ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Α.
Τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας εἰς τέτταρα μέρη νενεμημένης τὸ μὲν πρῶτον ἐξαριθμεῖται τὰς κατʼ εἴδη τε καὶ γένη διαφορὰς αὐτῶν, τὸ δὲ δεύτερον αὐτὸ δὴ τοῦτο, ὃ νῦν ἐστιν ἡμῖν προκείμενον, τὸ περὶ τῆς διαγνώσεως αὐτῶν, τὸ δὲ τρίτον τὰς αἰτίας τῆς γενέσεως ἑκάστου διδάσκει, τὸ δὲ τέταρτόν τε καὶ ἔσχατον, οἷόν τι δηλοῦν πέφυκεν ἰατροῖς μὲν ἁπάντων τὸ τιμιώτατον, ὥστε καὶ τἄλλα διὰ τοῦτο μεταχειρίζονται, φιλοσόφοις δʼ, ὅσοι τὴν περὶ φύσεως ἐπιστήμην ἐζήτησαν, οὐ παντελῶς ἄτιμον· ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτʼ ἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δʼ ἐγγύτατα τοῦ τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ, ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς ἢ τοῦ ληρεῖν ἐν διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον, οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν ἥκιστα συχνοῦ τοῦτο, χρόνου δʼ ὁμοῦ τῶν ἄλλων ἁπάντων μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδʼ ἐφʼ ἡμῖν ἐστιν ἡ ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς ἐπιδέσμους τε καὶ βρόχους ἐμπειρίαν, ὅσαι τʼ ἄλλαι χειρουργίαι τοῖς ἰατροῖς ἀναγκαῖαι, τάχʼ ἄν τις καὶ χωρὶς τῶν ἔργων ἐκμάθοι. καὶ τά γε πολλὰ οὕτω δρῶμεν, μιμήματα τῶν ἀληθινῶν μηχανώμενοι, διʼ ὧν εἰς μὲν τὸ τέλειον ἐλθεῖν οὐχ οἷόν τε, πλεῖστον δʼ οὖν προελθεῖν καὶ πλησίον τοῦ τέλους ἀφικέσθαι δυνατόν. ἐν δὲ τῇ περὶ τοὺς σφυγμοὺς τριβῇ, τί ἄν τις ἐξεύροι μίμημα δορκαδίζοντος, ἢ σκωληκίζοντος, ἤ τινος τῶν σπανίως μὲν γινομένων, μέγα δέ τι δηλούντων; οὐδὲν οὐδʼ ἐγγύς· ἀλλὰ λόγῳ μὲν αὐτῶν τὴν φύσιν ἑρμηνεῦσαι δυνατώτερος ἕτερος ἑτέρου. ὥστε δʼ ἀσκῆσαι γνωρίζειν ἐντυχόντα ῥᾷστα καὶ ἀκριβέστατα, χωρὶς τῆς ἐπʼ αὐτῶν τῶν ἔργων τριβῆς, οὐδὲν ἂν εὕροις τοιοῦτο μηχάνημα τοῖς ἰατροῖς ἐπινενοημένον, οἷα περὶ τὰς ἄλλας χειρουργίας. διά τε οὖν τοῦτο χρόνου δεῖται μακροῦ καὶ προσέτι διὰ τὴν τῆς φύσεως τῶν πραγμάτων ἀκρίβειαν. εἰ γὰρ οἱ πλαστικοὶ μὲν καὶ γραφικοὶ τὴν ὄψιν, οἰνοτροπικοὶ δὲ καὶ μαγειρικοὶ τὴν γεῦσιν, τὴν ὄσφρησιν δὲ οἱ περὶ τὴν τῶν μύρων σκευασίαν, καὶ τὴν ἀκοὴν οἱ μουσικοὶ, καίτοι τὴν ὕλην τῆς τέχνης ἄφθονον ἔχοντες, οὐχ ἡμέραις, οὐδὲ μησὶν, ἀλλʼ ἔτεσι συχνοῖς εἰς ἀκρίβειαν ἀσκοῦσιν, πόσου χρὴ δοκεῖν δεῖσθαι χρόνου τὸν ἰατρὸν εἰς τὴν τῆς ἁφῆς ἄσκησιν; ὃν καθʼ ἕνα χρόνον πάμπολλα χρὴ γνωρίσαι παθήματα τῆς ἀρτηρίας, οὐχ ὡς οἱ πλαστικοὶ τὰ σχήματα μόνον, ἢ οἱ γραφικοὶ τὰς χρόας, ἀλλὰ πρῶτον μὲν τὸ ποσὸν τῆς διαστάσεως, εἶτα τήν τε ποιότητα καὶ τὸν χρόνον τῆς κινήσεως, κᾄπειθʼ οὕτω τὸν τόνον τῆς κινούσης αὐτὰ δυνάμεως, εἶτʼ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας, ὅπως ἔχει. ταῦτα γὰρ πάνθʼ ἅμα γνωρίζειν χρὴ, διαστελλομένης αὐτῆς. καὶ μὲν δὴ καὶ τὴν τῆς θερμασίας ποιότητα σαφέστερον ἡ διὰ τῆς κινήσεως προσβολὴ τῆς ἀρτηρίας γνωρίζει, καὶ εἰ ὁμαλῶς, ἢ ἀνωμάλως ἅπαντα τὰ εἰρημένα γίγνεται καθʼ ἕν τι μόριον καὶ κατὰ διαφέροντα. ταῦτα μὲν ἐν τῷ διαστέλλεσθαι χρὴ γνωρίσαι, παραπλήσια δʼ αὐτοῖς ἐν τῷ συστέλλεσθαι καὶ τὸν μεταξὺ χρόνον ἀμφοῖν ὃν ἠρεμεῖ διττὸν ὄντα, τὸν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὸν δʼ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ τὸν τούτων πρὸς ἀλλήλους λόγον, τοῦ τε τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς κινήσεως καὶ τοῦ τῆς ἡσυχίας πρὸς τὸν τῆς ἡσυχίας καὶ συναμφοτέρου πρὸς συναμφότερον, ἃ σύμπαντα πρὸ τοῦ δεύτερον πλήττειν τὴν ἀρτηρίαν ἐγνῶσθαι χρὴ τοῦ πρώτου συμπληρουμένου σφυγμοῦ. τοῦ γὰρ δὴ δευτέρου ὑπαρξαμένου ταῦτά τε χρὴ σκοπεῖσθαι περὶ ὧν ἐπὶ τοῦ πρώτου δεδήλωται καὶ παραβάλλειν τὰ κατʼ ἐκεῖνον ῥηθέντα τοῖς κατὰ τοῦτον, ἵνʼ ὁμαλότητα καὶ ἀνωμαλίαν αὐτῶν γνωρίσῃς καὶ ἁπάσας τὰς διαφορὰς, εἶτα καὶ τρεῖς καὶ τέτταρας καὶ πέμπτους καὶ πολλοὺς ἑξῆς ἰδεῖν σφυγμοὺς, ἵνα σοι τάξις τε καὶ ἀταξία γνωρισθῇ. ταῦτʼ οὖν ἅπαντα πόσης οἴει δεῖσθαι τριβῆς; ἐμοὶ μὲν γὰρ, εἰ χρὴ μὴ ψευσάμενον εἰπεῖν, ἅπαντος τοῦ ἀνθρωπίνου βίου δεῖσθαι δοκεῖ πρός γε τὴν τελειοτάτην ἐπιστήμην, εἰς δὲ τοσαύτην ὅση καὶ ἡμῖν ἤδη ἐστὶν οὐχ ἓξ μηνῶν μόνον, ἐν ὅσοις οἱ σοφώτατοι μεθοδικοὶ τὴν ἰατρικὴν ὅλην ἐπαγγέλλονται διδάξειν, ἀλλʼ ἐτῶν πάνυ πολλῶν. ἐγὼ μέν γε ἀφʼ οὗ τὸ πρῶτον εἰς ἰατροὺς φοιτᾷν ἠρξάμην παῖς ἔτι ὢν, θαυμαστήν τινα ἐπιθυμίαν ἔσχον τῆς περὶ τοὺς σφυγμοὺς τέχνης· εἶτʼ ἐξ ἐκείνου μέχρι καὶ εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι. πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδʼ εἰ σαφῶς ἐστι τῇ ἁφῇ διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλʼ ἦν ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον, ἢ οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, ἢ μορίου τινὸς, καὶ πόσου τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τʼ ἦν γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν, ὅτι διαστέλλεται ἡ ἀρτηρία καὶ οὐκ ἀνέρχεται καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν ἐνδέχεσθαι, καὶ τοῦτʼ ἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δʼ ἀνιόντος τινὸς, εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθʼ ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, ἡ τοῦ σφοδροῦ σφυγμοῦ διάγνωσις, τῶν δʼ ἄλλων οὐδὲν οὐδέπω γνώριμον ἦν, ἀλλʼ ἐν βαθεία τινὶ κυλινδουμένοις ἀπορίᾳ συχνῶν ἐτῶν, οὐ μὴν ἀφισταμένοις γε τῆς ζητήσεως, ἀλλʼ ἀεὶ καὶ μᾶλλον λιπαρῶς ἐγκειμένοις ἐφαντάσθη ποτὲ συστολὴ σαφὴς τῇ ἁφῇ. τοὐντεῦθεν ἀσκοῦσιν ἐπὶ πλέον οὐ φάντασμα ἔτι ἀμυδρὸν, ἀλλʼ ἐναργὴς ἡ διάγνωσις αὐτῆς οὐδὲν ἧττον τῆς διαστολῆς ἐγίνετο. ἐπὶ ταύτῃ δʼ εἰπεῖν οὔτʼ ἔχω τὸ τάχος τῆς τῶν ἄλλων διαγνώσεως, ἐπιῤῥεῖ γὰρ ἅπαντα, καὶ σαφῶς λοιπὸν ἐφαίνετο καθάπερ ἐν σκότῳ λαμπροῦ φωτὸς ἀθρόως ἐκλάμψαντος. εἴ τις δὲ τοῦτον τὸν λόγον ὡς ἀληθῆ λόγον καὶ μὴ μῦθον δέξαιτο, κερδανεῖ μεγάλα μὴ προαπογινώσκων τῆς τῶν ζητουμένων εὑρέσεως, μηδὲ προαφιστάμενος, κᾂν ὅτι μάλιστα παμπόλλῳ χρόνῳ ζητῶν ἔτʼ ἀγνοῇ. λεληθυῖα γάρ τις ἐν αὐτῷ τῷ ζητεῖν ἕξις ὑποτρέφεται κατὰ βραχὺ προϊοῦσα, πρὸ μὲν τοῦ τελειωθῆναι μηδʼ εἰ ἄρχεταί πω δήλη τυγχάνουσα, τελειωθεῖσα δʼ ἀθρόως ἐκφαίνεται πάντων τῶν προπονηθέντων τὸν καρπὸν ἀποδιδοῦσα διὰ ταχέων, καὶ εἰ ἀγροικότερον φάναι, σὺν αὐτοῖς τοῖς τόκοις. προσγεγενημένης δὲ τοῖς μεθʼ ἡμᾶς ἀνθρώποις οὐ σμικρᾶς μοίρας τῆς ἐμῆς εἰς ταῦτα προθυμίας ἄχρι τοῦ καὶ λόγῳ πάντα τὰ τῆς αἰσθήσεως ἐπιχειρεῖν ἑρμηνεῦσαι πάθη, ἐν ἐλάττονι ἂν χρόνῳ καὶ ἀταλαιπωρότερον ἡ περὶ τοὺς σφυγμοὺς ἀσκοῖτο τέχνη. ἐγὼ γὰρ τά τʼ ἄλλα καὶ τὰς ὁδοὺς πειράσομαι ἐνδεῖξαι διʼ ὧν ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, μόνον εἴη τῆς ἀπλήστου περὶ πλοῦτόν τε καὶ δόξαν σπουδῆς τῆς νῦν κατεχούσης χαλάσαι τοὺς ἀνθρώπους. καὶ οὐδὲν οὐδὲ τῆσδε τῆς πραγματείας πλέον, ἔστʼ ἂν ἀπορῇ τῶν σπουδαζόντων ἀλήθειαν. ἀπορήσει δὲ μέχρις ἂν ἡδονὴ μὲν κρατῇ καὶ βασιλεύῃ, τὸ καλὸν δʼ ἀπεῤῥιμμένον τε καὶ ἄτιμον ᾖ. οὐ γὰρ τρυφώντων ὅδε ὁ λόγος, ἀλλʼ ἱκανῶς συντεταμένων τε καὶ προθύμων δεῖται. τοιοῦτοι δʼ εἰσὶ παντελῶς ὀλίγοι τῶν νῦν. ἀλλὰ κατὰ τὸν Ἡράκλειτον εἷς ἐμοὶ μύριοι, καὶ ἥδιον ἂν τοὺς λόγους πρὸς τοῦτον τὸν ἕνα ποιησαίμην ἢ πρὸς τοὺς μυρίους τοὺς ἑνὸς ἢ οὐδενὸς ἀξίους. οὐ γὰρ δὴ πλήθει τὸ ἀληθὲς, ἀλλὰ φρονήσει κρίνεται. λέγωμεν οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις πότʼ ἂν ἢ νῦν ᾖ τοιοῦτος ἢ αὖθις γενήσεται, πρῶτον μὲν, ὡς οὐδʼ ἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι παθῶν, ἔπειτα δʼ, ὅτι κᾂν ἀδύνατον ᾖ, οὐ χρὴ τούτου γʼ ἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλʼ ἐγγυτέρω γε τοῦ μηδόλως ἀφίκοιτʼ ἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι λόγῳ δύναται; οὐδʼ εἷς δήπουθεν· ἀλλʼ ὅμως καὶ τοὺς ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν ἀκοῦσαι, Γυρὸς ἔην ὤμοισι, μελάγχροος, οὐλοκάρηνος. κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα διʼ ὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως τοσοῦτον μόνον παρʼ ἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν καὶ ἡδίστην παρʼ ἐκείνους εἰσφέρεται. τοιαῦτʼ οὖν καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθʼ ἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν, τὸν δʼ οὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ καὶ ὅσοι μεγάλοι θʼ ἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς ὁ λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν, ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος ᾖ, εἰς μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας, πλάτος τε καὶ βάθος, ὑψηλὸν δὲ τὸν εἰς μίαν μόνην τὴν ἄνω, καὶ τὸν μὲν σκληρὸν βίαιον ποιεῖσθαι τὴν πληγὴν τῇ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητι, τὸν δὲ σφοδρὸν τῇ ῥώμῃ τοῦ ζωτικοῦ τόνου, οὐκ ἂν εἴποις ὡς οὐκ ἀρκεῖ τινι συνετῷ καὶ μὴ ῥᾳθύμῳ παντάπασιν ἀπὸ τούτων ὁρμωμένῳ κτήσασθαί ποτε βεβαίαν ἐπιστήμην τῆς διαγνώσεως αὐτῶν, εἰ μόνον περὶ τὰ πρῶτα καὶ οἱονεὶ στοιχεῖα τῆς τέχνης ἱκανῶς εἴη τετριμμένος, ὑπὲρ ὧν καὶ ἡμεῖς πρῶτον εἰπόντες οὕτως ἐπὶ τὰ λοιπὰ κατὰ τὴν προσήκουσαν τάξιν μεταβησόμεθα.
