Ὁ τῆς Θεογονίας λόγος φυσικὴν διήγησιν τῶν ὄντων ὑπαγορεύει. ἀπὸ Μουσῶν δὲ τὴν ἀρχὴν ποιεῖται τοῦ λέγειν, ὅτι αὗται προΐστανται τοῦ λόγου. Μοῦσαι δὲ ἐκλήθησαν ὡς ὁμοῦ ἀεὶ οὖσαι· μίαν γὰρ ἁρμονίαν ἐντεινάμεναι συνᾴδουσι καὶ συγχορεύουσι ἀλλήλαις, μηδέποτε ἀπʼ ἀλλήλων χωριζόμεναι. εἰ γὰρ καὶ ἴδιον κλῆρον ἑκάστη εἴληχεν, ἡ μὲν ἀστρονομίας, ἡ δὲ γεωμετρίας, ἡ δὲ καλλιεπείας, ἡ δὲ ᾠδῶν, καὶ ἑτέρου ἑτέρα, ἀλλʼ ἐν ἑκάστῃ πάσας ἔστιν εὑρεῖν. ἐν γὰρ ἀστρονομίᾳ καὶ γεωμετρίαν εὕροι τις ἂν καὶ κάλλος ἐπῶν καὶ ἱστορίαν καὶ τῶν λοιπῶν ἕκαστον. εἰσὶ δὲ ἐννέα τὸν ἀριθμὸν καὶ ὀνομάζονται οὕτως· Κλειώ, Θάλεια, Εὐτέρπη, Τερψιχόρη, Ἐρατώ, Μελπομένη, Πολύμνια, Οὐρανία καὶ Καλλιόπη.
Μουσάων Ἑλικωνιάδων: ἀπὸ τῶν Μουσῶν τὴν ἀρχὴν ποιούμεθα τοῦ λέγειν, διότι αὗται ἡμῶν τοῦ λόγου ἄρχουσιν. Ἑλικωνιάδας δέ, ὡς Βοιωτός, εἶπεν αὐτάς. Ἑλικὼν γὰρ ὄρος τῆς Βοιωτίας. ἐπεὶ οὖν οἱ Βοιωτοὶ ὡς ἰδιῶται διεβάλλοντο, ἐβουλήθη εἰπεῖν Ἡσίοδος Ἑλικωνιάδων, καὶ δεῖξαι ὅτι καὶ αὐτοὶ ἔχουσι μέρος τι τῆς φρονήσεως, καὶ ὅτι πάντῃ φοιτῶσιν αἱ Μοῦσαι ἔνθα βούλονται. Μουσάων Ἑλικωνιάδων: τῶν ἐν Ἑλικῶνι διατριβουσῶν. ὁ δὲ Ἑλικὼν ὄρος τῆς Θεσπιέων χώρας ἐν τῇ Βοιωτίᾳ, ἀφʼ ἧς καὶ ὁ ποιητής. εἰς ὃ καὶ ἱερὸν Μουσῶν· ἔνθα χορεύουσιν, ἐν δὲ τῇ Πιερίᾳ ἐγεννήθησαν, ἥτις καὶ αὐτὴ Βοιωτίας ἐστὶν ὄρος. ἐν Ἑλικῶνι δὲ καὶ ἱερὸν ἐστὶ Διὸς Ἑλικωνίου. διὰ τί δὲ αὐτὰς οὐκ Ὀλυμπιάδας ἐκάλεσεν, ἀλλὰ Μουσάων ἑλικωνιάδων εἶπεν; βούλεται, ὡς φιλόπατρις, ἀποχαρίσασθαι τὰ ἄριστα τῇ ἑαυτοῦ πατρίδι καὶ παιδείας αὐτὴν οἶκον ἀποδεῖξαι. ἐπειδὴ γὰρ οἱ Βοιωτοὶ ἰδιῶται ὄντες διεβάλλοντο, ἐβουλήθη εἰπεῖν Ἡσίοδος Ἑλικωνιάδων, καὶ δεῖξαι ὅτι καὶ αὐτοὶ οἱ Βοιωτοὶ ἔχουσι μέρος τι φρονήσεως καὶ περὶ πάντα τὰ μαθήματα ἐσπουδάκασι, καὶ ὅτι πάντῃ φοιτῶσιν αἱ Μοῦσαι ἔνθα βούλονται καὶ τοὺς ἰδιώτας καὶ ἀμαθεῖς σοφίζουσιν, ἢ ὅτι αὐτῷ παρακείμεναι καὶ συνοικοῦσαι δεδώκασιν αὐτῷ τὴν ποιητικήν, ὅθεν διασαφεῖ· ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
αἵ θʼ Ἑλικῶνος: αἵτινες Μοῦσαι, δηλαδὴ ὁ λόγος καὶ ἡ σοφία, Ἑλικῶνος ἔχουσιν ὄρος, ἀντὶ τοῦ αὐτὸν Ἑλικῶνα οἰκοῦσι περιφραστικῶς, δηλονότι τὴν κεφαλὴν περιπολεύουσι καὶ εἰς τὸν νοῦν τὸν καθαρὸν καὶ ἄρρυπον ἐπιπολοῦσι.
καί τε περὶ κρήνην: ἐν τῷ αὐτῷ γὰρ ὄρει ἦν καὶ κρήνη καὶ βωμός. ἡ δὲ Ἵππου κρήνη οὕτως λέγεται ἀναδοθεῖσα ἐκ τῆς ὁπλῆς τοῦ Πηγάσου ἐν τῷ ὄρει· διψήσαντος τοῦ Βελλεροφόντου ὁ Πήγασος τῷ ποδὶ τὴν γῆν πατάξας ἐξέβαλεν ὕδωρ καὶ ἐκλήθη Ἵππου κρήνη. ἄλλοι δὲ Πηγασίαν ἐκ τοῦ ὄρους.
ἰοειδέα· ἀνθώδη, μελάνυδρον· ἴον γὰρ εἶδος ἄνθους· ἢ τὴν ἴοις περιπεφραγμένην, ἀνθώδη· ἢ διαυγῆ καὶ καθαράν. δεῖ γὰρ τοὺς περὶ λόγους ἀσχολουμένους διαυγῆ καὶ καθαρὸν ἔχειν τὸν λογισμόν, καὶ οὐ μόνον τὸν λογισμὸν ἀλλὰ καὶ τὸ σῶμα. καὶ διὰ τοῦτό φησι τό· καί τε λοεσσάμεναι χρόα καλόν.
πόσσʼ ἁπαλοῖσιν ὀρχεῦνται: μάχεται τὸ ἁπαλοῖσι καὶ τὸ ἐπερρώσαντο δὲ ποσίν εἰ γὰρ ποσὶν ἁπαλοῖς ὀρχοῦνται, πῶς ἐπερρώσαντο; τὸ γὰρ σύντονον τῷ ἠρεμαίῳ ἀντίκειται. ἢ ὅτι πόδας μὲν εἶχον ἁπαλούς, ἐρρωμένως δὲ καὶ συντόνως ὠρχοῦντο, ἢ ἐπισταμένως ἐχόρευον. ἀνοίκειον δὲ παρθένοις Μούσαις τὸ ἐπίθετον.
ἐρισθενέος: μέλλων αὐτοῦ λέγειν τὴν δύναμιν εἶπεν ἐνταῦθα τὸ ἐρισθενέος, ἤτοι αὐτὸν τὸν Δία. ἐν Ἑλικῶνι δὲ βωμὸς ἦν τοῦ Διὸς τοῦ Ἑλικωνίου.
τέρενα χρόα: τέρενα τὰ ἁπαλά, κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ θ, οἷον θέρενα. τὰ γὰρ ἁπαλὰ εὐθέρμαντα, τὰ δὲ σκληρὰ ἀθέρμαντα καὶ ἀτέραμνα.
Τερμησσοῖο: Τερμησσὸς ποταμὸς παρακείμενος τῷ Ἑλικῶνι. καὶ Ὀλμειὸς ποταμὸς ἐν Ἑλικῶνι τῆς Βοιωτίας, ἀπὸ Ὄλμου τοῦ Σισύφου παιδός.
Περμησοῖο: οἱ μὲν ποταμοὶ τῆς Βοιωτίας οὗτοί εἰσι. Περμησός, ὃν καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον … ὥς φησι Κράτης ἐν τοῖς Βοιωτικοῖς. ἐμβάλλει δὲ εἰς τὴν Κωπαΐδα λίμνην· τὰς δὲ πηγὰς ἔχει ἐν τῇ Θεσπιακῇ χώρᾳ. ἐν δὲ ταῖς Ζηνοδοτείοις γράφεται Τερμησοῖο. καὶ ὁ Ὀλμειὸς ποταμός ἐστιν ἀπὸ Ὄλμου τοῦ Σισύφου παιδός. τριακόσια δέ που στάδια ἀπέχει Θηβῶν.
ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι: διὰ τὸ ἀπορνύμεναι εἶπε τὸ κεκαλυμμέναι, οἱονεὶ μεθερμηνεύων τὸ ἀπορνύμεναι.
ὄσσαν ἱεῖσαι: ὄσσαν ᾄδουσαι πορεύονται διʼ ὅλης τῆς νυκτός. ὄσσαν τὴν θείαν φωνὴν καὶ τὴν θείαν κληδόνα, ὡς καὶ παρʼ Ὁμήρῳ· ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός. ἔστι δὲ Ὄσσα καὶ ὄρος Θεσσαλίας.
χρυσέοισι πεδίλοις: τοῖς ὑποδήμασιν, ἤτοι διὰ τὸ πρὸς τῷ πέδῳ εἶναι, ἢ παρὰ τὸ τοῖς ποσὶν εἱλεῖσθαι. συνέζευξε δὲ τούτοις καὶ τὴν οἰκειότητα. ὅτε μὲν γάρ τις θεωρητικός ἐστι τοῦ ἐν τοῖς ὁρατοῖς ἐμφαινομένου κάλλους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται· ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς αὐτῷ παραστῇ τῷ θεῷ καί, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν ἀναδράμῃ, τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα μετὰ τὰ φυσικά, ἐποπτικὸς γίγνεσθαι δύναται.
καὶ Θέμιν αἰδοίην: αἰδοῦς ἀξίαν, τιμίαν· ἤ, ὡς μαλερὸν πῦρ τὸ μαραντικόν, οὕτως καὶ αἰδοίην τὴν διʼ αἰδοῦς τοῖς νομίμοις ἀνθρώποις οὖσαν.
ἑλικοβλέφαρον: τὴν καλὴν ἀπὸ μέρους, τὴν ἑλικοειδῆ καὶ στρογγύλα καὶ περιφερῆ καὶ ἀνακεκλασμένα τὰ βλέφαρα ἔχουσαν, ἐκ μεταφορᾶς τῶν τῆς ἀμπέλου ἑλίκων.
Ἥβην τε χρυσοστέφανον: τὴν εὔμορφον, ἀπὸ τῆς στεφάνης τοῦ γυναικείου κόσμου, τοῦ ἐκ χρυσοῦ καὶ λίθων κατεσκευασμένου.
Διώνην: οὐ τὴν τῆς Ἀφροδίτης μητέρα, ἀλλὰ μίαν τῶν Ὠκεανίδων, τουτέστι τῶν Τιτανίδων. σημείωσαι δὲ ὅτι δύο Ἀφροδῖται, ὧν τὴν μίαν συνέζευξε Θέμιδι ἀρχαιοτάτην οὖσαν.
αἵ νύ ποθʼ Ἡσίοδον: αἵτινες Μοῦσαι Ἡσίοδον, ἀντὶ τοῦ ἐμέ, ὡς Ὅμηρος· ἦ ποτʼ Ἀχιλλῆος ποθή. Ἡσίοδόν φησι τὸν εὐτελῆ. περὶ δὲ ἑαυτοῦ λέγων ὡς περὶ ἄλλου λέγει· ἀρχαῖον δὲ τὸ ἦθος. αἵ νύ ποθʼ Ἡσίοδον: περὶ ἑαυτοῦ λέγει ὡς περὶ ἄλλου. ἀρχαῖον δὲ τὸ ἦθος, ὡς Ὅμηρος ἐξ Ἀχιλλέως· ἦ ποτʼ Ἀχιλλῆος ποθή. Ἡσίοδόν φησι τὸν εὐτελῆ.
Ἑλικῶνος ὕπο ζαθέοιο: αἱ Μοῦσαι ἐν ἀκροτάτῳ Ἑλικῶνι ὡς θεαί, αὐτὸς δʼ ὑποκάτω τοῦ ὄρους ὡς βροτός.
ἄγραυλοι: οἱ ἐν ἀγρῷ αὐλιζόμενοι.
γαστέρες οἶον: οἱονεὶ ἀντὶ τοῦ περὶ τὴν γαστέρα μόνην ἀσχολούμενοι καὶ μόνα τὰ τῆς γαστρὸς φρονοῦντες. Ἀπολλώνιος μὲν ὁ Ῥόδιος λείπειν τὸν πρῶτον στίχον φησίν· οὐ λείπει δέ, ἀλλʼ ἔστι· ποιμένες ἄγραυλοί ἐστε, κάκʼ ἐλέγχεα, γαστέρες μόνον.
ἴδμεν ψεύδεα: ἀντὶ τοῦ εἰδέναι ποιοῦμεν.
ἴδμεν ψεύδεα πολλὰ λέγειν: ἤγουν γινώσκομεν λέγειν πολλὰ ψευδῆ ὅμοια ἀληθέσι λόγοις· ὁπόταν δὲ ἐθέλωμεν, γινώσκομεν μυθήσασθαι καὶ ἀληθῆ,
ἴδμεν δʼ εὖτʼ ἐθέλωμεν: πολλή τίς ἐστι περὶ ἡμᾶς ἀρετὴ καὶ οὐχ, ὥς φασί τινες, πάντα φαμὲν τὰ ψευδῆ. τὸ γὰρ δέ ἀντὶ τοῦ καί ἐστίν, ἀντὶ τοῦ καὶ ἀληθῆ ἴσμεν λέγειν ἡμεῖς. τοῦτο δὲ προκατασκευάζειν φασὶ τὸν ποιητήν, ἵνα ὡς τῶν Μουσῶν ἀκροώμενοι παραδέξωνται τὴν μέλλουσαν τῶν θεῶν γένεσιν, τῶν Μουσῶν διδαξουσῶν ἡμᾶς, ἀλλʼ οὐχ Ἡσιόδου ψιλῶς.
ἀληθέα μυθήσασθαι: οἷον μηδὲν διαψευδόμεναι καὶ διαπλανῶσαι. γράφεται καὶ γηρύσασθαι, ἀντὶ τοῦ εἰπεῖν. ἔνθεν γῆρυς, ἡ ὁμιλία· Ὅμηρος· οὐδʼ ἴα γῆρυς. ἐκ δὲ τούτου γίνεται γῆρυξ καί, τροπῇ τοῦ γ εἰς κ, κῆρυξ, ὁ λέγων ἐν τῷ ἀπαγγέλλειν τὰς ἀγγελίας.
ἀρτιέπειαι: αἱ ἀπηρτισμένα καὶ τέλεια καὶ ὑγιῆ λέγουσαι· ἢ ἀρτιέπειαι αἱ ἀρτίοις ἔπεσι χρώμεναι.
καί μοι σκῆπτρον: ἤτοι ἐπεὶ πολύδαφνος ὁ Ἑλικὼν τὰς Μούσας ἐκ τῆς παρακειμένης ὕλης ἔφησεν δοῦναι αὐτῷ κλάδον. ἔπρεπε δὲ ἐπὶ Ἀπόλλωνος τοῦτο· ὁ δὲ θεὸς Μουσηγέτης· ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ παρόσον ἡ δάφνη ἐνεργεῖ πρὸς τοὺς ἐνθουσιασμούς. Σοφοκλῆς ἐν Κασάνδρᾳ εἴρηκε· δάφνην φαγὼν ὀδόντι πρῖε τὸ στόμα. καὶ Λυκόφρων· δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα. τὰ δὲ ποιήματα μετὰ θεοῦ ἐμπνεύσεως εἴρηται. ἢ ἐπειδὴ ἡ δάφνη ἀειθαλής ἐστιν, καὶ οἱ λόγοι ἀεὶ θάλλουσιν.
τά τʼ ἐσσόμενα: ἵνα δείξῃ ὅτι ὅμοιόν τί ἐστιν ἡ ποίησις τῇ μαντείᾳ. τὸ κυριώτερον κεῖται ἐπὶ μάντεως, οὐκ ἐπὶ ποιητοῦ, τὰ ἐσόμενα μὴ δυναμένου λέγειν τοῦ ποιητοῦ. ὥστε κλύοιμι τά τʼ ἐσσόμενα: παρὰ τῶν Μουσῶν, φησίν, ἀκούων μανθάνω τά τε ἐσόμενα καὶ τὰ ὄντα καὶ προγεγονότα. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ ὅτι ὅμοιόν τι τῆς μαντικῆς ἡ ποίησις.
σφᾶς δʼ αὐτάς: αὐτὰς δὲ ὑμνεῖν πρῶτόν τε καὶ ὕστερον, ὡσανεὶ ἀεί. ἀλλὰ σύ, ὦ Ἡσίοδε, παύου τῶν ἀρχαίων ῥημάτων, παῦσαι κομποποιῶν, παῦσαι μύθους ληρωδῶν ἀλλοκότους. τὸ δὲ τύνη πρὸς ἑαυτόν φησι κατὰ ἀρχαϊσμόν· ἀντὶ τοῦ σύ, ὦ Ἡσίοδε, Δωρικῶς.
ἀλλὰ τίη μοι ταῦτα: ὥσπερ ἄκαιρος ἐφάνη αὐτῷ ἡ, ὁμιλία ἣν ἤρξατο λέγειν, ὅτι αἱ Μοῦσαι ἔδωκάν μοι καὶ τἄλλα. καί φησι· τί μοι ταῦτα τὰ ῥήματα, ὡς τὰ περὶ δρυὸς ἢ περὶ πέτρης, τί μοι χρεία ἐστὶν ἀρχαιολογεῖν; ἡ γὰρ ποίησις μυθολογία ἐστὶν ἐοικυῖα ἀληθείᾳ. εἰς τί τοῦτο καιροῦ ἐπείγοντος ἀρχαιολογῶ, καθάπερ οἱ ἐν δρυσὶ καὶ πέτραις κατατιθέμενοι τὰ τέκνα καὶ λέγοντες αὐτοὺς ἐκ δρυὸς γεγεννῆσθαι ἢ πέτρας; Λ ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν: παροιμία ὅταν τις καιροῦ τινος αὐτὸν κατεπείγοντος περὶ ἄλλων λέγειν, ὁ δὲ ταῦτα ἀφεὶς ἄλλοις χρῆται. καὶ οὗτος οὖν ἀφεὶς περὶ τῶν προκειμένων αὐτῷ λέγειν, ἤτοι τῆς τῶν θεῶν γενέσεως, ὅπως αὐτῷ αἱ Μοῦσαι δάφνης ἔδωκαν κλάδον λέγει.
Διὶ πατρί: ἀντὶ τοῦ Διὸς πατρός.
φωνῇ ὁμηρεῦσαι: ὁμοῦ εἴρουσαι ἢ τῇ φωνῇ συμφωνοῦσαι, ὁμοῦ τῇ φωνῇ λέγουσαι. τὸ δὲ εἰρεῦσαι ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγουσαι, ὑμνοῦσαι.
γελᾷ δέ τε δώματα πατρός: ἀπὸ ἀνθῶν τινων ἡδυτάτων χαίρουσιν οἱ οἶκοι τοῦ Διός. ἢ τὸ γελᾷ ἀντὶ τοῦ διαχεῖται τῆς φωνῆς σκιδναμένης, ἠχεῖ καὶ γελᾷ τὰ δώματα.
θεᾶν: τὸ θεᾶν ἀντὶ τοῦ θεῶν, Δωρικῶς· οἱ γὰρ Δωριεῖς οὕτως λέγουσιν.
ὄσσαν ἱεῖσαι: ὁ Ἡσίοδος τὴν πᾶσαν φωνὴν ὄσσαν καλεῖ.
κλείουσιν ἀοιδῇ: τὸ τίμιον γένος τῶν θεῶν ὑμνοῦσι καὶ δοξάζουσι τῇ φωνῇ.
ἐξ ἀρχῆς οὓς Γαῖα: οὓς ἐξ ἀρχῆς ἔτεκεν ἡ Γῆ καὶ ὁ Οὐρανὸς καὶ τοὺς ἐκ τούτων γινομένους. λέγει δὲ τοὺς Τιτᾶνας.
ἐξ ἀρχῆς: ὁ Ὀφίων πρῶτος θεός.
δεύτερον αὖτε Ζῆνα: ἀρχομένου τοῦ δευτέρου προοιμίου, τὸν Δία ἐκ δευτέρου ὑμνοῦσι ἀρχόμεναι καὶ λήγουσαι ὡς θεόν, ὡς ἀπʼ αὐτοῦ ἄρχουσαι καὶ εἰς αὐτὸν λήγουσαι διὰ τὴν νίκην.
τὰς ἐν Πιερίῃ: Πιερία ὄρος Μακεδονίας, ἐν ᾧ ἐγεννήθησαν αἱ Μοῦσαι, παρατεῖνον ἕως τῆς Θρᾴκης. ταύτας τὰς Μούσας τῷ ἰδίῳ πατρὶ μιγεῖσα τῷ Διὶ ἡ Μνημοσύνη ἐγέννησεν, ἡ τοῦ λιπαρωτάτου τόπου τοῦ Ἐλευθῆρος ἄρχουσα· σὺν αἷς καὶ τὴν λήθην, τὴν τῶν πολυλύπων μεριμνῶν ἀνάπαυσιν. τὰς ἐν Πιερίῃ: δείκνυσιν ὅτι Βοιωτία μὲν ἦν· ἡ Μνημοσύνη, ἐμίγη δὲ τῷ Διὶ ἐν Πιερίᾳ, ὄρει Μακεδονίας παρατείνοντι ἕως θαλάσσης.
Μνημοσύνη: δεῖ γὰρ τὸν συγγραφέα ἔχειν νοῦν καὶ μνήμην, ἵνα γεννᾷ λόγον· καὶ ὅτι ἐν ταῖς ἀναγνώσεσι χρῆσθαι δεῖ προσοχῇ τὸν συγγραφέα.
Ἐλευθῆρος: ὁ Ἐλευθὴρ βασιλεὺς ἦν τῆς χώρας καὶ ὄρος ἐπʼ ὀνόματι τοῦ ἥρωος, υἱοῦ Ἀπόλλωνος καὶ Αἰθούσης τῆς Ποσειδῶνος. Ἐλευθὴρ καὶ ὄνομα πόλεως τῆς Βοιωτίας, ὅπου, φησίν, ἡ Μνημοσύνη τιμᾶται. οὕτως λέγεται ὅτι ἐκεῖ Διόνυσος τῆς μανίας ἐπαύσατο καὶ ἠλευθερώθη. ἐκ τούτου δόξαν προσάπτει τῇ ἑαυτοῦ χώρᾳ, ὅτι ἐγεννήθησαν μὲν ἐν Πιερίᾳ, ἀλλʼ ἡ μήτηρ αὐτῶν τῆς Βοιωτίας ἦν.
γουνοῖσιν Ἐλευθῆρος: ἤτοι τοῖς γονιμωτάτοις τόποις τοῦ Ἐλευθῆρος. ὁ δὲ Ἐλευθὴρ ὄνομα πόλεώς ἐστι τῆς Βοιωτίας, ἀπό τινος βασιλέως αὐτῆς τῆς πόλεως οὕτως ὠνομασμένου, υἱοῦ Ἀπόλλωνος καὶ Αἰθούσης τῆς Ποσειδῶνος. ἔστι δὲ καὶ ὄρος, ὥς φασιν, ἐπʼ ὀνόματι τοῦ ἥρωος· οὕτω δὲ λέγεται ὅτι ἐκεῖ ὁ Διόνυσος τῆς μανίας ἐπαύσατο καὶ ἠλευθερώθη. καὶ τοῦτο δὲ δόξαν προσάπτων τῇ ἑαυτοῦ πατρίδι λέγει, ὅτι ἐγεννήθησαν μὲν ἐν Πιερίᾳ, ἡ δὲ μήτηρ αὐτῶν ἐκ Βοιωτίας ἦν.
ἐννέα γάρ οἱ νύκτας: πῶς Ἡρακλῆς ἐν μιᾷ νυκτὶ πεντήκοντα διεκόρησε κόρας καὶ κυῆσαι πεποίηκεν, ὥστε καὶ τεκεῖν πεντήκοντα καὶ ἓν τέκνα, τῆς πρώτης δίδυμα τεκούσης, Ζεὺς δὲ ἐννέα ἡμερῶν ἐδεήθη ὅτε χρείαν ἔσχε Μνημοσύνῃ συγγενέσθαι πρὸς σύλληψιν τῶν Μουσῶν; εἰδὼς ὅτι ὁ πρὸς τὰς Μούσας ἔρως καὶ ἡ ἡδονὴ βραδέως ἀνύεται· ἢ ὅτι τῷ ἐντελεῖ κέχρηται ἀριθμῷ, ὅθεν καὶ ἐννέα τίκτονται Μοῦσαι· οὐδὲν γὰρ ἐλλεῖπον ταῖς Μούσαις.
νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος: νόσφιν εἰπὼν ἐπήγαγε τὸ ἱερόν, ἵνα μὴ νομισθῇ μοιχεία.
ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτός: ὑποδιαίρεσιν ἐνταῦθα τοῦ χρόνου πεποίηκε καὶ ἄρχεται ἀκολούθως ἀπὸ τοῦ γένους, λέγω δὴ τοῦ ἐνιαυτοῦ· εἶτα εἰς τὸ καθʼ ἕκαστον καὶ τὸ εἶδος. ἀπὸ γὰρ ὡρῶν αἱ ἡμέραι συνίστανται, ἀπὸ δὲ ἡμερῶν οἱ μῆνες, ἀπὸ δὲ μηνῶν οἱ ἐνιαυτοί. περιέτραπον δέ, ἀντὶ τοῦ ἀπὸ τροπῶν εἰς τροπὰς ἰοῦσαι εἰς τὸ αὐτὸ κατέστησαν· ἤγουν περιῆλθεν ὁ καιρός.
ὁμόφρονας: ὅμοια αὐτῇ φρονούσας ἢ τὸ αὐτὸ φρονούσας καὶ μὴ ἐναντιουμένας ἀλλήλαις. ἄλλως. οὐχ ὥσπερ Ἀμφίων καὶ Ζῆθος ἀδελφοὶ μὲν ἦσαν, ἑτερόζηλοι δὲ γεγόνασι ταῖς προαιρέσεσιν, ἀλλὰ τὴν αὐτὴν τῶν ἐπιτηδευμάτων ἔσχον προαίρεσιν. ἢ ὅτι δείκνυσι τὰς λογικὰς ἐπιστήμας ἀλλήλαις ἐπικοινωνούσας. τὸ δὲ κούρας Δωρικῶς συνέστειλεν.
μέμβλεται: μέλει, ἐν φροντίδι ἐστί. τὸ δὲ ἀκηδέα οὕτως λεκτέον· δεῖ γὰρ τὸν περὶ λόγους ἀσχολούμενον ἀφρόντιστον καὶ ἄλυπον εἶναι.
τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς: ὑπερβατόν ἐστι τὰς ἐν Πιερίῃ τέκε τυτθὸν ἀπὸ τοῦ Ὀλύμπου· ἐγγὺς γὰρ ἡ Πιερία τοῦ Ὀλύμπου.
τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς: λείπει τὸ οὔσῃ, τῇ Πιερίᾳ δηλονότι,
πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος: ἀντὶ τοῦ περὶ τὰς Μούσας πάρεισιν. ἄλλως. φασὶν γὰρ ὅτι ἐστὶν ἐν Ἑλικῶνι Χαρίτων ἱερὸν καὶ Ἱμέρου καὶ Μουσῶν. κατὰ λόγον δὲ Ἵμερος καὶ Χάριτες συνοικοῦσι ταῖς Μούσαις, ἤγουν ἡ χάρις καὶ ἡ ἐπιθυμία, ὧν ἄνευ οὐδὲν τὰ τῶν Μουσῶν δῶρα· ἢ ὅτι ὁ χρηστὸς ποιητὴς οὐ μόνον ἐστὶ πολυμαθὴς καὶ δυνατός, ἀλλὰ καὶ ἐπίχαρις καὶ στωμύλος, ὡς Εὐριπίδης· οὐ παύσομαι τὰς Χάριτας Μούσαις συγκαταμειγνύς.
ἐν θαλίῃς: ἐν τῇ εὐωχίᾳ γὰρ πάντα ἐστὶ τὰ μουσικά. ὄσσαν εἶπεν, ὡσανεὶ δύναμιν κληδόνος ἔχουσαι τὴν λέξιν, εἴ γε περὶ τῶν μελλόντων διαγορεύουσιν.
