶ ὅλως σύνθετά τινα ζῷα ἢ ἐκτράπελα, οἷον Πήγασοι καὶ Γοργόνες καὶ Κένταυροι καὶ Σειρῆνες καὶ Τρίτωνες καὶ Λαιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεὺς καὶ ὅσα τοιαῦτα. μυθικὰ δὲ κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα μὲν ἀνθρώπου φύσιν, ὑπ’ ἐκείνων δὲ τερατολογούμενα ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεὺς τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτον ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς μετ’ αἰσθήσεώς τινος ὑπουργεῖν φάσκειν, οἷον «αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ» καὶ τὸ «τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύε», καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα τερατεύεσθαι. τὸ μέντοι «ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ» καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ γλυκύτητος ἡμῖν εἴρηται, ἧττον δὲ ἔχει τερατολογίας, πλὴν εἰ τοὺς ἵππους αὐτοῖς ἤ τινα ἄλλα ζῷα φωνὰς ἀνθρωπίνας προΐεσθαι ὡς λίαν μυθικά τις καὶ ποιητικὰ εἶναι λέγοι. Ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ λεπτῶς εἰς τὰ κατὰ μέρος ἰέναι, οἷον «κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ» καὶ ὅτι ὁ δεῖνα τὸν δεῖνα οὑτωσὶ ἀπέκτεινε καὶ ὅτι «κύμβαχος ἐν κονίῃσι πέσε» καὶ ὅτι ‘ἀσθμαίνων‘ καὶ ὅσα τοιαῦτα· ἐν μὲν γὰρ ποιήσει χρήσιμα, ἐν ἱστορίᾳ δὲ εὐτέλειαν ποιεῖ, πλὴν ἔνθα ἀφελῶς τις πάνυ βούλοιτο ἱστορίαν γράφειν· ἀφελῆ γὰρ καὶ ἡδέα ὁμοῦ τὰ κατὰ μέρος. Ἴδιαι μὲν οὖν ἔννοιαι ποιήσεως αὗται παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ, αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι. Μέθοδος δ’ αὖ ποιήσεως ἰδία πάλιν παρὰ τὰς τοῦ πανηγυρικοῦ λόγου μεθόδους μία τὸ μὴ παρ’ ἑαυτῶν δοκεῖν λέγειν, ἅττ’ ἂν λέγωσι, τὰς Μούσας δὲ παρακαλεῖν ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κἀκείνου ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δ’ αὖ ταύτῃ ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται, ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας. Λέξις γε μὴν φανερὰ πᾶσιν ἥτις ἐστὶν ἡ ποιητική, καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου· καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε Ἡσιόδῳ κατ’ αὐτὴν εἶναι. Σχήματα δὲ ἴδια ποιήσεως οὐκ ἔστιν, ὥσπερ ἦν νοήματα καὶ μέθοδός τις καὶ λέξις, ἀλλὰ τὰ αὐτὰ ἔχει ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἂν τὰ εἴδη τῶν λόγων ἀπαιτῇ. Κῶλά γε μὴν ἴδια ποιήσεως καὶ συνθῆκαι ῥυθμοί τε καὶ ἀναπαύσεις ῥᾴδιον μὲν εἰπεῖν ὅτι τὰ μέτρα, καὶ ἀληθές γε τοῦτο κατιδεῖν, ἕως ἐφ’ ἑαυτῆς ἡ ποίησις μένει ψιλή· ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη προστιθέναι, ὅτι τόδε τὸ μέτρον, καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ὅτι ‘ἑξάμετρον δακτυλικὸν καταληκτικόν‘, οὐδὲ ὅτι ἥδε ἡ Ὁμηρικὴ ἀνάπαυσις ἢ ὅδε ὁ ῥυθμὸς ἢ ἥδε ἡ συνθήκη, ἀλλ’ ὥσπερ καὶ περὶ τῶν σχημάτων ἐν τοῖς κατὰ μίμησιν ἐλέγομεν, οὕτω συμβαίνει τοῦτο κἀνταῦθα γίνεσθαι· ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἦθος μιμῆται ἢ καὶ αὐτὸς ἀφ’ ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθ’ ἕκαστον γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἷον σεμνοὺς ἢ τραχεῖς ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη ῥυθμῶν τε καὶ λόγων ἐλέγομεν.