Ἔστι δὲ τέτταρα ταῦτα. τὸ μὲν πρῶτον ἁπάντων, ὅπερ ἔφαμεν ἐρίζοντας μᾶλλον ἢ ἀληθεύοντας λέγειν τοὺς ἐμπειρικοὺς, ὡς πληγῆς μόνης αἰσθάνονται, διαστολὴν δʼ ἀρτηρίας οὐ γνωρίζουσι. καὶ διὰ τοῦτο τινὲς ἐξ αὐτῶν τὸν σφυγμὸν ὁρίζονται μνήμην παθῶν ἁφῆς ἐκ κινήσεως ἀρτηριῶν· οὐ γὰρ ἐκ διαστολῆς ἀρτηριῶν, ἀλλʼ ἐκ κινήσεως ἔφασαν διʼ οὐδὲν ἄλλο ἢ ὅτι τὰ τῆς διαστολῆς οὐχ ὁμολογοῦσιν αἰσθάνεσθαι. ἀλλὰ λόγῳ μὲν, φασὶν, ἴσως ἄν τις πιστώσαιτο αὐτὴν, οὐ μὴν τῇ γʼ ἁφῇ κατάδηλον γίγνεσθαι. τοὐναντίον δʼ ἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς ἡ μὲν ἁφὴ διαστελλομένης αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατʼ ἀλήθειαν διαστέλλεται, τοῦτʼ οὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δʼ ὅτι μὴ φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις ὁ σπασμώδης σφυγμὸς φαίνεται, τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ἢ ὅτι τεταμένης ἐφʼ ἑκάτερα τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπʼ αὐτῆς γίνεται τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν, ἀλλʼ ἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθʼ ἕνα σφυγμὸν ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν, ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν. οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον, ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν δʼ ἐπʼ ἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος, εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν μακρολογῶν δʼ ἴσως σοφώτερον αὐτοῖς ἢ ἐναργέστερον διαλεγόμενος συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς ἢ βραχὺς, καὶ ὑψηλὸς ἢ ταπεινὸς, καὶ πλατὺς ἢ στενὸς, καὶ μέγας ἢ μικρὸς, καὶ ἁδρὸς ἢ ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης διαστέλλεσθαι τῆς ἀρτηρίας, καθʼ ὃ δοξάζουσι μόνην κίνησιν γίνεσθαι, ἀλλὰ μόνον ἂν ἢ ὑψηλὸς, ἢ ταπεινὸς, ἢ ὁ μέσος αὐτῶν ἐγίγνετο, τῶν δʼ ἄλλων οὐδείς. οἷος οὖν ὁ σπασμώδης σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους ἢ οὐδόλως αἴσθησις γίγνεται τῆς διαστολῆς, ἢ ἐπὶ βραχὺ καὶ ἀμυδρῶς, οἷον χορδῆς τῆς ἀρτηρίας ἄνω τε καὶ αὖθις κάτω φερομένης. τὸ δʼ ὑπὸ τοῦ Ἀρχιγένους λεγόμενον, ὅτι καὶ τῶν ἰσχνῶν ἀνθρώπων αἱ ἐν τοῖς ἀσάρκοις μέρεσιν ἀρτηρίαι φαίνονται τῇ ὄψει διαστελλόμεναι καὶ συστελλόμεναι, πρὸς μὲν αἰδήμονας ἀνθρώπους ὀρθῶς λέγεται, πρὸς δὲ τοὺς, ὅταν αὐτοῖς δόξῃ, μηδὲ τῶν φαινομένων πεφροντικότας οὐκ ὀρθῶς. ἢ γὰρ οὐδὲ τοῦτο φαίνεσθαι φήσουσι, τῶν αὐτῶν γάρ ἐστιν ἐκείνων καὶ τοῦτʼ ἀρνεῖσθαι, ἢ εἰ καὶ ὁμολογήσαιεν, ὄψει μὲν φαίνεσθαι διαστελλομένην ἐροῦσι τὴν ἀρτηρίαν, ἁφῇ δʼ οὐκ ἔτι, περὶ ταύτης δʼ εἶναι τὴν ζήτησιν. ὅθεν ἡμεῖς οὐκ ἐπὶ τὴν ὄψιν τὸν λόγον ἄγομεν, ἀλλʼ ἐξ αὐτῶν τῶν κατὰ τὴν ἁφὴν φαινομένων ὑπομιμνήσκοντες αὐτοὺς πειρώμεθα δυσωπεῖν. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ τοσοῦτον ἐκείνων ἕνεκεν, ὅσον τοῦ διωρθωμένην ποιεῖσθαι τοῖς εἰς τὴν θεωρίαν ταύτην εἰσαγομένοις τὴν διάγνωσιν τῶν αἰσθητῶν παθῶν ὑπεμνήσαμεν, τῶν τε φανερὰν ἐχόντων τὴν διαστολὴν τῆς ἀρτηρίας σφυγμῶν καὶ τῶν ἀφανῆ, καθάπερ οἱ σπασμώδεις. ἔτι δὲ καὶ ὅπως τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν μὴ συγκεχυμένην ποιῶνται τὴν ἐπίσκεψιν, ἀλλʼ ἀεὶ μεμνημένοι τῶν τριῶν διαστάσεων ἔχωσι παραβάλλειν τὸν νῦν γινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρξαντι πότερον κατὰ τὰς τρεῖς διαστάσεις ὁ αὐτός ἐστι, ἢ κατά τινας αὐτῶν, ἤ τινα. τοὺς γὰρ ἑπτὰ καὶ εἴκοσι σφυγμοὺς, οὓς κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένους ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐπὶ διαγράμματος ἐξεθέμεθα, κατὰ τοῦτον ἄν τις μάλιστα γνωρίζοι τὸν τρόπον, εἰ μεμνημένος εἴη τῶν διαστάσεων ἑκάστης ἰδίᾳ τὸ ποσόν. ὅτι δʼ αὐτῶν τούτων τῶν εἰρημένων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἑξῆς μελλόντων λέγεσθαι προηγεῖσθαι χρὴ ἐκεῖνο τὸ βιβλίον, καὶ κατʼ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου προειρήκαμεν, ὥσθʼ ὅστις πρὶν ἐκεῖνα ἐκμαθεῖν ἐπὶ τάδε ἥκει τοῦ παντὸς ἁμαρτάνει. τοῦτο μὲν δὴ καὶ ἡμῖν παρὰ πάντα τὸν λόγον ὑπαρχέτω· νυνὶ δὲ τὸ προκείμενον περαινέσθω, τὸ σαφῶς ὑποπίπτειν τῇ ἁφῇ τὴν διαστολὴν τῆς ἀρτηρίας, οὐ πληγὴν μόνην, ὡς οἱ πρὸς ἅπαντας φιλονεικοῦντες ἐμπειρικοὶ φασίν. ὥστε πεισθέντες ἐμοὶ, τἀναντία τοῖς ἔμπροσθεν λέγοντες, εἰ μή που σοφισταί τινες, καὶ πιθανοὶ εἶναι δοκεῖν γλίχονται, τὴν μὲν διαστολὴν τῆς ἀρτηρίας φαίνεσθαι πρός γε τὴν ἁφὴν, οὐ μὴν εἴ γε καὶ πρὸς τὴν φύσιν οὕτως ἔχει γινώσκειν. ἢ γὰρ ἂν οἰκειότερα ταῦτʼ εἴη τῇ αἱρέσει τῶν ἀνδρῶν, ἢ τί παθόντες ἐν μὲν τοῖς ἄλλοις ἅπασι λόγοις τὸ φαίνεσθαι τιθέντες ἀποροῦσι τὸ πρὸς τὴν φύσιν, ἐνταυθοῖ δὲ οὐκέτι ποιήσουσιν αὐτό; καὶ μὴν εἰ τοῦτο δράσουσιν, οὐκ ἐγχωρήσει λέγειν, ἴσως μὲν διαστέλλεται ἡ ἀρτηρία, οὐ μὴν καὶ φαίνεται, ἀλλʼ ἔμπαλιν, ἴσως μὲν οὐ διαστέλλεται, φαίνεται μέντοι. τοῦτο γὰρ ἀκόλουθόν ἐστι τοῖς τὸ φαινόμενον μόνον, καὶ μὴ, αὐτὸ τὸ πρὸς, τὸ δοξαζόμενον αὐτῶν τιθεῖσιν, εἴ γε τὸ φαινόμενον πάντῃ σθένει οὗ περ ἂν ἔλθῃ, κατὰ τὸν Τίμωνα. τί ποτʼ οὖν νῦν πλασθὲν οὐ σθένει; καὶ μὴν ἐχρῆν γε, εἴπερ πάντῃ σθένει. κοινὴν οὖν ἀρχὴν λαβόντες τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν, ὅταν γὰρ μὴ σπασμωδῶς κινῆται, μετὰ τοῦτʼ ἂν ἴσως διαφεροίμεθα πρὸς ἀλλήλους, εἰ ἡμεῖς μὲν ἐκείνῳ πιστεύοιμεν, ἐκείνῳ δʼ ἀπιστοῖεν. ἴσως δὲ κᾀνταῦθα πάλιν αὐτοὺς ὑπομνήσαντες τῶν σφετέρων λόγων, εἰς ὁμολογίαν κοινὴν παρακαλέσομεν. τί γὰρ δὴ καὶ βούλονται; μὴ ἄλλο τι ἢ φαίνεσθαι μὲν ἕκαστον τῶν φαινομένων, ἀπιστεῖσθαι δὲ μάλιστα μὲν εἰ οἷον φαίνεται καὶ ἔστιν, ἔπειτα δʼ, εἰ καὶ τὴν ἀρχὴν ὄλως ἔστι. λαβέτωσαν οὖν καὶ παρʼ ἡμῶν ὁμολογούμενον τοῦτο· πάντα γὰρ αὐτοῖς βούλομαι χαρίζεσθαι· καὶ μήτʼ εἰ ἔστιν ὅλως ἥλιος, ἡ σελήνη, ἡ γῆ, μήτʼ εἰ θάλαττα, μήτʼ εἰ ἐγρηγόραμεν, ἀλλʼ εἰ μηδὲ φρονοῦμεν, ἢ ζῶμεν, μηδʼ ὅλως μηδὲν ἁπάντων ὡς ἔχει φύσει γινώσκειν ἡμᾶς. οὐκ οἶδα εἰ ταύτης ἔτι μείζονος ἀπορίας ἐπιθυμοῦσιν, ἐχέτωσαν αὐτὴν παρʼ ἡμῶν ἑκόντων, μὴ καμνέτωσαν τῷ λόγῳ δεικνύναι, δαψιλῶς εὐωχείσθωσαν τῆς περὶ φύσιν ἀγνοίας, μόνον ἡμῖν ἀποκρινάσθωσαν βραχύ τι, πότερον καὶ πρὸς τὴν χρῆσιν τῶν πραγμάτων τὴν κατὰ τὸν βίον ἀπορεῖν ἀξιοῦσι, καὶ μήθʼ ὅταν ἀνατέλλων ὁ ἥλιος ἐναργῶς φαίνηται, πράττειν ἡμᾶς ἃ πράττομεν ὡς ἐν ἡμέραις, ἀλλʼ ἡσυχάζειν ἐπὶ τοῦ σκίμποδος κατακειμένους, ἀποροῦντας εἴτε νύξ ἐστιν ἔτι εἴθʼ ἡμέρα, μήθʼ ὅταν ἐν πλοίῳ καὶ πελάγει τυγχάνωμεν ὄντες, οὕτω καὶ πράττειν, ἀλλʼ ἀπιστοῦντας ἐκπηδᾷν τολμᾷν εἰς τὴν θάλατταν, ὡς ἴσως μὲν οὖσαν θάλατταν, ἴσως δʼ οὔ, μηδʼ ὅταν ἤδη καταγώμεθα καὶ ἡ ναῦς ἐν τῷ λιμένι πλησίον τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν, πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλʼ ἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας, ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ κατʼ αὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δʼ αὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δʼ αὐτοῖς ὡς πιστοῖς. τὸ δʼ ἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν. εἰ οὖν ὃ βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις. ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι. καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις, οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλʼ ἐκ προχείρου πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδʼ αὐξηθέντα, ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν, ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε μαίνεσθαι; τί ποτʼ οὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε, τῇ δʼ ἀρτηρίᾳ μόνῃ, τῇ τί ποθʼ ὑμᾶς κακὸν ἐργασαμένῃ, πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων κατʼ αὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται διαστελλομένη, εἰ δὲ καὶ ὄντως διαστέλλεται, οὐκ οἶδα; παύσασθε πρὸς τοῦ Διὸς ἤδη ποτὲ μηδὲν προσήκουσι λήροις ἐπιφορτίζοντες τὴν τέχνην, ὡς οὖσαν καθʼ ἑαυτὴν μακράν. εἰ σχολὴν ἄγετε, καὶ τὸν βίον οὐκ ἀνατρέπειν, ἀλλʼ ὠφελεῖν προῄρησθε, καὶ τὴν τέχνην οὐ κωλύειν, ἀλλʼ αὔξειν ἐσπουδάσατε, τὴν φιλοτιμίαν ταύτην εἰς τὰ χρηστότερα τρέψατε. πολλὰ τῆς ἰατρικῆς εὑρήσετε ζητήσεως οὐ σμικρᾶς δεόμενα, περὶ ταῦτα δεινοὶ γίγνεσθε, τὴν σύνεσιν ἐν τούτοις ἐπιδείκνυσθε, τὴν δὲ τῶν ἐναργῶς φαινομένων ἀπιστίαν ἤδη ποτὲ μισήσατε, πλέον οὐδὲν ἕξειν ἀπʼ αὐτῆς μέλλοντες, ἀναγκασθήσεσθε γὰρ ἑκόντες τε καὶ ἄκοντες ὡς πιστοῖς χρῆσθαι τοῖς ἐναργέσιν, ἢ οὐδὲ φθέγξασθαι ὑμῖν οὐδὲ τὸ βραχύτατον ἔσται. ὅταν οὖν ζητήσαντάς γε καὶ μὴ ζητήσαντας ἡ αὐτὴ χρῆσις ἐκδέχηται, περιττὸν τὸ ζητεῖν. εἰσὶ δʼ ἕτεραι πολλαὶ τοῖς ἀνθρώποις αἱ μὲν τῶν αἰσθήσεων ἀσκήσεις, αἱ δὲ καὶ τοῦ λογισμοῦ, περὶ ταύτας σπεύσατε, τὴν σχολὴν περὶ ταῦτα διάθεσθε, τοῖς δʼ ἐναργέσι χωρὶς ζητήσεως ὡς τοιούτοις οὖσι οἷα φαίνεται πιστεύετε. συγχωρήσαντες οὖν μοι λέγειν τὴν ἀρτηρίαν εἰς μῆκος καὶ πλάτος καὶ βάθος διαστέλλεσθαι, τὸ ἐπὶ τῷδε διασκέψασθε, πότερον αἰσθήσεσθαι δυνατόν ἐστι τῆς συστολῆς, ἢ οὔ. ἀλλʼ ὑμεῖς, ἵνα μηδὲ τοῦτο, μηδʼ ἄλλο ζητήσητε, τὴν περὶ τῆς ὑπάρξεως τῶν ἐναργῶν ἀπορίαν ἐκινήσατε, συχνὸν μέν τινα λόγων ἐσμὸν ἔχουσαν, οὐ μὴν καταβαλεῖν γε δυναμένην οὐδʼ ἀνατρέψαι τὴν χρείαν τῶν ἐναργῶν. ἡμεῖς οὖν ἔμπαλιν ὑμῖν πράξομεν· ἅπασι μὲν τοῖς φαινομένοις ἐναργῶς χωρὶς ζητήσεως χρησόμεθά τε καὶ πιστεύσομεν ὡς τοιούτοις οὖσιν οἷα καὶ φαίνεται, τὰ δʼ ἀμυδρότερα διασκεψόμεθα, τὰ μὲν τῷ λόγῳ, τὰ δὲ ταῖς αἰσθήσεσι, τὰ δʼ ἀμφοτέροις ἐπιχειροῦντες ἑλεῖν. ἥτις μὲν οὖν ἡ ὁδὸς τῆς εὑρέσεως αὐτῶν, ἐπὶ πλέον ἑτέρωθι λέγομεν, ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὰ προκείμενα λεχθήσεται μόνον.
Ἀγαθίνου τοίνυν λέγοντος ἀναίσθητον εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, Ἡροφίλου δὲ διὰ παντὸς ὡς ὑπὲρ αἰσθητῆς διαλεγομένου, χαλεπὸν ὄντως ἦν καὶ ἄπορον ἑτέρῳ πρὸ θατέρου πιστεῦσαι, τοσαύτην μὲν ἀμφοτέρων σπουδὴν εἰσενηνεγμένων εἴς τε τἄλλα τῆς ἰατρικῆς καὶ τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐξῆσαι, μακρῷ τε χρόνῳ τόν τε λογισμὸν καὶ τὴν αἴσθησιν ἱκανῶς γεγυμνασμένων. ἐδόκει δή μοι δίκαιον εἶναι πρῶτον μὲν ἀσκῆσαι τὴν ἁφὴν τῆς παρὰ μικρὸν αἰσθάνεσθαι διαφορᾶς, ἵνʼ εἴπερ ἡμῖν αὐτοῖς ποτε καταφανὴς ἐναργῶς γένοιτο ἡ συστολὴ, μηκέτʼ ἄλλου δεοίμεθα μάρτυρος· δεύτερον δὲ καὶ τὴν τῶν πρεσβυτέρων ἱστορίαν ἀναλέξασθαι. τῶν πλείστων μὲν γὰρ καὶ τῶν ἀξιοπίστων αἰσθητὴν λεγόντων, μηδʼ ἂν ὅτι μάλιστα πολλῷ χρόνῳ τριβομένοις ἡμῖν ἔτʼ ἀναίσθητος φαίνηται, προαφίστασθαί τε καὶ ἀπογινώσκειν τῆς εὑρέσεως, εἰ δὲ μηδεὶς ἄλλος ἢ ὀλίγοι παντελῶς καὶ ἄπιστοι τοῦτο λέγοιεν, ἡμῖν τε περὶ αὐτὸ ἔχουσιν ἀδιάγνωστον φαίνεται, τηνικαῦτʼ ἤδη καὶ ἀπογινώσκειν τῆς εὑρέσεως αὐτοῦ καὶ ἀναίσθητον ὁμολογεῖν ὑπάρχειν. εὑρίσκοντες οὖν τοὺς μὲν Ἡροφιλείους σχεδὸν ἅπαντας αἰσθητὴν εἶναι λέγοντας, τοῦ δὲ περὶ τὸν Ἐρασίστρατον χοροῦ τοὺς μὲν ὁμολογοῦντας, τοὺς δʼ ἀρνουμένους, καὶ τρίτους τοὺς ἀπʼ Ἀθηναίου τοῦ Ἀτταλέως, ὧν εἷς ἦν καὶ Ἀγαθῖνος, ὡσαύτως πρὸς ἀλλήλους διαφερομένους, ὅσον μὲν ἐπὶ τῇ τῶν πρεσβυτέρων ἱστορίᾳ πλέον οὐδὲν ἡμῖν ἔγνωμεν ἐσόμενον, ἴσων σχεδὸν ἀριθμῷ τε καὶ ἀξιώματι τῶν ὁμολογούντων τοῖς ἀρνουμένοις ὑπαρχόντων· ἐφʼ ἡμῶν δʼ αὐτῶν ἅμα τοῖς διδασκάλοις διεσκοπούμεθα, μηδʼ αὐτοῖς ὁμολογοῦσι σαφῆ διάγνωσιν ἐσχηκέναι ποτὲ τῆς συστολῆς. ἐν τούτῳ δʼ, οἷα εἰκὸς, καὶ λόγῳ τινὲς ἐκινοῦντο, καὶ πᾶσι μὲν αὐτοῖς ἐδόκει πιθανὸν εἶναι μὴ δύνασθαι τῆς ἀποχωρούσης ἀρτηρίας αἰσθάνεσθαι τὴν ἁφήν· ἤτοι γὰρ τῆς κινήσεως αὐτῆς, ἢ τῆς ἅμʼ αὐτῆς πληγῆς αἴσθησιν ἡμῖν γίγνεσθαι κατὰ τὴν διαστολὴν, ἀποχωρούσης δὲ καὶ συστελλομένης οὔτε πληγῆς ἔθʼ ἡμᾶς οὔτε κινήσεως αἰσθάνεσθαι· τῶν γὰρ ὁμιλούντων αὐτῇ καὶ προσιόντων καὶ ψαυόντων, οὐ τῶν ἀφισταμένων εἶναι διαγνωστικὴν, ἐπεὶ οὕτως ἂν καὶ τῶν ἐκ μακροῦ διαστήματος εἰς ἐπίγνωσιν ἐλθεῖν, εἴπερ ἅπαξ αὐτῇ συγχωρηθείη τῶν οὐχ ἁπτομένων αἰσθάνεσθαι. ταῦτα καὶ τοιαῦτα λέγοντες, ἀνέπειθόν με ῥᾳδίως, ὡς ἂν καὶ αὐτὴν τὴν ἁφὴν μάρτυρα ὧν ἔφασκον ἔχοντες. οὐ γὰρ ᾐσθανόμην τῆς συστελλομένης τῆς ἀρτηρίας καὶ ὀλίγου δεῖν ἀπέστην ὡς οὐκ αἰσθητῆς αὐτῆς, εἰ μή μοί ποτε καθάπερ ἐκ παρατρίψεως πυκνῆς πῦρ ἐξαφθὲν καὶ λάμψαν ἐναργῶς ἔδειξε τὸ ἀληθὲς, ὥστε μηκέτι ἑτέρων δεῖσθαι μαρτύρων καὶ κριτῶν, ἀλλʼ αὐτὸν ἱκανὸν ἐμαυτῷ γενέσθαι. δηλώσω δὲ τὸ σύμπαν, ἐντεῦθεν ἀρξάμενος, ὅθεν περ καὶ αὐτὸν ἐμὲ ὁ λόγος ἐποδήγησεν. ἐπειδὴ τῶν ἁπτομένων σωμάτων τὰ μὲν ἐπιπολῆς ἀλλήλων ἅπτεται ψαύοντα μόνον, ἕτερά τε βιάζεται καὶ ὠθεῖ καὶ ἀνατρέπει, κᾀνταῦθα τὸ μὲν ἰσχυρότερόν τε καὶ σκληρότερον οἷον ἐγκαταβαίνει τῷ ἀσθενεστέρῳ τε καὶ μαλακωτέρῳ, θάτερον δʼ εἴκει τε καὶ ἀνατρέπεται καὶ οἷον περισχίζεται τῷ βιαζομένῳ τὴν διάλυσιν αὐτῶν ἀπʼ ἀλλήλων, οὐ τὸν αὐτὸν ἐνδέχεται γίγνεσθαι τρόπον, ἀλλὰ τὰ μὲν ἐπιπολῆς ἁπτόμενα καὶ ἀποχωρεῖ ἀθρόως, ὅσα δʼ εἴκοντος τοῦ μαλακωτέρου προσωτέρω ἰόντα οἷον ἐγκαταβαίνει αὐτῷ, ταῦτα οὐκ ἔτʼ ἀθρόως ἀφίσταται, ἀλλʼ ὅσον ἀπὸ τῆς πρώτης προσβολῆς ἐσωτέρω χωροῦντα ἐβιάσατο, τοσοῦτον ἀποχωριζομένοις αὐτοῖς αἰσθητὸν φυλάττεται. χρόνος γάρ τις ἐν τῷ μεταξὺ γενήσεται τῆς τε πρώτης ὁρμῆς τοῦ ἀφίστασθαι καὶ τῆς ἐσχάτης τελευτῆς, μεθʼ ἣν οὐκέτʼ ἀφίστασθαι, ἀλλʼ ἐφεστάναι ἤδη λεχθήσεται, ἐν ᾧ χρόνῳ παντὶ κατὰ βραχὺ μὲν ἀποχωροῦντος τοῦ ἑτέρου, κατὰ βραχὺ δὲ τῆς θατέρου θλίψεως ἐκλυομένης, ἑκατέρων ἡ κίνησις αἰσθητὴ γενήσεται. εἰ δὲ δὴ καὶ τοῦτο προσείη, ὥστε τὸ μὲν κινούμενον κάτωθεν ἄνω φέρεσθαι, τὸ δʼ ἁπτόμενον ἄνωθεν ἐπικεῖσθαι, πρὸς τῷ τῆς θλίψεως ἀφαιρεῖσθαι τὸ ἐπικείμενον ἔτι καὶ οἷον καταπίπτειν αὐτῷ συμβήσεται, τοῦ πρότερον ἀντερείδοντός τε καὶ ὠθοῦντος ἄνω νῦν κάτω φερομένου.
Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς ἡ διὰ τοῦ λόγου ἔνδειξις. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος ἡ τῶν ἁπτομένων ὁμιλία καὶ ἡ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη, θατέρου δʼ ὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ πληρώσας ἢ ἀσκὸν ἢ κύστιν ἤ τι τοιοῦτον ἄλλο ὑγρᾶς οὐσίας ἢ ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις προσφέρων μὲν δακτύλους, ἔπειτα δʼ ἤδη καὶ ὠθεῖν τε καὶ βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δʼ ἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον, εἴτε προσάγοις εἴτʼ ἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ δʼ ἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι τοῦ ἁπτομένου καθʼ ἕνα καὶ τὸν αὐτὸν τρόπον, ἡ ἀρτηρία κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ ἡ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν ἔχει σφυγμῶν, ἡ δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν τῆς προτέρας, ὅταν ἡ ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δʼ, ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ ἡ τοιαύτη χρῄζει διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, ὑφʼ ἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε, πρότερον μὲν τοῦ χωρίζεσθαι ἡ αἴσθησις, ἐφεξῆς δʼ αὐτοῦ τοῦ κεχωρίσθαι ἡ διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου, τοῦ δʼ ἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ ληπτέον.
Ὅτι δʼ οὐ προσιόντος, ἢ ἀπιόντος, ἢ θλίβοντος, ἢ ἁπτομένου, ἢ ἀπωθουμένου πρώτην αἴσθησιν ἔχομεν, ἄνευ τῶν κατὰ τὸ ἡμέτερον σῶμα παθημάτων, οὐδʼ αὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ κινουμένου τε καὶ βιαζομένου ἡ γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης τῆς ἀρτηρίας, ἡ μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν ἢ τοῦ δέρματος ἡμῶν ἢ τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ, τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ, ἡ δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρώτης ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι· τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν κίνησιν αὐτοῦ διʼ ἄλλου τινὸς ἐγνωρίσαμεν ἢ διὰ τοῦ τῆς θλίψεως ἀνίσου. ἐπιβαλλόντων γὰρ ἡμῶν τοὺς δακτύλους τοῖς σφοδροῖς σφυγμοῖς, ἡ μὲν πρώτη προσβολὴ βραχὺ παντελῶς ὠθεῖ τὴν ἁφὴν, ἀπὸ ταύτης δʼ ἀεὶ καὶ μᾶλλον ἄχρι τῆς τελευτῆς ἐπιτείνεται ἡ θλίψις, ἥτις ἐνδείκνυται δηλονότι τήν τε κίνησιν καὶ τὴν ῥώμην τοῦ ἀπωθουμένου. θαυμαστὸν γὰρ δὴ, ὅπως οἱ ἀμυδροὶ σφυγμοὶ, κᾂν μέγιστοι τυγχάνωσιν ὄντες, οὐχ ὅπως μικροὶ παντελῶς φαίνονται θλιβόντων, ἀλλὰ καὶ παντάπασιν ἀφανίζονται. καί τις ἴσως ἀγνοῶν, ὡς χρὴ τῶν τοιούτων ἐπιπολῆς ψαύειν, ἄσφυκτον εἶναι φήσει τὸν ἄνθρωπον, ἐξ ὧν αὐτὸς κακῶς ἥψατο ψευδῶς ἀποφηνάμενος. οἱ σφοδροὶ δʼ ἅπαν τοὐναντίον ἐρειδόντων ἰσχυρῶς δέονται τῶν ἁπτομένων εἰς τὴν τῆς ῥώμης αὐτῶν διάγνωσιν. ἀπωθεῖσθαι γὰρ τηνικαῦτά σοι μᾶλλον δόξουσιν, ὅταν ἐπὶ πλεῖον αὐτοὺς βιάζῃ. καὶ γοῦν καὶ τὴν συστολὴν αἰσθητὴν οἱ σφοδροὶ μὲν ἅπαντες ἔχουσι, τῶν ἀμυδρῶν δʼ οὐδεὶς, αὐτῶν δὲ τῶν σφοδρῶν ἄλλος ἄλλου μᾶλλον, ἢ παρʼ αὐτὸ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ σφοδρότητι, ἢ διὰ μέγεθος καὶ μικρότητα, ἢ διὰ σκληρότητα καὶ μαλακότητα, ἢ διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θʼ ἅμα καὶ σφοδρότατος καὶ σκληρὸς, καθʼ ὅσον οἷόν τε μεγέθει μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει τὴν συστολήν. οἱ δʼ ἄλλοι πάντες καθʼ ὅσον ἂν τούτων τινὸς ἔλαττον ἢ πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον ἢ χαλεπώτερον γνωσθήσονται. προσεθήκαμεν δʼ ἐπὶ τῆς κατὰ τὴν σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθʼ ὅσον ἐνδέχεται, τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον, οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις, σκληροτάτους δʼ ἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις, οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλʼ ὁ μέσος σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, ὁ σύμμετρός τε κατὰ φύσιν, ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ σκληρόν θʼ ἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις, καὶ σκληρός θʼ ἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται, σφοδρότατον δὲ καὶ σκληρότατον οὐκέτʼ ἂν εὕροις τὸν αὐτὸν, ὥσπερ οὐδὲ μέγιστόν τε ἅμα καὶ σφοδρότατον καὶ ταχύτατον, ἀλλʼ οἱ μέγιστοι καὶ σφοδρότατοι τοὐπίπαν μὲν καὶ ταχεῖς εἰσιν, εἰ δὲ μὴ, ἀλλʼ οὐδὲ βραδεῖς γε. εἰ μὲν οὖν ἐνεδέχετο τὸν αὐτὸν ἅμα γενέσθαι σφυγμὸν σφοδρότατόν τε καὶ μέγιστον καὶ σκληρότατον καὶ βραδύτατον, ἡ πασῶν σαφεστάτη τῶν συστολῶν ἐπὶ τῶν τοιούτων ἐφαίνετʼ ἄν. ἐπεὶ δʼ ἀδύνατος ἡ μίξις, ὁ σφοδρότατος ἔτι καὶ μέγιστος καὶ μὴ μαλακὸς καὶ μὴ ταχὺς ἐναργεστάτην ἕξει τὴν συστολήν. σαφῆ δὲ καὶ ὁ σφοδρότατός γε καὶ μέγας καὶ σκληρός· καὶ μὲν δὴ καὶ ὅσοι σφοδροί θʼ ἅμα καὶ μεγάλοι καὶ σκληροὶ, καὶ τούτων ἧττον μὲν ἢ τῶν πρόσθεν, ὅμως δʼ ἔτι σαφὴς ἱκανῶς ἡ συστολή. τούτων δʼ ἧττον, ἀλλὰ καὶ αὕτη σαφὴς ἡ τοῦ σφοδροῦ καὶ μεγάλου καὶ μαλακοῦ. σαφὴς δʼ ἔτι καὶ ἡ τοῦ σφοδροῦ τε ἅμα καὶ συμμέτρου κατὰ μέγεθος καὶ σκληρότητα· τούτου δʼ ἀσαφεστέραν ἔχει τὴν συστολὴν, οὐ μὴν ἀδιάγνωστόν γʼ ὁ μέγας μὲν, σύμμετρος δʼ ἐν ταῖς λοιπαῖς δύο διαφοραῖς. καὶ ὅστις δὲ κατὰ τὰς τρεῖς διαφορὰς συμμέτρως ἔχει, δήλη καὶ ἡ τοῦδε συστολή. δυσγνώριστος δʼ ἥ τε τοῦ σφοδροῦ τε καὶ μικροῦ. πάντως δʼ ὁ τοιοῦτος καὶ σκληρός ἐστι, καὶ ἡ τοῦ μικροῦ μὲν καὶ σκληροῦ, συμμέτρου δὲ κατὰ τὸν τόνον, ἔτι μᾶλλον ἀσαφής. εἰ δὲ μικρὸς καὶ μὴ σκληρὸς εἴη, καὶ σύμμετρος κατὰ τὸν τόνον, ἱκανῶς γεγυμνασμένης αἰσθήσεως ὁ τοιοῦτος δεῖται πρὸς τὴν γνῶσιν, ἔτι δὲ μᾶλλον εἰ μικρὸς καὶ μαλακὸς ὢν, μετρίως ἔχοι τοῦ τόνου. ἀμυδρὸς δὲ σφυγμὸς, εἴτε μεγάλῳ μιγνύμενος, εἴτε μικρῷ, δήλην ἔχει τὴν συστολήν. τῷ μὲν οὖν μεγίστῳ τὴν ἀρχὴν οὐδὲ μίγνυταί ποτε, καθάπερ οὐδὲ τῷ σκληροτάτῳ, μεγάλῳ δὲ μίγνυται μέν ποτε, ἀλλὰ πάντως ὁ τοιοῦτος ἐσχάτως μαλακός ἐστιν. εἰ δὲ τῷ σκληρῷ μιχθείη, μικρότατος ὁ τοιοῦτος ἐξ ἀνάγκης ἔσται. χρὴ τοίνυν τὸν βουλόμενον ἀσκῆσαι τὴν ἁφὴν, αἰσθάνεσθαι τῆς συστολῆς ἐναργῶς, αὐτό τε τοῦτο πρῶτον ἐπίστασθαι τὸ παραλειφθὲν ὑπὸ τῶν πρεσβυτέρων, ὡς οὔτε παντὸς σφυγμοῦ δυνατὸν αἰσθάνεσθαι τῆς συστολῆς, οὔθʼ ὧν αἰσθάνεσθαι δυνατὸν ὁμοίως ἐστὶν ἁπάντων σαφὴς, ἔπειτα δὲ καὶ τοὺς διορισμοὺς μεμνῆσθαι τοὺς ὑφʼ ἡμῶν ἄρτι γεγραμμένους, ἵνα μήτʼ ἐφʼ ὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι, γλιχόμενος ἐξευρίσκειν, εἶτʼ ἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης ὡς ἀναισθήτου, μήτʼ ἐφʼ ὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι παντάπασιν. ἀλλʼ ἐφʼ ὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν, ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται σκοπῶν, ὡς χρὴ πάντως ἢ σφοδρὸν, ἢ οὐκ ἀμυδρόν γε τὸν σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν καὶ τῆς βραδύτητος. ὥστε μήτʼ ἐν ἀμυδρῷ ποτε σφυγμῷ συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτʼ ἀναίσθητον ἐν σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.
