ΓΑΛΗΝΟΥ ΟΤΙ ΤΑΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΚΡΑΣΕΣΙΝ ΑΙ ΤΗΣ ΨΥΧΗΣ ΔΥΝΑΜΕΙΣ ΕΠΟΝΤΑΙ.
Ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς δυνάμεις τῆς ψυχῆς οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πάνυ πολλάκις οὐδʼ ἐπʼ ἐμαυτοῦ μόνου βασανίσας τε καὶ πολυειδῶς ἐρευνήσας ἀλλʼ ἀπʼ ἀρχῆς μὲν ἅμα τοῖς διδασκάλοις, ὕστερον δὲ σὺν τοῖς ἀρίστοις φιλοσόφοις ἀληθῆ τε διὰ παντὸς εὗρον τὸν λόγον ὠφέλιμόν τε τοῖς κοσμῆσαι τὰς ἑαυτῶν ἐθέλουσι ψυχάς, ἐπειδήπερ, ὡς διῆλθον ἐν τῇ περὶ τῶν ἐθῶν πραγματείᾳ, διὰ τῶν ἐδεσμάτων τε καὶ πομάτων ἔτι τε τῶν ὁσημέραι πραττομένων εὐκρασίαν ἐργαζόμεθα κἀκ ταύτης εἰς ἀρετὴν τῇ ψυχῇ συντελέσομεν, ὡς οἱ περὶ Πυθαγόραν τε καὶ Πλάτωνα καί τινες ἄλλοι τῶν παλαιῶν ἱστοροῦνται πράξαντες.
Ἀρχὴ δὲ παντὸς τοῦ μέλλοντος εἰρήσεσθαι λόγου γνῶσις τῆς διαφορᾶς τῶν ἐν τοῖς μικροῖς παιδίοις φαινομένων ἔργων τε καὶ παθῶν τῆς ψυχῆς, ἐξ ὧν αἱ δυνάμεις αὐτῆς κατάδηλοι γίγνονται. τινὰ μὲν γὰρ αὐτῶν φαίνονται δειλότατα καὶ καταπληκτικώτατα ... καὶ τινὰ μὲν ἄπληστα καὶ λίχνα, τινὰ δʼ ἐναντίως διακείμενα, καὶ τινὰ μὲν ἀναίσχυντα, τινὰ δʼ αἰσχυντηρά ... καὶ πολλὰς ἑτέρας ἔχοντα τοιαύτας διαφοράς, ἃς ἁπάσας ἐν ἑτέροις διῆλθον. ἐνταῦθα δʼ ἀρκεῖ παραδείγματος ἕνεκα τῶν τριῶν αὐτῆς εἰδῶν τε καὶ μερῶν ἐνδεδεῖχθαι τὰς δυνάμεις ἐναντίας ὑπαρχούσας φύσει τοῖς βρέφεσιν. ἐκ τούτου γὰρ ἐνέσται συλλογίζεσθαι μὴ τὴν αὐτὴν ἅπασιν εἶναι φύσιν τῆς ψυχῆς· εἴπερ γὰρ ἦν ἀπαράλλακτος αὐτῶν ἡ οὐσία τῆς ψυχῆς, ἐνήργουν τʼ ἂν τὰς αὐτὰς ἐνεργείας ἔπασχόν τʼ ἂν ἀπὸ τῶν αὐτῶν αἰτιῶν ταὐτὰ πάθη. δῆλον οὖν, ὅτι διαφέρουσιν ἀλλήλων οἱ παῖδες εἰς τοσοῦτον ταῖς τῶν ψυχῶν οὐσίαις, εἰς ὅσον καὶ ταῖς ἐνεργείαις τε καὶ τοῖς παθήμασιν αὐτῶν· εἰ δὲ τοῦτο, καὶ ταῖς δυνάμεσι. συγκεχυμένοι δʼ εἰσὶν εὐθὺς ἐν τούτῳ πολλοὶ τῶν φιλοσόφων ἀδιάρθρωτον ἔννοιαν ἔχοντες τῆς δυνάμεως· ὡς γὰρ ἐνοικοῦντός τινος πράγματος ταῖς οὐσίαις, ὡς ἡμεῖς ταῖς οἰκίαις, οὕτω μοι δοκοῦσι περὶ τῶν δυνάμεων φαντάζεσθαι μὴ γιγνώσκοντες, ὅτι τῶν γιγνομένων ἑκάστου ποιητική τίς ἐστιν αἰτία νοουμένη κατὰ τὸ πρός τι καὶ ταύτης τῆς αἰτίας ὡς μὲν πράγματος τοιοῦδέ τινος ἰδίᾳ καὶ καθʼ ἑαυτὸ κατηγορία τίς ἐστιν, ἐν δὲ τῇ πρὸς τὸ γιγνόμενον ἀφʼ ἑαυτῆς σχέσει δύναμίς ἐστι τοῦ γιγνομένου καὶ διὰ τοῦτο τοσαύτας δυνάμεις ἔχειν τὴν οὐσίαν φαμέν, ὅσας ἐνεργείας, οἷον τὴν ἀλόην καθαρτικήν τε δύναμιν ἔχειν καὶ τονωτικὴν στομάχου καὶ τραυμάτων ἐναίμων κολλητικὴν καὶ ἰσοπέδων ἑλκῶν ἐπουλωτικὴν καὶ ὑγρότητος βλεφάρων ξηραντικήν, οὐ δήπου τῶν εἰρημένων ἔργων ἕκαστον ἄλλου τινὸς ποιοῦντος παρʼ αὐτὴν τὴν ἀλόην. αὕτη γάρ ἐστιν ἡ ταῦτα δρῶσα καὶ διὰ τὸ δύνασθαι ποιεῖν αὐτὰ τοσαύτας ἐλέχθη δυνάμεις ἔχειν, ὅσα τὰ ἔργα. λέγομεν οὖν τὴν ἀλόην καθαίρειν δύνασθαι καὶ ῥωννύναι τὸν στόμαχον καὶ κολλᾶν τραύματα καὶ ἕλκη συνουλοῦν καὶ ὀφθαλμοὺς ὑγροὺς ξηραίνειν, ὡς οὐδὲν διαφέρον ἢ καθαίρειν δύνασθαι φάναι τὴν ἀλόην ἢ δύναμιν ἔχειν καθαρτικήν. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅταν εἴπωμεν «ἡ ἐν ἐγκεφάλῳ καθιδρυμένη λογιστικὴ ψυχὴ δύναται μὲν αἰσθάνεσθαι διὰ τῶν αἰσθητηρίων, δύναται δὲ καὶ μεμνῆσθαι τῶν αἰσθητῶν αὐτὴ καθʼ ἑαυτὴν ἀκολουθίαν τε καὶ μάχην ἐν τοῖς πράγμασιν ὁρᾶν ἀνάλυσίν τε καὶ σύνθεσιν,» οὐκ ἄλλο τι δηλοῦμεν ἢ εἰ περιλαβόντες εἴποιμεν «ἡ λογιστικὴ ψυχὴ δυνάμεις ἔχει πλείους, αἴσθησιν καὶ μνήμην καὶ σύνεσιν ἑκάστην τε τῶν ἄλλων.» ἐπεὶ δʼ οὐ μόνον αἰσθάνεσθαι δύνασθαί φαμεν αὐτὴν ἀλλὰ καὶ κατʼ εἶδος ὁρᾶν ἀκούειν ὀσμᾶσθαι γεύεσθαι ἅπτεσθαι, πάλιν αὖ δυνάμεις αὐτὴν ἔχειν λέγομεν ὀπτικὴν ἀκουστικὴν ὀσφρητικὴν γευστικὴν ἁπτικήν. οὕτω δὲ καὶ τὴν ἐπιθυμητικὴν αὐτῇ δύναμιν ὁ Πλάτων ὑπάρχειν ἔλεγεν, ἣν δὴ κοινῶς ἐπιθυμητικήν, οὐκ ἰδίως ὀνομάζειν ἔθος αὐτῷ. πλείους μὲν γὰρ εἶναι καὶ ταύτης τῆς ψυχῆς ἐπιθυμίας φησί, πλείους δὲ καὶ τῆς θυμοειδοῦς, πολὺ δὲ πλείους καὶ ποικιλωτέρας τῆς τρίτης, ἣν διʼ αὐτὸ τοῦτο κατʼ ἐξοχὴν ὠνόμασεν ἐπιθυμητικὴν εἰωθότων οὕτως τῶν ἀνθρώπων ἐνίοτε τὰ πρωτεύοντα τῶν ἐν τῷ γένει τῷ τοῦ γένους ὅλου προσαγορεύειν ὀνόματι, καθάπερ ὅταν εἴπωσιν ὑπὸ μὲν τοῦ ποιητοῦ λελέχθαι τόδε τὸ ἔπος, ὑπὸ δὲ τῆς ποιητρίας τόδε· πάντες γὰρ ἀκούομεν Ὅμηρον μὲν λέγεσθαι ποιητήν, Σαπφὼ δὲ ποιήτριαν. ἐπιθυμητικὸν οὖν ἐστι κατὰ τὸ κοινὸν τῆς ἐπιθυμίας σημαινόμενον ἀληθείας μὲν καὶ ἐπιστήμης καὶ μαθημάτων καὶ συνέσεως καὶ μνήμης καὶ συλλήβδην εἰπεῖν ἁπάντων τῶν καλῶν ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς, ὃ καλεῖν εἰθίσμεθα λογιστικόν· ἐλευθερίας δὲ καὶ νίκης καὶ τοῦ κρατεῖν καὶ ἄρχειν καὶ τοῦ δοξάζεσθαι καὶ τιμᾶσθαι τὸ θυμοειδές· ἀφροδισίων δὲ καὶ τῆς ἐξ ἑκάστου τῶν ἐσθιομένων τε καὶ πινομένων ἀπολαύσεως τὸ κατʼ ἐξοχὴν ὀνομαζόμενον ὑπὸ Πλάτωνος ἐπιθυμητικόν, οὔτε τῆς ἐπιθυμητικῆς ψυχῆς ὄρεξιν τῶν καλῶν ἔχειν δυναμένης οὔτε τῆς λογιστικῆς ἀφροδισίων ἢ βρωμάτων ἢ πομάτων ὥσπερ οὐδὲ νίκης ἢ ἀρχῆς ἢ δόξης ἢ τιμῆς, κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τῆς θυμοειδοῦς ὧν ὀρέξεις εἶχεν ἥ τε λογιστικὴ καὶ ἡ ἐπιθυμητική.
