ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΚΩΜΩΙΔΙΩΝ.
Καλὸν ἐπισημήνασθαι τὰς αἰτίας διʼ ἃς ἡ μὲν ἀρχαία κωμῳδία
ἴδιόν τινα τύπον ἔχει, ἡ δὲ μέση διάφορός ἐστι πρὸς ταύτην. ἐπὶ
τῶν Ἀριστοφάνους καὶ Κρατίνου καὶ Εὐπόλιδος χρόνων τὰ τῆς δημοκρατίας
ἐκράτει παρʼ Ἀθηναίοις καὶ τὴν ἐξουσίαν σύμπασαν ὁ δῆμος
εἶχεν, αὐτὸς αὐτοκράτωρ καὶ κύριος τῶν πολιτικῶν πραγμάτων ὑπάρχων.
τῆς ἰσηγορίας οὖν πᾶσιν ὑπαρχούσης ἄδειαν οἱ τὰς κωμῳδίας
συγγράφοντες εἶχον τοῦ σκώπτειν καὶ στρατηγοὺς καὶ δικαστὰς τοὺς
κακῶς δικάζοντας καὶ τῶν πολιτῶν τινας ἢ φιλαργύρους ἢ συζῶντας
ἀσελγείᾳ. ὁ γὰρ δῆμος, ὡς εἶπον, ἐξῄρει τὸν φόβον τῶν κωμῳδούντων,
φιλοτίμως τῶν τοὺς τοιούτους βλασφημούντων ἀκούων.
ἴσμεν γὰρ ὡς ἀντίκειται φύσει τοῖς πλουσίοις ἐξ ἀρχῆς ὁ δῆμος καὶ
ταῖς δυσπραγίαις αὐτῶν ἥδεται. ἐπὶ τοίνυν τῆς Ἀριστοφάνους καὶ
Κρατίνου καὶ Εὐπόλιδος κωμῳδίας ἀφόρητοί τινες κατὰ τῶν ἁμαρτανόντων
ἦσαν οἱ ποιηταί. λοιπὸν δὲ τῆς δημοκρατίας ὑποχωρούσης
ὑπὸ τῶν κατὰ τὰς Ἀθήνας τυραννιώντων καὶ καθισταμένης ὀλιγαρχίας
καὶ μεταπιπτούσης τῆς ἐξουσίας τοῦ δήμου εἰς ὀλίγους τινὰς καὶ κρατυνομένης
τῆς ὀλιγαρχίας ἐνέπιπτε τοῖς ποιηταῖς φόβος. οὐ γὰρ
ἦν τινα προφανῶς σκώπτειν, δίκας ἀπαιτούντων τῶν ὑβριζομένων
παρὰ τῶν ποιητῶν· ἴσμεν γοῦν τὸν Εὔπολιν ἐπὶ τῷ διδάξαι τοὺς
Βάπτας ἀποπνιγέντα εἰς τὴν θάλασσαν ὑπʼ ἐκείνου εἰς ὃν καθῆκε τοὺς
Βάπτας. καὶ διὰ τοῦτο ὀκνηρότεροι πρὸς τὰ σκώμματα ἐγένοντο
καὶ ἐπέλιπον οἱ χορηγοί· οὐ γὰρ ἔτι προθυμίαν εἶχον οἱ Ἀθηναῖοι
τοὺς χορηγοὺς τοὺς τὰς δαπάνας τοῖς χορευταῖς παρέχοντας χειροτονεῖν.