2 10 (350) [391] τοῦτο δὲ συμβαίνει μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου σχημάτων—ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριάκοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί—, ἔπειτα καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὃ καὶ μέγιστον ἐν τοῖς τοιούτοις· ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα· τὸ γοῦν «αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν» ἀναπαιστικόν πώς ἐστι γενομένης ἀναπαύσεως ἐν τῷ ‘ἡρώων‘· διότι δὲ ἢ τούτου ἐδέησεν αὐτῷ ἐνταῦθα ἢ ἑτέρωθί που ἄλλων τινῶν ῥυθμῶν, οὐ χαλεπῶς ἐπιγνοίη ἂν ὁ τὰ προειρημένα πάντα περὶ τῶν ἰδεῶν ἁπασῶν τοῦ λόγου ὀρθῶς ἐπεσκεμμένος καὶ ἔτι τὸν περὶ δεινότητος μεθόδου, ὃς μετὰ τήνδε ἡμῖν τὴν πραγματείαν τέτακται. Νυνὶ δὲ ἤδη περὶ τῶν μετὰ τούτους τοὺς προειρημένους ἄνδρας τρεῖς ὑφ’ ἑκάστῳ τούτων τεταγμένων καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθ’ ἕκαστον ἐκείνων ἐν τοῖς κατ’ αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον εἰπόντα διὰ βραχέων, τίς ὁ ἁπλῶς πολιτικὸς λόγος, οὐχ ὁ Δημοσθενικὸς ἤ του ἄλλου, ἀλλ’ ἁπλῶς ὁ πολιτικός, καὶ τίς ὁ ἁπλῶς πανηγυρικός, ἀλλ’ οὐχ ὁ κάλλιστος πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ τῶν καθ’ ἕνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χαρακτηρίσαι· περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται. ἀλλὰ πρότερόν γε περὶ τοῦ ἁπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν ῥητέον. Περὶ τοῦ ἁπλῶς πολιτικο ῦ .
2 11 (t) [45] Ὁ τοίνυν ὡς ἁπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται μὲν διά τε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον ἰδεῶν καὶ τοῦ κατ’ ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὃ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἓν ἀκούειν πάντα· ἐκ γὰρ τῆς μίξεως τούτων καὶ οἷον ἑνώσεως ὁ ἁπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὓς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ Ἰσοκράτους κατά τι· πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ Ἰσαίῳ καὶ Ὑπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί. Διαφέρουσι δὲ οὗτοι ἀλλήλων, ὅτι τῷ μὲν Λυσίᾳ μετὰ τούτων καὶ τὰ τῆς ἐπιμελείας μετρίως ὕπεστι καὶ τὸ τοῦ κόσμου σφόδρα ἀνεμφάτως, γοργότητος δὲ ὡς ἐλάχιστον, περιβολῆς δὲ τῆς μὲν κατ’ ἔννοιαν μετρίως πως, τῆς δὲ κατὰ μέθοδον ἢ λέξιν ἢ τὰ ἑπόμενα ταύτῃ σχεδὸν οὐδ’ ὅλως. καὶ τῶν ἄλλων δέ, ἃ τὸν ἀξιωματικὸν ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον. Τῷ δὲ Ἰσαίῳ πρὸς ἐκείνοις, ἃ τὸν ἁπλῶς ποιεῖ πολιτικὸν λόγον, πολὺ τὸ τῆς γοργότητος ὡς ἐγγὺς εἶναι τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἢ κατὰ Λυσίαν περιβολή τε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν. δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Λυσίας. Ὁ δ’ Ὑπερίδης τὸ μὲν ἐπιμελὲς ἥκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναί πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὖ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκρᾶσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Λυσίᾳ τε καὶ Ἰσαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ Ὑπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἣ καὶ φαίνεται καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ Δημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Ὑπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν ‘μονώτατοσ‘ λέγῃ καὶ ‘γαλεάγρα‘ καὶ ‘ἐκκοκκύζειν‘ καὶ ‘ἐστηλοκόπηται‘ καὶ ‘ἐπήβολοσ‘ καὶ ὅσα τοιαῦτα. Ἀλλ’ οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν δ’ ἂν ἤδη καὶ περὶ τῶν λοιπῶν, ᾗπερ ἕκαστος αὐτῶν, ὁ αὐτὸς ὢν τοῖς ἄλλοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν ἰδίοις τισὶν ἑτέροις γίνεται, δηλαδὴ τῷ πλεονάζειν περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον.