Ὅτι μὲν οὖν τρία τῆς ψυχῆς ἐστιν εἴδη καὶ ὅτι ὁ Πλάτων βούλεται ταῦτα, διʼ ἑτέρων ἐπιδέδεικται, καθάπερ γε καὶ ὅτι τὸ μὲν ἐν ἥπατι, τὸ δʼ ἐν καρδίᾳ, τὸ δʼ ἐν ἐγκεφάλῳ καθίδρυται· ὅτι δʼ ἐκ τούτων τῶν εἰδῶν τε καὶ μερῶν τῆς ὅλης ψυχῆς τὸ λογιστικὸν ἀθάνατόν ἐστι, Πλάτων μὲν φαίνεται πεπεισμένος, ἐγὼ δʼ οὔθʼ ὡς ἔστιν οὔθʼ ὡς οὐκ ἔστιν ἔχω διατείνεσθαι πρὸς αὐτόν. πρῶτον οὖν ἐπισκεψώμεθα περὶ τῶν ἐν καρδίᾳ καὶ ἥπατι τῆς ψυχῆς εἰδῶν, ἃ κἀκείνῳ κἀμοὶ συνωμολόγηται φθείρεσθαι κατὰ τὸν θάνατον. ἔχοντος δʼ ἰδίαν οὐσίαν ἑκατέρου τῶν σπλάγχνων, ἥτις μέν ἐστιν ἀκριβῶς αὕτη, μηδέπω ζητῶμεν, ἀναμνησθῶμεν δὲ περὶ τῆς κοινῆς οὐσίας ἁπάντων σωμάτων, ὡς ἐκ δυοῖν ἀρχῶν ἡμῖν ἐδείχθη σύνθετος ὑπάρχειν, ὕλης τε καὶ εἴδους, ὕλης μὲν ἀποίου κατʼ ἐπίνοιαν, ἐχούσης δʼ ἐν ἑαυτῇ ποιοτήτων τεττάρων κρᾶσιν, θερμότητος ψυχρότητος, ξηρότητος ὑγρότητος. ἐκ τούτων καὶ χαλκὸς καὶ σίδηρος καὶ χρυσὸς ἥ τε σὰρξ νεῦρόν τε καὶ χόνδρος καὶ πιμελὴ καὶ πάνθʼ ἁπλῶς τὰ πρωτόγονα μὲν ὑπὸ Πλάτωνος, ὁμοιομερῆ δʼ ὑπʼ Ἀριστοτέλους ὀνομαζόμενα γέγονεν. ὥσθʼ ὅταν αὐτὸς οὗτος Ἀριστοτέλης εἶδος εἶναι τοῦ σώματος εἴπῃ τὴν ψυχήν, ἐρωτητέον αὐτὸν ἢ τούς γʼ ἀπʼ αὐτοῦ, πότερον τὴν μορφὴν εἶδος εἰρῆσθαι πρὸς αὐτοῦ νοήσωμεν, ὥσπερ ἐν τοῖς ὀργανικοῖς σώμασιν, ἢ τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων σῶμα δημιουργοῦσαν, ὅπερ ὁμοιομερές τʼ ἐστὶ καὶ ἁπλοῦν, ὡς πρὸς αἴσθησιν οὐκ ἔχον ὀργανικὴν σύνθεσιν. ἀποκρινοῦνται γὰρ ἐξ ἀνάγκης τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων, εἴ γε δὴ τούτων εἰσὶ πρώτως ἐνέργειαι — δέδεικται γὰρ τοῦθʼ ἡμῖν ἑτέρωθι καὶ νῦν, ἂν δεήσῃ, πάλιν εἰρήσεται. καὶ μὴν εἴπερ ἐξ ὕλης τε καὶ εἴδους ἅπαντα συνέστηκε τὰ τοιαῦτα σώματα, δοκεῖ δʼ αὐτῷ τῷ Ἀριστοτέλει τῶν τεττάρων ποιοτήτων ἐγγιγνομένων τῇ ὕλῃ τὸ φυσικὸν γίγνεσθαι σῶμα, τὴν ἐκ τούτων κρᾶσιν ἀναγκαῖον αὐτοῦ τίθεσθαι τὸ εἶδος, ὥστε πως καὶ ἡ τῆς ψυχῆς οὐσία κρᾶσίς τις ἔσται τῶν τεττάρων εἴτε ποιοτήτων ἐθέλεις λέγειν, θερμότητός τε καὶ ψυχρότητος ξηρότητός τε καὶ ὑγρότητος, εἴτε σωμάτων, θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ. εἰ μὲν οὖν τὸ λογιζόμενον εἶδος τῆς ψυχῆς ἐστι, θνητὸν ἔσται· καὶ γὰρ καὶ αὐτὸ κρᾶσίς τις ἐγκεφάλου· εἰ δʼ ἀθάνατον ἔσται, ὡς ὁ Πλάτων βούλεται, διὰ τί χωρίζεται ψυχθέντος σφοδρῶς ἢ ὑπερθερμανθέντος ἢ ὑπερξηρανθέντος ἢ ὑπερυγρανθέντος τοῦ ἐγκεφάλου, καλῶς ἂν ἐπεποιήκει γράψας αὐτὸς ὥσπερ καὶ τἆλλα τὰ κατὰ ταὐτὸν ἔγραψε. γίγνεται γὰρ ὁ θάνατος κατὰ Πλάτωνα χωριζομένης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. διὰ τί δʼ αὐτὴν αἵματος κένωσις χωρίζει πολλὴ καὶ κώνειον ποθὲν καὶ πυρετὸς διακαής, εἰ μὲν αὐτὸς ἔζη, παρʼ ἐκείνου πάντως ἂν ἠξίωσα μαθεῖν. ἐπεὶ δʼ οὔτʼ ἐκεῖνος ἔστιν ἔτι καὶ τῶν Πλατωνικῶν διδασκάλων οὐδεὶς οὐδεμίαν αἰτίαν ἐδίδαξέ με, διʼ ἣν ὑφʼ ὧν εἶπον ἡ ψυχὴ τοῦ σώματος ἀναγκάζεται χωρίζεσθαι, τολμῶ λέγειν αὐτός, ὡς οὐ πᾶν εἶδος σώματος ἐπιτήδειόν ἐστιν ὑποδέξασθαι τὴν λογιστικὴν ψυχήν. ἀκόλουθον γὰρ ὁρῶ τοῦτο τῷ περὶ ψυχῆς δόγματι τοῦ Πλά τωνος, ἀπόδειξιν δʼ οὐδεμίαν ἔχω λέγειν αὐτοῦ διὰ τὸ μὴ γιγνώσκειν με τὴν οὐσίαν τῆς ψυχῆς ὁποία τίς ἐστιν, ἐκ τοῦ γένους τῶν ἀσωμάτων ὑποθεμένων ἡμῶν ὑπάρχειν αὐτήν. ἐν μὲν γὰρ σώμασί γε τὰς κράσεις ὁρῶ πάμπολύ τε διαφερούσας ἀλλήλων καὶ παμπόλλας οὔσας· ἀσωμάτου δʼ οὐσίας αὐτῆς καθʼ ἑαυτὴν εἶναι δυναμένης, οὐκ οὔσης δὲ ποιότητος ἢ εἴδους σώματος οὐδεμίαν ἐπινοῶ διαφορὰν καίτοι πολλάκις ἐπισκεψάμενός τε καὶ ζητήσας ἐπιμελῶς, ἀλλʼ οὐδὲ πῶς οὐδὲν οὖσα τοῦ σώματος εἰς ὅλον αὐτὸ δύναιτʼ ἂν ἐκτείνεσθαι. τούτων μὲν οὐδὲν οὐδʼ ἄχρι φαντασίας ἐννοῆσαι δεδύνημαι καίτοι προθυμηθεὶς χρόνῳ παμπόλλῳ· γιγνώσκω δʼ ἐκεῖνο σαφῶς καὶ ἐναργῶς φαινόμενον, ὡς ἡ μὲν τοῦ αἵματος κένωσις καὶ ἡ τοῦ κωνείου πόσις καταψύχουσι τὸ σῶμα, πυρετὸς δὲ σφοδρὸς ὑπερθερμαίνει. καὶ πάλιν ἐρῶ ταὐτόν· διὰ τί ψυχόμενον σφοδρῶς ἢ ὑπερθερμαινόμενον τὸ σῶμα καταλείπει τελέως ἡ ψυχή; πολλὰ ζητήσας οὐχ εὗρον ὥσπερ γʼ οὐδὲ διὰ τί χολῆς μὲν ξανθῆς ἐν ἐγκεφάλῳ πλεοναζούσης εἰς παραφροσύνην ἑλκόμεθα, διὰ τί δὲ τῆς μελαίνης εἰς μελαγχολίαν, διὰ τί δὲ τὸ φλέγμα καὶ ὅλως τὰ ψυκτικὰ παραίτια ληθάργων, ἐξ ὧν καὶ μνήμης καὶ συνέσεως βλάβαις ἁλισκόμεθα, καὶ μέντοι καὶ διὰ τί μωρίαν ἐργάζεται κώνειον ποθέν, ᾧ καὶ τοὔνομα ἀπὸ τοῦ πάθους, ὃ πάσχον ὁρῶμεν ὑπʼ αὐτοῦ τὸ σῶμα. λύπης δʼ ἁπάσης καὶ δυσθυμίας κουφίζει σαφῶς οἶνος πινόμενος, ἑκάστης γὰρ ἡμέρας τούτου πειρώμεθα· καὶ Ζήνων, ὥς φασιν, ἔλεγεν, ὅτι καθάπερ οἱ πικροὶ θέρμοι βρεχόμενοι τῷ ὕδατι γίγνονται γλυκεῖς, οὕτω καὶ αὐτὸς ὑπʼ οἴνου διατίθεσθαι. φασὶ δὲ καὶ τὴν οἰνοπίαν ῥίζαν ἔτι καὶ μᾶλλον ἐργάζεσθαι τοῦτο καὶ ταύτην εἶναι τὸ τῆς Αἰγυπτίας ξένης φάρμακον, ὅ φησιν ὁ ποιητής· «αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, νηπενθές τʼ ἄχολόν τε κακῶν ἐπίληθες ἁπάντων.» ἡ μὲν οὖν οἰνοπία ῥίζα χαιρέτω· δεόμεθα γὰρ αὐτῆς οὐδὲν εἰς τὸν λόγον ὁρῶντες ὁσημέραι τὸν οἶνον ἐργαζόμενον ὅσαπερ οἱ ποιηταὶ λέγουσιν· «οἶνός σε τείρει μελιηδής, ὅστε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ·οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωναἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιοἐς Λαπίθας ἐλθόνθʼ. ὃ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο.»καὶ ἀλλαχόθι περὶ αὐτοῦ φησιν «ἠλεός, ὅστʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαικαί θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκενκαί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον.»οὕτω δὲ καὶ Θεόγνις ἔλεγεν «οἶνος πινόμενος πουλὺς κακόν· εἰ δέ τις αὐτὸνπίνει ἐπισταμένως, οὐ κακὸν ἀλλʼ ἀγαθόν.» ὄντως γάρ, εἰ συμμέτρως ποθείη, καὶ πέψει καὶ ἀναδόσει καὶ αἱματώσει καὶ θρέψει μεγάλα συντελεῖ μετὰ τοῦ καὶ τὴν ψυχὴν ἡμῶν ἡμερωτέραν θʼ ἅμα καὶ θαρσαλεωτέραν ἐργάζεσθαι διὰ μέσης δηλονότι τῆς κατὰ τὸ σῶμα κράσεως, ἥντινα πάλιν ἐργάζεται διὰ μέσων τῶν χυμῶν. οὐ μόνον δʼ ὡς ἔφην ἡ κρᾶσις τοῦ σώματος ὑπαλλάττει τὰς ἐνεργείας τῆς ψυχῆς ἀλλὰ καὶ χωρίζειν αὐτὴν ἀπὸ τοῦ σώματος δύναται. τί γὰρ ἂν ἄλλο τις εἴποι θεώμενος τὰ ψύχοντά τε καὶ ὑπερθερμαίνοντα φάρμακα παραχρῆμα τὸν προσενεγκάμενον ἀναιροῦντα; τοῦ γένους δʼ εἰσὶ τούτου καὶ οἱ τῶν θηρίων ἰοί. τοὺς δηχθέντας γοῦν ὑπὸ τῆς ἀσπίδος ὁρῶμεν ἀποθνήσκοντας αὐτίκα παραπλήσιον τοῖς ἀποθνήσκουσιν ὑπὸ τῆς κωνείου πόσεως, ὡς καὶ τοῦ ταύτης ἰοῦ ψύχοντος. ἀναγκαῖον οὖν ἔσται καὶ τοῖς ἰδίαν οὐσίαν ἔχειν ὑποθεμένοις τὴν ψυχὴν ὁμολογῆσαι δουλεύειν αὐτὴν ταῖς τοῦ σώματος κράσεσιν, εἴ γε καὶ χωρίζειν ἐξουσίαν ἔχουσι καὶ παραφρονεῖν ἀναγκάζουσι καὶ μνήμην καὶ σύνεσιν ἀφαιροῦνται καὶ λυπηροτέραν καὶ ἀτολμοτέραν καὶ ἀθυμοτέραν ἐργάζονται, καθάπερ ἐν ταῖς μελαγχολίαις φαίνεται, καὶ τούτων ἔχειν τἀναντία τὸν πίνοντα τὸν οἶνον συμμέτρως.
