eul_wid: qmm-ga
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Method of Healing: Book 12 by Galen of Pergamon

Part of On the Method of Healing

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ ΒΙΒΛΙΟΝ Μ.

Οὔτε γένος οὔτε εἶδος οὔτε διαφορά τίς ἐστι πυρετῶν, ὡς ἔνιοι νομίζουσιν οἱ μετὰ συμπτωμάτων συνιστάμενοι, ἀλλʼ ὥσπερ ἄλλο τι ἄλλῳ νόσημά τε νοσήματι καὶ σύμπτωμα συμπτώματι καθʼ ἕνα χρόνον ἐπιπλέκεται περὶ ἓν σῶμα, κατὰ τὸν αὐτὸν τρόπον ἅμα πυρετῷ γίγνεταί τινα μείζω συμπτώματα, περιττοτέρας προνοίας δεόμενα. τῶν μὲν γὰρ μικροτέρων ἐξ ἀνάγκης ἑπομένων ταῖς γενέσεσι τῶν πυρετῶν οὐδὲ μέμνηνται τὴν ἀρχὴν, ἀλλʼ ὡς οὐδʼ ὅλως ὄντα παραλείπουσιν ἀνώνυμα· τὰ δʼ ἤτοι κατὰ τὸ σπάνιον ἐπιγινόμενα τοῖς πυρέττουσιν ἢ τὸ σύνηθες ὑπερβάλλοντα μέγεθος ἐξαιρέτου παρὰ τἄλλα διδασκαλίας ἀξιοῦσιν. εἰσὶ μὲν οὖν αὐτῶν αἱ πρῶται διαφοραὶ τρεῖς. ἤτοι γὰρ ἐν ταῖς τῶν ἐνεργειῶν βλάβαις εἰσὶν ἢ ἐν ταῖς τῶν ἐπεχομένων ἢ κενουμένων ἀμετρίαις, ἢ διαθέσεσι σωμάτων ὑπάρχουσι. οὐ γὰρ τὸ τέταρτον γένος ἐν συμπτώμασι θετέον, εἰ καὶ ὅτι μάλιστα πάμπολλοι καὶ τοῦτο τοῖς συμπτώμασιν ἔμιξαν, οἷον ἐρυσιπέλατα καὶ ὀφθαλμίας καὶ ἕλκη καὶ παρωτίδας, ὅσα τʼ ἄλλα τοιαῦτα. τῶν δʼ εἰρημένων τριῶν αἱ μὲν τῶν ἐνεργειῶν βλάβαι λυπηραὶ γενηθεῖσαι πρὸς ἑαυτὰς ἐπιστρέφουσι τὸν ἰατρὸν, ἀφίστασθαι τῶν διαθέσεων ἀναγκάζουσαι, καθάπερ γε καὶ αἱ τῶν ἐκκρινομένων ἢ ἐπεχομένων ἀμετρίαι. τὸ δʼ ἐν ταῖς διαθέσεσι γένος τῶν συμπτωμάτων σημεῖον μέν ἐστιν ἑτέρας διαθέσεως, ἣν χρὴ θεραπεύειν, αὐτὸ δʼ οὐδεμίαν ἐξαίρετον ἴασιν ἔχει, παυόμενον ἅμα τῇ ποιούσῃ διαθέσει. καθόλου μὲν οὖν εἰπεῖν οὐδὲν τῶν συμπτωμάτων ᾗ σύμπτωμά ἐστιν οὔτʼ ἐνδείκνυται θεραπείαν οὔθʼ ὑπαλλάττει πρώτως. ἐδείχθη γὰρ ἐκ τῶν νοσημάτων ἡ ἔνδειξις τῆς θεραπείας γινομένη, καθάπερ ἐκ τῶν αἰτίων ἡ προφυλακή. λέλεκται δὲ καὶ ὅπως ἡ προφυλακὴ τῷ τῶν ἰαμάτων μίγνυται γένει. κατὰ συμβεβηκὸς δέ ποτε καὶ τὰ συμπτώματα τὴν θεραπείαν ἐξαλλάττει, λόγον αἰτίας ἔχοντα κατʼ ἐκεῖνον τὸν χρόνον. ἓν δʼ αὐτῶν ἐστιν ἁπάντων κεφάλαιον, ὅταν γʼ ὡς αἰτία τὴν θεραπείαν ὑπαλλάττῃ· λέγω δὲ τὸ ἓν τοῦτο τὴν βλάβην εἴτʼ οὖν τῆς δυνάμεως εἴτε τῆς διαθέσεως· ὡς ὅταν γε βλάπτῃ μηδὲν, οὐ διακόπτει τὴν ἴασιν. βλάπτει δὲ τὴν μὲν δύναμιν ἀγρυπνία καὶ ὀδύνη καὶ κένωσις ἄμετρος, τὴν διάθεσιν δʼ οὐκ ἀεὶ μὲν, ὡς τὰ πολλὰ δὲ καὶ μάλισθʼ ὅταν ἄμετρα γένηται. ἐπὶ τούτοις οὖν μόνοις ἀναγκαζόμεθα τὴν ἀγωγὴν τῆς θεραπείας, ἣν ἐξ ἀρχῆς ἐνεστησάμεθα, μεταβαλόντες ἐν τῷ παρόντι πρῶτον ἐκκόψαι τὸ σύμπτωμα. καταλυομένης οὖν τῆς δυνάμεως, οὐ μὴν ἤδη γε ἰσχυρῶς καταλελυμένης, ἀλλʼ ἀντεχούσης ἔτι, πρὸς τὸ σύμπτωμα μόνον ἀποβλέπομεν, ὅτι τάχιστα σπεύδοντες ἀναιρεῖν αὐτό· καταλελυμένης δʼ ἰσχυρῶς οὐ μόνον τὸ σύμπτωμα παύειν, ἀλλὰ κᾀκείνην ῥωννύειν σπεύδομεν. εἰ δʼ ἑνὶ βοηθήματι καὶ τὸ σύμπτωμα παύεσθαι δύναιτο καὶ τὸ νόσημα θεραπεύεσθαι, τοῦτο οὐκ ἂν εἴη πρὸς σύμπτωμα βλέπειν ἢ συμπτώματος ἕνεκα βοήθημα παραλαμβάνειν, ἀλλʼ ἄντικρυς ἡ τοιαύτη πᾶσα τῶν βοηθημάτων ἰδέα νοσημάτων ἴασίς ἐστιν. οὔτε γὰρ ὅταν ἄλγημα πλευρᾶς ἐν πλευρίτιδι φλεβοτομήσαντες ἢ καθάραντες ἰασώμεθα, συμπτώματός ἐστιν ἡ τοιαύτη θεραπεία, οὔθʼ ὅταν ἀπόστημα διατεινόμενον καὶ σφῦζον ὀδυνηρῶς διελόντες ἐκκρίνωμεν τὸ πῦον, ἀλλʼ ὅταν εἰ οὕτως ἔτυχεν ἐπὶ δυσεντερικαῖς ἐκκρίσεσι δακνούσαις σφοδρῶς ἤτοι τράγου χυλὸν ἐνίεμεν ἢ στέαρ αἴγειον ἢ ῥοδίνην κηρωτήν. ὑφʼ ὧν αὕτη μὲν ἡ τῶν ἐντέρων ἕλκωσις οὐ θεραπεύεται· καὶ μάλισθʼ ὅταν ἔχῃ τι σηπεδονῶδες· ἀναπαύεται δʼ ἡ δύναμις ἐν τῷ μεταξύ· καὶ τοῦτʼ ἐστὶ τὸ πρὸς τὸ σύμπτωμα στῆναι, τοῦ νοσήματος ἀμελήσαντας παρʼ ἐκεῖνον τὸν καιρόν. ὡς ὅταν γε θαρρῶμεν τῷ τόνῳ τῆς δυνάμεως, οὐδέποτε πρὸς τὸ σύμπτωμα ἐνιστάμεθα, τοὐναντίον δʼ ἅπαν ἐνίοτε διὰ τῶν ὀδυνηρῶν βοηθημάτων τὰ νοσήματα θεραπεύομεν, ὥσπερ ἀμέλει τὴν δυσεντερίαν αὐτὴν δηκτικωτάτοις φαρμάκοις τότε μάλιστα θεραπεύομεν, ὅταν ᾖ σφοδροτάτη. πεντηκοντούτης γοῦν ἰατρός τις νοσῶν, ἑβδόμην ἄγων ἐκείνην τὴν νύκτα, μὴ πάνυ τι τὴν δύναμιν ἰσχυρὸς, ἀλγήματος αὐτῷ κεφαλῆς ἰσχυροῦ γενομένου κατὰ τὸν δεξιὸν μάλιστα κρόταφον, οὐκ ἀναμείνας ἀφικέσθαι τινὰ τῶν ἑταίρων ἑαυτὸν ἐφλεβοτόμησεν ἐν τῇ νυκτί. καὶ τὸ μὲν ἄλγημα διὰ ταχέων ἐπαύσατο, μέχρι μέντοι χρόνου πολλοῦ κακόχρους καὶ ἄρρωστος τὴν δύναμιν ἰσχνός τε καὶ ἄτροφος ἦν, ὡς μόλις ἀναλαβεῖν τὴν ἐξ ἀρχῆς ἕξιν. ἔστι δὲ κᾀνταῦθα πρόφασις διττὴ τῶν πρὸς ὀδύνην ἱσταμένων ἰατρῶν, ἐνίοτε μὲν ὑπὲρ τοῦ χαρίσασθαι τῇ μαλακίᾳ τῶν καμνόντων, ἐνίοτε δὲ κατὰ τὸν τῆς τέχνης λόγον. εἰ μὲν γὰρ ἐνὸν ἀντισχόντα ταῖς ὀδύναις διὰ τῶν ἰσχυρῶν βοηθημάτων ἡμέρᾳ μιᾷ θεραπευθῆναι, πρὸς τὴν ὀδύνην ἵστατό τις τῆς ὅλης θεραπείας ἀμελῶν, οὐ κατὰ τὸν λόγον τῆς τέχνης, ἀλλὰ τῷ κάμνοντι χαριζόμενος οὕτω πράττει. εἰ δὲ ὑπὸ τῆς ὀδύνης ἡ δύναμις καταλύοιτο καὶ κίνδυνος ἐφεδρεύοι διὰ τοῦτο, πραΰνειν μὲν χρὴ τὸ ἄλγημα, ῥωννύναι δὲ τὴν δύναμιν, ὅπως ἀντισχεῖν μὲν τῷ νοσήματι δυνηθῇ, πρός τε τὸν χρόνον ἐξαρκέσαι τῆς ἰάσεως. οἶδα γὰρ ἐνίους τῶν γενναίων εἶναι προσποιουμένων ἰατρῶν τε καὶ καμνόντων ἀπολλυμένους διʼ αὐτὸ τοῦτο τὸ καρτερῶς τε καὶ ἀνδρείως ὁμόσε χωρεῖν ἀεὶ ταῖς ὀδύναις, οὐδὲν τῶν παρηγορικῶν ἑλομένους, ἀλλʼ ἐν τοῖς τραχέσι καὶ ὡς ἔλεγον αὐτοὶ τὴν διάθεσιν ἀνασκευάζουσι διαγιγνομένους βοηθήμασιν, οὓς ἐν χρόνῳ πλείονι θεραπεῦσαι βέλτιον ἦν ἢ τοὺς σπεύδοντας ἀνδρείως ἀποθανεῖν. ἰώμενος δέ τις, ὡς αὐτὸς ἐνόμιζε, γενναίως δυσεντερικοὺς ἰσχυροτάτῳ φαρμάκῳ πολλοὺς μὲν ἐθεράπευσεν ἐν ἡμέρᾳ μιᾷ, τινὰς δὲ ἀπέκτεινεν. ἦν δὲ ὁ τρόπος αὐτοῦ τῆς θεραπείας τοιόσδε. κρόμμυα τὰ κάρτα καλούμενα μετὰ ἄρτου ἐδίδουν ἐσθίειν καὶ πίνειν ὀλίγον ἡμέρᾳ μιᾷ· κατὰ τὴν ὑστεραίαν ἕωθεν ἔκλυζεν ἅλμῃ δριμυτάτῃ, καὶ μετʼ αὐτὴν ἐνίει φάρμακον ἰσχυρόν. ὅσοι μὲν οὖν ἀντισχεῖν ἠδυνήθησαν αὐτῷ τελέως ὑγιάσθησαν, ἔνιοι δὲ σπασθέντες ἢ μετὰ νοτίδος ὑπὸ τῆς ὀδύνης συγκοπέντες ἀπέθανον. ὅρος οὖν ἐπὶ καμνόντων τῷ κατὰ τὸν λόγον τῆς τέχνης ἀγωνιζομένῳ γενναίως πρὸς τὸ νόσημα τὸ τῆς ἰάσεως ἀσφαλές· ὥσπερ γε καὶ τῷ πραΰνοντι τὰς ὀδύνας ἡ τῆς δυνάμεως φυλακή. τὸ δʼ ἐπέκεινα τῶνδε σκαιοῦ μὲν ἀνδρὸς ἔργον ἐστὶν, ἅμα τῷ νοσήματι καὶ τὴν ζωὴν ἀφελέσθαι τὸν ἄνθρωπον· κόλακος δὲ τὸ χαρίζεσθαι τῷ νοσοῦντι, σκοπὸν ὧν πράττει θέμενον ἡδονὴν, οὐχ ὑγείαν. ἐμπίπτουσι δʼ εἰς τὰς τοιαύτας ὑπερβολὰς ἐν πολλαῖς μὲν καὶ ἄλλαις ὕλαις βοηθημάτων οἱ ἰατροὶ, μάλιστα δʼ ἐν τοῖς καλουμένοις ἀνωδύνοις φαρμάκοις, ὅσα διʼ ὀποῦ μήκωνος, ἢ ὑοσκυάμου σπέρματος, ἢ μανδραγόρου ῥίζης, ἢ στύρακος, ἤ τινος τοιούτου συντιθέασιν. οἵ τε γὰρ χαριζόμενοι τοῖς νοσοῦσι πλεονάζουσιν ἐν τῇ χρήσει τῶν τοιούτων φαρμάκων, οἵ τʼ ἀκαίρως καὶ ἀμέτρως γενναῖοι μηδʼ ὅλως χρώμενοι διαφθείρουσιν ὀδύναις τοὺς κάμνοντας. ὥσπερ οὖν ἐν ἁπάσαις ταῖς καθʼ ὅλον τὸν βίον ἕξεσί τε καὶ πράξεσιν, οὕτω κᾀνταῦθα τὸ μηδὲν ἄγαν αἱρετέον, ὅρον ἔχοντα τὴν ὠφέλειαν τοῦ κάμνοντος. εἰ μὲν γὰρ οἷόν τε εἴη τοῖς ἰωμένοις τὸ νόσημα βοηθήμασι χρώμενον ἀνύσαι τὸ δέον, ἀφίστασθαι χρὴ τῶν καρωτικῶν φαρμάκων, ἃ καλοῦσιν ἀνώδυνα. εἰ δὲ ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τοῦ καταλύεσθαι τὴν δύναμιν εἰς κίνδυνον ὁ κάμνων ἥκει θανάτου, τότʼ ἂν ἐν καιρῷ χρήσαιο καὶ τοῖς τοιούτοις φαρμάκοις, ἐπιστάμενος μὲν ὅτι βλάψεις τι τὴν ἕξιν τοῦ σώματος, αἱρετώτερον δὲ εἶναι νομίζων τοῦ θανάτου τὴν βλάβην. εἰ μὲν γὰρ μὴ πάνυ τις αὕτη μεγάλη γένοιτο, κᾂν ἐκκόψαιμεν αὖθις αὐτὴν ἐπὶ μακροτέρας σχολῆς· εἰ δʼ οὕτως ἄμετρος ὡς μηδʼ ἐν χρόνῳ πολλῷ τελέως ἰαθῆναι, τοῦτο γοῦν αὐτὸ βέλτιον εἶναι νομίζομεν ἢ ἀπολέσθαι τὸν ἄνθρωπον· κατὰ τοῦτον τὸν λογισμὸν καὶ ἡμεῖς αὐτοὶ, καίτοι μάλιστα πάντων ἐξιστάμενοι χρῆσθαι καρωτικοῖς φαρμάκοις, ἔσθʼ ὅτε καὶ κωλικοῖς ἐδώκαμεν αὐτὰ καὶ ὀφθαλμοὺς ὀδυνωμένοις σφοδρότατα καὶ οὖς, ἕτερά τε μόρια κατὰ τὸν αὐτὸν τρόπον. ἔσθʼ ὅτε καὶ διὰ κατάρρουν λεπτὸν ἀγρυπνοῦντός τε καὶ βήττοντος ἰσχυρῶς τοῦ κάμνοντος ἐδώκαμεν ὀλίγον τι τοῦ τοιούτου φαρμάκου, ῥᾷστον εἶναι νομίζοντες ἐπανορθώσασθαι τὴν βλάβην τῷ χρόνῳ, εἴ τις ἅπαξ χρήσαιτο καρωτικῷ φαρμάκῳ. διαφέρει δὲ δήπου καὶ αὐτὰ τὰ φάρμακα σφῶν αὐτῶν. τὰ μὲν γὰρ πλεῖστον ἔχοντα τῶν καρούντων εὐδοκιμεῖ μὲν ἐν τῷ παραυτίκα μᾶλλον, ἰσχυρὰν δὲ καὶ δύσλυτον ἐναποτίθεται τὴν ψύξιν τῷ τοῦ κάμνοντος σώματι· τὰ δʼ ἔλαττον μὲν τούτων ἔχοντα, τῶν μιγνυμένων δὲ αὐτοῖς θερμαντικῶν πλεῖστον, ὅσον ἀπρακτότερα πρὸς τὸ παρὸν ὑπάρχει, τοσοῦτον ἀβλαβέστερα πρὸς τὸ μέλλον. ἅπαντα δʼ ἀμείνω τὰ τοιαῦτα μετʼ ἐνιαυτὸν τῆς συνθέσεως λαμβανόμενα, καθάπερ καὶ τὸ τοῦ Φίλωνος οὐδενὸς ἧττον ἔνδοξον ὀδύνας πραῧναι ναρκῶσαν τὴν αἴσθησιν. ἔστι δὲ καὶ ἄλλα πολλὰ φάρμακα διὰ τῶν σπερμάτων ὀνομαζόμενα καὶ τρίγωνα, μετριώτερα μὲν εἰς τὴν ἐν τῷ παραχρῆμα νάρκην, ἀκινδυνότερα δὲ εἰς τὸ μέλλον· ἅπαντα δʼ ἀμείνω καὶ ταῦτα μετʼ ἐνιαυτὸν τοῦ συντίθεσθαι λαμβανόμενα. τό γε μὴν τοῦ Φίλωνος εἰ καὶ δυοῖν ἢ καὶ τριῶν ἢ καὶ τεττάρων ἐτῶν εἴη, πολὺ δήπου βέλτιον· οὐκ ἄχρηστον δʼ οὐδʼ ἐν τοῖς ἐφεξῆς ἔτεσιν ἄχρι που ἐτῶν δέκα. τὸ γὰρ ἐπὶ πλέον κεχρονισμένον ἀβλαβέστερον μὲν εἰς τοσοῦτον εἰς ὅσον χρονιώτερον· ἤδη δʼ ἐξίτηλόν ἐστι τὴν δύναμιν, ὥστε ἀσθενῶς ἀνύειν οὗ χάριν ἐσκευάσθη. ὥσπερ οὖν χρὴ φυλάττεσθαι καθʼ ὅσον οἷόν τε τὴν τῶν τοιούτων φαρμάκων χρῆσιν, οὕτως ἀναγκασθέντας χρήσασθαι, μήτε νέα ἱκανῶς προσφέρειν ἰσχυρὰν ἔτι δύναμιν ἐχόντων τῶν ἐν αὐτοῖς ψυκτικῶν, μήθʼ οὕτως παλαιὰ ὡς ἁμαρτεῖν τοῦ σκοποῦ· ἀλλʼ ὡς εἴρηται, τοσοῦτον ἀναμένειν χρόνον ἐν ὅσῳ κολασθήσεται τὸ βίαιον τῶν ψυκτικῶν ὑπὸ τῆς τῶν θερμαινόντων δυνάμεως. ἡ μὲν δὴ τῶν τοιούτων φαρμάκων χρῆσις ὡς πρὸς σύμπτωμά ἐστιν ἱσταμένων καὶ μάλισθʼ ὅταν ὑπὸ ψυχρᾶς αἰτίας ἡ ὀδύνη συνίστηται· βλάπτει γὰρ ἰσχυρῶς τὴν διάθεσιν ὅλην ταῦτα καὶ δύσλυτον ἀπεργάζεται.

Φλεβοτομία δέ γε ἡ μὴ καταλύουσα τὴν δύναμιν οὐ πρὸς τὸ σύμπτωμα βλεπόντων ἐστὶ, ἀλλὰ τὴν διάθεσιν ὅλην ἐκκοπτόντων. οὕτω δὲ καὶ λουτρὸν καὶ κάθαρσις καὶ πυρία καὶ οἴνου πόσις. ὧν ἁπάντων Ἱπποκράτης ἐπὶ ὀφθαλμῶν ὀδυνωμένων ἐμνημόνευσεν, ἐν ἀφορισμοῖς λέγων ὧδε· Ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακίη λύει. ἅπαντα γὰρ ταῦτα τὰς διαθέσεις ἰώμενα συνεξιᾶται τὰς ὀδύνας αὐτῶν. οὕτω δὲ καὶ τροφὴ, καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, ξηρῷ καὶ αὐχμώδει σώματι κάμνοντος στομάχου διδομένη τὴν διάθεσιν ἰωμένη κωλύει συγκόπτεσθαι. οὐ μὴν ἥ γε διὰ πλῆθος ψυχρῶν ἤτοι γʼ ἔκλυσις ἢ στομαχικὴ συγκοπὴ τῆς τροφῆς ὡς ἰάματος δεῖται· καίτοι πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐ τροφὴν μόνον, ἀλλὰ καὶ οἴνου τι δοῦναι τοῖς κάμνουσιν ἀναγκαζόμεθα, τὸν ἐν τῷ παραχρῆμα κίνδυνον ἀποτρέποντες, οὐ τὴν διάθεσιν ἰώμενοι. κένωσις γὰρ μᾶλλον ἢ πρόσθεσις ἡ τῶν τοιούτων ἐστὶν ἴασις· καὶ πλείστους ἰδεῖν ἐστὶ τῶν οὕτως ἐχόντων ὁσημέραι διαφθειρομένους ἀμαθίᾳ τῶν ἰατρῶν. ὑπὲρ ὧν μοι δοκεῖ καιρὸς εἶναι τὸν λόγον ἐπιστήσαντα διελθεῖν.

Ἄρχονται τοίνυν πυρέττειν ἔνιοι, πάμπολυ πλῆθος ὠμῶν χυμῶν ἠθροικότες, ἅμα τῷ κεκακῶσθαι τὸ στόμα τῆς γαστρός· ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἤτοι γʼ ἐξ ἀπεψιῶν ἢ καὶ ἄλλως πως ἐμπεφύσηται τούτοις τὸ ὑποχόνδριον, ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν ὅλον τὸ σῶμά ἐστι· καὶ ἡ χροιὰ τοῖς μὲν ἐπὶ τὸ λευκότερόν τε καὶ ὑδαλεώτερον ἐκτέτραπται τοῦ κατὰ φύσιν, ἔστι δὲ οἷς ἐπὶ τὸ μελάντερον ἢ πελιδνότερον, οὓς ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι μολιβδοχρῶτας. οἱ σφυγμοὶ δὲ ἁπάντων μικρότεροί τέ εἰσιν ἢ κατὰ λόγον τῆς θέρμης, ἀμυδροὶ δὲ καὶ πάντως ἀνώμαλοι, πολλάκις μὲν κατὰ τὴν συστηματικὴν ὀνομαζομένην ἀνωμαλίαν, ἀεὶ δὲ τὴν κατὰ μίαν πληγήν· ἐπʼ οὐδενὸς τῶν τοιούτων αἵματος ἀφαίρεσις ἄνευ μεγίστης εἴωθε γίγνεσθαι βλάβης, καίτοι δέονταί γε κενώσεως· ἀλλʼ οὔτε φλεβοτομίαν οὔτε κάθαρσιν φέρουσιν, εἴ γε καὶ χωρὶς τούτων ἐξαίφνης συγκόπτονται. πῶς οὖν χρὴ τοὺς τοιούτους ἰᾶσθαι, δεομένους μὲν κενώσεως, μὴ φέροντας δὲ τὰ κενωτικὰ βοηθήματα, οὐδεμίαν ἄλλην εὗρον ἐπʼ αὐτῶν κένωσιν πλὴν τὴν τῆς διατρίψεως. ἄρχεσθαι δʼ εὐθέως ἐν ἀρχῇ τῆς νόσου προσήκει, τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν κάτω διὰ σινδόνων μὴ πάνυ μαλακῶν, ἀλλά τι μέτριον ἐχουσῶν τραχύ· χρὴ γὰρ ἀμύττεσθαι πρὸς αὐτῶν τὸ δέρμα, θερμαίνεσθαί τε ὁμοῦ αὐτὸ καὶ διαφορεῖσθαι δεομένου τοῦ κάμνοντος. ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἀπὸ τῶν ὤμων ἄνωθεν κάτω κατὰ τὸν αὐτὸν τρόπον τρίβειν. ἐπειδὰν δὲ ἱκανῶς ἅπαντα τὰ κῶλα φαίνηται θερμὰ καὶ φόβος ᾖ κοπώδη τινὰ αἴσθησιν αὐτοῖς γενέσθαι, τεθλασμένης τῆς σαρκὸς ἐπὶ τῷ πλήθει τῆς τρίψεως ἐλαίῳ χαλαστικῷ χρηστέον, οἷόν ἐστι τὸ Σαβῖνον. ἀπέχεσθαι δὲ τῶν στυφόντων Ἱσπανοῦ καὶ Ἱστρικοῦ καὶ τοῦ μετὰ θαλλῶν ἢ ἐξ ὠμῆς ἔτι τῆς ἐλαίας ἐσκευασμένου. χειμῶνος δʼ ὄντος οὐδὲν ἂν εἴη χεῖρον ἐπί τι τῶν διαφορητικῶν ἰέναι, οἷόν πέρ ἐστι τὸ σικυώνιον ἔλαιον ἢ τὸ διὰ τοῦ χαμαιμήλου ἢ τὸ παρὰ τοῖς Αἰγυπτίοις εὐδοκιμοῦν. εἰ δὲ μὴ παρείη ταῦτα, τῶν ἐλαίων τι τῶν χαλαστικῶν, οἷς οὐδεμία σύνεστί τις στύψις καὶ μάλιστα εἰ παλαιότερον εἴη λαβόντας ἐμβαλεῖν αὐτῷ σύμμετρον ἀνήθου. κᾄπειτα, ὡς εἰώθαμεν, ἐπʼ ἀγγείου διπλοῦ θερμήναντάς τε, ὥστε δέξασθαι μετρίως αὐτὸ τὴν ποιότητα τῆς βοτάνης, ἀλείφειν τε τούτῳ, τρίβοντας καὶ νῦν ἐπὶ πλεῖστον τὰ κῶλα· μετὰ δὲ ταῦτα τὸ μὲν ἔλαιον ἀπομάττειν, ἀσηρὸν γὰρ, ἰέναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, τὰ μὲν πρῶτα ξηρᾷ τρίψει, τῷ λίπει δʼ ὕστερον. εἶτʼ αὖθις ἐπὶ τὰ σκέλη μετιέναι, κᾀκ τούτων αὖθις ἐπὶ τὰς χεῖρας, εἶτʼ αὖθις ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς ἡμέρας οὕτω πράττοντας ἐν οἴκῳ φῶς ἔχοντι καθαρὸν καὶ ἄνικμον· ἔστω δὲ δηλονότι καὶ τῇ θερμότητι σύμμετρος ὁ οἶκος. ἐπιτηδειότατον δὲ τούτοις ἔστω τὸ μελίκρατον, ἐναφεψηθέντος ὑσσώπου. καὶ χρὴ μήτε σιτίον αὐτοῖς μήτε ῥόφημα μήθʼ ὕδωρ διδόναι μήτʼ ἐπιτρέπειν ὅλως πίνειν δαψιλῶς, ἀλλὰ τῷ μελικράτῳ μόνῳ χρῆσθαι κατὰ τὰς τρεῖς τὰς πρώτας ἡμέρας, ἐκ διαδοχῆς τρίβοντα καὶ μόνον ἐκεῖνον ἀνιέντα τὸν καιρὸν, ἐν ᾧπερ ἂν ὕπνος αὐτοὺς καταλάβῃ· συνεργεῖ δʼ εἰς τοῦτο μάλιστα καὶ ἡ πλείων τρίψις· ὥστε καὶ κατὰ τοῦτʼ ἂν εἴη βοήθημα χρηστὸν οὐ μόνον τὸ κενοῦν, ἀλλὰ καὶ τὸν ὕπνον ἐμποιοῦν. οὐ μὴν οὐδʼ ὁ πλείων ὕπνος ἀγαθὸς τοῖς τοιούτοις· οὔτε γὰρ ἐπιτρέπει διαφορῆσαι τοὺς ὠμοὺς χυμοὺς καὶ βαρύνει τὰ σπλάγχνα· ἀλλʼ εἴπερ τις ἄλλη διάθεσις ἑκατέρων δεῖται μετρίων, ὕπνου τε καὶ ἐγρηγόρσεως, οὕτω καὶ ἥδε. πέπτει μὲν γὰρ ὁ ὕπνος, διαφορεῖ δὲ ἡ ἐγρήγορσις· ἀμφοτέρων δʼ ἐστὶ χρεία τοῖς ἐκ πλήθους ὠμῶν χυμῶν νοσοῦσιν· ἐν μέρει τοίνυν μετρίως γινόμενα τιμωρεῖν ἀλλήλοις δυνήσονται χρηστῶς. εἰ μὲν γὰρ ὁ σφυγμὸς αὐτοῖς μικρὸς ἱκανῶς εἴη καὶ ἄρρωστος, ἢ καὶ πρὸς τούτοις ἀνώμαλος ἰσχυρῶς, ἔσχατος ὁ κίνδυνος, καὶ χρὴ πράττειν τὰ λελεγμένα μηδὲν ἄλλο περιεργαζόμενον. εἰ δὲ καὶ τόνου μετρίως ἔχοι καὶ μεγέθους, ἄθλιπτός τε εἴη καὶ ὁμαλὸς, ἐπισκέπτου τὰ κατὰ γαστέρα καὶ κλύζε θαρρῶν, εἰ μὴ καλῶς αὐτομάτως διεξέρχοιτο. συμβαίνει γὰρ ἐπὶ τῷ μελικράτῳ κενοῦσθαι ταύτῃ χρηστῶς ἅπασαν τὴν περιουσίαν τὴν ἐν ταῖς πρώταις τῶν φλεβῶν εἰωθυῖαν ἀθροίζεσθαι ταῖς καθʼ ἧπάρ τε καὶ μεσεντέριον. εἰ δὲ πλείων τοῦ δέοντος ἡ ὁρμὴ τῶν περιττῶν ἐπὶ τὴν γαστέρα γένοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἕψειν τὸ μελίκρατον· ἧττον γὰρ ὑπάγον τὸ τοιοῦτον τρέφει μᾶλλον· ὥσπερ γε τὸ ὠμὸν ἧττον μὲν τρέφει, μᾶλλον δὲ ὑπάγει. μετὰ δὲ ταῦτα φερομένης ἐπὶ πλέον κάτω τῆς περιουσίας μηδʼ οὕτως μὲν ἵστασθαι, διδόναι δʼ ἀντὶ τοῦ μελικράτου πτισάνης χυλόν. εἰ δʼ ἐπιμένει φερόμενα, τῷ ἐκ τοῦ χόνδρου ῥοφήματι τρέφειν, παρακολουθοῦντα δηλονότι τοῖς σφυγμοῖς· ἔσθʼ ὅτε γὰρ ἐξαίφνης μεταβάλλουσιν εἰς ἀρρωστίαν ἢ ἀνωμαλίαν ἢ μικρότητα. καθʼ ὃν καιρὸν ἄρτον ἐξ οἴνου κεκραμένου διδόναι προσήκει μήτε γαστρὸς δηλονότι μήθʼ ἥπατος φλεγμαινόντων· ὡς εἴ γε φλεγμαίνοιεν, ὠμῶν χυμῶν πεπληρωμένου τοῦ σώματος ἀνέλπιστος ὁ κάμνων ἐστὶ, τῶν σφυγμῶν οὕτω τραπέντων. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἀρρώστων προλέγων τὸν θάνατον, ἀνέγκλητον φυλάξαις σεαυτὸν, μηδενὶ βοηθήματι γενναίῳ χρώμενος. ἐφʼ ὧν δʼ ἐλπὶς σωτηρίας, ἐπὶ πάντων δʼ ἐστὶ τῶν χωρὶς φλεγμονῆς οὕτω νοσούντων, ὅταν ἐξ ἀρχῆς παραλαμβάνωμεν αὐτοὺς, αἰσχρότατον εἶναί μοι δοκεῖ συγκοπῆναι τὸν κάμνοντα· καίτοι γʼ ὁσημέραι γίγνεται τοῦτο, διὰ τὴν ἀμαθίαν τῶν ἰατρῶν. ἀλλʼ οὐ πρὸς τούτους χρὴ βλέπειν, οὐδὲ τούτοις παραβάλλειν ἑαυτὸν, ἀλλʼ ὅστις ἂν ὄντως ᾖ τέχνης ἰατρικῆς ἐπιστήμων, αἰσχρὸν εἶναι νομίσει ἐξαίφνης ἄρρωστον συγκοπῆναι μήτε προειπόντος αὐτοῦ τὸ σύμπτωμα μήτε παρεσκευασμένου πρὸς αὐτὸ μήτε κωλύσαντος. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν αὐτοὶ κατασκευάζουσι τὰς φλεγμονὰς οἱ διαπαντὸς τοῖς ὑποχονδρίοις λωβούμενοι διὰ καταπλασμάτων τε καὶ καταντλήσεων. οὔκουν χρηστέον αὐτοῖς πρὶν ἢ τὸ πολὺ τοῦ πλήθους τὸ μὲν ἐκκενῶσαι, τὸ δὲ πέψαι· τηνικαῦτα δὲ ἤδη χρηστέον αὐτοῖς οὐχ ἁπλῶς χαλῶντας, ἀλλʼ αἰονῶντας διʼ ἀψινθίου μετρίως, ἢν ὁ πυρετὸς ὑπάρχῃ μὴ πάνυ μέγας. εἰ δʼ, ὡς εἴρηται, θεραπεύοντί σοι τὰς τρεῖς τὰς πρώτας ἡμέρας μηδὲν ἀπαντήσειε χεῖρον, ἐπὶ τῶν αὐτῶν ἄγειν ἄχρι τῆς ἑβδόμης, μελικράτῳ μόνῳ χρωμένους ὕσσωπον ἔχοντι· μακροτάτην γὰρ οἱ οὕτω διακείμενοι φέρουσιν ἀσιτίαν, ἐξ αὐτῶν ὧν ἔχουσιν ὠμῶν χυμῶν πεττομένων τρεφομένου τοῦ σώματος. εἰ δὲ μὴ μόνον ὠμοὶ τύχοιεν ὄντες, ἀλλὰ καὶ διαφθορᾶς εἰς τοσοῦτον ἥκοντες ὡς μὴ δύνασθαι πεφθῆναι τελέως, ἀδύνατον σωθῆναι τοὺς οὕτω νοσοῦντας. ἀλλὰ τούς γε σωθῆναι δυναμένους, εἰ μηδὲν ἁμαρτάνοιτο, μέχρι τῆς ἑβδόμης ἐπὶ μελικράτῳ μόνῳ διαιτᾷν· ἢ εἴ ποτʼ ἄρα δεήσειεν ἤτοι τῆς γαστρὸς ἐκκρινούσης ἢ ἀποστραφέντων αὐτῶν τὸ μελίκρατον, ἐπὶ τὸν τῆς πτισάνης ἰέναι χυλόν. εἰ δὲ καὶ τοῦτον ἀποστρέφοιντο, χόνδρον ὁμοίως ἀρτύειν πτισάνῃ· καὶ γὰρ οὐδὲ βλάπτει τοὺς οὕτω διακειμένους ὄξος· ἀλλʼ ἢν αἴσθοιό ποτε παχεῖς ἱκανῶς εἶναι τοὺς ὠμοὺς χυμοὺς ὀξύμελι διδόναι διὰ παντὸς, ἀντὶ τοῦ μελικράτου. εἰ δʼ ἄχθοιντο τῷ συνεχεῖ τῆς δόσεως, ἐξαλλάττειν μὲν ἐπὶ μελίκρατον καὶ πτισάνην· ἐπανέρχεσθαι δʼ αὖθις ἐπʼ αὐτό· μάλιστα δὲ ἐπὶ τῶν μικρὸν ἐχόντων καὶ ἀραιὸν καὶ βραδὺν τὸν σφυγμὸν ἡγεῖσθαι ψυχροὺς εἶναι τοὺς χυμούς. εὐθὺς δὲ τούτοις σύνεστι καὶ ἡ τοῦ παντὸς σώματος ἄχροια σαφῶς, οἵα περ πρόσθεν εἴρηται. δόξει δέ τισιν ἴσως ἀδύνατον εἶναι τὸ λεγόμενον οὐδενὶ τῶν πυρεσσόντων οὔτε βραδυτέρων οὔτε ἀραιοτέρων γινομένων τῶν σφυγμῶν. ἀλλὰ κατὰ διττόν γε τρόπον ἀληθὲς ὑπάρχει τὸ εἰρημένον· ἕνα μὲν ἐπειδὴ σαφῶς ἐν τοῖς παροξυσμοῖς καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται τοῦ κατὰ φύσιν· ἕτερον δὲ, διότι καὶ κατὰ τοὺς ἄλλους καιροὺς τοῦ παροξυσμοῦ πάντων τῶν ὁπωσοῦν πυρεττόντων ἀραιότερόν τε καὶ βραδύτερον αἱ τούτων ἀρτηρίαι σφύζουσιν. εἰ μὲν γὰρ δὴ θέρος εἴη καὶ ψυχροπότης ὁ νοσῶν, ψυχρὸν τούτῳ διδόναι τὸ ὀξύμελι, χειμῶνος δʼ ὄντος ἅπασι θερμὸν, ὡσαύτως ψυχροπόταις τε καὶ θερμοπόταις· ὥσπερ εἰ καὶ ἄμετρον καῦμα θέρους ὥρᾳ ψυχρὸν καὶ τοῖς θερμοπόταις, εἰ μηδὲν εὐπαθὲς ἔχοιεν σπλάγχνον. ἐναντιώτατα δὲ τούτοις ἐστὶ βαλανεῖα καὶ ὁ περιέχων ἀὴρ, εἰ θερμὸς ἱκανῶς ἢ ψυχρός. ὅθεν οὔτε λούειν προσήκει καὶ κατακλίνειν ἐν οἴκῳ ὥρᾳ μὲν θέρους ψυχεινῷ, χειμῶνος δʼ ἀλεεινῷ. βλάπτονται γὰρ ἱκανῶς ὑφʼ ἑκατέρας τῆς ἀμετρίας ἐν μὲν τοῖς βαλανείοις, ὡς κᾀν τῷ θέρει καὶ πάσῃ τῇ κατὰ τὸ θερμὸν αὐξήσει χεομένων τῶν ὠμῶν χυμῶν καὶ πάντῃ τοῦ σώματος ῥεόντων, ὡς κίνδυνον εἶναι καὶ πρὸς τὸν πνεύμονα καὶ τὴν καρδίαν ἀφικέσθαι καί ποτε καὶ εἰς τὸν ἐγκέφαλον ἀναδραμεῖν, ἄμεινον ὑπάρχον μακρῷ περί τε τὸ ἧπαρ αὐτοῖς ἔτι μένειν καὶ τὰς πρώτας φλέβας. ἐν δὲ τοῖς ἀμέτρως ψυχροῖς οἴκοις καὶ χειμῶνι καὶ ὅλως ψυχρῷ τῷ περιέχοντι δύσπεπτοί τε μένουσιν οἱ ὠμοὶ χυμοὶ καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις, εἰ μὲν εἶεν μακραὶ, παραύξουσιν· εἰ δʼ οὐκ εἶεν, γεννῶσι διὰ πάχος ἰσχόμενοι καὶ σφηνούμενοι. ταῦτα μὲν οὖν οὕτω πρακτέον, ὅταν ἀπὸ πρώτης ἡμέρας αὐτὸς ἄρχῃ τῆς θεραπείας αὐτῶν. εἰ δὲ συγκοπτομένων ἤδη κληθείης, ἀφλεγμάντων ὄντων ὧν εἶπον χωρίων, διδόναι μὲν αὐτοῖς ἄρτου μὴ πολὺ, διʼ οἴνου δὲ τῶν ἀνάδοσιν ἐργαζομένων ταχεῖαν· εὐθέως δʼ ἐπὶ τὴν τρίψιν ἰέναι καὶ χρῆσθαι κατὰ τὸν εἰρημένον ὀλίγον ἔμπροσθεν τρόπον. εἰ μὲν οὖν εἴη θέρος καὶ τὸ χωρίον φύσει θερμὸν καὶ πνιγῶδες ἢ ἡ κατάστασις ἱκανῶς θερμὴ, μεθʼ ὕδατος ψυχροῦ δοτέον τὸν οἶνον· εἰ δὲ μηδὲν τῶν τοιούτων εἴη, μετὰ θερμοῦ. τὸ μέντοι δεύτερον καὶ τρίτον ἐκ παντὸς τρόπου πειρᾶσθαι θερμὸν διδόναι ποτόν. εἰ γὰρ τὴν ὅλην θεραπείαν, ἧς ἕνεκα καὶ τὰς τρίψεις παραλαμβάνομεν, ἄμεινον τὸ θερμὸν ταῖς πέψεσι τῶν ὠμῶν χυμῶν συνεργοῦν.

Ἐφʼ ὧν δὲ διὰ χολὴν ξανθὴν ἀδικήσασαν τὸ στόμα τῆς γαστρὸς ἡ συγκοπὴ γένοιτο, ψυχρὸν τούτοις χρὴ προσφέρειν τὸ ποτόν. οἶνον μέντοι τῇ φύσει θερμὸν εἰς ἀνάδοσιν ὁρμῶντα τοῖς συγκοπτομένοις ἅπασι δοτέον· ἀναδοθῆναι γὰρ βουλόμεθα τὴν ληφθεῖσαν τροφὴν, οὐκ ἐν τῇ γαστρὶ μεῖναι. δῆλον δὲ ὅτι τοὺς οἴνους κιρροὺς μὲν τῇ χροιᾷ, λεπτοὺς δὲ τῇ συστάσει, παλαιοὺς δὲ τὴν ἡλικίαν ἐκλεκτέον, εὐθὺς δʼ ἂν εἶεν εὐώδεις οἱ τοιοίδε. καὶ μέντοι καὶ αὐτῷ σοι πάρεστι καταπιόντι βραχὺ κραθέντων αὐτῶν αἰσθάνεσθαι θερμασίας εἰς ὅλον ἰούσης τὸ σῶμα. μὴ μέντοι πικροί γε ἔστωσαν ὑπὸ παλαιότητος οἱ οἶνοι καὶ μάλιστα ἐφʼ ὧν ὁ τοῦ κάμνοντος στόμαχος ὑπὸ τῆς ξανθῆς ἀδικεῖται χολῆς. οὔτε γὰρ ἔτι τὸ τῶν οἴνων εὔχυμον καὶ τρόφιμον ἔχουσιν οἱ τοιοῦτοι καὶ ἀηδεῖς ὄντες αὐτῷ τούτῳ τὸν στόμαχον ἀνιῶσιν. ἄριστοι τοίνυν εἰσὶν ὅσοι τῶν οἴνων αὐστηροὶ τὴν φύσιν ὄντες αἰσθητὴν μὲν οὐκέτι τὴν στύψιν ἔχουσι διὰ τὴν παλαιότητα, σαφῆ δʼ ἱκανῶς τὴν θερμασίαν. ἅπαντα γὰρ ὧν δεόμεθα ποιήσουσιν, ἐφʼ ὧν ὁ στόμαχός ἐστι πικρόχολος, ἡδέως τε λαμβανόμενοι καὶ πέψει καὶ ἀναδόσει συνεργοῦντες καὶ τὴν κακίαν τοῦ χυμοῦ πραΰνοντες καὶ θερμὴν τὴν ἕξιν ἐργαζόμενοι καὶ ῥωννύντες τὸν στόμαχον. ἄριστοι δʼ εἰσὶ τῶν τοιούτων οἴνων Σουρρεντῖνος, Σιγνῖνος, Σαβῖνος, Τιβουρτῖνος, Μάρσος, Ἰταλιῶται πάντες οὗτοι, στύφοντες μὲν, ἀλλʼ οὐχ ὁμοίως ἅπαντες. ὁ μὲν γὰρ Σουρρεντῖνος μετρίως τε στύφει καὶ θερμότερος τῶν ἄλλων καὶ ἡδίων ἐστίν. ἐφεξῆς δʼ ὁ Τιβουρτῖνος ὁ εὐγενής· ἔστι γάρ τις καὶ ἄλλος Τιβουρτῖνος ἄτονος ὁμοίως Σαβίνῳ, βραχείας μετέχων στύψεως. ὁ δὲ Σιγνῖνος αὐστηρότερος· καὶ τούτου πολὺ μᾶλλον ὁ Μάρσος. πάντες οὗτοι χρηστοὶ πικροχόλῳ στομάχῳ. καὶ διὰ τοῦτʼ αὐτοῖς χρηστέον, ὅταν γʼ ἤτοι ὑπὸ καυσωδῶν πυρετῶν ἀδικηθεὶς ἐπιφέρῃ συγκοπὴν, ἢ καὶ ἄλλως πολλῆς εἰς αὐτὸν ἤτοι ῥυείσης ἢ ἀναποθείσης χολῆς. οἷς μέντοι διʼ ὠμοὺς χυμοὺς ὁ κίνδυνος τῆς συγκοπῆς, ὁ Φαλερῖνος ἀμείνων τῶν εἰρημένων εἰς τοσοῦτον εἰς ὅσον εὐχυμότερός τέ ἐστι καὶ θερμότερος· ἀναδοθήσεται γὰρ αὐτῶν θᾶττον καὶ τῇ πέψει τῶν ὠμῶν χυμῶν συνεργήσει. τῶν δʼ εἰρημένων ἕκαστος ὁ μὲν μᾶλλον, ὁ δʼ ἧττον, ἅπαντες δʼ οὖν Φαλερῖνοι τονοῦσι μᾶλλον τὸν στόμαχον. ἐπεὶ δὲ καὶ αὐτῶν τῶν Φαλερίνων ὁ μέν τις ἱκανός ἐστι γλυκὺς, ὃν ὀνομάζουσι Φαυστῖνον, ὁ δʼ ὡς μὲν πρὸς ἐκεῖνον αὐστηρὸς, ὡς δὲ πρὸς τὸν Σιγνῖνόν τε καὶ Μάρσον γλυκὺς, ἐκλεκτέον εἰς τὰ τοιαῦτα τὸν δεύτερον. εἰ δʼ ὁ κάμνων εἴθιστο χρῆσθαι περὶ τὸν τῆς ὑγείας χρόνον οἴνοις γλυκέσιν, οὐδὲν κωλύει τούτῳ δοῦναι τὸν γλυκύτερον Φαλερῖνον. ἐπὶ μέντοι τῆς Ἀσίας καὶ τῆς Ἑλλάδος, ὅσα τε τούτοις ἔθνη γειτνιᾷ, μὴ παρόντων τῶν εἰρημένων οἴνων, ἔσθʼ ὅτε κάλλιστος πρὸς ἀνάδοσιν τῶν ἐν ἐκείνοις τοῖς χωρίοις εὐπορουμένων οἴνων ὁ Ἀρουίσιός τε καὶ ὁ Λέσβιος· ὁ μὲν οὖν Λέσβιος εὔδηλός ἐστι κᾀκ τῆς προσηγορίας ἐν Λέσβῳ γινόμενος, ὁ δʼ Ἀρουίσιος ἐν χωρίοις τισὶ τῆς Χίου γεωργεῖται. τριῶν δὲ οὐσῶν ἐν Λέσβῳ πόλεων, ἧττον μὲν εὐώδης καὶ γλυκὺς ἐν Μιτυλήνῃ γεννᾶται, μᾶλλον δʼ εὐώδης καὶ γλυκὺς ἐν Ἐρεσσῷ, κᾄπειτα ἐν Μηθύμνῃ. λαμβάνειν δʼ ἀπαραχύτους, οὕτω δʼ ὀνομάζουσιν οἷς οὐ μέμικται θάλασσα, μεγίστην βλάβην ἡγουμένους ἐφʼ ὧν μέμικται γενήσεσθαι. οὐ μὴν οὐδὲ εἰώθασι τοῖς εὐγενέσιν οἴνοις, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, μιγνύναι τῆς θαλάσσης ἐν Λέσβῳ, καθάπερ οὐδʼ ἐν Χίῳ τῷ Ἀρουισίῳ. γεννᾶται δὲ καὶ κατὰ τὴν Ἑλλησποντιακὴν Μυσίαν οἶνος ὅμοιος τῷ Σουρρεντίνῳ, Μύσιος ὀνομαζόμενος κατʼ ἐξοχήν. οὗτοι πάντες οἱ οἶνοι κιρροὶ καὶ θερμοὶ καὶ εὐώδεις εἰσὶ καὶ τῇ συστάσει μέσοι τῶν θʼ ὑδατωδῶν καὶ τῶν παχέων. ὑδατώδεις μὲν οὖν εἰσι τὴν σύστασιν ὅ τε Ἀδριανὸς καὶ Σαβῖνος καὶ Ἀλβανὸς καὶ Γαυριανὸς καὶ Θοῦσκος, ὅ τε Νεαπολίτης ὁ Ἀμιναῖος, ἐν τοῖς περὶ Νεάπολιν χωρίοις γενόμενος· ὥστε καὶ ὀνομάζουσιν οὕτως αὐτόν. ἐπὶ δὲ τῆς Ἀσίας ὅ τε Τιβηκῖνος καὶ ὁ Τιτακαζηνὸς καὶ τρίτος μετʼ αὐτοὺς ὁ Ἀρσυϊνός. ἔμπαλιν δὲ παχεῖς οἶνοι, καθάπερ τὸ σίραιον, ὃ παρʼ ἡμῖν ὀνομάζουσιν ἕψημα, ὁ Σκυβελλίτης καὶ ὁ Θηραῖος καὶ Ἀλβάτης· ἐπὶ δὲ τῆς Ἀσίας Αἰγεάτης τε καὶ Περπερῖνος. ἐφʼ ὧν οὖν διὰ πλῆθος ὠμῶν χυμῶν ἡ συγκοπὴ γίγνεται, τοὺς μὲν παχεῖς φευκτέον ὡς βλάπτοντας, τοὺς δὲ ὑδατώδεις ὡς ἀπράκτους· αἱρετέον δὲ τοὺς μέσους αὐτῶν κιρροὺς, ὡς εἴρηται, καὶ θερμοὺς ὄντας. οὐδὲ γὰρ ἂν εὕροις οὐδένα τῶν λευκῶν οἴνων θερμὸν, ὅπου γε καὶ οἱ αὐστηροὶ καὶ μετρίως λευκοὶ παλαιούμενοι κιρρότεροί πως γίνονται. εἰ δʼ ἄλλως ἐθέλεις ὀνομάζειν τὸ κιρρὸν χρῶμα, δύναιο ἂν λέγειν πυρρὸν ἢ ὠχρόν. ὅσοι δʼ ἐν αὐτοῖς εἰσι θερμότατοι, ξανθοὶ πάντες εἰσίν· ὁποῖος καὶ ὁ Καίκουβος ἐπὶ τῆς Ἰταλίας. ὃς οὐχ ἕν τι γένος ἐστὶν οἴνου τοιούτου ἐξ ἀρχῆς, ὡς ἔνιοι νομίζουσιν, ἀλλʼ ὑπὸ παλαιότητος εἰς τοῦθʼ ἥκων, ὡς πυρρὰν ἔχειν χρόαν, ὅθεν περ καὶ τοὔνομα αὐτῷ· ἥκουσι δʼ οὐ πάντες εἰς τοῦτο φθάνοντες παχύνεσθαι, πρὶν ἐν τῷ διαυγεῖ τὸ ξανθὸν λαβεῖν χρῶμα. τῶν δʼ ἄλλων οἴνων τῶν αὐστηρῶν ὅσοι μετρίως λευκοὶ καὶ παχεῖς, οὐδεὶς ἐπιτήδειος εἰς ἀνάδοσιν· εἰ μέντοι παλαιωθεῖεν ἱκανῶς, χρήσαιτʼ ἄν τις αὐτοῖς ἑτέρων μὴ παρόντων· εὐστόμαχοι δʼ εἰσὶν οἱ τοιοῦτοι πάντες παλαιούμενοι. ὅπως δὲ καὶ τούτων ἔχοις τι παράδειγμα, τοῦ τʼ ἀπὸ τῆς Νικομηδίας ἀναμιμνήσκω σε πᾶσιν ἀνθρώποις