2 11 (50) [95] Ὁ τοίνυν Ἰσοκράτης ἕνεκα μὲν καθαρότητος καὶ εὐκρινείας, αἳ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἧττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἧττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατ’ ἔννοιαν δὲ μάλιστα περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ ἀναβεβλημένον παρ’ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον δ’, ἐξ ὧν εἰς τὰς αὐτὰς ὁ ῥήτωρ ἐμπεσὼν ἐννοίας αὐτῷ οὐχ ὁμοίως ἐχρήσατο ταῖς ἐργασίαις καὶ πίστεσι· πολλὰ δὲ τούτου τὰ παραδείγματα. καταφανέστερον μέντοι, ὃ λέγω, γίνεται ἔκ τε τοῦ προοιμίου τοῦ τετάρτου τῶν Φιλιππικῶν, οἷον «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο» καὶ τὰ ἑξῆς, καὶ τοῦ Ἀρχιδάμου· τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι, ὃ μὲν ὥσπερ θέσιν τινὰ ὁ Ἰσοκράτης διὰ πλειόνων κατεσκεύασεν, ὃ δὲ μιᾷ ἠρκέσθη κατασκευῇ. εἰ δέ τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον, ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. Ταῦτα περὶ Ἰσοκράτους. Ὁ δὲ Δείναρχος πολιτικὸς ὢν ὡς οἷα σαφὴς καὶ ἀληθὴς καὶ πιθανὸς πολὺ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὺ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ αὐτὴν τὴν λέξιν ἧττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὸς μέντοι καὶ δεινὸς οὐ μετρίως· μᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολὺ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὺ καὶ γοργὸν καὶ σφοδρόν, ὥστ’ ἤδη τινὲς καὶ προσπαίζοντες αὐτὸν οὐκ ἀχαρίτως κρίθινον Δημοσθένην εἰρήκασι. Ταῦτα καὶ περὶ Δεινάρχου. Ὁ δ’ Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ δι’ ὀλίγου μέν ἐστιν ἐπιμελής, ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ κατ’ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἧττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον.