Ἆρʼ οὖν ὑπὸ μὲν τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν κράσεως ὑπαλλάττεσθαι πεφύκασιν αἱ δυνάμεις τῆς ψυχῆς, ὑπὸ δὲ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν οὐδὲν πάσχειν; καὶ μὴν καὶ τούτου πολλὰ τεκμήρια κατά τε τὰ φάρμακα καὶ τὴν ὁσημέραι δίαιταν ἔχομεν, ἃ τάχʼ ἂν ἐφεξῆς εἴποιμι ξύμπαντα πρότερον ἀναμνήσας ὃν ὁ Πλάτων ἔγραψε λόγον, ὑπὸ τῆς τοῦ σώματος ὑγρότητος εἰς λήθην ἔρχεσθαι τὴν ψυχὴν ὧν πρότερον ἠπίστατο πρὶν ἐνδεθῆναι τῷ σώματι. λέγει γὰρ ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ κατʼ ἐκεῖνο τὸ χωρίον τοῦ συγγράμματος, ἔνθα φησὶ τοὺς θεοὺς δημιουργῆσαι τὸν ἄνθρωπον ἐνδοῦντας τὴν ἀθάνατον ψυχὴν «εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον» εὔδηλον ὅτι τὴν ὑγρότητα τῆς τῶν βρεφῶν οὐσίας αἰνιττόμενος. ἐφεξῆς γοῦν τούτοις τάδε φησίν· «αἱ δʼ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτʼ ἐκράτουν οὔτʼ ἐκρατοῦντο, βίᾳ δʼ ἐφέροντό τε καὶ ἔφερον» καὶ μετʼ ὀλίγα πάλιν «πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζονα θόρυβον ἀπειργάζετο τὰ τῶν προσπιπτόντων παθήματα ἑκάστοις.» καὶ μέντοι καὶ διελθὼν αὐτὰ πάλιν ἐφεξῆς φησι· «διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατʼ ἀρχὰς ἄνους ἡ ψυχὴ γίγνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν· ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δʼ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ φύσει ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατʼ ὀρθὸν ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.» «ὅταν» φησίν «τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα» τὴν ὑγρότητα δηλονότι λέγων τὴν ἔμπροσθεν εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας αἰτίαν γιγνομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δʼ ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλʼ εἴπερ ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα ξηρότης ἄκραν ἐργάζεται σύνεσιν, ἡ δʼ ἐπίμικτος ὑγρότητι τοσοῦτον ἀφαιρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρότητος. τίνος οὖν θνητοῦ ζῴου τοιοῦτον σῶμα, ὥστʼ ἄμοιρον ὑπάρχειν ὑγρότητος, ὥσπερ τὰ τῶν ἄστρων; οὐδενὸς οὐδʼ ἐγγύς. ὥστʼ οὐδὲ συνέσεως ἄκρας ἐγγύς ἐστί τι σῶμα θνητοῦ ζῴου, πάντα δʼ ὥσπερ ὑγρότητος οὕτω καὶ ἀνοίας μετέχει. ὁπότʼ οὖν τὸ λογιστικὸν τῆς ψυχῆς μονοειδῆ τὴν οὐσίαν ἔχον τῇ τοῦ σώματος κράσει συμμεταβάλλεται, τί χρὴ νομίσαι πάσχειν τὸ θνητὸν εἶδος αὐτῆς; ἢ δῆλον ὅτι πάντη δουλεύει τῷ σώματι; ἄμεινον δὲ φάναι μὴ δουλεύειν ἀλλʼ αὐτὸ δὴ τοῦτʼ εἶναι τὸ θνητὸν τῆς ψυχῆς, τὴν κρᾶσιν τοῦ σώματος. ἡ μὲν οὖν τῆς καρδίας κρᾶσις τὸ θυμοειδὲς εἶδός ἐστι τῆς ψυχῆς, ἡ δὲ τοῦ ἥπατος τὸ καλούμενον ὑπὸ Πλάτωνος μὲν ἐπιθυμητικόν, θρεπτικὸν δὲ καὶ φυτικὸν ὑπʼ Ἀριστοτέλους. Ἀνδρόνικον δὲ τὸν Περιπατητικόν, ὅτι μὲν ὅλως ἐτόλμησεν ἀποφήνασθαι τὴν οὐσίαν τῆς ψυχῆς κρᾶσιν ἢ δύναμιν εἶναι τοῦ σώματος ὡς ἐλεύθερος ἀνὴρ ἄνευ τοῦ περιπλέκειν ἀσαφῶς, ἐπαινῶ τε πάνυ καὶ ἀποδέχομαι τὴν προαίρεσιν τἀνδρός — εὑρίσκω γὰρ αὐτὸν καὶ κατʼ ἄλλα πολλὰ τοιοῦτον· ὅτι δʼ ἤτοι κρᾶσιν εἶναί φησιν ἢ δύναμιν ἑπομένην τῇ κράσει, μέμφομαι τῇ προσθέσει τῆς δυνάμεως. εἰ γὰρ ἡ ψυχὴ πολλὰς ἔχει δυνάμεις οὐσία τις οὖσα καὶ τοῦτʼ ὀρθῶς Ἀριστοτέλει λέλεκται καὶ τούτῳ διώρισται καλῶς ἡ ὁμωνυμία—λεγομένης γὰρ οὐσίας καὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συναμφοτέρου τὴν κατὰ τὸ εἶδος οὐσίαν ἀπεφήνατο ψυχὴν ὑπάρχειν—, οὐκ ἐγχωρεῖ λέγειν ἄλλο τι παρὰ τὴν κρᾶσιν, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο. ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα. πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι βούλονται καθάπερ καὶ τὴν φύσιν, ἀλλʼ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθʼ ὕλη μέν τις οἰκεία τῆς ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἡ ποιὰ κρᾶσις ἐν συμμετρίᾳ γιγνομένη τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας· οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν οὔτε πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐγχωρεῖ γίγνεσθαι ζῴου σῶμα μήτʼ ἄκρως θερμὸν ἀλλὰ μηδʼ ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχήν, ὅπου γε, κἂν βραχεῖ πλεῖον γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῷον ἐν ταῖς τοῦ πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδνοῦται καὶ δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον γίγνεται κατὰ τὰς τοῦ ἀέρος ἐπικρατήσεις· οὗτος γὰρ αὐτός, ὅσον μὲν ἐφʼ ἑαυτῷ, ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον ἐπιμιξίας εὔκρατος γίγνεται. δῆλον οὖν ἤδη σοι γέγονεν, ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε καὶ πυρὸς γίγνεται κατὰ τοὺς Στωϊκούς· καὶ συνετὸς μὲν ὁ Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μῖξιν, οἱ δʼ Ἱπποκράτους υἱεῖς ὑώδεις, οὓς ἐπὶ μωρίᾳ σκώπτουσιν οἱ κωμικοί, διὰ τὴν ἄμετρον θέρμην. ἴσως οὖν τις ἐρεῖ μήτε Χρύσιππον ἐπαινεῖσθαι δεῖν ἐπὶ συνέσει μήτʼ ἐκείνους ἐπὶ μωρίᾳ ψέγεσθαι μήτʼ αὖ πάλιν ἐπὶ τῷ τῆς ψυχῆς ἐπιθυμητικῷ τοὺς ἐγκρατεῖς μὲν ἐπαινεῖσθαι, τοὺς δʼ ἀκολάστους ψέγεσθαι, παραπλησίως δὲ καὶ εἰς τὰ τοῦ θυμοειδοῦς ἔργα καὶ πάθη μήτε τοὺς εὐτόλμους ἐπαινεῖσθαι μήτε τοὺς ἀτόλμους ψέγεσθαι.
Περὶ μὲν οὖν τούτων ὀλίγον ὕστερον ἐπισκεψόμεθα· νυνὶ δʼ οἷς ἐξ ἀρχῆς προὐθέμην, προσθήσω τὰ λείποντα τοσοῦτον ἔτι πάλιν ἐπειπών, ὡς οὐχ οἷόν τʼ ἐστὶ πάντα δεικνύειν ἐν ἅπασι καὶ ὡς δυοῖν οὐσῶν αἱρέσεων ἐν φιλοσοφίᾳ —ἔνιοι μὲν γὰρ ἡνῶσθαι τὴν κατὰ τὸν κόσμον οὐσίαν ἅπασαν, ἔνιοι δὲ διῃρῆσθαί φασι κενοῦ περιπλοκῇ—τὴν δευτέραν αἵρεσιν ἐφωράσαμεν οὐκ ἀληθῆ διʼ ἐκείνων τῶν ἐλέγχων, οὓς ἐν τῷ περὶ τῶν καθʼ Ἱπποκράτην στοιχείων ἐγράψαμεν. πρὸς δὲ τὸν παρόντα λόγον ὑπόθεσιν λαβόντες τὸ ἀλλοιοῦσθαί τε τὴν οὐσίαν ἡμῶν καὶ τὴν κρᾶσιν αὐτῆς ἐργάζεσθαι τὸ φυσικὸν σῶμα ἐν ὁμοιομερεῖ, τὴν τῆς ψυχῆς οὐσίαν ἐδείξαμεν κατὰ τὴν κρᾶσιν συνισταμένην, ἐάν γε μή τις αὐτὴν ὑπόθηται, καθάπερ ὁ Πλάτων, ἀσώματον ὑπάρχειν καὶ ἄνευ τοῦ σώματος εἶναι δυναμένην. ὑποθεμένοις δὲ τοῦτο τὸ ὑπὸ τῆς τοῦ σώματος κράσεως ἐνεργεῖν κωλύεσθαι τὰς οἰκείας ἐνεργείας ἱκανῶς μὲν ἤδη δέδεικται, προστεθήσονται δὲ καὶ ἄλλαι τινὲς ἀποδείξεις. ἀλλὰ νῦν γε τὸν περὶ τῶν κράσεων λόγον προσθεῖναι δοκεῖ μοι βέλτιον εἶναι. δυνήσονται γὰρ λέγειν οἱ τὴν ψυχὴν εἶδος εἶναι τοῦ σώματος ἡγούμενοι τὴν συμμετρίαν τῆς κράσεως, οὐ τὴν ξηρότητα, συνετωτέραν αὐτὴν ἐργάζεσθαι καὶ ταύτῃ διαφωνήσουσι τοῖς ἡγουμένοις, ὅσῳπερ ἂν ἡ κρᾶσις γίγνηται ξηροτέρα, τοσούτῳ καὶ τὴν ψυχὴν ἀποτελεῖσθαι συνετωτέραν. ἀλλʼ οὐ καὶ ξηρότητα συγχωρήσομεν αἰτίαν εἶναι συνέσεως ὥσπερ οἵ γʼ ἀμφʼ Ἡράκλειτον; καὶ γὰρ καὶ οὗτος εἶπεν «αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη» τὴν ξηρότητα πάλιν ἀξιῶν συνέσεως εἶναι αἰτίαν· καὶ βελτίονά γε δόξαν ταύτην νομιστέον ἐννοήσαντας τοὺς ἀστέρας αὐγοειδεῖς θʼ ἅμα καὶ ξηροὺς ὄντας ἄκραν σύνεσιν ἔχειν. διὰ τί τοίνυν εἰς ἔσχατον γῆρας ἀφικνούμενοι παρελήρησαν οὐκ ὀλίγοι τῆς τοῦ γήρως ἡλικίας ἀποδεδειγμένης εἶναι ξηρᾶς; οὐ διὰ τὴν ξηρότητα φήσομεν ἀλλὰ διὰ τὴν ψυχρότητα· φανερῶς γὰρ αὕτη πᾶσι τοῖς ἔργοις τῆς ψυχῆς λυμαίνεται. ἀλλὰ ταῦτα μέν, εἰ καὶ πάρεργά ἐστιν, ἀλλʼ ἐναργῶς γε τὸ τῆς προκειμένης νῦν ἡμῖν πραγματείας ἐνδείκνυται, τὸ τὰ τῆς ψυχῆς ἔργα καὶ πάθη ταῖς τοῦ σώματος ἕπεσθαι κράσεσιν. εἰ μὲν γὰρ εἶδός ἐστιν ὁμοιομεροῦς σώματος ἡ ψυχή, τὴν ἀπόδειξιν ἐξ αὐτῆς τῆς οὐσίας ἕξομεν ἐπιστημονικωτάτην· εἰ δʼ ὑποθοίμεθα ταύτην ἀσώματον εἶναι φύσιν ἰδίαν ἔχουσαν, ὡς ὁ Πλάτων ἔλεγεν, ἀλλὰ τό γε δεσπόζεσθαι καὶ δουλεύειν τῷ σώματι καὶ κατʼ αὐτὸν ἐκεῖνον ὁμολογεῖται διά τε τὴν τῶν βρεφῶν ἄνοιαν καὶ τὴν τῶν ἐν γήρᾳ ληρούντων ἔτι τε τῶν εἰς παραφροσύνην ἢ μανίαν ἢ ἐπιλησμοσύνην ἀφικνουμένων ἐπὶ φαρμάκων δόσεσιν ἤ τισιν ἐν τῷ σώματι γεννηθεῖσι μοχθηροῖς χυμοῖς. ἄχρι μὲν γὰρ τοῦ λήθην ἢ ἄνοιαν ἢ ἀκινησίαν ἢ ἀναισθησίαν ἕπεσθαι τοῖς εἰρημένοις, ἐμποδίζεσθαι φαίη τις ἂν αὐτὴν ἐνεργεῖν αἷς ἔχει φύσει δυνάμεσιν· ὅταν δέ τις οἴηται βλέπειν τὰ μὴ βλεπόμενα καὶ ἀκούειν ἃ μηδεὶς ἐφθέγξατο, καὶ φθέγγηταί τι τῶν αἰσχρῶν ἢ ἀπορρήτων ἢ ὅλως ἀδιανοήτων, οὐ μόνον ἀπωλείας ἐστὶ τεκμήριον ὧν εἶχε δυνάμεων ἡ ψυχὴ συμφύτων ἀλλὰ καὶ τῆς τῶν ἐναντίων ἐπεισόδου. τοῦτο μὲν οὖν ἤδη καὶ ὑποψίαν τινὰ φέρει μεγάλην ὅλῃ τῇ τῆς ψυχῆς οὐσίᾳ, μὴ οὐκ ἀσώματος ᾖ. πῶς γὰρ ἂν ὑπὸ τῆς τοῦ σώματος κοινωνίας εἰς τὴν ἐναντίαν ἑαυτῆς φύσιν ἀχθείη μήτε ποιότης τις οὖσα τοῦ σώματος μήτʼ εἶδος μήτε πάθος μήτε δύναμις; ἀλλὰ τοῦτο μὲν ἐάσωμεν, ἵνα μὴ τὸ πάρεργον ἡμῖν γένηται πολὺ μεῖζον ἔργου οὗ προὐθέμεθα. τὸ δʼ ὑπὸ τῶν τοῦ σώματος κακῶν δυναστεύεσθαι τὴν ψυχὴν ἐναργῶς ἐν μελαγχολίαις καὶ φρενίτισι καὶ μανίαις φαίνεται. τὸ μὲν γὰρ ἀγνοῆσαι διὰ νόσημα σφᾶς τʼ αὐτοὺς καὶ τοὺς ἐπιτηδείους, ὅπερ ὅ τε Θουκυδίδης συμβῆναι πολλοῖς φησιν ἔν τε τῇ λοιμώδει νόσῳ τῇ νῦν γενόμενον ἔτεσιν οὐ πολλοῖς καὶ ἡμεῖς ἐθεασάμεθα, παραπλήσιον εἶναι δόξει τῷ μὴ βλέπειν διὰ λήμην ἢ ὑπόχυσιν οὐδὲν αὐτῆς τῆς ὀπτικῆς δυνάμεως πεπονθυίας· τὸ δʼ ἀνθʼ ἑνὸς τρία βλέπειν αὐτῆς τῆς ὀπτικῆς δυνάμεώς ἐστι μέγιστον πάθος, ᾧ τὸ φρενιτίζειν ἔοικεν.