γνωρίμου καὶ τοῦ Σικελοῦ τοῦ Ἀμιναίου τοῦ ἐν τοῖς μεγάλοις κεραμείοις· ὁ γὰρ ἐν τοῖς μικροῖς λαγυνίοις ἐναντιώτατος τῷδε, κακοστόμαχος ἅμα καὶ κεφαλαλγὴς ὑπάρχων. πειρᾶσθαι μὲν οὖν ἀεὶ τὸν ἄριστον αἱρεῖσθαι· μὴ παρόντος δὲ τὸν ὁμοιότατον ἐκείνῳ κατὰ τὰ λελεγμένα γνωρίσματα. κάλλιστοι γοῦν εἰς ἀνάδοσιν ὅ τʼ Ἀρουίσιός ἐστι καὶ ὁ Λέσβιος· ἀλλʼ εἰ μὴ παρεῖεν, ἐν Ἀσίᾳ δὲ εἴημεν, ἤτοι τὸν Ἀφροδισιαῖον ληπτέον ἢ τὸν αὐστηρὸν Τμωλίτην ἤ τινα τῶν ὁμοίων αὐτοῖς, κιρρὸν τῇ χρόᾳ καὶ θερμαίνοντα σαφῶς, εἰ ποθείη παραχρῆμα. ἐπισκέπτεσθαι δὲ χρὴ πρὸ πάντων ὁποία τις ἡ τοῦ κάμνοντός ἐστι φύσις. εἰ μὲν γὰρ ἀσθενὴς τὴν κεφαλὴν εἴη καὶ ῥᾳδίως ὑπὸ τῶν θερμῶν οἴνων πληρούμενος, ἐπὶ τοὺς ἧττον θερμοὺς ἔρχεσθαι μᾶλλον χρή· εἰ δʼ ἰσχυρὸς τὴν κεφαλὴν ᾖ καὶ χαίρων οἴνοις τοῖς τοιούτοις ἢ εἰθισμένος ἀλύπως φέρειν, χρηστέον αὐτοῖς θαρρούντως. κεφαλαλγεῖς δέ εἰσιν ὅσον ἐφʼ ἑαυτοῖς οἶνοι πάντες οἱ εὐώδεις καὶ κιρροί· διὰ τοῦτο καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης καὶ ὁ Λέσβιος ἀσθενεῖ κεφαλῇ βλαβεροί. ὁποία δὲ ἐν τοῖς Φαλερίνοις οἴνοις εἴρηται διαφορὰ, τοιαύτη κᾀν τοῖς Τμωλίταις· ὁ μὲν γὰρ ἕτερος ἱκανῶς γλυκὺς, ὁ δὲ ἕτερος αὐστηρὸς, ὡς ἐκείνῳ περιβάλλειν· θερμοὶ δʼ ἱκανῶς ἀμφότεροι καὶ διὰ τοῦτο κεφαλαλγεῖς. οἱ δὲ αὐστηροὶ τήν τε γαστέρα ῥωννύουσι καὶ ἄλυποι τῇ κεφαλῇ πάντων οἴνων μάλιστʼ εἰσίν· εἰς ἀνάδοσιν δὲ οὐχ ὁρμῶσιν· ὥστε σοι φευκτέον αὐτοὺς ἐπὶ τῶν συγκοπτομένων οὐδὲν ἧττον ὕδατος. ἐπιτήδειος δὲ εἰς ἀνάδοσιν καὶ ὁ Ἱπποδαμάντειος παλαιωθεὶς ἐκ τῆς ἰδέας ἂν τοῦ τε Φαλερίνου γλυκέος καὶ τοῦ Τμωλίτου· πρόσεστι δὲ αὐτῷ στύψις σαφὴς, ἥπερ ἐκείνων οὐδετέρῳ, καὶ διὰ τοῦτό ἐστιν εὐστομαχώτερος. ἀποροῦντι δέ σοι τῶν οἰκείων οἴνων ἐν ἑκατέρᾳ τῇ συγκοπῇ, λέγω δὲ τῇ τε διὰ πλῆθος ὠμῶν καὶ τῇ διὰ χολὴν, ἀναγκαζομένῳ τε πάντως οἴνῳ χρήσασθαι, φευκτέοι μὲν, ὡς εἴρηται, πάντες οἱ αὐστηροὶ καὶ νέοι· φευκτέοι δὲ καὶ οἱ παχεῖς· αἱρετέοι δὲ οἱ ὑδατώδεις καὶ μᾶλλον εἰ παλαιοὶ τύχοιεν ὄντες· οὐ θερμαίνουσι μὲν γὰρ ἱκανῶς οἱ τοιοῦτοι, ῥᾳδίως δὲ ἀναδίδονται. ὥστε τοῦ τάχους τῆς ἀναδόσεως, κοινοῦ τοῖς τοιούτοις οἴνοις πρὸς τοὺς κιρροὺς ὄντος, ἡ διαφορὰ γένηται ἂν ἐν τοῖσδε· πέψει μὲν τῇ κατὰ τὴν γαστέρα καὶ φλέβας οἱ κιρροὶ συναίρονται μᾶλλον, ὅτι καὶ μᾶλλον θερμαίνουσιν, ἐπικεραστικοὶ δʼ εἰσὶ καὶ θρεπτικοί· καὶ διὰ τοῦτο καὶ ταῖς εὐχυμίαις συντελοῦσιν. ὧν οὐδὲν ὑπάρχει τοῖς ὑδατώδεσιν, ἥκιστα γὰρ ἐκ τῆς τούτων οὐσίας ὁμοιοῦταί τι τῷ αἵματι. πληττόντων δὲ τῶν κιρρῶν τὴν κεφαλὴν, ἀλυπότατοι πεφύκασιν οἱ ὑδατώδεις· οὐρητικοὶ δέ εἰσιν ἁπάντων οἴνων μάλιστα. δεύτεροι δʼ ἐπʼ αὐτοῖς, ὅσοι λεπτότατοι τῶν κιρρῶν· οὓς μάλιστʼ ἄν τις εἰς συγκοπὰς αἱροῖτο. βραδυπορώτεροι δὲ τούτων οἱ κιρροὶ καὶ παχεῖς· ἀλλʼ ὅμως τῶν αὐστηρῶν ἁπάντων ποριμώτεροι. τρέφουσι δὲ μᾶλλον τῶν λεπτῶν, κακοχυμίαν τε τάχιστα πάντων τῶν οἴνων ἐπανορθοῦνται, χρηστὸν αἷμα γεννῶντες. ἐπʼ ἀρχὴν οὖν αὖθις ἐπαναγάγωμεν τὸν λόγον.

Ὅτι μὲν οὖν ἡ συγκοπὴ κατάπτωσίς ἐστιν ὀξεῖα δυνάμεως εἴρηται τοῖς πρὸ ἡμῶν. ἐπεὶ δὲ ἡ οὐσία τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἔν τε τῷ πνεύματι καὶ τῇ τῶν στερεῶν σωμάτων ἐστὶ κράσει, ταῦθʼ ἡμῖν φυλακτέον ἐστὶ παρόντα καὶ ἀνασωστέον διαφθειρόμενα. πῶς μὲν οὖν χρὴ φυλάττειν αὐτὰ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐν τοῖς ὑγιεινοῖς δεδήλωται· πῶς δὲ ἐν ταῖς νόσοις, εἴρηται μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων, εἰρήσεται δὲ καὶ νῦν. οὐ μὴν ἤδη γέ πω τὸ σύμπαν εἰς πρέπουσαν ἥκει σύνοψιν, οὐδὲ τοιαύτην ἔχει μέθοδον οἵαν τἄλλα τὰ πρότερα. ὅπερ οὖν ἐνδεῖ, προσθεῖναι καιρός. τὴν τοῦ πνεύματος οὐσίαν ἅμα τοῖς στερεοῖς σώμασι φυλακτέον ἡμῖν ἐστιν ἐν ταῖς νόσοις, ὥστε καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι καθʼ ὅσον ἐνδέχεται κατὰ φύσιν ἔχειν αὐτά. εἰ μὲν οὖν ἐνεχώρει τοῦ τε μὴ κενοῦσθαί τι τῆς οὐσίας αὐτῶν καὶ τοῦ μηδʼ ὅλως ἀλλοιοῦσθαι προνοήσασθαι, τοῦτο ἂν ἦν ἄριστον. ἐπεὶ δʼ ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν ἀδύνατον ἐδείχθη τὸ τοιοῦτον ὑπάρξαι ποτὲ τῷ γεννητῷ σώματι, πειρᾶσθαι χρὴ τὸ μὲν ἐκρέον τῆς οὐσίας ἐπανορθοῦσθαι προσθέσει, τὸ δὲ ἀλλοιούμενον εἰς εὐκρασίαν ἐπανάγειν διʼ ἐναντίας ἀλλοιώσεως. εἰ μὲν οὖν ἥ τε κένωσις ἥ τε ἀλλοίωσις γίγνοιτο κατὰ βραχὺ, καὶ ἡ ἐπανόρθωσις ἀμφοῖν ἔσται κατὰ βραχύ· καὶ τοῦτʼ ἐστὶν ἔργον, ὡς ἐδείχθη, τῆς ὑγιεινῆς τέχνης. εἰ δὲ καὶ ἀθρόως καὶ κατὰ μεγάλα μὴ μόνον αἱ κενώσεις, ἀλλὰ καὶ αἱ προσθέσεις ποτὲ γένοιντο, νόσος ἂν οὕτω γε συσταίη, θεραπευτικῆς δὲ ἂν εἰς τὴν ἴασιν αὐτῶν δεοίμεθα μεθόδου. ὥσπερ οὖν τῆς ὑγιεινῆς ἦν ἔργον τὸ κατὰ μικρὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν ἐπανορθοῦσθαι, οὕτω τῆς θεραπευτικῆς ἐστι τὸ κατὰ μεγάλα. τοῦ μὲν δὴ ψυχικοῦ πνεύματος ἐναργῶς ἐδείξαμεν οἷον πηγήν τινα οὖσαν τὸν ἐγκέφαλον, ἀρδομένου καὶ τρεφομένου διά τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκ τοῦ δικτυοειδοῦς πλέγματος χορηγίας. τοῦ δὲ ζωτικοῦ πνεύματος οὐχ ὁμοίως μὲν ἐναργῶς ἡ ἀπόδειξις ἦν, οὐ μὴν ἀπίθανόν γε κατά τε τὴν καρδίαν αὐτὸ καὶ τὰς ἀρτηρίας δοκεῖν περιέχεσθαι, τρεφόμενον καὶ τοῦτο μάλιστα μὲν ἐκ τῆς ἀναπνοῆς, ἤδη δὲ καὶ τοῦ αἵματος. εἰ δέ ἐστί τι καὶ φυσικὸν πνεῦμα, περιέχοιτʼ ἂν καὶ τοῦτο κατά τε τὸ ἧπαρ καὶ τὰς φλέβας. εἴρηται δὲ ἐπὶ πλεῖστον ὑπὲρ οὐσίας δυνάμεων ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. ἡ δὲ τῶν στερεῶν σωμάτων οὐσία δεῖται μὲν δήπου ποσή τις ὑπάρχειν· καὶ διὰ τοῦτο αἱ τροφαὶ διασώζουσι τὸ θνητὸν γένος. οὐ μὴν ἧττον εὐκρασίας χρῄζει τῶν συνθετικῶν αὐτῶν στοιχείων· καὶ λέλεκται πολλάκις ἤδη διʼ ὧν χρὴ φυλάττειν αὐτὴν εὔκρατον. ἀλλʼ ἥ γε κατάπτωσις τῆς δυνάμεως, ὑπὲρ ἧς νῦν πρόκειται λέγειν, ἐπὶ μὲν τῇ στερεῶν οὐσίᾳ διαφορουμένῃ κατά γε τὰ χρονιώτατα νοσήματα γίγνεται πολλάκις, ἀτροφίᾳ λεπτυνθέντος τοῦ ζώου καὶ τῶν ὀξέων ἐν τοῖς συντηκτικοῖς πυρετοῖς. ἐπὶ δὲ τῇ κράσει μεταβαλλούσῃ θερμανθέντων αὐτῶν ἀμέτρως ἢ ψυχθέντων ἢ ὑγρανθέντων ἢ ξηρανθέντων ἢ κατὰ συζυγίαν τι τούτων παθόντων. ἡ δὲ τοῦ πνεύματος ἀλλοίωσις διά τε μοχθηροὺς γίγνεται χυμοὺς καὶ τὴν τοῦ περιέχοντος ἀέρος κακίαν ἄλλοτε ἐξ ἄλλης αἰτίας εἰς τοῦτʼ ἀχθέντος· ἔτι τε τὰς δηλητηρίους δυνάμεις ἢ τοὺς τῶν ἰοβόλων ζώων ἰούς. ἀλλʼ ἐξῃρήσθω γε ταῦτα τῆς ἐνεστώσης ὑποθέσεως. ἡ δὲ τῆς οὐσίας τοῦ πνεύματος φθορὰ γενήσεσθαί τε κινδυνεύουσα καὶ ἡ ἤδη γινομένη διά τε πάθος ψυχικὸν καὶ ὀδύνην ἰσχυρὰν καὶ κινήσεις πλείους· ἐξ οὗ γένους ἐστὶ καὶ ἀγρυπνία καὶ προσέτι διʼ ὑπερβάλλουσαν αὐτοῦ λεπτότητα καὶ τῶν περιεχόντων αὐτὸ σωμάτων ἀραίωσιν καὶ δὴ καὶ πρὸ τούτων ἁπάντων διʼ ἐπίσχεσιν τῆς ἀναπνοῆς καὶ τροφῆς ἀπορίαν ἐπανορθώσεως ἀκριβεστέρας δεῖται. τὰ μὲν οὖν πάθη τὰ ψυχικὰ φόβοι τέ εἰσιν ἐξαιφνίδιοι καὶ σφοδροὶ, οὓς ἐκπλήξεις καλοῦσιν· αἵ τʼ ἐναντίαι τοῖς φόβοις ἡδοναὶ μέγισται, καλοῦσι δὲ καὶ ταύτας περιχαρείας. ἴσμεν γὰρ ἐξ ἀμφοῖν ἀποθανόντας τινάς. ἤδη δὲ καὶ οἱ ἄλλοι φόβοι πάντες οἱ μεγάλοι σὺν ταῖς μεγίσταις ἡδοναῖς εἰ καὶ μὴ ἀπέκτειναν, ἀλλʼ ἔκλυτον ἐργάζονται καὶ ἄτονον τὸ πνεῦμα. καὶ λῦπαι δὲ καὶ ἀγωνίαι καὶ θυμοὶ καὶ φροντίδες, ἐν οἵῳ τρόπῳ καὶ αἱ πλείους ἀγρυπνίαι, βλάπτουσι καταλύουσαι τὴν δύναμιν. ἐν μὲν δὴ τούτοις ἅπασιν αὐτὴ καθʼ ἑαυτὴν ἡ ψυχὴ κινεῖται, κατὰ δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ σῶμα κινεῖ· καταλύει δὲ αὐτῆς τὸν τόνον ἑκάτερα τὰ γένη τῶν οἰκείων κινήσεων εἰς ἀμετρίαν ἐκταθέντα. περὶ δὲ πόνων τί δεῖ λέγειν; ὅπως ἀνεῖλον μέν τινας αὐξηθέντες ἐπὶ τὸ σφοδρότερον, ἔβλαψαν δὲ πάντας, εἰ καὶ μὴ τύχοιεν ἀποκτείναντες. ἐν τοῖς τοιούτοις ἅπασιν ἐναργῶς φαίνονται λειποδρανοῦντές τε καὶ καταλυόμενοι τὴν δύναμιν οἱ κάμνοντες· ἔνιοι δʼ, ὡς εἴρηται, καὶ ἀποθνήσκοντες, ἔσθʼ ὅτε μὲν ἀπολλυμένου τοῦ πνεύματος, ἔσθʼ ὅτε δὲ ἀλλοιουμένου, ποτὲ δὲ ἐκ μέρους διαφορουμένου, πολλάκις δʼ ἀμφότερα ταῦτα πάσχοντος. διῄρηται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. εἰς δέ γε τὰ παρόντα τὸν μὲν τρόπον ᾧ βλάπτειν