Ἵνʼ οὖν ὁλόκληρον ἔχωσιν οἱ φιλομαθεῖς τὴν ὁδὸν τῆς ἀσκήσεως, μὴ τὸ καθόλου μόνον ἀρκεσθῶμεν αὐτῆς εἰρηκότες, ἀπὸ τίνων ἄρχεσθαι σφυγμῶν προσήκει γυμνάζειν τὴν ἁφὴν ἐν τῷ ζητεῖν τὴν συστολὴν, ἀλλὰ καὶ οἵστισιν ὑπάρχουσιν οὗτοι νοσοῦσί τε καὶ ὑγιαίνουσιν, ἐφεξῆς εἴπωμεν. εἰ γὰρ ἔτι τοῦτο μάθοιεν, ῥᾷον, οἶμαι, τοῦ προκειμένου τύχοιεν. ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ὅσοι σύμμετροί τε τὴν ἕξιν εἰσὶ καὶ τὴν φύσιν εὔκρατοι, καὶ τῆς ἡλικίας ἐν ἀκμῇ μάλιστα, καὶ τῶν ὡρῶν τοῦ ἔτους ἐν τῷ ἦρι καὶ γῆν ἐποικοῦσιν εὔκρατον, εὐρωστοῦσί τε καὶ λύπης καὶ δέους καὶ πλησμονῆς καὶ κινήσεως ἐκτός εἰσιν, οὗτοι πάντες σφοδρὸν καὶ μέγαν ἔχουσι τὸν σφυγμόν. εἰ δὲ καὶ γυμνάσαιντο σύμμετρα καὶ λουτροῖς μετρίοις θαλφθεῖεν, ἢ οἶνον μὴ πολὺν πάνυ προσενηνεγμένοι τύχοιεν, ἢ θυμοῖντο, ἢ ἀνδρίζοιντο, οὐ μεγάλους ἔτι καὶ σφοδροὺς ἁπλῶς, ἀλλʼ εἰς ἄκρον μεγίστους τε καὶ σφοδροτάτους ἕξουσι τοὺς σφυγμούς. οἱ αὐτοὶ δὲ νοσοῦντες οὗτοι τὸν ἀκριβῆ τριταῖον, ἢ καῦσον τὸν ἐπιεικῆ καὶ ἁπλοῦν, ἤ τινα ἄλλον θερμὸν ἰσχυρῶς καὶ οἷον ζέοντα πυρετὸν, καὶ τῶν ἐφημέρων τινὰ τῶν ἐπὶ βουβῶσι καὶ ἐγκαύσεσι καὶ κόποις μετρίοις συνισταμένων, μεγίστους καὶ τόθʼ ἕξουσιν καὶ σφοδροτάτους σφυγμούς. εἰ δὲ τινὰ μὲν ὧν εἶπον παρείη αὐτοῖς, τινὰ δὲ μὴ, σφοδροὺς μὲν καὶ μεγάλους ἔτι ἔχοιεν ἂν, ἀλλʼ ἧττον, εἰ οὕτως ἔτυχεν, εἴ τινος ἀκμάζοντος καὶ ὑγιαίνοντος, οὐ μὴν συμμέτρου τὴν ἕξιν, ἀλλʼ ἤτοι πίονος, ἢ ἰσχνοῦ, χωρίον οἰκοῦντος ψυχρὸν, ἅπτοιο τῶν σφυγμῶν, σφοδροὺς μὲν εὑρήσεις αὐτοὺς καὶ μεγάλους, ἀλλʼ οὐχ ὁμοίους τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν τοιούτων ἁπάντων, ἐφʼ ὧν ὁ σφυγμὸς ἔτι μένει σφοδρὸς καὶ μέγας, εἰ καθʼ ὃν εἴπομεν τρόπον ἅπτοιο τῆς ἀρτηρίας, αἰσθήσῃ τῆς συστολῆς, ἐναργέστατα δʼ ἐφʼ ὧν εἴρηται μέγιστός τε καὶ σφοδρότατος. ὅτι μὲν οὖν εἰ σφοδρότατος εἴη, μᾶλλον ἐμπίπτει τῇ ἁφῇ, καὶ διὰ τοῦτο ἡ ἔφοδος αὐτοῦ σαφεστέρα γίγνεται, πρόσθεν ἐλέχθη· ὅτι δὲ καὶ εἰ μέγιστος, ᾧδʼ ἂν μάλιστα μάθοις, εἰ νοήσεις, ὅτι τοσοῦτον ἐν ταῖς συστολαῖς ἡ ἀρτηρία κάτω πέφυκε φέρεσθαι, ὅσον ἐν ταῖς διαστολαῖς ἄνω φέρεται. εἰ δὲ τοῦτο, μετὰ μεγίστης διαστάσεως ἑκατέραν ἀνάγκη φέρεσθαι τὴν κίνησιν, ἄνω μὲν ἐν τῷ διαστέλλεσθαι, κάτω δʼ ἐν τῷ συστέλλεσθαι, ὥστε τὴν μὲν ἄνω θεῖν ἐπὶ πλεῖστον, τὴν δʼ ἀφίστασθαι. τοῦ δʼ ἀφίστασθαι τὴν αἴσθησιν ἐλέγομεν, οὐ τοῦ ἀφεστάναι γίγνεσθαι· ἐφʼ ὅσον οὖν αὐξηθῇ τὸ ἀφίστασθαι τῷ τε τῆς διαστάσεως καὶ τῷ τοῦ χρόνου μεγέθει, καὶ ἡ διάγνωσις ἐπὶ τοσοῦτον αὐτοῦ σαφεστέρα γενήσεται. διὰ τοῦτο ἔφαμεν εἶναι τὴν πρώτην ἄσκησιν τῆς ἁφῆς οὐκ ἐπὶ τῶν σφοδροτάτων μόνον, ἀλλὰ καὶ μεγίστων ἅμα ποιεῖσθαι σφυγμῶν, καὶ μηδʼ ὠκέως πάνυ κινουμένων. ἐλέχθη δʼ ὅτι καὶ ἡ σκληρότης συντελεῖ τι πρὸς τὴν τῆς συστολῆς διάγνωσιν, οὐ μὴν τὴν αἰτίαν εἴπομεν ἐκεῖ. νῦν δʼ οὐδὲν κωλύει καὶ ταύτην ἤδη προσθεῖναι. τῷ γὰρ πληγῆς βιαίῳ μέγα συμβάλλεται καὶ ἡ τοῦ χιτῶνος τῆς ἀρτηρίας σκληρότης. εἴσῃ δʼ αὐτὸ κᾀπὶ τῶν ἐκτὸς σαφῶς, εἰ τῇ ἴσῃ ῥώμῃ χρώμενος, ἢ λίθον σκληρότατον ἐπερείδοις ὁτῳοῦν, ἢ ξύλον, ἤ τι τῶν μαλακῶν. ἀνάγκη γὰρ, οἶμαι, πολὺ θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τοῦ λίθου θλιφθῆναί τε καὶ ἀνατραπῆναι τὸ ἐπερεῖδον ἢ πρὸς τοῦ ξύλου. τῷ δʼ ἀνάλογον ἔχειν ἀεὶ τῇ κατὰ τὸ διαστέλλεσθαι βίᾳ τὴν αἴσθησιν τοῦ συστέλλεσθαι σαφέστεραι γενήσονται τῶν συστολῶν αἱ διαγνώσεις, ὁπόσαι βιαιοτέραις ἕπονται διαστολαῖς. μέγας δὲ σφυγμὸς οὔτε ῥᾳδίως μίγνυται τῷ σκληρῷ, καὶ τὰς διαθέσεις ἐν αἷς εἰς ταὐτὸν ἥκουσιν ἔν τε τῇ περὶ τῶν κατὰ τοὺς σφυγμοὺς αἰτίων πραγματείᾳ καὶ τῇ περὶ τῆς διʼ αὐτῶν προγνώσεως ἐροῦμεν. ἐν δὲ τῷ παρόντι τοσοῦτον ἀρκέσει τοῖς εἰσαγομένοις, παραδείγματος ἕνεκα, μαθεῖν, ὡς τοῖς ἰσχυροῖς μὲν τὴν ζωτικὴν δύναμιν, ἣν καὶ ζωτικὸν τόνον ἔνιοι τῶν ἰατρῶν καλοῦσι, πλημμελήσουσι δὲ κατὰ τὴν δίαιταν ἄλλα τέ τινα, οὐχ ἥκιστα δὲ καὶ περὶ τὰς τῶν οἴνων οὐκ ἐν καιρῷ πόσεις οἱ τοιοῦτοι συμπίπτουσι σφυγμοί. καὶ γὰρ οὖν καὶ ἐπὶ τούτων ὥσπερ κᾀπὶ τῶν ἔμπροσθεν εἰρημένων ἡ συστολὴ τῆς ἀρτηρίας ἐναργής. ὅτι δὲ καὶ ἡ βραδύτης ἐφʼ ὅσον αὔξει τὸν χρόνον τῆς ἀποχωρήσεως, ἐπὶ τοσοῦτον ἐναργεστέραν ἐνδείξεται τὴν κίνησιν, οὐδʼ αὐτὸ χαλεπὸν συλλογίσασθαι. καὶ διὰ τοῦτο καὶ αὕτη συντελεῖ τι πρὸς τὴν διάγνωσιν. οἷον μὲν οὖν εἶναι χρὴ σφυγμὸν τὸν αἰσθητὴν μέλλοντα ποιήσειν τὴν συστολὴν, αὐτάρκως εἴρηται.
Ποίῳ δέ τινι τρόπῳ τὴν ἐπιβολὴν τῆς χειρὸς προσήκει ποιεῖσθαι, μετὰ τοῦτο ἡμῖν ζητητέον ἐστὶν, ἆρά γε διὰ παντὸς ἄνωθεν τῆς ἀρτηρίας, ἢ κάτωθεν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δʼ ἐκείνως, καὶ πότερα θλίβοντας, ἢ ψαύοντας, ἢ ἐπιτιθέντας ἁπλῶς, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δʼ ἐκείνως, ὡς ἂν ἡ τοῦ σφυγμοῦ δέηται φύσις. οὐδὲ γὰρ οὐδὲ περὶ τούτων οὐδὲν διώρισται τοῖς πρὸ ἡμῶν. ἡμεῖς δὲ καὶ ταῦτα ζητήσαντες, ὅσα τῷ τε λογισμῷ καὶ τῇ πείρᾳ περὶ αὐτῶν ἐξεύρομεν, εἰς τὸ κοινὸν φέροντες καταθήσομεν, ἵνʼ, εἰ μὲν αὐτάρκη φαίνοιτο, πᾶν ἤδη τὸ δέον ἔχοι παρʼ ἡμῶν ὁ λόγος, εἰ δὲ μὴ, ἀλλʼ ἐπὶ πλέοσί γε τοῖς χρηστοῖς εὑρημένοις ἄλλός τις καὶ ἄλλος ῥᾷον ἐξευρίσκοι τὸ λεῖπον. εἰ μὲν δὴ μετὰ τοῦ θλίβειν ἐπιβάλλοιμεν τὴν ἁφὴν, οὐδεμίαν εὑρίσκοιμεν αἰσθητὴν διαφορὰν ἐκ τοῦ κάτωθεν, ἢ ἄνωθεν τῆς ἀρτηρίας ἐπιφέρειν τὴν χεῖρα. καὶ εἰ ψαύοντες δὲ μόνον, οἷον αἰωροῦντες τοὺς δακτύλους, οὐδʼ οὕτως οὐδεμιᾶς αἰσθανόμεθα διαφορᾶς. ὁ δὲ τρίτος τρόπος τῆς ἐπιβολῆς, ὁ μεταξὺ τοῦ θλίβειν τε καὶ ψαύειν ἐπιπολῆς, οὐδὲ συστῆναι δύναται κάτωθεν ἁπτομένοις τῆς ἀρτηρίας. ἐκλῦσαι γὰρ ἁπασῶν τηνικαῦτα χρὴ τὴν χεῖρα τῶν κατὰ προαίρεσιν κινήσεων οἷον πάρετον ἐπιθέντα. τοῦτο δʼ εἰ δράσαιμεν, ὑπὸ τοῦ βάρους καταφερομένης τῆς κατὰ τὴν ἀρτηρίαν ἐπαφῆς, ἀποῤῥυήσεται. κατὰ τοῦτον οὖν τὸν τρόπον τῆς ἐπιβολῆς μόνον ἄνωθεν ἔστιν ἅψασθαι, κάτωθεν δʼ οὐδέποτε. γίνεται δʼ ἐν αὐτῷ πολλάκις μὲν καὶ πάνυ σαφὴς ἡ συστολὴ, πολλάκις δʼ ἀμαυρὰ μὲν, οὐ μὴν ἄδηλός γε τοῖς ἠσκημένοις, ἐπὶ μὲν τῶν σφοδρῶν καὶ μεγάλων καὶ μὴ ταχέων ἐναργὴς, ἐπὶ δὲ τῶν συμμέτρων ἐν ἅπασι τοῖς εἰρημένοις γένεσιν ἀμαυρά. τὸ δʼ ὅτι θλιβόντων τοὺς σφοδροὺς καὶ μεγάλους καὶ μὴ ταχεῖς σφυγμοὺς ἐναργεστάτη πασῶν ἔσται συστολὴ, πρόσθεν εἴρηται, τὰς δʼ αἰτίας τούτων οὐ χαλεπὸν ἐξ ὧν ἐν ἐκείνοις εἶπον ἐξευρίσκειν. εἰς ὅσον γὰρ ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης ἀνατρέπεσθαι συμβαίνει τὴν ἁφὴν, εἰς τοσοῦτον ἀποχωρούσης αὐτῆς αἰσθητὴν ἀνάγκη γίνεσθαι τὴν συστολήν. ἀνατρέπεται δʼ ἐν μὲν ταῖς θλίψεσιν ἐπὶ πλέον γʼ ἐν τοῖς προειρημένοις σφυγμοῖς, ἐν δὲ ταῖς ψαύσεσιν εἰς ἶσον τῷ μηδόλως. κατὰ δὲ τὰς μεταξὺ τούτων ἐπιβολὰς, ἃς οἷον παρειμένης τῆς χειρὸς ἔλεγον γίγνεσθαι, συμμέτρως ἀνατρέπεται. ὥστε καὶ τῆς συστολῆς μᾶλλον ἐπὶ ταῖς θλίψεσι ἤπερ ἐν ταῖς ἁπλαῖς ἐπιβολαῖς αἰσθήσεται, καὶ οὐδὲν ἧττον κάτωθεν ἁπτομένων ἢ ἄνωθεν. ὁμοίως γὰρ ἀκολουθεῖ καθʼ ἑκάτερον ἡ ἁφὴ συστελλομένῃ τῇ ἀρτηρίᾳ. χρὴ δὲ καὶ αὐτὴν εἶναι τὴν ἁπτομένην χεῖρα μὴ μόνον εὐαίσθητον, ἀλλὰ καὶ μαλακήν. οὕτω γὰρ ὑπάρξει ῥᾳδίως αὐτῇ καὶ τῶν ἐλαχίστων αἰσθάνεσθαι κινήσεων. ὅτι μὲν οὖν ὥσπερ ὁρῶμέν τε καὶ ἀκούομεν ἑτέρων ἕτεροι φύσει βέλτιόν τε καὶ χεῖρον, οὕτω καὶ διὰ τῆς ἁφῆς αἰσθανόμεθα, πρόδηλον, οἶμαι, παντὶ τοῦτό γε ὑπάρχει· ὅτι δʼ, εἰ πρὸς τούτῳ καὶ μαλακή τις ἡ σύστασις εἴη τῆς ἐν τοῖς δακτύλοις σαρκώδους φύσεως, ἑτοιμοτερόν τε καὶ μᾶλλον ἐν τῷ προσπίπτειν τὴν ἀρτηρίαν ἀνατρεπομένην κατὰ μείζονος ἐν τῷ συστέλλεσθαι διαστάσεως ἐνεχθήσεται, οὐδʼ αὐτὸ νομίζω τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἀσαφὲς εἶναι. οὐ μὴν οὐδʼ ὅτι κατὰ μείζονος φερομένη διαστάσεως ἐναργέστερον αἰσθήσεται τῆς συστολῆς, οὐδὲ τοῦτʼ ἄδηλον. ὥστʼ εὔλογον τὴν μαλακωτέραν χεῖρα τῆς σκληροτέρας τῶν ἄλλων ἐπίσης ἐχόντων ἀκριβέστερον αἰσθάνεσθαι τῆς συστολῆς. κεφαλὴν οὖν ἤδη ἐπιθέντες τῷ λόγῳ μεταβαίνωμεν ἐφʼ ἕτερον. ζητήσεως οὔσης τοῖς ἰατροῖς περὶ τῆς κατὰ τὰς ἀρτηρίας συστολῆς καὶ τῶν μὲν λεγόντων αἰσθητὴν, τῶν δʼ ἀναίσθητον ὑπάρχειν αὐτὴν, ἐδείξαμεν ἡμεῖς μήτε διαπαντὸς αἰσθητὴν μήτʼ ἀναίσθητον εἶναι διαπαντός. καὶ πρῶτον μὲν τοὺς σφυγμοὺς εἴπομεν ἀφʼ ὧν ἐστιν αἰσθητὴ, δεύτερον δὲ τὰς διαθέσεις ἐν αἷς τοὺς τοιούτους ἐξευρήσομεν σφυγμοὺς, μετὰ ταῦτα δὲ πῶς μὲν ἅπτεσθαι προσήκει τὸν βουλόμενον ἀκριβῶς αἰσθάνεσθαι τῆς συστολῆς, ὁποίαν δʼ εἶναι χρὴ τὴν ἐπιβαλλομένην χεῖρα.