2 11 (100) [145] ταὐτὸ δὲ αἴτιον καὶ τοῦ μὴ πάνυ γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μέθοδον μέν ἐστιν οὐκ ὀλίγη παρ’ αὐτῷ, ἡ δὲ φαινομένη τε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων. Περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἷς μέν ἐστιν ὁ ῥήτωρ, οὗπερ οἱ φονικοὶ φέρονται λόγοι καὶ 〈οἱ〉 δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἵ τε Περὶ τῆς ἀληθείας εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας [καὶ οἱ δημηγορικοὶ] καὶ ὁ Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι—πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς—, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρ’ ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι· Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ῥαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν Ῥαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Θουκυδίδην δὲ πολλῷ κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλ’ εἴτε εἷς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκόσι χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὃ μὲν τοῦτο ὃ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γάρ, ὡς ἔφαμεν, τὸ μεταξύ. Ὁ τοίνυν Ῥαμνούσιος Ἀντιφῶ ν , οὗπερ οἱ φονικοὶ φέρονται, πολιτικὸς μὲν καὶ κατὰ τὸ σαφὲς καὶ κατὰ τὸ ἀληθινὸν καὶ τὸ ἄλλως ἠθικόν, ὥστε καὶ πιθανός, ἧττον δὲ ἅπαντα ταῦτα ἢ κατὰ τοὺς ἄλλους· ἐπεὶ καὶ πρῶτος λέγεται τοῦτο μετελθεῖν τὸ εἶδος καὶ ὅλως εὑρετὴς καὶ ἀρχηγὸς γενέσθαι τοῦ τύπου τοῦ πολιτικοῦ· καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων τούτων πρεσβύτατος ἁπάντων. μεγέθει δὲ χρῆται μὲν οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ τὸν Ὑπερίδην διεστηκότι τῶν ἄλλων οὐδ’ αὖ κατὰ τὸν Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής, γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως. Ὁ δ’ ἕτερος Ἀντιφῶ ν , οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ δι’ ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὃ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι.
2 11 (150) [195] καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας· διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδ’ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί, φαίην δ’ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς. Ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ Κριτία ς · διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευκρινῶν, ὥστ’ εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἁπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλ’ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δ’ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικείᾳ ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. Ταῦτα καὶ περὶ Κριτίου. Ἕπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Λυκούργου τοῦ καὶ ὀνομασθέντος οὕτω ῥήτορος. Ὁ τοίνυν Λυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα, πολὺ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρὶς ἐπιμελείας· ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει καὶ πολὺ τραχύτερός ἐστιν· ὅθεν φημὶ καὶ τοῦτον τὴν φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν· τοπικώτεροι γάρ εἰσιν οἱ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεκβάσεσιν, ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἃ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος. Ὁ δὲ Ἀνδοκίδης πολιτικὸς μὲν εἶναι προαιρεῖται, οὐ μὴν πάντῃ ἐπιτυγχάνει τούτου· ἀδιάρθρωτος γάρ ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ ἐπισυνάπτει τε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι· ὅθεν ἔδοξέ τισι φλύαρος καὶ ἄλλως ἀσαφὴς εἶναι. ἐπιμελείας δὲ αὐτῷ καὶ κόσμου πάνυ βραχὺ μέτεστι γοργότητός τε ὡσαύτως. καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον, ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δ’ ἄλλης σχεδὸν οὐδ’ ὅλως. Τῷ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, μεθ’ ὧν καὶ ὁ Κριτίας, ὑποτεταγμένοι οὑτωσί πως τὰ δεύτερα καὶ τρίτα τοῦ δικανικοῦ τε καὶ συμβουλευτικοῦ τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δ’ ἕπεται μὲν περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν.
