ΩΚΥΠΟΥΣ
ΠΟΔΑΓΡΑ, ΤΡΟΦΕΥΣ, ΩΚΥΠΟΥΣ, ΙΑΤΡΟΣ
Ποδάγρα Δεινὴ μὲν ἐν βροτοῖσι καὶ δυσώνυμος
Ποδάγρα κέκλημαι, δεινὸν ἀνθρώποις πάθος,
δεσμῶ δὲ νευρίνοισι τοὺς πόδας βρόχοις,
ἄρθροισιν εἰσδραμοῦσα μὴ νοουμένη.
γελῶ δὲ τοὺς πληγέντας ὑπʼ ἐμοῦ πρὸς βίαν
καὶ μὴ λέγοντας τἀτρεκῆ τῆς συμφορᾶς,
ἀλλʼ εἰς ματαίαν πρόφασιν ἐξησκημένους.
ἅπας γὰρ αὑτὸν βουκολεῖ ψευδοστομῶν,
ὡς ἐνσεσεικὼς ἤ τι προσκόψας βάσιν
λέγει φίλοισι, μὴ φράσας τὴν αἰτίαν·
ὃ μὴ λέγει γάρ, ὡς δοκῶν λαθεῖν τινας,
χρόνος δέ γʼ ἕρπων μηνύει, κἂν μὴ θέλῃ.
καὶ τότε δαμασθείς, ὀνομάσας μου τοὔνομα,
πᾶσιν θρίαμβος ἐκβεβάστακται φίλοις.
Πόνος δέ μοι συνεργός ἐστι τῶν κακῶν·
ἐγὼ γὰρ οὐδέν εἰμι τούτου δίχα μόνη.
τοῦτʼ οὖν δάκνει με καὶ φρενῶν καθάπτεται,
ὅτι τὸν ἅπασιν αἴτιον Πόνον κακῶν
οὐδεὶς κακούργοις λοιδορεῖ βλασφημίαις,
ἀλλὰ κατʼ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς
ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν.
τί ταῦτα φλυαρῶ κοὐ λέγω τίνος χάριν
πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν;
ὁ γὰρ Δόλων γενναῖος, ὁ θρασὺς Ὠκύπους
φρονεῖ καθʼ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων.
ἐγὼ δʼ ὑπʼ ὀργῆς ὡς γυνὴ δεδηγμένη
ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως,
ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν.
ἤδη δʼ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον
καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω.
ὁ δʼ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος
πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον.
καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον
δύστηνος αὐτὸς ἐκ δόμων προέρχεται.
πόθεν δʼ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν
ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος;
τείνω δὲ νεῦρον οἷα τοξότης ἀνὴρ
βέλος προπέμπων καὶ λέγειν βιάζεται·
Τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ. Τροφεύς
Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον.
μή πώς με πίπτων καταβάλῃς σὺ χωλὸς ὤν. Ὠκύπους
Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι
καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ·
νεωτέρῳ γὰρ αἶσχος ἐν πεσήμασι
ὑπηρέτης ἀδύνατος γογγύζων γέρων. Τροφεύς
Μὴ μή τι ταῦτα, μωρέ, μή με κερτόμει,
μή μʼ ὡς νέος κόμπαζε, τοῦτʼ εἰδὼς ὅτι
ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.
πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,
ἔστην ὁ πρέσβυς, σὺ δʼ ὁ νέος πίπτεις χαμαί. Ὠκύπους
Σὺ δʼ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.
προθυμία γὰρ ἐν γέρουσι παρέπεται,
πρᾶξις δὲ τούτοις οὐκέτʼ ἐστὶν εὔτονος. Τροφεύς
Τί μοι σοφίζῃ, κοὐ λέγεις οἵῳ τρόπῳ
πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βάσιν; Ὠκύπους
Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,
τρέχων ἔτεινα, καὶ συνεσμίχθην πόνῳ. Τροφεύς
Πάλιν τρέχʼ, ὥς τις εἶπεν, ὃς καθήμενος
πώγωνα τίλλει κουριῶν ὑπʼ ὠλέναις. Ὠκύπους
Οὐκοῦν παλαίων ὡς θέλω παρεμβολὴν
βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι. Τροφεύς
Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν
βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον.
τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ
μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων.
νῦν δʼ εἰσορᾶς ἅπαντας ἐξευρηκότας.
ὁ πόνος ἐλελίξας ἐμμελῶς διαστρέφει. Ἰατρός
Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι,
τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον;
ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς
πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει.
ἀλλʼ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν
κεῖται κατʼ εὐνῆς ὕπτιος βεβλημένος.
ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος
τί πότʼ ἐστι τοῦτο; λέξον, Ὠκύπου, τάχα.
εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι
τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφοράν. Ὠκύπους
Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,
Σάλπιγγος αὐτῆς ὄνομʼ ἔχων Σωτήριχε,
δεινὸς πόνος με τοῦ ποδὸς δάκνει κακῶς,
δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποσίν. Ἰατρός
Πόθεν παθών, μήνυσον, ἢ ποίῳ τρόπῳ;
μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς
κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών. Ὠκύπους
Δρόμον τινʼ ἀσκῶν καὶ τέχνην γυμναστικὴν
δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων. Ἰατρός
Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ
τόπου κατʼ αὐτοῦ κοὐκ ἔχεις τινʼ ἐμβροχήν; Ὠκύπους
Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,
εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν. Ἰατρός
Τί οὖν δοκεῖ σοι; κατακνίσω σου τὸν πόδα;
ἂν γὰρ παράσχῃς μοί σε, γιγνώσκειν σε δεῖ,
ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ. Ὠκύπους
Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,
ἵνʼ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον. Ἰατρός
Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν,
ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον. Τροφεύς
Ἔα, ἔα.
Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.
τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον;
μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσίν.
ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων.
οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει,
ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,
φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς
κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·
ἔπειτα νυκτὸς διυπνίσας ἐκραύγασεν
ὡς δαίμονι πληγείς, καὶ πάντα φόβον λαβών.
ἔλεξε δʼ, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην;
δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός.
πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος
ὁποῖα κῆϋξ ἐξεθρήνει τὸν πόδα.
ἐπεὶ δʼ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν
θρηνῶν πυρέσσων εἶπέ μοι βάσιν νοσεῖν.
ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντʼ ἐψεύσατο,
τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια. Ὠκύπους
Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται
καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων.
ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδῆ λέγων
πεινῶντʼ ἔοικε μαστίχην μασωμένῳ. Ἰατρός
Πλανᾷς ἅπαντας, ἄλλα δʼ ἐξ ἄλλων λέγεις,
λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις. Ὠκύπους
Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν;
πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον. Ἰατρός
Ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα,
πλάσσει τὸ λοιπὸν οὓς θέλει κενοὺς λόγους
εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.
καὶ νῦν μὲν ἀκμὴν εἷς σε ποὺς λυπεῖ μόνον.
ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγύνῃ πόδα,
στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω·
τοῦτʼ ἔστʼ ἐκεῖνο, κἂν θέλῃς, κἂν μὴ θέλῃς. Ὠκύπους
Τί δʼ ἔστʼ ἐκεῖνό γʼ, εἰπέ, καὶ τί κλῄζεται; Ἰατρός
Ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς. Ὠκύπους
Οἴμοι. τί τοῦτο; λέξον, οὗ δέομαι, γέρον. Ἰατρός
Ἐκ τοῦ τόπου μὲν οὗ πονεῖς ἀρχὴν ἔχει. Ὠκύπους
Ποδὸς μὲν ἀρχὴν ὄνομʼ ἔχει, καθὼς λέγεις; Ἰατρός
Τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν. Ὠκύπους
Καὶ πῶς με τὸν δύστηνον ἔτι νέον κρατεῖ; Ἰατρός
Δεινή περ οὖσα, φείδεται γὰρ οὐδενός. Ὠκύπους
Σωτήρ, τί λέγεις; τί δέ με ... Ἰατρός
Ἄφες με μικρόν, ἠλόγημαι σοῦ χάριν. Ὠκύπους
Τί δʼ ἔστι δεινὸν ἢ τί συμβέβηκέ μοι; Ἰατρός
Εἰς δεινὸν ἦλθες πόνον ἀχώριστον ποδός. Ὠκύπους
Οὐκοῦν με δεῖ πρόχωλον ἐξαντλεῖν βίον; Ἰατρός
Χωλὸς μὲν ἂν ᾖς, οὐδέν ἐστι, μὴ φοβοῦ. Ὠκύπους
Τί δʼ ἔστι χεῖρον ... Ἰατρός
Ἀμφοῖν ποδοῖν σε συμποδισθῆναι μένει. Ὠκύπους
Οἴμοι. πόθεν με καινὸς εἰσῆλθεν πόνος
ποδὸς διʼ ἄλλου καί με συμπάσχειν κακῶς;
ἢ πῶς ὅλος πέπηγα μεταβῆναι θέλων;
δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα,
νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος.
ἀλλʼ ἄντομαί σε πρὸς θεῶν, Σωτήριχε,
εἴπερ τι τέχνη σὴ δύναται, μηδὲν φθονῶν
θεράπευσον ἡμᾶς, εἰ δὲ μή, διοίχομαι·
πάσχω γὰρ ἀφανῶς, κατὰ ποδῶν τοξεύομαι. Ἰατρός
Τοὺς μὲν πλανήτας περιελὼν λόγους ἐγώ,
τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον,
ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον,
τὰ πάντα σοι πάσχοντι συντόμως φράσω.
ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν·
οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,
ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον,
δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην,
ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπων φύσις. Ὠκύπους
Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι.
πόθεν με τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος;
δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν,
ὁποῖα Σάτυροι Βακχίους ὑπʼ ὠλένας. Τροφεύς
Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι,
καὶ τὸν νέον σε χειραγωγῶ πρέσβυς ὤν.