τὸν γοῦν Αἰολοσίκωνα Ἀριστοφάνης ἐδίδαξεν, ὃς οὐκ ἔχει
τὰ χορικὰ μέλη. τῶν γὰρ χορηγῶν μὴ χειροτονουμένων καὶ τῶν
χορευτῶν οὐκ ἐχόντων τὰς τροφὰς ὑπεξῃρέθη τῆς κωμῳδίας τὰ
χορικὰ μέλη καὶ τῶν ὑποθέσεων ὁ τύπος μετεβλήθη. σκοποῦ γὰρ
ὄντος τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοῦ σκώπτειν δημαγωγοὺς καὶ δικαστὰς
καὶ στρατηγούς, παρεὶς ὁ Ἀριστοφάνης τοῦ συνήθως ἀποσκῶψαι διὰ
τὸν πολὺν φόβον Αἴολον τὸ δρᾶμα τὸ γραφὲν τοῖς τραγῳδοῖς ὡς
κακῶς ἔχον διασύρει. τοιοῦτος οὖν ἐστιν ὁ τῆς μέσης κωμῳδίας
τύπος οἷός ἐστιν ὁ Αἰολοσίκων Ἀριστοφάνους καὶ οἱ Ὀδυσσεῖς Κρατίνου
καὶ πλεῖστα τῶν παλαιῶν δραμάτων οὔτε χορικὰ οὔτε παραβάσεις
ἔχοντα. παράβασις δέ ἐστι τὸ τοιοῦτο· μετὰ τὸ τοὺς
ὑποκριτὰς τοῦ πρώτου μέρους πληρωθέντος ἀπὸ τῆς σκηνῆς ἀναχωρῆσαι,
ὡς ἂν μὴ τὸ θέατρον ἀργὸν ᾖ καὶ ὁ δῆμος ἀργὸς καθέζηται,
ὁ χορὸς οὐκ ἔχων πρὸς τοὺς ὑποκριτὰς διαλέγεσθαι ἀπόστροφον
ἐποιεῖτο πρὸς τὸν δῆμον· κατὰ δὲ τὴν ἀπόστροφον ἐκείνην οἱ ποιηταὶ
διὰ τοῦ χοροῦ ἢ ὑπὲρ ἑαυτῶν ἀπελογοῦντο ἢ περὶ δημοσίων πραγμάτων
εἰσηγοῦντο. ἡ δὲ παράβασις ἐπληροῦτο διὰ μελυδρίου καὶ
κομματίου καὶ στροφῆς καὶ ἀντιστρόφου καὶ ἐπιρρήματος καὶ ἀντεπιρρήματος
καὶ ἀναπαίστων. τὰ μὲν γὰρ ἔχοντα τὰς παραβάσεις
κατʼ ἐκεῖνον τὸν χρόνον ἐδιδάχθη καθʼ ὃν ὁ δῆμος ἐκράτει,
τὰ δὲ οὐκ ἔχοντα τῆς ἐξουσίας λοιπὸν ἀπὸ τοῦ δήμου μεθισταμένης
καὶ τῆς ὀλιγαρχίας κρατούσης. οἱ δὲ τῆς μέσης κωμῳδίας
ποιηταὶ καὶ τὰς ὑποθέσεις ἤμειψαν καὶ τὰ χορικὰ μέλη παρέλιπον,
οὐκ ἔχοντες τοὺς χορηγοὺς τοὺς τὰς δαπάνας τοῖς χορευταῖς παρέχοντας.
ὑποθέσεις μὲν γὰρ τῆς παλαιᾶς κωμῳδίας ἦσαν αὗται· τὸ
στρατηγοῖς ἐπιτιμᾶν καὶ δικασταῖς οὐκ ὀρθῶς δικάζουσι καὶ χρήματα
συλλέγουσιν ἐξ ἀδικίας τισὶ καὶ μοχθηρὸν ἐπανῃρημένοις βίον.
ἡ δὲ μέση κωμῳδία ἀφῆκε τὰς τοιαύτας ὑποθέσεις, ἐπὶ δὲ τὸ
σκώπτειν ἱστορίας ῥηθείσας ποιηταῖς ἦλθον. ἀνεύθυνον γὰρ τὸ
τοιοῦτον οἷον διασύρειν Ὅμηρον εἰπόντα τι οὐκ εὖ ἢ τὸν δεῖνα
τῆς τραγῳδίας ποιητήν. τοιαῦτα δὲ δράματα καὶ ἐν τῇ παλαιᾷ
κωμῳδίᾳ ἔστιν εὑρεῖν, ἅπερ τελευταῖον ἐδιδάχθη λοιπὸν τῆς ὀλιγαρχίας
κρατυνθείσης· οἱ γοῦν Ὀδυσσεῖς Κρατίνου οὐδενὸς ἐπιτίμησιν
ἔχουσι, διασυρμὸν δὲ τῆς Ὀδυσσείας τοῦ Ὁμήρου. τοιαῦται γὰρ αἱ