Ὅτι δὲ καὶ ὁ Πλάτων αὐτὸς οἶδε βλαπτομένην τὴν ψυχὴν ἐπὶ τῇ κακοχυμίᾳ τοῦ σώματος, ἡ ἑξῆς ῥῆσις ἤδη δηλώσει· «ὅπου γὰρ ἂν οἱ τῶν ὀξέων καὶ τῶν ἁλυκῶν φλεγμάτων ἢ καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σῶμα πλανηθέντες ἔξω μὲν μὴ λάβωσιν ἀναπνοήν, ἐντὸς δὲ εἱλλόμενοι τὴν ἀφʼ ἑαυτῶν ἀτμίδα τῇ τῆς ψυχῆς φορᾷ συμμίξαντες ἀνακερασθῶσι, παντοδαπὰ νοσήματα ψυχῆς ἐμποιοῦσι μᾶλλον καὶ ἧττον καὶ ἐλάττω καὶ πλείω πρός τε τοὺς τρεῖς τόπους ἐνεχθέντα τῆς ψυχῆς, πρὸς ὃν ἂν ἕκαστʼ αὐτῶν προσπίπτῃ, ποικίλλει μὲν εἴδη δυσκολίας καὶ δυσθυμίας παντοδαπά, ποικίλλει δὲ θρασύτητός τε καὶ δειλίας, ἔτι δὲ λήθης ἅμα καὶ δυσμαθείας.» ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Πλάτων ὡμολόγησε τὴν ψυχὴν ἐν κακίᾳ τινὶ γίγνεσθαι διὰ τὴν ἐν τῷ σώματι κακοχυμίαν, ὥσπερ πάλιν ἐν νόσῳ καθίσταται διὰ τὴν τοῦ σώματος ἕξιν κατὰ τήνδε τὴν ῥῆσιν· «τὸ δὲ σπέρμα ὅτῳ πολὺ καὶ γλοιῶδες περὶ τὸν μυελὸν γίγνεται καθαπερεὶ δένδρον πολυκαρπότερον τοῦ συμμέτρου πεφυκὸς ᾖ, πολλὰς μὲν καθʼ ἕκαστον ὠδῖνας, πολλὰς δʼ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις καὶ τοῖς περὶ τὰ τοιαῦτα τόκοις ἐμμανὴς τὸ πλεῖστον τοῦ βίου γιγνόμενος διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας νοσοῦσαν καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχὴν οὐχ ὡς νοσῶν ἀλλʼ ὡς ἑκὼν κακὸς κακῶς δοξάζεται· τὸ δʼ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστῶν ἐν τῷ σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχῆς γέγονε.» ἱκανῶς μὲν οὖν κἀν ταύτῃ τῇ ῥήσει τὴν ψυχὴν νοσεῖν ἀπεφήνατο διὰ τὴν μοχθηρὰν ἕξιν τοῦ σώματος. ἀλλʼ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἐφεξῆς ὑπʼ αὐτοῦ γεγραμμένων ἡ γνώμη κατάδηλος γίγνεται τοῦ φιλοσόφου. τί γάρ φησι; «καὶ σχεδὸν ἅπανθʼ ὁπόσα ἡδονῶν ἀκρασία καὶ ὄνειδος ὡς ἑκόντων λέγεται τῶν κακῶν, οὐκ ὀρθῶς ὀνειδίζεται· κακὸς μὲν γὰρ ἑκὼν οὐδείς, διὰ δὲ πονηρὰν ἕξιν τοῦ σώματος καὶ ἀπαιδεύτους τροφὰς κακὸς γίγνεται, παντὶ δὲ ταῦτα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται.» ὅτι μὲν οὖν ὁ Πλάτων αὐτὸς ὁμολογεῖ τὰ προαποδεδειγμένα ὑπʼ ἐμοῦ, ἔκ τε τούτων αὐτῶν τῶν ῥήσεών ἐστι δῆλον ἐξ ἄλλων τε πολλῶν, ὧν τινὰς μὲν ἐν τῷ Τιμαίῳ, καθάπερ καὶ τάσδε τὰς νῦν εἰρημένας, τινὰς δʼ ἐν ἄλλοις αὐτοῦ βιβλίοις ἔστιν εὑρεῖν.
Ὅτι δὲ καὶ Ἀριστοτέλης τῇ κράσει τοῦ τῆς μητρὸς αἵματος, ἐξ οὗ τὴν γένεσιν ἔχειν ἡμῶν φησι τὸ αἷμα, τὰς τῆς ψυχῆς δυνάμεις ἀκολουθεῖν οἴεται, δῆλόν ἐστιν ἐκ τῶν ῥήσεων αὐτοῦ. κατὰ μέν γε τὸ δεύτερον περὶ ζῴων μορίων οὕτως ἔγραψεν· «ἔστι δʼ ἰσχύος μὲν ποιητικώτερον τὸ παχύτερον αἷμα καὶ θερμότερον, αἰσθητικώτερον δὲ καὶ νοερώτερον τὸ λεπτότερον καὶ ψυχρότερον. τὴν αὐτὴν δʼ ἔχει διαφορὰν καὶ τῶν ἀνάλογον ὑπαρχόντων πρὸς τὸ αἷμα· διὸ καὶ μέλιτται καὶ ἄλλα τοιαῦτα ζῷα φρονιμώτερα τὴν φύσιν ἐστὶν ἐναίμων πολλῶν, καὶ τῶν ἐναίμων τὰ ψυχρὸν ἔχοντα καὶ λεπτὸν αἷμα φρονιμώτερα τῶν ἐναντίων ἐστίν. ἄριστα δὲ τὰ θερμὸν ἔχοντα καὶ λεπτὸν καὶ καθαρόν· ἅμα γὰρ πρός τʼ ἀνδρείαν τὰ τοιαῦτα καὶ πρὸς φρόνησιν ἔχει καλῶς· διὸ καὶ τὰ ἄνω μόρια πρὸς τὰ κάτω ταύτην ἔχει τὴν διαφορὰν καὶ πρὸς τὸ θῆλυ αὖ τὸ ἄρρεν καὶ τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ τοῦ σώματος.» εὔδηλος μὲν οὖν ἐστιν ὁ Ἀριστοτέλης κἀκ ταύτης τῆς ῥήσεως ἕπεσθαι βουλόμενος τὰς τῆς ψυχῆς δυνάμεις τῇ φύσει τοῦ σώματος· οὐδὲν δʼ ἧττον καὶ κατωτέρω τοῦ συγγράμματος ἀποφαινόμενος τὴν αὐτὴν δόξαν ἔγραψεν ὧδε· «τὰς δὲ καλουμένας ἶνας τὸ μὲν ἔχει αἷμα, τὸ δʼ οὐκ ἔχει, οἷον τὸ τῶν ἐλάφων καὶ δορκάδων, διόπερ οὐ πήγνυται τὸ τοιοῦτον αἷμα· τοῦ γὰρ αἵματος τὸ μὲν ὑδατῶδες μᾶλλον ψυχρόν ἐστι, διὸ καὶ οὐ πήγνυται, τὸ δὲ γεῶδες πήγνυται ἐξατμίζοντος τοῦ ὑγροῦ· αἱ δʼ ἶνες γῆς εἰσιν. συμβαίνει δʼ ἔνια καὶ γλαφυρωτέραν ἔχειν τὴν διάνοιαν τῶν τοιούτων, οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος ἀλλὰ διὰ τὴν λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων. εὐκινητοτέραν γὰρ ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὑγρότητα καὶ καθαρωτέραν· διὰ γὰρ τοῦτο καὶ τῶν ἀναίμων ἔνια συνετωτέραν ἔχει τὴν ψυχὴν ἐνίων ἐναίμων, καθάπερ εἴρηται πρότερον, οἷον ἡ μέλιττα καὶ τὸ γένος τὸ τῶν μυρμήκων κἂν εἴ τι ἕτερον τοιοῦτόν ἐστι. δειλότερα δὲ τὰ λίαν ὑδατώδη· ὁ γὰρ φόβος καταψύχει. προωδοποίηται τοίνυν τῷ πάθει τὰ τοιαύτην ἔχοντα τὴν ἐν τῇ καρδίᾳ κρᾶσιν· τὸ γὰρ ὕδωρ τῷ ψυχρῷ πηκτόν ἐστι· διὸ καὶ τἆλλα τὰ ἄναιμα δειλότερα τῶν ἐναίμων ἐστίν, ὡς ἁπλῶς εἰπεῖν, καὶ ἀκινητίζει τε φοβούμενα καὶ προίεται περιττώματα καὶ μεταβάλλει ἔνια τὰς χρόας αὐτῶν. τὰ δὲ πολλὰς ἔχοντα λίαν ἶνας καὶ παχείας γεωδέστερα τὴν φύσιν ἐστὶ καὶ θυμώδη τὸ ἦθος καὶ ἐκστατικὰ διὰ τὸν θυμόν· θερμότητος γὰρ ποιητικὸν ὁ θυμός. τὰ δὲ στερεὰ θερμανθέντα μᾶλλον θερμαίνει τῶν ὑγρῶν, αἱ δʼ ἶνες στερεὸν καὶ γεῶδες, ὥστε γίγνονται οἷον πυρίαι ἐν τῷ αἵματι καὶ ζέσιν ποιοῦσιν ἐν τοῖς θυμοῖς· διὸ οἱ ταῦροι καὶ οἱ κάπροι θυμώδεις καὶ ἐκστατικοί· τὸ γὰρ αἷμα τούτων ἰνωδέστατον καὶ τό γε τοῦ ταύρου τάχιστα πήγνυται πάντων. ἐξαιρουμένων δὲ τούτων τῶν ἰνῶν οὐ πήγνυται τὸ αἷμα· καθάπερ γὰρ ἐκ πηλοῦ εἴ τις ἐξέλοι τὸ γεῶδες, οὐ πήγνυται τὸ ὕδωρ, οὕτω καὶ τὸ αἷμα· αἱ γὰρ ἶνες γῆς· μὴ ἐξαιρουμένων δὲ πήγνυται, οἷον ὑγρὰ γῆ ὑπὸ ψύχους· τοῦ γὰρ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζει τὸ ὑγρόν, καθάπερ εἴρηται πρότερον, καὶ πήγνυται οὐχ ὑπὸ θερμοῦ ἀλλʼ ὑπὸ ψυχροῦ ξηραινόμενον· ἐν δὲ τοῖς σώμασιν ὑγρόν ἐστι διὰ τὴν θερμότητα τὴν ἐν τοῖς ζῴοις.» ταῦτα προειπὼν ὁ Ἀριστοτέλης ἐφεξῆς αὐτοῖς συνάπτει ταῦτα· «πολλῶν δʼ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθησιν, εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δʼ αἷμα ἡ ἐσχάτη τροφή. πολλὴν οὖν ποιεῖ διαφορὰν θερμὸν ὂν καὶ ψυχρὸν καὶ λεπτὸν καὶ παχὺ καὶ καθαρὸν καὶ θολερόν.» οὐσῶν δὲ καὶ ἄλλων αὐτοῦ ῥήσεων ἐν ταῖς περὶ τῶν ζῴων πραγματείαις καὶ τοῖς τῶν προβλημάτων βιβλίοις ἔδοξέ μοι περιτ τὸν εἶναι παραγράφειν ἁπάσας· ἀρκεῖ γάρ μοι τὴν Ἀριστοτέλους ἐνδείξασθαι γνώμην, ἣν ἔχει περί τε τῶν κράσεων τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς δυνάμεων· ὅμως δὲ προσθήσω καὶ τὰ κατὰ τὸ πρῶτον εἰρημένα τῆς τῶν ζῴων ἱστορίας, ὧν τινὰ μὲν ἄντικρυς εἰς τὴν κρᾶσιν ἀνάγεται, τινὰ δὲ διὰ μέσων τῶν φυσιογνωμονικῶν σημείων. βούλεται γὰρ οὗτος τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν οἰκείαν γίγνεσθαι τὴν διάπλασιν ὅλου τοῦ σώματος ἑκάστῳ γένει τῶν ζῴων. οἷον αὐτίκα τῶν ἐναίμων ἡ γένεσις μέν ἐστιν ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἀκολουθεῖ δὲ τῇ κράσει τούτου τὰ τῆς ψυχῆς ἤθη, καθότι καὶ διὰ τῶν προγεγραμμένων ῥήσεων ἀπεφήνατο· τῶν δʼ ὀργανικῶν μορίων ἡ διάπλασις οἰκεία τοῖς τῆς ψυχῆς ἤθεσι γίγνεται· καὶ κατὰ τοῦτο δὴ λοιπὸν οὐκ ὀλίγα πέφυκε γνωρίσματα περί τε τῶν τῆς ψυχῆς ἠθῶν καὶ τῆς τοῦ σώματος κράσεως. ἔνια δὲ τῶν φυσιογνωμονικῶν ἄντικρύς τε καὶ διʼ οὐδενὸς μέσου τὴν κρᾶσιν ἐνδείκνυται. τοιαῦτα δʼ ἐστὶ κατὰ τὰς χρόας καὶ τρίχας, ἔτι δὲ τὰς φωνὰς καὶ τὰς ἐνεργείας τῶν μορίων. ἀκούσωμεν οὖν ἤδη τῶν ὑπʼ Ἀριστοτέλους γεγραμμένων ἐν τῷ πρώτῳ τῆς τῶν ζῴων ἱστορίας· «προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων μέτωπον· τοῦτο δʼ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι, καὶ οἷς μὲν πλατύ, ἐκστατικοί.» μία μὲν αὕτη ῥῆσις· ἑτέρα δʼ οὐ μετὰ πολὺ τῆσδε τόνδε τὸν τρόπον ἔχουσα· «ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς, ὧν αἱ μὲν εὐθεῖαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν καμπυλότητα ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου.» εἶτα πάλιν μετʼ οὐ πολύ «κοινὸν δὲ τῆς βλεφαρίδος μέρος τῆς ἄνω καὶ κάτω κανθοὶ δύο, ὁ μὲν πρὸς τῇ ῥινί, ὁ δὲ πρὸς τοῖς κροτάφοις, οἳ ἂν μὲν ὦσι μακροί, κακοηθείας σημεῖον, ἐὰν δʼ οἷον οἱ κτένες κρεῶδες ἔχωσι πρὸς τῷ μυκτῆρι, πονηρίας». καὶ μετὰ τοῦτο πάλιν «ὀφθαλμοῦ δὲ τὸ μὲν λευκὸν ὅμοιον ὡς ἐπὶ τὸ πολὺ πᾶσι, τὸ δὲ καλούμενον μέλαν διαφέρει· τοῖς μὲν γάρ ἐστι μέ λαν, τοῖς δὲ σφόδρα γλαυκόν, τοῖς δὲ χαροπόν, ἐνίοις δʼ αἰγωπόν, ὃ ἤθους βελτίστου σημεῖον». καὶ δὴ καὶ τούτων ἐφεξῆς τάδε γράφει· «τῶν δʼ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ δὲ μέσοι· οἱ μέσοι βέλτιστοι. καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως· τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον. καὶ ἢ σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι· βελτίστου δʼ ἤθους οἱ μέσοι, ἐκείνων δʼ οἱ μὲν ἀναιδεῖς, οἱ δʼ ἀβέβαιοι.» καὶ πάλιν οὐ μετὰ πολὺ κατὰ τὸν περὶ τῶν ὤτων λόγον ὡδί πως ἔγραψε περὶ τοῦ μεγέθους αὐτῶν· «καὶ ἢ μεγάλα ἢ μικρὰ ἢ μέσα ἢ ἐπανεστηκότα σφόδρα ἢ οὐθὲν ἢ μέσον· τὰ δὲ μέσα βελτίστου ἤθους σημεῖον, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ ἀδολεσχίας.» ταῦτα μὲν ἐν τῷ πρώτῳ περὶ ζῴων ἱστορίας ὁ Ἀριστοτέλης ἔγραψεν, οὐκ ὀλίγων δὲ μέμνηται καὶ κατʼ ἄλλο σύγγραμμα φυσιογνωμονικῶν θεωρημάτων, ὧν καὶ παρεθέμην ἄν τινας ῥήσεις, εἰ μήτε μακρολογίας ἔμελλον ἀποίσεσθαι δόξαν ἀναλίσκειν τε τὸν χρόνον μάτην ἐξὸν ἐπὶ τὸν πάντων ἰατρῶν τε καὶ φιλοσόφων πρῶτον εὑρόντα τὴν θεωρίαν ταύτην ἀφικέσθαι μάρτυρα, τὸν θεῖον Ἱπποκράτην.
Γράφει τοίνυν αὐτὸς ἐν τῷ βιβλίῳ, καθʼ ὃ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων διδάσκει, πρῶτον μὲν ἐπʼ ἐκείνων τῶν πόλεων, ἃς ἐστράφθαι φησὶ πρὸς ἄρκτους, ὡδί πως αὐτοῖς ὀνόμασι· «τά τε ἤθεα ἀγριώτερα ἢ ἡμερώτερα» καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῶν πρὸς ἀνατολὴν ἐστραμμένων ὡδί· «λαμπρόφωνοί τε οἱ ἄνθρωποι ὀργήν τε καὶ ξύνεσιν βελτίονες τῶν πρὸς βορέην.» ἔπειτα προελθὼν ἐπὶ πλέον περὶ τῶν αὐτῶν ὡδί πως διεξέρχεται· «τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης ἐς τὰς φύσιας τῶν ξυμπάντων τῶν τε ἐκ τῆς γῆς φυομένων καὶ τῶν ἀνθρώπων· πολὺ γὰρ καλλίονα καὶ μείζονα πάντα γίγνεται ἐν τῇ Ἀσίῃ· ἥ τε χώρη τῆς χώρης ἡμερωτέρη καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. τὸ δὲ αἴτιον τούτων ἡ κρῆσις τῶν ὡρέων.» τὴν κρᾶσιν εἶναι αἰτίαν φησὶν οὐ μόνον τῶν ἄλλων ὧν διῆλθεν ἀλλὰ καὶ τῶν ἠθῶν. ὅτι δὲ τὴν τῶν ὡρῶν κρᾶσιν ἐν τῇ θερμότητι καὶ ψυχρότητι, ξηρότητί τε καὶ ὑγρότητι διαλλάττειν ἑτέραν τῆς ἑτέρας φησί, παμπόλλας ῥήσεις παρεθέμην ἐν τῇ πραγματείᾳ, καθʼ ἣν ἐπιδείκνυμι τὴν αὐτὴν φυλάττοντα δόξαν αὐτὸν περὶ τῶν στοιχείων ἔν τε τῇ περὶ φύσιος ἀνθρώπου βίβλῳ καὶ κατʼ ἄλλα πάντα συγγράμματα. ἀλλὰ καὶ κατὰ τὰς ἑπομένας ῥήσεις τῇ προκειμένῃ ταὐτὸν διδάσκων ὡδὶ γράφει περὶ τῆς εὐκράτου χώρας, ἣν καὶ τὰ τῶν ἀνθρώπων ἤθη ποιεῖν φησιν εὔκρατα· «οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀνεξήρανται οὔτε ὑπὸ ψύξιος πέττεται.» διὰ τοῦτʼ οὖν ἐφεξῆς φησι «τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον καὶ τὸ εὔτονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύλου ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατέειν.» καὶ μέντοι κατωτέρω πάλιν ἐν ταὐτῷ γράμματι τάδε γράφει· «περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης ὅτι ἀπολεμώτεροί εἰσι τῶν Εὐρωπαίων οἱ Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ ἤθεα, αἱ ὧραι αἴτιαι μάλιστα οὐ μεγάλας τὰς μεταβολὰς ποιεόμεναι οὔτε ἐπὶ τὸ θερμὸν οὔτε ἐπὶ τὸ ψυχρὸν ἀλλὰ παραπλήσιαι.» καὶ μέντοι καὶ μετʼ ὀλίγα πάλιν οὕτως εἶπεν· «εὑρήσεις δὲ καὶ τοὺς Ἀσιηνοὺς διαφέροντας αὐτοὺς ἑωυτῶν καὶ τοὺς μὲν βελτίονας, τοὺς δὲ φαυλοτέρους ἐόντας· τούτων δὲ αἱ μεταβολαὶ αἴτιαι τῶν ὡρέων, ὥσπερ μοι εἴρηται ἐν τοῖσι προτέροισι» καὶ κατωτέρω τοῦ συγγράμματος, ἡνίκα περὶ τῶν τὴν Εὐρώπην οἰκούντων ὁ λόγος αὐτῷ γίγνεται, τάδε γράφει· «τό τε ἄγριον καὶ τὸ ἀμείλικτον καὶ τὸ θυμοειδὲς ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεται» καὶ μετὰ ταῦτα πάλιν ἐν ἑτέρᾳ ῥήσει γράφει ταυτί· «ὅσοι μὲν ὀρεινὴν χώρην οἰκέουσι καὶ τρηχεῖαν καὶ ὑψηλὴν καὶ ἔνυδρον καὶ αἱ μεταβολαὶ αὐτέοισι γίγνονται τῶν ὡρέων μεγάλαι, ἐνταῦθα εἰκὸς εἴδεα μεγάλα εἶναι καὶ πρὸς τὸ ταλαίπωρον καὶ τὸ ἀνδρεῖον εὖ πεφυκότα, καὶ τό τε ἄγριον καὶ τὸ θηριῶδες αἱ τοιαῦται φύσιες οὐχ ἥκιστα ἔχουσιν· ὅσοι δὲ κοῖλα χωρία καὶ λειμακώδεα καὶ πνιγηρὰ καὶ τῶν θερμῶν πνευμάτων πλέον μέρος μετέχουσιν ἢ τῶν ψυχρῶν ὕδασί τε χρέωνται θερμοῖσιν, οὗτοι δὲ με γάλοι μὲν οὐκ ἂν εἴησαν οὐδὲ κανονίαι, ἐς εὖρος δὲ πεφυκότες καὶ σαρκώδεες καὶ μελανότριχες· καὶ αὐτοὶ μέλανες μᾶλλον ἢ λευκότεροι φλεγματίαι τε ἧσσον ἢ χολώδεες, τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ φύσει μὲν οὐκ ἂν ὁμοίως ἐνείη, νόμος δὲ προσγενόμενος ἀπεργάσοιτʼ ἄν.» νόμον εἴρηκε δηλονότι τὴν νόμιμον ἐν ἑκάστῃ χώρᾳ τοῦ βίου διαγωγήν, ἣν δὴ καὶ τροφὴν καὶ παιδείαν καὶ συνήθειαν ἐπιχώριον ὀνομάζομεν, οὗ καὶ αὐτοῦ μεμνήσομαι πρὸς τὸν ὀλίγον ὕστερον εἰρησόμενον λόγον. ἐν γὰρ τῷ παρόντι προσθεῖναι ταύτας ἔτι βούλομαι τὰς ῥήσεις αὐτοῦ· «ὅσοι δὲ ὑψηλὴν οἰκέουσι χώρην καὶ λείην καὶ ἀνεμώδεα καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι καὶ ἑωυτοῖσι παραπλήσιοι, καὶ ἀνανδρότεραι καὶ ἡμερώτεραι τούτων αἱ γνῶμαι· ὅσοι δὲ λεπτὰ καὶ ἄνυδρα καὶ ψιλὰ καὶ τῇσι μεταβολῇσι τῶν ὡρέων οὐκ εὔκρητα, ἐν ταύτῃ τῇ χώρῃ τὰ εἴδεα εἰκὸς σκληρὰ καὶ εὔτονα καὶ ξανθότερα εἶναι ἢ μελάντερα καὶ τὰ ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεάς τε καὶ ἰδιογνώμονας». καὶ ἵνα μὴ πολλῶν αὐτοῦ μνημονεύσω ῥήσεων, ἐφεξῆς ἐρεῖ «εὑρήσεις γὰρ ἐπὶ τὸ πολὺ τῆς χώρης τῇ φύσει ἀκολουθέοντα καὶ τὰ εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους.» αὐτὴν δὲ δηλονότι τὴν χώραν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ὑγρόν τε καὶ ξηρὸν ἑτέρας χώρας διαφέρειν εἴρηκε πολλάκις ἐν τῷ συγγράμματι. διὰ τοῦτʼ οὖν καὶ πάλιν ἐφεξῆς ἐρεῖ «ὅκου μὲν γὰρ ἡ γῆ πίειρα καὶ μαλθακὴ καὶ ἔνυδρος καὶ τὰ ὕδατα κάρτα μετέωρα, ὥστε θερμὰ εἶναι τοῦ θέρεος καὶ τοῦ χειμῶνος ψυχρὰ καὶ τῶν ὡρέων καλῶς κέεται, ἐνταῦθα καὶ οἱ ἄνθρωποι σαρκώδεές εἰσι καὶ ἄναρθροι καὶ ὑγροὶ καὶ ἀταλαίπωροι καὶ τὴν ψυχὴν κακοὶ ὡς ἐπὶ τὸ πολύ· τό τε ῥᾴθυμον καὶ τὸ ὑπνηλὸν ἔνεστιν ἐν αὐτοῖσιν, ἔς τε τὰς τέχνας παχέες καὶ οὐ λεπτοὶ οὐδὲ ὀξέες.» ἐν τούτοις πάλιν ἐδήλωσε σαφέστατα μὴ μόνον τὰ ἤθη ταῖς τῶν ὡρῶν κράσεσιν ἀλλὰ καὶ τὴν ἀμβλύτητα τῆς διανοίας ὥσπερ οὖν καὶ τὴν σύνεσιν ἑπομένην. ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὴν ἐχομένην ῥῆσιν· γέγραπται γὰρ αὐτοῖς ὀνόμασιν «ὅκου δέ ἐστιν ἡ γῆ ψιλή τε καὶ ἄνυδρος καὶ τρηχεῖα καὶ ὑπὸ τοῦ χειμῶνος πιεζομένη καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη, ἐνταῦθα δὲ σκληρούς τε καὶ ἰσχνοὺς καὶ διηρθρωμένους καὶ εὐτόνους καὶ δασέας τό τε ἐργαστικὸν ὀξὺ ἐνεὸν ἐν τῇ φύσει τῇ τοιαύτῃ καὶ τὸ ἄγρυπνον τά τε ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεας καὶ ἰδιογνώμονας τοῦ τε ἀγρίου μᾶλλον μετέχοντας ἢ τοῦ ἡμέρου ἔς τε τὰς τέχνας ὀξυτέρους τε καὶ ξυνετωτέρους καὶ τὰ πολέμια ἀμείνονας εὑρήσεις.» ἐν τούτῳ πάλιν τῷ λόγῳ σαφῶς οὐ μόνον τὰ ἤθη ταῖς τῆς χώρας κράσεσιν ἀκόλουθά φησιν ὑπάρχειν ἀλλὰ καὶ πρὸς τὰς τέχνας τοὺς μὲν ὀξυτέρους, τοὺς δʼ ἀσυνετωτέρους γίγνεσθαι, τουτέστιν τοὺς μὲν συνετωτέρους, τοὺς δʼ ἀμβλυτέρους τε καὶ παχέας τὴν διάνοιαν. οὐκέτʼ οὖν δέομαι τῶν κατὰ τὸ δεύτερον καὶ ἕκτον τῶν ἐπιδημιῶν γεγραμμένων φυσιογνωμονικῶν γνωρισμάτων ἁπάντων μνημονεύειν ἀλλʼ ἀρκέσει παραγράψαι παραδείγματος ἕνεκα τήνδε τὴν λέξιν αὐτοῦ· «ᾧ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος, ᾧ δὲ ἂν ἀτρεμέῃ, τυφώδης.» κατὰ δὲ τὴν ῥῆσιν ὁ λόγος ἐστὶ τοιοῦτος· ὧν ἀνθρώπων ἡ κατὰ τὸν ἀγκῶνα ἀρτηρία σφο δροτάτην ποιεῖται κίνησιν αὑτῆς, οὗτοι μανικοί εἰσι. φλέβας μὲν γὰρ καὶ τὰς ἀρτηρίας ἐκάλουν οἱ παλαιοί, ὡς δέδεικται πολλάκις, οὐδέπω δὲ πᾶσαν ἀρτηριῶν κίνησιν ὠνόμαζον σφυγμὸν ἀλλὰ μόνον τὴν αἰσθητὴν ἐν τῷ ἀνθρώπῳ πάντως οὖσαν σφοδράν. Ἱπποκράτης δʼ ὡς καὶ πρῶτος ἄρξας τοῦ μετὰ ταῦτα κρατήσαντος ἔθους εἴρηκέ που σφυγμὸν ἅπασαν τῶν ἀρτηριῶν κίνησιν, ὁποία τις ἂν ᾖ· κατὰ μέντοι τήνδε τὴν ῥῆσιν ἔτι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας χρώμενος ἐκ σφοδρᾶς κινήσεως ἀρτηρίας ἐτεκμήρατο μανικὸν καὶ ὀξύθυμον ἄνθρωπον, ἐπεὶ διὰ τὸ πλῆθος τῆς ἐν τῇ καρδίᾳ θερμασίας οὕτω σφύζουσιν αἱ ἀρτηρίαι· μανικοὺς μὲν γὰρ καὶ ὀξυθύμους τὸ πλῆθος τῆς θερμασίας ἐργάζεται, νωθροὺς δὲ καὶ βαρεῖς καὶ δυσκινήτους ἡ τῆς κράσεως ψυχρότης.
Ἱπποκράτης μὲν οὖν ἐπιδείξας ἐν ὅλῳ λόγῳ τῷ περὶ ὑδάτων καὶ ὡρῶν κράσεως ἑπομένας ταῖς τοῦ σώματος κράσεσι τὰς τῆς ψυχῆς δυνάμεις, οὐ μόνον ὅσαι κατὰ τὸ θυμοειδὲς ἢ ἐπιθυμητικὸν αὐτῆς εἰσιν, ἀλλὰ καὶ τὰς κατὰ τὸ λογιστικόν, ἁπάντων ἀξιοπιστότατός ἐστι μάρτυς, εἴ τις ἐπιμαρτύροιτο, καθάπερ ἐνίοις ἔθος ἐστί, τὴν τῶν δογμάτων ἀλήθειαν. ἐγὼ δʼ οὐχ ὡς μάρτυρι πιστεύω τἀνδρὶ τοῖς πολλοῖς ὡσαύτως ἀλλʼ ὅτι τὰς ἀποδείξεις αὐτοῦ βεβαίας ὁρῶ, διὰ τοῦτο γοῦν καὶ αὐτὸς ἐπαινῶ τὸν Ἱπποκράτην. τίς γὰρ οὐχ ὁρᾷ τὸ σῶμα καὶ τὴν ψυχὴν ἁπάντων τῶν ὑπὸ τοῖς ἄρκτοις ἀνθρώπων ἐναντιώτατα διακείμενα τοῖς ἐγγὺς τῆς διακεκαυμένης ζώνης; ἢ τίς οὐκ οἶδε τοὺς ἐν τῷ μέσῳ τούτων, ὅσοι τὴν εὔκρατον οἰκοῦσι χώραν, ἀμείνους τά τε σώματα καὶ τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν ἐκείνων τῶν ἀνθρώπων; ἀλλὰ διά τινας τῶν Πλατωνικοὺς μὲν ἑαυτοὺς ὀνομαζόντων, ἡγουμένους δʼ ἐμποδίζεσθαι μὲν ἐν ταῖς νόσοις τὴν ψυχὴν ὑπὸ τοῦ σώματος, ὑγιαίνοντος δὲ τὰς ἰδίας ἐνεργείας ἐνεργεῖν οὔτʼ ὠφελουμένην οὔτε βλαπτομένην ὑπʼ αὐτοῦ, παραγράψω τινὰς ῥήσεις τοῦ Πλάτωνος, ἐν αἷς ἀποφαίνεται διὰ τὴν τῶν τόπων κρᾶσιν εἰς φρόνησιν ὠφελουμένους τε καὶ βλαπτομένους τοὺς ἀνθρώπους ἄνευ τοῦ νοσεῖν τὸ σῶμα. ἐν μέν γε τῷ Τιμαίῳ κατὰ τὰ πρῶτα τῶν λόγων ἔγραψε «ταύτην δὴ ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν ἐκλεξαμένη τὸν τόπον, ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι ἄνδρας οἴσοι φρονιμωτάτους», ἀλλὰ καὶ συνάπτων ἐφεξῆς «ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκισεν». ὅτι μὲν οὖν πολὺ δίδωσι τοῖς τόποις, τουτέστι ταῖς ἐπὶ γῆς οἰκήσεσιν, εἴς τε τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν, ἤδη μὲν κἀκ τούτων ἐστὶ δῆλον, ἀλλὰ κἀν τῷ πέμπτῳ τῶν Νόμων ὡδί πως ἔγραψε· «καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθʼ ἡμᾶς λανθανέτω περὶ τόπων, ὡς εἰσὶν ἄλλοι τινὲς διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους». ἐναργῶς πάλιν ἐνταῦθα γεννᾶν τοὺς τόπους φησὶν ἀμείνους τε καὶ χείρους ἀνθρώπους. ἐφεξῆς δὲ πάλιν ἐπιφέρων τοῖσδέ φησιν «οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ εἱλήσεις ἀλλόκοτοί τʼ εἰσὶ καὶ ἀναίδεοι αὐτῶν, οἱ δὲ διʼ ὕδατα, οἱ δὲ διʼ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδοῦσαν οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς ψυχαῖς δʼ οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν». ἐν τούτῳ τῷ λόγῳ «πνεύματα» σαφῶς, τουτέστι τοὺς ἀνέμους, καὶ «εἱλήσεις», τουτέστι τὰς ἐξ ἡλίου θερμότητας, δύνασθαί φησιν εἰς τὰς τῆς ψυχῆς δυνάμεις, εἰ μή τι ἄρα νομίζουσι διὰ μὲν τὰ πνεύματα καὶ τὴν τοῦ περιέχοντος ἀέρος θερμότητα καὶ ψυχρότητα καὶ τὴν τῶν ὑδάτων τε καὶ τῆς τροφῆς φύσιν ἀμείνους τε καὶ χείρους τὴν ψυχὴν ἀνθρώπους δύνασθαι γενέσθαι, ταῦτα δʼ αὐτὰ μὴ διὰ μέσων τῶν κράσεων ἐργάζεσθαι κατὰ τὴν ψυχὴν ἀγαθά τε καὶ φαῦλα· καὶ γὰρ καὶ ταῦτʼ ἂν εἴη τῇ συνέσει καὶ παιδείᾳ τῶν ἀνδρῶν ἀκόλουθα. ἀλλʼ ἡμεῖς γε σαφῶς ἴσμεν, ὡς ἕκαστον ἔδεσμα καταπίνεται μὲν πρῶτον εἰς τὴν γαστέρα, προκατείργασται δʼ ἐν αὐτῇ καὶ μετὰ ταῦτα διὰ τῶν ἐξ ἥπατος εἰς αὐτὴν καθηκουσῶν φλεβῶν ἀναληφθὲν ἐργάζεται τοὺς ἐν τῷ σώματι χυμούς, ἐξ ὧν τρέφεται τἆλλα μόρια πάντα καὶ σὺν αὐτοῖς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ, ἐν δὲ δὴ τῷ τρέφεσθαι θερμότερα σφῶν αὐτῶν γίγνεται ψυχρότερά τε καὶ ὑγρότερα συνεξομοιούμενα τῇ δυνάμει τῶν ἐπικρατούντων χυμῶν. ὥστε σωφρονήσαντες νῦν γοῦν οἱ δυσχεραίνοντες, ὅτι τροφὴ δύναται τοὺς μὲν σωφρονεστέρους, τοὺς δʼ ἀκολαστοτέρους ἐργάζεσθαι καὶ τοὺς μὲν ἐγκρατεστέρους, τοὺς δʼ ἀκρατεστέρους καὶ θαρσαλέους καὶ δειλοὺς ἡμέρους τε καὶ πρᾴους ἐριστικούς τε καὶ φιλονείκους, ἡκέτωσαν πρός με μαθησόμενοι, τίνα μὲν ἐσθίειν αὐτοὺς χρή, τίνα δὲ πίνειν. εἴς τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ὀνήσονται μέγιστα καὶ πρὸς ταύτῃ κατὰ τὰς τοῦ λογιστικοῦ δυνάμεις ἐπιδώσουσιν εἰς ἀρετὴν συνετώτεροι καὶ μνημονικώτεροι γενόμενοι. πρὸς γὰρ ταῖς τροφαῖς καὶ τοῖς πόμασι καὶ τοὺς ἀνέμους αὐτοὺς διδάξω καὶ τὰς τοῦ περιέχοντος κράσεις ἔτι τε τὰς χώρας, ὁποίας μὲν αἱρεῖσθαι προσήκει, ὁποίας δὲ φεύγειν.