νόμους καὶ ἤθεα κεδνά: ὕβριν τε καὶ εὐνομίην ἐφέποντες νόμους δὲ λέγει τὰς πολιτείας, τὰς διατριβάς, τὰς νεμήσεις, τὰ διαιτήματα· ἤθεα δὲ τὰ ἔργα. τῶν νόμων γὰρ οἱ μέν εἰσι φυσικοί, οἱ δὲ τῶν θεῶν, οἱ δὲ τῶν ἀνθρώπων. εἰ δὲ νόμους ὡς σοφοὺς ἀναγνώσεις, τὴν αὐτῶν ἕξεις διάνοιαν.
αἳ τότʼ ἴσαν: ἐπεσημήνατο ταῦτα ὁ Ἀριστοφάνης. νῦν περὶ ἀνόδου αὐτῶν φησι τῆς εἰς τὸν Ὄλυμπον· ὁ πρότερος γὰρ ἦν λόγος αὐτῷ περὶ τῆς ἐν τόπῳ αὐτῶν χορείας.
αἳ τότʼ ἴσαν: ἐπορεύοντο, ἀντὶ τοῦ εἰς τὸν λογισμόν μου ἐπῆλθε γνῶσις, ὥστε κόποις χρήσασθαι εἰς τὸ γενέσθαι με σοφόν.
ὑμνεύσαις, ἐρατός: ἡ γὰρ συνθήκη τοῦ λόγου ἡδονὴν ποιεῖ καὶ δείκνυσι τὸν ποιήσαντα αὐτὸν τίμιον καὶ πανταχοῦ διαβεβοημένον, πλὴν εἰ σώφρων καὶ συνετὸς εἴη.
νισσομένων πατέρʼ εἰς ὅν: πορευομένων αὐτῶν πρὸς τὸν ἑαυτῶν πατέρα. ἔδει δὲ εἰπεῖν· σφῶν πορευομένων αὐτῶν πρὸς τὸν ἴδιον πατέρα, ὃς ἐν οὐρανῷ βασιλεύει.
εὖ δὲ ἕκαστα ἀθανάτοις διέταξεν: καλῶς δὲ τῶν θεῶν, τουτέστιν ἑκάστῳ αὐτῶν τὴν ἑαυτοῦ παρέσχε τιμὴν ἔχειν. διατάξας καὶ μερίσας ἐνετείλατο καὶ τὰ ἄτακτα εἰς τάξιν ἤνεγκεν, ἑκάστῳ μεταδοὺς τῆς οἰκείας ἀρχῆς.
ταῦτʼ ἄρα Μοῦσαι ἄειδον: ἀπὸ τοῦ διηγηματικοῦ μετέβη εἰς τὸ πρόσωπον μιμητικῶς, ὡς καὶ Ὅμηρος· ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς. οὕτως καὶ Ἡσίοδος· ταῦτʼ ἄρα Μοῦσαι ἄειδον.
ἐννέα θυγατέρες: εἰσὶ δὲ τὰ τῶν Μουσῶν εὑρήματα ταῦτα. Κλειὼ ῥητορικήν, Εὐτέρπη αὐλητικήν, Θάλεια κωμῳδίαν, Μελπομένη τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὼ ποίησιν, Πολύμνια γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη ἔπη, ἣν καὶ προφερεστάτην εἶπε πασῶν, ὅτι πάσης ἐπιστήμης ὁ λόγος ἀνώτερος, ἢ διὰ τὸ τὴν ποιητικὴν ἀνωτέραν εἶναι. Ἀρίσταρχος τὸ προφερεστάτη ἀντὶ τοῦ πρεσβυτάτη ἤκουσεν. ὥστε ἄδηλον πότερον τῇ τιμῇ ἢ τῷ χρόνῳ προφερεστάτη· οἱ δὲ ἐντιμοτάτη.
ἅμʼ αἰδοίοισιν ὀπηδεῖ: ὅτι οὐ πᾶσιν ὀπηδεῖ, ἀλλὰ τοῖς αἰδοίοις. τοῦτο δὲ οὐκ ἤρτηται ἐκ τῆς προτέρας διανοίας, ἀλλʼ ἀπʼ ἄλλης ἀρχῆς.
γεινόμενόν τʼ ἐσίδωσι: ἀντὶ τοῦ εὐμενῶς θεάσονται καὶ ὅντινα βασιλέα ἴδωσι καλοῖς ὀφθαλμοῖς. ἐντεῦθεν καὶ Καλλίμαχος· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
ἐέρσην: ἕρση ἡ δρόσος κυρίως, νῦν δὲ μεταφορικῶς τὸ μέλι. γλυκερὴν δὲ τὸ γλυκὺ καὶ ἁπαλὸν τῶν λόγων.
ἰθείῃσι δίκῃσιν: οἷον Ὀδυσσέα τινὰ εἰσήγαγεν Ὅμηρος· κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει· πατὴρ δʼ ὣς ἤπιος ἦεν. ταῦτα δὲ πάντα διὰ τὸ ἐπιφερόμενον εἶπεν.
τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, τὸ ἑξῆς: διὰ τοῦτο γὰρ οἱ βασιλεῖς ἐχέφρονές εἰσι καὶ καλοῦνται, ὅτι τοῖς ὄχλοις βλαπτομένοις διʼ ἀγνωσίαν τοῦ δικαίου, μετατρέποντες τὰς δίκας αὐτῶν, ἐπὶ τὸ βέλτιον τελοῦσι τὰ ἔργα, οὐκ ἐξουσιαστικῶς ἀλλὰ παραινετικῶς· ἤγουν οὐ κολάσει ἀλλὰ μειλιχίοις λόγοις. τοῦτο γὰρ τὸ μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ἄλλως. μετὰ πειθοῦς νέμουσι τὴν δικαιοσύνην. μετατρέπουσι γὰρ τὰ ἔργα, τὸν ἀδικούμενον περισῴζοντες καὶ τὸν ἀδικοῦντα ἀνακόπτοντες, οὐ κολάσει ἀλλὰ μειλιχίοις ἐπέεσσι.
μετάτροπα: ἀντὶ τοῦ μεταβλήσιμα εἰς τὸ βέλτιον.
ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς ἱλάσκονται: οὐκ ἀνάγκῃ ἀλλὰ φίλτρῳ τοῦ βασιλέως, ὄντος ἠπίου καὶ δικαίου πρὸς τοὺς κρινομένους, μὴ ἀλαζόνος πρὸς τοὺς προσιόντας.
ἀνὰ ἄστυ: γράφεται ἀνʼ ἀγῶνα, ἀντὶ τοῦ ἀνὰ τὸ ἄθροισμα. λέγεται δὲ τριχῶς, αὐτὸ τὸ χωρίον καὶ ὁ ἐν αὐτῷ ὄχλος καὶ τὸ ξυναμφότερον, ὥσπερ καὶ πόλις. ἐτυμολογεῖται διὰ τὸ μὴ γωνίαν ἔχειν, ἀλλʼ εἶναι περιφερῆ. οἱ δὲ ἐκ τοῦ ἀθροίσματος ἄγυριν λέγουσιν, ὡς Ὅμηρος· ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει, ἀντὶ τοῦ ἐν ἀγῶνι. τὸ δὲ θεὸν ὣς ἱλάσκονται, ὡς θεὸν αὐτὸν τιμῶσι διὰ τὴν προσήνειαν αὐτοῦ τὴν τιμίαν.
αἰδοῖ μειλιχίῃ: ἡ μειλιχία ἐπίθετόν ἐστι τῆς αὐδῆς.
οἵα τε Μουσάων: τὸ τοιοῦτον εἶδος ἀνθυποφορὰ καλεῖται· ἀνθυποφέρει γὰρ ἑαυτῷ Ἡσίοδος. ἐκ γάρ τοι Μουσάων τοιοῦτος βασιλεὺς ἐστίν, ἐπειδὴ τοὺς βασιλεῖς εἶπε φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν· φιλοῦνται δὲ καὶ ὑπὸ τοῦ Διὸς εἶπεν. οἶδα μὲν γάρ, φησίν, ὅτι ὑπὸ μὲν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν οἱ ἀοιδοὶ καὶ οἱ κιθαρισταὶ φιλοῦνται, ὑπὸ δὲ τοῦ Διὸς οἱ βασιλεῖς, ἀλλʼ ἐκεῖνος, φησίν, ὀλβιώτατος βασιλέων, ὅντινα μετὰ τὸν Δία καὶ αἱ Μοῦσαι φιλοῦσιν. ἄλλως. ἀναλαμβάνει διὰ τὸν ἀνακόπτοντα λόγον· ἐκ γὰρ Μουσάων οὐχ ὑπάρχει τὸ βασίλειον γένος, ἀλλʼ ἐκ Διός· μόνον δὲ τὸ εὔγλωττον αἱ Μοῦσαι παρέχουσιν.
ἄνδρες ἀοιδοί: ἐνταῦθα μαθηματικῶς διδάσκει καὶ λέγει ὅτι ἐκ τῆς συμφωνίας τῶν ἀστέρων καὶ τῆς ἀγαθῆς συνδρομῆς τοῦ ἡλίου γίνονται οἱ ἄνδρες σοφοὶ καὶ μουσικοί, ὥσπερ καὶ ἐκ τοῦ Ἑρμοῦ, ἐκ δὲ τοῦ Διὸς βασιλεῖς.
εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ:ἐνταῦθα δείκνυσι τὴν δύναμιν τῆς μουσικῆς διὰ τὸ εἰπεῖν νεοκηδέι θυμῷ — δυσκατάπαυστον τὸ νέον πάθος —, ὡς δυνατοῦ ὄντος τοῦ ἀοιδοῦ παραμυθήσασθαι, ὅτι καὶ Ζεὺς ἀπώλεσε Σαρπηδόνα τὸν παῖδα φάσκοντος καὶ τὰ ἑξῆς. εἰ γὰρ καὶ πλάσμα ἐστίν, ἀλλʼ ὡς ἀληθὲς ἐκλαμβανόμενον οὕτω δὴ καὶ παραμυθήσεται.
ἄζηται κραδίην ἀκαχήμενος: ἀναξηραίνει γὰρ ἡ λύπη, ὅθεν καὶ ἄϋπνον τίθησι.
αὐτὰρ ἀοιδός: ὁ τοιοῦτος βασιλεὺς ἀντὶ τοῦ ἀοιδοῦ.
αὐτὰρ ἀοιδός: ὁ ποιητής, φησί, δυνατός ἐστι παραμυθήσασθαι τοὺς λυπουμένους, διηγούμενος τοὺς ἐπὶ καρτερίᾳ θρυλλουμένους παλαιοὺς ἄνδρας, ὅπως πρὸς τὰς λύπας διετέθησαν, καὶ θαυμάζων αὐτῶν τὴν καρτερίαν καὶ πρὸς τὰς συμφορὰς γενναιότητα.
κλεῖα: δόξας τοῦ κλέους ἠξιωμένας.
οὐδέ τι κηδέων: τῶν θλίψεων. ὁ γὰρ λόγος δύναται καταστέλλειν τὰς θλίψεις. ἄλλως. τῶν λόγων καὶ τῶν Μουσῶν ἡ συνθήκη παρέτρεψε τὸν λυπούμενον τῆς λύπης.
ταχέως δὲ παρέτραπε: ἀντὶ τοῦ παρέτρεψε τὴν λύπην τὰ δῶρα τῶν θεῶν, ἤγουν ἡ μουσική.
εἴπατε δʼ ὡς τὰ πρῶτα: ἐρωτᾷ τὰς Μούσας πῶς ἀκριβῶς γράψει τὰ τῆς θεογονίας μαθών. διὰ τοῦτο τῷ εἴπατε κέχρηται.
καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος: τῇ καταπλήξει ἐπαπορεῖ … τὸν ἀκροατήν.
οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοὶ δωτῆρες ἐάων: ἀθετεῖται διὰ τὴν ταὐτότητα.
ὥς τʼ ἄφενος δάσσαντο: ἄφενός ἐστι κυρίως μὲν ὁ ἀπὸ τοῦ ἐνιαυτοῦ πλοῦτος· νῦν δὲ ἄφενον τὴν γῆν λέγει, τὸν οὐρανὸν καὶ τὴν θάλασσαν. καὶ ὅπως, φησί, διεμερίσαντο καὶ ἔσχεν ἕκαστος τὴν ἑαυτοῦ τιμήν.
ταῦτα δύο ἔπη ὁ Σέλευκος ἀθετεῖ· οἱ δὲ περὶ Ἀρίσταρχον τὸ ἐξ ἀρχῆς μόνον νόθον λέγουσιν. Λ
ἐξ ἀρχῆς, καὶ εἴπαθʼ ὅτι πρῶτον γένετʼ αὐτῶν: τρία πρῶτον ἐγένοντο· Χάος, Γῆ, Ἔρως ὁ οὐράνιος, ὃς καὶ θεός· ὁ γὰρ ἐξ Ἀφροδίτης νεώτερός ἐστιν. ἐκ δὲ τοῦ ὕδατος ἐγένοντο τὰ στοιχεῖα· γῆ κατὰ συνίζησιν, ἀὴρ κατὰ ἀνάδοσιν, τὸ λεπτομερὲς τοῦ ἀέρος γέγονε πῦρ, ἡ δὲ θάλασσα κατὰ ἐκμύζησιν, τὰ δὲ ὄρη κατὰ ἐξοστρακισμὸν τῆς γῆς.
ἤτοι μὲν πρώτιστα: εἰδέναι δεῖ ὡς Ἡσίοδος ἐνταῦθα ἄρχεται τῆς θεογονίας, τοῦ προοιμίου καὶ τοῦ τῶν Μουσῶν ἐγκωμίου καὶ τῆς ἀνακεφαλαιώσεως παυσάμενος· ὡς, καὶ ἄλλων τινῶν περὶ θεογονίας γραψάντων καὶ ἴσως ἀληθέστερον, Ἡσίοδος κατά τινα παλαιοτέραν ἔγραψεν.
ἤτοι μὲν πρώτιστα: ἐντεῦθεν ἄρχεται ὁ τῶν Μουσῶν λόγος, ἤγουν ἀλληγορικῶς ἡ γνῶσις τοῦ ποιητοῦ. ἡ τέχνη καὶ ὁ κόσμος τοῖς αὐτοῖς ὑποπέπτωκε πράγμασι καὶ ἔχει τεχνίτην μὲν τὸν θεόν, ὑπὸ δὲ τῆς τέχνης τόδε πεποίηται. ἔστι δὲ τὰ προϋφεστῶτα τοῦ παντὸς ὕλη καὶ ἀρχὴ καὶ στοιχεῖα. καὶ οἱ μὲν συνώνυμα ἔφασκον εἶναι τὰ προειρημένα καὶ ἓν ἕτερον· οἱ δὲ διαφέρειν λέγοντες τὴν μὲν ἀρχὴν γένει ἐοικέναι φασίν, εἶδος δὲ τὴν ὕλην οὐσιωδῶς λαμβάνουσιν. ἔνιοι δὲ τὴν ὕλην διαφέρειν καὶ τὴν μὲν ἔννοιαν τῆς ὕλης ἀνήκουσαν πρὸς τὸν τεχνίτην, τὴν δὲ τῆς οὐσίας πρὸς τὸ γεγονός· οἷον τῷ ἀνδριαντοποιῷ ὕλη μέν ἐστιν ὁ χαλκός, οὐσία δὲ ἡ διατύπωσις τοῦ χαλκοῦ, καθʼ ὃ δηλονότι εἶδος ὁρμώμενος ὁ τεχνίτης τὸν ἀνδριάντα ποιεῖ. ὕλη τις ἀποίητος, ἀσχημάτιστος, ἣν ὁ θεὸς παραλαβὼν ἐπέθηκεν αὐτῇ σχῆμα· οὐκ ἐπʼ ἄλλο τι εἶδος τὴν ὕλην παραλαβὼν ὁ τεχνίτης κατεσκεύασε θεός, ἀλλʼ ἄπλαστον οὖσαν καὶ ἀδιατύπωτον τυποῖ καὶ δημιουργεῖ, οὐκ ἐξ ἄλλου τὴν ἔννοιαν λαβών, ὥσπερ ὁ ἀνδριαντοποιὸς ἐπὶ τοῦ ἀνθρώπου εἶδος ὁρμώμενος πλάττει. καὶ Φερεκύδης δὲ ὁ Σύρος καὶ Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ φασὶ εἶναι, τὸ ῥητὸν τὸ τοῦ Ἡσιόδου ἀναλαβόντες.
Χάος γένετʼ: Πλάτων πανδεχῆ φύσιν λέγει. δεῖ γὰρ τόπον ὑποστήσασθαι, ὃς δέχεται τὰ εἰς αὐτὸν γεννώμενα. οἱ δὲ εἰρῆσθαί φασι χάος παρὰ τὸ χεῖσθαι· οἱ δὲ παρὰ τὸ χαδεῖν, ὅ ἐστι χωρεῖν· Λ «Ἥρη δʼ οὐκ ἔχαδε στῆθος χόλον» Λ ἡ οὖν εἰς τὰ στοιχεῖα διαχώρησις καὶ διάκρισις χάος. οἱ δὲ τὸ ὕδωρ λέγουσιν, ἄλλοι δὲ τὸν ἀέρα, Λ ὡς τό· καῦμα δὲ θεσπέσιον κάτεχεν χάος· Λ ἤτοι τὸν κεχυμένον ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ. ἄλλως. χάος λέγει τὸν κεχυμένον ἀέρα· καὶ γὰρ Ζηνόδοτος οὕτως φησίν. Βακχυλίδης δὲ χάος τὸν ἀέρα ὠνόμαζε, λέγων περὶ τοῦ ἀετοῦ· νωμᾶται δʼ ἐν ἀτρυγέτῳ χάει. Λ
Χάος γένετʼ: χάος παρὰ τὸ χεῖσθαι· ἔστι δὲ ὁ μεταξὺ γῆς καὶ οὐρανοῦ κενὸς τόπος· ἐκ τοῦ ἀφανοῦς γὰρ γέγονε.
Γαῖʼ εὐρύστερνος: τὴν γῆν οὐκ ἐκ τοῦ χάους λέγει· οὐ γὰρ εἶπεν ἐκ τοῦ χάους γῆ, ἀλλʼ αὐτὰρ ἔπειτα γαῖα. Ζήνων δὲ ὁ Στωϊκὸς τοῦ ὑγροῦ τὴν ὑποστάθμην γῆν γεγενῆσθαί φησι.
εὐρύστερνος: ἐπειδὴ ὡς θεὰν αὐτὴν ἀναπλάττει, εὐρύστερνον εἶπε. Λ διὰ τοῦτο Πλάτων ἑστίαν τοῦ κόσμου τὴν γῆν φησι ἐν τῷ Φαίδωνι ὅθεν ἐπαγόμενος ἀθετεῖ τοὺς στίχους.
εὐρύστερνος: Μνασέας ὁ Παταρεὺς ἐν τῇ τῶν Δελφικῶν χρησμῶν συναγωγῇ εὐρυστέρνας ἱερόν φησιν ἀναστῆσαι. Λ
εὐρύστερνος: πλατεῖα, πλατύπεδος. Λ
πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων: ἀθανάτων εἶπεν, ἵνα δείξῃ ὅτι, τῶν ἀρχαίων εὐσεβῶν ὄντων, συνανεστρέφοντο αὐτοῖς οἱ θεοί.
Τάρταρά τʼ ἠερόεντα: τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα καὶ τὸ περὶ αὐτήν. εἶναι δὲ τοῦτο εἰκὸς ἐξ ἐλάσσονος ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενον καὶ ἀτμιζόμενον. τετάρακται δὲ μέχρις ἂν λάβῃ τὸν ἥλιον· τότε γὰρ τῷ ἡλίῳ συμπαρεκτείνεται, ὥσπερ τῷ πυρακτωθέντι σιδήρῳ τὸ πῦρ. Τάρταρα δὲ εἶπεν ἀπὸ τοῦ ταράττεσθαι· ἠερόεντα δέ, σκοτεινά. ἄλλως. Τάρταρα τὸν ἀέρα, ἐπειδή, ὥς φασιν, ἕως ὧδε εἶπε τὰ τέσσαρα στοιχεῖα· ἐν τοῖς πρώτοις γὰρ Τάρταρα, τὰ ὑπόγαια μέρη, λέγει, τὰ ῥιγηλά, ἀπὸ τοῦ τρόμον ἐμποιεῖν. Τάρταρά τʼ ἠερόεντα: τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα, ἀπὸ τοῦ ταράττεσθαι. ἐξ ἐλάττονος γὰρ ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενος, τῇ τοῦ ἡλίου θέρμῃ ἐξατμιζόμενος ταράττεται, ὥσπερ καὶ ἐν τῷ πυρακτωθέντι σιδήρῳ γίνεται.
ἠδʼ Ἔρος: Αἰολικὸν Ἔρος. ἔνιοι δὲ τὸ πῦρ· τὸ πυρῶδες γὰρ τῆς ἐπιθυμίας. ἢ οὕτως. ἐπειδὴ λυμαίνεται τῷ ζωογονικῷ τὸ πῦρ, διὰ τοῦτο Ἔρωτα αὐτὸ ἀνέπλασε. προσφόρως δέ· ἢ ὅτι μετὰ λαμπάδων γράφεται, ἢ ὅτι ἐκ θερμότητος γίνεται. ἄλλως. τὰ τρία στοιχεῖα εἰπὼν τέταρτον λέγει τὸ πῦρ, ὅπερ δαιμονίως Ἔρωτά φησι· συναρμόζειν γὰρ καὶ συνάγειν καὶ ἑνοῦν πέφυκεν. ἔστι δὲ τὸ λεῖπον εἰς τὸ ἕτερον πᾶν, ὅπερ ἁρμονίας εἶδος ἢ Ἔρωτος. καὶ οἱ πλάσται γὰρ ἄνευ πυρὸς οὐ γράφουσιν Ἔρωτας.
λυσιμελής: ὁ λύων τὰς φροντίδας· οὐ γὰρ ἐνταῦθα τὴν μίξιν καὶ τὴν ἐπιθυμίαν λέγει, τὴν λύουσαν τὰ μέλη, ἀλλὰ τὴν ἡδονὴν καὶ τὴν σύγκρασιν τῶν στοιχείων. τὸ γὰρ διάστημα τοῦ ἀέρος, εὔκρατον ὄν, λύει τὰς φροντίδας. Ἔρωτα δὲ λέγει τὸ πῦρ, ὅπερ ηὐκράτωσε τὰ πάντα· ὥσπερ γὰρ ὁ Ἔρως ἑνοῖ τὰ διεστῶτα, οὕτω καὶ ὁ ἥλιος ηὐκράτωσε τὰ πάντα. Ὅμηρος δὲ τοῦτο Ἥφαιστον καλεῖ.
ἐκ Χάεος: ὀρθῶς πάνυ. ὁ γὰρ ἀὴρ πρὸ ἡλίου ἀνατολῆς καὶ ἄστρων σκοτεινός. Ἔρεβος δὲ τὸ σκότος· ἕπεται γὰρ τῇ νυκτὶ τὸ σκοτεινόν, ὡς μηδέποτε διαφωτιζόντων τὸ σκότος ἄστρων γεγονότων. ἄλλως. τινὲς τὸ ὕδωρ χάος εἶναι· ἐκ τοῦ οὐρανίου ὕδατος ἀναδίδοται ὥσπερ ἀὴρ σκοτεινός. ἢ ἕν ἐστιν ἐξ ἀμφοτέρων δηλούμενον ἡ νύξ· διαιρεῖ δὲ αὐτὴν εἰς δύο σώματα.
Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε: ἐν γὰρ τῇ νυκτὶ ὁρῶμεν τὸν αἰθέρα κεκοσμημένον ἀστράσι καὶ σελήνῃ· καὶ πάλιν ἐὰν μὴ παραχωρήσῃ ἡ νύξ, οὐ φαίνεται ἡ ἡμέρα.
Γαῖα δέ τοι πρῶτον μέν: κέντρον ἡ γῆ· αἴτιον δὲ σφαίρας τὸ κέντρον· διὸ γεννᾷ ἡ Γῆ τὸν Οὐρανόν. ἀλλʼ ὁ Κράτης ἀπορεῖ· εἰ γὰρ ἶσον, πῶς δύναται καλύπτειν; λέγει οὖν ἶσον ὅμοιον τῷ σχήματι, σφαιροειδῆ, τῷ μεγέθει δὲ ἀπειροπλάσιον· Δίδυμος δὲ ὅτι ἐγεννήθη. οὕτως καὶ Ἀριστοφάνης ἐν τῷ βίῳ ἔχειν λέγει· Ἀμφιτρύων δὲ γενναιότερον αὐτοῦ παῖδα γεννᾷ, ἀντὶ τοῦ ὅτι ἐπηυξήθη ὁ Οὐρανὸς ἀστερόεις.
Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν: τὸ ἀπὸ τῆς γῆς συμβὰν ἐν αἰτίᾳ λέγει. τὴν γῆν καλεῖ τὴν νυγμήν, ὡς ἐν διαβήτῃ περιρραγέντος τοῦ οὐρανοῦ. καὶ τὸ πρῶτον παγέν, τοῦτο αἴτιον τοῦ περιρραγέντος. οὐ γὰρ πρῶτον ἡ περιφέρεια καὶ τότε ἡ νυγμή, ἀλλὰ νυγμὴ καὶ τότε περιφέρεια γίνεται. ἶσον δʼ εἰς ὁμοίωσιν τῆς περιφερείας καὶ τοῦ σφαιροειδοῦς. ἵνα μιν περὶ πάντα καλύπτῃ: τὴν γῆν ὥσπερ κέντρον ὑπέθετο, ἐξ ἧς ὡς ἐν διαβήτῃ περιήχθη ὁ οὐρανός. καὶ τὸ πρῶτον παγέν, τοῦτο αἴτιον τοῦ περιαχθέντος. οὐ γὰρ πρῶτον ἡ περιφέρεια καὶ τότε ἡ νυγμή, ἀλλὰ πρῶτον ἡ νυγμὴ ὑποτίθεται, εἶτα περιάγεται ὁ κύκλος· ἴσα δʼ ἂν εἴη ἀμφότερα κατὰ τὸ περιφερές.
γείνατο δʼ οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους: ἐναύλους δὲ ἐναυλιστήρια, ἐνδιαιτητήρια, ἐγκοιμήσεις· ἤτοι κοιλότητας ἔχοντα, φάραγγας.
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα: οὗτος τὸν Ὠκεανὸν τῆς θαλάσσης διαστέλλει. Ὠκεανός, φησίν, ὁ τὴν ποιότητα τῇ γῇ παρέχων. γέγονεν οὖν πρῶτον τὰ ὄρη καὶ ἡ θάλασσα, μήπω βροχῆς ἢ δρόσου ἢ ἄλλης τινὸς ποιότητος οὐρανίας ἐπὶ τῆς γῆς γινομένης· τῷ οὐρανῷ δὲ εὐνηθεῖσα, ὡσανεὶ μετὰ ταῦτα, ἡ γῆ ἤρξατο καὶ βρέχεσθαι καὶ καρποφορεῖν.
Κοῖόν τε: οἱ Αἰολεῖς τὸ κ ἀντὶ τοῦ π τίθενται· Ποῖόν φησι, τὴν ποιότητα. Κρεῖον τὸ βασιλικὸν καὶ ἡγεμονικόν· Ὑπερίονα τὴν ὑπὲρ τῆς γῆς κίνησιν τοῦ παντός· Ἰαπετὸν δὲ ἀπὸ τοῦ ἰέναι· ἐπεὶ γὰρ φύσιν ἔχει πάντα τὰ βάρη ἀφιέμενα πίπτειν ἄνωθεν, τὸ τοιοῦτον εἶδος Ἰαπετὸν ἐκάλεσεν. οὗτοι δέ, ὡς Ἀκουσίλαος Τιτᾶνες καλοῦνται καὶ Τιτανίδες. Ζήνων δὲ Τιτᾶνάς φησι εἰρῆσθαι φυσικώτερον, διὰ τὸ διατάττεσθαι διὰ παντὸς τοῦ κόσμου τὰ στοιχεῖα. ἀλληγοροῦσι δὲ ἄλλως τὸν μὲν Κοῖον εἶναι τὴν ποιότητα καὶ Κρεῖον τὴν διάκρισιν· Ὑπερίονα δὲ τὸν οὐρανόν, τὸν ὑπεράνω ἡμῶν ἰόντα, καὶ Ἰαπετὸν τὴν κίνησιν αὐτοῦ, παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι· ὁ γὰρ οὐρανὸς ἀεικίνητός ἐστιν. Κοῖόν τε Κρεῖόν θʼ: ὁ Ζήνων φησὶ τοὺς Τιτᾶνας διὰ παντὸς εἰρῆσθαι τὰ στοιχεῖα τοῦ κόσμου. Κοῖον γὰρ λέγει τὴν ποιότητα κατὰ τροπὴν Αἰολικὴν τοῦ π πρὸς τὸ κ· Κρεῖον δὲ τὸ βασιλικὸν καὶ ἡγεμονικόν· Ὑπερίονα δὲ τὴν ἄνω κίνησιν, ἀπὸ τοῦ ὑπεράνω ἰέναι· ἐπεὶ δὲ φύσιν ἔχει πάντα τὰ κοῦφα ἀφιέμενα πίπτειν … ἄνω, τὸ τοιοῦτον μέρος Ἰαπετὸν ἐκάλεσε.