ἕκαστον πέφυκεν οὐκ ἀναγκαῖον ζητεῖν· τὸ δὲ ὅτι βλάπτει, λαβόντα παρὰ τῆς ἐναργείας χρῆσθαι συμφερόντως εἰς φυλακὴν δυνάμεως ἐν νόσοις. οὕτω δʼ εἰ καὶ λεπτυνθείη ποτὲ περαιτέρω τοῦ δέοντος ἡ τῶν διοικούντων ἡμᾶς πνευμάτων οὐσία, γίγνοιτʼ ἂν ἀσθενὴς κατʼ ἀμφότερα, καὶ ὡς ἠλλοιωμένη τὴν κρᾶσιν καὶ ὡς εὐσκέδαστος ἢ εὐδιαφόρητος ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ γεγενημένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ τὸ σῶμα σύμπαν εἰς ἄμετρον ἐκτραπείη μανότητα, διαφοροῖτʼ ἂν ἡ τῶν πνευμάτων οὐσία ῥᾳδίως, αὐτή τε λεπτομερὴς ὑπάρχουσα καὶ τῶν σωμάτων μὴ στεγόντων αὐτήν. οὔκουν οὐδʼ ἀραιοῦν ἀμέτρως χρὴ τοῦ νοσοῦντος τὸ σῶμα, συνέχειν ἐν ἑαυτῷ τὸ πνεῦμα προαιρούμενον, οὔτε λεπτύνειν ἰσχυρῶς τὰ κατʼ αὐτὸ διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων. ὅτι δὲ καὶ αὐτῶν τῶν τροφῶν ἅμα τοῖς ποτοῖς οὐ σμικρόν ἐστι φροντιστέον εἰς ῥώμην δυνάμεως, ὅπως τῇ τε ποσότητι σύμμετροι καὶ ταῖς ποιότησιν ἠκριβωμένοι εἶεν, πρόδηλον εἶναι νομίζω. πρόδηλον δὲ οὐδὲν ἧττον, ὡς καὶ τῆς εἰσπνεομένης οὐσίας φροντιστέον, ὅπως εὐκρατοτάτη τʼ εἴη καὶ παντὸς τοῦ μιαίνοντος αὐτὴν καθαρωτάτη, μήτʼ ἐκ μετάλλων ἢ καμίνων ἢ βαράθρων ἐπιμιξίαν τινὰ λαμβάνουσα, μήτε ἐκ σηπεδόνος ὀσπρίων ἢ λαχάνων ἢ ζώων ἢ ὁτουδήποτε, μήτʼ ἀτμοὺς ἐκ λιμνῶν ἢ ἑλῶν ἢ ποταμῶν δεχομένη. ταῦτʼ οὖν ἅπαντα προνοεῖσθαι χρὴ, διασώζειν βουλόμενον τὴν δύναμιν ἀβλαβῆ, ἔτι τε πρὸς τούτοις αὐτῶν τῶν στερεῶν σωμάτων, ἐν οἷς δὴ καὶ μάλιστα ἔοικεν ἡ οὐσία τῶν δυνάμεων ὑπάρχειν, οὐ σμικρῶς προνοητέον, ὅπως ὑγιεινὰ ταῖς κράσεσιν εἴη· τοῦτο μὲν οὖν ἁπάντων μορίων κοινὸν ἀγαθόν. ἐξαίρετον δὲ εἰς ῥώμην δυνάμεως καὶ προφυλακὴν τοῦ μή ποτʼ ἐξαιφνίδιον ἐπιπεσεῖν παροξυσμὸν συγκοπτικὸν ἡ φυλακὴ τῆς εὐκρασίας ἐστὶ, πρῶτον μὲν τῶν τριῶν ἀρχῶν, ἔπειτα δὲ καὶ τῶν ἄλλων μορίων ὅσα τὰς ἀρχὰς εἰς συμπάθειαν ἐπισπᾶται ῥᾳδίως, οἷόν πέρ ἐστι καὶ τὸ τῆς γαστρὸς στόμα τῷ περιττῷ τῆς αἰσθήσεως, ἄλλα τε πολλὰ συμπτώματα καὶ συγκοπὰς ἐπιφέρον. ἡ μὲν οὖν προειρημένη διάθεσις τῶν ὠμῶν χυμῶν, εἰ μὲν καὶ τῷ πλήθει βαρύνοιεν οὗτοι τὴν δύναμιν, ἐμφράττοιέν τε διὰ πλῆθος καὶ πάχος τοῦ ζώου τοὺς πόρους κατὰ πολλὰς προφάσεις, ὀλέθριός τέ ἐστι καὶ συγκοπτικὴ, καὶ τῷ μὴ τρέφεσθαι τὸ ζῶον καὶ τῷ καταπνίγεσθαι καὶ ἀλλοιοῦσθαι καὶ διαφθείρεσθαι τῆς κράσεως τὴν συμμετρίαν. οἱ μὲν γὰρ ὠμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι, οἱ δὲ πολλοὶ βαρύνουσιν· εἰ δʼ ἐμφράττουσι τὰς διαπνοὰς, σβεννύουσι τὸ θερμόν· εἰ δὲ μήτʼ ἐμφράττοιεν μήτε βαρύνοιεν, οὐ συγκοπὰς οὗτοί γε φέρουσιν, ἀλλὰ τὰς καλουμένας λειποψυχίας· ἐκλύονται γὰρ, εἰ μὴ τρέφοιντο συνεχέστερον, οἱ τοιοῦτοι. διδόναι δὲ οὐ χρὴ πλῆθος εἰς ἅπαξ αὐτοῖς, οὐ μὴν οὐδὲ παχείας ἢ ψυχρὰς τὴν δύναμιν τροφὰς, ἀλλʼ ὡς εἴρηται πρόσθεν, ἐκ τοῦ γένους τῶν λεπτυνουσῶν τε καὶ θερμαινουσῶν. οὕτω δὲ αὐτοῖς καὶ τὰ φάρμακα δοτέον, ὅσα γε λαβεῖν δύναται πυρέττων ἄνθρωπος, φάρμακα λεπτύνοντα καὶ θερμαίνοντα. τούτοις ὁ ὑδατώδης οἶνος εὐθέως ἐξ ἀρχῆς ἐπιτήδειος, εἰ μὴ σφοδρῶς πυρέττοιεν, ὅπερ οὐ πάνυ τι συμβαίνει κατὰ τὴν εἰρημένην διάθεσιν· ἔτι δὲ μᾶλλον εἰ πρεσβῦται τύχοιεν ὄντες, οἶνον αὐτοῖς δοτέον ἐφʼ ἑκάστῃ τροφῇ καὶ μᾶλλον εἰ τὰ διαλείμματα εἴη μέτρια. παροξύνονται δὲ ἐπὶ τοῖς τοιούτοις χυμοῖς καθʼ ἑκάστην ἡμέραν καὶ μᾶλλον εἰς ἑσπέραν τε καὶ νύκτωρ, οὐχ ἕωθεν δὲ οὐδʼ ἄχρι μεσημβρίας. περὶ μὲν δὴ τούτων καὶ ταῦθʼ ἱκανά ἐστι.

Μεταβῶμεν δὲ ἐπὶ τοὺς ἐναντίαν μὲν ἔχοντας αὐτοῖς τὴν διάθεσιν, ὁμοίως δὲ τούτοις συγκοπτομένους, ἂν μὴ προσχῇ τις ἀκριβῶς αὐτοῖς. εἰσὶ δʼ οὗτοι λεπτοὺς ἱκανῶς ἔχοντες τοὺς χυμοὺς, ὡς διαφορεῖσθαι τάχιστα. καὶ δὴ καὶ θεραπευτέον αὐτοὺς ἐναντίως τοῖς προειρημένοις. ἐκείνους μὲν γὰρ ἐκκενοῦμεν κατὰ βραχὺ συνεχῶς διὰ τὸ μὴ φέρειν ἀθρόαν τὴν κένωσιν· τοὺς δʼ οὕτως ἔχοντας θρέψομεν κατὰ βραχὺ συνεχῶς. εἰ δʼ ἐξ ἀρχῆς παραλάβωμεν ἔτι τῆς δυνάμεως ἐρρωμένης, οὐδὲ κατὰ βραχύ· δύνανται γὰρ οἱ τοιοῦτοι καὶ πλείονος εἰς ἅπαξ δοθείσης περιγίγνεσθαι τροφῆς. ὥσπερ δὲ τοὺς ἐκ πλήθους ὠμῶν χυμῶν κινδυνεύοντας συγκοπῆναι παντάπασιν ἐλέγομεν ὀλεθρίως ἔχειν, ὅταν τὸ ἧπαρ αὐτῶν ἢ ἡ κοιλία φλεγμαίνῃ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοὺς νῦν ὑποκειμένους ἐν τῷ λόγῳ νομιστέον ἀνιάτως ἔχειν, ἢν φλεγμήνῃ τι τούτων σπλάγχνον, καμνούσης ἤδη τῆς δυνάμεως· οὔτε γὰρ οἷόν τε τρέφειν αὐτοὺς συνεχῶς, ἀλλʼ ἐν ταῖς παρακμαῖς μόνον, οὔτε μὴ τρέφοντας οἷόν τε διασώζειν αὐτούς ἐστιν. ἐπὶ μὲν τῶν τοιούτων διαθέσεων ἡ νεκρώδης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει γίνεται· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς λέλεκται. ἐάν τε γὰρ ἐκκρίνωσι πλέον, ἐάν τε ἀγρυπνήσωσιν ἢ λυπηθῶσιν, ἢ μὴ θᾶττον τραφῶσιν, αὐτίκα τοιοῦτον ἴσχουσι τὸ πρόσωπον. εἰ μὲν οὖν σύν τινι τούτων ἤ τισιν ὀφθεῖεν οἱ τοιοῦτοι, μικρότερον εἶναι νόμιζε τὸ κακὸν ἢ εἰ χωρὶς τούτων ἐλεπτύνθησαν· εἰ δʼ ἄνευ τούτων, ὀλέθριον· ἔτι δὲ μᾶλλον, εἰ κατʼ ἀρχὰς τοῦ νοσήματος οὕτως ἔχοιεν· οὐδὲ γὰρ ἐξαρκέσουσιν εἰς τὴν πέψιν αὐτοῦ. ταῦτʼ ἄρα καὶ ὁ Ἱπποκράτης ἔφη· καὶ ἢν μέν τι τουτέων ὁμολογῇ, ἧττον νομίζειν δεινὸν εἶναι. κατʼ ἀρχὴν μὲν γὰρ τοῦ νοσήματος, ὡς προεῖπον, εἰ καὶ μετά τινος τῶν προειρημένων οὕτως ἔχοιεν, οὐκ ἀγαθόν· ἧττον μὲν τοῦτο δεινὸν ἢ εἰ καὶ μηδὲ μετὰ τούτων τινός· ἀλλὰ τῷ διαφορεῖσθαι ῥᾳδίως χαλεπόν. οὐ μόνον δὲ ἀπολεπτυνθέντος οὕτω τοῦ τε πνεύματος αὐτοῖς καὶ τοῦ αἵματος ἡ διαφόρησις εἴωθε γίνεσθαι πολλάκις, ἀλλὰ καὶ τῆς ἀποκριτικῆς δυνάμεως τῆς καθʼ ὅλον τὸν ὄγκον ἀμετρότερον κινηθείσης. ὅπερ εἴωθε μάλιστα γίνεσθαι διὰ τὴν ἀμετρίαν τῆς καθεκτικῆς. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον, ὅ τι περ ἂν ᾖ τούτων· ἀναγκαῖον δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ τῶν προτέρων ἀραιοῦν· ἐκ διαμέτρου γὰρ ἀλλήλαις αἱ διαθέσεις ὑπάρχουσαι καὶ τῆς τῶν βοηθημάτων ἰδέας ἐναντιωτάτης δεήσονται. ψυχρὸν οὖν ἐπὶ τούτων τὸν ἀέρα καὶ στύφοντα ποιητέον· εἴρηται δὲ ἔμπροσθεν ὅπως χρὴ ταῦτα πράττειν. ἀλειπτέον δὲ αὐτοὺς ὁμοίως τοῖς στύφουσιν ἀλείμμασι. καὶ τροφὰς δοτέον οὐ πάνυ τι διαρρεούσας ἑτοίμως, οὔτε μελίκρατον οὔτε χυλὸν πτισάνης, ἀλλʼ ἄρτους καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους, αὐτάς τε καθʼ ἑαυτὰς καὶ μετʼ ἄρτου καὶ χόνδρου διʼ ὕδατος ἑψημένου. δοτέον δὲ τούτοις ἔστιν ὅτε καὶ ὠὰ καὶ μᾶλλον τὰς λεκίθους αὐτῶν, δύσπεπτον γὰρ τὸ λευκόν. ἀλεκτρυόνων τε τῶν γάλακτι τεθραμμένων τοὺς ὄρχεις· δοτέον δὲ καὶ τοὺς ἐγκεφάλους τοὺς ὑείους, ἤτοι γʼ ὀπτηθέντας ἀκριβῶς· ἔναιμοι γὰρ δοθέντες ἐσχάτως βλάπτουσιν· ἢ διὰ τοῦ λευκοῦ ζωμοῦ καλῶς ἑψημένους, ἐμβεβλημένου πράσου καὶ ἀνήθου. καὶ ὅλως ἅπαντα πρακτέον ὑπὲρ τοῦ παχυτέραν μὲν ἐργάσασθαι τὴν ὕλην τῶν χυμῶν, πυκνῶσαι δὲ τὸ δέρμα καὶ διακωλῦσαι τὰς διαπνοάς. ἀναγκαῖος δὲ τούτοις ὁ ὑδατώδης οἶνός ἐστιν, εὐθὺς ἐπὶ τοῖς σιτίοις ἐξ ἀρχῆς λαμβανόμενος. εἰ δʼ ὡς ἐλπίζομεν ἅπαντα γίγνοιτο, καὶ κρεώδους τροφῆς ἐπιδώσομεν αὐτοῖς τι καὶ μάλιστα μετὰ τὴν τετάρτην ἡμέραν, ἤδη τῶν τοὺς πυρετοὺς γεννώντων χυμῶν εἰς πέψιν ἡκόντων. ἐν τοιαύτῃ διαθέσει γενομένου νεανίσκου κατὰ τὸν δέκατον ἐμνήσθην λόγον, ὃν ἐτρέφομεν, ὡς εἶπον, ἑκάστης ἡμέρας καὶ μάλιστά γε πρὸ τοῦ παροξυσμοῦ. καὶ ὡς ἐξεπίτηδες ἅπαξ μου μὴ διδόντος αὐτῷ τροφὴν ἡ εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ συγκοπῆς ἐγένετο. κατὰ τὰς τοιαύτας οὖν θεραπείας ἁπάσας ἤδη μὲν συγκοπτομένου τοῦ κάμνοντος ὁ πρὸς τὸ σύμπτωμα κρατεῖ σκοπός· οὐδέπω δὲ εἰς τοῦθʼ ἥκοντος ἀμφοτέρων στοχαζόμεθα, τοῦ τε μὴ γενέσθαι τὸ σύμπτωμα καὶ τοῦ κατὰ βραχὺ λύειν τὸ νόσημα. θᾶττον δʼ ἂν ἐλύσαμεν αὐτὸ, μὴ δεδιότες τὸ σύμπτωμα. τὸν μὲν γὰρ ὑπὸ τοῦ πλήθους τῶν ὠμῶν χυμῶν βαρυνόμενον, ἅπαξ ἂν οἶμαι κενώσαντες ἀπηλλάξαμεν τῆς διαθέσεως, εἴπερ οἷός τε ἦν ἐνεγκεῖν ἀθρόαν κένωσιν καὶ μηδεὶς φόβος ἐφέδρευε συγκοπῆς· τὸν δʼ εὐδιαφόρητον οὐκ ἂν πρὸ τοῦ παροξυσμοῦ τρέφειν ἀναγκαζόμενοι μακρότερον εἰργαζόμεθα τὸ νόσημα. περὶ μὲν δὴ τούτων ἀρκείτω τὰ λελεγμένα.