2 12 (t) [45] Περὶ τοῦ ἁπλῶς πανηγυρικο ῦ . Ἔστι δὲ σχεδὸν οὐ ῥᾴδιον περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ ἀποφήνασθαί τι, πλὴν τοσοῦτον, ὅτι πάντ’ ἐκεῖνα τὰ εἴδη, ἐξ ὧν ἔφαμεν τὸν κάλλιστον πανηγυρικὸν καὶ Πλατωνικὸν γίνεσθαι λόγον, δύναται καὶ καθ’ αὑτὰ ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν, οἷον σεμνότης μόνη, ἀφέλεια, πάλιν γλυκύτης, καθαρότης, ἐπιμέλεια, ἅπανθ’ ἁπλῶς τὰ προειρημένα· καὶ φαίνονταί γε οὕτως καὶ οἱ εὐδοκιμοῦντες τῶν ἀρχαίων κατὰ τὸ πανηγυρικὸν χρησάμενοι τῷ λόγῳ, περὶ ὧν ῥητέον. —Ἀνάγκη δὲ πρῶτον τοσοῦτον προειπεῖν, ὅτι τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος μεθ’ ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἃ δὴ καὶ οὐχ ἡ ποίησις μόνη οὐδὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ ἡ ἱστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἁπάντων, εἰ καὶ μὴ παραπλησίως ἐκείνῳ τυγχάνουσι, λέγω τῷ Πλάτωνι· ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν. ἀλλ’ ἐπ’ ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλως τε ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίας τε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ Ξενοφῶ ν , περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον. Ἔστι τοίνυν οὗτος ἀφελὴς μὲν ὡς ὅτι μάλιστα καὶ τούτῳ πλεονάζων τῷ εἴδει παρὰ τὰ ἄλλα εἴδη πάντα τοῦ πανηγυρικοῦ, ταῖς μὲν ἀπὸ τῆς ἀφελείας αὐτῆς ἡδοναῖς πολλαῖς χρώμενος, γλυκύτησι δὲ ταῖς ἀπὸ τούτων οἷον ταῖς ἀπὸ τῶν μύθων καὶ τῶν τοιούτων μανότερον· ἐπεὶ καί, ὅτε περὶ τῶν κυνῶν διέξεισιν ἡδονὰς ποιῶν, κατὰ τὴν τῆς ἀφελείας αὐτῆς ἐπίτασιν τοῦτο ποιεῖ καὶ οὐ κατ’ ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων. τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν ἦθός τε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς πλασθέν, καὶ τὰ περὶ τὸν Τιγράνην δὲ ὡσαύτως καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δέ, ὅτι μανῶς μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν λέξιν ἅπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος ὁ Ξενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὧν τὴν φύσιν ἐν τῷ περὶ γλυκύτητός τε καὶ ἀφελείας εἰρήκαμεν. ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖ τε καὶ ἀπλάστῳ λόγῳ χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατ’ αὐτὰς τὰς ὑποθέσεις τῶν πραγμάτων τοιαύτη γινομένη, οὐ μόνον κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει.
2 12 (50) [95] Συμπόσια γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλ’ ὃ μὲν καὶ ὀρχηστρίδων εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα καὶ πολλὰ τοιαῦτα λέγειν μεθ’ ἡδονῆς οὐ παραιτεῖται, ὃ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων. τοιοῦτος δὲ ὁ Ξενοφῶν κἀν τοῖς ἱστορικοῖς, οἷος κἀν τοῖς ἄλλοις, οἷον ὅτι χιλὸν ἐστέψαντο, ὅταν λέγῃ, καὶ ὅτι τοῖς παισὶν ὡς ἐνεοῖς διελέγοντο καὶ ὅτι πίνειν ἀπὸ τοῦ κρατῆρος ἐπικύψαντας ἔδει καθάπερ βοῦν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ’ ὑπερβάλλουσαν ἀφέλειαν ἔχει τὴν ἡδονήν, ᾗπερ οὐχ ὁμοίως ὁ Πλάτων χρῆται. κἀν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα· παρὰ δὲ τῷ Πλάτωνι τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ μειρακίων ἡλικίαν, οἷον ὅτε τὸν Θεαίτητον ἤ τι τοιοῦτο πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἴδιον δὲ Ξενοφῶντος καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς πως λέξεσι πολὺ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις λέξεων, ὥσπερ ὅταν λέγῃ ‘πορσύνειν‘ καὶ ὅσα τοιαῦτα. Μετὰ δὲ Ξενοφῶντα τάττοιτ’ ἂν ὁ Αἰσχίνης ἡμῖν, λέγω δὲ τὸν Σωκρατικό ν . οὗτος τοίνυν ἔστι μὲν ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τῷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται· ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ Ξενοφῶντος· ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθων τε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελείᾳ τῇ κατ’ αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὖ τὸν Ξενοφῶντα ὑπερβέβληκεν ὁ Αἰσχίνης τῇ λεπτότητι· διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν γε ἢ Ξενοφῶν. Ὁ δὲ Νικόστρατος —ἄξιον γὰρ οἶμαι, τάχ’ ἴσως δὲ καὶ ἀναγκαῖον μετ’ ἐκείνους καὶ τούτου ποιήσασθαι μνήμην—ἀφελὴς μὲν οὐδενὸς ἧττόν ἐστι τῶν προειρημένων, λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν ἁπάντων· ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ μέγεθος ἔχον, πλὴν εἴ που κατ’ ἔννοιαν μόνην. μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς· ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους μόνον, ἀλλ’ οἵους εἶναί πως καὶ δραματικούς. ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλ’ ὅτι μάλιστα, μετὰ μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ. Ἀλλὰ περὶ μὲν τῶν κατὰ τὸ τοιοῦτον τῶν πανηγυρικῶν εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθ’ ὧν καὶ τὸν Νικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω.