Θείαν τε: παρὰ τὸ θεωρεῖν τὰ παρόντα ἢ παρὰ τὸ τρέχειν.
Θείαν τε: Θείαν τὴν θεωροῦσαν τὰ πάντα δύναμιν, παρὰ τὸ θεᾶσθαι· ἢ παρὰ τὸ θέειν ἤτοι πανταχοῦ φέρεσθαι.
Ῥείαν τε: Ῥεία κατὰ τὸν Χρύσιππον ἡ ἐξ ὄμβρων χύσις· ἔστι δὲ καὶ ἡ γῆ. Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντα τῶν ἐν αὐτῇ διαρρέουσι.
Θέμιν τε: Θέμιν τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον.
Μνημοσύνην: τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων.
Φοίβην: τὸ καθαρὸν τοῦ ἀέρος· διὰ τοῦτο καὶ χρυσοστέφανον. καθαρὸς γὰρ ὁ χρυσός.
Τηθύν τʼ ἐρατεινήν: τὴν τροφὸν ἢ τὴν πλευστὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν.
τοὺς δὲ μέθʼ ὁπλότατος: Κρόνον τὴν ἀπόκρισιν τῶν στοιχείων, ἣν ἀπʼ ἀλλήλων ποιησάμενα ἐν εὐταξίᾳ λοιπὸν διέμειναν. ἢ Κρόνον τὸν χρόνον, ὅτι τὰ μὲν κρύπτει ὁ χρόνος, τὰ δὲ φαίνει· ἢ ὅτι λεληθότως παρέρχεται. ἄλλως. ὅτε ἔμελλε διαρθρωθῆναι ὁ κόσμος, ἐγένετο τὸ σκότος τὸ διαρθρωτικόν.
θαλερὸν δʼ ἤχθηρε τοκῆα: Ἀρίσταρχος ἐπιλαμβάνεται ὡς οὐ καλῶς τοῦ πρεσβυτέρου Οὐρανοῦ θαλεροῦ εἰρημένου. εἰ μὴ ὡς μαλερὸν πῦρ τὸ μαραντικὸν λέγει καὶ χλωρὸν δέος τὸ χλωροποιόν, οὕτως θαλερὸς Οὐρανὸς ὁ θαλεροποιὸς τῷ βίῳ· διὰ γὰρ τῆς ὀμβρήσεως θάλλειν πάντα καὶ αὔξεσθαι ποιεῖ. ὅλα γὰρ αὔξεται ἐξ οὐρανοῦ· Μένανδρος· ἐρᾷ μὲν ὄμβρων γαῖα. ἤχθηρε δέ, ἀμφίβολον πότερον αὐτὸς ἐμίσησε τὸν Κρόνον, διὰ τὸ ἀποκτείνειν τοὺς γεννωμένους, ἢ αὐτὸν αὐτὸς ὁ Κρόνος ἤχθηρεν, ἐπειδὴ ἀΐδια τὰ οὐράνια καὶ οὐ χρόνῳ φθαρτά.
γείνατο δʼ αὖ Κύκλωπας: τὰς ἐγκυκλίους δυνάμεις. Ἑλλάνικος δὲ τοὺς Κύκλωπας ὠνομάσθαι ἀπὸ Κύκλωπος, υἱοῦ Οὐρανοῦ. οὐ περὶ τῶν παρʼ Ὁμήρῳ Κυκλώπων λέγει· Κυκλώπων γὰρ γένη τρία· Κύκλωπες οἱ τὴν Μυκήνην τειχίσαντες, οἱ περὶ τὸν Πολύφημον, καὶ αὐτοὶ οἱ θεοί. ἄλλως. Ζήνων φυσικώτερον τὰς ἐγκυκλίους περιφορὰς εἰρῆσθαι· ἐν χρόνῳ γάρ τινι ἐγένοντο ἐγκύκλιοι περιφοραὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος. καὶ τὰ ὀνόματα αὐτῶν Βρόντην καὶ Στερόπην· Ἄργην δέ, ἐπειδή φασιν ἀργῆτα κεραυνόν. παῖδας δέ φασι αὐτοὺς Οὐρανοῦ, ἐπειδὴ ταῦτα πάντα τὰ πάθη περὶ οὐρανόν εἰσι. καὶ Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἥψατο τοῦ φυσικοῦ, παίζων τὸν Σωκράτην· ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι, κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. Ἄργην δὲ ὀβριμόθυμον λέγει τὴν ὀξεῖαν ἔξαψιν.
οἳ δή τοι: Κράτης ἀντὶ τούτου ἄλλον στίχον παρατίθεται· οἳ δʼ ἐξ ἀθανάτων θνητοὶ τράφεν αὐδήεντες. πῶς γὰρ αὐτοὺς θεοῖς ἐναλιγκίους λέγει καὶ ἐν τῷ τῶν Λευκιππίδων καταλόγῳ ὑπὸ Ἀπόλλωνος ἀναιρεῖσθαι ποιεῖ; ἢ ὅτι οὐ πάντας τοὺς ἐκ θεῶν γεγονότας ἀθανάτους εἶναι συμβαίνει, ὥς φησιν Ἡσίοδος. ἐν γὰρ τοῖς ἑξῆς Γηρυόνην θνητὸν ὄντα Χρυσάορος εἶναι λέγει παῖδα· ὁ δὲ Χρυσάωρ Μεδούσης ἦν καὶ Ποσειδῶνος. πῶς δὲ καὶ αὐτὴ ἡ Μέδουσα ἀναιρεῖται ὑπὸ Περσέως, ὑφʼ Ἡρακλέους δὲ Ὄρθος ὁ κύων, ἀπʼ ἀθανάτου γενέσεως ὄντες; ἢ ὅτι λέγει κατὰ κάλλος καὶ μέγεθος θεοῖς ἐναλίγκιοι ἦσαν.
κυκλοτερὴς ὀφθαλμὸς ἕεις: ἀντὶ τοῦ εἷς. ἔστι δὲ διαίρεσις τῆς περισπωμένης· εἰς γὰρ ὀξεῖαν καὶ βαρεῖαν διαιρεῖται.
ἰσχύς τʼ ἠδὲ βίη: ἐκ παραλλήλου τὰς ἰσοδυνάμους λέγει. καὶ μηχαναὶ ἐπὶ τοῖς ἔργοις αὐτῶν ἦσαν, ὅ ἐστιν εὐπορίαι πολλαὶ καὶ ἐπίνοιαι· οὗτοι γὰρ τεχνῖταί εἰσιν ἐν τοῖς θεοῖς, ὑπὲρ τὴν ἰσχὺν τὴν ψυχὴν ἔχοντες.
οὐκ ὀνομαστοί: ἤτοι οὓς οὐ δύναταί τις ὀνομάσαι, δεινοί. ἐπιφέρει γοῦν αὐτῶν τὰ ὀνόματα. καὶ Κόττον μέν φησιν τὴν κινητικὴν δύναμιν, παρὰ τὸ κοτεῖν· Βριάρεων δὲ τὸ ἰσχυρόν· Γύγην τὴν δύναμιν. οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι· εἰσὶ δὲ ἁρπακτικοὶ πάνυ. διὰ τοῦτο καὶ ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς καιροί εἰσι· Κόττος ἡ ὀργὴ τοῦ καύματος, ἤτοι ὁ θερινός· Βριάρεως τὸ ἔαρ, παρὰ τὸ βρύειν καὶ αὐξάνειν τὰ φυτά· Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ διὰ τὸ πολλὰς ἐνεργείας ἔχειν. ὁ δὲ Ὅμηρος τὸν Βριάρεων καλεῖ ἑκατόγχειρα διʼ αὐτὸ τοῦτο.
ἄπλαστοι: γράφεται καὶ ἄπλατοι, ἤγουν ἀπροσπέλαστοι, διὰ φόβον δεινοί. οὗτοι δὲ λέγονται διὰ τὴν πολυπλήθειαν τῶν πολεμούντων εἶναι ἁρπακτικοὶ πάνυ. διὰ τοῦτο καὶ ἑκατόγχειρες, διὰ τὸ ὁρμητικὸν τὸ πρὸς τὴν μάχην καὶ δραστικὸν καὶ ἁρπακτικόν.
μεγάλῳ ἐπὶ εἴδει: ἤγουν τὸ μέγεθος τῆς ἰδέας αὐτῶν.
ὅσσοι γὰρ Γαίης τε: ὅσοι γὰρ δεινότατοι τῶν παίδων τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, ἐμισοῦντο ὑπὸ τῶν ἀγαθῶν παίδων, τουτέστιν ὑπὸ τῶν ἀδελφῶν, καὶ ὑπὸ τοῦ πατρός. ἐσήμαινε δὲ τὸ ὑπὸ τῶν ἀδελφῶν ἐμισοῦντο διὰ τὸ εἰπεῖν σφετέρῳ δέ. ὁ γὰρ δέ σύνδεσμος ἐσήμαινε καὶ ἄλλον τινά, ἐπεὶ εἶχεν εἰπεῖν σφετέρῳ μόνον. ἄλλως. οὗτοι μᾶλλον δεινοὶ τῶν ἐξ ἄλλων γεννηθέντων· παῖδες δεινότατοι οἱ ἐκ Γῆς καὶ Οὐρανοῦ γεννώμενοι.
σφετέρῳ δʼ ἤχθοντο: τῷ ἑαυτῶν πατρὶ ἤχθοντο, ἐχολοῦντο ἢ διεβέβληντο.
πάντας ἀποκρύπτασκε: ἤγουν ἐφαίνοντο δένδρα καὶ ζῷα καὶ ἄλλα τινὰ καὶ πάλιν ἐπικρατοῦντος τοῦ σκότους ἐκρύπτοντο καὶ συνεχέοντο πάντα καὶ τὸ φῶς οὐκ ἐφαίνετο.
πάντας ἀποκρύπτασκε: ἐπεὶ οὐκ ἀεὶ ἐπιπολάζει τὸ τῆς γῆς, ἀλλʼ ἐν καιρῷ γίνεται καὶ κινεῖται.
ἐν κευθμῶνι: ἐν ταῖς καταδύσεσι.
ἐντὸς στοναχίζετο: ἀντὶ τοῦ καθʼ ἑαυτὴν ἐστενάζετο διὰ δέος.
στεινομένη: Σέλευκος ἀχνυμένη γράφει. οὐ γὰρ ἐστενοχωρεῖτο, φησίν, ἀλλὰ διὰ τοὺς κρυφθέντας παῖδας αὐτῆς ὑπὸ τοῦ Οὐρανοῦ ἐλυπεῖτο. τοῦ γὰρ Οὐρανοῦ προϊέναι εἰς φῶς μὴ συγχωροῦντος τὰ οἰκεῖα τέκνα, ἀλλʼ ὑπὸ τὴν γῆν κρύπτοντος, ἡ μήτηρ ἐλελύπητο· ὁ δʼ Οὐρανὸς ἐφήδετο τῷ γινομένῳ. ἄλλως. στεινομένη στενοχωρουμένη, ὡς τὸ «στεινόμενος νεκύεσσι» ἄλλως. τὸ ὅλον τοῦτό ἐστι· τὰ πνεύματα ἐκ τῆς στενοχωρίας ἀναπέμπεται, τῆς γῆς στενοχωρουμένης. τὸ δὲ ἄλλο προσωποποιΐα.
πολιοῦ ἀδάμαντος: λευκοῦ, ἢ διὰ τοὺς πολλοὺς καρποὺς τοὺς αἰτίους τῶν μαχῶν. δρέπανον νῦν λέγει τὸν καιρὸν τοῦ ἀμητοῦ.
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου: προσδιασύρει τὸ ὄνομα· ἀτασθάλου δὲ πονηροῦ, ἀπὸ τοῦ ταῖς ἄταις θάλλειν. ἢ ἀτασθάλου εἶπε, πλέον αὐτοὺς κινοῦσα πρὸς ὀργήν. οὐ γὰρ ἐπὶ πατέρα δίκαιον εἶχον ἐπιβαλεῖν χεῖρα.
ἀεικέα: ἀνόμοια, τουτέστι κακά. ἔλαβον δὲ ὑπουργῆσαι, δηλονότι τὸ τέως κρυπτόμενον ἀποτελεῖν. ἀεικέα: ἀεικέα λέγει τὰ ἀνόμοια, τὰ δεινά.
εἷσε δέ μιν: διὰ τὸ λεληθότως τὸν χρόνον παριέναι εἴρηκε τὸ κρύψασα.
καρχαρόδοντα: ἤγουν τὴν ἅρπην, τὴν τραχεῖς ὀδόντας ἔχουσαν.
ἦλθε δὲ νύκτʼ ἐπάγων: τὸ ἀποτέλεσμα τοῦ Οὐρανοῦ πάλιν διακρῖναι θέλει. οὔπω γὰρ ἦν εὐκρινὴς ὁ Οὐρανός.
ὁ δʼ ἐκ λόχοιο: Ἀριστόνικος λοχεοῖό φησι, ὡς θυρεοῖο· λοχεός γὰρ λέγει. βεβίασται δὲ τὸ λοχεοῖο παρὰ τὸ ἔθος.
δεξιτερῇ: σχῆμα θερίζοντος ἔδειξε.
φίλου δʼ ἀπὸ μήδεα: μήδεα λέγει ἐκ τοῦ τῆς γονῆς ἄρχειν· τὰ γὰρ πλείονος γονῆς αἴτια ἀπέτεμε· ἢ ἀπὸ τοῦ μέζεά τινα εἶναι, τὰ μέσον ὄντα τῶν μηρῶν· ἢ ἀπὸ τοῦ μήδω τὸ βουλεύομαι· οἱ ἄνθρωποι γὰρ οἱ βουλευτικοὶ καὶ πάντες ἀπὸ τούτων γίνονται.
ἐξοπίσω: διὰ τὸ ἐξοπίσω ῥίπτειν τοὺς θερίζοντας. νοεῖται δὲ τὸ ἐξοπίσω καὶ μετὰ ταῦτα, ὡς ἂν μετὰ τὸ κόψαι ἔρριψε.
πάσας δέξατο: διὰ τὴν διασπορὰν τοῦ σίτου. ἐκ διαδοχῆς γὰρ ἐσπείρετο ἡ γῆ τῆς Ἑλλάδος.
γείνατʼ Ἐρινῦς τε: αἱ μετερχόμεναι τὸ συγγενικὸν αἷμα. ἐγέννησε γοῦν τὰς Ἐρινῦς ἐκ τοῦ αἵματος καὶ τοὺς Γίγαντας. Γίγαντες δὲ οἱ γηγενεῖς οἱ ἀσεβεῖς· πάντες μὲν γηγενεῖς, ἀλλʼ οἱ Γίγαντες ἀσεβεῖς· ἀνθρώπους γὰρ τοὺς δικαίους καλεῖ. ἄλλως. Ἐρινῦς ἀπὸ τῆς ἔρας, Γίγαντας δὲ ἀπὸ τῆς γῆς ὠνόμασεν. ἄλλως. μεγάλους Γίγαντας τοὺς ἀνδρείους ἄνδρας λέγει. Γιγάντων δὲ ὀνόματα ταῦτα· Ἀλκυονεύς, Ἐγκέλαδος, Πορφυρίων, Μίμας, Ὄβριμος, Φροῦτος.
Νύμφας θʼ ἃς Μελίας: ἐκ τούτων ἦν τὸ πρῶτον γένος τῶν ἀνθρώπων· Μελίας δὲ διὰ τὸ ἅμα τοῖς δένδρεσι γίνεσθαι. ἢ τὴν γένεσιν τῶν ἀλόγων ζῴων· Νύμφας γὰρ τὴν ἄλλην γένεσιν τῶν ζῴων· Μελίας δὲ ἐκ τοῦ μῆλα εἶναι τὰ πρόβατα. λέγει δὲ καὶ Ὀρεστιάδας καὶ Ἁμαδρυάδας.
μήδεα δʼ ὡς: μήδεα τὰ αἰδοῖα. οὐ γὰρ θέλει ἀλογίστως ἡμᾶς προσιέναι τοῖς ἀφροδισίοις, ἀλλὰ μετὰ λόγου. ὀρθῶς οὖν τὴν τῶν ἀφροδισίων προεστῶσαν φιλομηδέα φησί
πολυκλύστῳ· διὰ τὴν πολλὴν κίνησιν τῆς μίξεως.
ἀφρὸς ἀπʼ ἀθανάτου: τὴν ζέσιν τοῦ αἵματος, τὸν ἀφρισμὸν τῆς μίξεως, τὴν ἀφροειδῆ σποράν.
τῷ δʼ ἔνι κούρη: τουτέστιν ἐν τῷ ἀφρῷ τῆς μίξεως. ἐκ γὰρ τῆς θαλάσσης ἡ Ἀφροδίτη διὰ τὸ ὑγρόν. ἡ γὰρ ἐπιθυμία ἀπὸ τῆς ὑγρότητος γίνεται, ὅθεν καὶ ὑγροὺς καλοῦμεν τοὺς ἀσελγεῖς ἀνθρώπους.
πρῶτον δὲ Κυθήροισι: Κύθηρά ἐστι πόλις Κύπρου. εἴρηται δὲ Κύθηρα παρὰ τὸ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρόν, ἤτοι τὸν ἔρωτα· ἢ ἐκ τοῦ κύειν ἐν θισί. παραθαλάσσιοι γὰρ οὗτοι.
ἐκ δʼ ἔβη αἰδοίη: ἤτοι τιμία ἢ ἀπὸ τῶν αἰδοίων.
τὴν δʼ Ἀφροδίτην: τὸ αὐτὸ τὴν Ἀφροδίτην καὶ τὴν Δήμητραν καλοῦσι. μετὰ τὴν μίξιν γὰρ καὶ ἡ γῆ βοτάνας ἀνέδωκε· μίξιν δὲ λέγει τοῦ ὄμβρου πρὸς τὴν γῆν.
ἀφρογένειαν: τὴν Ἀφροδίτην. ἢ παρὰ τὸν ἀφρόν, ἢ παρὰ τὸ ἀφραίνειν, ὡς Εὐριπίδης· τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς. Κυθέρεια δὲ ἀπὸ τοῦ κεύθειν τοὺς ἐραστὰς καὶ λάθρα γίνεσθαι.
τῇ δʼ Ἔρος ὡμάρτησε: τοὺς παρεπομένους θεῷ ὠνόμασε Ἔρωτα καὶ Ἵμερον διαφόρως, ἵνα μὴ ξενισθῇς. ἔρως μὲν γὰρ τὸ διʼ ὁράσεως ἐρᾶν· ἵμερος δὲ τὸ μετὰ τὴν ὅρασιν ἐπιθυμεῖν. οἷον εἶδες βιβλίον καλὸν περὶ τὴν ἀμφίασιν καὶ τὸ γράμμα καὶ τὰ ἑξῆς, καὶ ἰδὼν ἠράσθης κτήσασθαι αὐτό, ἰδοὺ ἔρως· ἵμερος δὲ ἐὰν μετὰ τὸ κτήσασθαι ἐπιθυμήσῃς καὶ ἐκμαθεῖν καὶ ποιῆσαι τὰ γεγραμμένα. οὕτω δὲ καὶ ἐπὶ παντὸς πράγματος.
γεινομένῃ τὰ πρῶτα: αὕτη δὲ ἐξ ἀρχῆς τιμὴν ἔχει, ὅτε ἐγεννήθη καὶ συνηριθμήθη, φησί, τοῖς θεοῖς. ποίας τιμῆς ἔλαχε λέγει· παρθενίους τʼ ὀάρους καὶ τὰ ἑξῆς. πρῶτον γὰρ κινεῖται ὁμιλία μεταξὺ παρθένων, εἶτα μειδιασμὸς καὶ γέλως· εἶτα τέρψις ἐπακολουθεῖ, φιλία καὶ προσήνεια. ἄλλως. τιμὴν ἔχει τὸ ἕπεσθαι αὐτῇ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον· ταύτην ἐξ ἀρχῆς τιμὴν ἔχει. παρθενίους δέ, ἵνʼ ᾖ τὰς ἐπὶ τῆς παρθενίας ὁμιλίας.
τοὺς δὲ πατήρ: μετὰ τὸ εἰπεῖν περὶ Ἀφροδίτης ἦλθεν ἐπὶ τοὺς Τιτᾶνας. Τιτᾶνες δὲ οἱ ἄδικοι καὶ Βλαπτικοί, ἐκ τοῦ σίνεσθαι τὴν ψυχὴν τοῦ μέλλοντος βλάπτεσθαι. ἢ ἀπὸ τοῦ μέλλειν αὐτοὺς τιμωρίας τίνειν ὑπὲρ τῆς τοῦ πατρὸς ὕβρεως παρὰ τοῦ Διός. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκεν: ἀπὸ τοῦ μέλλειν αὐτοὺς τιμωρίαν τίνειν ὑπὲρ τῆς τοῦ πατρὸς ὕβρεως ὑπὸ τοῦ Διός. ἢ ἀπὸ τοῦ τιταίνειν τὴν ψυχὴν ἑαυτῶν, ὅ ἐστι βλάπτειν, μέλλοντας τιμωρεῖσθαι ὑπὸ Διὸς διὰ τὴν αὐτῶν ἀδικίαν καὶ ἐπανάστασιν. Τιτᾶνες γὰρ οἱ ἄδικοι καὶ βλαβεροί, ὅθεν καὶ Τιτᾶνες ὀνομάζονται οἱ μωραίνοντες.
τιταίνοντας: θελήσαντες τιμωρίαν ἀπαιτῆσαι τὸν πατέρα, παρεκτείνονται τῇ ὕβρει καὶ τίσεως ἄξια ποιοῦνται τιμωροῦντες τῇ μητρί. ἄλλως. τίσιν καὶ τιμωρίαν λαμβάνοντας ὑπὲρ ὧν ἠδίκει ὁ Οὐρανός· ἢ τιμωρίαν παρέχοντας, παρόσον καὶ Τιτᾶνες ὀνομάζονται ἢ μωραίνοντες. ἄλλως. παρὰ τὸ τετάσθαι καὶ ἐξαπλωθῆναι. ἤ, ὡς λέγει οὗτος ἀπὸ τῆς δόξης τοῦ Ὀρφέως τοῦτο λαβών, ὅτι πάλιν τιμωρῆσαι μέλλει ὁ Κρόνος τοὺς θεοὺς καὶ λαβεῖν τὴν βασιλείαν αὐτοῦ· ἤτοι πάλιν ἐπικρατῆσαι μέλλει τὸ σκότος ἐκεῖνο τὸ ἀρχαιότατον τοὺς ζῳδιακοὺς κύκλους τοὺς ἔχοντας τοὺς ἀστέρας. φάσκε δὲ τιταίνοντας: τίσιν καὶ τιμωρίαν λαμβάνοντας ὑπὲρ ὧν ἠδίκησαν· ἢ τιμωρίαν παρέχοντας· ἢ θελήσαντας τιμωρίαν ἀποτῖσαι τὸν πατέρα παρεκτείνοντα τὴν ὕβριν καὶ τίσεως ἄξια ποιοῦντα.
τοῖο δʼ ἔπειτα: τούτου γὰρ τοῦ ἔργου ἔμελλεν αὐτὸς ὁ Ζεὺς τιμωρῆσαι τὸν Κρόνον, ἐπεὶ καὶ αὐτὸς ἥμαρτεν εἰς τὸν ἴδιον πατέρα.
Νὺξ δʼ ἔτεκε: εἰκότως ἐκ Νυκτὸς γεγενῆσθαι εἶπεν· ἀγνοίας γὰρ τὰ τοιαῦτα παθήματα. ἔθος οὖν καὶ τῷ ποιητῇ ἐπὶ τῶν τεθνηκότων λέγειν στυγερὴ νὺξ ἐκάλυψεν. ὀνείρων δὲ φῦλον τὸ πλῆθος αὐτῶν ἐμφαίνει, ὧν τινες μὲν θορυβώδεις, τινὲς δὲ ἀπατεῶνες. ἡ δὲ ἀκριβῶς οὐδενὶ συγκαθευδήσασα τέτοκε.
τέκε δʼ Ὕπνον: ταῦτα γὰρ ἔθος ἕπεσθαι τῇ νυκτί. ἄλλως. τὰ γὰρ ἐξ ἀμιξίας γεννηθέντα φόβον ἐμποιεῖ.
οὔ τινι κοιμηθεῖσα: οὐδενὶ συνευνηθεῖσα, φησίν, ἡ Νὺξ τέτοκε τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους. τοῦτο γὰρ ἔθος ἕπεσθαι τῇ νυκτί.
Ἑσπερίδας: τὰς ἑσπερινὰς ὥρας λέγει. μῆλα δὲ χρυσᾶ τὰ ἄστρα. αὐταῖς δὲ μέλει, ἐπειδὴ ἐν αὐταῖς ταῦτα ὁρῶμεν. Ἡρακλέα δὲ τὸν ἥλιον. λέγει δὲ τοῦτο ὅτι παρερχομένου τοῦ ἡλίου οὐ φαίνονται τὰ ἄστρα, ὅ ἐστι τὸ τρυγῆσαι τὸν Ἡρακλέα τὰ μῆλα.
φέροντά τε δένδρεα καρπόν: διὰ τὸ συνυπάρχειν τοὺς καρποὺς τῇ δυνάμει ἐν τοῖς ἀρδεύουσιν ὕδασιν. ἐν ᾧ καὶ ὁ Ζεὺς τὸ ἐπὶ Ἀλεξάνδρου μῆλον ἔλαβεν.
καὶ Μοίρας καὶ Κῆρας: Μοίρας λέγει τὰς ἐπιμεριζούσας, Κῆρας δὲ τὰς ἐπιψηφιζομένας τὸν θάνατον. νηλεοποίνους δὲ τὰς γινομένας τιμωρίας τῶν κακῶν ἔργων.
αἵ τʼ ἀνδρῶν τε θεῶν τε: ἵνα δείξῃ τῇ ὑπερβολῇ τὸ ἔλαττον, ὅτι εἰ καὶ οἱ θεοὶ ἁμαρτάνοντες τιμωροῦνται, πολλῷ μᾶλλον οἱ ἄνθρωποι. ὅσα δὲ λαμβάνεται ἐπʼ ἀνθρώπων, ταῦτα καὶ ἐπὶ θεῶν.
κακὴν ὄπιν: τὴν ἐξ ἐπιστροφῆς γινομένην ἀπόδοσιν.
τίκτε δὲ καὶ Νέμεσιν: Ὅμηρος τὸ μὲν πρᾶγμα οἶδε, τὴν δὲ θεὸν Νέμεσιν οὔ. Ἀσκληπιάδης δὲ ἐν τοῖς Τραγῳδουμένοις εἰς κύκνον φησὶν μεταβληθῆναι τὸν Δία καὶ Νεμέσει μιγῆναι.
τίκτε δὲ καὶ Νέμεσιν: τὴν μέμψιν τοῖς κακοῖς δηλονότι, ὡς ἐὰν ὑβρίσῃς πένητα, μέμψις αὕτη· ἐὰν δὲ ἀδικήσῃς, δίκη ἐνταῦθα ἐπακολουθεῖ.
Νὺξ ὀλοή: ὥσπερ λανθανόμενοι τῆς τιμωρίας ἁμαρτάνομεν. διὰ τοῦτο νυκτὶ τὰ ἐν σκότει γινόμενα εἴκασται· λεληθότως γὰρ ἐπεισέρχεται. ὁ γὰρ ἀπατῶν τὴν ἀλήθειαν κρύπτει.
μετὰ τὴν δʼ Ἀπάτην τέκε: οὐ τὴν ἐν τῷ βίῳ ἀπάτην λέγει, ἀλλὰ τὴν τῆς Ἀφροδίτης. ἡ γὰρ Φιλότης παρακειμένη ταῦτα ὑποβάλλει.
Γῆράς τʼ οὐλόμενον καὶ Ἔριν: ὅτι οἱ γηρῶντες παραπλήσιοί εἰσι τῷ θανάτῳ. μίαν δὲ Ἔριν ἐνταῦθα λέγει.
αὐτὰρ Ἔρις στυγερή: τὰ τελούμενα ἐκ τῆς ἔριδος. ἐκ ταύτης γὰρ φόνοι καὶ μάχαι γίνονται. αὐτὰρ Ἔρις στυγερή: μίαν ἐνταῦθα Ἔριν λέγει. ἐξ αὐτῆς δὲ πόνον καὶ λήθην καὶ λιμὸν καὶ τἄλλα τὰ ἐκ ταύτης ἀποτελούμενά φησι γεγενῆσθαι. ἐκ γὰρ τῆς φιλονεικίας πόνοι καὶ μάχαι καὶ πᾶν κακὸν γίνεται.