Τῶν δʼ ἄλλων προφάσεων ἐφʼ αἷς συγκόπτονται μνημονεύσομεν ἐφεξῆς. εἰσὶ δὲ τέσσαρες, ἄλγημά τε σφοδρὸν καὶ ἀγρυπνία καὶ κένωσις ἄμετρος γαστρός· ἐπὶ δὲ τῶν παραπαιόντων καὶ ἡ κίνησις ἔστιν ὅτε. καὶ εἰ βούλει καὶ πέμπτην προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν, ὑπὲρ ἧς ἐπὶ τελευτῇ τοῦ λόγου διαλεξόμεθα, καὶ μάλισθʼ ὅτι διττῶς γίγνεται, ἤτοι κατὰ ψιλὰς τὰς ποιότητας ἀλλοιουμένων τῶν μορίων ἢ κακοχυμίας τινὸς ἐν αὐτοῖς παραλαμβανομένης. ἑξῆς οὖν ὑπὲρ ἁπάντων ῥητέον τῶν διῃρημένων, ἀρξαμένους ἀπὸ τῶν ἀλγημάτων. εἰ μὲν οὖν δυναίμεθα τὴν αἰτίαν αὐτὴν ἐκκόψαι διʼ ἣν ἀλγοῦσιν, οὕτως ἂν οὐ πρὸς σύμπτωμα εἴημεν ἐνεργοῦντες, ἀλλʼ ἰώμενοι τὸν κάμνοντα· κωλυόμενοι δὲ διά τινα πρόφασιν ἐπὶ τὴν διάθεσιν ἰέναι πραΰνομεν τὸ τῶν ἀλγημάτων σφοδρόν. ἐπεὶ δʼ οὔτε ἀναιρεῖν οἷόν τέ ἐστι τὰς τῶν ἀλγημάτων αἰτίας οὔτʼ ἀμβλύνειν τὰς σφοδρότητας ἄνευ τοῦ γνῶναι τουτὶ τὸ ἄλγημα τὸ περὶ τὸν κάμνοντα συνεστηκὸς ὑπὸ τίνος αἰτίας γίγνεται, προεσκέφθαι χρὴ δηλονότι τὰς αἰτίας καὶ τὰ σημεῖα διʼ ὧν ἄν τις αὐτὰς γνωρίσειεν· ὡς τὰ πολλὰ γὰρ ἄδηλοι ταῖς αἰσθήσεσιν ὑπάρχουσαι, γεγυμνασμένου δέονται περὶ τὴν τοιαύτην θεωρίαν ἀνδρός. εἴρηται μὲν οὖν ἡμῖν οὐκ ὀλίγα διʼ ἑτέρων πραγματειῶν ὑπὲρ ἀλγημάτων γενέσεως, ἁπάντων δὲ αὐτῶν τοῦ καιροῦ νῦν ἥκοντος, ἀναγκαῖον εἶναι νομίζω διελθεῖν ἐπὶ κεφαλαίων ὅλον τὸν λόγον. ἐπεὶ τοίνυν ἐν τῷ τοῦ ζώου σώματι κατὰ πάσας τὰς αἱρέσεις οὐ πάντα ἐστὶν αἰσθητικὰ τὰ μόρια, δῆλον ὡς οὐκ ὀδυνήσεται τὰ τελέως ἀναίσθητα. μόνοις οὖν τοῖς αἰσθητοῖς τῆς ὀδύνης ὑπαρχούσης, ἐφεξῆς σκεπτέον ἆρά γε διὰ παντὸς ὀδυνηθήσεται τὰ τοιαῦτα τῶν σωμάτων ἢ καθʼ ἕνα τινὰ χρόνον ἐγγινομένης αὐτοῖς διαθέσεως ὀδυνηρᾶς. ἀλλʼ εἴπερ αὐτὸ τὸ φαινόμενον ἐναργῶς ἡμᾶς διδάσκει πολὺν εἶναι χρόνον ἐν ᾧ μηδʼ ὅλως ὀδυνώμεθα, δῆλον ὡς κατά τινα χρόνον ἐγγινομένης ἑκάστῳ τῶν ὀδυνωμένων ὀδυνηρᾶς διαθέσεως ἀναγκαῖον ἀλγεῖν ἐστιν. ἐὰν οὖν εὕρωμεν ἥτις ποτʼ ἐστὶν ἡ τοῖς αἰσθητοῖς σώμασιν ἐγγινομένη διάθεσις, καθʼ ἣν ἀνιᾶται τὸ ζῶον, ἑαλωκὸς ἂν εἴη ἡμῖν τὸ ζητούμενον. ἐνταῦθʼ οὖν ἀπὸ τῶν κατὰ φύσιν ἐννοιῶν, αἳ δὴ καὶ κοιναὶ πᾶσιν ἡμῖν εἰσιν, ἰέναι χρὴ μεθόδῳ πρὸς τὸ σκέμμα. διδάσκει δὲ ἡ κατὰ φύσιν ἔννοια τὸ πάθος χρῆναι τοῦ σώματος, ᾧ μέλλει πονήσειν, ἤτοι συνεχείας λύσιν ἢ ἀλλοίωσιν εἶναί τινα. διὸ καὶ καλῶς ἐλέγετο τοῖς ἐξ ἀτόμων ἢ ἀναισθήτων ἢ ἀνάρμων στοιχείων, συντιθεῖσι τὸ σῶμα παντάπασιν ἄπορον εἶναι διάθεσιν εὑρεῖν, ὑφʼ ἧς ὀδύνη γίγνεται. φαίνεται γὰρ οὐδὲν τῶν ἁπλῶς ψαυόντων ὀδυνηρόν· ἁπλῶς δʼ ἀλλήλων ψαύει τὰ τοιαῦτα σώματα. κᾂν εἰ μὴ ψαύοι δὲ μόνον, ἀλλὰ καὶ θραύοι κατὰ τὴν πρόπτωσιν ἄλληλα, πλέον οὐδὲν εἰς ἀλγήματος γένεσιν, ἀναισθήτων ὑποκειμένων τῶν θραυομένων· εἰ μή τι καὶ τοὺς λίθους ὀδυνᾶσθαι φήσομεν διαιρουμένους. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κᾀν τῷ πέμπτῳ περὶ τῶν Ἀσκληπιάδου δογμάτων ἐσκεψάμεθα. νυνὶ δὲ ἀρχὴν ὁμολογουμένην λαμβάνοντες, ὡς ἀναγκαῖον ἤτοι διαίρεσιν εἶναι τὴν διάθεσιν τῆς ὀδύνης ἢ ἀλλοίωσιν, ἀναμνησθῶμεν αὖθις ὡς οὐδʼ ἡ ἀλλοίωσις ἡ κατὰ βραχὺ γινομένη δύναιτʼ ἄν ποτε ὀδυνῆσαι τὸ ζῶον, ἀλλʼ ἀναγκαῖον ἀθρόαν τε ἅμα καὶ βιαίαν γίνεσθαι τὴν μεταβολὴν, εἰ μέλλει τις ὀδύνη γενήσεσθαι. φαίνεται γὰρ οὐ μόνον εἰς τὸ παρὰ φύσιν ἀθρόως ἀγόμενα τὰ σώματα λυπηρὰν ἴσχειν τὴν μεταβολὴν, ἀλλὰ καὶ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον αὐτὴν, εἰ μὴ κατὰ βραχὺ λαμβάνοι, κᾀν τούτῳ πονοῦντα. τοὺς γοῦν ὁδοιπορήσαντας ἐν σφοδρῷ κρύει θερμαινομένους ἀθρόως ἴσμεν ἀλγοῦντας οὕτως ἰσχυρῶς τὰ περὶ τὰς ῥίζας τῶν ὀνύχων, ὡς μὴ δύνασθαι φέρειν. εἰ μὲν οὖν καὶ αὐτὸ τὸ σφοδρῶς θερμαίνεσθαι ἢ ψύχεσθαι διαίρεσίν τινα τῆς συνεχείας ἐργάζεται, πλείονος ἴσως δεῖται λόγου, καὶ δέδεικται καὶ τοῦτο ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν. ἀλλʼ εἴς γε τὰ παρόντα τί ποιοῦν τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον σφοδρῶς ὀδύνην ἐργάζεται, ζητεῖν οὐκ ἀναγκαῖον· εἴτε γὰρ ὡς τέμνον τὸ συνεχὲς τῆς οὐσίας τῶν αἰσθητῶν, εἴθʼ ὡς ἀλλοιοῦν αὐτὴν ἀθρόως, οὐδὲν διαφέρει πρὸς τὴν εὕρεσιν τῶν ἰασομένων τὰς ὀδύνας, ἐάν γε μόνον εἰδῶμεν ὡς τὸ θερμαῖνον ἢ ψῦχον βιαίως ὀδυνηρὸν γίνεται τοῖς αἰσθανομένοις σώμασιν. εἴπερ γοῦν ἄρχεσθαι μὲν ἀπὸ τῶν ἐναργῶν δεῖ, φαίνεται δὲ ἐναργῶς ταῦτα μόνα τῶν πλησιαζόντων ἡμῖν ὀδυνηρὰ, τά τʼ ἰσχυρῶς θερμαίνοντά τε καὶ ψύχοντα καὶ τὰ διαιροῦντα τὸ συνεχὲς τῆς οὐσίας, ἅπερ ἐν τοῖς θλῶσί τε καὶ τέμνουσι καὶ τείνουσι περιέχεται, ζητήσωμεν εὑρεῖν τὴν ἴασιν αὐτῶν ὁδῷ τινι προϊόντες ἀπὸ τῆς τῶν ζητουμένων φύσεως, ὅπερ ὀνομάζεται μέθοδος. ἄνωθεν οὖν αὖθις ἀρξάμενοι λέγωμεν. ἐπειδὴ ζητοῦμεν ὅπως ἐν νόσοις ὀδυνώμεθα μηδενὸς ἡμῖν ἔξωθεν ὀδυνηροῦ πλησιάζοντος, ἀναγκαῖον ἐν τῷ σώματι ζητῆσαι τί τῶν τοιούτων αἴτιον, ὃ θερμαῖνον σφοδρῶς ἢ ψῦχον ἢ διαιροῦν τὴν οὐσίαν ἑνός γέ τινος αἰσθητοῦ σώματος ἀνιαρὸν ἡμῖν γίνεται, καὶ πρῶτόν γε θεασώμεθα τίνος εἶναι χρὴ φύσεως ὃ διαιρήσει τὴν συνέχειαν. ἀναγκαῖον οὖν ἤτοι ῥῆξιν ἢ θλάσιν ἢ διάβρωσιν εἶναι τὴν διάθεσιν, ἐν τῷ διαιρεῖσθαι τὸ συνεχές. ἀλλʼ ἡ μὲν ῥῆξις ἐκ τάσεώς τινος, ἡ δὲ θλάσις ἐκ βάρους, ἡ δὲ διάβρωσις ἐκ δακνώδους γίνεται ποιότητος. ὅταν οὖν ἔξωθεν μὲν μηδὲν ᾖ τὸ τεῖνον ἢ βαρῦνον ἢ δάκνον, ἐξ ἑαυτοῦ δέ τι πάσχῃ τούτων τὸ σῶμα, παντί που δῆλον ὡς ἡ μὲν τάσις ὑπό τινος ἔνδον οὐσίας πολλῆς διατεινούσης τὸ περιέχον αὐτὴν σῶμα γίνοιτʼ ἂν ἢ ἀμέτρου ξηρότητος, ἡ δὲ θλάσις ἔξωθεν ἐπιπεπτωκυίας οὐσίας σκληρᾶς ἢ μεγάλης ἢ βαρείας ἢ συναμφοτέρων, ἡ δὲ δῆξις ὑπὸ χυμοῦ δακνώδη φύσιν ἔχοντος· ἐπισκεπτέον οὖν ἡμῖν ἐν ταῖς σφοδραῖς ὀδύναις ἤτοι χυμὸν πολὺν ἢ πνεῦμα διέξοδον οὐκ ἔχον, ἢ βαρὺν ὄγκον, ἢ δακνῶδες ὑγρὸν ἢ διάθεσιν ξηράν· ἔτι δὲ πρὸς τούτοις, ὡς ἐν ἀρχῇ διῄρηται, τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον. ὧν πάλιν αὐτῶν τὰς αἰτίας ἢ ἐν τῷ πνεύματι θετέον ἢ ἐν τοῖς ὑγροῖς ἢ ἐν τοῖς στερεοῖς· ὅ τι γὰρ ἂν αὐτῶν ἰσχυρῶς ψυχθὲν ἢ ὑποθερμανθὲν ψαύῃ τῶν πλησιαζόντων, ὀδυνηρὸν αὐτοῖς γίγνεται. πῶς μὲν οὖν χρὴ διαγινώσκειν ἕκαστον τῶν εἰρημένων καὶ ὡς οὐχ ἁπάντων ἔχομεν ἐναργῆ σημεῖα καὶ ὡς εἴπερ τι ἄλλο καὶ ἡ διάγνωσις τῶν ἀδήλων πρὸς αἴσθησιν αἰτιῶν τε καὶ διαθέσεων ἐκ πολλῆς μὲν γυμνασίας, ἐπιμελοῦς δʼ ἁπάντων περισκέψεως ἡμῖν περιγίνεται, διʼ ἑτέρων δεδήλωται. νυνὶ δὲ οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλʼ αὐτὴν μόνην διέρχεσθαι τὴν θεραπευτικὴν μέθοδον. ἐξ ἧς ἐπιστημονικῶς διαγνωσθείσης ἡλίκη βοήθεια καὶ ὠφέλεια γίνεται τοῖς ἰατροῖς οὐ μόνον εἰς βοηθημάτων τε καὶ ἰαμάτων εὑπορίαν, ἀλλʼ ἔστιν ὅτε καὶ εἰς τὴν τῆς διαθέσεως γνῶσιν, ἐναργῶς ὑμῖν ἔδειξα πολλάκις ἐπʼ αὐτῶν τῶν καμνόντων, ὧν ἤδη μνημονεύσω δυοῖν ἢ τριῶν οὐ πρὸ πολλοῦ θεραπευθέντων. ὁ μέν γε τεσσαρακοντούτης ἦν, ὡς οἶσθα, κωλικὸς εἶναι νομιζόμενος, οὐ μόνον οὐδὲν ὀνινάμενος ὑπὸ καταντλήσεων καὶ πυρίας καὶ καταπλασμάτων καὶ κλυσμάτων, οἷς συνήθως εἰώθασιν ἐπὶ τῶν τοιούτων χρῆσθαι διαθέσεων, ἀλλὰ καὶ παροξυνόμενος ὑπὸ τῶν πλείστων. ἐπὶ γοῦν ἐλαίῳ πηγανίνῳ διὰ τῆς ἕδρας ἐνεθέντι χείρων ἐγένετο καὶ αὖθις ἐπὶ καστορίῳ· καὶ μέντοι καὶ μέλι ποτὲ προσενεγκάμενος ἑφθὸν ἔχον πέπερι ἐσχάτως ὠδυνήθη· καὶ τὸν χυλὸν δὲ τῆς ἑφθῆς τήλεως ἅμα μέλιτι λαβὼν ἱκανῶς παρωξύνθη. στοχασάμενος οὖν ἐγὼ χυμοὺς δακνώδεις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἐντέρων ἀναπεπῶσθαι, συνδιαφθείροντας ἑαυτοῖς τά τε κάτωθεν ἐνιέμενα καὶ τὰ διὰ τοῦ στόματος λαμβανόμενα, δύσφθαρτον αὐτῷ τροφὴν δούς. εἶτʼ ἰδὼν ὀδυνώμενον ἔγνων χρῆναι τὴν κακοχυμίαν ἐκκαθαίρειν. ὄντος δʼ ἀρίστου πρὸς τὰς τοιαύτας κακοχυμίας φαρμάκου τοῦ διὰ τῆς ἀλόης, ὃ καλοῦσιν ἤδη συνήθως πικρὰν, ἀθρόως μὲν οὐκ ἐτόλμησα καθαίρειν αὐτὸν τὸν ἄνθρωπον, ὑπό τε τῆς ὀδύνης καὶ τῆς ἐνδείας καθῃρημένον ἤδη που δυοῖν μηνῶν. ἐκ διαστημάτων δέ τινων σύμμετρον τοῦτʼ ἐργαζόμενος ἡμέρας ὡς οἶσθά που πεντεκαίδεκα τελέως ἰασάμην αὐτὸν οὐδὲν οὐκέτι αὐτῷ προσαγαγὼν ἄλλο βοήθημα. οὗτος μὲν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ πρῶτον οὕτως