Περὶ βασιλείας
Ἰωάννης ὁ Στοβαῖος Ἐκφάντου ἐκ τοῦ Περὶ βασιλείας. Ἐπὶ δὲ γᾶς ἄνθρωποι ἀπῳκισμένον χρῆμα καὶ πολὺ τᾶς καθαρωτέρας φύσιος ἐλαττούμενον καὶ πολλᾷ τᾷ γᾷ βαρυνόμενον, ὡς ἀπὸ τᾶς ματρὸς αὐτῶ μόγις ἐπᾶρθαι, αἰ μὴ θεομοιρής τις ἐμπνοίησις ἀιδίῳ ζῴῳ συνᾶψεν αὐτὸ τῷ κρείσσονι μέρει δεικνῦσα τὰν ἱερὰν τῶ γεννάτορος πότοψιν, ὡς ἀδύνατον ἐκείναν θεάσασθαι.
Ἰωάννης ὁ Στοβαῖος Ἐκφάντου Πυθαγορείου ἐκ τοῦ Περὶ βασιλείας. Ὅτι μὲν ἅπαντος ζῴω φύσις ποτί τε τὸν κόσμον ἅρμοκται καὶ τὰ ἐν τῷ κόσμῳ πολλοῖς μοι δοκεῖ τεκμαρίοις φανερὸν ἦμεν. συμπνείουσα γὰρ αὐτῷ καὶ συνδεδεμένα τὰν ἀρίσταν τε ἅμα καὶ ἀναγκαίαν ἀκολουθίαν ὀπαδεῖ ῥύμᾳ τῶ παντὸς περιαγεομένω ποτί τε τὰν κοινὰν εὐκοσμίαν καὶ ποττὰν ἴδιον ἑκάστω διαμονάν· παρὸ καὶ τόδε κόσμος ποταγορεύεται καὶ ἔντι τῶν ὄντων ζῴων τελῃότατον. ἐν δὲ τοῖς μέρεσσιν αὐτῶ πολλοῖς τε ὄντεσσι καὶ διαφόροις τὰν φύσιν ἐξάρχει τι ζῷον κατʼ οἰκειότατα ἐγγενῆ καὶ διὰ τὸ μετέχεν πλέον τῶ θείω. καὶ ἐν μὲν τᾷ τῶ θείω θέοντος ἀεὶ φύσει τὰ τὰν πράταν καὶ μεγίσταν ἀκολουθίαν ἔχοντα ἀσπάζεται ... καὶ τοὶ πλάνατες ἀστέρες· ἐν δὲ τᾷ χώρᾳ τᾶς σελάνας ἔνερθεν ἐπὶ τὰ διʼ εὐθείας ἰόντα σώματα ἁ τῶ δαίμονος φύσις ἔχει τὰν διεξαγωγάν· ἐν δὲ τᾷ γᾷ καὶ παρʼ ἁμῖν ἀριστοφυέστατον μὲν ἄνθρωπος, θειότερον δʼ ὁ βασιλεὺς ἐν τᾷ κοινᾷ φύσει πλεονεκτῶν τῶ κρέσσονος, τὸ μὲν σκᾶνος τοῖς λοιποῖς ὅμοιος, οἷα γεγονὼς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δʼ εἰργασμένος λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸν ἀρχετύπῳ χρώμενος ἑαυτῷ· κατασκεύασμα δὴ ὦν ὁ βασιλεὺς ἓν καὶ μόνον ἐντὶ οἷα τύπος τῶ ἀνωτέρω βασιλέως, τῷ μὲν πεποιηκότι γνώριμον ἀεί, τοῖς δʼ ἀρχομένοις ὡς ἐν φωτὶ τᾷ βασιλείᾳ βλεπόμενον. τᾷδε γὰρ κρίνεταί τε καὶ δοκιμάζεται, ὡς τὸ κράτιστον ἐν πτανοῖς ζῷον ἀετὸς ἀντωπὸν ἁλίω γενόμενον· χὡπὶ τᾶς βασιλείας δὲ λόγος ωὑτός, θείας τε ἐάσσας καὶ διʼ ὑπερβολὰν λαμπρότατος δυσοράτω, αἰ μὴ τοῖς γνασίοις· μαρμαρυγαί τε γὰρ πολλαὶ καὶ σκοτοδινιάσεις ὡς ἐφʼ ὕψος ὀθνεῖον ἐπιβάντας τὼς νόθως ἀπήλεγξαν· τοῖς δὲ προσηκόντως κατʼ οἰκειότατα πρὸς αὐτὰν ἐπὶ τούτω ἀφιγμένοις καὶ χρῆσθαι δυναμένοις οἰκήσιμος. αὐτὰ μὲν ὦν βασιλεία χρῆμα εἰλικρινές τε καὶ ἀδιάφθορόν ἐντι καὶ διʼ ὑπερβολὰν θειότατος δυσέφικτον ἀνθρώπῳ. δεῖ δὲ καὶ τὸν ἐς αὐτὰν καταστάντα καθαρώτατόν τε εἶμεν καὶ διαυγέστατον τὰν φύσιν, ὡς μὴ τὸ λαμπρότατον ἀφανίζῃ ἐν σπίλοις τοῖς ὑφʼ αὑτῷ· καθὸ καὶ τὼς ἁγιωτάτως τόπως ἐκαλίδωσάν τινες, καὶ τῶν ἀντιασάντων ἔνιοι μιαροὶ τὼς ἀντιάξαντας αὐτοῖς. βασιλῄᾳ δὲ τὸν ὁμιλήσοντα φύσιός τε ἀχράντω δεῖ μετέχειν, ἐπιστάμεν τε αὑτὸν ὅσῳ τῶν ἄλλων ἐντὶ θειότερος, ὅσῳ τε ἅτερα αὐτῶ, οἷς δὴ κατὰ λόγον ἀπεικάζων ἑαυτὸν ἄριστʼ ἂν ἑαυτῷ τε χρῷτο καὶ τοῖς ὑποτεταγμένοις. καὶ τοῖς μὲν ἄλλοις ἀνθρώποις, αἴκα ἁμαρτάνωντι, ὁσιωτάτα κάθαρσις ἐξομοιωθῆμεν τοῖς ἀρχόντεσσιν, αἴτε νόμος αἴτε βασιλεὺς διέποι τὰ κατʼ αὐτώς· οἱ δʼ εἴ τι τῶ κρέσσονος δέοιντο διὰ τὴν φύσιν ἀμπλακόντες οὐ μακρὰν οὐδʼ ἀπῳκισμένως ἀλλʼ οἷ χρὴ θεωμένως εὐθὺ ἔντι τᾶς ὠφελείας τυγχάνεν. οὔτε γὰρ τὸν κόσμον δίζοιτο ἄν τις ἐν αὐτῷ τʼ ἐὼν καὶ μέρος ἐκείνω, οὔτʼ ἂν ἀνόητος εἴη τῶ διέποντος αὐτὸν ὁ ἑτέρων αὐτὸς ἄρχων. ἁ δʼ εὐκοσμία πολλὰ καὶ τῷ μηδὲν ἄναρχον εὑρὲν δύνασθαι καὶ τῷ τρόπῳ τᾶς ἀρχᾶς διδάσκει αὐτόν. ἐκλάμπει γὰρ αὐτᾶς εὐθὺ τὸ καλόν· ἃν ὁ μιμασόμενος διʼ ἀρετὰν αὐτῷ τε φίλος, ὃν μεμίμαται, καὶ πολὺ πλέον τοῖς ὑπʼ αὐτὸν τεταγμένοις. οὐ γὰρ ἄν τις θεοφιλὴς ὢν μισείοιτο ὑπʼ ἀνθρώπων, ἐπεὶ οὐδὲ τὰ ἄστρα οὐδʼ ὁ σύμπας κόσμος ἐχθαίρει τὸν θεόν· αἰ δέ κα