κατὰ τὴν μέσην κωμῳδίαν ὑποθέσεις εἰσίν· μύθους γάρ τινας τιθέντες
ἐν ταῖς κωμῳδίαις τοῖς παλαιοτέροις εἰρημένους διέσυρον ὡς
κακῶς ῥηθέντας, καὶ τὰς παραβάσεις παρῃτήσαντο διὰ τὸ τοὺς χοροὺς
ἐπιλεῖψαι χορηγῶν οὐκ ὄντων. οὐ μὴν οὐδὲ τὰ προσωπεῖα
ὁμοιοτρόπως τοῖς ἐν τῇ παλαιᾷ κωμῳδίᾳ κατεσκευασμένοις εἰσῆγον·
ἐν μὲν γὰρ τῇ παλαιᾷ εἴκαζον τὰ προσωπεῖα τοῖς κωμῳδουμένοις,
ἵνα πρίν τι καὶ τοὺς ὑποκριτὰς εἰπεῖν ὁ κωμῳδούμενος ἐκ τῆς
ὁμοιότητος τῆς ὄψεως κατάδηλος ᾖ· ἐν δὲ τῇ μέσῃ καὶ νέᾳ κωμῳδίᾳ
ἐπίτηδες τὰ προσωπεῖα πρὸς τὸ γελοιότερον ἐδημιούργησαν,
δεδοικότες τοὺς Μακεδόνας καὶ τοὺς ἐπηρτημένους ἐξ ἐκείνων φόβους,
ἵνα μηδὲ ἐκ τύχης τινὸς ὁμοιότης προσώπου συμπέσῃ τινὶ
Μακεδόνων ἄρχοντι καὶ δόξας ὁ ποιητὴς ἐκ προαιρέσεως κωμῳδεῖν
δίκας ὑπόσχῃ. ὁρῶμεν γοῦν τὰς ὀφρῦς ἐν τοῖς προσώποις τῆς Μενάνδρου
κωμῳδίας ὁποίας ἔχει καὶ ὅπως ἐξεστραμμένον τὸ στόμα
καὶ οὐδὲ κατʼ ἀνθρώπων φύσιν.
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΧΑΡΑΚΤΗΡΩΝ.
Κρατῖνος ὁ τῆς παλαιᾶς κωμῳδίας ποιητής, ἅτε δὴ κατὰ
τὰς Ἀρχιλόχου ζηλώσεις, αὐστηρὸς μὲν ταῖς λοιδορίαις ἐστίν· οὐ γὰρ
ὥσπερ Ἀριστοφάνης ἐπιτρέχειν τὴν χάριν τοῖς σκώμμασι ποιεῖ, τὸ
φορτικὸν τῆς ἐπιτιμήσεως διὰ ταύτης ἀναιρῶν, ἀλλʼ ἁπλῶς κατὰ τὴν
παροιμίαν γυμνῇ τῇ κεφαλῇ τίθησι τὰς βλασφημίας κατὰ τῶν ἁμαρτανόντων,
πολὺς δὲ καὶ ἐν ταῖς τροπαῖς τυγχάνει. εὔστοχος δὲ
ὢν ἐν ταῖς ἐπιβολαῖς τῶν δραμάτων καὶ διασκευαῖς, εἶτα προϊὼν
καὶ διασπῶν τὰς ὑποθέσεις οὐκ ἀκολούθως πληροῖ τὰ δράματα.
Εὔπολις δὲ εὐφάνταστος μὲν εἰς ὑπερβολήν ἐστι κατὰ τὰς ὑποθέσεις·
τὰς γὰρ εἰσηγήσεις μεγάλας τῶν δραμάτων ποιεῖται καὶ ἥνπερ
ἐν τῇ παραβάσει φαντασίαν κινοῦσιν οἱ λοιποί, ταύτην ἐκεῖνος ἐν
αὐτοῖς τοῖς δράμασιν, ἀναγαγεῖν ἱκανὸς ὢν ἐξ ᾍδου νομοθετῶν
πρόσωπα καὶ διʼ αὐτῶν εἰσηγούμενος ἢ περὶ θέσεως νόμων ἢ καταλύσεως.
ὥσπερ δέ ἐστιν ὑψηλὸς οὕτω καὶ ἐπίχαρις καὶ περὶ τὰ σκώμματα
λίαν εὔστοχος. ὁ δὲ Ἀριστοφάνης τὸν μέσον ἐλήλακε τῶν
ἀνδρῶν χαρακτῆρα· οὔτε γὰρ πικρὸς λίαν ἐστὶν ὥσπερ ὁ Κρατῖνος
οὔτε χαρίεις ὥσπερ ὁ Εὔπολις, ἀλλʼ ἔχει καὶ πρὸς τοὺς ἁμαρτάνοντας
τὸ σφοδρὸν τοῦ Κρατίνου καὶ τὸ τῆς ἐπιτρεχούσης χάριτος
Εὐπόλιδος.