Τούτων δʼ οὕτως ἐχόντων ἑξῆς ἂν εἴη σκοπεῖσθαι, πότερον ὅλης αἰσθανόμεθα τῆς τε διαστολῆς καὶ τῆς συστολῆς, ἢ μόριον ἡμᾶς ἑκατέρας διαλανθάνει, καὶ εἰ διαλανθάνει, τί τοῦτό ἐστι καὶ πόσον. ἀρχὴν δὲ καὶ τούτῳ τῷ λόγῳ τὴν περὶ τῆς διαστολῆς κίνησιν ποιησόμεθα καὶ πρῶτον μὲν ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς πολλάκις ἐπὶ πολλῶν ἀῤῥώστων μικροὺς καὶ ἀμυδροὺς ἐχόντων τοὺς σφυγμοὺς, οἷοι μάλιστα τοῖς τε συγκοπτομένοις γίνονται σχεδὸν ἅπασι τοῖς ἀποθνήσκουσι, τινὲς μὲν τῶν ἰατρῶν ἐπὶ βραχὺ τῆς κινήσεως αἰσθάνονται, τινὲς δʼ οὐδʼ ὅλως· δεύτερον δʼ, ὅτι καὶ ὁ αὐτὸς ἰατρὸς πολλάκις παρὰ τὸ προσηκόντως τε καὶ ἀκριβῶς, ἢ ῥᾳθύμως τε καὶ ἀμελῶς ἅπτεσθαι, ποτὲ μὲν αἰσθάνεται τῆς κινήσεως, ποτὲ δʼ οὔ. ὅταν οὖν τὴν αὐτὴν ἀρτηρίαν ὁ μέν τις τῶν ἰατρῶν ἄσφυκτον ὑπάρχειν, ὁ δέ τις σφύζειν ἔτι λέγει, καὶ πολλάκις ὁ αὐτὸς ἰατρὸς ἐν ἑνὶ καιρῷ παρὰ τὰς διαφόρους ἐπιβολὰς τῆς χειρὸς ἐν μέρει τἀναντία φησὶ, δῆλον ὡς διαφεύγει μόριόν τι τῆς κινήσεως τὴν ἁφήν. ἴσως τις ἐρεῖ τὸν ἄριστα μὲν πεφυκότα, κάλλιστα δʼ ἐπιβάλλοντα τὴν χεῖρα, τετριμμένον δʼ ἀκριβῶς, ἁπάσης αἰσθάνεσθαι τῆς διαστολῆς. καὶ πῶς τοῦτον εὑρήσομεν; τίς ἡμῖν ἐγγυήσεται φύσιν ἀνθρωπίνην εἰς τοσαύτην ἀκρίβειαν αἰσθήσεως ἥκειν, ὡς μηδὲν αὐτὴν μηδὲ τοὐλάχιστον παρελθεῖν; ἐγὼ μὲν γὰρ οὐδʼ ἐπὶ τῶν ἐκτὸς τούτων σωμάτων, ὧν ἐστιν αὐτῶν ἅψασθαι μηδενὸς ἐπίπροσθεν ὄντος ἑτέρου, δυναίμην ἂν ἀλαζονεύσασθαι βεβαίαν διάγνωσιν, οὐχ ὅπως ἐπὶ σώματος, οὗ πιμελὴ καὶ ὑμένες καὶ δέρμα πρόκειται παχύτερον αὐτοῦ πολλάκις τοῦ τῆς ἀρτηρίας σώματος. εἰ δέ τις οὕτως ἐστὶ θρασὺς, ὡς ἀπαυθαδίσασθαί τε καὶ φάναι τὴν πρώτην ὁρμὴν τῆς κινήσεως γνωρίζειν ἐν ταῖς διαστολαῖς τῆς ἀρτηρίας, ἡδέως ἂν αὐτοῦ πυθοίμην, κατὰ ποίαν ἐπιβολὴν τῆς χειρὸς τοῦτο διαγιγνώσκει, πότερον ἐπιπολῆς ψαύων, ἢ θλίβων, ἢ ἀβιάστως ἐπιβάλλων. ἴσως μὲν οὖν, ἐάν τις τῶν μεγάλων ᾖ σοφιστῶν, ὅσοι τὰ μὲν ἔργα τῆς τέχνης μέχρι τοσούτου τρίβοντές εἰσιν, ὥστε μηδʼ εἰ πυρέττει τὴν ἀρχὴν ὁ ἄνθρωπος εἰδέναι, τῷ λόγῳ δʼ ὑπερφθέγγονται τὴν ἀλήθειαν, οὐδὲ εἰ πλείους εἰσὶν ἐπιβολαὶ τῆς χειρὸς, οὐδʼ εἰ καθʼ ἑκάστην αὐτῶν διαφοράν τινα λαβεῖν ἔστιν, ὁ τοιοῦτος ἐπίσταται. καὶ λῆρος αὐτῷ μακρὸς εἶναι δόξει τὰ ἡμέτερα καὶ οὐδʼ ὑπομενεῖ τὴν ἀρχὴν ὑπακοῦσαι τῶν λόγων. ἀλλʼ ἡμεῖς ὥσπερ καὶ τἄλλα τὰ πρόσθεν, οὕτω καὶ ταῦτα πρὸς τὸν τῆς ἀληθείας ἐραστὴν, κᾂν εἷς ᾖ, λέγωμεν, ὡς ἡ μὲν μέση τῶν ἐπιβολῶν, ἡ ἀβίαστος, τοσοῦτον αἰσθητὸν ἕξει τῆς κινήσεως, ἔν γε τοῖς οὐκ ἀμυδροῖς σφυγμοῖς, ὅσον καὶ ἡ ὄψις· ἐν γὰρ τοῖς ἀμυδροῖς καὶ τῆς ὄψεως αὐτῆς ἔλαττον αἰσθήσεται. ἡ δευτέρα δὲ, καθʼ ἣν θλίβομεν, ἐν μὲν τοῖς ἀμυδροῖς ἔτι καὶ μᾶλλον τῆς προτέρας ἀφανῆ τὴν κίνησιν ἐργάσεται τῆς ἀρτηρίας, ἐν δὲ τοῖς σφοδροῖς προτέρα διαγνώσεται. ἡ δὲ τρίτη, καθʼ ἣν οἷον αἰωροῦμεν τὴν χεῖρα, παντελῶς ὀλιγοχρονίου τῆς κινήσεως αἰσθήσεται. τούτων δὲ καὶ τὰς ἀποδείξεις πειραθῶμεν εἰπεῖν, ἀπʼ αὐτῶν τῶν ἐναργῶν λαμβάνοντες τὰς ἀρχάς. τί δʼ ἂν ἐναργέστερον εἴη τοῦ πάσας τὰς ἀρτηρίας μήτʼ ὄψει μήθʼ ἁφῇ φαίνεσθαι κινουμένας, ἀλλὰ μόνας ὅσας τὸ δέρμα καλύπτει, καὶ τοῦτο μὴ πάνυ παχὺ, τὰς δʼ ὑπὸ σαρκὸς κρυπτομένας, ἢ καί τινων ἄλλων σωμάτων, ἀφανῆ τὴν κίνησιν ἔχειν, πλὴν εἴ ποτε τῶν ἐπικειμένων ἐκτακέντων ἰσχυρῶς αἰσθητὴ γένοιτο; καὶ αὐτῶν δὲ τῶν αἰσθητὴν ἀεὶ τὴν κίνησιν ἐχουσῶν ἀρτηριῶν ὅσα γυμνότερα μόρια καὶ ὑπʼ αὐτῷ τῷ δέρματι, σαφεστέραν ὄψει τε καὶ ἁφῇ τὴν κίνησιν ἐνδείκνυται. καὶ ἡ μεγίστη τῶν ἀρτηριῶν ἡ κατὰ τὴν ῥάχιν ἀφανῆ τέως ἔχουσα τὴν κίνησιν, ἐκτακέντος τοῦ ζώου διασημαίνει κατὰ τὸ ἐπιγάστριον· ᾧ δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον. ὅσα δʼ ἱκανῶς βαρέα, ταῦτʼ οὐδόλως κινοῦσιν. ἔτι δʼ ἂν μᾶλλον ὃ λέγω μάθοις σαφῶς, εἰ ἐν ταῖς ἐπιφανῆ τὴν κίνησιν ἐχούσαις ἀρτηρίαις ἔξωθεν ἐπιβάλλοις τι κατὰ τοῦ δέρματος ἕτερον σῶμα λεπτὸν, οἷον φύλλον, ἢ ὑμένα, ἢ ὀθόνιον, ἢ ῥάκος, ἤ τι τοιοῦτον ἄλλο. φανεῖται γάρ σοι κινούμενον αὐτῇ διαστελλομένῃ. δεύτερον δʼ αὖθις ἶσον ἐπιβάλλοντι τῷ προτέρῳ, πολλῷ νῦν ἧττον ἄμφω φανεῖται κινούμενα, καὶ εἰ τρίτον ἐπιβάλλοις, ἧττον ἔτι μακρῷ, καὶ εἰ τέταρτόν γε καὶ πέμπτον, ὥστε καὶ εἰ παντάπασιν ἀκίνητα εἶναί σοι δόξει τὰ ἐπικείμενα γεγονέναι. καὶ εἰ μὲν ἔτι μᾶλλον σφοδρὸς ὁ σφυγμὸς εἴη, πλειόνων ἐπίθεσιν ἀνέξεται σωμάτων, εἰ δʼ ἧττον, ἐλαττόνων, εἰ δὲ μηδόλως εἴη σφοδρὸς, ἴσως ἂν οὐδὲ τὴν ἑνὸς ἀνάσχοιτο σώματος ἐπιβολήν. εἰ δὲ καὶ ἀμυδρὸν αὐτὸν ἐπινοήσαις γινόμενον, οὐχ ὅπως τι τῶν ἔξωθεν ἐπικειμένων τῷ δέρματι οὐ κινήσει σωμάτων, ἀλλʼ οὐδʼ αὐτὸ πολλάκις τὸ δέρμα. καὶ γὰρ οὖν καὶ φαίνεται τοῦθʼ οὕτως γιγνόμενον, εἰς ὅσον γὰρ ἂν εὐρωστότερος ὁ τόνος ᾖ τῆς ἀρτηρίας, εἰς τοσοῦτον ὄψει τὸ δέρμα κινούμενον. ἐκλυθέντος δʼ ἱκανῶς τοῦ τόνου, παντάπασιν ἀκίνητον φαίνεται. ὡς οὖν ἡ μὲν ἰσχυροτέρα κίνησις τῆς ἀρτηρίας οὐ τὸ δέρμα μόνον, ἀλλὰ καὶ πολλὰ τῶν ἔξωθεν ἐπιτιθεμένων σωμάτων ἠδύνατο συγκινεῖν, ἡ δʼ ἀσθενεστέρα τὸ δέρμα μόνον, ἡ δʼ ἔτι μᾶλλον ταύτης ἀῤῥωστοτέρα οὐδὲ τὸ δέρμα, τί θαυμαστὸν, εἶναι ταύτης ἑτέραν πάλιν ἀσθενεστέραν, ἣ μηδὲ τοὺς ὑποκειμένας ὑμένας ταῖς ἀρτηρίαις, μηδὲ τὴν πιμελὴν ἐξαίρειν δυνήσεται; τίς οὖν ἁφὴ τῆς τοιαύτης αἰσθήσεται κινήσεως; οὐδεμία δηλονότι. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς θλῖψαι προσήκει τὸ κατὰ τῆς ἀρτηρίας δέρμα πιέσαντα τοῖς δακτύλοις, ἵνʼ ἀπαντήσωμεν ἐλλιπῶς ἀναφερομένῳ τῷ σφυγμῷ. καὶ γὰρ ἐπὶ τῶν ἐχόντων αἰσθητὴν κίνησιν, ἀμυδρῶν δὲ, θλιψάντων ἡμῶν τὸ δέρμα παντελὴς ἀσφυξία γίνεται. τί ποτʼ οὖν οἴει πείσεσθαι τὴν μηδὲ τὸ δέρμα κινεῖν δυναμένην ἀρτηρίαν, εἰ προσέτι βαρύνοιμεν αὐτὴν τοῖς δακτύλοις; ἢ δῆλον ὅτι καὶ τὸ σωζόμενον τῆς κινήσεως προσαπολέσθαι; τὸ δʼ ὅλον ἀγνοεῖν μοι δοκοῦσι τὴν ἐκ τῆς ἀνατομῆς θέσιν τῶν ἀρτηριῶν οἱ διστάζοντες ὡς τὸ πρῶτον μέρος τῆς διαστολῆς αἰσθητόν ἐστιν. οὐδεμία γὰρ αὐτῶν τοῦ δέρματος ἅπτεται, ἀλλʼ εἰ καὶ τὰς πάνυ δοκούσας προφανεῖς εἶναι καὶ πλησίον αὐτοῦ παραδείρας ἑκατέρωθεν ἐθέλοις ἐπισκοπεῖσθαι, πολὺ τοὐν μέσῳ φανεῖταί σοι τοῦ τε δέρματος καὶ τοῦ χιτῶνος τῶν ἀρτηριῶν. καὶ γὰρ ἂν καὶ ἀτόπως ἐπέπρακτο μόνον τοῦτο τῇ φύσει, καίτοι μηδὲν εἰκῆ δημιουργούσῃ, κατασκευάσαι μὲν ὄργανον πάντῃ διαστέλλεσθαι δυνάμενον, χώραν δʼ αὐτῷ μηδεμίαν παρασχεῖν ἐν ᾗ κινήσεται. ἀλλʼ οὐκ ἔχει ταῦθʼ οὕτως, πολλοῦ γε καὶ δεῖ· φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς εὐρυχωρία τις ἱκανὴ περὶ τὴν ἀρτηρίαν, εἰς ἣν ἐν ταῖς ἀμετροτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον εἰς ὅσον ἐπεφύκει. καὶ διὰ τοῦτο μικρός ἐστιν ὁ τῶν παχέων σφυγμός. τὸ μὲν γὰρ μῆκος αὐτοῦ βραχύτερον γίνεται, καὶ τὸ πλάτος στενότερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον· ἡ δʼ εἰς ὕψος ἄνοδος κωλύεται τῇ τῶν ἐπικειμένων σωμάτων εὐτροφίᾳ βαρυνθεῖσα. τῶν δʼ ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δʼ εὐρώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφʼ ὧν χαλαρόν ἐστι τὸ δέρμα κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. εἰ γὰρ οὕτως ἔχοντος σφοδρὸς ὁ σφυγμὸς, ἢ μὴ ἀμυδρός γʼ εἴη, δυνήσῃ τὸ κῶλον ὑπαλλάττων καὶ ποτὲ μὲν ὕπτιον, ποτὲ δὲ πρηνὲς ποιούμενος τὰς διαφορὰς τῶν τῆς ἀρτηρίας διαστάσεων, ἃς ἐγὼ νῦν εἶπον, φωράσαι σαφῶς τῇ θλίψει. τῷ μὲν γὰρ πλάτε καὶ τῷ μήκει τὸ πρανὲς σχῆμα πλεονεκτεῖν σοι φανεῖται, τῷ δʼ ὕψει καὶ τῷ χρόνῳ τὸ ὕπτιον. αἴτιον δʼ ἀμφοῖν τὸ χαλαρὸν τοῦ δέρματος, ἐν μὲν τοῖς ὑπτίοις σχήμασι τῆς χειρὸς ὡς ἂν ἄνωθεν ἐπικείμενον καὶ καταπῖπτον ἐπὶ τὴν ἀρτηρίαν, ἐν δὲ τοῖς πρηνέσιν ὡς ἂν κάτω ῥέπον ἐκκρεμαννύμενόν τε καὶ πλεῖστον ἀφιστάμενον. διὰ τοῦτο ἐν μὲν τοῖς ὑπτίοις σχήμασιν ἐν τῷ διΐστασθαι τὴν ἀρτηρίαν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ πλάγια περιῤῥέον, διπλοῦταί τε καὶ οἷον ῥυτιδοῦται, καὶ πλεῖστον ἀθροιζόμενον ἐνταῦθα κωλύει κατὰ ταῦτα μάλιστα τὰ μέρη, τὸ μέγεθος τοῦ σφυγμοῦ. ἐν δὲ τοῖς πρανέσιν οὐδαμοῦ βαρῦνον, οὐδὲ διακωλύον τὴν κίνησιν τῆς ἀρτηρίας, οὐδὲ τοῦ μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν ἀφαιρεῖται. πῶς οὖν οὐ καὶ κατὰ τὸ βάθος ἐπὶ πλέον ἐνταῦθα φαίνεται διαστελλόμενος ὁ σφυγμὸς, ἢ εἰ μὴ πλέον, ἀλλὰ τό γʼ ἴσον τῇ κατὰ τὸ ὕπτιον; ὅτι τῇ τοῦ πλάτους τε καὶ τῇ τοῦ μήκους αὐξήσει κατακρύπτεται τὸ βάθος. καὶ ἄλλως, οὗπερ ἕνεκα πάντα ταῦτα λέγεται, χρόνῳ πλέονι φαινομένης ὡς πρὸς τὴν ὄψιν κινεῖσθαι τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ κώλου τεταμένης τῆς ἀρτηρίας, συμφαντάζεται καὶ ἡ εἰς ὕψος ἄνοδος μείζων γίνεσθαι. τὸ γὰρ ἐν χρόνῳ πλέονι φαινόμενον ἄνω φέρεσθαι ῥᾳδίως ἀναπείθει τὴν ὄψιν, ὡς κατὰ μείζονος διαστάσεως ἐνηνεγμένον, τὸ δὲ φέρεται μὲν κατὰ τῆς ἴσης, πρός γε τὴν ἀλήθειαν, ὅπως ἂν ἔχῃ θέσεως ἡ ἀρτηρία, τῷ δὲ προτέραν εἰς τὸ δέρμα διαδίδοσθαι τὴν ἐν τοῖς ὑπτίοις σχήμασι κίνησιν ὁ χρόνος αὐξανόμενος, ὡς πρὸς τὴν ὄψιν, ὁ τῆς διαστολῆς τὴν τοῦ βάθους οὕτως συναύξει φαντασίαν. ταῦτά τε οὖν τὰ φαινόμενα καὶ ἄλλα τινὰ παραπλήσια τὰ πρῶτα μέρη τῆς διαστολῆς ἐκφεύγειν ἐνδείκνυται τὴν ὄψιν. ὅσον δέ ἐστι ταύτης τῆς κινήσεως τὸ τῇ ὄψει αἰσθητὸν, τοσοῦτον καὶ τῇ ἀβιάστῳ ἁφῇ κατά γε τοὺς σφοδροὺς σφυγμοὺς, ἐπὶ τῶν γε ἀμυδρῶν, ἔλαττον πολλάκις. φανερὸν μὲν γὰρ, ὡς οὐκ ἐνδέχεται κατὰ τὸν τοιοῦτον τρόπον τῆς ἐπαφῆς αἰσθέσθαι τῶν πρώτων τῆς διαστολῆς, ἀλλʼ οὐδʼ εἰ ψαύοις ἐπιπολῆς, οἷον αἰωρῶν τὴν χεῖρα. λοιπὸν οὖν, εἴπερ ἄρα, ἐν ταῖς θλιβούσαις ἐπιβολαῖς τῆς χειρὸς αἰσθέσθαι δυνατὸν τῶν πρώτων τῆς διαστολῆς. ἀλλʼ ὅτι γε μὴ κατὰ πάντας τοὺς σφυγμοὺς, ἀλλʼ εἴπερ οἷόν τε, κατὰ μόνους τοὺς σφοδροὺς, ἄντικρυς δῆλον, εἴ τι μεμνήμεθα τῶν εἰρημένων. τοῦτο μὲν δὴ ἡμῖν μέχρι τοσούτου προελήλυθε, τὸ μηκέτʼ ἄλλην τινὰ ἐπιβολὴν μήτʼ ἄλλον σφυγμὸν ὡμολογῆσθαι τὴν ἀρχὴν τῆς διαστολῆς αἰσθητὴν ἐγχωρεῖν ἐργάζεσθαι, πλὴν τῆς μετὰ θλίψεως ἐν τοῖς σφοδροῖς γινομένης, ἑξῆς δʼ ἴδωμεν, εἰ τοῦτʼ αὐτὸ τὸ ἐνδεχόμενον ὄντως ἀληθές ἐστιν, ἢ μόνον πιθανόν. ἐμοὶ μὲν γὰρ δοκεῖ κᾀν τούτοις διαφεύγειν ἔτι τὰ πρῶτα τῆς διαστολῆς, οὐ μὴν ὁμοίως γʼ ὥσπερ ἐπὶ τῶν ἄλλων σφυγμῶν, ἀλλὰ παντελῶς ἐλάχιστον εἶναι τὸ λανθάνον. μάθοις δʼ ἂν, εἰ νοήσαις, ὡς ἀναγκαῖόν ἐστι τὴν ἐκ τῆς ἀρτηρίας ἀρχομένην κίνησιν διαδοθῆναι, πρώτοις μὲν τοῖς περικειμένοις σώμασιν, εἶτα τῷ δέρματι παντὶ, καὶ τότʼ ἤδη τοῖς ἡμετέροις δακτύλοις. οὔκουν ἐνδέχεται παντάπασιν ἄχρονον εἶναι τὴν οὕτω γινομένην τῆς κινήσεως μετάληψιν. εἰ δὲ τοῦτʼ ἀληθὲς εἴρηται, λανθάνειν ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν τῆς κινήσεως. ἀλλὰ κᾀκ τοῦ πολὺ μακροτέρας αἰσθάνεσθαι τὴν ἁφὴν τῆς μετὰ τὸ συνιζῆσαι τὴν ἀρτηρίαν πρὸ τοῦ διαστέλλεσθαι γιγνομένης ἡσυχίας ἤπερ τῆς μετὰ τὸ διασταλῆναι πρὸ τοῦ συνιζάνειν οὐκ ἀλόγως ἄν τις ὑπονοήσειεν, ἐκφευγόντων ἡμᾶς μορίων τινῶν τῆς ἐντὸς κινήσεως τοῦτο γίνεσθαι. δῆλον γὰρ, ὡς εἴπερ ἄληπτον τὸ πρῶτον τῆς διαστολῆς, εἴη ἂν καὶ τὸ τῆς συστολῆς ἔσχατον ἀδιάγνωστον. οὐ γὰρ ἄν ποτε πλείονος, ἢ μείζονος αἴσθοιτο κινήσεως κατὰ τὴν συστολὴν ἡ ἁφὴ, εἴ γε ἀσμενιστέον ἐστὶ κᾂν τῆς ἴσης αἰσθέσθαι τῆς διαστολῆς. δηλοῦσι δὲ τοῦτο οἱ μηδόλως αὐτὴν αἰσθητὴν εἶναι λέγοντες, οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες, οὔτʼ εὐκαταφρόνητοι κατὰ τὴν ἐν τῇ τέχνῃ τριβήν. ἡμεῖς δʼ, ὅτι μὲν αἰσθητὴ, καὶ πότε, μάλιστα φθάνομεν ἤδη δεδιδαχότες, συναπεδείξαμεν δὲ καὶ ὡς οὐκ ἐνδέχεται πλείονος αἰσθάνεσθαι κινήσεως τὴν ἁφὴν ἐν ταῖς συστολαῖς ἤπερ ἐν ταῖς διαστολαῖς, πλὴν εἰ μεταβολή ποτε κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἢ τῆς συστολῆς γίγνοιτο. τοῦτο δʼ ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις συμβαίνει. κείσθω τοίνυν καὶ διὰ τὸ τῆς ἐντὸς ἠρεμίας μέγεθος ἐκφεύγειν τὴν αἴσθησίν ποτε τό τε τῆς συστολῆς πέρας καὶ τὴν τῆς διαστολῆς ἀρχὴν, καὶ ἡμῖν ἤδη καὶ τὸ ἕτερον τῶν ζητημάτων τὴν προσήκουσαν ἐχέτω τελευτήν. ἑξῆς γὰρ ἦν τῷ περὶ τῆς διαστολῆς, εἰ ἔστιν αἰσθητὴ πᾶσα, τὸ περὶ τῆς συστολῆς ὁμοίως ἐπισκέψασθαι. φαινόμεθα δʼ ἐξ ὧν περὶ τῆς διαστολῆς εἴπομεν ἤδη καὶ τὸν περὶ τῆς συστολῆς πεπληρωκέναι λόγον. εἰ γὰρ οὐκ ἐνδέχεται πλείονος αἰσθέσθαι κινήσεως ἐν ταῖς συστολαῖς, ἀλλʼ ἤτοι τῆς ἴσης τῇ κατὰ τὰς διαστολὰς, ἢ ὅπερ ἀληθὲς, ἐλάττονος, πάσης δʼ οὐκ αἰσθανόμεθα τῆς ἐν ταῖς διαστολαῖς, δῆλον ὡς οὐδὲ πάσης αἰσθανόμεθα τῆς ἐν ταῖς συστολαῖς.