ἐμίσει τὸν ἁγεμονεύοντα, οὐχ εἵπετο ἂν πειθόμενος αὐτῷ· τὸ δʼ ἐκεῖνον ἄρχεν εὖ αἴτιον τῶ καὶ τόνδε ἄρχεσθαι καλῶς. ἐγὼ μὲν ὦν ὑπολαμβάνω καὶ τὸν ἐπὶ τᾶς γᾶς βασιλέα δύνασθαι μηδεμιᾷ τῶν ἀρετῶν ἐλαττοῦσθαι τῶ κατʼ ὠρανὸν βασιλέως· ἀλλʼ ὥσπερ αὐτὸς ἀπόδαμόν τι ἐντὶ χρῆμα καὶ ξένον ἐκεῖθεν ἀφιγμένον πρὸς ἀνθρώπως, καὶ τὰς ἀρετὰς ἄν τις αὐτῶ ἔργα ὑπολάβοι τῶ θεῶ καὶ διʼ ἐκεῖνον αὐτῶ. σκοπέοντι δʼ ἀρχᾶθεν ἀλάθεια λόγος· κοινωνία τοι γὰρ πράτα τε πάντων καὶ ἀναγκαιοτάτα τῷ τῶν ἀνθρώπων γένει, ἇς μετέχει μὲν ὁ παρʼ ἁμῖν βασιλεύς, μετέχει δὲ καὶ ὁ ἐν τῷ παντὶ πάντα διέπων· συνεστάναι γὰρ χωρὶς φιλίας καὶ κοινωνίας ἀμάχανον. σκοποίη δʼ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν συμπολιτευομένων, ἐξελὼν τῶ λόγω τὰν κατὰ συνάθῃαν κοινωνίαν· ἐλάττων γὰρ αὕτα τᾶς τε θείας φύσιος καὶ τᾶς βασιλικᾶς· οὐ γὰρ δέονται τὰν τοιαύταν δέησιν ἀλλάλων, καθʼ ἃν συνευπορεῦντες τῶν ὑστερούντων, ἀναπλαροῦντι κοινὰν τὰν βοάθειαν· τέλειοι γὰρ κατʼ ἀρετάν. ἁ δʼ ἐν τᾷ πόλει φιλία κοινῶ τινος τέλεος ἐχομένα τὰν τοῦ παντὸς ὁμόνοιαν μιμᾶται· ἄνευ δὲ τᾶς περὶ τᾶς ἀρχᾶς διατάξιος οὐδεμία ἂν πόλις οἰκοῖτο· εἰς δὲ ταύταν νόμων τε δεῖται καὶ τινὸς προστασίας πολιτικᾶς τό τε ἄρχον καὶ τὸ ἀρχόμενον. ἀποσῴζοι δʼ ἂν τὸ ἐκ τούτων κοινὸν ἀγαθὸν εὐαρμοστία τις καὶ τῶν πολλῶν ὁμοφωνία μετὰ πειθοῦς συνῳδοῖσα. ὁ κατʼ ἀρετὰν ἐξάρχων καλέεταί τε βασιλεὺς καὶ ἔντι, ταύταν ἔχων φιλίαν τε καὶ κοινωνίαν ποτὶ τὼς ὑπʼ αὔταυτον, ἅνπερ ὁ θεὸς ἔχει ποτί τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ. ὅλαν δὲ τὰν εὔνοιαν χρὴ παρασκευάζεσθαι πρῶτα μὲν παρὰ τῶ βασιλέως ἐς τὼς βασιλευομένως, δεύτερον δὲ παρὰ τῶνδε ἐς τὸν βασιλέα, ὁποία γεννάτορος ποτὶ υἱέα καὶ ποτὶ ποίμναν νομέως καὶ νόμω ποτὶ χρωμένως αὐτῷ.