Λήθην τε: πολλάκις γὰρ ἔριδος πρός τινα γινομένης ἐπιλανθανόμεθα καὶ τῶν προσηκόντων.
Νείκεα: κακολογίας, ὀνείδη.
Ἀμφιλλογίας: ἀντιλογίας, ἀμφισβητήσεις.
συνήθεας: τουτέστι συντριβούσας ἀλλήλαις· ὁ γὰρ τοῖς νόμοις μὴ προσέχων ἐν ἄτῃ διατρίβει.
Νηρέα δʼ: τὴν ῥεῦσιν καὶ τὸ κατωφερὲς τῆς ὕλης λέγει. ἀψευδῆ δὲ καὶ ἀληθῆ, ὡς παλαιᾶς οὔσης τῆς ὕλης, καὶ ὅτι αἰσχρὸν τοῖς παλαιοῖς ψεύδεσθαι. ἄλλως. ἀψευδῆ, ὅτι ψεύδει οὐ πείθεται· ἀληθῆ δέ, ὅτι ψεῦδος οὐ λέγει. τὸ δὲ σημεῖον παράκειται ὅτι οὐκ ἔστι διλογία, ἀλλʼ ἐπεὶ οἱ ψευδόμενοι διὰ δύο ψεύδονται, ἤτοι ἑκουσίως διά τινα ὠφέλειαν, ἢ διὰ τὸ ἐπιλανθάνεσθαι· ἀκουσίως δὲ τὸν μὴ ἑκουσίως ψευδόμενον. μάτην γὰρ ἀψευδῆ εἶπεν. ἄλλως. ἀψευδέα μὲν τὸν μὴ ψευδόμενον, ἀληθέα δὲ τὸν μὴ ἐπιλανθανόμενον. ὁ γὰρ ἐπιλανθανόμενος ἄκων ψεύδεται. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος: Νηρέα τὴν ῥεῦσιν καὶ τὸ κατωφερὲς τῆς ὕλης λέγει. ἀψευδῆ δὲ καὶ ἀληθῆ. ἀψευδῆ μέν, ὡς παλαιᾶς οὔσης τῆς ὕλης, καὶ ὅτι αἰσχρὸν τοῖς παλαιοῖς τὸ ψεύδεσθαι· ἀληθῆ δέ, ἢ ὡς μὴ ἐπιλανθανόμενον τῶν ἀληθῶν, ἢ ὡς μὴ πειθόμενον ψεύδει, ἢ ὡς μὴ λέγοντα ψεῦδος. διπλῶς δὲ τοῦτο εἶπεν, ὅτι οἱ ψευδόμενοι διὰ δύο ψεύδονται, ἢ ἑκουσίως διά τινα ὠφέλειαν, ἢ ἀκουσίως διὰ τὸ ἐπιλαθέσθαι. μάντιν γὰρ ἀψευδῆ φασι τὸν μὴ ψευδόμενον, ἀλλὰ τἀληθῆ λέγοντα. ἀψευδὴς γάρ ἐστιν ὁ μὴ ψευδόμενος, ἀληθὴς δὲ ὁ μὴ ἐπιλανθανόμενος· ὁ γὰρ ἐπιλανθανόμενος ἄκων ψεύδεται.
πρεσβύτατον παίδων: ἢ διὰ τὸ ἔντιμον καὶ ἀληθὲς ἢ διὰ τὸ γέροντα ἄκρως εἶναι.
αὖτις δʼ αὖ Θαύμαντα: τὴν ἀπὸ τῶν πελαγῶν γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῶν ὑδάτων, παρὰ τὸ θαῦμα παρέχειν. Φόρκυνα δὲ τὴν περιφορὰν τῶν ὑδάτων καλεῖ ἐνταῦθα· ἔχει γὰρ ὄψιν μόνην καλὴν τῶν ὑδάτων τῆς θαλάσσης ἡ φύσις. ἢ Φόρκυνα τὸ βίαιον τοῦ πόντου· Θαύμαντα δὲ τὸ θαυμάζειν.
Γαίῃ μισγόμενος: διὰ τὸ τείνεσθαι ἔξω εἰς γῆν. Γαίῃ μισγόμενος: διὰ τὸ εἴσω τῆς γῆς ὑπεισδύεσθαι.
μεγήρατα τέκνα θεάων: μεγάλως ἐπέραστα, ἢ ὑπερήφανα τέκνα διὰ τὸ κάλλος καὶ θαυμαστά. ἄλλως. μεγάλως ἐρίζοντα περὶ κάλλους, ἢ πρὸς ἃ οὐδεὶς δύναται ἐρίσαι, ἀλλʼ αὐτὰ μετʼ ἀλλήλων ἐρίζει. ἢ τίμια, ἔνδοξα.
Δωρίδος: διότι δεδώρηται καὶ ἐν γαλήνῃ πλεῖν καὶ κερδαίνειν.
τελήεντος: τοῦ τὰ πάντα τελεσφοροῦντος· πάντων γὰρ ἡ τροφὴ ἐκ τοῦ Ὠκεανοῦ. ἢ τελήεντος ἐπισήμου. καὶ ἡμεῖς γὰρ τοὺς ἐπισήμους ἐντελεῖς καλοῦμεν. κούρης Ὠκεανοῖο τελήεντος: ἥγουν ἐπισήμου. καὶ ἡμεῖς γὰρ τοὺς ἐπισήμους ἐντελεῖς καλοῦμεν. ἢ τοῦ τὰ πάντα τελεσφοροῦντος· πάντων γὰρ ἡ τροφὴ ἐξ Ὠκεανοῦ.
Πρωτώ τʼ Εὐκράτη τε: τὰ ὀνόματα τῶν Νηρηΐδων ὡς πρὸς τὰ θαλάσσια σχήματα καὶ εἴδη λέγεται. Πρωτὼ δὲ παρὰ τὸ πρώτως ἐπιβαίνειν θάλασσαν, ἢ παρὰ τὸ πρωτεύειν τὸ ὕδωρ πάσης ὕλης, ἢ διὰ τὸ βασιλικὸν τῆς γαλήνης. Εὐκράτη, διὰ τὸ εὐκατόρθωτον ἢ διὰ τὸ εὐκράτους διδόναι τοὺς ἀέρας.
Σαώ: διὰ τὴν σωτηρίαν τῶν πλεόντων.
Ἀμφιτρίτη: διὰ τὸ ἀμφίβολον τοῦ φόβου ἢ διὰ τὸν πανταχόθεν φόβον ἢ διὰ τὸ πανταχόθεν, ἄνωθέν τε καὶ κάτωθεν, τρίτον εἶναι στοιχεῖον.
Εὐδώρη: ἡ καλλίδωρος.
Θέτις: ἡ θέσις τῶν ὑδάτων.
Γαλήνη: διὰ τὸ γαληνιῶσαν.
Γαλήνη: ἡ στόρεσις καὶ ἡσυχία τῶν ὑδάτων.
Γλαύκη: διὰ τὴν ὄψιν τῶν ὑδάτων.
Κυμοθόη: διὰ τὸ ταχὺ τῶν κυμάτων ἢ τῶν πλεόντων.
Σπειώ: ἡ ἐπακολουθία.
Θόη: ἡ ταχυτάτη.
Θαλίη: ἡ θάλλειν δυναμένη.
Θαλία: τὸ θάλλειν.
ἐρόεσσα: ἐπιθυμητή.
Πασιθέη: ἡ ὑπὸ πάντων θαυμαζομένη. ἢ εἰς ἣν πάντες θέουσι.
Μελίτη: τὸ ἡδύ; ἡδὺ γάρ τισι τὸ πλεῖν.
Μελίτη: διὰ τὴν τοῦ κέρδους ἡδύτητα· ἡδὺ γὰρ τοῖς πᾶσι τὸ πλεῖν.
Εὐλιμένη: διὰ τὴν ἡδονὴν τοῦ λιμένος.
Εὐλιμένη: διὰ τὴν τοῦ λιμένος τοῖς ἐκ ζάλης ἐρχομένοις ἡδονήν.
Ἀγαυή: ἡ λαμπρότης τῶν ὑδάτων.
Πρωτομέδεια: τὸ βασιλικὸν τῶν πρωτίστων τὴν βουλήν, διὰ τὴν σχολὴν καὶ γαλήνην. Πρωτομέδεια: διὰ πρωτεύειν τῶν ἄλλων στοιχείων καὶ βασιλεύειν αὐτῶν ὡς ἐξ αὐτοῦ γεγενημένων, ὡς εἴρηται
Δωρίς: διὰ τὴν γινομένην δωρεὰν τοῖς ἀνθρώποις.
Πανόπη: ἡ πᾶσιν ὁρωμένη.
εὐειδὴς Γαλάτεια: ἡ εὐειδὴς γαλήνη. τοῦτο τὸ ἐπίθετον ἀφορμὴν παρέσχε τοῖς νεωτέροις διασκευάσαι τὸν τοῦ Κύκλωπος ἐπὶ τὴν Γαλάτειαν ἔρωτα.
εὐειδὴς Γαλάτεια: ἡ λευκότης τῶν κυμάτων, ὅτε μετρίαις αὔραις περιπνέεται θάλασσα, καὶ ἡ ὄψις αὐτῶν ἡ χαρίεσσα. τοῦτο δὲ τὸ ἐπίθετον ἀφορμὴν παρέσχε τοῖς νεωτέροις τὸν Κύκλωπος καὶ Γαλατείας κατασκευάσαι ἔρωτα.
Ἱπποθόη: ἡ ταχυτής.
Ἱππονόη: ἐκ τῆς ταχυτῆτος τοῦ νοῦ.
Κυμοδόκη: τὸ πραϋντικὸν καὶ δεκτικὸν τῶν κυμάτων ἢ παρὰ τὸ δοκεύειν τὰ κύματα ἢ διὰ τὴν ἐπιτήρησιν αὐτῶν.
ἠεροειδέι: ἀερώδει.
ζαέων: ἄγαν πνεόντων.
σὺν κυματολήγῃ: τῇ τῶν κυμάτων λήξει, τουτέστι καταπαύσει. ἐὰν γὰρ ὄνομα ἀκούσωμεν, ὥς φησιν Ἀρίσταρχος, ἔσονται μία καὶ πεντήκοντα Νηρηΐδες κατειλεγμέναι. οἱ δὲ ἐπὶ τοῦ «Προνόη Νημερτής τε ἣ πατρὸς ἔχει νόον» τὸ τε περισσόν φασι κεῖσθαι, ἵνα κατὰ τοῦ Προνόη ἀκούηται ἐπιθετικῶς. ἡ γὰρ προνοουμένη πάντων ἀληθής ἐστι· καὶ ὁ πατὴρ αὐτῆς Νηρεὺς ἀληθὴς παρωνόμασται. ἄλλως. αὐτὸ τὸ λήγειν τὰ κύματα. ἔδειξεν ὅτι λήγοντα τὰ κύματα κάθηται ὡς ἔν τινι κάτω μέρει. παυομένων οὖν τῶν ἀνέμων ἡ κατάπαυσις γίνεται. ἐξαναστροφὴ δὲ τὸ σχῆμα, ὅτι ἡ Κυμοδόκη καὶ ἡ κυματολήγη σὺν τῇ Ἀμφιτρίτῃ παύουσι τοὺς ἀνέμους.
ἐυστέφανός θʼ Ἁλιμήδη: ἡ σκῆψις τῶν πλεόντων. ἢ τὴν ἁλμυρότητα λέγει καὶ τὸ μήδεσθαι, τουτέστι βουλεύειν.
Λειαγόρη: τὸ ἀκώλυτον τῆς ὁμιλίας.
Λαομέδεια: ἡ τῶν ἀλλοτρίων ἐν πλῷ μνήμη πραγμάτων.
Αὐτονόη: ὁ αὐτόματος νοῦς.
Λυσιάνασσα: παρὰ τὸ λυσιτελεῖν.
Εὐάρνη: ἡ καλὴ ἀντίδοσις.
Μενίππη: ἡ παραμονὴ τῆς ὀξύτητος τοῦ πλοῦ.
Θαύμας: Πόντου παῖς· λέγει δὲ τὸ τοῦ πελάγους θαῦμα.
ἠγάγετʼ Ἠλέκτρην: Ἠλέκτρα ἡ λαμπηδών. διὰ τοῦτο γυνὴ Θαύμαντος, ὅτι τὸ ὁρώμενον θαυμάζεται.
ἠγάγετʼ Ἠλέκτρην: Ἠλέκτρα ἡ λαμπηδών. ἐπεὶ καὶ ἡ Ἶρις θαύματός ἐστιν ἀξία, διὰ τοῦτο καὶ γενητικὴ θαύματος ἡ Ἠλέκτρα. φησὶ γὰρ «ἡ δʼ ὠκεῖαν τέκεν Ἶριν». Ἶρις δέ ἐστιν ὁ προφορικὸς λόγος· ὁρῶντες γὰρ καὶ θαυμάζοντες προφερόμεθα λόγους.
τέκεν Ἶριν: Ἶριν δὲ τίκτει, ἐπεὶ καὶ ἡ Ἶρις θαύματός ἐστιν ἀξία· ὁρῶντες γὰρ αὐτὴν θαυμάζομεν. Ἶρις δὲ ὁ προφορικὸς λόγος· ὁρῶντες γὰρ καὶ θαυμάζοντες προφέρομεν λόγους. ἄλλως. ἀπὸ τῆς λαμπηδόνος γίνεται τὸ τόξον· οὐ γὰρ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλʼ ἔμφασίς τίς ἐστι. τοῦ γὰρ νέφους μικρὰς ῥανίδας ἔχοντος καὶ ἐξ ἐναντίας κειμένου τοῦ ἡλίου, ἀνακλᾶται ἡ ἡμετέρα ὄψις πρὸς τὸν ἥλιον καὶ δοκεῖ τι κύκλου τμῆμα ἐν τῷ νέφει εἶναι. πολλάκις δὲ ἐν ταὐτῷ δύο φαίνονται ἴριδες.
ἠυκόμους θʼ Ἅρπυιας: τὰ ὀνόματα τῶν Ἁρπυιῶν Ἀελλὼ καὶ Ὠκυπέτη. Ἅρπυιας τὰς ἁρπακτικὰς πνοὰς τὰς ἐκ τῆς τῶν ὑδάτων ἀναδόσεως γινομένας· ὅθεν καὶ τὴν προσηγορίαν ἔσχον. Ἁρπυίας Δωρικῶς συνέστειλε· τὰς γὰρ εἰς ας ληγούσας αἰτιατικὰς αὐτοὶ συστέλλουσι.
μεταχρόνιαι γὰρ ἴαλλον: ἀντὶ τοῦ ἔτρεχον, ἐπέτοντο· καὶ τὸν οὐρανὸν γὰρ χρόνον καλοῦσι.
Φόρκυϊ: Φόρκυς ἡ ἐπιφορὰ τῶν ὑδάτων. Κητὼ δὲ τὸ βάθος. Γραίας δὲ λέγει τὸν ἀφρόν. ἄμεινον δὲ γράφειν καλλιπάρηος, ἵνʼ ᾖ ἐπὶ τῆς Κητοῦς τὸ ἐπίθετον, ὡς καὶ Σέλευκος· ἄλλως τε καὶ ἐν τοῖς ἐπάνω τὴν Κητὼ καλλιπάρηον εἶπεν. ἐκ γενετῆς δὲ πολιάς, διότι ἅμα τῷ γίνεσθαι λευκαί εἰσιν· ἢ ἐντίμους λέγει.
Πεφρηδώ: τὴν ἐναλίαν πομπήν, τὸν πλοῦν. ἐπεὶ οὖν ἐν τῷ πλεῖν ἔνι καὶ σωθῆναι καὶ ναυαγῆσαι, τὴν μὲν Πεφρηδὼ εἶπεν εὔπεπλον, τὴν δὲ Ἐνυὼ κροκόπεπλον ὡς ἐπὶ κακῷ. καὶ ὁ μὲν Ἡσίοδος Ἐνυὼ μίαν τῶν Φορκίδων λέγει, Ὅμηρος δὲ πολεμικήν τινα θεόν.
Γοργούς θʼ, αἳ ναίουσι: Γοργοὺς εἶπεν ἀπὸ εὐθείας τῆς Γοργώ. λέγει δὲ τὸν φόβον τῆς ἀπηνοῦς καὶ ἀπλεύστου θαλάσσης, τουτέστι τὸν ἀφανῆ πλοῦν. Σθενώ, διὰ τὸ δύνασθαι πολλοῖς καὶ δεινοῖς περιβάλλειν κακοῖς τοὺς ἐκεῖ παραγενομένους. Εὐρυάλην δὲ τὸν ἐκ τοῦ πλάτους τῆς θαλάσσης φόβον. Μέδουσαν δὲ τὴν ἀναδιδομένην ἄνω δύναμιν τῶν ὑδάτων. παρελέξατο δὲ καὶ συνεγένετο τῇ μιᾷ αὐτῶν ὁ Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι, τῷ τοῦ ἔαρος δηλονότι καιρῷ, διὰ τὴν ἡσυχίαν· ὅτε γὰρ τὰ ἄνθη, τότε καὶ ἡσυχία. Περσέα δὲ ἢ τὴν διαπεραίωσιν τοῦ χρόνου τῶν ἀρχομένων πλεῖν, ἢ τὸν λαμπρὸν ἀέρα τὸν τὴν διαπεραίωσιν ἐργαζόμενον· ἢ Περσέα φησὶ τὸν ἥλιον, τὸν ἕλκοντα καὶ ἀποτέμνοντα τὴν ἰκμάδα τὴν ἐπιπολάζουσαν τῇ θαλάσσῃ. ταύτης δὲ ἀναχθείσης τίκτονται ἀστραπαὶ καὶ ὄμβροι, ὅ ἐστι Χρυσάωρ καὶ Πήγασος. ἢ Πήγασον λέγει τὰς πηγὰς τὰς γινομένας λυομένης τῆς χιόνος.
ἵνʼ Ἑσπερίδες λιγύφωνοι: διὰ τοῦτο τοιαύτας καλεῖ, διότι κατὰ μουσικὴν ἁρμονίαν οἱ ἀστέρες κινοῦνται περὶ τὰ Γάδειρα. … ὡς Ἀριστοτέλης φησί
Σθενώ τʼ Εὐρυάλη τε: τὸ δυνατὸν καὶ κατάμηκες πέλαγός φησι, Μέδουσαν δὲ τὴν λεπτοτάτην οὐσίαν. Περσέα δὲ τὸν ἥλιον καλεῖ παρὰ τὸ περισσῶς σεύειν, τουτέστιν ὁρμᾶν· καί φησιν ὅτι ὁ ἥλιος κινούμενος τῇ οὐρανίᾳ φορᾷ τὴν μὲν Σθενὼ καὶ τὴν Εὐρυάλειαν, ἤγουν τὸ δυνατὸν καὶ κατάμηκες πέλαγος τῆς θαλάσσης, οὐκ ἀναιρεῖ, ἤγουν οὐκ ἀνιμᾶται· τὴν δὲ Μέδουσαν ὡς θνητὴν ἀναιρεῖ, ἤγουν τὸ βασιλικώτατον καὶ λεπτὸν τῇ κινήσει τῇ ἑαυτοῦ ἀνιμᾶται. ὁρμᾷ δὲ ἀπὸ τῆς κεφαλῆς αὐτῆς ὁ Πήγασος. ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος, τὸ κεφαλαιῶδες καὶ ἀτμῶδες συμβαίνει τὸ βαρύτερον ἀναφερόμενον κάτω πηγάζειν καὶ χέεσθαι. ἄλλως. Μέδουσα ὁ πρὸς καιρὸν φόβος καὶ ἡ φροντίς, ἢ ἡ ἀναδιδομένη ἄνω δύναμις τῶν κυμάτων. Περσεὺς δὲ ὁ ἥλιος ὁ πρὸς ἑαυτὸν ἕλκων τὴν ἰκμάδα, ὡς ἀποτέμνων αὐτήν.
ἐν μαλακῷ λειμῶνι: ὅτε γὰρ τὰ ἄνθη, τότε καὶ ἡσυχία ἐστίν.
παρὰ πηγάς: διὰ τὰς πηγὰς λέγουσι τῆς χιόνος λυομένης καὶ Πήγασος ἵππος. τοῦ γὰρ ὕδατος ἀναχθέντος τίκτονται ἀστραπαὶ καὶ ὄμβροι, ὅ ἐστι Χρυσάωρ καὶ Πήγασος. Χρυσάωρ ὁ λαμπρὸς ἀήρ. Περσεὺς δὲ ἡ διαπεραίωσις τοῦ χρόνου τῶν ἀρχομένων πλεῖν.
χὠ μὲν ἀποπτάμενος: ὁ Πήγασος οὐχ ἅμα τῷ γεννηθῆναι ἀνέβη εἰς τὸν οὐρανόν, ἀλλὰ μετὰ χρόνον. ἡ γὰρ ἀνάδοσις τῶν ὑδάτων καὶ νέφη συγκροτεῖ.
βροντήν τε: διὰ τὸ ὑψωθῆναι τὸ ὕδωρ. Εὐριπίδης ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ. Βελλεροφόντης. λέγουσι δὲ αὐτὸν βαστάζειν τὰς βροντὰς καὶ τὰς ἀστραπάς. ἐκ γὰρ τῶν ὑδάτων εἰσὶ ταῦτα.
Γηρυονῆα: οἱ μὲν Γηρυόνην τὸν χειμερινὸν ὠνόμασαν καιρόν, οἱ δὲ τὸν χρόνον. θέλουσι γὰρ τὰς τρεῖς κεφαλὰς εἶναι διὰ τὰ ἐσόμενα, τὰ ἐνεστῶτα καὶ τὰ παρεληλυθότα. ἢ τὴν σελήνην· ἡ αὐτὴ δέ ἐστι καὶ Ἑκάτη· τρίμορφος δέ ἐστιν ἡ θεός. ἔστι δὲ ὁ Γηρυονεὺς ἐκ Καλλιρρόης τῆς Ὠκεανοῦ. Στησίχορος δὲ καὶ ἓξ χεῖρας ἔκειν φησὶ καὶ ἓξ πόδας καὶ ὑπόπτερον αὐτὸν εἶναι.
τὸν μὲν ἄρʼ ἐξενάριξε: τὸ θερμὸν τοῦ ἀέρος, ἐπειδὴ τότε τὰ ζῷα ταῦτα προέρχονται.
Ἐρυθείῃ: Ἐρύθεια ὄνομα νήσου περὶ τὸν Ὠκεανόν, ἔνθα ᾤκει ὁ Γηρυονεὺς καὶ οἱ τούτου βόες.
Τίρυνθʼ εἰς ἱερήν: Τίρυνς ἐστὶ πόλις Ἄργους. ἱερὴ δέ, διότι Κύκλωπες αὐτὴν ἐτείχισαν. ἦν δὲ ὁ Γηρυονεὺς Τιρύνθιος. Τίρυνθʼ εἰς ἱερήν: πόλιν Ἄργους. Κύκλωπες δὲ αὐτὴν ἐτείχισαν· διὰ τοῦτο ἱερήν λέγει. ὁ δὲ Γηρυόνης ἐκ Τίρυνθος.
Ὄρθον τε: ὁ δὲ Ὄρθος ἐκλήθη ἐκ τοῦ ὁρμᾶν, ὥς φησι Ὅμηρος· πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα. ἄλλως. Ὄρθον τὴν ὁρμὴν καὶ ἀνάδοσιν τῶν ὑδάτων· Εὐρυτίωνα δὲ τὴν εὐμαρῆ ῥύσιν τῶν ὑδάτων. ἄλλως. παρὰ τὸ ἀνορμᾶν ἀπὸ τῶν ἐκεῖ τὸν ἥλιον Ὄρθον αὐτὸν ὠνόμασεν· ἤτοι τὸν ὀρθὴν ποιούμενον τὴν ἀνάδοσιν τῶν ὑδάτων. Εὐρυτίωνα δὲ λέγει τὴν εὐρεῖαν νομὴν καὶ κίνησιν.
Ὄρθον: Εὐρυτίωνα τὴν εὐμαρῆ ῥύσιν τῶν ὑδάτων. Ὄρθος δʼ ἐκλήθη ἀπὸ τοῦ ὁρμᾶν· καὶ Ὅμηρος· πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα.
καὶ βουκόλον Εὐρυτίωνα: τὸν Εὐρυτίωνά φησιν Ἑλλάνικος γεγενῆσθαι ἀπὸ Ἄρεως καὶ Ἐρυθείας. τὴν κατὰ τῆς γῆς τῶν ὑδάτων κυκλοτερῆ ῥεῦσιν.
ἀμήχανον: ὑπεράγαν κακόν, ἀπροσμάχητον.
Ἔχιδναν: λέγει τὴν ῥίζαν καὶ τὴν ἀνάδοσιν τῶν φυτῶν. καὶ γὰρ ἐξ ὑγρᾶς δυνάμεως φύει, καὶ ὅτι κάτω μὲν ἔχει τὴν ῥίζαν, ἄνω δὲ τοῦ ἄνθους τὸ κάλλος.
ἥμισυ μὲν νύμφην: τὴν φύσιν τὴν ἀνθρωπίνην λέγει, τὴν μήπω μήτε πρὸς τὸν θεὸν ἔχουσαν γνῶσιν, μήτε πρὸς τοὺς λόγους. ἢ τὴν ἄμικτον γνώμην, καθάπερ οὐ μίγνυται ὄφις ἀνθρώπῳ.
ἡ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν: ἀντὶ τοῦ ἐφυλάσσετο ἢ ᾤκει ἐν Ἀρίμοις. Ἄριμα δὲ ὄρη Κιλικίας ἢ Λυδίας, ὅπου ἡ τοῦ Τυφῶνος κοίτη· καὶ Ὅμηρος· εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. Τυφῶν ταραχῶδες πνεῦμα, ὃ λυμαίνεται ἀεὶ τὰ φυτά.
ἀθάνατος: τῇ διαδοχῇ γὰρ ἀθάνατα πάντα τὰ φυτά.
τῇ δὲ Τυφάονα: Τυφῶν σφοδρότατος ἄνεμος καὶ βλαβερώτατος, ἐκνεφίας οὕτω καλούμενος.
ἄνεμον: ἐὰν μετὰ τοῦ ο γράφηται, ἄνομον ἀκουσόμεθα, ἐπεὶ τῇ τοῦ Διὸς ἀρχῇ ἐπέθετο· ἐὰν δὲ διὰ τοῦ ε, ἄνεμον, ἐπεὶ αἱ πνοαὶ τυφῶνες λέγονται, ὡς καὶ αὐτὸς λέγει· ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων. ἀραιωθείσης τῆς ῥιζοφυΐας τῶν δένδρων, ἀναθορεῖν καὶ ἀναπέμπεσθαι ἤρξαντο πνεύματα καὶ γίνεσθαι πάντα τὰ κάρπιμα καὶ ὅσα λυσιτελοῦσι τοῖς ἀνθρώποις.
Ὄρθον μὲν πρῶτον: ὃν ἀνωτέρω εἶπεν ἀναιρεθῆναι ὑπὸ Ἡρακλέους.
οὔ τι φατειόν: οἷον οὐ ῥητὸν κατὰ ἀξίαν, ἢ οὐ φονεύσιμον· φάσαι γὰρ τὸ φονεῦσαι.
Κέρβερον ὠμηστήν: ὁ μὲν Πίνδαρος ἑκατοντακέφαλόν φησι εἶναι τὸν Κέρβερον, οὗτος δὲ πεντηκοντακέφαλον. τὸν δὲ Κέρβερον οἱ μὲν δράκοντα εἶπον, οἱ δὲ κύνα· κύνα δὲ καλεῖ τὸν φυλακτικὸν τῶν καταχθονίων.
τὸ τρίτον Ὕδρην αὖτις: Ὕδραν τὴν κακίαν λέγει καὶ ὅτι ὁ Ἡρακλῆς αὐτὴν ἀνεῖλεν, ἤγουν ἡ ἀρετὴ ἡ δυναμένη πᾶσαν κακίαν ἀφανίσαι· καὶ πολυμήχανός ἐστιν ὥσπερ ἡ πολυκέφαλος Ὕδρα. ἢ τὴν καταφορὰν τῶν τοῦ ἀέρος ὑδάτων λέγει. Λερναίην δὲ τὴν Ὕδραν ἀκούσομεν, ἣν Ἀλκαῖος μὲν ἐννεακέφαλόν φησι, Σιμωνίδης δὲ πεντηκοντακέφαλον. σὺν δὲ Ἰολάῳ, ἐπεὶ καὶ ὁ καρκίνος τῇ Λερναίᾳ Ὕδρᾳ ἐπεβοήθει, ὃς καὶ κατηστερίσθαι σὺν τῇ Ὕδρῃ λέγεται. Ὕδρην δὲ λέγει ἐπεὶ ἐν τοῖς ὕδασι διέτριβε. Λέρνη δὲ λίμνη τοῦ Ἄργους. ἄλλως. Ὕδρην τὴν κακίαν φησὶ διὰ τὸ ὑδαλέην καὶ διακεχυμένην εἶναι πανταχοῦ. Λερναίαν δὲ ταύτην καλεῖ διὰ τὸ λίαν ἐρνοῦσθαι καὶ αὔξεσθαι τὴν φανερὰν κακίαν.