Λοιπῶν δʼ ὄντων δυοῖν προβλημάτων, τοῦ τε πόσον ἀναίσθητόν ἐστι τῆς διαστολῆς εἰπεῖν καὶ τοῦ πόσον τῆς συστολῆς, ἐοίκαμεν καὶ περὶ τούτων ἐξ ὧν εἰρήκαμεν ἔχειν ἤδη τὸ καθόλου. τοσοῦτο γὰρ ἀναίσθητον τῆς διαστολῆς ὁ λόγος ἀπέδειξεν, ὅσον ἐν τῷ μεταξὺ γίγνεται τῆς τε πρώτης ὁρμῆς τοῦ κινεῖσθαι τὴν ἀρτηρίαν καὶ τοῦ διαδοθῆναι τὴν πληγὴν ἄχρι τῆς ἡμετέρας ἁφῆς. κατʼ εἴδη δὲ τέμνοντες αὐτὸ, πλεῖστον μὲν ἐν τοῖς ἀμυδροῖς τε ἅμα καὶ μεγάλοις εὑρήσομεν, ὧν ἐπιπολῆς ἐψαύομεν, ἐλάχιστον δʼ ἐν τοῖς σφοδροῖς, οὓς θλίβοντες διεγινώσκομεν, μέσον δʼ ἀμφοῖν ἐν ταῖς μέσαις ἐπιβολαῖς τῆς χειρὸς, κᾀν ταύταις δὲ παρὰ τὸ σφοδρὸν ἢ οὐ σφοδρὸν εἶναι τὸν σφυγμὸν ἄνισον. ἐπειδή τοι ἴσον αἰσθανόμεθα τῆς συστολῆς, ὅσον περ καὶ τῆς διαστολῆς, ἢ βραχεῖ τινι μεῖον, εἴη ἂν καὶ τὸ τῆς συστολῆς ἀναίσθητον ἤτοι τοσοῦτον, ὅσον καὶ τὸ τῆς διαστολῆς, ἢ βραχεῖ τινι πλέον. τὰ μὲν οὖν πρῶτα ζητήματα καὶ οἱονεὶ στοιχεῖα τοῦ λόγου.
τὰ περὶ τῶν κυριωτάτων μερῶν τοῦ σφυγμοῦ σχεδὸν ἤδη τέλος ἔχει. τὰ γὰρ ὑπόλοιπα δύο κατά τι συμβεβηκὸς μᾶλλον, οὐ κυρίως οὐδὲ πρώτως ἐστὶ μόρια τοῦ σφυγμοῦ, ἥ τʼ ἐντὸς καὶ ἡ ἐκτὸς ἡσυχία τῆς ἀρτηρίας. ἐπεὶ δὲ καὶ διὰ τούτων προγινώσκεταί τινα, περὶ τῆς διαγνώσεως αὐτῶν ἀναγκαῖον εἰπεῖν. τὴν μὲν οὖν ἐκτὸς ἡσυχίαν ἁπλῶς ἐπιβάλλων τὴν χεῖρα μάλιστʼ ἂν γνωρίσαις πηλίκη τίς ἐστιν, ἢ εἰ καὶ θλίβειν ἐθέλοις ἐν τοῖς σφοδροῖς δηλονότι σφυγμοῖς, εἰς τοσοῦτον βιαζόμενος, εἰς ὅσον οὐδὲν κωλῦσαι τῆς κινήσεως· τὴν δὲ ἐντὸς εἰ θλίβοις εἰς ὅσον ἡ παροῦσα σφοδρότης ἐγχωρεῖ, μάλιστʼ ἂν οὕτως διαγνοίης. καὶ τὴν μὲν ἐκτὸς ἠρεμίαν ὅλην ἀκριβῶς διαγνώσῃ δεόντως ἁπτόμενος, τὴν δʼ ἐντὸς, ὡς καὶ πρόσθεν εἴρηται, σὺν τοῖς ἀναισθήτοις μορίοις ἑκατέρας τῶν κινήσεων, τοῦ τε τῆς συστολῆς πέρατος καὶ τῆς ἀρχῆς τοῦ διαστέλλεσθαι. τὰς δʼ αἰτίας τούτων οὐ χαλεπὸν μὲν οὐδʼ αὐτῷ τινι τῶν ἐντυγχανόντων ἐξευρίσκειν, εἰ μὴ μάτην τῶν ἔμπροσθεν ἤκουσεν, εἰρήσονται δὲ καὶ πρὸς ἡμῶν οὐδὲν ἧττον διὰ βραχέων. ἐπεὶ τοίνυν οὐκ ἐνδέχεται γνῶναι, εἰ τοιαύτην τινὰ τὴν ἐκτὸς ἠρεμίαν ὁ σφυγμὸς ποιεῖται, μὴ συγχωρήσαντες κινηθῆναι τὴν ἀρτηρίαν ὡς ὅσον οἷόν τε, κωλύομεν δʼ, ὅταν ἀμετρότερον ἐπιθλίβωμεν, δῆλον ὡς οὐκ ἄν ποτε σαφῶς αἰσθησόμεθα τοῦ ποσοῦ τῆς ἐκτὸς ἠρεμίας, εἰ θλίβοιμεν ὑπὲρ τὴν παροῦσαν σφοδρότητα. ἀλλὰ ἴσως τις ἐρεῖ τὸ μὲν τῆς διαστολῆς μέγεθος θλιβόντων κωλύεσθαι, τὴν δὲ κίνησιν ἐμφαίνεσθαι μέχρι παντὸς, ἀπωθεῖσθαι γὰρ ὑπὸ τῆς ἀρτηρίας ἀνιούσης τὴν ἁφὴν, καὶ τότε παύεσθαι πρῶτον ὠθουμένην τε καὶ κινουμένην ὑπʼ αὐτῆς, ὅταν κᾀκείνη παύσηται. τοῦτο δʼ ὅτι ψεῦδός ἐστιν ἐν τῷ καθόλου καὶ διορισμοῦ δεῖται, γνωσόμεθα ῥᾳδίως, ἂν τῶν ἔμπροσθεν ἀναμνησθῶμεν, ἡνίκʼ ἐλέγομεν, ὡς κινουμένην τὴν ἀρτηρίαν ἐνίοτε συμβαίνει μὴ συγκινεῖν ἑαυτῇ τὰ ἐπικείμενα, νικηθεῖσαν ὑπὸ τοῦ βάρους αὐτῶν. οὐκ οὖν οὐδʼ ὁπόταν πιέζωμεν, εὔλογόν ἐστιν ἄχρι τοσούτου χρόνου προϊέναι τὴν κίνησιν αὐτῆς αἰσθητὴν ἐν ἅπασι τοῖς σφυγμοῖς, εἰς ὅσον ἄθλιπτος τε καὶ ἀβίαστος οὖσα προΐῃ. ὥστε κινουμένης κατὰ τὸν ἑαυτῆς λόγον τῆς ἀρτηρίας ἡσυχάζειν πολλάκις ἡμῖν ἤδη δόξουσιν οἱ σφυγμοὶ, καὶ τοσούτῳ θᾶττον ἄρχεσθαι τῆς ἠρεμίας, ὅσῳ τῆς αἰσθητῆς κινήσεως ἠκολούθησαν. ἐπεὶ δʼ ὅσον ὠθεῖ τὴν ἁφὴν ὁ σφυγμὸς ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, τοσοῦτον κᾀν τῷ συστέλλεσθαι γίγνεται τὸ αἰσθητὸν, ἀνάγκη πᾶσα μηδὲ τῶν πρώτων μορίων τῆς συστολῆς αἰσθάνεσθαι, ἀναισθήτων γενομένων τῶν ἐσχάτων τῆς διαστολῆς. πῶς οὖν δυνατὸν ἀκριβῶς διαγνῶναι τὴν ἐκτὸς ἠρεμίαν τὸν οὕτως ἁπτόμενον ὡς οὐκ ἐνδέχεται; μετρεῖν γὰρ δεῖ τὸ ποσὸν τῆς θλίψεως πρὸς τὴν ῥώμην τῆς ἀρτηρίας, εἰς τοσοῦτον θλίβοντας, εἰς ὅσον μηδὲν τῶν ἐσχάτων τῆς κινήσεως μορίων ἀναίσθητον ἔσται. δῆλον οὖν ὡς οὐκ ἐνδέχεται θλίβειν ἐν ἅπασιν, ἀλλʼ ἐν τοῖς σφοδροῖς μόνοις, οὐδʼ ἐν τούτοις εἰς τοσοῦτον, ὡς κινῆσαι τῷ βιαίῳ τῆς ἐπιβολῆς τὴν ῥώμην τῆς ἀρτηρίας. ἀσφαλέστατον οὖν, ὅταν τὴν ἐκτὸς ἡσυχίαν διαγινώσκειν ἐθέλῃς, ἀβιάστως ἐπιβάλλειν τὴν ἁφήν· τὴν δʼ ἐντὸς ἐκ τῶν ἐναντίων, εἰ μὴ βιάζοιο καὶ θλίβοις, οὐκ ἂν γνωρίσαις. ἀκολουθῆσαι γὰρ δεῖ τὴν ἁφὴν μέχρι παντὸς συστελλομένῃ τῇ ἀρτηρίᾳ, θλίβειν δʼ ἐν τοῖς σφοδροῖς μόνοις ἐγχωρεῖ. δῆλον οὖν ὡς καὶ ἐν τούτοις μόνοις διαγνωρίσει τὴν ἐντὸς ἡσυχίαν, οὐ μὴν οὐδʼ ἐν τούτοις ἀκριβῶς, ἀλλὰ πολλάκις μὲν συχνῷ μείζονος ἤπερ ὄντως ἐστὶ, πολλάκις δʼ ὀλίγῳ μὲν, ὅμως δʼ οὖν ἔτι μείζονος αὐτῆς ἐπαισθήσει. προσέρχονται γὰρ ἐξ ἀνάγκης δύο χρόνοι τῶν ἀναισθήτων μορίων ἑκατέρας τῶν κινήσεων, ὁ μὲν ἐπὶ πέρατι τῆς συστολῆς, ὁ δʼ ἐν ἀρχῇ τῆς διαστολῆς, ὧν ἄλλοτʼ ἄλλο μῆκος ἐχόντων, ὡς ἔμπροσθεν ἐδείξαμεν, οὔτʼ ἴσον ἀεὶ τὸ προσιὸν ἔσται τῷ χρόνῳ τῆς ἐντὸς ἡσυχίας οὔτʼ ἀκριβής ποθʼ ἡ διάγνωσις.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Β.
Ὅπως μὲν οὖν χρὴ τὰ μέρη τοῦ σφυγμοῦ διαγινώσκειν ἐν τῷ πρὸ τοῦδε λόγῳ δεδήλωται· ὡς δʼ ἄν τις καὶ τὰ τοῖς μέρεσιν αὐτοῖς ὑπάρχοντα γνωρίζειν ἱκανὸς εἴη, νῦν ἐροῦμεν, ἀπὸ τοῦ τῆς διαστολῆς ἀρξάμενοι λόγου. καὶ γὰρ κυριώτατον τοῦτο τῶν τοῦ σφυγμοῦ μερῶν καὶ πλείστην μὲν ἔχον τὴν ποικιλίαν τῆς διαγνώσεως, πλείστην δὲ τῆς διʼ ἑαυτοῦ προγνώσεως τὴν χρείαν. ὄντων δὲ πλειόνων τῶν ὑπαρχόντων ταῖς διαστολαῖς, κυριώτατον ἁπάντων καὶ κατὰ τὸν τῆς οὐσίας τῶν σφυγμῶν μάλιστα λόγον ἡ κίνησίς ἐστιν. ἁπάσῃ δὲ κινήσει χρόνος τέ τις ἐν ᾧ γίνεται συμβέβηκε καὶ τάχος, ἢ βραδύτης, ἢ ὁμαλότης, ἢ ἀνωμαλία, καὶ πρὸς τούτοις ἔτι διάστημα καθʼ οὗ φέρεται. περὶ τούτων οὖν πρῶτον λεγέσθω. καὶ γὰρ οὐδὲ δοκεῖ τοῖς πλείστοις τῶν ἰατρῶν ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως εἶναι διάγνωσις, ἑτέρα δʼ ἡ τοῦ τάχους τε καὶ τῆς βραδύτητος. εἰ γὰρ γνωσθείη πόσος τίς ἐστιν ὁ χρόνος, εὐθὺς καὶ πότερα ὠκέως, ἢ βραδέως, ἢ συμμέτρως κεκίνηται, δῆλον ὑπάρχειν φασίν. ἐμοὶ δʼ ἑτέρα μὲν ἡ τοῦ χρόνου φαίνεται διάγνωσις, ἄλλη δὲ ἡ κατὰ βραδύτητα καὶ τάχος. οὐ γὰρ εἰ βραχύτερος ὁ τῆς κινήσεως εἴη χρόνος, ἤδη καὶ τὸν σφυγμὸν ὠκύτερον εἶναί φημι. τὴν δʼ ἀπάτην τοῖς οὕτως ὑπολαμβάνουσιν ἐκ τοῦ κατὰ τὸν ταχὺν καὶ βραδὺν σφυγμὸν ὅρου νομίζω γεγονέναι, ὃς, ἐὰν μὲν τοῦθʼ ὃ νοοῦσιν οὗτοι δηλοῖ, μοχθηρός ἐστιν, εἰ δʼ ὡς ἡμεῖς ἀκούομεν, ὁ μὲν ὅρος ὀρθὸς, οὗτοι δʼ οὐ συνιᾶσιν αὐτοῦ. λέγει μὲν γὰρ ὁ ὅρος, ταχὺν εἶναι σφυγμὸν τὸν ἐν ὀλίγῳ χρόνῳ τὴν κίνησιν περιγράφοντα καὶ βραδὺν τὸν ἐν πολλῷ. τοῦ δʼ ὀλίγου καὶ τοῦ πολλοῦ πρὸς τὶ λεγομένων, οὗτοι μὲν οἴονται τοὺς τῶν σφυγμῶν χρόνους ἀλλήλοις παραβάλλεσθαι. τὸ δʼ ἀληθὲς οὐκ οὕτως ἔχει. πολλάκις γὰρ ἡ τοῦ μακρότερον τὸν χρόνον ἔχοντος σφυγμοῦ κίνησις ὠκυτέρα τῆς τὸν βραχύτερον ἐχούσης ἐστίν. καὶ τοῦτʼ εἰ μή τις ἀκριβῶς διαγνοίη, πολλὰ καὶ μεγάλα τῶν ἐκ τῆς διὰ σφυγμῶν προγνώσεως εὑρισκομένων ἀγνοήσει. τοῖς μὲν οὖν ἡμῶν πεπειραμένοις ἐπʼ αὐτῶν τῶν ἀῤῥώστων καὶ τόπους πεπονθότας πολλάκις εἰρηκότων, πρὶν γυμνῶσαι τὰ μέρη, καὶ τῶν ἐπιγινομένων τε καὶ προγεγονότων αἰτίων καὶ συμπτωμάτων ἕκαστον οἶδʼ ὅτι τῶν νῦν λεχθησομένων οὐδὲν ἄπιστον εἶναι δόξει. τὴν γὰρ ἀκριβεστάτην ἁπασῶν πίστεων ἐσχήκασιν οὗτοι διὰ τῆς τῶν προῤῥηθέντων ἀληθείας, τοῖς δʼ ἄλλοις ἄπιστος τήν γε πρώτην ὁ λόγος φαίνεται καὶ θρασὺς, εἰ τοσούτους τε καὶ τοιούτους ἰατροὺς σφάλλεσθαι λέγοιμεν ἐν ταῖς τοῦ τάχους τε καὶ τῆς βραδύτητος διαγνώσεσιν. εἰ δʼ ἀνάσχοιτό τις καὶ προσοῖτο τῶν νῦν λεγομένων ἐπακοῦσαι λόγων, οἶδʼ ὅτι κᾂν μὴ τελέως αὐτὸν πείσω πιστεύειν, ἀλλʼ ἀποστήσω τοῦ παντάπασιν ἀπιστεῖν τοῖς λεγομένοις. οὐ γὰρ οἷόν τε μεταπεῖσαι ῥᾳδίως περὶ τῶν ἐκ μακροῦ χρόνου παμπόλλοις ὡμολογημένων, καὶ μάλισθʼ, ὅταν οὕτω παμπόλλης τε καὶ ἀκριβοῦς δέηται θεωρίας. καὶ εἰ τῇ θεωρίᾳ δέ τις αὐτῶν παρακολουθήσειεν, ἀλλʼ ἵνα καὶ τῇ πείρᾳ γε κρίνῃ, παμπόλλης γε δεῖται κατὰ τὴν ἁφὴν τριβῆς. ὁ γοῦν μυρμηκίζων καλούμενος σφυγμὸς, ἀκριβοῦς αἰσθήσεως δεόμενος εἰς διάγνωσιν, ὡς ἂν εἰς ἐσχάτην ἀμυδρότητά τε καὶ μικρότητα καταπεπτωκὼς, τὴν ἀρχὴν ὅλως ἐστὶ λανθάνων τοὺς ἀγυμνάστους τὴν ἁφήν. ὥστε πολλάκις ἀσφύκτους εἶναι λέγουσι τοὺς ἀνθρώπους ἐφʼ ὧν ὁ τοιοῦτος εὑρίσκεται σφυγμός. εἰ τοίνυν τοῖς ταχὺν εἰποῦσιν αὐτὸν ἀντιλέγοιμι, καὶ πόθεν ἐσφάλην δεικνύοιμι, τίς ἄν μοι κριτὴς γένοιτο; τοὺς γὰρ μηδʼ εἰ τὴν ἀρχὴν ὁ σφυγμὸς οὗτος ὑπάρχει τῷ νοσοῦντι διαγνῶναι δυναμένους πῶς ἂν ποῖός τίς ἐστι διδάξαιμι; ταῦτʼ ἄρα καὶ λέγειν ὀκνῶ περὶ τῆς τοιαύτης θεωρίας. ἀρκεῖ γὰρ ἐπὶ τῶν ἔργων δεικνύναι τὴν ὕπαρξιν αὐτῆς. ἐπεὶ δʼ, ὅπερ ἐλέχθη καὶ καταρχὰς, οὐ πρὸς τοὺς πολλοὺς ταῦτα τὰ γράμματα σύγκειται, ἀλλὰ τὸν ἕνα τῶν μυρίων ἄξιον ἀναμένει, διʼ ἐκεῖνον γραπτέον τοὺς λόγους, οἳ μυριάκις πρότερον ὡς ἀδύνατοί τε καὶ ἀλαζόνες προπηλακισθήσονται, πρὶν εἰς τὸν ἄξιον ἀφικέσθαι. δέομαι γὰρ ἐγὼ νῦν ἀκροατοῦ τινὸς, οἷος ἦν Ἀρχιγένης, ἵνʼ εἴπω πρὸς αὐτὸν οὑτωσί· τί δή ποτʼ, ὦ γενναιότατε, ταῦτα γράφεις ἐν τῷ περὶ σφυγμῶν σου γράμματι, περὶ τοῦ μυρμηκίζοντος σφυγμοῦ διαλεγόμενος ὡδί πως κατὰ λέξιν; σύνθετος δέ μοι δοκεῖ εἶναι ἐκ μικρότητος, ἀμυδρότητος, πυκνότητος, ἀναγκαίως δὲ καὶ ταχύτητος. οὐ γὰρ οἶδα τί σοι βούλεται τὸ πάντων ἔσχατον εἰρημένον. ὥστε τά γε πρὸ τούτου συνίημί τε καὶ ἀποδέχομαι παντὸς μᾶλλον ἀληθῆ τε ὄντα καί σοι πρέποντα. τὸ δʼ ἀναγκαίως ἐζεῦχθαι ταχύτητα τῷ μυρμηκίζοντι πῶς εἴρηται ζητῶ. πλέον γάρ ἐστι τοῦ ψιλῶς ῥηθέντος ἂν, χωρὶς τοῦ προσκεῖσθαι τὸ ἀναγκαίως. καὶ ἦν μὲν ἂν καὶ τοῦτο ψεῦδος. ἀλλʼ ἄνευ προσθήκης εἰρημένον ἐν μόνῃ τῇ τῆς ἁφῆς ἁμαρτίᾳ ἐφαίνετʼ ἂν ἔχειν τὴν ἀπάτην, τὸ δʼ ἀναγκαίως προσκείμενον λογικήν τινʼ ὑπόληψιν ἐμφαίνει. τίς οὖν ἐστιν αὕτη μαθεῖν ἐδεόμην. ἐγὼ μὲν γὰρ οὐδὲ μίαν ἀνάγκην ὁρῶ, διʼ ἣν ἄῤῥωστόν τε καὶ πυκνὴν καὶ μικρὰν κίνησιν εὐθὺς καὶ ταχεῖαν εἶναι νομιῶ. οὐδὲ γὰρ αὐτὸς ὁ μύρμηξ, ᾧ παρώνυμος ὁ σφυγμὸς, τῶν ὠκέως κινουμένων ἐστὶν, ἀλλὰ βραχείας μὲν αὐτοῦ καὶ ἀμυδρὰς καὶ πυκνὰς τὰς κινήσεις ὁρῶμεν, ὠκείας δὲ οὐδαμῶς. τίνι γὰρ τούτων ἐξ ἀνάγκης ὠκύτης ἕπεται; πότερον τῇ ἀμυδρότητι; ἀλλὰ θαυμάζοιμʼ ἂν, εἴ τις τῶν ἄλλων ἁπάντων ἐπίσης ἐχόντων, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὠκέως κινήσεται, τοὐναντίον γὰρ ἅπαν ἐπὶ τοῖς ἄλλοις ὡσαύτως ἔχουσιν ἡ ῥώμη τῆς δυνάμεως προσιοῦσα ταχεῖαν τὴν κίνησιν ἐργάζεται, ὡς κᾀν τοῖς περὶ σφυγμῶν αἰτίοις ἀποδείκνυμεν. ἀλλʼ οὐδʼ ἡ πυκνότης αἰτία τοῦ τάχους. τίς γὰρ ἀνάγκη τὸν πυκνῶς Ἀθήνηθεν εἰς τὸν Πειραιᾶ πορευόμενον εὐθὺς καὶ τρέχειν; ἄλλαι μὲν γὰρ αἰτίαι τοῦ πυκνῶς τι πράττειν, ἄλλαι δὲ τοῦ ταχέως. ἀλλʼ ἴσως διὰ τὴν μικρότητά φησιν ἐξ ἀνάγκης εἶναι τὸν μυρμηκίζοντα σφυγμὸν ταχύν. τί γὰρ ἄλλο τις ἐπινοήσει; εὔλογον μὲν οὖν τό γε τοιοῦτον, εἰ δὲ καὶ ἀληθὲς ἤδη σκοποῦμεν. ἀναγκαῖον μὲν γάρ ἐστι τὴν ἀρτηρίαν κατὰ βραχυτάτης διαστάσεως φερομένην ἐλάττονα χρόνον ἀναλοῦν ἤπερ ὅτε κατὰ μεγίστης ἐφέρετο, οὐ μὴν ἥτις ἐν ὀλίγῳ χρόνῳ περιγράφεται κίνησις, ἀναγκαῖόν ἐστι ταύτην ὠκεῖαν εἶναι τὴν οὖν ἐν πολλῷ χρόνῳ γινομένην ὠκεῖαν εἶναι λέγεις; ἴσως ἄν τις ἐπανέροιτο. ἐγὼ δʼ οὐ ταύτην φημί. καθόλου γὰρ οὐκ ἀξιῶ τοῦ χρόνου τὸ ποσὸν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ καὶ τῆς διαστάσεως. ὅταν οὖν ἐθέλῃς πυθέσθαι μου τὴν ἐν ὀλίγῳ χρόνῳ γινομένην κίνησιν, ὁποίαν τινὰ εἶναί φημι, πρόσθες εὐθέως τὸ ποσὸν τῆς διαστάσεως, ἵνʼ ἀποκρίνω καί σοι. εἰ δὲ μὴ, ἀλλʼ ἐγὼ προσθήσω καὶ διωρισμένως ἐρῶ, τὰς ἐν ἐλάττονι χρόνῳ γινομένας κινήσεις οὐκ ἐξ ἅπαντος εἶναι τῶν ἐν πλέονι συντελουμένων ὠκυτέρας. ἀλλʼ εἰ μὲν ὁ αὐτὸς ὑπάρχει λόγος τῷ τε χρόνῳ πρὸς τὸν χρόνον καὶ τῇ διαστάσει πρὸς τὴν διάστασιν, ἰσοδρομοῦσιν· εἰ δʼ ἤτοι τοῦ χρόνου πρὸς τὸν χρόνον, ἢ τῆς διαστάσεως πρὸς τὴν διάστασιν ὁ λόγος μείζων γένοιτο, τὴν μὲν ὠκυτέραν οὕτως, τὴν δὲ βραδυτέραν ἔσεσθαί φημι κίνησιν. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν· σὺ δʼ εἰ μὲν ἐνόησας, ἔχοι τάχʼ ἂν ἤδη τὴν προσήκουσαν ὁ λόγος τελευτήν· εἰ δʼ οὐκ ἐνόησας, ἐξηγήσομαί σοι διὰ μακροτέρων τὸ ταχέως εἰρημένον. ὅσαι μὲν ἐν ἴσοις χρόνοις ἴσα μήκη διέρχονται, κινήσεις ταύτας ἰσοχρόνους τε καὶ ἰσοδρόμους ὀνομάζομεν· ὅσαι δʼ ἐν ἴσῳ μὲν χρόνῳ, μείζονα δʼ ἀνύουσι διαστήματα, ταύτας ὠκυτέρας. ὁμοίως δὲ καὶ ὅσαι διάστημα μὲν ἴσον, ἐλάττονι δὲ χρόνῳ. παραδείγματος δʼ ἕνεκα δύο τινὲς ἄνθρωποι σταδίους πεντήκοντα διερχέσθωσαν ὥρᾳ μιᾷ, ἰσοδρόμους ἂν εἴποις τοὺς τοιούτους· εἰ δʼ ὁ μὲν ἕτερος ὥρᾳ μιᾷ διανύσειεν, ὁ δʼ ἕτερος τριάκοντα, δῆλον ὡς θᾶττον ἂν εἴη κινούμενος ὁ πρότερος ὁ τὴν μείζονα διάστασιν ἐν ἴσῳ χρόνῳ διελθών. εἰ δὲ τοὺς πεντήκοντα σταδίους ὁ μὲν ὥρᾳ μιᾷ, ὁ δὲ τρισὶν εἰ οὕτως ἔτυχε διέλθοι, δῆλον ὡς ὁ πρότερος ὠκύτερος, εἴ γε τὸ ἴσον διάστημα θᾶττον ἤνυσεν. ἐν μὲν δὴ τούτοις οὐδὲν ἀσαφές. ἴσως δʼ ἐν τοῖς ἐφεξῆς, ἄν γε μὴ προσέχωσι τὸν νοῦν· προσέχουσι δὲ κᾀκεῖνα παραπλησίως τούτοις ἔσται σαφῆ. ποιήσωμεν γὰρ δυοῖν τινων κινήσεων τὴν μὲν ἐν ὥρᾳ μιᾷ πεντήκοντα, τὴν δʼ ἐν τρισὶν ἑκατὸν πεντήκοντα διανύουσαν σταδίους. ἆρα οὖν καὶ ταύτας ἂν εἴποιμεν ἰσοδρόμους; πάνυ μὲν οὖν. εἰ γὰρ ἡ τοὺς πεντήκοντα κινηθεῖσα σταδίους ἐν ὥρᾳ μιᾷ ταῖς τρισὶν ἔτυχε κινουμένη, πάντως ἄν που καὶ αὕτη πρὸς τοὺς πεντήκοντα τοὺς ἑκατὸν ἐκινήθη. καὶ εἰ τούτους ἐν τρισὶν ὥραις κινουμένη μιᾷ μόνον ὥρᾳ κινηθεῖσα ἔτυχε, πάντως ἂν καὶ ἥδε τοὺς πεντήκοντα μόνους ἐκινήθη. ὥστʼ εἶεν ἂν ἰσόδρομοι αἱ ἐν ἴσοις χρόνοις ἴσα διαστήματα περαίνουσαι. προσέχειν οὖν δεῖ τοῖς τε τῶν διαστάσεων μήκεσι καὶ τοῖς τῶν χρόνων, ἵνʼ εἰ μὲν ὃν ἔχει λόγον ἡ διάστασις πρὸς τὴν διάστασιν, τὸν αὐτὸν ὁ χρόνος ἔχοι πρὸς τὸν χρόνον, ἰσοδρόμους εἶναι λέγωμεν τὰς κινήσεις. εἰ δʼ ἤτοι μεῖζον ἔχοι τὸ διάστημα πρὸς τὸ διάστημα ἤπερ ὁ χρόνος πρὸς τὸν χρόνον, ἢ ὁ χρόνος πρὸς τὸν χρόνον ἤπερ ἡ διάστασις πρὸς τὴν διάστασιν, μηκέτι ἰσοδρόμους αὐτὰς εἶναι νομίζωμεν. ἔστω γὰρ ἡ μὲν διάστασις τῆς διαστάσεως τετραπλάσιος, ὁ δὲ χρόνος τοῦ χρόνου διπλάσιος· δῆλον ὡς μείζονα λόγον ἡ διάστασις ἕξει πρὸς τὴν διάστασιν ἤπερ χρόνος πρὸς τὸν χρόνον, καὶ οὕτως γένοιτʼ ἂν ἡ ἑτέρα τῶν κινήσεων ὠκυτέρα. φέρε γὰρ εἶναι τῆς μὲν τὴν διάστασιν τετρακοσίων πηχέων, τῆς δὲ ἑκατὸν, τὸν δὲ χρόνον τῆς προτέρας μὲν δυοῖν, τῆς δʼ ἑτέρας μιᾶς ὥρας, εἰ τοίνυν ἡ μὲν ἑτέρα τῶν κινήσεων ἐν δυοῖν ὥραις τετρακοσίους διῆλθε πήχεις, ἡ δʼ ἑτέρα ἐν μιᾷ τοὺς ἑκατὸν, δῆλον ὡς, ἐὰν μὲν τὴν προτέραν τοὺς ἑκατὸν μόνους κινουμένην νοήσωμεν, ἐν ὥρας ἡμίσει μέρει κινηθήσεται. καὶ οὕτως ὠκυτέρα τῆς δευτέρας γενήσεται, τὴν ἴσην διάστασιν ἐν ἐλάττονι χρόνῳ κινηθεῖσα. ἐὰν δὲ τὴν δευτέραν τοὺς τετρακοσίους νοήσωμεν κινουμένην, τεττάρων ὡρῶν αὕτη δεήσει, καὶ οὕτως ἔσται βραδυτέρα τῆς προτέρας, εἴ γε τὸ ἴσον διάστημα πλέονι χρόνῳ κινήσεται. φανερὸν οὖν ὡς, ὅταν ἡ διάστασις τῇ διαστάσει παραβαλλομένη μείζονα λόγον ἔχῃ, τῷ χρόνῳ τοῦ χρόνου παραμετρουμένου τὴν τοιαύτην κίνησιν ὠκυτέραν ἀναγκαῖον ὑπάρχειν· εἰ δʼ ἔμπαλιν ἡ τῆς προτέρας κινήσεως διάστασις πρὸς τὴν τῆς δευτέρας ἐλάττονα λόγον εἶχεν ἤπερ ὁ χρόνος πρὸς τὸν χρόνον, ἀναγκαῖον ἂν ἦν τὴν προτέραν εἶναι βραδυτέραν. εἰρήσεται δὲ καὶ αὐτοῦ τούτου παράδειγμα. νόησον γάρ μοι τῆς προτέρας κινήσεως τὸ μὲν διάστημα τοῦ τῆς δευτέρας διαστήματος εἶναι διπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου τετραπλάσιον, ὥστʼ εἰ τύχοι τὴν μὲν προτέραν τέτταρας πήχεις τέτταρσιν ὥραις κινεῖσθαι, τὴν λοιπὴν δὲ δύο πήχεις ὥρᾳ μιᾷ, δῆλον ὡς, ἐὰν τὴν προτέραν τοὺς δύο μόνους πήχεις νοήσωμεν κινουμένην, δυοῖν ὥραιν κινήσετʼ ἂν, καὶ οὕτως ἔσται τῆς δευτέρας τῆς τοὺς αὐτοὺς δύο πήχεις ὥρᾳ μιᾷ κινουμένης βραδυτέρα. ἄν θʼ ἡ δευτέρα τοὺς τέτταρας πήχεις κινηθῇ, δυοῖν ὥραιν κινηθήσεται, καὶ οὕτως ἔσται τῆς τοὺς τέσσαρας τέσσαρσι κινουμένης ὠκυτέρα. τὸ γὰρ ἴσον διάστημα θᾶττον ἀνύσει. τούτου τοίνυν ὑποκειμένου, δύο τινὰς ἐννοήσωμεν ἤδη σφυγμοὺς ἀνίσους τῆς εἰς ὕψος ἀνόδου. ταύτης γὰρ μάλιστα τῆς διαστάσεως εἰς τὸν λόγον δεόμεθα, καὶ ποιήσωμεν εἰ βούλει παραδείγματος ἕνεκα τὸ μὲν βάθος τοῦ βάθους δεκαπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου διπλάσιον· ἆρʼ οὐ φανερῶς ἡμῖν, εἴ τι μεμνήμεθα τῶν προειρημένων, ὁ σφυγμὸς ὁ δεκαπλάσιον ἔχων τὸ ὕψος ὠκύτερος ἔσται πολὺ θατέρου; εἰ γὰρ τὴν αὐτὴν κίνησιν διαφυλάττων ὁ ταπεινὸς δεκάκις αὐξηθείη κατὰ τὴν τοῦ βάθους διάστασιν, ὁμοίως μὲν ὑψηλὸς γενήσεται θατέρῳ, χρόνῳ δὲ πολλῷ πλέονι ἢ κατʼ ἐκεῖνον. εὑρέθη τοίνυν ταπεινός τις σφυγμὸς βραχυχρόνιος ὑψηλοῦ πολυχρονίου βραδύτερος, καὶ τοῦτʼ ἦν τὸ λεγόμενον ἐξ ἀρχῆς, ὡς ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως, ἑτέρα δʼ ἡ τοῦ χρόνου τοῦ τάχους ἐστὶ διάγνωσις. ἀλλʼ ἴσως μέχρι μὲν λόγου ἐπινοεῖται ταῦτα, ταῖς δʼ ἀληθείαις οὐ φαίνεται. καὶ μὴν εἰ παραβάλλοις ἀκμάζοντος ὑγιαίνοντος σφυγμὸν παιδὸς σφυγμῷ μυρμηκίζοντι, δεκαπλασίαν τὴν εἰς ὕψος εὑρήσεις ἄνοδον. εἰ δέ γε τὸν αὐτὸν τοῦτον ἀκμάζοντα διαθερμῄνας μετρίως, ἢ λουτροῖς, ἢ τρίψεσιν, ἢ γυμνασίοις εἰς θυμόν τινα καὶ ἀγανάκτησιν ἐμβάλλοις, οὐ δεκαπλάσιον, ἀλλὰ πέντε καὶ δεκαπλάσιον εὑρήσεις αὐτοῦ τὸ ὕψος τῆς κατὰ τὸν ἐν τῷ παιδὶ μυρμηκίζοντα σφυγμὸν ταπεινῆς διαστάσεως. ἀλλʼ ὁ μὲν ἐν τῷ παιδὶ μυρμηκίζων ὑπὸ τῆς ἡλικίας ἐπιβοηθεῖται πρὸς τὸ μὴ παντελῶς βραδὺς εἶναι, τὸν δʼ ἐν τῷ γέροντι μυρμηκίζοντα τίς ἂν εἰδὼς ἅπτεσθαι