Ἀναμνήσω δὲ πάλιν αὐτούς, κἂν μὴ θέλωσιν, ὡς ὁ Πλάτων αὐτός, ἀφʼ οὗ παρονομάζουσιν ἑαυτούς, οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πολλάκις ἔγραψε περὶ τούτων. ὡσαύτως δʼ οὖν ἀρκέσει μοι προσθεῖναι ῥήσεις τινὰς κατὰ τὸν ἐνεστῶτα λόγον, ὧν αἱ μὲν δύο περὶ οἴνου πόσεώς εἰσιν ἐκ τοῦ δευτέρου τῶν Νόμων, ἄλλη δὲ περὶ τροφῆς ἐκ Τιμαίου. Ἡ δʼ οὖν ῥῆσις ἐκ τοῦ δευτέρου τῶν Νόμων ἥδε· « ἆρʼ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρις ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες, ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβούμενοι ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς ξυσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνίας καὶ δυσθυμίας λήθην γίγνεσθαι μαλακώτερόν τʼ ἐκ σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα, γιγνόμενον καὶ οὕτως εὐπλαστότερον εἶναι;» ἐκ ταύτης τῆς ῥήσεως μεμνῆσθαι παρακαλῶ τοὺς γενναίους Πλατωνικοὺς οὐ μόνον ἃ λέλεκται περὶ πόσεως οἴνου κατʼ αὐτὴν ἀλλὰ καὶ περὶ τῆς τῶν ἡλικιῶν διαφορᾶς. ἐμμανῆ μὲν γὰρ εἶναί φησι τὴν τῶν μειρακίων φύσιν, αὐστηρὰν δὲ καὶ δύσθυμον καὶ σκληρὰν τὴν τῶν γερόντων, οὐ δήπου διὰ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀλλὰ κατὰ τὴν τοῦ σώματος κρᾶσιν τὴν οὖσαν ἑκάστῃ τῶν ἡλικιῶν. ἡ μὲν γὰρ τῶν μειρακίων θερμὴ καὶ πολύαιμος, ἡ δὲ τῶν γερόντων ὀλίγαιμός τε καὶ ψυχρὰ καὶ διὰ τοῦτό γʼ αὖ τοῖς μὲν γέρουσιν ὠφέλιμος οἴνου πόσις εἰς συμμετρίαν θερμασίας ἐπανάγουσα τὴν ἐκ τῆς ἡλικίας ψυχρότητα, τοῖς δʼ αὐξανομένοις ἐναντιωτάτη· ζέουσαν γὰρ αὐτῶν τὴν φύσιν καὶ σφοδρῶς κινουμένην ὑπερθερμαίνει τε καὶ εἰς ἀμέτρους καὶ σφοδρὰς ἐκβαίνει κινήσεις. ἀλλὰ Πλάτωνι μὲν καὶ ταῦτα καὶ ἄλλα πολλὰ κατὰ τὸ δεύτερον τῶν Νόμων εἴρηται περὶ πόσεως οἴνου τοῖς βουλομένοις ἀναγιγνώσκειν ὠφέλιμα· μόνης δʼ ἔτι μιᾶς ἐγὼ ῥήσεως αὐτοῦ μνημονεύσω κατὰ τὸ τέλος εἰρημένης ἁπάντων τῶν περὶ πόσεως οἴνου λόγων, ἔνθα προῄρηται τὸν τῶν Καρχηδονίων νόμον. ἔχει δʼ ἡ ῥῆσις οὕτως· «ἀλλʼ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ τῶν Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος ἀλλʼ ὑδροποσίαις ξυγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα καὶ κατὰ πόλιν μήτε δοῦλον μήτε δούλην γεύεσθαι μηδέποτε μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι, μηδʼ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου ξυνέρχεται μηδέ γε μεθʼ ἡμέραν τὸ παράπαν μηδένα, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδʼ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ γυνή. καὶ ἄλλα δὲ πολλὰ ἄν τις λέγοι, ἐν οἷς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος». ταῦτα τοῦ Πλάτωνος εἰρηκότος οὐκ ἐπὶ τῶν νοσούντων σωμάτων ἀλλʼ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων, εἴ γʼ ὑμῖν δοκοῦσιν, ὦ γενναιότατοι Πλατωνικοί, στρατεύεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ κυβερνᾶν ναῦς ὑγιαίνοντες ἄνδρες, ἀποκρίνασθέ μοι τοὐντεῦθεν ἐρωτῶντι, πότερον οὐχ ὥσπερ τις τύραννος ὁ ποθεὶς οἶνος κελεύει τὴν ψυχὴν μήτε νοεῖν ἀκριβῶς, ἃ πρόσθεν ἐνόει, μήτε πράττειν ὀρθῶς, ἃ πρόσθεν ἔπραττε, καὶ διὰ τοῦτο φυλάττεσθαί φησιν ὁ Πλάτων ὡς πολέμιον; εἰ γὰρ ἅπαξ εἴσω τοῦ σώματος ἀφίκοιτο, καὶ τὸν κυβερνήτην κωλύει, ὡς προσήκει, μεταχειρίζεσθαι τοὺς οἴακας τῆς νεὼς καὶ τοὺς στρατευομένους σωφρονεῖν ἐν ταῖς παρατάξεσι καὶ τοὺς δικαστάς, ὁπότε δικαίους εἶναι χρή, ποιεῖ σφάλλεσθαι καὶ πάντας τοὺς ἄρχοντας ἄρχειν κακῶς καὶ προστάττειν οὐδὲν ὑγιές. ἡγεῖται γὰρ τὸν οἶνον ἀτμῶν θερμῶν ὅλον τε τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλὴν πληροῦντα κινήσεως μὲν ἀμετροτέρας αἴτιον γίγνεσθαι τῷ τʼ ἐπιθυμητικῷ μέρει τῆς ψυχῆς καὶ τῷ θυμοειδεῖ, βουλῆς δὲ προπετεστέρας τῷ λογιστικῷ. καὶ μήν, εἴπερ οὕτως ἔχει ταῦτα, διὰ μέσης τῆς κράσεως αἱ εἰρημέναι τῆς ψυχῆς ἐνέργειαι φαίνονται βλαπτόμεναι πινόντων ἡμῶν τὸν οἶνον, ὥσπερ γε πάλιν ὠφελούμεναι. ἀλλὰ γὰρ τοῦθʼ ὑμᾶς, ἐὰν βούλησθε, διδάξω καθʼ ἕτερον καιρόν, ἐκ τοῦ θερμαίνειν ὅσα βλάπτειν τε καὶ ὠφελεῖν ἡμᾶς οἶνος πέφυκεν· ἐν δὲ τῷ παρόντι τὴν ἐν τῷ Τιμαίῳ ῥῆσιν παραγράψω, καθʼ ἣν προειπὼν ὁ Πλάτων οὕτως· «ταύτῃ κακοὶ πάντες οἱ κακοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα· ὧν αἰτιατέον μὲν ἀεὶ τοὺς φυτεύοντας τῶν φυτευομένων μᾶλλον καὶ τοὺς τρέφοντας τῶν τρεφομένων» ἐφεξῆς φησι «πειρατέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφῆς καὶ διʼ ἐπιτηδευμάτων μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δʼ ἑλεῖν». ὥσπερ γὰρ «ἐπιτηδεύματα καὶ μαθήματα» κακίας μὲν ἀναιρετικά, γεννητικὰ δʼ ἀρετῆς ἐστιν, οὕτω καὶ ἡ «τροφή»· λεγομένης τʼ ἐνίοτε τροφῆς οὐ μόνον τῆς ἐπὶ σιτίοις ἀλλὰ καὶ πάσης τῶν παίδων διαίτης οὐχ οἷόν τε φάναι κατὰ τὸ δεύτερον σημαινόμενον εἰρῆσθαι νῦν ὑπʼ αὐτοῦ τὴν τροφήν· οὐ γὰρ τοῖς παισὶν ἀλλὰ τοῖς τελείοις παρακελευόμενος ἔφη «πειρατέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφῆς καὶ διʼ ἐπιτηδευμάτων μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δʼ ἑλεῖν». ἐπιτηδεύματʼ οὖν λέγει τὰ κατὰ γυμναστικήν τε καὶ μουσικήν, μαθήματα δὲ τά τε κατὰ γεωμετρίαν καὶ ἀριθμητικήν· τροφὴν δʼ οὐκ ἄλλην τινὰ νοεῖν οἷόν τε παρὰ τὴν ἐκ τῶν σιτίων καὶ ῥοφημάτων καὶ πομάτων, ἐξ ὧν ἐστι καὶ οἶνος, ὑπὲρ οὗ πολλὰ διῆλθεν ὁ Πλάτων ἐν τῷ δευτέρῳ τῶν Νόμων. ὅστις δὲ βούλεται καὶ χωρὶς τούτου γνῶναί τι περὶ πάσης τῆς ἐν ταῖς τροφαῖς δυνάμεως, ἔνεστιν ἀναγιγνώσκειν αὐτῷ τρία περὶ τοῦδε βιβλία τὰ ἡμέτερα καὶ τέταρτον ἐπʼ αὐτοῖς τὸ περὶ εὐχυμίας τε καὶ κακοχυμίας, οὗ μάλιστα χρῄζομεν εἰς τὸ παρόν. πολλὰ μὲν οὖν ἡ κακοχυμία ταῖς τῆς ψυχῆς ἐνεργείαις λυμαίνεται, διασῴζει δʼ ἀβλαβεῖς ἡ εὐχυμία.