ἄπλητον: ἀπλήρωτον, ἀμέτρητον.
κοτέουσα: ἤτοι τῇ θερμότητι ὁ ἀὴρ ὀργιζόμενος.
Διὸς υἱός: ὁ φρόνιμος καὶ ὁ στερρὸς νοῦς καταβάλλει τὴν κακίαν ἐν τῷ ἑαυτοῦ τμητικῷ ξίφει, ἤγουν τῇ φρονήσει. σὺν τῷ Ἰολάῳ δέ, τῷ φρονίμῳ λόγῳ τῷ εὐφραίνοντι τοὺς λαούς.
ἐνήρατο: ἀντὶ τοῦ ἀνεῖλε καταχρηστικῶς. ἔναρα γὰρ τὰ ὅπλα ἢ τὰ σκῦλα.
Ἰολάῳ: ὁ δὲ Ἰόλαος υἱὸς ἦν ἀδελφοῦ τοῦ Ἡρακλέους. οὗτος κατὰ μέρος ἔκαιε τὰς κεφαλὰς τῆς Ὕδρας· ἦσαν γὰρ ἀθάνατοι.
ἡ δὲ Χίμαιραν ἔτικτε: ἡ καθόλου, φησί, κακία ἐγέννησε τὴν μερικήν· καὶ ὁ μὲν λέων ἔχει φανερὸν καὶ ὀξὺν τὸν θυμόν, ὁ δράκων δὲ ποικιλώτερον, ἡ χίμαιρα δὲ τὸν μερικὸν θυμὸν καὶ μέσον καὶ κεκραμένον.
ἀμαιμάκετον πῦρ: ἀπροσπέλαστον, ἀπροσμάχητον. ἢ τὴν ἄγαν μαιμῶσαν κατὰ ἐπέκτασιν, τουτέστιν ἀπόλλουσαν.
πρόσθε λέων: ὅτι οἱ μεταβάλλοντες τὴν φράσιν ὀφείλουσι βέλτιον ἐπεξεργάζεσθαι, εἰ δὲ μή, τῇ παραδοθείσῃ χρήσασθαι.
Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης: Πήγασον καλεῖ τὸν συγκεκραμένον θυμόν, ὃς ἔχει συγκεκραμένον τὸ ἄλογον μέρος τῷ λογικῷ. Βελλεροφόντην δὲ τὸν ἀναιροῦντα τὰ θανάσιμα παρὰ τὸ ἐν τῇ ἔρᾳ βάλλειν· τὸν βάλλοντα εἰς τὴν γῆν. ἄλλως. βέλλερα τὰ κακὰ λέγει· Βελλεροφόντης οὖν ὁ προνοούμενος παύειν τὰ κακά.
Φῖκʼ ὀλοήν: τὴν Σφίγγα λέγει. αὕτη δέ ἐστι θυγάτηρ Χιμαίρας καὶ Τυφῶνος. ἀπʼ αὐτῆς ἐκλήθη καὶ τὸ Φίκιον, ἔνθα διέτριβε. Φῖκα δὲ αὐτὴν οἱ Βοιωτοὶ ἔλεγον. Λύκος δὲ αὐτὴν ἐν τῷ περὶ Θηβῶν ὑπὸ Διονύσου φησὶ πεμφθῆναι. ἄλλως. ἡ δὲ Σφὶγξ πραγματικῶς μὲν γυνὴ ἦν λῃστρὶς καὶ εἶχε πολλοὺς τοὺς συναρπάζοντας σὺν αὐτῇ· ἐνταῦθα δὲ τὴν κρυψίνουν καὶ μερικὴν καὶ κεκρυμμένην κακίαν λέγει.
Νεμειαῖον: ἔργον Πελοποννήσου ἢ Ἄργους, ἔνθα ἦν ὁ λέων. πρῶτον δὲ ἆθλον Ἡρακλέους ἐκλήθη τοῦτο, ἀπὸ τοῦ νεμηθῆναι περὶ τοὺς τόπους τοῦ Ἄργους. Νεμειαῖόν τε λέοντα: ἐν Ἄργει δὲ ἐστὶν ὄρος ἡ Νεμέα, ἔνθα ἦν ὁ λέων, εἰς ὃν πρῶτον ἆθλον Ἡρακλῆς ἐποιήσατο φονεύσας αὐτὸν ὡς νεμόμενον καὶ ἀφανίζοντα τοὺς ἐν Ἄργει τόπους.
γουνοῖσι κατένασσεν: ἐν τοῖς γονιμωτάτοις τόποις κατῴκησε τῆς Νεμέας, ὅ ἐστιν ὄνομα σπηλαίου ἢ μᾶλλον τοῦ ὄρους.
ἐλεφαίρετο: ἀντὶ τοῦ ἔβλαπτεν. Ὅμηρος δέ ποτε καὶ ἀντὶ τοῦ παρελογίζετο.
Νεῖλόν τʼ: ἐκ τούτου φαίνεται Ἡσίοδος Ὁμήρου νεώτερος· καὶ γὰρ Ὅμηρος Αἴγυπτον καλεῖ τὸν Νεῖλον. Ἀλφειὸς δὲ ποταμὸς Πελοποννήσου ἐν Ἤλιδι· κατέρχεται δὲ ἀπὸ Ἀσίας, κώμης Ἀρκαδικῆς. Ἠριδανὸς δὲ ποταμὸς Κελτῶν· Στρυμὼν ποταμὸς Θρᾴκης· Μαίανδρος ποταμὸς Λυδίας ἢ Καρίας· Ἴστρος ποταμὸς Σκυθίας· Φᾶσις ποταμὸς Κόλχων· Ῥῆσος ποταμὸς Τροίας· Ἀχελῷος Ἀκαρνανίας ἢ Αἰτωλίας· Νέσσος Θρᾴκης· Ῥόδιος Τροίας· Ἁλιάκμων Μακεδονίας· Ἑπτάπορος καὶ Γρήνικος καὶ Αἴσηπος καὶ Σιμοῦς Τροίας· Πηνειὸς Θετταλίας· Ἕρμος Λυδίας· Κάϊκος Μυσίας· Σαγγάριος Φρυγίας τῆς ἄνω· Λάδων Ἀρκαδίας· Παρθένιος Παφλαγονίας· Εὔηνος Αἰτωλίας· Ἄρδησκος Σκυθίας· Σκάμανδρος Τροίας. ὁμοῦ ποταμοὶ εἴκοσι πέντε. ὁ δὲ ἐν Σάμῳ Παρθένιος καὶ Ἴμβρασος καλεῖται. Ἴμβρασος δὲ ὑπὸ Καρῶν Ἑρμῆς λέγεται.
τίκτε δὲ θυγατέρων: ἔτεκε δὲ τὰς λίμνας, αἵτινες σὺν τῷ ἡλίῳ τρέφουσιν ἡμᾶς. ταῦτα δέ εἰσιν ὀνόματα ποταμῶν καὶ λιμνῶν.
ἄνδρας κουρίζουσιν: ἀνατρέφουσιν. ἐκ γὰρ τῆς ποιότητος τοῦ ὑγροῦ ἐστὶν ἡ τροφὴ τοῦ ἡλίου.
σὺν Ἀπόλλωνι ἄνακτι: καὶ γὰρ Ἀπόλλωνι καὶ ποταμοῖς οἱ νέοι ἀπέκειρον τὰς κόμας διὰ τὸ αὐξήσεως καὶ ἀνατροφῆς αἰτίους εἶναι, ὡς Ὅμηρος· Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. τὰ γὰρ ὕδατα αὐξητικὰ καὶ ὁ ἥλιος.
Δωρὶς Νηρέως γυνή· Πρυμνὼ ὁ πλοῦς· Οὐρανίη ἡ αἴσθησις τῶν οὐρανίων· Ἱππὼ ἡ ὀξύτης· Κλυμένη ἡ αἴσθησις· Ῥοδία ἡ ἀνθηρότης· Ζευξὼ ἡ ζεῦξις τῶν ὑποζυγίων· Ἰδυῖα ἡ τέχνη· Πασιθόη, ἐν ἄλλῳ Πεισιθόη· Πληξαύρη ἡ πλησμονή· Γαλαξαύρη τὰ ἀνθηρὰ πνεύματα· Κερκηὶς ἡ σοφία· βοῶπις Πλουτὼ ἡ Ταντάλου μήτηρ· Περσηὶς μήτηρ Αἰήτου· Ἀκάστη ἡ θεραπεία· Ξάνθη ἡ ξανθηρότης· Πετραίη τὸ ὑπὸ πέτρας διαιτᾶσθαι· Μενεσθὼ ἡ παραμονή· Εὐρώπη τὸ πλατὺ τοῦ ἀέρος· Εὐρυνόμη ἡ εὐνομία· Ἀσίη ὁ κόρος· Καλυψὼ ἡ περιβολή. Εὐδώρη· ταύτην Ὅμηρος … Εὐρυνόμην εἶπε. Στὺξ ὁ φόβος.
τανύσφυροι: ἀντὶ τοῦ μακρόσφυροι· ἐκ δὲ τούτου εὐμήκεις ἀπὸ μέρους.
πολυσπερέες: αἵτινές εἰσι πανταχοῦ ἐσπαρμέναι.
θεάων: ἀντὶ τοῦ θεᾶς κεῖται, πληθυντικῶς ἀντὶ ἑνικοῦ. ἐκ μιᾶς γὰρ μητρὸς ἡ τούτων γένεσις.
οἱ δὲ ἕκαστοι: οὗτοι δὲ ἴσασιν, οἱ ἑκάστῳ πλησίον οἰκοῦντες.
Θεία δʼ Ἠέλιόν τε: ἡ κίνησις τῆς σφαίρας παρὰ τὸ θέειν ἢ ὁ θαυμασμός.
Ὑπερίονος: τῆς κινήσεως, παρὰ τὸ ἴεσθαι τὸ πορεύεσθαι.
Κρίῳ: Κρῖος Γῆς καὶ Οὐρανοῦ παῖς. θέλουσι δὲ αὐτὸν τὴν διάκρισιν τῶν ὄντων καλεῖν. Εὐρυβίη δὲ Πόντου θυγάτηρ. λέγουσι δὲ αὐτὴν μεγάλην τινὰ δύναμιν εἶναι. Κρείῳ δʼ Εὐρυβίη: Κρεῖος Γῆς καὶ Οὐρανοῦ ἦν παῖς. ἔστι δὲ ἡ διάκρισις τῶν ὄντων. Εὐρυβίη δὲ Πόντου θυγάτηρ. θέλουσι δὲ αὐτὴν δύναμίν τινα μεγάλην εἶναι.
Ἀστραῖον: τὴν γένεσιν τῶν ἄστρων. Πάλλαντα τὴν κίνησιν αὐτῶν.
Πέρσην: τὴν τῶν ἄστρων περαίωσιν ἢ κίνησιν ἀπὸ ἀνατολῆς εἰς δύσιν.
ἰδμοσύνῃσιν: ἐμπειρίαις· ἀπὸ τοῦ ἴδμεναι, ἤγουν ἐπίστασθαι. πολλῆς γάρ ἐστιν ἐμπειρίας τὸ γνῶναι τὴν διαπεραίωσιν τῶν ἄστρων.
Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκεν: ἔτι γὰρ ὄντων τῶν ἀστέρων ὑπὸ τὴν ἕω, τότε τίκτονται ἐξ ἀνατολῆς οἱ ἄνεμοι. τέσσαρες ἄνεμοι, ἐπεὶ καὶ τέσσαρα κλίματα τοῦ κόσμου· Εὐρώπη, Ἀσία, Λιβύη, Μέση.
Ἀργέστην: τὸν ὀξὺν καὶ ταχὺν καὶ καθαρὸν Ἀργέστην Ζέφυρον εἶπε· Ζέφυρον δὲ λέγει τὸν Εὖρον. πνεῖ δὲ Ἀργέστης, ὁ καὶ Εὖρος καλούμενος, ἀπὸ ἀνατολῆς, ὁ δὲ Ζέφυρος ἀπὸ δύσεως, ὁ δὲ Βορρᾶς ἀπὸ τῆς ἄρκτου, καὶ ὁ Νότος ἀπὸ μεσημβρίας. Ἀκουσίλαος δὲ τρεῖς ἀνέμους εἶναί φησι κατὰ Ἡσίοδον· Βορρᾶν, Ζέφυρον καὶ Νότον. τοῦ γὰρ Ζεφύρου ἐπίθετον τὸ ἀργέστην φησί. Ὅμηρος δὲ εἶπεν Ἀργέστην τὸν λευκὸν Νότον. τοῦτο ἀρχὴν ἀπηλιώτην φησί. ζητητέον δὲ ὅ τι χωρὶς συνδέσμου Ἀργέστην Ζέφυρον εἶπεν.
τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν: εἶπε γὰρ ἐν ἀρχῇ· ἄστρα τε λαμπετόωντα. Ἑωσφόρος δὲ εἴρηται ἐπεὶ περὶ τὴν ἕω ἀνατέλλει.
Στὺξ δʼ ἔτεκεν: Στὺξ λέγεται καὶ τὸ στυγεῖν καὶ τὸ τιμᾶν καὶ τὸ φοβεῖσθαι. Πάλλαντι δὲ τῇ ἀνωτέρᾳ κινήσει λέγει, ᾗ συμμισγόμενον τὸ ὕδωρ δυνάμεις τινὰς ἐκτελεῖ. Ζῆλον δὲ τὸν περὶ τὸ ἀγαθὸν λέγει.
Ὠκεανίνη: τὰ τοιαῦτα ὀνόματα ὁ μὲν Ἅβρων φησὶ πατρωνυμικά· Ὠκεανίνη, Ἀλκμαιωνίνη, Ἀδρηστίνη, Αἰητίνη, Φαυστίνη. Τρύφων δὲ παρώνυμα, ἐπεὶ οὐκ ἔχει ἄρρενα παρακείμενα πατρωνυμικῶς τοῦ αὐτοῦ τύπου.
εἶπε δʼ, ὃς ἄν: ὅτι τὸν μαχόμενον μετʼ ἐμοῦ τοῖς Τιτᾶσι τὴν ἑαυτοῦ τιμὴν ἔχειν ἐάσω. εἶπε δὲ καί· τῷ μὴ ἔχοντι ἐξ ἀρχῆς τιμὴν παρέξω. Τιτᾶνας δὲ τὰς δυσφημίας τὰς ἐν τῷ βίῳ φησί.
ἐπιβησέμεν: ἀντὶ τοῦ ἐπιβῆναι αὐτὸν τῆς τιμῆς ποιήσει.
οἷσι σὺν παίδεσσιν: ἢ τοῖς οἰκείοις ἢ τοῖς μόνοις.
διὰ μήδεα πατρός: τοῦ πατρὸς συμβουλεύσαντος αὐτῇ δηλονότι, ἢ τοῦ Διὸς ἢ τοῦ Ὠκεανοῦ.
θεῶν μέγαν ἔμμεναι ὅρκον: ἐπειδὴ καὶ ὁ ὅρκος φοβερὸς καὶ δυσμενῶς ἔχει πρὸς τοὺς παραβαίνοντας.
Φοίβη δʼ αὖ Κοίου: Φοίβη τὸ καθαρὸν καὶ ἡ λαμπηδὼν τοῦ ὁρωμένου, Κοῖος δὲ τὸ ἀρκτικόν. ἔτεκε δὲ νύκτα ὅτι ἐκ τοῦ ὁρωμένου ἀέρος καὶ ἡ νὺξ τίκτεται καὶ τὰ ἄστρα. ἢ Κοῖος ἡ ποιότης, Φοίβη δὲ ἡ καθαρότης τῆς ποιότητος.
Λητὼ κυανόπεπλον: Λητὼ λέγεται ἡ λήθη καὶ ἡ νύξ· τερπόμενοι γὰρ οὐκ ἐννοοῦμεν τὴν τοῦ βίου πάροδον. καλῶς δὲ τίθεται τὸ ἐπίθετον· ἡ αὐτὴ γὰρ λέγεται τῇ νυκτί, ἢ κατʼ εὐφημισμὸν ἢ ὅτι οἱ αὐτῆς παῖδες ἀναιρετικοί εἰσι τῶν ἐναντιουμένων αὐτοῖς.
ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν: ἐπειδὴ οἱονεὶ τέρπονται οἱ θεοὶ μὴ ἐννοούντων ἡμῶν τὴν τοῦ βίου πάροδον ἢ τὴν τούτων πάροδον.
Ἀστερίην εὐώνυμον: Ἀστερίη ἡ τῶν ἀστέρων κίνησις· διὰ γὰρ τῆς κινήσεως αὐτῶν τὰ πράγματα περαιοῦνται.
Πέρσης: Πέρσην τὸν ἥλιον λέγει. ἀνατέλλει γὰρ καὶ πάλιν ὡς εἰς αὐτὸν δύνουσιν οἱ ἀστέρες.
ἥν ποτε Πέρσης: Πέρσην τὸν ἥλιον λέγει. ἀνατέλλει γὰρ καὶ περαιώσας τὸν δρόμον τοὺς ἀστέρας ἀφῆκε λάμπειν.
Ἑκάτην τέκε: ἐπαινεῖ τὴν Ἑκάτην Ἡσίοδος ὡς Βοιωτός· τιμᾶται γὰρ ἐκεῖσε ἡ Ἑκάτη.
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης: διὰ τὸ ἑκάστου προνοεῖσθαι. τῶν γὰρ ἐν γῇ καὶ ἐν θαλάσσῃ πάντων ἄρχει ἡ εἱμαρμένη· ὡς γὰρ θεῷ εὐχόμεθα τῇ μοίρᾳ.
κατὰ νόμον ἱλάσκηται: καὶ γὰρ ἐάν τις κατὰ νόμον ποιῆται τὰς θυσίας καὶ βούληται ἐξευμενίσαι ἑαυτῷ τοὺς θεούς, θύει καὶ τῇ Ἑκάτῃ· καὶ τιμὴ λοιπὸν αὐτῷ μεγάλη γίνεται.
ᾧ πρόφρων: ᾧτινι. πτῶσιν ἀντὶ πτώσεως, οὗτινος. οἱ γὰρ ῥήτορες τῇ δοτικῇ ἀντὶ γενικῆς χρῶνται.
ἔχει αἶσαν ἁπάντων: ἐπειδὴ πάντες τὴν Τύχην καλοῦσι καὶ Ποσειδῶνι καὶ ἄλλοις θεοῖς θύοντες· ἢ ὅτι ἐκ τούτων ἁπάντων μέρος ἔχει τῆς τιμῆς.
οὐδʼ, ὅτι μουνογενής: οἱ γὰρ μονογενεῖς πλεονεκτοῦνται ὡς συμμάχους μὴ ἔχοντες. ἢ ὅτι ἀδελφοὺς οὐκ ἔχει καὶ πλείονος τετύχηκε τιμῆς· καὶ γὰρ οὐκ ἠθετήθη ὡς μονογενής. οὐδʼ, ὅτι μουνογενής: οἱ γὰρ μονογενεῖς πλεονεκτοῦσι πάντοτε. διὰ γὰρ τὸ μὴ ἔχειν ἀδελφοὺς ὁ μονογενὴς πλείονος τετύχηκε τιμῆς.
ᾧ δʼ ἐθέλει: πρὸς ὃν ἂν βούληται λιπαρῶς παραγίνεται καὶ ὠφελεῖ αὐτόν.
ὁπότʼ ἄνδρες ἀγῶνι ἀεθλεύωσι: καὶ πρὸς ἀγωνιστάς, ἐν οἷς ἐθέλει, ἀγαθή ἐστι, καὶ ὁ νικήσας διʼ αὐτῆς μάλα χαίρων παραγίνεται εἰς τὸν ἑαυτοῦ οἶκον.
καὶ τοῖς οἳ γλαυκήν: καὶ τοῖς πλέουσι τὴν θάλασσαν εὐχομένοις αὐτῇ καὶ τῷ Ποσειδῶνι ἄγραν πολλὴν παρέχει. ἀρκεσθεὶς δὲ τοῖς δύο ἐπιθέτοις, ἤτοι τῷ γλαυκὴν καὶ δυσπέμφελον, οὐκ εἶπε τὸ κύριον.
ῥηιδίως δʼ ἄγρην: καὶ τοῖς κυνηγετοῦσι συνέρχεται. οὓς δὲ θέλει καὶ βλάπτει κυνηγέτας.
ἐσθλὴ δʼ ἐν σταθμοῖσι: συνέρχεται δὲ ἐν ταῖς ἐπαύλεσι τὰ ποίμνια αὐξῆσαι· σὺν τῷ Ἑρμῇ ἅμα, φησί· μέλει γὰρ καὶ τῷ Ἑρμῇ τῶν ποιμνίων. ληΐδα δὲ τὴν τῶν τετραπόδων κτῆσίν φησι· λήϊα γὰρ τὰ τετράποδα λέγονται ἀπὸ τοῦ τὰ λήϊα κατανέμεσθαι.
οἳ μετʼ ἐκείνην: τοῖς μετʼ αὐτὴν δηλονότι· ἐξ οὗ γὰρ ἐγεννήθη κουροτρόφος. ἢ τοῖς γεννωμένοις μετʼ αὐτήν, ὅσοι εἶδον τὸ φῶς τοῦ ἡλίου. ἄλλως. οἵτινες, φησί, γεννῶνται μετὰ τὸ γεννηθῆναι τὴν σελήνην, οὗτοι εὐτυχεῖς. αὔξει γὰρ ἡ σελήνη ἐπὶ τῇ γεννήσει αὐτῶν.
πολυδέρκεον: τὸ φῶς τῆς Ἠοῦς λέγει, τουτέστι τῆς ἡμέρας. οὐχὶ τὸ πολλὰ ὁρῶν ἀλλὰ τὸ ὑπὸ πολλῶν ὁρώμενον.
αἳ δέ τε τιμαί: αὗται δέ εἰσιν αἱ τιμαὶ αὐτῆς, ἃς ἀνωτέρω εἶπεν. αἳ δέ τε τιμαί: ἀπόθεσιν ποιεῖται τῶν περὶ τῆς Ἑκάτης καί φησιν· αὗταί εἰσιν αἱ τιμαὶ αὐτῆς, ἃς ἀνωτέρω δηλαδὴ εἶπεν.
Ῥείη δʼ ὑποδμηθεῖσα: ἡ εὐμάρεια, τὸ εὐχερὲς τῶν θεῶν.
ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων: ὑπὸ χθόνα ναίειν φησὶ τὸν Ἅιδην διὰ τὸ δέχεσθαι τοὺς θανόντας καὶ μὴ ὑποστρέφειν. διὸ καὶ νηλεῆ αὐτὸν εἴρηκεν.
Ζῆνά τε: ἐν τούτῳ ἡ ζωή· καὶ διὰ τοῦτο τελευταῖος. πάντα γάρ, φησί, ἦν ἀφανῆ ἄνευ ζωῆς.
καὶ τοὺς μὲν κατέπινε Κρόνος μέγας: Κρόνος εἴρηται ἀπὸ τοῦ κερᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μῖξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος δέ φησιν, καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν τούτων ἔκκρισιν Κρόνον ὠνομάσθαι. ἡ δὲ ἐκτομὴ αὐτοῦ οὕτως ἀναλύεται· ὅτι τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς μίξεως γενομένης ἐζωογονεῖτο πολλά· εἶτα τοῦ χρόνου ἕκαστα διακρίναντος καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογονοῦντος, ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἴρηται. ἄλλοι δέ φασι Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε. νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ Τῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἄστρων ὁ χρόνος γίνεται. διὰ γὰρ τούτου καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται τῷ χρόνῳ πάλιν συνδιαφθείρεται.
τὰ φρονέων: ἵνα μή τις αὐτῶν ἀφέληται τὴν τιμὴν τῆς βασιλείας αὐτοῦ.
πεύθετο γὰρ Γαίης τε: τῷ ἐρωτήματι συμβολικῶς ἕπεται ἡ ἀπόκρισις, τῷ πύσματι δὲ διεξοδικῶς.
ἀλλὰ κόροιο: τὰς εἰς ου ληγούσας γενικάς, ὧν αἱ ὀρθαὶ εἰς ος λήγουσιν, οἱ Θεσσαλοὶ καὶ Βοιωτοὶ διὰ τοῦ οιο ἐκφέρουσιν ἐπὶ γενικῆς.
ἀκάκητα: Ἀκακήσιον ὄρος Ἀρκαδίας, ἔνθα ἐτιμᾶτο ὁ Προμηθεύς.
καὶ κρατερῷ περ ἐόντι: καίπερ ἰσχυρῷ ὄντι ἐπέπρωτο τῷ Κρόνῳ ὑπὸ τοῦ ἰδίου παιδὸς Διὸς δαμασθῆναι· διὰ τοῦτο κατέπινεν αὐτούς, οὐ μάτην ἔχων τὸν κατʼ αὐτῶν σκοπόν. ἄλλοι γράφουσι πατρὸς μεγάλου διὰ βουλάς. οὕτως γὰρ γραπτέον, πατρός, τουτέστι τοῦ Οὐρανοῦ. ὁ γὰρ Ζεὺς πῶς εἶχε συμβουλεῦσαι τῷ Κρόνῳ μήπω γεννηθείς;
ἄλαστον: ἄξιον στεναγμοῦ καὶ ἀνεπίληστον διὰ τὸ μέγεθος.
τίσαιτο δʼ Ἐριννῦς: τὴν τιμωρίαν δὲ λάβοι ταῖς Ἐρινύσι τιμωρούμενος τὸν πατέρα. Ἐρινὺς δέ· παρὰ τὸ ἀρὰν ἀνύειν γέγονεν ἀρανύς, καὶ κατὰ τροπὴν τῶν δύο αα εἰς ε καὶ ι Ἐρινύς. ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανὺς καὶ Ἐρινύς, οἱονεὶ ἐκ τῆς γῆς ἀνερχομένη. ἢ παρὰ τὸ ερι ἐπιτατικὸν καὶ τὸ ἀνύω γέγονεν Ἐρινύς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα. ἢ παρὰ τὸ ἐλινύειν τὸ ἡσυχάζειν γέγονεν ἐλινὺς καὶ Ἐρινύς, οἱονεὶ ἡ ἡσυχάζουσα καὶ κατὰ ἀντίφρασιν ἡ μὴ ἡσυχάζουσα. τινὲς δὲ λέγουσιν ὅτι παρὰ τὸ ἐρευνᾶν γέγονεν Ἐρινύς. οἵτινες οὐ καλῶς λέγουσιν. εἰ γὰρ ἦν ἀπὸ τοῦ ἐρευνᾶν, ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἐφάνη γὰρ τὸ ευ ἐν τῷ ἐρευνᾶν.
οἱ δὲ θυγατρὶ φίλῃ: ὁ Οὐρανὸς καὶ ἡ Γῆ τῇ Ῥέᾳ.
πέμψαν δʼ ἐς Λύκτον: ὅτε ἔμελλε γεννᾶν, ὡς πλεοναζόντων τῶν ἐδωδίμων ἐκεῖ. Λύκτος δὲ τόπος ἐν Κρήτῃ.
τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη: τὸν Δία γεννηθέντα, τουτέστι τὴν καταβολὴν τῶν σπερμάτων. ἐκ τοῦ αἰθέρος γὰρ αὔξουσιν αἱ σποραί.
ἐν εὐρείῃ τρεφέμεν: ἀντὶ τοῦ τρέφειν καὶ ἐπιμελεῖσθαι· δέονται γὰρ ἐπιμελείας τὰ σπέρματα.
ἷκτο φέρουσα: ἤγουν ἦλθε φέρουσα τὸν Δία νυκτός, ὅτι ἀφανῶς προκόπτει τὰ σπέρματα. οἱονεὶ γὰρ ἡ θέρμη ἐστὶν ὁ Ζεύς, ὃς λεληθότως ὑποδύεται τὴν γῆν καὶ αὔξει πάντα.
ἄντρῳ ἐν ἠλιβάτῳ: εἰς ὃ ἀνέρχεται ὁ ἥλιος. ἐνταῦθα δὲ ἐν κοίλῳ καὶ ὑψηλῷ.
Αἰγαίῳ ἐν ὄρει: τὸ σημεῖον ὅτι καὶ οὗτος αἰγίοχον ἤκουσε τὸν Δία ἐπεὶ αἶγα ἐθήλασεν. ἀφʼ οὗ ἐν Κρήτῃ καὶ Αἰγὸς ὄρος καλεῖται καὶ Αἰγαῖον, τὸ ὑπʼ ἐνίων Αἰγιδόκον καλούμενον. ὁ δὲ Ὅμηρος ἐκ τοῦ ἰδίου ὅπλου, τῆς αἰγίδος, αἰγίοχον αὐτὸν ἐκάλεσεν.