Ἰωάννης ὁ Στοβαῖος Ἐν ταὐτῷ. Μιᾷ γὰρ ἀρετᾷ πρὸς τὸ ἄρχεν ἀνθρώπων καὶ πρὸς τὸν αὐτῶ βίον χρήσεται οὐδὲν ὡς διʼ ἔνδειαν ποτιλαμβάνων εἰς ὑπηρεσίαν τὰν αὐτὸς αὐτῶ, ἀλλʼ ὡς κατὰ φύσιν συνεργῶν· κοινωνίας γὰρ ἐάσσας οὐδὲν ἔλαττον ἕκαστος αὐτάρκως βιώσει καθʼ αὑτόν. δοκεῖ μὲν γὰρ ὁ αὐτάρκης μηδενὸς ἂν ἄλλω πρός γε τὰν αὐτῶ διεξαγωγὰν ποτιδεήσεσθαι· αἰ δʼ ἄρα δεῖ βίον ἐνεργέα ζώεν, δᾶλον ὡς καὶ ἅτερα ἂν προσλάβοι, οὐδέν τι ἔλαττον αὐτὸν αὐτάρκεα ποιήσει· φίλως τε γὰρ ἕξει διὰ τὰν αὐτῶ ἀρετάν, καὶ τοῖσδε χρώμενος οὐ κατʼ ἄλλαν ἀρετὰν χρήσεται ἢ ᾇπερ καὶ ποττὸν αὑτῶ βίον. ἀνάγκα δὲ ἀκολουθεῖν καὶ τᾷ τοιᾷδε, οὐχ ἁτέρας τινὸς ἐξαιρέτω ποτταῦτα παρεσκευασμένας. χὡ μὲν θεὸς οὔτε διακόνως ἔχων οὔτε ὑπηρέτας οὔτʼ αὖ προστάξει τινὶ χρώμενος οὐδὲ στεφανῶν ἢ ἀναγορεύων τὼς πειθομένως ἢ ἀτιμάζων τὼς ἀπειθέοντας, οὗτος αὐτὸς ἄρχει ποτὶ τοσόνδε μέγεθος ἀρχᾶς, ἀλλʼ οἶμαι παρέχων ἀξιομίματον ἑωυτὸν ζᾶλον ἐντίθητι πᾶσι τᾶς αὐτῶ φύσιος. ἔντι δὲ αὐτὸς μὲν ἀγαθός, καὶ τόδε μόνον τε καὶ ῥᾴδιον ἔργον αὐτῶ· οἱ δὲ μιμεύμενοι αὐταυτῶν κρέσσον τῷδε πάντα ἐργάζονται· ἁ δὲ ὁμοίωσις καὶ ἑκάστω τῶνδε αὔταρκές ἐντι. οὐ γὰρ ἄλλᾳ μὲν ἀρετᾷ ποιεῖ τὰ ἀρεστὰ τῷ θεῷ, μιμέεται δʼ αὐτὸν ἑτέρα. ὁ δʼ ἐπίγειος ἁμῶν βασιλεὺς πῶς οὐχ ὁμοίως αὐτάρκης; ἀπεικάζων τε γὰρ αὐτὸν ἑνὶ ἂν ἀπεικάσειε τῷ κρατίστῳ, καὶ πάντας ἑωυτῷ πειρώμενος ὁμοιοῦν ᾇ θεὸς ἔσσεται· τὰ δʼ ὅσα βίας καὶ ἀνάγκας τᾶς τῶν ὑποτεταγμένων ἐντί, ἑκάστω τὰν περὶ τὰν μίμασιν προθυμίαν ἀφαιρέεται· χωρὶς εὐνοίας γὰρ ἀμάχανον ἐξομοιωθῆναι. ἃν μάλιστα πάντων ἀφανίζει τὸ φοβερόν. ὡς εἴθε ἦν τᾶς ἀνθρωπίνας φύσιος δυνατὸν ἀφελὲν τὸ καὶ πειθοῦς τινος δέεσθαι. τόδε γὰρ τᾶς ἐπιγείω φαυλότατος λείψανον, καθʼ ἃν ἐπίκαρον ὂν τὸ ζῷον ταύτας οὐκ ἀμοιρεῖ. αἰ δέ πού τις καὶ ἐν αὐτοῖς θειότερος ἢ κατʼ ἄλλα συσταίη, ποτʼ οὐδὲν ἂν τᾶς πειθοῦς δέοιτο. ἐπειδήπερ πειθὼ ἔργον τί ἐντι παροικέον ἀνάγκᾳ· πράτα γὰρ ἀφʼ αὑτᾶς