Οὐκ οὖν ἀναιρετικὸς ὅδʼ ὁ λόγος ἐστὶ τῶν ἐκ φιλοσοφίας καλῶν ἀλλʼ ὑφηγητικός τε καὶ διδασκαλικὸς καίτοι γʼ ἀγνοούμενος μέχρι τινὸς ἐνίοις τῶν φιλοσόφων· οἵ τε γὰρ ἡγούμενοι πάντας ἀνθρώπους ἐπιδεκτικοὺς ἀρετῆς ὑπάρχειν οἵ τε μηδένα τὴν δικαιοσύνην αἱρεῖσθαι αὐτήν, ἐξ ἡμίσεος ἑκάτεροι τὴν ἀνθρωπίνην ἑωράκασι φύσιν. οὔτε γὰρ ἅπαντες ἐχθροὶ φύονται δικαιοσύνης οὔθʼ ἅπαντες φίλοι, διὰ τὰς κράσεις τῶν σωμάτων ἑκάτεροι τοιοῦτοι γενόμενοι. πῶς οὖν, φασί, δικαίως ἄν τις ἐπαινοῖτο καὶ ψέγοιτο καὶ μισοῖτο καὶ φιλοῖτο γενόμενος πονηρὸς ἢ ἀγαθὸς οὐ διʼ ἑαυτὸν ἀλλὰ διὰ τὴν κρᾶσιν, ἣν ἐξ ἄλλων αἰτίων φαίνεται λαμβάνων; ὅτι, φήσομεν, ὑπάρχει τοῦτο πᾶσιν ἡμῖν, ἀσπάζεσθαι μὲν τὸ ἀγαθὸν καὶ προσίεσθαι καὶ φιλεῖν, ἀποστρέφεσθαι δὲ καὶ μισεῖν καὶ φεύγειν τὸ κακόν, οὐκέτι προσκεπτομένοις οὔτʼ εἰ γενητόν ἐστιν οὔτʼ εἰ μὴ γενητόν. τοὺς γοῦν σκορπίους καὶ τὰ φαλάγγια καὶ τὰς ἐχίδνας ἀναιροῦμεν ὑπὸ τῆς φύσεως γεγονότα τοιαῦτα καὶ οὐχ ὑφʼ ἑαυτῶν. εἰκότως οὖν καὶ τῶν ἀνθρώπων τοὺς πονηροὺς μισοῦμεν οὐ προσλογιζόμενοι τὸ ποιῆσαν αἴτιον αὐτοὺς τοιούτους, ἔμπαλιν δὲ προσιέμεθα καὶ φιλοῦμεν τοὺς ἀγαθούς, εἴτʼ ἐκ φύσεως εἴτʼ ἐκ παιδείας καὶ διδασκαλίας εἴτʼ ἐκ προαιρέσεως καὶ ἀσκήσεως ἐγένοντο τοιοῦτοι. καὶ μέν γε καὶ ἀποκτείνομεν τοὺς ἀνιάτως πονηροὺς διὰ τρεῖς αἰτίας εὐλόγως· ἵνα μήθʼ ἡμᾶς ἀδικήσωσι ζῶντες εἰς φόβον τε τοὺς ὁμοίους αὐτοῖς ἐνάγωσιν ὡς κολασθησομένους ἐφʼ οἷς ἂν ἀδικήσωσι, καὶ τρίτον ὅτι αὐτοῖς ἐκείνοις ἄμεινόν ἐστι τεθνάναι διεφθαρμένοις οὕτω τὴν ψυχήν, ὡς μηδʼ ὑπὸ τῶν Μουσῶν αὐτῶν παιδεύεσθαι, μή τί γʼ ὑπὸ Σωκράτους ἢ καὶ Πυθαγόρου βελτιοῦσθαι δύνασθαι. θαυμάζω δʼ ἐν τῷδε τῶν Στωϊκῶν ἅπαντας μὲν ἀνθρώπους εἰς ἀρετῆς κτῆσιν ἐπιτηδείως ἔχειν οἰομένων, διαστρέφεσθαι δʼ ὑπὸ τῶν συζώντων. ἵνα γὰρ ἐάσω τἆλλα πάντα τὰ καταβάλλοντα τὸν λόγον αὐτῶν, ἓν μόνον ἐρωτήσω περὶ τῶν πρώτων γενομένων ἀνθρώπων, οἳ μηδένα πρὸ ἑαυτῶν ἔσχον ἕτερον· ἡ διαστροφὴ πόθεν ἢ ὑπὸ τίνων αὐτοῖς ἐγένετο; οὐχ ἕξουσι λέγειν, ὥσπερ γε κἀν τῷ νῦν χρόνῳ μικρὰ παιδία θεώμενοι πονηρότατα, τίς ἐδίδαξεν αὐτὰ τὴν πονηρίαν, ἀδυνατοῖεν ἂν λέγειν, καὶ μάλισθʼ ὅταν ᾖ πολλὰ ἅμα μὲν τρεφόμενα τὴν αὐτὴν τροφὴν ὑπὸ τοῖς αὐτοῖς γονεῦσιν ἢ διδασκάλοις ἢ παιδαγωγοῖς, ἐναντιώτατα δὲ ταῖς φύσεσιν. τί γὰρ ἂν ἐναντιώτερον εἴη τοῦ κοινωνικοῦ παιδίου τῷ φθονερῷ, καθάπερ καὶ τοῦ ἐλεήμονος τῷ ἐπιχαιρεκάκῳ, τοῦ δὲ δειλοῦ τῷ θαρσαλέῳ καὶ τοῦ μωροτάτου τῷ συνετωτάτῳ καὶ τοῦ φιλαλήθους τῷ φιλοψευδεῖ; καὶ φαίνεταί γε τὰ παιδία, κἂν ὑπὸ τοῖς αὐτοῖς γονεῦσι καὶ διδασκάλοις καὶ παιδαγωγοῖς τρέφηται, κατὰ τὰς εἰρημένας ἐναντιώσεις ἀλλήλων διαφέροντα. παραφυλάττειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ τῶν νῦν φιλοσόφων· ἄμεινον δʼ ἐστὶν ἴσως εἰπεῖν οὐ φιλοσόφων ἀλλʼ ἐπαγγελλομένων φιλοσοφεῖν· ὡς, εἴ γʼ ὄντως ἐφιλοσόφουν, ἐφύλαττον ἂν αὐτὸ τοῦτο πρῶτον, τὸ ἀπὸ τῶν ἐναργῶς φαινομένων τὰς ἀρχὰς τῶν ἀποδείξεων ποιεῖσθαι. καὶ τοῦτʼ ἐοίκασι μάλιστα πάντων οἱ παλαιότατοι πρᾶξαί τε καὶ κληθῆναι σοφοὶ παρὰ τοῖς ἀνθρώποις οὔτε συγγράμματα γράφοντες οὔτε διαλεκτικὴν ἢ φυσικὴν ἐπιδεικνύμενοι θεωρίαν ἀλλʼ ἐξ αὐτῶν μὲν τῶν ἐναργῶς φαινομένων τῆς θεωρίας ἀρξάμενοι τῶν ἀρετῶν, ἀσκήσαντες δʼ αὐτὰς ἔργοις, οὐ λόγοις. οὗτοι γοῦν οἱ φιλόσοφοι βλέποντες εὐθὺς ἐξ ἀρχῆς τὰ παιδία, κἂν ἄριστα παιδεύηται καὶ μηδὲν ἔχῃ θεάσασθαι παράδειγμα κακίας, ὅμως ἁμαρτάνοντα —σπάνιον γὰρ ὄντως ἔστι θεᾶσθαι παιδίον ἄμεμπτον—οἱ μὲν οὐδενὸς ὄντος τοιούτου πάντας ἀνθρώπους ἀπεφήναντο φύσει κακοὺς ὑπάρχειν, οἱ δʼ ἕνα ἢ δύο που κατὰ τὸ σπάνιον ἰδόντες οὐ πάντας ἀλλὰ τοὺς πλείστους ἔφασαν εἶναι κακούς. εἰ γάρ τις, οὐκ ὢν ἐπιτρίπτων τε καὶ φιλονείκων, ἐθελήσειεν ἐλευθερίᾳ γνώμῃ καθάπερ οἱ παλαιοὶ φιλόσοφοι τὰ πράγματα θεάσασθαι, παντάπασιν ὀλίγους παῖδας εὑρήσει πρὸς ἀρετὴν εὖ πεφυκότας καὶ παύσεται πάντας μὲν ἡμᾶς ἡγούμενος εὖ πεφυκέναι, διαστρέφεσθαι δʼ ὑπὸ τῶν γονέων τε καὶ παιδαγωγῶν καὶ διδασκάλων· οὐ γὰρ δὴ ἄλλοις γέ τισιν ἐντυγχάνει τὰ παιδία. πάνυ δʼ εὐήθεις εἰσὶ καὶ οἱ διαστρέφεσθαι λέγοντες ἡμᾶς ὑπό τε τῆς ἡδονῆς καὶ τοῦ ἄλγους, τῆς μὲν ἑλκούσης πρὸς ἑαυτήν, τοῦ δʼ ἀποτρεπτικοῦ τε καὶ τραχέος ὄντος. εἰ μὲν γὰρ πάντες ᾠκειώμεθα πρὸς τὴν ἡδονήν, οὐκ οὖσαν ἀγαθὸν ἀλλʼ, ὡς ὁ Πλάτων ἔφη, δέλεαρ μέγιστον κακοῦ, φύσει κακοὶ πάντες ἐσμέν, εἰ δʼ οὐ πάντες ἀλλά τινες, ἐκεῖνοι μόνοι φύσει μοχθηροὶ τυγχάνουσιν ὄντες. καίτοι γʼ εἰ μὲν μηδεμίαν ἔχομεν ἑτέραν ἐν ἡμῖν δύναμιν ᾠκειωμένην μᾶλλον ἡδονῆς, ἰσχυροτέρα πως ἔσται ἡδονὴ τῆς ἀρετῆς, ἥτις κρείττων τῆς πρὸς τὴν ἡδονὴν ἀγούσης ἡμᾶς ἐστι δυνάμεως κἂν οὕτως εἴημεν ἅπαντες κακοὶ τὴν μὲν κρείττονα δύναμιν ἀσθενεστέραν, ἰσχυροτέραν δὲ τὴν μοχθηρὰν ἔχοντες· εἰ δʼ ἡ κρείττων ἐστὶν ἰσχυροτέρα, τίς τοὺς πρώτους ἀνθρώπους ἀνέπεισεν ὑπὸ τῆς ἀσθενεστέρας νικηθῆναι; ταῦτʼ οὖν αὐτὰ τῶν Στωϊκῶν ἐμέμψατο καὶ ὁ πάντων ἐπιστημονικώτατος Ποσειδώνιος, ὃς ἐν οἷς ἐπαίνων ἐστὶ μεγίστων ἄξιος, ἐν τούτοις αὐτοῖς ὑπὸ τῶν ἄλλων οὐκ ἐπαινεῖται Στωϊκῶν· ἐκεῖνοι μὲν γὰρ ἔπεισαν ἑαυτοὺς τὴν πατρίδα μᾶλλον ἢ δόγματα προδοῦναι, Ποσειδώνιος δὲ τὴν τῶν Στωϊκῶν αἵρεσιν μᾶλλον ἢ τὴν ἀλήθειαν. διὰ τοῦτο κατά τε τὴν περὶ τῶν παθῶν πραγματείαν ἐναντιώτατα φρονεῖ Χρυσίππῳ κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν, πολλὰ μὲν ὧν εἶπε Χρύσιππος ἐν τοῖς λογικῶς ζητουμένοις περὶ τῶν παθῶν τῆς ψυχῆς μεμψάμενος, ἔτι δὲ πλείω τῶν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν. οὐ τοίνυν οὐδὲ Ποσειδωνίῳ δοκεῖ τὴν κακίαν ἔξωθεν ἐπεισιέναι τοῖς ἀνθρώποις οὐδεμίαν ἔχουσαν ἰδίαν ῥίζαν ἐν ταῖς ψυχαῖς ἡμῶν, ὅθεν ὁρμωμένη βλαστάνει τε καὶ αὐξάνεται, ἀλλʼ αὐτὸ τοὐναντίον εἶναι. καὶ γὰρ καὶ τῆς κακίας ἐν ἡμῖν αὐτοῖς σπέρμα· καὶ δεόμεθα πάντες οὐχ οὕτω τοῦ φεύγειν τοὺς πονηροὺς ὡς τοῦ διώκειν τοὺς καθαρίσοντάς τε καὶ κωλύσοντας ἡμῶν τὴν αὔξησιν τῆς κακίας. οὐ γάρ, ὡς οἱ Στωϊκοί φασιν, ἔξωθεν ἐπεισέρχεται ταῖς ψυχαῖς ἡμῶν τὸ σύμπαν τῆς κακίας, ἀλλὰ τὸ πλέον ἐξ ἑαυτῶν ἔχουσιν οἱ πονηροὶ τῶν ἀνθρώπων, ἔξωθεν δʼ ἔλαττον τούτων πολλῷ τὸ ἐπεισερχόμενόν ἐστιν. ἐκ τούτου μὲν οὖν ἐθισμοί τε γίγνονται μοχθηροὶ τῷ τῆς ψυχῆς ἀλόγῳ μέρει καὶ δόξαι ψευδεῖς τῷ λογιστικῷ, καθάπερ ὅταν ὑπὸ καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι παιδευώμεθα, δόξαι μὲν ἀληθεῖς, ἐθισμοὶ δὲ χρηστοί .... ταῖς κράσεσι δʼ ἕπεται κατὰ μὲν τὸ λογιστικὸν ἀγχίνοιά τε καὶ μωρία κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον· αἱ κράσεις δʼ αὐταὶ τῇ τε πρώτῃ γενέσει καὶ ταῖς εὐχύμοις διαίταις ἀκολουθοῦσιν, ὥστε συναυξάνειν ἄλληλα ταῦτα. διὰ γοῦν τὴν θερμὴν κρᾶσιν οἱ ὀξύθυμοι γιγνόμενοι ταύταις πάλιν ταῖς ὀξυθυμίαις ἐκπυροῦσι τὴν ἔμφυτον θερμασίαν· ἔμπαλιν δʼ οἱ σύμμετροι ταῖς κράσεσι συμμέτρους τὰς τῆς ψυχῆς κινήσεις ἔχοντες εἰς εὐθυμίαν ὠφελοῦνται. ὥσθʼ ὁ μὲν ἡμέτερος λόγος ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις ἐξηγούμενος τὰς αἰτίας ὧν μὲν ὑπʼ οἴνου καὶ φαρμάκων τινῶν πάσχομεν, ὧν δʼ ὑπὸ διαίτης ἀγαθῆς καὶ κακῆς, ὥσπερ γε καὶ ὠφελούμεθά τε καὶ βλαπτόμεθα διʼ ἐπιτηδευμάτων τε καὶ μαθημάτων, οὐχ ἥκιστα δὲ καὶ τῆς φυσικῆς διαφορᾶς τῶν παίδων ἀποδιδοὺς τὴν αἰτίαν. οἱ δʼ οὐκ ἐκ τῆς τοῦ σώματος κράσεως ἡγούμενοι τὴν ψυχὴν ὠφελεῖσθαί τε καὶ βλάπτεσθαι περί τε τῆς τῶν παίδων διαφορᾶς οὐδὲν ἔχουσι λέγειν ὧν τʼ ἐκ τῆς διαίτης ὠφελούμεθα, οὐδενὸς ἔχουσιν αἰτίαν ἀποδοῦναι, καθάπερ οὐδὲ τῆς ἐν τοῖς ἤθεσι διαφορᾶς, καθʼ ἣν τὰ μὲν θυμικά, τὰ δʼ ἄθυμα καὶ τὰ μὲν συνετά, τὰ δʼ οὐ φαίνεται. ἐν Σκύθαις μὲν γὰρ εἷς ἀνὴρ ἐγένετο φιλόσοφος, Ἀθήνησι δὲ πολλοὶ τοιοῦτοι· πάλιν δʼ ἐν Ἀβδήροις ἀσύνετοι πολλοί, τοιοῦτοι δʼ Ἀθήνησιν ὀλίγοι.