τῷ δὲ σπαργανίσασα μέγαν λίθον: τὸ σῶμα τὸ ἀνθρώπινον. Ἀγαθοκλῆς δὲ ὁ Βαβυλώνιός φησι τὴν Ῥέαν ἐκ Προικονήσου δέξασθαι τὸν λίθον. τοῦτον δὲ τὸν λίθον καταποθῆναι λέγει διὰ τὸ τὴν γῆν ἀποκεκρύφθαι ὑπὸ τῆς ἀκαταστασίας τῶν ἀέρων τὸ πρίν. μέγαν λίθον: μέγαν λίθον τὴν γῆν λέγει διὰ τὸ ἀποκεκρύφθαι ὑπὸ τῆς ἀκαταστασίας τῶν ἀέρων.
οὐδʼ ἐνόησε: ἔθος ποιητικὸν τὸ οὕτω ποιεῖν ἐπὶ τῶν τὸ μέλλον ἀγνοούντων.
ἐπιπλομένων δʼ ἐνιαυτῶν: τοῦ δὲ ἐνιαυτοῦ προελθόντος ἐξήμεσε τὰ τέκνα αὐτοῦ διὰ τῆς ἀγαθῆς βουλῆς τῆς Γῆς· ἡ γὰρ Γῆ συνεβούλευσε τὸν δόλον. ἐπιπλομένων δʼ ἐνιαυτῶν: τοῦ ἐνιαυτοῦ προελθόντος ἐξήμεσε τὰ τέκνα αὐτοῦ διὰ τὴν ἀγαθὴν βουλὴν τῆς Γῆς· ἡ γὰρ γῆ συνεργεῖ τῷ χρόνῳ εἰς τὸ αὖθις ἐξαγαγεῖν ἅπερ διέφθειρεν.
πρῶτον δʼ ἐξήμεσε λίθον: τὴν αἴσθησιν τῶν κράσεων. καὶ ὁ λίθος γὰρ τὸ σῶμα, παρόσον ἐκ τεσσάρων στοιχείων.
γυάλοις: ἐν τοῖς κοίλοις. διὰ τὸ ἀνόητον τοῦ σώματος· ἡ γὰρ ψυχὴ θεία καὶ οὐ δέεται προγνώσεως. πατροκασιγνήτους δὲ τοὺς Κύκλωπας· καὶ αὐτοὺς δὲ λέγει τοὺς Γίγαντας.
ἀεσιφροσύνῃσι: ματαιοφροσύναις, διὰ τὴν ἑαυτοῦ φρενοβλάβειαν.
οἵ οἱ ἀπεμνήσαντο: οἱ Οὐρανίδαι ἀπεμνημόνευσαν τὴν χάριν τῷ Διί.
Γαῖα κεκεύθει: ἐκ γὰρ τῆς ἀναδόσεως τῆς γῆς γίνονται βρονταί τε καὶ κεραυνοὶ καὶ ἀστραπαί.
κούρην δʼ Ἰαπετός: Ἰαπετὸν τὴν κίνησιν λέγει τοῦ οὐρανοῦ· Κλυμένην δὲ τὴν δόξαν, αὐτὸ τὸ θαυμάζειν καὶ τὸ δοξάζειν. ἐξ ὠκεανοῦ δὲ ἡ ἀνάδοσις τοῦ πόλου. καὶ ἡμεῖς τὸ νοερὸν ἐκ τῆς ἄνω δυνάμεως ἔχομεν.
Ἰαπετός: ἡ περίστροφος τοῦ οὐρανοῦ κίνησις ἡ κύκλῳ τοῦ ἄξονος, περὶ ὃν στρέφεται διὰ τὴν πάλιν καὶ πάλιν γινομένην κίνησιν εἰς ἄπαυστον. οὐ γὰρ λήγει ἐλθὼν εἰς δυσμὰς ὁ οὐρανός.
ἡ δέ οἱ Ἄτλαντα: ἐπʼ ἄξονί τινι λέγουσι στρέφεσθαι τὸν πόλον. Ἄτλας δὲ τὸ καρτερικὸν αὐτοῦ.
Μενοίτιον: τὸ ἐν ἡμῖν θυμῶδες, δυνατὸν ὄν.
ἠδὲ Προμηθέα: Προμηθέα αἰολόμητιν λέγει τὸν ποικίλον τὰς φρένας ἄνθρωπον· ἁμαρτίνοον δὲ Ἐπιμηθέα τὸν κακόβουλον καὶ ἀπρονόητον. Ἐπιμηθεὺς γὰρ ἡ μετὰ τὸ γενέσθαι τὸ ἔργον ἐνθύμησις, ὡς τό ῥεχθὲν δέ τε νήπιος ἔγνω. ἢ ἁμαρτίνοον τὸν σφαλέντα κατὰ τὴν γνῶσιν. τὸ γὰρ θυμικὸν καλύπτει τὸν νοῦν ἀναφλεχθέν· ὁ γὰρ θυμὸς ἐπισκοτήσας τοῦ φονέως τὸν νοῦν, τὸ ἔργον τελέσαι πεποίηκεν· ὅθεν καὶ κολάζεται.
ἁμαρτίνοόν τʼ Ἐπιμηθέα: Προμηθέα τὴν πρόνοιαν· Ἐπιμηθέα τὴν μετὰ τὸ πρᾶξαι ἐνθύμησιν, τὸ ἀπρονόητον, οἷον· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
εἰς Ἔρεβος: ἐπειδὴ κρύπτεται τὸ θυμικόν. ὁ γὰρ φονεύων ὑπὸ τοῦ θυμοῦ νικᾶται καὶ φονεύει· ὅθεν καὶ κολάζεται.
ψολόεντι: τῷ τῇ ψαύσει ὀλλύντι, παρὰ τὸ ψαύειν καὶ ὀλλύειν. ἢ αἰθαλώδει, πυρώδει.
πείρασιν: ἐπειδὴ ἐν τῷ ἄκρῳ τοῦ ἄξονος στρέφεται τὸ στρεφόμενον.
πρόπαρ Ἑσπερίδων: ἀντὶ τοῦ περὶ τὰς Ἑσπερίδας.
δῆσε δʼ ἀλυκτοπέδῃσι: τὸ δεδέσθαι ἐν τῷ σώματι τὸ προνοητικόν, τουτέστι τὴν ψυχήν. τὸ δὲ ἀλυκτοπέδῃσι πλεονάζει τὸ κ· ἀλυτοπέδαις γὰρ ἦν.
μέσον διὰ κίονʼ ἐλάσσας: ἡ ἄγνοια ἡ ἀπὸ τοῦ σώματός ἐστιν ὁ κίων· κίονα δὲ λέγει τὰ Καυκάσια ὄρη. ἄλλως. μέσον διὰ κίονα: ἤτοι διὰ μέσου κίονος δήσας τὸν Προμηθέα, ἢ μέχρι τοῦ μέσου κίονος ἐλάσας καὶ εἰς τὴν γῆν κατακρύψας, ἵνʼ ᾖ περὶ τὸ ἀνώτατον μέρος δεδεμένος ὁ Προμηθεύς.
καί οἱ ἐπʼ αἰετὸν ὦρσε: ἧπαρ τὴν κίνησιν τοῦ λογισμοῦ· ἐν τῷ ἥπατι γὰρ τὰς φρένας εἶναι λέγουσι. τὸν δὲ ἀετὸν βιωτικὰς μερίμνας καὶ ἐφημερινὰς φροντίδας, αἵτινες συνέχουσι τὸν ἄνθρωπον καὶ ἀναλίσκουσι τὰς φρένας ἐφʼ ἡμέραν, ὥσπερ καὶ ἀετὸς τὸ ἧπαρ. νύκτωρ δὲ ἀνακτᾶταί τις τὰς φρένας φροντίδων ἀπαλλαγείς, ὥσπερ ὁ ἀετὸς αὔξει τὸ ἧπαρ. ἢ ἀετὸν ἄλλως λέγει, ὅτι τοῦ λογισμοῦ τὰ κυριώτατα φθείρει ἡ προπέτεια καὶ ἡ ὀξυτάτη πρᾶξις.
νυκτὸς ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις· ἐν ἡμέρᾳ γὰρ ἐλαττοῦται τὸ προνοητικὸν διὰ τοὺς ἐντυγχάνοντας καὶ ποιοῦντας θυμωθῆναι.
Ἡρακλέης ἔκτεινε: τὸν ἥλιον λέγει τῆς ἀναιρέσεως αἴτιον εἶναι καὶ τῆς λύσεως τοῦ ζῴου τούτου, ὃν καὶ Ἡρακλέα καλοῦσιν. ὅταν οὖν ἀποθάνῃ τις, τότε ἀπαλλάσσεται μερίμνης καὶ φροντίδος. ἄλαλκεν οὖν, τῇ δυνάμει ἀπέτρεψεν· οὐ γὰρ ὁ ἀδυνατῶν δύναται βοηθῆσαι. Ἡρακλέης ἔκτεινε: λέγει τὸν Ἡρακλέα, ἤτοι τὸν ἥλιον, αἴτιον εἶναι τῆς ἀναιρέσεως τοῦ τοιούτου ζῴου. ὅταν γὰρ αἱ τῆς ἀρετῆς ἀκτῖνες ἐπὶ τὸν νοῦν ἐπιλάμψωσι, τότε ἀπαλλάσσεται μερίμνης βιωτικῆς. καθʼ ἱστορίαν δὲ ἧπαρ λέγεται παρὰ πολλοῖς ἡ εὔκαρπος γῆ, ἀετὸς δὲ ποταμὸς χώρας τινός, ἧς ἐβασίλευσε Προμηθεύς τις. ὃς δὴ ποταμὸς ὀξέως κατιὼν ἥρπαζε τὴν γὴν πᾶσαν Προμηθέως καὶ ἐδαπάνα. τοῦτον τὸν ποταμὸν Ἡρακλῆς ποτε διορύξας διʼ ἑτέρων τόπων ἐξωχέτευσεν. ὅθεν ἐμυθολογήθη τὸ τοιοῦτον.
Ἰαπετιονίδῃ: ἀντίπτωσίς ἐστιν. ἔδει γὰρ εἰπεῖν Ἰαπετιονίδου.
οὐκ ἀέκητι Ζηνός: οὐκ ἀβουλίᾳ τοῦ Διός, ἵνα μὴ ἀσθένειαν αὐτῷ ἐπιβάλλῃ. εἶπε οὐκ ἀβουλίᾳ, ἀλλʼ ὅμως ἐπιβάλλει τῷ υἱῷ περισσοτέραν δόξαν.
καί περ χωόμενος παύθη χόλου ὃν πρὶν ἔχεσκεν: ἐπαύσατο τῆς ἑαυτοῦ ὀργῆς τιμῶν τὸν Ἡρακλέα.
οὕνεκʼ ἐρίζετο βουλάς: καὶ γὰρ ἤριζεν ὁ ἄνθρωπος ὅμοια ποιῆσαι τῷ θεῷ θνητὸς ὤν· θνητὸς γὰρ θεὸς ὁ ἄνθρωπος.
καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοί: ἐκρίνετο τί θεὸς καὶ τί ἄνθρωπος ἐν τῇ Μηκώνῃ· ἐκρίνετο τίνες θεοὶ ποίους ἀνθρώπους λάχοιεν μετὰ τὸν πόλεμον, ὡς Ὅμηρος· κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας. Μηκώνη δὲ ἡ Σικυὼν λεγομένη· ἔστι δὲ πόλις Ἄργους. λέγει δὲ περὶ μήκους ζωῆς θεῶν καὶ ἀνθρώπων.
Ζηνὸς νόον ἐξαπαφίσκων: πλέον γὰρ τοῦ θεοῦ οἱ ἄνθρωποι ἑαυτοὺς φιλοῦσιν.
τῶ μὲν γάρ: ἐν τῷ ἑνὶ μέρει. τοπικὸν τὸ τῶ, διὰ τοῦτο χωρὶς τοῦ ι γραπτέον. ἔστι δὲ Δώριον, ἀντὶ τοῦ ἐνταῦθα.
καλύψας γαστρί: ἡ γὰρ ἀπάτη πολέμῳ τῷ τοῦ βίου ἐκ τοῦ προνοητικοῦ.
τῶ δʼ αὖτʼ: ἤγουν ἐν τῷ ἑτέρῳ μέρει.
εὐθετίσας: καλῶς διαθείς, καλλωπίσας. τὸ γὰρ οἰκονομήσας διὰ τοῦ η γράφεται.
ὦ πέπον: διὰ τοῦτο, φησίν, ἀνέσχετο χλευασθῆναι, ὅπως εὕρῃ ὥραν τιμωρήσασθαι τὸν Προμηθέα, ἵνα ἄξιος ᾖ μείζονος τιμωρίας. διὰ τοῦτο δὲ τὸν περὶ τοῦ βοὸς μῦθον παρέζευξεν, ἐπειδὴ μόνης τιμῆς τὸ ἀεὶ ὂν δεῖται.
ἑτεροζήλως: ἤγουν τὸ ἓν κάλλιον, ὥστε ζηλοῦν τὸ ἕτερον τῷ ἑτέρῳ. ἢ ἀνίσως, ἀνομοίως, ὡς τὸ ἕτερον μέρος ζηλωτὸν εἶναι διὰ τὸ ἄνισον.
κακὰ δʼ ὄσσετο: διὰ τοῦτο, φησίν, οἷον ἠνέσχετο χλευασθῆναι, ὅπως εὕρῃ ὥραν τιμωρήσασθαι τὸν Προμηθέα.
ὄσσετο: προεώρα, προεσήμαινεν.
ἐκ τοῦ δʼ ἀθανάτοισιν: τῷ μύθῳ ταῦτα παρέζευξεν ἐπειδὴ μόνης τῆς τιμῆς τὰ ἀεὶ ὄντα δεῖται.
Ἰαπετιονίδη: οὐκ ἀπὸ τοῦ Ἰαπετός πρωτοτύπου, ἀλλʼ ἀπὸ τοῦ Ἰαπετίων, ὡς Πανδίων.
ἐκ τούτου δἤπειτα: ἐπειδὴ ἐξ ἐπιτεχνήσεως προνοούμεθα, τὸ δὲ πῦρ ἐκ τοῦ προνοητικοῦ, τούτου χάριν ἡμᾶς ἀπεστέρησεν· αὐτὸν δὲ τὸν Προμηθέα διʼ αὐτὸ ἐτιμωρήσατο, διὰ τὴν κλοπὴν τοῦ πυρός.
οὐκ ἐδίδου μελίοισι πυρὸς μένος ἀκαμάτοιο:τοῦτο ὅμοιον τῷ εἰς τὰ Ἔργα καὶ τὰς Ἡμέρας ῥηθέντι· κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι, καὶ τῷ· ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν. τὸν εὐχερῆ γὰρ καὶ ῥᾷστον βίον ὑπὸ τοῦ θεοῦ κεκρύφθαι φησὶ τοῖς ἀνθρώποις. εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν ἐν μιᾷ ἡμέρᾳ ἐργασάμενον τὸν ἐνιαυτὸν ὅλον ἀργὸν διατελεῖν, ὡς ἐντεῦθεν ἅπαξ πλεύσαντα τὸ πηδάλιον οἴκοι καταθέσθαι καὶ καπνίσαι, διὰ τὸ μὴ σῆψίν τινα ὑπομεῖναι ἐγκειμένης αὐτῷ τῆς ὑγρότητος. ἢ εἴπερ ἐξ ἑτοίμου τὸν πλοῦτον ἐλάμβανον ἄνθρωποι, οὔτε ἔπλεον ἂν οὔτε ἐγεώργουν, ἀλλʼ εἰς δίκας ἕλκοντες ἀλλήλους ἐν σφαγαῖς ἀνηλίσκοντο. ἐπειδὴ οὖν καὶ τὸν δόλον Προμηθέως ἐνόησεν, ὃν ἐπὶ τοῦ βοὸς εἰργάσατο, ὀργισθεὶς οὐκ ἔδωκε τοῖς ἀνθρώποις τὸ πῦρ, ὥσπερ οὐδὲ τὸν εὐχερῆ βίον.
μελίῃσιν: ἀντὶ τοῦ μελιηγενὴς ἢ ἀπό τινος Μελίας οὕτω καλουμένης νύμφης. ἄλλως. ἢ ὅτι ἐξ ἀρχῆς ἐκ Μελιῶν νυμφῶν ἐγεννῶντο οἱ ἄνθρωποι ἢ ὅτι γεννώμενοι ἐρρίπτοντο ὑπὸ ταῖς μελίαις, ἤτοι τοῖς δένδροις.
ἀλλά μιν ἐξηπάτησεν: ἐπειδὴ ἐξ ἐπιτεχνήσεως προνοοῦμεν, τὸ δὲ πῦρ ἐκ τοῦ προνοητικοῦ, τούτου χάριν Προμηθεὺς τὸ πῦρ ἔκλεψε καὶ πανούργως ἐφεῦρε· διὸ καὶ ἐτιμωρήθη. ἐν κοίλῳ δὲ νάρθηκι, ἐπειδὴ πυρὸς φυλακτικὸν ὁ νάρθηξ διὰ τὸ κοῦφον αὐτοῦ. ὅτι, φησίν, ὁ Προμηθεὺς τῷ μὲν Διὶ τὰ ὀστᾶ ἐφήπλωσε μετὰ λίπους, ἑαυτῷ δὲ τὰ πίονα καὶ σαρκωδέστερα ἔνειμε, τούτου χάριν ὁ Ζεὺς ὀργισθεὶς ἔκρυψε τὸ πῦρ, ἀλλὰ καὶ τοῦτο πάλιν ὁ Προμηθεὺς ὑφελόμενος δέδωκε τοῖς ἀνθρώποις. τί δὴ βούλεται τὰ ὀστᾶ βοός; τὸ τῆς ἀληθείας ἐπικάλυμμα ἐλάνθανε. Ζεὺς ἡ πρόνοια καὶ παρὰ τῷ ποιητῇ καὶ πολλαχοῦ λαμβάνεται· καὶ νῦν οὑτωσὶ λαμβανόμενος χώραν ἂν ἔχοι. διττοῦ δὲ ὄντος τοῦ ἡμετέρου νοῦ, ἡ μὲν πρὸ τῶν ἔργων βουλὴ καὶ τὸ προβουλευτικὸν καὶ ὥσπερ λεπτότερον καὶ ἔνθεον λέγεται Προμηθεύς, τὸ δὲ μετὰ τὸ κακῶς ἀποβῆναι τὰ πράγματα, μετὰ τὸ καταβεβηκέναι, ὡς πρὸς τὸ παχύτερόν τε καὶ χαλαρώτερον ὄνομα τὸ Ἐπιμηθεὺς ἐκληρώσατο. Ἰαπετὸς δέ ἐστι τούτων πατήρ, ἡ τοῦ οὐρανοῦ ὀξεῖα κίνησις. οὐρανῷ δὲ ἀναλογοίη ἂν ἡ ἀνθρωπίνη κεφαλὴ διὰ τὸ σφαιροειδές. ὁ γοῦν τοιοῦτος Προμηθεὺς συνὼν τῷ Διί, δηλαδὴ τῇ προνοίᾳ, ἐξηπάτησεν αὐτὸν τῇ ἐπιμοιρασίᾳ. δόγμα γάρ ἐστιν Ἐμπεδόκλειον ὃ βούλεται τὰς πάσας τῶν ἀνθρώπων ψυχὰς εἶναι καὶ προϋφεστάναι παρὰ τῷ δημιουργῷ καὶ τῇ προνοίᾳ καὶ προκόπτειν ἐκεῖ καὶ ἀναβαίνειν εἰς τελεωτέρους βαθμούς· ἐπειδὰν δὲ πρὸς τὰ γήϊνα ταυτὶ καὶ φθαρτὰ τὴν ὁρμὴν μετατρέψαιεν, εὐθὺς αὐτὸ τοῦτο λαμβάνουσιν ἐπιτίμιον, τὸ ἐκεῖθεν μεταπεσεῖν ἐπὶ τὰ σώματα καὶ τὴν μετὰ τούτων διαγωγήν. διὸ καὶ ὁ ποιητὴς οὗτος ἐν τοῖς ὄπισθεν τὴν χείρονά φησιν Ἔριν ὑπʼ ἀνάγκης τιμᾶσθαι παρὰ τῶν ἀνθρώπων διὰ τὴν ἄλογον ζωὴν εἰς σῶμα πεσούσης τῆς ψυχῆς· καὶ τοῦτο κατὰ βούλησιν γεγονέναι τοῦ θεοῦ, τὸ τῇ ἀνάγκῃ ταύτῃ συσχεθῆναι, ἵνα δηλονότι μισῶσι τὸ μετὰ σώματος ζῆν. οὐ γὰρ ἐνδέχεται σώματι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν. ἕτεροι δὲ τῷ Ἐμπεδοκλεῖ ἐναντιούμενοι ἀνάπαλιν μᾶλλόν φασι τὴν εἰς τὸ σῶμα λαμβάνειν διαγωγήν, ὅταν κατʼ ἀρετὴν τέως ὑπεραναβῶσι, καὶ τοῦτο λαμβάνειν ἔπαθλον ἀρετῆς. τέως γοῦν, κατὰ τὴν δοκοῦσαν τῷ Ἐμπεδοκλεῖ προϋπόστασιν τῶν ψυχῶν, συνόντος τοῦ Προμηθέως τῷ Διί, τουτέστι τοῦ προβουλευτικοῦ τῶν ψυχῶν νοῦ, ἠπατήθη παρʼ αὐτοῦ παραλαβὼν τὰ ὀστᾶ. τοῦτο δὲ τοιοῦτόν ἐστι. τῷ μὲν πρώτῳ νοΐ, τῷ Διί, ἀπεκλήρωσε τὸ τῇ ἀσαρκίᾳ καὶ ἀτροφίᾳ ἐνηδύνεσθαι, ὧν ἡ μὲν ἡδονὴ διὰ τῆς πιμελῆς δηλοῦται, τὸ δὲ τῶν ὀστῶν ξηρόν τε καὶ ἄνικμον καὶ τελέως γυμνὸν τὴν ἀσαρκίαν καὶ ἀτροφίαν παραγυμνοῖ· ἑαυτῷ δὲ ἀπένειμε τὰ σαρκώδη τε καὶ παχύτερα, τουτέστι τὴν μὲν πρόνοιαν εἴασε τῇ συνήθει ἀσαρκίᾳ ἐνηδύνεσθαι, αὐτὸς δὲ πρὸς τὰ γήϊνα ἔνευσε. τοῦτο πρῶτον ἁμάρτημα τοῦ νοῦ. δεύτερον δὲ ὁ Ζεὺς ὀργισθεὶς παρακατέσχε τὴν ἄπονον καὶ νοερὰν ζωήν, ὃ καὶ πῦρ ἔφη. ὡς γὰρ τὸ πῦρ ἀφανὲς πρὸ τοῦ δράξασθαι ὕλης, οὕτω καὶ ἡ τοιαύτη ζωή. ὁ γοῦν Προμηθεὺς καὶ τὸ πῦρ ἐν κοίλῳ νάρθηκι λαθὼν ἀπεσύλησεν· ἡ δὲ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλότριον· πᾶσα γὰρ κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου μετάθεσίς ἐστι· μετέθετο γοῦν τὴν ζωὴν ἀπὸ τῶν νοερῶν εἰς τὰ αἰσθητά. νάρθηξ δέ ἐστι τὸ σῶμα· ὡς γὰρ ὁ νάρθηξ στέγει τὸ πῦρ, οὕτω καὶ τὴν ψυχὴν ἡ σάρξ· καὶ ὡς ὁ νάρθηξ σαθρὸν καὶ ἀραιόν, οὕτω δὴ καὶ τὸ σῶμα. ἐπεὶ γοῦν οὕτω συνέβη ταυτὶ καὶ ἠθέλησεν ὁ Προμηθεὺς μεταθεῖναι τὴν καλὴν ἐκείνην ζωὴν καὶ διαγωγὴν ἐπὶ τὰ σαρκικὰ καὶ φθαρτά, τούτου χάριν ὀργισθεῖσα ἡ πρόνοια ἐκ τεσσάρων στοιχείων συνέστησε σῶμα. καὶ ὁ μὲν ποιητὴς τὰ τρία κατέλεξεν· ἔστι δὲ συνεκδοχὴ ὁ τρόπος καὶ λαμβάνομεν μετὰ τούτων καὶ τὸ ἕτερον. ἐνέθετο δὲ τῷ σώματι καὶ αὐδήν, ἤτοι φωνητικὰ ὄργανα. τινὲς δὲ τὴν ἄλογον ζωὴν καὶ διαγωγὴν ἐκλαμβάνουσι τὰ κατὰ τὴν πλάσιν τοῦ σώματος, ὅτι καὶ γυναῖκά φησιν οὐχὶ ἄνδρα· αὐτὴν δʼ οὖν πεποίηκεν ἔχειν θέαν ἀθανάτων. τὸ μὲν οὖν τῆς γυναικὸς εἶδος τὸ ἔκλυτον καὶ ἀσθενὲς τῆς σαρκὸς δηλοῖ ἢ τὸ ἐπέραστον. τὸ δὲ ἀθανάτοις ὁμοιοῦσθαι διὰ τὸ παράμονον. τὸ δὲ καὶ παρθένον εἶναι διὰ τὸ ἀκμάζειν· ἀεὶ γὰρ ὁ καθόλου ἄνθρωπος ἐστὶ καὶ ἀεὶ γεννᾶται καὶ ἀκμάζει, κἂν οἱ κατὰ μέρος φθείρωνται. ἢ τὸ «ἀθανάτοις δὲ θεαῖς εἰς ὦπα ἐίσκειν» ὡς μυθικὸν ἁπλῶς τέθειται καὶ εἰς ἐπικάλυψιν τῆς ἀληθείας· ἢ ὅτι πεποίηκε τὸν ἄνθρωπον ἐλεύθερον κατὰ τοὺς θεούς, ὅπερ οὐδὲν τῶν ἄλλων ζῴων ἔχει· ἢ ὅτι τὰ μὲν ἄλλα ζῷα κάτω βλέπει καὶ περὶ γῆν, μόνος δὲ ὁ ἄνθρωπος ἄνω.
τηλέσκοπον: προπαροξυτόνως ὡς παθητικόν. ἔστι δὲ τὸ πόρρωθεν ὁρώμενον.
νάρθηκι: ἐπειδὴ πυρὸς φυλακτήριος ὁ νάρθηξ ἐστίν.
Ἀμφιγυήεις: ἡ γὰρ θερμὴ οὐσία αἰτία τῆς ζωογονίας.
ζῶσε δέ: ἐπειδὴ μετὰ μηχανῆς γίνεται. ἀθετεῖ δὲ ἐνταῦθα ὁ Σέλευκος δώδεκα στίχους. ἀπρεπὲς γὰρ θεὰν οὖσαν τὴν Ἀθηνᾶν κοσμεῖν γυναῖκα.
ἀμφὶ δέ οἱ: κόσμος κεφαλῆς ἡ στεφάνη. ἔχον δὲ χρυσείας τρίχας τὸ φορούμενον ἐχαρακτήριζε τὴν φοροῦσαν.
κνώδαλʼ: θηρία, κυνόδαλά τινα ὄντα, παρὰ τὸ ὑπὸ κυνῶν αὐτὰ ἁλίσκεσθαι. κυρίως δὲ τὰ τῆς θαλάσσης ζῷα, διὰ τὸ ἐν αὐτῇ κινεῖσθαι, ἤγουν τῇ ἁλί· νῦν δὲ καταχρηστικῶς.
καλὸν κακόν: ἥτις καλὸν λέγεται. καλὸν μὲν ὅσον τὸ πρὸς συνουσίαν· τὸ μετὰ ταύτην δὲ κακόν.
ἀντʼ ἀγαθοῖο: ἀντὶ τοῦ πυρὸς καλὸν κακὸν ἡ γυνὴ κατεσκεύαστο. ἐξήγαγε δέ, ἐπειδὴ ἡ φύσις ἐξ ἀφανοῦς δείκνυται.
κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης:τῷ παρʼ αὐτῆς μηχανήματι.
οὐ σύμφοροι: ὁ λόγος· οὐ φέρουσι γὰρ τὴν πενίαν μετὰ τῶν ἀνδρῶν, ἀλλὰ τὴν τρυφὴν μόνην.
κόροιο: τὰς εἰς ου ληγούσας γενικάς, ὧν αἱ ὀρθαὶ εἰς ος λήγουσιν, οἱ Θεσσαλοὶ καὶ οἱ Βοιωτοὶ διὰ τοῦ οιο ἐκφέρουσι ἐπὶ γενικῆς.
ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι: αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα. διὰ τοῦτο σιμὰς ἐκάλουν τὰς μελίσσας, καὶ ἐκ τούτου σίμβλους τὰ κύβεθρα· ἢ σίμβλους, οἱονεὶ σιμοβόλους, ἐκ τοῦ σιμὰς καλεῖσθαι τὰς μελίσσας, ὡς εἴρηται, διὰ τὸ μὴ ἔχειν ὀξὺ κέντρον.
κατὰ σίμβλους: σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας. αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα· καὶ ἐκ τούτου σίμβλους τὰ κύβεθρα, οἱονεὶ σιμοβόλους.
ἀμῶνται: ἀπὸ μεταφορᾶς τῶν θεριζόντων οἱονεὶ ἀθρόως ἐκφοροῦνται.
ἕτερον δὲ πόρε κακὸν ἀντʼ ἀγαθοῖο: ἤτοι τοῦ πυρὸς ἢ τοῦ μὴ γαμεῖν. ἢ τοῦτό φησιν, ὅτι ὁ μὴ γήμας ἕτερον ἔχει κακόν, τὸ μὴ γηροβοσκεῖσθαι. ἢ οὕτως. ἀγαθὸν τὸ μὴ γαμεῖν, ἀλλὰ κακὸν τὸ μὴ ἔχειν γηροβοσκοὺς καὶ κληρονόμους.
οὐ βιότου ἐπιδευὴς ζώει: καὶ οὗτος μὴ ὢν ἐνδεὴς πλούτου ζῇ.
κτῆσιν δατέονται χηρωσταί: ἀλλότριοι ἢ οἱ πόρρωθεν συγγενεῖς· διότι χηρεύοντος τοῦ οἴκου καὶ ἐρήμου ὄντος τέκνων αὐτοὶ κληρονομοῦσι.
ἀντιφερίζει: γράφεται οὕτως· ἴσον ἔχει τοῦ κακοῦ τὸ ἀγαθόν.
ἔμμεναι: τὸ ἔμμεναι παρέλκεται ὥσπερ Ἀττικόν.
ἀταρτηροῖο γενέθλης: σκληρᾶς, χαλεπῆς, ἀπὸ κακῆς γενεᾶς. ὃς οὖν εἰς γάμον ἐλθὼν τύχῃ βλαβερᾶς καὶ κακίστης γενεᾶς, ζῇ ἀνιαρῶς.
ἀκάκητα Προμηθεύς: ὁ μηδένα κακῶν ἢ ὁ κακωθῆναι μὴ δυνάμενος. Ἀκακήσιον δὲ ὄρος Ἀρκαδίας ἔνθα ἐτιμᾶτο ὁ Προμηθεύς.
Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο: Βριάρεῳ δὲ καὶ Κόττῳ καὶ Γύγῃ, οὓς ὁ Οὐρανὸς ἀπέκρυβεν.
ἠνορέην: τὴν ἰδίαν ἀνδρείαν.
ἀγώμενος: θαυμάζων διὰ τὸ τερατῶδες τῆς φύσεως ἢ φθονῶν ἢ ἐκπληττόμενος.
εἵατο: περὶ αὐτὸν … ἦσαν ἢ ἐκαθέζοντο. εἰ μὲν ψιλῶς, ἦσαν· εἰ δὲ δασέως, ἐκαθέζοντο.
φραδμοσύνῃσι: ταῖς βουλαῖς καὶ γνώμαις τῆς Γῆς. ἡ γὰρ Γῆ εἶπεν αὐτοῖς ὅτι σὺν τούτοις νικᾶτε τοὺς Τιτᾶνας.
δηρὸν γὰρ μάρναντο: μάχη ἁπλῶς τῶν θεῶν πρὸς τοὺς Τιτᾶνας, τὴν μεριστὴν φύσιν, τὸ μὴ εἰς ταὐτὸν συνιέναι τὴν νοερὰν καὶ σωματικὴν φύσιν. οἱ μὲν ἀπʼ Ὀλύμπου μάχονται τοῦ ὄλλυσθαι μήποτε, οἱ δὲ ἐξ Ὄθρυος, ὅθι τὸ ῥευστὸν καὶ ἡ ῥύσις. δέκα δὲ ἔτη ἐμάχοντο, ἵνα τὴν μάχην τὴν πλείστην δηλώσωσιν· οὐ γὰρ πλεῖον τῶν δέκα· διὸ καὶ τοσαῦτα ἔτη περὶ Ἑλένης, τῆς ὕλης, τὰ ἐναντία, Τρῶες καὶ Ἕλληνες, ἐμάχοντο.
Ὄθρυος: ὄρος Θεσσαλίας.
ἶσον δὲ τέλος τέτατο πολέμοιο: οὐ γὰρ ἡ νίκη τῶν θείων πρὸς ὁμογενῆ τὰ ῥευστὰ γίνεται, ἀλλʼ ἀνόμοια τὰ μαχόμενα· δεῖ δὲ νικᾶσθαι ὑπὸ ὁμοφύλου τὰ ἡττώμενα, ἵνα καὶ ὄντως ᾖ νίκη. διὸ καὶ ὡς Βριάρεως καὶ Κόττος ἅμα τῷ Γύγῃ παραλαμβάνονται εἰς τὴν τῶν μεριστῶν νίκην. σῶμα γὰρ ὁ οὐρανὸς ὢν καὶ διὰ τοῦτο μεριστόν, ἄφθαρτον δὲ διαμένον, ὥς φασιν οἱ ταῦτα λέγοντες, νικῴη ἂν εὐλόγως τὰ ῥευστὰ σώματα. καὶ οὕτως γίνεται ἡ νίκη, σωμάτων πρὸς σωμάτων, ἀλλʼ οὐκ ἀσωμάτων πρὸς σωμάτων· τοῦτο γὰρ οὐ νίκη.
ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἅρματα: κυρίως ἅρματα, καταστρέφει δὲ εἰς τὸ ὑγιές· ἀλλʼ ὅτε, φησί, ἐποίησεν αὐτοὺς μετασχεῖν τῆς μοίρας τῶν θεῶν, τὸν Βριάρεων καὶ Κόττον καὶ Γύγην. ἀλλʼ ὅτε δή: ἀλλʼ ὅτε ἐκείνους, τὸν Βριάρεων, τὸν Κόττον, τὸν Γύγην, ἐποίησαν μετασχεῖν τῆς μοίρας τῶν θεῶν καὶ αὐτοὶ ἔφαγον τὴν θείαν τροφήν, πάντων ὁ θυμὸς ηὐξάνετο. τὸ δὲ ἄρμενα, ἁρμόδια ἢ ἅρματα· ἅρματα γὰρ τὰς τροφὰς καὶ προσάρματα ἐκάλουν. καταστρέφει δὲ καὶ ταῦτα εἰς τὸ ὑγιές.
τά περ θεοὶ αὐτοὶ ἔδουσι: τὸ ἀΐδιον τοῖς οὐρανίοις δέδοται σώμασι· καὶ οὕτω νικῶσι τοὺς ἄλλους Τιτᾶνας, τὴν μεριστὴν φύσιν.
μνησάμενοι φιλότητος: μνημονεύσατε, φησίν, ὅτι τεταρταρωμένους ἔσωσα ὑμᾶς καὶ ἤγαγον εἰς φῶς.
δυσηλεγέος: δυσφροντίστου, δυσεκλύτου ἢ κακοήχου.
Κόττος: ὁ δίκαιος χόλος καὶ ἡ ὀργή.
οὐκ ἀδάητα: οὐκ ἀσύνετα, οὐκ ἄγνωστα ἡμῖν, ἀλλὰ γνωστά· οὐκ ἀδίδακτα, οὐκ ἀφανῆ, ἀλλʼ εἰδόσι λαλεῖς. καὶ οἴδαμεν ὅτι πάντα οἶδας καὶ περιέχεις πάντων. οὐκ ἀδάητα πιφαύσκεαι: οὐκ ἀσύνετα, οὐκ ἄγνωστα, οὐκ ἀδίδακτα, ἀλλὰ γνωστὰ καὶ διδακτὰ ἡμῖν· εἰδόσι γὰρ λέγεις.
ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο: ἤγουν βοηθὸς ἐγένου τοῖς θεοῖς τῆς χαλεπῆς βλάβης.
ἀτενεῖ τε νόῳ: συνεχεῖ, προθύμῳ νοΐ. ἄλλως. ἀτενεῖ· ἄγαν τεταμένῳ, προθύμῳ, σκληρῷ καὶ δυνατῷ· ἀμετατρέπτῳ τῷ νοῒ ῥυσόμεθα τὸ ὑμῶν κράτος.
ὑμόν: τὸ ὑμέτερον Δωρικῶς.
μαρνάμενοι Τιτῆσι: λαβὼν ὁ θεός, φησὶ Πλάτων, τόδε τὸ πᾶν πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν αὐτὸ ἤγαγε· καὶ τοῦτο ἡ μάχη τῶν στοιχείων. ταῦτα γὰρ Τιτᾶνες, ἡ πλημμέλεια καὶ ἡ ἀταξία.
μᾶλλον ἔτʼ ἤ: ὅτε δηλαδὴ ἔλαβον συμμαχίαν.
ἀμέγαρτον: ἀζήλωτον, μεγάλην.
ἐπέφυκον: ἀντὶ τοῦ ἐπεφύκεισαν. τὸ δὲ πέφυκα, παρακείμενος ὄν, πεφύκω Δωρικῶς γέγονε καὶ ὅμοιον ἐνεστῶτι ἀναδεξάμενον χαρακτῆρα εἰς τὸν ἐπέφυκον παρατατικὸν ἔκλινεν. ἐξ ὤμων: τὸ ἐπέφυκον ἀντὶ τοῦ ἐπεφύκεσαν. ἰστέον ὅτι ὁ πέφυκα παρακείμενος, πεφύκω Δωρικῶς γενόμενος, ἐνεστῶτος δηλαδὴ ἀναδεξάμενος χαρακτῆρα, τὸν ἐπέφυκον παρατατικὸν ποιεῖ.
προφρονέως: προθύμως ταῖς χερσὶ καὶ τῇ δυνάμει ὁμοῦ ἔφαινον τὸ ἔργον αὐτῶν, τουτέστι τῆς ἰσχύος καὶ τῆς τέχνης.
ἔνοσις: σεισμὸς ἐγένετο τῇ μεγάλῃ βοῇ τῶν ποδῶν αὐτῶν. ἢ ὁ σεισμὸς καὶ ἡ κίνησις τῶν ποδῶν αὐτῶν καὶ ἡ μεγάλη βοὴ τοῦ θορύβου τῶν βελῶν ἀφίκετο μέχρι τοῦ Ταρτάρου· ὃ καὶ ἄμεινον.
ἰωή: νῦν πορεία παρὰ τὸ ἰέναι.
ὣς ἄρʼ ἐπʼ ἀλλήλοις: οὕτως ἐπʼ ἀλλήλοις ἐπέφερον τὰ στονόεντα βέλη.
οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος: τὴν ἰδίαν δύναμιν οὐδαμῶς ἐκράτησεν.
ἴκταρ: εὐθέως ἐκ τοῦ σύνεγγυς, ὡς ἀπὸ τοῦ ἱκνοῦμαι· ἴκταρ, ἰκτικῶς, ταχέως. ἢ ἀντὶ τοῦ ἐγγὺς ἐκ τοῦ παρεπομένου, ἐπειδὴ ὁ ἀφικνούμενος ἐγγὺς γίνεται. χρῶνται δὲ οἱ τραγικοὶ ταύτῃ τῇ λέξει.
εἰλυφόωντες: ἀποστάζοντες, συστρέφοντες, τὸ πῦρ πανταχοῦ περιάγοντες.
φερέσβιος: ἡ τὴν ζωὴν φέρουσα.
εἴσατο δʼ ἄντα: ἀντὶ τοῦ ἔδοξεν ὁρώμενα ἐξ ἐναντίας, ἢ ἐφαίνετο τοῖς ὁρῶσι τῇ ὥρᾳ ἐκείνῃ καὶ τοῖς ἀκούουσιν, ὡς ὁπότε τῇ γῇ ἐμίσγετο ὁ οὐρανός· οὕτως ἦν ἀκαταστασία.
τῆς μὲν ἐρειπομένης: τῆς γῆς ἐρριμμένης ἢ ὑπομενούσης ἢ πληττομένης ὑπὸ τοῦ οὐρανοῦ. ἄλλως. ἐρειπομένης, τουτέστιν ἐρριμμένης· ἐξεριπόντος δέ, τοῦ οὐρανοῦ ἐπικειμένου.
σὺν δʼ ἄνεμοι: οἱ δὲ ἄνεμοι σεισμοὺς καὶ κόνιν ἐποίουν, ἠχοῦντες συνετάρασσον.
κῆλα Διός: τὰ καυστικὰ σημεῖα.
ὄτοβος δʼ ἄπλητος: θόρυβος, ψόφος. διὰ τὸ ἀσαφὲς τοῦτο λέγει· ὄτοβος γὰρ ἡ διὰ τῶν ὤτων βοή. γράφεται καὶ κόναβος καὶ σημαίνει καὶ αὕτη ἡ λέξις τὸν θόρυβον.
κάρτος δʼ ἀνεφαίνετο ἔργων: ἡ ἰσχὺς τῶν ἔργων ἐφαίνετο.
πρὶν δʼ ἀλλήλοις ἐπέχοντες: ἀνθιστάμενοι, ἐμποδίζοντες τὸ πρότερον ἀλλήλους· νῦν ἐκλίνθη ἡ μάχη.
οἱ δʼ ἄρʼ: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ. θέλει γὰρ εἰπεῖν οὗτοι γάρ.
μάχην δριμεῖαν: ἐκ μεταφορᾶς τῶν ὠδινουσῶν. Ὅμηρος· ὡς δʼ ὅτε ὠδίνουσαν ἔχει βέλος ὀξὺ γυναῖκα, δριμύ, τό τε προϊεῖσι.
κατὰ δʼ ἐσκίασαν βελέεσσι: κατεσκέπασαν δὲ αὐτοὺς τῷ πλήθει τῶν βελῶν.
τόσσον ἔνερθʼ ὑπὸ γαίης: ἕνεκεν διδασκαλίας λογικῆς. οὐκ εἰδὼς γὰρ ἢ ἀπὸ ἱστορίας ἢ πείρας τινὸς λέγει καὶ πρὸς τὴν δόξαν τῶν ἀνθρώπων πλάττει.
Τάρταρον: τὸν τεταραγμένον ἀέρα καὶ ἄστατον.
τριστοιχεί: κατὰ τρεῖς τάξεις εἰς τὸ αὐτό· τριπλῇ, ὡς ἂν πλείστη καὶ ἄπειρος.
περὶ δειρήν: περὶ τὸ ἄκρον καὶ τὸ ἀνώτατον μέρος τοῦ Ταρτάρου πρὸς τῷ Ἅιδῃ, περὶ ὅν, φησί, κέχυται πολλὴ νύξ· τὸ γὰρ τριστοιχεὶ πολυστοιχεί.
αὐτὰρ ὕπερθεν: ἐπάνω τοῦ Ταρτάρου κεῖται ἡ γῆ καὶ ἡ θάλασσα. γῆς ῥίζαι πεφύκασιν, ἀντὶ τοῦ ἐκεῖ ῥίζαι τοῦ κόσμου. ἡ μεταφορὰ ἀπὸ τῶν φυτῶν.
τοῖς οὐκ ἐξιτόν ἐστι: λείπει ἡ διά, ἵνʼ ᾖ διὰ τούτων τῶν ῥιζῶν οὐκ ἐκβαδιστέον, οὐ πορευτέον.
θύρας δʼ ἐπέθηκε: διότι ὁ αὐτὸς Ἐννοσίγαιος ὁ τὴν γῆν συνέχων.
τεῖχος δὲ περίκειται ἀμφοτέρωθεν: περιέχει ἐκ μήκους καὶ πλάτους. ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐντὸς τοῦ Ταρτάρου καὶ ἐκτός, τεῖχος περιτρέχει.
ἔνθα Γύγης Κόττος τε: ἐκεῖ ἡ ὀργὴ τῶν θεῶν ἐπέχει τὰ πλημμελήματα καὶ τὰς δυσφημίας τῶν ἀνθρώπων. δεῖ δὲ νοεῖν ὅτι οὗτοι ἐκτὸς τοῦ τείχους ἐπιτηροῦσι τοὺς Τιτᾶνας. οὐ γὰρ ἐν τοῖς Τιτᾶσι δεῖ νοεῖν οἰκοῦντας τούτους.
ἔνθα δὲ γῆς δνοφερῆς: ἐκεῖ καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ Ταρτάρου καὶ τοῦ πόντου καὶ πάντων αἱ ἀρχαὶ καὶ τὰ τέλη εἰσίν, ἐπειδὴ ἄναρχα ταῦτα. τὸ γὰρ ὕδωρ ἄναρχον, ἐξ οὗ τὰ πάντα.
ἑξείης πάντων πηγαί: πάντων ἡ ἀρχὴ ἐκ τοῦ Ταρτάρου ἐκφέρεται καὶ ἐκεῖ ἀποτελεῖται.
εὐρώεντα: εὐρώεντα λέγει τὰ πλατέα καὶ σεσηπότα, ἐπεὶ ταῦτα ὥσπερ εὐρύτερα γίνεται.
οὐδέ κε πάντα: ἐπειδὴ ἀφανὴς ἡ τούτων ἀρχὴ καὶ τὸ τέλος, οὐδʼ εἰς πάντα, φησί, τὸν ἐνιαυτὸν δυνηθείη φθάσαι τὸ βάθος, ἐὰν μόνον φθάσῃ περᾶσαι τὸν οὐδόν, ἀλλʼ ἄνεμοι περιφέρουσιν αὐτόν. λείπει δὲ τὸ τις, οἷον οὐδʼ ἄν τις.
τελεσφόρον: τὸν τετελειωμένον καὶ πεπληρωμένον.
καὶ Νυκτὸς ἐρεμνῆς: καὶ τῆς Νυκτὸς τὰ δεινὰ οἰκήματα ἐκεῖ ἐστὶ νεφέλῃ κεκαλυμμένα. πρὸ δὲ τῶν οἰκημάτων ὁ Ἰαπετιονίδης ἵσταται τὸν οὐρανὸν βαστάζων, ὅπου καὶ ἡ Νὺξ καὶ ἡ Ἡμέρα χωριζόμεναι ἀπʼ ἀλλήλων προσαγορεύουσιν ἀπαντῶσαι ἀλλήλας.
τῶν πρόσθʼ Ἰαπετοῖο: πρὸ τῶν οἴκων δηλονότι τῆς Νυκτός. μαχόμενα τὰ ἐπὶ τῷ Ἄτλαντι. εἰ γὰρ ἐννέα ἡμερῶν διάστημα ὁ ἄκμων καταβαίνει ἐπὶ τῆς γῆς, πῶς οἷόν τε τὸν Ἄτλαντα ἐπὶ τῆς γῆς ἑστῶτα βαστάζειν τὸν οὐρανόν; Ὁμήρου εἰπόντος· ἔχει δέ τε κίονας αὐτός ἀντὶ τοῦ ἐπιμελείας ἀξιοῖ ἢ φυλάττει, ὡς καὶ ἐν ἄλλω· καί μοι κῆπον ἔχει πολυδένδρεον. ὁ δὲ Ἡσίοδος ἀντὶ τοῦ κατέχει καὶ φέρει ἤκουσεν.
πολυδερκές: πολύβλεπτον καὶ πᾶσι βλεπόμενον.
Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί: ὁ μὲν αἰωνίως δαμάζει, ὁ δὲ πρὸς ὀλίγην ὥραν. ἐκ τῶν παρεπομένων δὲ τοῖς ἀνθρώποις πλάττει.
ἔνθα θεοῦ χθονίου: ἐν τοῖς οἰκήμασι τῆς Νυκτός. τὸ δὲ χθονίου ἢ τοῦ καταχθονίου ἢ τοῦ στυγνοῦ, ὡς Ἀνακρέων χθόνιον δʼ ἐμαυτὸν ἦγον.
δεινὸς δὲ κύων: δεινὸν δὲ κύνα λέγει τὸν Κέρβερον ἤτοι τὸν φυλακτικόν.
δεινὴ Στύξ: δεινὴ θεός, ὅτι τοὺς ἐπιορκοῦντας εἰς αὐτὴν βασανίζει.
ἀψορρόου Ὠκεανοῖο: αὐτὸς γὰρ ἐξ αὑτοῦ τὰς πηγὰς ἔχων πάλιν εἰς ἑαυτὸν ἀναστρέφει. ἢ ὅτι αἱ ἀναθυμιάσεις, διʼ ὧν νεφέλαι καὶ ὄμβροι συνίστανται, ἐξ αὐτοῦ τὴν γένεσιν ἔχουσαι εἰς αὐτὸν πάλιν ἐπαναστρέφουσιν.
μακρῇσι πέτρῃσι: ταῖς μεγάλαις. διὰ τὸ ἀπὸ πετρῶν εἶναι τὸ ὕδωρ.
κατηρεφέʼ: ἐστεγασμένα.
κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται:εἰς ὑπερβολὴν καὶ ἀδύνατον· οὐ γὰρ ἄχρις οὐρανοῦ οἱ κίονες ἐκ Ταρτάρου. ἢ διὰ τὴν ἀνάδοσιν τοῦ εἰς οὐρανὸν ὕδατος.
παῦρα: ὡσὰν ὀλιγάκις· ὄνομα ἀντὶ ἐπιρρήματος.
Θαύμαντος: διὰ τὸ θαῦμα ἐμποιεῖν.
Ἶριν ἔπεμψε: τῆς γῆς καὶ τῆς θαλάσσης αἱ ῥίζαι ἐν τῷ Ταρτάρῳ. διὰ τοῦτο ἡ Ἶρις διὰ θαλάσσης εἰς Τάρταρον πέμπεται.
ἐνεῖκαι: ὡς ὑπὸ ὑποτακτικῷ θέματι γέγονεν ἐκ τοῦ ἐνέγκω, ἐνέγξω ἢ ἀπὸ τοῦ ἐνείκω.
προχόῳ: ξέστῃ.
πολυώνυμον ὕδωρ: ἤτοι ἔνδοξον ἢ πολλάκις ὑπὸ πολλῶν ὀνομαζόμενον διὰ τοὺς ὅρκους ἢ ἐν πολλοῖς τόποις ὄν.
πολλὸν δὲ ὑπὸ χθονός: πολὺ δὲ ὑπὸ τὴν γῆν διὰ τοῦ Ὠκεανοῦ λαθραίως παρέρχεται τὸ ὕδωρ τῆς Στυγὸς καὶ οὕτως ὡς ἐν ὀχετῷ κεκρυμμένως διαβαίνει καὶ ἀναβαίνει … πρὸς τὰς πέτρας, ὅθεν καὶ φαίνεται. ἔστι δὲ τὸ ὕδωρ τῆς Στυγὸς δέκατον μέρος τοῦ Ὠκεανοῦ ὕδατος, ὡς ἔχειν τὸ πᾶν ὕδωρ τοῦ Ὠκεανοῦ μοίρας δέκα· τοῦ μὲν ἐννέα, τῆς δὲ μία ἐκ τοῦ Ὠκεανοῦ.
διὰ νύκτα: καθὸ ὑποκάτω φέρεται τὸ ὕδωρ.
Ὠκεανοῖο κέρας: μέρος τῆς τοῦ ὕδατος ῥύσεως.
δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται: οὐκ ἀπὸ ἱστορίας· χαίρει δὲ τῷ ἀριθμῷ.
εἱλιγμένος: εἰλούμενος κύκλῳ.
νήυτμος: ἄπνους. τὸ γὰρ νη στερητικόν.
ἆσσον: πλησίον τῆς βρώσεως τῶν θεῶν παραγίνεται.
ἄναυδος: τὸ ἀπαρρησίαστον τῶν ἀσεβῶν χαρακτηρίζει.
κῶμα: κοίμημα· ὁ νόθος ὕπνος ὁ καλούμενος κάρος.
αὐτὰρ ἐπεὶ νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν: διὰ τοῦτο ἐν μακρονοσίᾳ ἐξετάζεσθαί φησιν τὸν ἀσεβῆ, ἐπειδὴ πολλοὶ τοῦ συντόμου θανάτου κατατρέχουσιν πρὸς τὸ ταχέως ἀπαλλάττεσθαι τῶν κακῶν.
εἰνάετες δέ: ὁ δέ ἀντὶ τοῦ δή.
ἀπαμείρεται: σημαίνει τὸ ἀποχωρίζεται.
δεκάτῳ δὲ μίσγεται: ἵνα δῷ ἐλπίδα μεταβολῆς τῷ δικαιοπραγήσαντι.
εἰρέας: τὰ συνέδρια, τὰς ὁμιλίας τῶν θεῶν, τὰς ἐκκλησίας.
ὠγύγιον: παλαιόν· ἀπὸ Ὠγύγου πρώτου βασιλεύσαντος Θηβῶν. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀρχαίου καὶ ἐπὶ τοῦ μεγάλου τάττεσθαι.
καταστυφέλου: σκληροῦ, τραχέος.
διὰ τὴν παρέκβασιν ἐπαναλαμβάνει.
ἀστεμφής: διὰ τὸ ἀμετάθετον· βεβαίως καὶ ἀμετακινήτως ἑστώς.
διηνεκέεσσι: ἀντὶ τοῦ διατεταμέναις, διηκούσαις, συνεχέσιν.
αὐτοφυής: μονόβολος, ἐξ αὐτοῦ τοῦ τόπου, οὐχ ὅπου ἡ Στὺξ ἀλλʼ ἐκ τοῦ Ταρτάρου.
ἐρισμαράγοιο: μεγαλοήχου διὰ τὰς βροντάς.
Κυμοπόλειαν: τὴν κίνησιν τῶν κυμάτων.
Τυφωέα: τῶν ταραχωδῶν πνευμάτων τὴν ἀνάδοσιν θέλουσί τινες εἶναι τὴν ἐκ τῆς γῆς· τύφεσθαι γὰρ τὸ καίεσθαι.
ἔργματʼ ἔχουσαι: ἔργα δυνατὰ ἐπὶ τὸ ἐργάζεσθαι.
ἦν: ἀντὶ τοῦ ἦσαν Δωρικῶς· ἑνικῶς ἀντὶ πληθυντικοῦ.
ὄφιος: διὰ τὸ γεννητικόν.
πῦρ ἀμάρυσσεν: τῶν ὀφθαλμῶν τῆς κεφαλῆς τὰς λαμπηδόνας ἀπέπεμπεν.
ἄλλοτε μὲν γὰρ φθέγγονθʼ: ποτὲ μὲν ἐλάλουν ὥστε καὶ θεοῖς γνωρίζεσθαι τὴν φωνήν, ποτὲ δὲ καταλλήλως τῷ βίῳ καὶ ποτὲ ἀκαταλλήλως.
ἀγαύρου: κακοῦ ἢ ἀπόρου Ἰωνικῶς. ἄγαυρος προπαροξύνεται. τὰ γὰρ εἰς ρος ὀνόματα, τῇ αυ διφθόγγῳ παραληγόμενα, ἔχοντα κατʼ ἰδίαν θηλυκὰ ὀξύνονται, οἷον ἀφαυρός καὶ τὰ ὅμοια. τὸ δὲ ἄγαυρος βαρύνεται, πλεονασμῷ τοῦ α ἐκ δισυλλάβου τοῦ γαῦρος γινόμενον. τὰ δὲ μὴ ἔχοντα θηλυκὰ προπαροξύνεσθαι θέλει, οἷον Ἐπίδαυρος, ὄνομα πόλεως, Ἄγραυλος, Κένταυρος. σεσημείωται τὸ θησαυρός ὀξυνόμενον.
ῥοίζεσχʼ: ἐσύριζον καὶ ἀπὸ τοῦ συριγμοῦ αὐτῶν ἤχει τὰ ὄρη.
σκληρὸν δʼ ἐβρόντησε: ὥσπερ ὠδίνας ὁ οὐρανὸς ἐκλύει τὰ ἐνυπάρχοντα διʼ ἀστραπῆς καὶ βροντῆς.
καῦμα δʼ ὑπʼ ἀμφοτέρων: ὑπὸ τοῦ Διὸς καὶ τῶν κεφαλῶν τοῦ δράκοντος, τοῦ μὲν διὰ τὰς βροντάς, τοῦ δὲ διὰ τὰ πνεύματα.
ἀπὸ τοῖο πελώρου: ἀπὸ τοιούτου σημείου.
πρηστήρων: τῶν διαπύρων τῶν φυσικῶν.
θῦε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα: ὥρμα δὲ φεύγων ἐπὶ τὰς ἀκτὰς καὶ ἐπὶ τὰ κύματα. ὅμοιον τοῦτο ὡς «ἀμφὶ περὶ κρήνην»
κελάδοιο: τῆς μεγάλης βοῆς.
κόρθυνεν: ἀντὶ τοῦ διήγειρεν, ηὔξησεν, ηὐτρέπισεν.
ἔπρεσεν: ἔκαιεν. ἀπὸ τοῦ πρέω ἔπρεον, οὗ παράγωγον πρέθω καὶ καθʼ ὑπαλλαγὴν πρήθω.