ἠνωχλεῖτο, μηδέπω πρότερον ἀλγήσας ἔντερα. νεανίσκος δέ τις ἐγγὺς ἐκείνῳ τὴν ἡλικίαν, οὐκ ὀλιγάκις ἔμπροσθεν ἠνωχλημένος ὑπὸ κωλικῶν ἀλγημάτων, ἐκαθάρθη λαβὼν σκαμμωνίας ὀπόν. ἀξιολόγου δὲ τῆς καθάρσεως γενομένης, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν λουσάμενος εἰς ἑσπέραν καὶ λαβὼν πτισάνης χυλὸν πρῶτον, εἶτʼ ἐπιφαγὼν ἰχθύας ἤμεσε τὰ ληφθέντα διὰ νυκτός. ἐν δὲ τῇ δευτέρᾳ λουσάμενος ἔφαγε· πρῶτον μὲν θριδακίνης, εἶτα κρεῶν ὀρνιθείων ἑψομένων ἐν λευκῷ ζωμῷ· κᾄπειτα προσηνέγκατο χόνδρον, ἐξ ὕδατος ἐπιβαλὼν οἶνον αὐστηρόν. μετρίως δὲ διάγειν δόξας ἐπʼ αὐτοῖς, διῃτήθη μὲν καὶ τῇ τρίτῃ τῶν ἡμερῶν παραπλησίως, ἐξέδωκε δὲ ἡ γαστὴρ αὐτοῦ μετὰ τοῦ δηχθῆναι πλείω τῆς τῶν ἐδεσμάτων ἀναλογίας. εἶτα κατὰ τὴν τετάρτην ἡμέραν ἔτι καὶ μᾶλλον ὠδυνήθη τὰ κατὰ τὴν γαστέρα· καὶ δόξας ἐν τῷ βαλανείῳ που λεληθότως ἐψῦχθαι, πηγάνινον ἔλαιον ἐνεθεὶς, ὠδυνήθη τε σφοδρότερον καὶ μετὰ ταῦτα ἐξέκρινεν ὑγρὸν διαχώρημα πάμπολυ, σαφῶς ἐνδεικνύμενον ὡς κᾀκ τοῦ σώματος ὅλου τι φέρεται πρὸς τὰ κατὰ τὴν γαστέρα χωρία. κᾄπειθʼ ἑξῆς ἐκ περιόδων ὁμοίως ἠνωχλεῖτο. πειθόμενοι δʼ ἡμεῖς αὐτῷ τὰ συμπτώματα, τὴν βλάβην ἐκ τῆς σκαμμωνίας ἔγνωμεν ἐν ἐκείνοις μάλιστα γεγονέναι τοῖς ἐντέροις, ἃ καὶ πρότερον ἦν ἀσθενῆ, ὥσθʼ οἷον ῥευματικήν τινα συνίστασθαι διάθεσιν. οἶσθʼ οὖν ὅπως ἰασάμην καὶ τοῦτον ἀπορρῖψαι μὲν κελεύσας τὰ κωλικὰ βοηθήματα, τραφῆναι δὲ χόνδρῳ θερμῷ, διʼ ὕδατος ἡψημένῳ, κόκκους ῥοιᾶς ἐμβαλὼν αὐτῷ. κοιμηθεὶς δʼ ὅλῃ τῇ νυκτὶ χωρὶς ὀδύνης ἐθαύμασε δήπου τὸ παράδοξον τῆς βοηθείας, ἠρώτα δʼ ὅ τι χρὴ πιεῖν. ἐδώκαμεν οὖν αὐτῷ πιεῖν ὑδαρῆ ῥοῦ χυλὸν, ὅπως εἴτε τις ἐπιπολῆς εἴη γεγενημένη περὶ τὸ ἔντερον ἑλκώδης διάθεσις ἀποστύψειεν, εἴτε καὶ ῥέῃ τι κατὰ τὸ σύνηθες ἐκ τῶν ἄνω χωρίων εἰς τὸ πεπονθὸς ἀναστείλειεν· ἀρίστῳ τε αὐτῷ χρήσασθαι προσετάξαμεν οὕτως· εἶτʼ εἰς ἑσπέραν δειπνεῖν οἴνων τινὰ τῶν αὐστηρῶν μὲν φύσει, παλαιῶν δὲ, διαβραχέντος ἄρτου καθαροῦ. συνεχωρήσαμεν δὲ καὶ τῶν αὐστηρῶν ὀπωρῶν λαβεῖν ἧς ἂν αὐτὸς ἐθέλῃ μήλων ἢ ἀπίων ἢ ῥοιᾶς. ὁμοίως δὲ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν διαιτηθεὶς ἐν τῇ τετάρτῃ πιὼν τῆς θηριακῆς, ὑγιὴς τελέως ἐγένετο, καὶ τοῦ λοιποῦ τοῖς συνήθεσι χρώμενος οὐδὲν ἐβλάπτετο. παραπλησίως δὲ ἕτερόν τινα διακείμενον ὥρᾳ θέρους, ἐπειδὴ διψώδης ἱκανῶς ὑπῆρχε πρὸς τοῖς ἄλλοις τοῖς εἰρημένοις καὶ ψυχρῷ ποτῷ συνεχώρησα χρῆσθαι. μὴ τοίνυν ζήτει σημεῖα τοιαῦτα καθʼ ἑκάστην διάθεσιν, οἷα πλευρίτιδός ἐστιν ἢ δυσεντερίας. ἐπιστημονικὴ μὲν γὰρ ἡ τῶν τοιούτων νοσημάτων διάγνωσις, ὡρισμένοις σημείοις γνωριζομένη, στοχαστικὴ δὲ ἡ τῶν ἀρτίως εἰρημένων καὶ μόνοις τοῖς ἀκριβῶς ἐπισταμένοις ἑκάστου νοσήματος τὴν οἰκείαν θεραπείαν εὑρίσκεσθαι δυναμένη. ὥστʼ ἐπεὶ περὶ ταύτης πρόκειται νῦν λέγειν, αὐτὴ καθʼ ἑαυτὴν περαινέσθω, μὴ προσαπτομένων ἡμῶν τῆς διαγνώσεως τῶν διαθέσεων· καὶ μάλισθʼ ὅταν ἐκ στοχαστικῶν ἀρχομένη σημείων συνάπτηται τῇ τῶν ὠφελούντων ἢ βλαπτόντων διαγνώσει. τὴν γὰρ ἐν τούτοις μέθοδόν τε καὶ γυμνασίαν ἐν ταῖς τῶν νοσημάτων διαγνώσεσιν ἰδίᾳ ποιούμεθα καθʼ ἑαυτὴν, ἵνα τεχνωθείς τις εὑρίσκῃ καθʼ ἕκαστον ἄρρωστον, ὥσπερ καὶ ἡμεῖς τά τε πεπονθότα μόρια καὶ τὰς διαθέσεις αὐτῶν.

Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὰς τὴν ὀδύνην ἐργαζομένας διαθέσεις. εἰ μὲν γὰρ αἵματος πλῆθος εἴη τὸ διατεῖνον, ὥσπερ ἀμέλει καὶ ἐν τοῖς φλεγμαίνουσι γίγνεται, φλεβοτομητέον αὐτίκα τῆς δυνάμεως ἰσχυρᾶς οὔσης· εἰ δʼ ἤτοι φοβοῖτο τὴν φλεβοτομίαν ὁ ἄνθρωπος ἢ ἀρρωστότερος εἴη τὴν δύναμιν, ἀντισπαστέον τε καὶ παροχευτέον· εἴρηται δὲ ἔμπροσθεν ὅπως χρὴ ταῦτα ποιεῖν. εἰ δὲ καὶ τούτων γενομένων ἔτι μένοι τὸ ἄλγημα, δῆλον μὲν δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν. εὔδηλος δὲ ἡ θεραπεία τοῖς διαφορητικοῖς γινομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ φυσῶδες πνεῦμα γινομένας ὀδύνας ἰασόμεθα, προσβοηθοῦντες ἐπʼ αὐτῶν μᾶλλον τοῖς λεπτύνουσι ἐδέσμασί τε καὶ πόμασιν ἐνέμασί τε καὶ καταπλάσμασιν αἰονήσεσί τε καὶ πυριάμασιν. εἰ δʼ ὄγκος βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον. εἰ δὲ δακνῶδες ὑγρὸν, ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτύνοντα καὶ θερμαίνοντα. χρῄζει γὰρ ἡ τοιαύτη διάθεσις, εἰ μὲν ἰαθήσεσθαι μέλλει, τῆς κενώσεως τῶν λυπούντων· εἰ δʼ εἴη τοῦτο ποιεῖν ἀδύνατον, τῆς ἐπικράσεως· εἰ δὲ καὶ τοῦτο ἀδύνατον, διὰ τῆς τῶν ναρκωτικῶν φαρμάκων προσφορᾶς· ἥτις ἐστὶ μὲν κοινὴ, βλάπτει δὲ ἥκιστα τῶν ἄλλων τὰς τοιαύτας διαθέσεις. λεπτὰ γὰρ ὑπάρχει ταῖς συστάσεσι καὶ θερμὰ ταῖς δυνάμεσι τὰ πλεῖστα τῶν τοιούτων ὑγρῶν· ὅσα δὲ διʼ ὀπίου καὶ ὑοσκυάμου καὶ τῶν οὕτως ψυχόντων σκευάζεται φάρμακα, ψύχει τε ἅμα καὶ ξηραίνει πάντως· κατὰ τοῦτο γοῦν οὐ μόνον ὡς αἰσθήσεως ναρκωτικὰ χρήσιμα καθέστηκεν, ἀλλὰ καὶ ὡς συνιστάντα καὶ παχύνοντα τὴν τῶν ὑγρῶν λεπτότητα καὶ προσέτι καὶ τὴν θερμότητα σφοδρὰν ὑπάρχουσαν ἐμψύχοντα. παχέων δὲ ὑγρῶν ἢ γλίσχρων ἐπικρατούντων ἐναντιώτατα ὑπάρχει τὰ ναρκωτικὰ φάρμακα καὶ πάνυ χρὴ φυλάττεσθαι τὴν χρῆσιν αὐτῶν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν. οὐ μὴν οὐδʼ ὀδύνη τις ἕπεται σφοδρὰ τοῖς τοιούτοις χυμοῖς μόνοις οὖσιν. εἰ δέ ποτε συμπλακείη κατά τι συμβεβηκὸς, ἀτμῶδες πνεῦμα τῶν περιεχόντων ἑαυτὸ σωμάτων ἀδυνατοῦν διεξιέναι, σφοδρότατα πάντως οἱ οὕτως ἔχοντες ὀδυνῶνται. ἕπεται δʼ αὐτοῖς τοῦτο κατὰ διττὴν αἰτίαν, ἤτοι γʼ ἔμφραξιν ἢ θερμασίαν· ἥ τε γὰρ ἔμφραξις ἴσχει τὸ πνεῦμα καὶ κωλύει διεξιέναι· θερμαινόμενά τε τὰ παχέα καὶ γλίσχρα φυσῶδες πνεῦμα γεννᾷν πέφυκε. τοιαῦται μάλιστα γίνονται διαθέσεις τοῖς ἐμπεπλησμένοις ἐδεσμάτων, ψυχρῶν μὲν ταῖς κράσεσι, παχέων δὲ καὶ γλίσχρων ταῖς συστάσεσιν, ὅταν ἐν αὐτοῖς περιέχηται τοῖς χιτῶσι τῶν ἐντέρων τὸ φυσῶδες πνεῦμα. δυοῖν γὰρ ὄντοιν αὐτῶν, ἐπειδὰν ἐν τῇ μεταξὺ χώρᾳ τοιοῦτός τις ἀθροισθῇ χυμὸς, εἰς φυσῶδες μεταβάλλει πνεῦμα. παχὺ δὲ δή που τοῦτʼ ἔστι καὶ ψυχρὸν καὶ βραδύπορον. ὅταν οὖν ἴσχηταί τε καὶ διατείνῃ τοὺς χιτῶνας, ὅ τε χυμὸς ἐξ οὗ τὴν γένεσιν ἔχει ψύχει σφοδρῶς τὰ ψαύοντα μόρια τῶν ἐντέρων, κατὰ δύο προφάσεις οἱ οὕτω κάμνοντες ὀδυνῶνται. τὸ μὲν οὖν παραυτίκα τελέως ἀνώδυνοι γίνονται, πιόντες τι τῶν ναρκωτικῶν φαρμάκων, αὐξάνεται δὲ ἡ διάθεσις αὐτοῖς παντοίως· οἵ τε γὰρ χιτῶνες τῶν ἐντέρων πυκνότεροι καὶ δυσδιαπνευστότεροι γίγνονται τῇ ψυχρότητι τῶν φαρμάκων, ὅ τε χυμὸς παχύτερος καὶ δυσκινητότερος. ὥστε καὶ χρόνου πλέονος ἀναγκαῖον ἔσται δεηθῆναι τὸν κάμνοντα καὶ τοῦ θεραπεύοντος εἰς ἄκρον γεγυμνασμένου κατὰ τὴν τέχνην. εἰ γὰρ ὡς ἔτυχεν αὖθις ἐγχειρήσειε τῇ θεραπείᾳ, κίνδυνος ἐκ δευτέρου πνευματωθέντας τοὺς χυμοὺς τὴν αὐτὴν ὀδύνην ἐργάσεσθαι· εἴτʼ ἐκ δευτέρου δηλονότι δοθῆναί τι τῶν ναρκωτικῶν φαρμάκων δεῖ, τῆς αὐτῆς ἀνάγκης καταλαβούσης· ὡσαύτως δὲ κᾀκ τρίτου καὶ τετάρτου καὶ πολλάκις ἐφεξῆς, ἄχρις ἂν ὁ ἄνθρωπος ἀνίατος γενόμενος εἰς καχεξίαν τε τοῦ παντὸς σώματος ἀφίκηται καὶ πολλῷ χρόνῳ κακοπαθήσας ἀποθάνῃ. πῶς οὖν χρὴ τὰς διὰ τοὺς ψυχροὺς χυμοὺς ἐν τῷ μεταξὺ τῶν ἐντέρων ἠθροισμένας ὀδύνας ἰᾶσθαι; οὐ θερμαίνοντες σφοδρῶς αἰονήσεσιν ἢ καταπλάσμασιν· ὑπὸ γὰρ τῶν θερμαινόντων, εἰ μὴ καὶ διαφορηθεῖεν ἱκανῶς, χέονται καὶ πνευματοῦνται πάντες οἱ γλίσχροι καὶ παχεῖς καὶ ψυχροὶ χυμοί. προσήκει τοίνυν αὐτοὺς τέμνειν τε ἅμα καὶ πέττειν, ὅπερ ἐκ τῶν λεπτυνόντων γίνεται φαρμάκων· καὶ μάλισθʼ ὅταν μὴ θερμαίνωσι σφοδρῶς. ὅτι δὲ καὶ τούτων αὐτῶν ὅσα ταῖς δυνάμεσίν ἐστιν ἀφυσότερα καὶ ξηραντικώτερα, ταῦθʼ αἱρεῖσθαι χρὴ μᾶλλον εὔδηλον παντί. καὶ πολλῶν ἰδιωτῶν ἐστιν ἀκοῦσαι πολλάκις ἧττον ἀλγεῖν φασκόντων τὸ κῶλον, ὅταν μήτε καταπλάττωνταί τινι μήτε καταντλῶνται διʼ ἐλαίου μήτε κλύζωνται. καὶ ὅσοι γενναῖοί εἰσι καὶ ἰσχυροὶ, μετρίως διαιτηθέντες ἐν χρόνῳ πλέονι συντομώτερον καὶ ἀκινδυνότερον ἐκθεραπεύονται τῶν βιαιοτέρως ὡς εἴρηται θερμαινόντων. οὐδὲν γὰρ οὕτω χρὴ δεδιέναι κατὰ τοὺς τοιούτους χυμοὺς ὡς θερμότητα χέουσαν μὲν καὶ πνευματοῦσαν αὐτοὺς, διαφορεῖν δʼ ἀδυνατοῦσαν. ἐθεασάμην γοῦν τινα τῶν κατʼ ἀγρὸν ἐργατῶν, ὃς