2 12 (100) [145] ἑξῆς δ’ ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἱστορικὸν εἶδος ἐλλογίμων. οἱ γὰρ Ἰσοκράτους τε καὶ Λυσίου Ὀλυμπικοί τε καὶ Παναθηναϊκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κἂν ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο τι βούλονται· μετρίως γάρ πως ἔχουσι τὸ πανηγυρικὸν καὶ ὅσον τάχα ἂν καὶ συμβουλή τις ἢ δικανικὸς λόγος δέξαιτο· εἰ δὲ ἄρα καὶ ταύτης εἶεν τῆς ἰδέας τά τε ἄλλα καὶ διὰ τὸν κόσμον τὸν περὶ τὴν συνθήκην τοῦ Ἰσοκράτους, ἀρκεῖ τὰ λεχθέντα περὶ αὐτῶν ἐν τοῖς περὶ τῶν δικανικῶν τε καὶ συμβουλευτικῶν ἀνδρῶν εἰρημένοις. ἀλλὰ λεκτέον γε ἤδη καὶ περὶ τῶν ἱστορικῶν πλὴν Ξενοφῶντος· ὁποῖος γὰρ εἰς τοὺς λόγους ὁ ἀνήρ, ὀλίγῳ πρότερον εἰρήκαμεν. Ἐν τοίνυν τοῖς καθ’ ἱστορίαν πανηγυρικοῖς πανηγυρικώτατός ἐστιν ὁ Ἡρόδοτο ς · τὸ δὲ αἴτιον, ὅτι μετὰ τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς· καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἁπάσαις καὶ τῇ λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ μὲν ἔχει καὶ τὸ κατ’ ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμέλειαν καὶ τὸ πολὺ τοῦ κόσμου τὸ συναμφότερον καὶ τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος· οἱ γὰρ πλεῖστοι τῶν ῥυθμῶν αὐτῷ κατά τε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις δακτυλικοί τέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοί τε καὶ ὅλως σεμνοί. ἤθη δὲ καὶ πάθη προσώπων εἴπερ τις ἄλλος κάλλιστα καὶ ποιητικώτατα μεμίμηται, διὰ δὲ τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν κατὰ τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κἀκείνου πρὸς Ξέρξην περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. Τοσαῦτα καὶ περὶ Ἡροδότου. Περὶ δὲ Θουκυδίδου μέλλων λέγειν προδιορίσομαι τοσοῦτον, ὡς οὐκ, ἐπειδὴ μεθ’ Ἡρόδοτον ἐμνήσθημεν αὐτοῦ καὶ μετ’ ἄλλους, διὰ τοῦτο χρὴ νομίζειν, ὡς τῇ κατὰ λόγους ἕξει τε καὶ δυνάμει μετ’ ἐκείνους ἡμῖν τέτακται· ἐπεὶ οὐδὲ Ἡρόδοτον μετὰ Νικόστρατον δήπουθεν ἢ μετ’ Αἰσχίνην, ἀλλ’ οὐδὲ μετὰ Ξενοφῶντα ἡμεῖς τάττοιμεν ἂν λόγων τε δυνάμεως ἕνεκα καὶ τῆς κατ’ αὐτοὺς ἕξεως, ἄλλως τε καὶ ἐν εἴδει πανηγυρικῷ· τῇ δὲ ἀκολουθίᾳ τοῦ περὶ τῆς ἰδέας ἐκείνης λόγου ἑπόμενοι ταύτῃ τῇ τάξει κεχρήμεθα, ἰδίᾳ μὲν τοὺς ἄλλους πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικοὺς τιθέντες. καὶ τῶν ἱστορικῶν δὲ ἐν πρώτοις Ἡροδότου διὰ τοῦτο ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ Θουκυδίδου μόνον ἀλλ’ ἴσως ἁπάντων ἐστὶ τῶν οὕτω γράφειν λόγους προελομένων· ἐπεὶ Θουκυδίδης γε κἂν ἀμφισβήτησίν τῳ παράσχοι, μεθ’ ὧν ἐξετάζοιτ’ ἂν δικαίως· οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα αὐτῷ καὶ προσήκει τετάχθαι καθ’ ἑκάτερον, κατά τε τὸ τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα· ἡμεῖς δὲ ὁποῖός τίς ἐστι χαρακτηρίσομεν.