αὐτὰ κατεργάζεται, τάπερ ἐκείναν διέφυγεν. ὅσα δʼ αὐτοφυῶς τῷ καλῷ χρῆται, τούτοις οὐδεμία πειθοῦς αἰδώς, ἐπειδήπερ οὐδὲ φόβος ἀνάγκας. ἐνεργάσαιτο δʼ ἂν μόνος ὁ βασιλεὺς ἀνθρώπω φύσει καὶ τόδε τὸ ἀγαθόν, ὡς διὰ μίμασιν αὐτῶ τῶ κρέσσονος ποτὶ τὸ δέον ἕπεσθαι. τὼς δὲ ὥσπερ ὑπὸ μέθας διεφθαρμένως καὶ διὰ κακὰν τροφὰν ἐς λάθαν ἐμπεσόντας αὐτῶ παραλαφθεὶς ὁ λόγος ἐπέρρωσέν τε καὶ κάμνοντας ἰάσατο καὶ τὰν ἐκ τᾶς κακίας ἐνοικεῦσαν αὐτοῖς λάθαν ἐκβαλὼν τὰν μνάμαν ἐσῴκισεν, ἐξ ἇς ἀπετέχθη ἁ καλεομένη πειθώ· καὶ τὰν ἀρχὰν ἐκ φαύλων σπερμάτων λαβοῦσα αὕτα τι σπουδαῖον ἐφύη τὰν ἐπίγῃον οἰκεῦσα χώραν, ἐν ᾇ διʼ ἀσθένειαν τᾶς ἁμῶν φύσιος ὁ λόγος ἀνθρώποις ὁμιλέων ἀναπλαροῖ τι τῶν διὰ κακίαν ὑστερούντων.
Ἰωάννης ὁ Στοβαῖος Ἐν ταὐτῷ. Ἅνπερ ἱερὰν καὶ θείαν ἔχων ἔννοιαν τῷ ὄντι βασιλεὺς εἴη· τᾷδε γὰρ πεπεισμένος ἀγαθῶν μὲν πάντων αἴτιος ἐσσεῖται, κακῶν δὲ οὐδενός. οὐ μὰν ἀλλʼ ὅτι γε δίκαιος ἐσσεῖται κοινωνικὸς ὢν παντί τῳ δᾶλον· ἰσότατι γὰρ ἁ κοινωνία, καὶ ἐν τᾷ ταύτας ἀποδιανομᾷ ἐξάρχει μὲν ἁ δικαιοσύνα, μετέχει δʼ ἁ κοινωνία· οὐ γὰρ δυνατὸν ἄδικον μὲν ἦμεν, μεταδιδόμεν δὲ ἰσότατος, ἢ μεταδιδόμεν μὲν ἰσότατος, μὴ κοινωνικὸν δὲ ἦμεν. ἐγκρατέα δὲ πῶς οὐκ ἂν ὑπολάβοι τις τὸν αὐτάρκη; ἁ γὰρ πολυτέλῃα μάτηρ τᾶς ἀκρασίας, αὕτα δὲ τᾶς ὕβριος, ἐξ ἇς τῶν ἐν ἀνθρώποις κακῶν τὰ πολλά. ἁ δʼ αὐτάρκῃα οὐδʼ ἂν τέκοι πολυτέλειαν οὔτε τὰ ἀπʼ αὐτᾶς· ἀλλὰ αὐτῶ τις οὖσα ἀρχὰ πάντα μὲν ἁγοῖ, ἁγοῖτο δʼ ἂν ὑπʼ οὐδενός. ὅπερ ἔντι μὲν τῷ θεῷ, ἔντι καὶ τῷ βασιλεῖ, αὐτῶ μὲν ἄρχεν — ἀφʼ ὧπερ καὶ ὁ αὐτάρκης καλέεται —, ἄρχεσθαι δʼ ὑπʼ οὐδενός· ταῦτα δʼ ὅτι μὲν φρονάσιος χωρὶς οὐκ ἂν γένοιτο, δᾶλον, ὅτι δʼ ἁ τῶ κόσμω φρόνασις ὁ θεός ἐντι, φανερόν· συνέχεται γὰρ εὐκοσμίᾳ τε καὶ τάξει τᾷ δεούσᾳ· νόω δὲ χωρὶς οὐκ ἂν αὐτὰ γενοίατο. οὐδʼ ὁ βασιλεὺς δὴ χωρὶς φρονάσιος ταύτας ἂν ἔχοι τὰς ἀρετάς, δικαιοσύναν φαμὶ καὶ ἐγκράτῃαν καὶ κοινωνίαν καὶ ὅσα τούτων ἀδελφά.