ἐπειδὴ ᾔσθετο κωλικῆς ὀδύνης, ἐζώννυτο μὲν αὐτίκα, πρότερον οὐ ζωννύμενος, ἤσθιε δὲ μετʼ ἄρτου σκόροδα, μηδεμίαν ἐκλείπων συνήθη πρᾶξιν, ἔπινε δὲ διʼ ὅλης μὲν ἡμέρας οὐδὲν, εἰς ἑσπέραν δὲ ἀκρατέστερον· εἶτα κοιμώμενος διʼ ὅλης νυκτὸς ἕωθεν ἀνίστατο παντάπασιν ἀνώδυνος. ἔστι γὰρ ἀμέλει καὶ τὰ σκόροδα τῶν ἀφύσων καὶ ἀδίψων βρωμάτων. ἔνιοι δὲ ἀπείρως ἔχοντες αὐτῶν ὑπολαμβάνουσι κρομμύων εἶναι διψωδέστερα τοῦ παντὸς ἁμαρτάνοντες· οὐ μόνον γὰρ οὐκ ἔστι διψωδέστερα κρομμύων, ἀλλʼ οὐδὲ διψώδη τὴν ἀρχὴν, ἀφυσότατά τε πάντων βρωμάτων. ὥστʼ ἔγωγε τῶν ἀγροίκων θηριακὴν ὀνομάζω τὸ βρῶμα. καὶ εἴ τις ἢ Θρᾷκας ἢ Κελτοὺς ἢ ὅλως τοὺς ψυχρὰν γοῦν οἰκοῦντας εἴρξειεν ἐσθίειν σκορόδων, οὐ σμικρὰ βλάψει τοὺς ἀνθρώπους. ὅσοι μὲν οὖν ἄνευ πυρετῶν ἀλγοῦσι σφοδρῶς ἔντερα, διὰ τὴν εἰρημένην αἰτίαν καὶ σκορόδων ἐγχωρεῖ τούτους ἐσθίειν καὶ τῆς διὰ τῶν ἐσχιδνῶν πίνειν, ὠφελούσης ἄκρως τὰς τοιαύτας διαθέσεις. ἐν πυρετοῖς δὲ εἴ ποτε γένοιτο, πειρατέον μὲν πρῶτον εἰ προσίενται τὴν διὰ τῶν κέγχρων πυρίαν ξηράν· εἰ δὲ ἐπὶ τῆσδε μὴ παύσαιντο, τῶν ἀφύσων τι σπερμάτων ἑψήσαντας ἐν ἐλαίῳ λεπτομερεῖ, κᾄπειτα διʼ ὀθόνην διηθήσαντας ὡς καθαρὸν γενέσθαι τοὔλαιον, εἶτʼ ἐν αὐτῷ τήξαντας στέαρ χηνὸς ἐνιέναι. μὴ παρόντος δὲ τοῦ χηνείου στέατος ὀρνιθείῳ χρῆσθαι· πρὸ παντὸς δὲ ἔστω τὸ καλούμενον ἄναλον· ἔστω δὲ μὴ πάνυ παλαιόν· ἐγχωρεῖ δὲ καὶ προσφάτῳ χρῆσθαι καὶ μάλιστα τῷ χηνείῳ. εἰ δὲ μηδʼ ἐπὶ τούτῳ καθίστανται, δεύτερον αὖθις ἐνιέναι ταὐτὸ, βραχὺ προσεπεμβάλλοντας καστορίου καὶ ὀπίου, μέγεθος δὲ ἑκατέρου μὴ μεῖζον κυάμου· τὸ δὲ τοῦ ἐλαίου πλῆθος ἔστω κοτύλη. ἀναλαμβάνεται δὲ ἐκ τούτου τοῦ φαρμάκου καὶ κροκιδίου τι· χρὴ δὲ ἐξάψαντας αὐτὴν ἰσχυροῦ νήματος ἐπὶ πλεῖστον εἴσω κατὰ τὸ ἀπευθυσμένον ἔντερον ἐντιθέναι, πρὸς τῷ καὶ ῥᾳδίως ὅτε βούλει κομίζεσθαι καὶ τὴν ὠφέλειαν ἐναργῆ παρέχεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ τῶν ὀφθαλμῶν καὶ τὰ τῶν ὤτων ἀλγήματα διὰ τοιοῦτον χυμὸν ἢ πνεῦμα φυσῶδες ἐν πυρετοῖς γινόμενα πραΰνειν προσήκει, τῇ τε διὰ τῶν κέγχρων πυρίᾳ χρώμενον, ἐπειδὴ καὶ κουφότατόν ἐστιν ἁπάντων τοῦτο καὶ ξηραντικώτατον, ἀλύπους τε τὰς ἀπορροίας ἔχει καὶ ἀδήκτους, ἐγχέοντά τε τοῖς ὠσὶ τὸ διὰ καστορίου καὶ ὀπίου φάρμακον, ᾧ συνήθως χρώμεθα πρὸς τὰ τοιαῦτα. τὸ δὲ ὑγρὸν ᾧ ἀναδεύσεται ταῦτα, τὸ παρʼ ἡμῖν καλούμενον ἕψημά ἐστιν· οἱ πλεῖστοι δὲ τῶν ἰατρῶν ὀνομάζουσιν αὐτὸ σίραιον. εἰ δὲ καὶ καταπλάττειν ποτὲ δεήσειε, κωδίας ἐν ὕδατι καθέψοντας, διʼ ἀλεύρου τήλεως ἢ κριθῶν ἢ λινοσπέρμου ἐμβαλλομένον τῷ ὕδατι, τὸ κατάπλασμα συνθετέον. εἰδέναι δὲ χρὴ τὸ διὰ καστορίου φάρμακον οὐ μόνον ὤτων ἄλγημα πραΰνειν, ἀλλὰ καὶ ὀφθαλμῶν καὶ ὀδόντων ἐνσταζόμενον τοῖς ὠσίν. ἴσασι δὲ δήπου πάντες ἤδη καὶ τὰ διʼ ὀπίου κολλύρια σφοδροτάτας ὀδύνας ὀφθαλμῶν πραΰνοντα. χρηστέον δʼ αὐτοῖς, ὡς εἴρηται, μεγίστης ἀνάγκης καταλαβούσης, εἰδότα μὲν ὅτι βλαβήσεταί τι τὰ μόρια καὶ ἀσθενέστερα πρὸς τὸ λοιπὸν τοῦ βίου γενήσεται ψυχθέντα, τὸ δὲ σωθῆναι τὸν ἄνθρωπον ἐν τῷ παραχρῆμα τῆς εἰς ὕστερον ἀκολουθούσης βλάβης προαιρούμενον. ἐπεί τοί γʼ ὅτι πολλοὶ τῶν χρησαμένων αὐτοῖς ἐγγὺς ἧκον, οἱ μὲν τοῦ μηδʼ ὅλως ὁρᾷν, οἱ δὲ τοῦ κωφωθῆναι, γινώσκεται πᾶσιν. ὅθεν ἡμεῖς εἴ ποτε ἀναγκασθείημεν αὐτοῖς χρήσασθαι, μετὰ ταῦτα κατὰ τὴν τῆς ὑγείας καιρὸν ἐκθερμαίνομεν τὰ μόρια, τοῖς μὲν ὠσὶν ἐγχέοντες τὸ διὰ μόνου τοῦ καστορίου, τοῖς δʼ ὀφθαλμοῖς τὰ θερμαίνοντα κολλύρια μόνα· μάλιστα δὲ ἐπαινοῦμεν εἰς ταῦτα τὸ διὰ κινναμώμου. περὶ μὲν οὖν ὀδύνης τῆς ἐπὶ παχέσιν ἢ γλίσχροις ἢ ψυχροῖς χυμοῖς ἢ φοσώδει πνεύματι καὶ ταῦθʼ ἱκανά. παραπλησία γὰρ ἁπάντων αὐτῶν ἐστὶν ἡ θεραπεία διὰ τῶν εἰρημένων ὑλῶν περαινομένη, πλὴν ἥ γε διὰ πνεῦμα φυσῶδες ἐξαίρετον ἴαμα κέκτηται τὴν σικύαν πολλάκις προστιθεμένην ἅμα δαψιλεῖ φλογί. καὶ δόξει σοι τὸ βοήθημα τοῦτο μαγείᾳ τινὶ παραπλήσιον ἐργάζεσθαι κατὰ τὰς τοιαύτας διαθέσεις, εἴτε κατά τι τῶν ἐντέρων, εἴτε κατʼ ἄλλο τι τοῦ σώματος γένοιτο μόριον. αὐτίκα γὰρ ἀνώδυνοί τε ἅμα καὶ εἰς τέλος ὑγιεῖς οἱ διὰ πνεῦμα φυσῶδες ὀδυνώμενοι γίγνονται, προσβληθείσης σικύας. εἰ δὲ μὴ μόνον εἴη πνεῦμα φυσῶδες, ἀλλὰ καὶ χυμὸς ἐξ οὗ τοῦτο γεννᾶται, παραχρῆμα μὲν ἀνώδυνοι γίνονται, πάλιν δʼ αὐτοῖς ἤτοι διὰ τῆς ἐπιούσης νυκτὸς ἢ κατὰ τὴν ὑστεραίαν ἡμέραν, ἢ καὶ διὰ τρίτης, ὅμοιαι συμβαίνουσιν ὀδύναι, καὶ μάλισθʼ ὅταν ἐξαμαρτάνωσί τι περὶ τὴν δίαιταν ἢ φιλοτιμότερον ἐκθερμαίνωσι τὰ μόρια. σοὶ δὲ καὶ τοῦτο μὲν αὐτὸ μέγιστον ἔστω γνώρισμα τῆς διαθέσεως. ἑπέσθω δὲ καὶ ἡ θεραπεία προσήκουσα μὴ θερμαίνοντι μὲν ἐπιφανῶς τὸ μόριον, ἀγωγῆ δὲ ἐπιμελείας χρωμένῳ λεπτυνούσῃ. εἰ δὲ καὶ κατὰ γαστέρα τῶν τοιούτων τι συμβαίνει, θαυμαστῶς ὑπὸ κλυσμάτων ὀνίνανται δριμέων. χρὴ δὲ πρῶτον μὲν αὐτῶν ἰᾶσθαι τὸν παροξυσμὸν τῆς ὀδύνης, προσβάλλοντα σικύαν ὑπὲρ τοῦ διαπνεῦσαι τὸ φυσῶδες πνεῦμα· μετὰ ταῦτα δὲ ἐκκενοῦν τὸν χυμὸν, ἐνιέντα τῶν τοιούτων τι φαρμάκων. ἐγὼ δὲ εἴωθα χρῆσθαι τῶν λεπτομερῶν ἐλαίων τινὶ, πήγανον ἐναφεψῶν. ἔνιοι δὲ ὑπὸ τὴν τοιαύτην θεραπείαν ἀχθέντων, ὅταν παραδέξωνται τοὔλαιον, ὀδυνῶνται σφοδρότατα· κᾄπειτʼ ὀλίγον ὕστερον ἐκκρίνουσιν ὑαλώδη χυμόν· ἐφʼ ᾧ παραχρῆμα τήν τʼ ὀδύνην ἅμα καὶ τὴν διάθεσιν ἐκθεραπεύονται· κενωθέντος γὰρ τοῦ τὸ φυσῶδες πνεῦμα γεννῶντος αἰτίου πάντα παύεται. τοιούτοις χυμοῖς ἐναντιωτάτην μὲν ἔχουσι φύσιν οἱ λεπτοὶ καὶ δριμεῖς, ὁμοίαν δὲ τὴν ὀδύνην· ἐνίοτε δὲ καὶ σπασμοὺς συντόνους ἐπιφέρουσιν ἐν τῷ στόματι τῆς γαστρὸς ἀθροισθέντες· ὥσπερ καὶ πρώην τῷ μικρὸν ὕστερον ἐμέσαντι τὸν ἰώδη χυμόν. ἄμεινον δὲ οὐκ ἰώδη λέγειν αὐτὸν, ἀλλʼ ἀκριβέστατον ἴον· ἦν γὰρ δὴ τοιοῦτος οἷος ὁ κάλλιστος ἴος. ἀλλὰ τούτῳ γε τῷ νεανίσκῳ μετὰ τοῦ σπᾶσθαι καὶ συγκόπτεσθαι καί τινες ἐγίνοντο νοτίδες ψυχραὶ καὶ ὁ σφυγμὸς ἐσχάτως μικρὸς ἦν. ἐξ ὧνπερ καὶ τεκμηράμενος ἐν τῷ στόματι τῆς γαστρὸς, ὃ συνήθως ὀνομάζομεν στόμαχον, εἶναί τινα δακνώδη χυμὸν, ἔδωκα πιεῖν αὐτῷ ὕδατος χλιαροῦ· μεθʼ ὃ παραχρῆμα τοιοῦτον ἤμεσεν οἷόν περ εἰ καὶ σὺ βουληθείης ἐργάσασθαι, μίξας ὕδατι τὸν εὐανθέστατον ἴον. ὅταν μὲν οὖν ἐν τῇ γαστρὶ συνίσταται τοιοῦτος χυμὸς, ἐμέτοις ἐκκαθαίρειν αὐτόν· ὅταν δὲ ἐν τοῖς ἐντέροις, ἐνιέναι διὰ τῆς ἕδρας ἐπιτήδειόν τι τῶν τοιούτους χυμοὺς κατακλύζειν δυναμένων. εἶναι δὲ χρὴ τοῦτο ῥυπτικὸν μὲν πάντως. ἀλλʼ ἐπειδὴ τὰ πλεῖστα τῶν τοιούτων δάκνει, κάλλιστα ἂν εἴη τῶν ἀδήκτων τι ῥυπτικὸν ἐκλέγεσθαι· τοιοῦτον δέ ἐστιν ἐν τοῖς μάλιστα πτισάνης χυλός. ἐδέσματα δὲ αὐτοῖς εὔχυμά τε καὶ δύσφθαρτα δοτέον, ὧν εἴρηται καὶ παραδείγματα κατὰ τὸν ἔμπροσθεν λόγον. ἐπεὶ δὲ καὶ τῶν διὰ ξηρότητα σφοδρὰν τεινομένων τε ἅμα καὶ ὀδυνωμένων ἐμνημόνευσα, προσθεῖναί τι καὶ περὶ τούτων ἄμεινον. εἰδέναι γὰρ χρὴ τὴν τοιαύτην διάθεσιν ἐνδεικνυμένην μὲν εἰ μέλλει θεραπεύειν τις αὐτὴν, ὑγρότητα, χαλεπὴν δʼ οὖσαν ἢ καὶ παντάπασιν ἀδύνατον ἐκθεραπεύεσθαι, λόγῳ πυρετοῦ γενομένην. ἕπεται δὲ μάλιστα ταῖς ὀλεθρίαις φρενίτισι καὶ σωθέντα τινὰ τῶν οὕτω σπασθέντων οὔτʼ αὐτὸς εἶδον οὔτʼ ἄλλου λέγοντος ἤκουσα. τὰ πολλὰ γὰρ οἱ σπασμοὶ γίγνονται διά τε πλήρωσιν τῶν νευρωδῶν μορίων, ᾧ λόγῳ καὶ τοῖς φλεγμαίνουσιν ἰσχυρῶς ἕπονται· καὶ προσέτι καὶ διὰ δακνώδη χυμὸν λεπτὸν, ἀναβιβρώσκοντα τὰ νευρώδη μόρια· καὶ ψύξιν ἰσχυρὰν, ὅμοιόν τι πήξει δρῶσαν. οὗτοι μὲν οἱ εἰρημένοι τρεῖς σπασμοὶ θεραπεύονται πολλάκις· ἀνίατος δὲ ὁ διὰ ξηρότητα τῶν νευρωδῶν μορίων γιγνόμενος. ἐδείχθη γάρ μοι κᾀν τῷ περὶ μαρασμοῦ λόγῳ παντάπασιν ἀθεράπευτος ἡ τῶν στερεῶν σωμάτων ξηρότης. ὥστʼ οὐδὲν ἔτι χρὴ περί γε τῶν τοιούτων λέγειν συπτωμάτων· οὐ μὴν οὐδὲ περὶ τῶν διὰ κένωσιν ἀμέτρων ἤτοι διὰ γαστρὸς ἢ διʼ ἐμέτου ἢ διʼ αἱμορραγίας· εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἤδη μετρίως ἐν τοῖς ἔμπροσθεν αὖθίς τε διελθεῖν ἀναγκαῖον ἔσται καὶ μάλισθʼ ὅταν ὁ λόγος μοι γίγνηται περὶ τῶν παρὰ φύσιν ὄγκων. καταπαύσω τοιγαροῦν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐπειδὴ περὶ τῶν ἀναγκαιοτάτων συμπτωμάτων καὶ μάλιστα τῶν συνεζευγμένων αὐταῖς ταῖς διαθέσεσι τῶν πυρετῶν αὐτάρκως διῆλθον.