2 12 (150) [195] Ὁ τοίνυν Θουκυδίδης μάλιστα μεγέθους ἐφιέμενος τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί μοι δοκεῖ μεγέθους τυγχάνει· βούλεται μὲν γάρ, ὡς ἔγωγε οἶμαι, σεμνὸν εἶναι τὸν λόγον αὐτῷ, ὅπερ ἴδιον μεγέθους πανηγυρικοῦ, φαίνεται δὲ ὑπερβαίνων τοῦτο καὶ μάλιστα κατὰ τὴν λέξιν ἐπὶ τὸ τραχύτερον μᾶλλον καὶ τὸ σκληρότερον καὶ διὰ τοῦτο ἐπὶ τὸ ἀσαφέστερον, καὶ ἔτι κατὰ τὴν συνθήκην τῶν λέξεων· ἐπιμελεῖται μὲν γὰρ κόσμου ἀλλ’ ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει κατά τε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’ αὐτὸ ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ ἀλλ’ ὅτι μάλιστα, ταῖς δὲ ἐννοίαις εἴπερ τις ἄλλος πολιτικὸς ὁμοῦ καὶ σεμνός· οὐδὲν γὰρ ἀκατάσκευον οὐδ’ ἐν ταῖς ἱστορίαις ἀπολείπει. ταῖς μέντοι μεθόδοις οὐ τοιοῦτος· μετὰ γὰρ μεγέθους τινὸς γνωρίμου ἤ τινος ἑτέρου τοιούτου καὶ τὰς κατασκευὰς εἰσάγει· διὸ καὶ ἀγλευκής ἐστι σχεδὸν διόλου· εἰ δέ που καὶ γλυκύτητα ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ «Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι γυναῖκα» καὶ τὰ ἑξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ, εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν που ἔσχεν ὁ λόγος αὐτῷ· σχεδὸν γὰρ οὐδ’ ἄλλος τις τῶν κατ’ ἄνδρα λόγων ὁτιοῦν ἓν εἶδος προελόμενός τε καὶ ἐργασάμενος δύναιτ’ ἂν καθαρὸς ὀφθῆναι καὶ μὴ οὐχὶ καὶ τῶν ἄλλων ἁπάντων ἁμῃγέπῃ προσαψάμενος εἰδῶν τοῦ λόγου. ἔτι ὡς ἱστορικὸς ὁ Θουκυδίδης κέχρηται μὲν καὶ μιμήσει κατά τε τὰς δημηγορίας καὶ ἔν τισι διαλόγοις, ὁ αὐτὸς δέ ἐστι κἀν τούτοις, μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος, οἷον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἱστορίᾳ ἧττόν ἐστι σκληρὸς καὶ τραχύς· ἔχει γὰρ πολλὰ ἐνταῦθα καθαρά τε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. Τοσαῦτα καὶ περὶ τοῦ Θουκυδίδου. Ἑκαταῖος δὲ ὁ Μιλήσιος, παρ’ οὗ δὴ μάλιστα ὠφέληται ὁ Ἡρόδοτος, καθαρὸς μέν ἐστι καὶ σαφής, ἐν δέ τισι καὶ ἡδὺς οὐ μετρίως· τῇ διαλέκτῳ δὲ ἀκράτῳ Ἰάδι καὶ οὐ μεμιγμένῃ χρησάμενος οὐδὲ κατὰ τὸν Ἡρόδοτον ποικίλῃ, ἧττόν ἐστιν ἕνεκά γε τῆς λέξεως ποιητικός. καὶ ἡ ἐπιμέλεια δὲ αὐτῷ οὐ τοιαύτη οὐδ’ ὅμοιος ὁ κόσμος ὁ περὶ αὐτήν· διὸ καὶ ταῖς ἡδοναῖς ἐλαττοῦται πολλῷ τοῦ Ἡροδότου, ἀλλὰ πάνυ πολλῷ, καίτοι γε μύθους τὰ πάντα σχεδὸν καὶ τοιαύτην τινὰ ἱστορίαν συγγραψάμενος.