ἱμάσας: ἀντὶ τοῦ πλήξας, κεραυνώσας.
ἤριπε γυιωθείς: ἀντὶ τοῦ ἔπεσεν χωλωθείς.
φλὸξ δὲ κεραυνωθέντος: ἢ κεραυνωθέντος τοῦ ἄνακτος λέγει, τουτέστι τοῦ Τυφωέως, ἀνεχώρησεν ἡ φλόξ· ἢ ἡ φλὸξ τοῦ ἄνακτος, τουτέστι τοῦ Διός, ἀπέσσυτο, κεραυνωθέντος αὐτοῦ, ἐπὶ τὰ ὄρη, ἅτινα ὄρη καὶ ἠφάνισεν ἡ φλόξ. φλόγες δὲ αἱ ἐκ τῶν ἀνέμων ἀναδόσεις· ἐξάπτονται γὰρ ἐκ τοῦ θερμοῦ ἀέρος.
ἀϊδνῇς: ταῖς ἀφανέσιν ἢ ἃς ἠφάνισεν ἡ φλόξ. ἀϊδνὲς γὰρ τὸ ἀφανὲς καὶ μὴ ὁρώμενον ὡς ἀϊδές, κατὰ πλεονασμὸν τοῦ ν. νῦν δὲ τὴν σύσκιον νάπην λέγει. τοῦ οὖν Τυφωέως τῷ κεραυνῷ πληγέντος ἔβη ἡ φλὸξ ἐν ταῖς ἀφανέσι καὶ τραχείαις καὶ πυκναῖς λόχμαις τοῦ ὄρους.
χοάνοιο: χωνευτῆρος. ἢ χόανον τὸ χωρητικὸν τοῦ πνεύματος, τὰς φύσας λέγει.
οὔρεος: ἐν τοῖς κοιλώμασι τοῦ ὄρους, ἔνθα σιδήρου εἰσὶ μέταλλα.
ἀκαχών: ἤγουν λυπῶν τὴν ψυχὴν τοῦ Τυφωέως ὁ Ζεύς.
νόσφι Νότου Βορέω τε καὶ Ἀργέστεω Ζεφύρου τε: Εὖρος ἀπὸ ἀνατολῆς πνέει, Ζέφυρος ἀπὸ δύσεως, Νότος ἀπὸ μεσημβρίας, Βορρᾶς ἀπὸ ἄρκτου. Ἀργέστης ὁ ἀπηλιώτης, ὃν λέγει ὁ Ὅμηρος Εὖρον.
μαψαῦραι: κεναὶ καὶ μάταιαι πνοαί, οἷον Καικίας, Θρασκίας. Ἀριστοτέλης δέ φησι δώδεκα τοὺς ἀνέμους.
κακῇ: ἤγουν σὺν κακῇ· ἐξακούεται γὰρ ἡ σύν.
κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ: διαφέρει κόνις καὶ κολοσυρτός· κόνις μὲν ἡ ἐκ φρυγάνων, κολοσυρτὸς δὲ ὁ φρυγανώδης συρφετός, ἀπὸ τοῦ τὰ κόλα σύρειν, τουτέστι τὰ φρύγανα. κόνις δὲ ἡ λεπτὴ ψάμμος.
αὐτὰρ ἐπεί ῥα πόνον: ἐπειδὴ μετὰ τὴν ἧτταν τῶν ταραχωδῶν πνευμάτων ὁ βίος κεκράτηκε. τὸ δὲ πόνον ἀντὶ τοῦ νίκην.
κρίναντο: διεκρίθησαν τοῖς Τιτᾶσι τῇ τιμῇ καὶ τῇ δυνάμει, ὥστε ἐκείνους μὲν ἐν Ταρτάρῳ εἶναι, αὐτοὺς δὲ τιμᾶσθαι.
θέτο Μῆτιν: λέγεται ὅτι ἡ Μῆτις τοιαύτην εἶχε δύναμιν ὥστε μεταβάλλειν εἰς ὁποῖον ἂν ἐβούλετο. πλανήσας οὖν αὐτὴν ὁ Ζεὺς καὶ μικρὰν ποιήσας κατέπιεν· ἔγκυον δὲ αὐτὴν κατέπιεν. ὁ δὲ Οὐρανὸς καὶ ἡ Γῆ αὐτῷ εἶπον καταπιεῖν αὐτήν, ἵνα μὴ ὁ γεννώμενος ἐξ αὐτῆς ἐπικρατέστερος γένηται. οὕτω γὰρ μεμοιραμένον ὑπῆρχεν.
πλεῖστα θεῶν εἰδυῖαν: ἀντὶ τοῦ φρονιμωτάτην ἁπάντων οὖσαν· τὴν οὖν Μῆτιν τὴν βουλὴν καὶ τὴν σύνεσιν. ὁ βασιλεὺς ὀφείλων συνετὸς εἶναι, ἤγουν ὁ Ζεύς, ἔγκυον οὖσαν αὐτὴν κατέπιεν, ὅτε ἔμελλε τεκεῖν τὴν Ἀθηνᾶν.
αἱμυλίοισι λόγοισιν: ἀπατητικοῖς, διὰ τὸ γεννᾶσθαι ἐκ πολλῆς βουλῆς σοφίαν καὶ βαθύτητα νοῦ.
τὼς γάρ οἱ: εἰκὸς ἦν τὸν υἱὸν ῥέποντα πρὸς τὴν μητέρα στασιάσαι πρὸς τὸν πατέρα.
ἵνα μὴ βασιληίδα: εἰ γὰρ ἦν ἡ σοφία μόνη ἐκ τοῦ Διός, τουτέστιν ἐκ τοῦ ἀνθρωπίνου νοῦ, ἐπικρατεστέρα εὑρίσκετο.
αὐτὰρ ἔπειτʼ ἄρα: εἰ ἐχωρίζετο ὁ νοῦς ἡμῶν, ἐκράτει ἂν καὶ μείζων ὑπῆρχεν. ἀλλʼ οὗτος τίκτεται μὴ χωριζόμενος ἡμῶν, ἀλλʼ ἔστιν ἐν ἡμῖν.
Θέμιν: τὴν εὐθεσίαν τῶν πάντων, διὰ τὸ νομίμως κινεῖσθαι.
Ὥρας: τὰς τροπικὰς ὥρας λέγει, ἀπὸ τοῦ ὠρεῖν, ὅ ἐστι φυλάσσειν. αὗται γὰρ φύλακες τῶν ἀνθρωπίνων ἔργων.
ὠρεύουσι: τουτέστιν φυλάττουσι, φροντίζουσι, ὅθεν καὶ οὖρος ὁ φύλαξ. παρετυμολογεῖ δὲ τὰς Ὥρας. Εὐνομίαν μὲν διὰ τὸ νομίμως τοὺς γεωργοὺς ζῆν, Δίκην δὲ ὅτι καὶ δικαίως, Εἰρήνην δὲ ὅτι καὶ εἰρηνικῶς.
τρεῖς δέ οἱ Εὐρυνόμη: ὅτι αἱ τοῦ Διὸς δωρεαὶ ἀνὰ πᾶσαν εἰσὶ τὴν οἰκουμένην· καὶ διὰ τοῦτο ἡ τελευταία Θάλεια, ὅτι δεῖ τὸν δεχόμενον τὰς δωρεὰς φυλάττειν αὐτὰς καὶ ποιεῖν θάλλειν. τρεῖς δέ οἱ Εὐρυνόμη: εἰκότως αἱ Χάριτες ἐκ τῆς Εὐρυνόμης. πᾶν γὰρ τὸ χαρίεν εὐρύνεσθαι καὶ πλατύνεσθαι δεῖ ἀνὰ πᾶσαν τὴν οἰκουμένην.
Ἀγλαΐην: τὸ ἐν κόσμῳ λαμπρόν, ἐπεὶ ἀγαλλόμεθα, χαριζόμεθα. Εὐφροσύνη δέ, ἐπεὶ καὶ χαίρομεν λαμβάνοντες παρά τινος καὶ εὐφραινόμεθα. Θάλεια δέ, ἐπεὶ θάλλοντος τοῦ βίου ἡμῶν τοῖς χρῄζουσι δωρούμεθα. τὰς γὰρ τοῦ Διὸς δωρεάς, ἤγουν τοῦ νοῦ ἡμῶν, ἀφθόνως πᾶσι μεταδιδόναι δεῖ, ὥστε διὰ πάσης τῆς οἰκουμένης φοιτᾶν.
δερκιόωνται: παράγωγον ἀντὶ τοῦ δέρκονται.
ἣ τέκε Περσεφόνην: τὸ ζωτικὸν ἐν τοῖς σπέρμασι καταβάλλει ἡ Δημήτηρ. πολυφόρβη, παρὰ τὸ πολλοὺς φέρβειν ἤγουν τρέφειν. Περσεφόνη, διὰ τὸ πορθηθῆναι καὶ ἁρπασθῆναι ἀπὸ τοῦ φωτὸς καὶ τῆς ὄψεως.
ἣν Ἀϊδωνεύς: τοῦτο περὶ τῆς σήψεως τῶν σπερμάτων λέγει, ὅτι ἐὰν μὴ κάτω ἀποθάνῃ, ἄνω οὐ ζωογονεῖται.
ἥρπασεν: ἡρπάσθαι δὲ αὐτήν φασιν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς ἐκ τῶν περὶ Ὠκεανὸν τόπων, Φανόδημος ἀπὸ τῆς Ἀττικῆς, Δημαίας ἐν νάπαις. τοῦτο δὲ λέγει ἐπεὶ οὐχ ἑκοῦσα ἡ γῆ δέχεται τὰ σπέρματα.
χρυσάμπυκες: χρυσοῦς δεσμοὺς ἔχουσαι. ἄμπυξ γὰρ καὶ δεσμός τις κόσμου γυναικείου. ἢ διὰ τὸ στεφάνους ἐν κεφαλῇ περιφέρειν οὕτω ταύτας εἴρηκεν. χρυσάμπυκες: χρυσοῦς ἄμπυκας ἔχουσαι. ἄμπυξ δέ ἐστι δεσμὸς περὶ τὴν κεφαλήν· παρὰ τὸ ἀμφέχω ἄμφυξ καὶ ἄμπυξ.
Λητὼ δʼ Ἀπόλλωνα: ἡ Λητὼ τῷ Διὶ συγγινομένη τὸν ἐπιθυμητὸν ὑπὲρ πάντας τοὺς θεοὺς ἔτεκεν Ἀπόλλωνα. ὑπερβατόν. ἄλλως. ἡ Λήθη ἡ μήτηρ τοῦ Ἀπόλλωνος, ὅτι ὁ μουσικὸς ἐπιλανθάνεται τῶν τοῦ βίου κακῶν.
Οὐρανιώνων: ἢ τῶν οἰκούντων τὸν οὐρανὸν ἢ Οὐρανοῦ ἀπογόνων.
Ἥρην: ἤγουν τὸν ἀέρα· ἐν γὰρ τῷ ἀέρι ἡ ζωὴ τῶν τρεφομένων. ἢ τὴν ἀπὸ τοῦ ἀέρος ἀτμίδα.
Εἰλείθυιαν: σημειωτέον ὅτι μίαν Εἰλείθυιάν φησι.
Τριτογένειαν: τὴν ἐν τῷ Τρίτωνι λουσαμένην μετὰ τὸ γεννηθῆναι.
Τριτογένειαν: τριτὼ γὰρ ἡ κεφαλὴ κατὰ διάλεκτον.
ἐγρεκύδοιμον: τουτέστι τὴν θόρυβον ἐγείρουσαν.
ἀγέστρατον: ἄγουσαν τὸν στρατόν.
ᾗ κέλαδοί τε: κέλαδος κυρίως ὁ ἐν τοῖς κυνηγίοις θόρυβος. λέγεται δὲ καὶ ὁ ἐν τοῖς πολέμοις καὶ πανταχοῦ.
Ἥρη δʼ Ἥφαιστον: ἐκ τῆς Ἥρας ὁ Ἥφαιστος, ἐπειδὴ ἐξ ἀέρος τὸ πῦρ.
Ἥρη δʼ Ἥφαιστον κλυτόν: πρῶτον οὗτος τὸν Ἥφαιστον ἐκ μόνης Ἥρας εἶπε, διὸ καὶ τὸ σημεῖον. ὁ δὲ Ὅμηρος ἐκ Διὸς καὶ Ἥρας ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
ζαμένησε: τὸ ζα ἐπὶ πλεονασμοῦ λαμβάνεται. λέγει οὖν τὴν ἄγαν θυμουμένην.
ἤρισε: ἐφιλονείκησε, ἐπειδὴ καὶ αὐτὸς τὴν Ἀθηνᾶν ἔτεκε.
ἐκ πάντων τέχνῃσι κεκασμένον: ἐπειδὴ ἐν παντὶ τόπῳ τῷ πυρὶ κεχρήμεθα. ἀμφίβολον· ἤτοι παρʼ ἑκάστου τῶν θεῶν δεδιδαγμένον τὴν τέχνην ἢ κεκοσμημένον παρὰ πάντας τοὺς θεοὺς τῇ τέχνῃ.
πυθμένʼ ἔχων: ἐν βάθει γὰρ ὁ φόβος.
χρύσεα δῶ: σημειωτέον ὅτι δύο συλλαβῶν ἀποκοπὴ ἐστίν· Ὅμηρος δὲ οὐδαμοῦ τοῦτο ποιεῖ. χρύσεα δῶ: σημειωτέον ὅτι πληθυντικῶς ὁ Ἡσίοδος, Ὅμηρος δὲ οὐδαμοῦ· καὶ σκοπητέον ὅτι δύο συλλαβῶν γέγονεν ἀποκοπή.
ῥινοτόρῳ Κυθέρεια: ἡ ἀφροσύνη τῷ θράσει συνεγένετο.
Φόβον καὶ Δεῖμον ἔτικτε: ὑγιῶς ἐκδέδοται τὸ παρʼ Ὁμήρῳ ἀμφιβόλως νοούμενον· ὣς φάτο καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν. οἱ μὲν γὰρ ἵππους ἤκουσαν, οἱ δὲ υἱοὺς αὐτοῦ. εἰκότως δὲ υἱοὶ Ἄρεως Δεῖμος καὶ Φόβος· ἔδει γὰρ ἀναπλασθῆναι ἀπʼ αὐτοῦ θεοὺς ἄλγος ἐμποιοῦντας.
Ἁρμονίην: τὴν κόλλησιν τῶν σωμάτων Ἔφορος, ἐν ᾧ τὴν Ἁρμονίαν Διὸς καὶ Ἠλέκτρας φησί. Ἁρμονίην: Ἁρμονία ἡ κόλλησις τῶν σωμάτων. Ἔφορος δὲ τὴν Ἁρμονίαν Ἠλέκτρας καὶ Διός φησιν.
Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν: Μαῖα, ἡ θυγάτηρ τοῦ Ἄτλαντος, ἡ μετὰ καρτερίας ζήτησις, τὸν λόγον ἀπογεννᾷ. ὁ λόγος γὰρ δημοσιεύει τὰ θεῖα.
Καδμείη: ἡ θυγάτηρ τοῦ Κάδμου, ἡ Σεμέλη. ἀθετοῦνται δὲ οἱ ἐφεξῆς πέντε στίχοι. τοὺς γὰρ ἐξ ἀμφοτέρων θεῶν γενεαλογεῖν αὐτῷ πρόκειται.
Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε: τὸ ἐαρινὸν κατάστημα γεννᾷ σφοδρότερον ἥλιον.
Ἀγλαΐην: τὴν τῆς Εὐρυνόμης θυγατέρα.
Ἀριάδνην: ἥν φασιν ἐκ μέθης τῷ Θησεῖ ἑαυτὴν ἐκδεδωκέναι φιλήσασαν αὐτόν. ἀθετοῦνται δὲ οἱ ἐφεξῆς ἐννέα στίχοι.
Ἥβην: τὴν τοῦ Διὸς καὶ Ἥρας θυγατέρα Ἥβην ὁ τῆς Ἀλκμήνης υἱὸς Ἡρακλῆς ἔγημεν. εἰκότως· τὸ γὰρ ἡβᾶν ἀεὶ τῶν θεῶν ἐστι τῶν ἀθανάτων.
Ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός: ἡ δύναμις δὲ τοῦ Ἡρακλέους ἐστὶν ἡ τοῦ ἡλίου διαπεραίωσις, ἐξ ἧς οἱ ἆθλοι γίνονται, ἤγουν αἱ ἀπογεννήσεις τῶν βοτανῶν.
ἲς Ἡρακλῆος: ἀντὶ τοῦ ὁ Ἡρακλῆς περιφραστικῶς.
τελέσας στονόεντας ἀέθλους: στονόεντας τοὺς ἄθλους λέγει, διὰ τὸ μετὰ καμάτου γίνεσθαι τὰ βέλτιστα.
Περσηῒς Κίρκην τε καὶ Αἰήτην: Περσηΐδα τὴν διαπεραίωσίν φησι τοῦ ἡλίου, τὰς ἀπογεννήσεις τῶν βοτανῶν· Αἰήτην δὲ τὴν διάκρισιν τῶν καλῶν καὶ τῶν κακῶν φαρμάκων· Κίρκην δὲ παρὰ τὸ κινεῖν τὸν λογισμόν.
Ἰδυῖαν: ὄνομα κύριον. ἐπίνοιαν δὲ ἔσχε τεχνικήν· τὸ ἀναιρετικὸν τῆς γοητείας.
Δημήτηρ μὲν Πλοῦτον: ὅτε γὰρ εἰς κατάστασιν ἦλθεν ὁ κόσμος, τότε ἤρξαντο ἐργάζεσθαι τὴν γῆν καὶ πλουτεῖν ἐν γεωργίᾳ. διὰ τοῦτο καὶ ἐν Κρήτῃ, ἐπειδὴ εἰς εὐκρασίαν ἦλθον οἱ ἀέρες καὶ τὰ στοιχεῖα, καὶ ἐμίχθη Ἰασίῳ ἡ Δημήτηρ ἀπὸ τοῦ ἱέναι, ὅ ἐστιν ἐπαφιέναι τὰ σπέρματα. εἰκότως δὲ εἶπε Δήμητρος καὶ Ἰασίου τὸν Πλοῦτον, ἐπειδὴ ὁ ἐργαζόμενος αὐτὸν συγκομίζεται. Δημήτηρ γάρ ἐστιν ἡ γῆ, Ἰασίων δὲ ὁ γεωργός, ὅτι συνῆλθεν ἐν τῷ ἀγρῷ καὶ νειῷ ἐνὶ τριπόλῳ ἐγέννησε τὸν Πλοῦτον. καὶ γὰρ ἡ παροιμία «πυρῶν καὶ κριθῶν, ὦ νήπιε Πλοῦτε». ἐν Κρήτῃ δὲ ἦν ὁ Ἰασίων, ἐπειδὴ εὔκρατος ἡ χώρα. πίονι δέ, ὅτι εὔφορος ἡ Κρήτη.
Κάδμῳ δʼ Ἁρμονίη: ἡ δὲ ἡρμοσμένη τῷ Κάδμῳ ἐγέννησεν Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καὶ Πολύδωρον, ὃν καὶ Πίνακα ἔνιοι καλοῦσιν. εἴρηται δὲ Πολύδωρος, ὅτι ἐν τῷ γάμῳ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας οἱ θεοὶ δωρεὰς ἐπορίσαντο.
ἐυστεφάνῳ ἐνὶ Θήβῃ: ἢ τὰ τείχη λέγει, ὡσανεὶ τῇ εὐτειχίστῳ, ἢ τῇ ἀεὶ νικώσῃ καὶ στεφάνους λαμβανούσῃ. ἐνίκησε γὰρ καὶ τὸν Ἀργεῖον πόλεμον μετὰ καὶ ἄλλων πολλῶν.
Γηρυονῆα: τὴν ἐκ γῆς ἀνάδοσιν τοῦ ὑετοῦ λέγει. τριχῶς δὲ σχηματίζεται τὸ ὄνομα· ὁ Γηρυών, ὁ Γηρυονεὺς καὶ ὁ Γηρυόνης, ἀφʼ ὧν καὶ διάφοροι γίνονται κλίσεις.
Ἠμαθίωνα: ἀφʼ οὗ ἡ Μακεδονία Ἠμαθία. φησὶ δὲ Φερεκύδης ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι τὸν Ἠμαθίωνα ἀπιόντος ἐπὶ τὰ χρύσεα μῆλα.
Κεφάλῳ: τῷ δὲ Κεφάλῳ ἔτεκεν ἡ Ἠὼς τὸν Φαέθοντα. ἕτερος δὲ Φαέθων ἐστί· πρῶτος ὁ τοῦ Ἡλίου, ἀφʼ οὗ ἡ ἐκπύρωσις ἐγένετο.
ὦρτʼ ἀναρριψαμένη: ὡς ἂν ἐν τοῖς ἱεροῖς αὐτῆς ναοῖς ἀπεθέωσεν αὐτόν, ἱερέα ἀφανῆ ποιήσασα, ἐπειδὴ οὐ φαίνεται τελευτήσας. ὁ ἑῷος ἀστὴρ ὁ ἀνάγων τὴν ἡμέραν καὶ τὸν Φαέθοντα ἡ Ἀφροδίτη ἐστίν.
νηοπόλον νύχιον: τουτέστιν ἀφανῆ, λαθραῖον. ἀρχέλοχος δὲ γράφει μύχιον, οἷον ἐν τῷ μυχῷ, ἐν τῷ ἀδύτῳ προφαίνοντα τῇ Κύπρῳ.
Αἰσονίδης: Αἴσωνος τοῦ πατρὸς Ἰάσονος τελευτῶντος, τὴν τούτου ἐπιτροπείαν ἐγκεχείρισται Πελίας. ὅστις χρησμὸν εἰλήφει, ἤγουν ὁ Πελίας, παρὰ τῶν θεῶν ἀπὸ μονοπεδίλου φυλάττεσθαι. ὁ αὐτὸς δὲ Πελίας καὶ Ἰάσονα τῷ ἱπποκενταύρῳ Χείρωνι παραδέδωκε παιδεύειν αὐτὸν τὴν ἰατρικήν, ἕως ἂν ἀνδρωθεὶς τὴν γονικὴν παραλάβῃ βασιλείαν. ὑποστρέφων οὖν μετὰ τὸ μαθεῖν ἐπὶ τὰ οἰκεῖα ποταμῷ προσεπέλασεν· ἔνθα Ἥρα γραὶ ἑαυτὴν εἱστήκει ἀφομοιώσασα, ζητοῦσα περαιωθῆναι· ἣν ἐπʼ ὤμων λαβὼν εἴχετο τῆς ὁρμῆς. ἓν οὖν τῶν πεδίλων αὐτοῦ ψάμμῳ καὶ ἰλύι παρασχεθὲν τῷ ποταμῷ ἐλείφθη· εἶτα πρὸς Πελίαν γέγονεν. ὁ δέ, εἴτε σφετεριζόμενος τὴν ἀρχήν, εἴτε τὸν ἀνεψιὸν φοβούμενος, ἀπέστειλεν αὐτὸν τὸ χρυσόμαλλον δέρος ἀπὸ Σκυθίας ἀγαγεῖν καὶ οὕτως ἀπολήψεσθαι τὴν ἀρχήν. ὁ δὲ τὴν Ἀργὼ παρασκευάσας καὶ ἥρωας λαβών, ἐν Σκυθίᾳ γενόμενος, τὸ δέρος εἴληφε τὸ ἐκ κριοῦ τοῦ σώσαντος, ὅσον τὸ ἐπʼ αὐτῷ, Φρίξον καὶ Ἕλλην. κἂν ὁ μὲν διασωθεὶς ἐν Σκυθίᾳ φυξίῳ Διὶ τὸν κριὸν ἔθυσε, τὸ δέρος δὲ χρυσώσας ἀνῆκε τῷ θεῷ, εἰς ὃ ἀπεστάλη Ἰάσων. ἡ δὲ Ἕλλη ἅτε θῆλυς καὶ ἀσθενής, ἀποσπασθεῖσα τῶν μαλλῶν αὐτοῦ, ἐν θαλάσσῃ ἀπεπνίγη πεσοῦσα. ἦσαν δὲ οὗτοι ἀδελφοί, ὡς ἀπὸ Ἀθάμαντος τοῦ υἱοῦ Αἰόλου, ἀδελφοῦ δὲ τοῦ Κριθέως. ὅστις Ἀθάμας γήμας Νεφέλην δύο ἔσχε παῖδας, οἵπερ εἰσὶ Φρίξος καὶ Ἕλλη. ταύτης τελευτησάσης τὴν ζηλότυπον ἔγημεν Ἰνώ, ἥτις ὡς μητρυιὰ βασκήνασα τούτοις τοιάνδε τιμωρίαν ἐπενοήσατο. φρύσσειν γὰρ πᾶσιν ἐκέλευσε τὸν μέλλοντα σπείρεσθαι καρπόν· μάντεων δὲ προσκληθέντων εἰπεῖν τὴν αἰτίαν τῆς ἀφορίας, ἡ τῶν παίδων ζωὴ αἰτία τούτοις ἐκρίθη· οὕτω γὰρ δωροδοκηθέντες εἰπεῖν ἐδιδάχθησαν. ὅθεν ἐν θαλάσσῃ ῥιφέντες Φρίξος καὶ Ἕλλη, τοῦ παρὰ θεοῦ πεμφθέντος αὐτοῖς κριοῦ τῶν μαλλῶν ἁψάμενοι, διεσώθησαν, καθὼς ἔφην, ὅσον τὸ ἐπʼ αὐτῷ ἀβλαβεῖς. τὸ δέρος δὲ ἐχρύσωσε Φρίξος, ὡς ὑπὸ τοῦ κριοῦ διασωθεὶς ἐν Σκυθίᾳ. ἀπεστάλη δὲ Ἰάσων πρὸς τὸ ἀγαγεῖν αὐτό, ὡς ἐγκόπου καὶ μακρᾶς οὔσης τῆς ὁδοῦ, ἵνα ἀποθάνῃ.
βουλῇσι θεῶν: τῆς Ἥρας, τῆς Ἀφροδίτης, τῆς Ἀθηνᾶς.
στονόεντας ἀέθλους: τοὺς κατὰ θάλατταν κινδύνους λέγει καὶ τὴν τῶν ταύρων ὑπόζευξιν καὶ τὴν τῶν σπαρέντων ἀναίρεσιν.
Φιλλυρίδης: μητρωνυμικῶς ὁ Χείρων ὁ υἱὸς τῆς Φιλύρας.
μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο: ἐξετελεῖτο τοῦ Διὸς νοῦς ἵνα βασιλεύσῃ τῶν Μήδων. ἢ μεγάλου Διὸς ἀντὶ τοῦ τῆς πεπρωμένης· ἐξ αὐτῆς γὰρ ταῦτα πέπονθεν.
Φῶκον: Ὅμηρος Θέτιν μόνην φησὶ τῶν Νηρηίδων θνητῷ συνελθεῖν, Ἡσίοδος δὲ καὶ τὴν Ψαμάθην θνητῷ συνελθεῖν φησι, ἐξ ἧς ὁ Φῶκος.
Ἄγριον ἠδὲ Λατῖνον: τῆς Ἰταλίας οἱ Λατῖνοι. Ἄγριον καὶ τὸν ἀμύμονα Λατῖνον· καὶ οὗτοι οἰκοῦσιν εἰς τὰ ἐσώτερα μέρη τῶν ἱερῶν νήσων· οἱ Λατῖνοι οἰκοῦσι τὴν Τυρσηνίαν χώραν, ἔνθα ᾤκει ἡ Κίρκη. λέγονται δὲ ἐκεῖσε αἱ νῆσοι Ἠλεκτρίδες. Ἄγριον: τούτους Ὅμηρος οὐκ οἶδε, τὸν Ἄγριον καὶ τὸν Λατῖνον. οἰκοῦσι δὲ ὅμως οὗτοι τὰ ἐνδότατα μέρη τῶν νήσων· οἱ δὲ Λατῖνοι ἔχουσι τὴν Ἰταλίαν καὶ τὴν Τυρσηνίαν χώραν, ἔνθα ᾤκει Κίρκη. λέγονται δὲ εἶναι αἱ νῆσοι Ἠλεκτρίδες.
γείναντο: τὸ γείναντο πανταχοῦ ποιηταὶ ἀντὶ τοῦ ἐγέννησαν λαμβάνουσιν, αἰτιατικῇ συντάσσοντες. ἔστιν οὖν ἀπὸ ἀχρήστου θέματος τοῦ γένω ὁ μέλλων γενῶ, ὁ ἀόριστος ἔγεινα καὶ ὁ μέσος ἐγεινάμην. ὅτι δὲ ἐστὶ τὸ γένω ῥῆμα, εἰ καὶ οὐκ ἔστιν ἐν χρήσει, μαρτυρεῖ τὸ γόνος καὶ ἡ γονὴ ἀπʼ αὐτοῦ παραγόμενα.