2 12 (200) [245] ἀλλ’ οὐ μόνον ἡ ἔννοια ἱκανὴ λόγων εἶδος ὁτιοῦν ἐξεργάσασθαι, πολὺ δὲ ἔχει καὶ ἡ λέξις καὶ τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθῆκαι, ῥυθμοί, ἀναπαύσεις, πρὸς τὸ καὶ ἡδονὰς ποιῆσαι καὶ γλυκύτητας, οἷαί εἰσιν αἱ παρὰ Ἡροδότῳ, καὶ νὴ Δία γε ἄλλο τι λόγων εἶδος, ὡς ἕκασται πεφύκασιν ἐργάζεσθαι λόγων ἰδέαι. εἰκότως οὖν τοῦτο ὁ Ἑκαταῖος πέπονθε, τῆς ἐπιμελείας καὶ τοῦ περὶ τὴν λέξιν κόσμου μὴ ὁμοίως φροντίσας. Τοσαῦτα καὶ περὶ Ἑκαταίου. Περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπό τε τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τῶν κατ’ ἄνδρα εἰρημένων μὴ χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων χαρακτηρίσαι, πρὸς δὲ τούτῳ καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον δὲ οὐδ’ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ἠξίωται παρὰ τοῖς Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου, Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν. Τούτοις ἑπόμενόν ἐστι τοὺς μεθ’ Ὅμηρον ποιητὰς χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμήρου. ἴσως δὲ καὶ περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθ’ ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἷον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν πραγματείαν ταύτην συνεστησάμεθα· ὥστε περιττῶς ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθ’ ἕκαστον διεξιόντες, ἄλλως τε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ· δεῖ γὰρ δήπου πρότερον, εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν, ἰδίᾳ μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατ’ αὐτὴν δευτέρων γε καὶ τρίτων μεθ’ Ὅμηρον, ἰδίᾳ δ’ αὖ περὶ τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶν τε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἁπάντων καθ’ ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δεύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς ἀπέραντόν τι τὸν λόγον προελθεῖν. Ἀπόχρη οὖν τὰ προειρημένα καὶ τέλος ἡμῖν ὁ Περὶ τῶν ἰδεῶν λόγος τοῦτο ἐχέτω. μεθ’ ὃν ὁ Περὶ τῆς κατὰ μέθοδον δεινότητος γεγράψεται, ὅς ἐστιν ἔλλειμμά τι τῆς πραγματείας ταύτης, καίτοι πολλῷ καὶ ταύτην παρεληλυθώς, ὡς καὶ μικρῷ πρότερον διωρισάμην καὶ αὐτὸ δηλώσειν τὸ πρᾶγμα φημί.