σφυγμοῦ ταχὺν εἶναι λέγοι οὐ μᾶλλον ἢ τὸν σκωληκίζοντα; τούτου μέν γε βραδύτερος οὐκ οἶδʼ εἴ τις ἄλλος ἐναργῶς φαίνεται σφυγμός. ὁ μὲν γὰρ μυρμηκίζων διὰ βραχύτητα τὴν ἐναργῆ διάγνωσιν ἐκπέφευγε, ὁ δὲ σκωληκίζων οὐδʼ ἀσαφῶς ἐστι βραδὺς, ἀλλʼ εἴπερ τις ἄλλος ἱκανῶς σαφής. τί δή ποτʼ οὖν καὶ τοῦτον ἐν τοῖς ταχέσιν οἱ πλεῖστοι καταριθμοῦνται, εἰ μή τι πρὸς τὸν μυρμηκίζοντα διασώζειν ὁμολογίαν βουληθέντες ὡς ὑπὲρ ἀναισθήτων ἑαυτῶν ἀποφαίνονται; μεταπιπτόντων γὰρ εἰς ἀλλήλους τῶν σφυγμῶν τούτων ῥᾳδίως καὶ τῆς μὲν τοῦ σκωληκίζοντος ῥᾳδίως ἐσχάτης καταπτώσεως τὸν μυρμηκίζοντα γεννώσης, τῆς δὲ τοῦ μυρμηκίζοντος πρώτης αὐξήσεως τὸν σκωληκίζοντα, φανερῶς ἄτοπον αὐτοῖς ἐδόκει ταχὺν μὲν εἰπεῖν τὸν ἕτερον αὐτῶν, βραδὺν δὲ τὸν ἕτερον. ἐπεὶ τοίνυν ἐτύγχανον οὐκ ὀρθῶς ταχὺν εἰρηκότες τὸν μυρμηκίζοντα, διὰ τοῦτʼ ἐξ ἀκολουθίας ὑπέμειναν οὕτω ψευδῶς τε καὶ φανερῶς ἐναργῆ μαχόμενον ὁμολογῆσαι τὸ καὶ τὸν σκωληκίζοντα ταχὺν εἶναι, καίτοι σκώληκος εἰκάζουσιν αὐτὸν πορείᾳ, καθάπερ τὸν μυρμηκίζοντα μύρμηκος, ὅρα πῶς ὠκέων ζώων, εἶθʼ ἅμα μὲν οὕτως εἰκάζουσιν, ἅμα δὲ ταχεῖς εἶναί φασιν οὐκ αἰσθανόμενοι τῆς πρὸς ἑαυτοὺς μάχης. ἐπεὶ δʼ ἅπαξ εἰς τηλικαῦτʼ ἐνέπεσον ἁμαρτήματα καὶ τοὺς ἐπὶ ταῖς στομαχικαῖς διαθέσεσι σφυγμοὺς ἅπαντας ταχεῖς εἶναι λέγουσιν, οὐδʼ αὐτοὺς ἅπαντας ὄντας ταχεῖς, καὶ ἄλλους μυρίους, οὓς ἑτέρωθι μᾶλλον εἰπεῖν οἰκειότερόν ἐστιν. ἅπαντα δʼ αὐτοῖς ἠκολούθησε τὰ τοιαῦτα σφάλματα διὰ τὸ τῆς ἐννοίας τοῦ τάχους ἀδιάρθρωτόν τε καὶ πάντη συγκεχυμένον. μόνῃ γὰρ τῇ βραχύτητι τοῦ χρόνου κρίνοντες τὸν ταχὺν σφυγμὸν, μὴ προσδιορίζοντες δὲ πῶς ἔχει μεγέθους, ἀφʼ ὧν ψευδῶς ἐδόξασαν, ἀπὸ τούτων ἐν τῇ διαγνώσει σφάλλονται. ἀλλʼ ἡμεῖς ἐπεδείξαμεν, οἶμαι, σαφῶς ἕτερον μὲν εἶναι τὸν ὀλιγοχρόνιον, ὡς ἄν τις οὕτω καλέσειε, σφυγμὸν, ἕτερον δὲ τὸν ταχύν. ὡσαύτως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς ἕτερον μὲν τὸν πολυχρόνιον, ἕτερον δὲ τὸν βραδύν. ἴσως οὖν οἴει τὸ πᾶν ἤδη πεπληρῶσθαι τοῦ λόγου, καὶ γινώσκειν σαφῶς ὅτι ταχὺς σφυγμὸς βραδέος διενήνοχεν. ἐγὼ δʼ ηὐξάμην μὲν ἀποχωρῆσαι τῷ σκέμματι τοσοῦτον λόγον, οὐ μήν γʼ οὕτως ἔχει τἀληθὲς, ἀλλʼ ἔστι τὰ νῦν εἰρημένα προοίμιόν τι τῆς τοῦ ταχέος τε καὶ βραδέος σφυγμοῦ διαγνώσεως. ἐν ἅπαντι γὰρ τούτῳ τῷ προειρημένῳ λόγῳ παραβάλλοντες ἀλλήλαις δύο κινήσεις, τὴν μὲν βραδυτέραν, τὴν δʼ ὠκυτέραν ἀπεδείξαμεν, οὐ μὴν περί τε βραδείας καὶ ταχείας εἴπομέν τι. πάμπολυ δʼ ὅσον διενήνοχεν ἢ βραδυτέραν λέγειν κίνησιν, ἢ βραδεῖαν, καὶ αὖθις ὠκυτέραν, ἢ ὠκεῖαν. αὐτίκα τὸν μὲν εἰπόντα βραδυτέραν εἶναι τήνδε τὴν κίνησιν ἐπανερωτῶμεν ἧστινός φησιν αὐτὴν εἶναι βραδυτέραν· ἀεὶ γὰρ ἑτέρας ἡ βραδυτέρα λέγεται βραδυτέρα. τὸν δʼ εἰπόντα βραδεῖαν εἶναι τήνδε τινὰ κίνησιν οὐκ ἔτʼ ἐπανερωτῶμεν ἧστινος, ἢ γελοῖοι δόξομεν εἶναι. καὶ σφυγμὸν δʼ εἰ φαίημεν εἶναι βραδύτερον, ἢ θάττονα, πάντως τις ἡμᾶς ἐρήσεται, τίνος βραδύτερον λέγομεν, ἢ τίνος θάττονα. βραδὺν δʼ εἰπόντων, ἢ ταχὺν, οὐκέτʼ οὐδεὶς ἐπανερωτᾷ τίνος. ἆρʼ οὖν ὁ μὲν ταχὺς καὶ βραδὺς τῶν ἁπλῶς λεγομένων εἰσὶν, ὁ δὲ θάττων τε καὶ βραδύτερος τῶν ἕτερον; ἴσως μέν τις ἐκ προχείρου θήσει τοῦθʼ ὡς ἀληθὲς, ἐμοὶ δʼ οὐχ οὕτως ἔχειν δοκεῖ, ἀλλὰ παμπόλλης δεῖται σκέψεως τά τʼ ἄλλα καὶ ὅτι κοινὴ πλειόνων πραγμάτων ἐστὶν ἡ τοιαύτη θεωρία. οὐ γὰρ δὴ περὶ ταχέος τε καὶ βραδέος, ἢ θάττονος καὶ βραδυτέρου διορίσασθαι χρὴ, περὶ μεγάλου δὲ καὶ μικροῦ καὶ μείζονος καὶ μικροτέρου καὶ τῶν ἄλλων τῶν οὕτω λεγομένων παραλιπεῖν, ἀλλʼ ἐπισκέψασθαι πότερα ταὐτόν ἐστι μείζονα φάναι καὶ μέγαν σφυγμὸν, καὶ μικρότερον αὖ καὶ μικρὸν, ἢ διαφέροντα πράγματα ὑπόκεινται τούτοις τοῖς ὀνόμασι. καὶ τὸν μὲν μείζονα νοοῦμεν ἀεὶ τοῦ μικροτέρου μείζονα, καὶ τὸν μικρότερον τοῦ μείζονος μικρότερον, τὸν μέγαν δʼ οὐδενὸς μέγαν, ἀλλʼ ἁπλῶς, ὥσπερ οὐδὲ τὸν μικρὸν οὐδενὸς μικρὸν, ἀλλʼ ἁπλῶς. τὰ δʼ αὐτὰ καὶ περὶ βραχυτέρου καὶ βραχέος καὶ μακροτέρου καὶ μακροῦ καὶ πλατυτέρου καὶ πλατέος καὶ στενοτέρου καὶ στενοῦ καὶ νὴ Δία μαλακωτέρου καὶ μαλακοῦ καὶ σκληροτέρου καὶ σκληροῦ καὶ τῶν ἄλλων ἁπάντων οὕτω λεγομένων ἄξιον διορίσασθαι. σχεδὸν γὰρ εἰς ὅλην τὴν ἰατρικὴν καὶ τὰς ἄλλας δὲ τέχνας ἁπάσας ἐκτείνεται τὸ σκέμμα. καὶ γὰρ θερμότερον λέγομεν καὶ θερμὸν καὶ ψυχρότερον καὶ ψυχρὸν καὶ ξηρότερον καὶ ξηρὸν καὶ ὑγρότερον καὶ ὑγρὸν, καὶ τό γʼ ἐπὶ πᾶσι τούτοις πλέον γε καὶ πολὺ, καὶ πάλιν ἔλαττόν γε καὶ ὀλίγον. ἐφʼ ἑνὸς οὖν τινος τὸν λόγον ὡς ἐπὶ παραδείγματος βασανίσαντες, εἰ μὲν τύχοιμεν εὑρόντες τι πλέον, οὕτως ἤδη κᾀπὶ τἄλλα πάντα μεταφέρειν πειρασόμεθα τὴν μέθοδον, εἰ δʼ ἀπορήσομεν, αὐτὴν γοῦν τὴν ἀπορίαν ἐπὶ πάντα μετοίσομεν, καὶ δυοῖν θάτερον, ἢ χρησιμωτάτην εἰς πολλὰ μέθοδον ἐξευρήσομεν, ἢ τὴν οἴησιν τοῦ δοκεῖν γιγνώσκειν ἃ μὴ γινώσκομεν ἀποθησόμεθα. φέρε δὴ προκεχειρίσθω γὰρ ἡμῖν εἰς τὴν σκέψιν τό τε μέγα καὶ τὸ μικρὸν, ὅπῃ διαφέρει τοῦ μείζονός τε καὶ μικροτέρου. καὶ πρῶτον μὲν ἁπάντων τῶν κατὰ τὸν βίον λεγομένων, ἐν οἷσπερ εἰθίσμεθά τε καὶ τεθράμμεθα, τί νοοῦμεν τὸ μέγα καὶ τί τὸ μικρὸν, ἀναμνήσομεν αὑτούς. ἆρά γε περὶ τὸ μεῖζόν τε καὶ μικρών. ἢ μεῖζον μὲν οὐκ ἀνασχόμεθα τοῦ λέγοντος ἁπλῶς, εἰ μὴ προσθείη τὸ τίνος λέγει μεῖζον, μέγα δʼ ἁπλῶς αὐτοί τε λέγομεν καὶ τῶν ἄλλων ἀκούομεν ἄνευ προσθήκης; ἆρʼ οὖν τῶν καθʼ ἑαυτὰ λεγομένων ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν; ἀλλʼ εἰ τοῦτο, πάντως δήπουθεν ἢ οὐσίας ἐστὶ δηλωτικὰ, ἢ ποιότητος, ἤ τινος τῶν κατὰ τὰς ἄλλας κατηγορίας λεγομένων. οὐσίας μὲν οὖν οὐκ ἔστι δηλωτικὰ, καθάπερ Σωκράτης ἢ Πλάτων ἢ ἵππος ἢ ἄνθρωπος, οὐ μὴν οὐδὲ ποιοῦ τινος, οὔτʼ οὖν σχήματος, οὐδὲ χρώματος, οὐδὲ θέσεως, οὔτε διαπλάσεως, οὐδόλως οὐδενὸς τῶν οὕτω λεγομένων. ἀλλʼ οὐδὲ τὸ ποῦ δηλοῦν πέφυκεν, ἢ τὸ πότε, οὐ μὴν οὐδὲ τὸ κεῖσθαι, ἢ ἔχειν, ἢ ποιεῖν, ἢ πάσχειν, ἀλλʼ ἐν μόνοις αὐτὰ δεῖ ζητεῖν τοῖς κατὰ τὸ ποσὸν, ἢ πρὸς τὶ λεγομένοις. ἐὰν οὖν, ὥσπερ ὀλίγῳ πρόσθεν ἐφαίνετο, μὴ δοκῇ τῆς πρὸς τὶ κατηγορίας ἔχεσθαι, κατὰ τὴν τοῦ ποσοῦ ζητητέον αὐτά. καὶ μὴν ἀπορώτατόν ἐστιν ὁρίσαι πηλίκον χρὴ νοεῖν ἑκάτερον αὐτῶν, ἆρά γε τὸ μὲν σταδιαῖον μέγα, τὸ δὲ πηχυαῖον μικρόν. καὶ μὴν τὸ μὲν ὄρος μικρὸν λέγομεν, κᾂν σταδιαῖον ᾖ, τὸν δὲ μύρμηκα μέγαν, πάμπολυ δηλονότι πήχεος ἀπολειπόμενον. ἀλλʼ ἴσως φησί τις, ὅπερ τῶν ἡμετέρων ἑταίρων ἤρκεσέν τινι, ποσὸν μέν τι δηλοῦσθαι πρὸς αὐτῶν, οὐ μὴν ἀφωρισμένον γε τοῦτο, καθάπερ τὸ ποδιαῖον, ἀλλʼ ὡς ἐκεῖνος ἔλεγεν, ἐν πλάτει τε καὶ ἀορίστως· ἆρʼ οὖν ἔχομεν ὅροις περιλαβεῖν τὸ πλάτος αὐτῶν, ὥσπερ τῶν ἄλλων τῶν οὕτως λεγομένων οἷον χοροῦ καὶ πόλεως καὶ ὄρους καὶ στρατεύματος καὶ λίμνης; ἕκαστον γὰρ τούτων μετὰ ποσότητος ἀορίστου λέγεται. δυνατὸν μὲν εἰπεῖν, ὡς οὔτε τοὺς τρεῖς, ἢ τέτταρας χορευτὰς ἤδη νοοῦμεν χορὸν, οὐ μὴν οὐδὲ τοὺς μυρίους ἔτι· καθάπερ οὐδὲ πόλιν, οὔτε τὴν ἐκ τριῶν οἰκιῶν συγκειμένην οὔτε τὴν εἰς χιλίους σταδίους ἐκτεταμένην, οὐδʼ ὄρος οὐ τὸ πηχυαῖον μόνον, ἀλλά τι μεῖζον, οὐδʼ αὖ πάλιν τὸ μέχρι τῆς σελήνης ἀνατεταμένον, οὔτε λίμνην συστατικὴν ὕδατος ἀμφορῶν τριῶν, οὐ μὴν οὐδʼ ὥστε τὴν γῆν ὅλην ἐπικλύζειν. ἑκάστου γὰρ τούτων εἰ καὶ μὴ δυνατὸν ἀκριβῶς ἀφορίσαι τὸ ποσὸν, ἀλλʼ ἐξευρεῖν γε δυνατὸν πολλὰ σώματα παντελῶς ἐκπεπτωκότα τῆς νοήσεως αὐτῶν ἐφʼ ἑκάτερον, τὰ μὲν τῷ μηδέπω, τὰ δὲ τῷ μηκέτʼ εἶναι τηλικαῦτα.
Τίνες οὖν ὅροι τῷ μεγάλῳ τε καὶ σμικρῷ, καθάπερ ἑκάστῳ τῶν εἰρημένων, οὐκ ἔχομεν εἰπεῖν, ἀλλʼ εἰς τοσοῦτον ἔτι πλάτος ἡ νόησις ἐκτέταται τοῦ μεγάλου, ὥστε καὶ αὐτοῦ τοῦ κόσμου παντὸς εἰπεῖν, εἴ τι μεῖζον δύναιτό τις νοῆσαι, καὶ τοῦτο δέξεται τὴν τοῦ μεγάλου κατηγορίαν. ἀλλὰ καὶ μύρμηξ καὶ κώνωψ καὶ κέγχρος καὶ εἴ τι τούτου μικρότερον εἴη ζῶον, ἢ σπέρμα, δέχεται τὴν τοῦ μεγάλου κατηγορίαν. οὐ γὰρ μύρμηξ μόνον, ἀλλὰ κέγχρος τις καὶ κώνωψ μέγας λέγεται. δῆλον οὖν τό γε τοσοῦτον, ὡς ἕκαστον τοῖς ὁμογενέσι παραβαλλόμενον ἢ μικρὸν, ἢ μέγα λέγομεν, ἁπλῶς δʼ οὐδέν. καὶ ταύτῃ διήνεγκε τὸ μεῖζον τοῦ μεγάλου, τὸ μὲν μεῖζον παντὸς τοῦ μικροτέρου δύνασθαι μεῖζον λέγεσθαι, τὸ μέγα δʼ οὐ παντὸς, οὗ τινος μεῖζον, ἀλλὰ τὸ μόνον τῶν ὁμογενῶν. οὕτω δὲ καὶ περὶ μικροτέρου καὶ μικροῦ χρὴ διορίζεσθαι καὶ περὶ ταχέος καὶ θάττονος καὶ βραδέος καὶ βραδυτέρου τὸν αὐτὸν τρόπον, εἴ γε καὶ ἵππος βραδὺς λέγεταί τις καὶ μύρμηξ ταχύς. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ὠνομασμένων εὑρήσεις ἔν τε τοῖς τῶν σφυγμῶν γένεσιν ἅπασι καὶ κατὰ τὴν ὅλην ἰατρικήν. ἤδη δὲ καὶ κατὰ τὸν σύμπαντα βίον τῶν ἀνθρώπων καὶ σκληρὸν καὶ σκληρότερον καὶ μαλακὸν καὶ μαλακώτερον καὶ πυκνὸν καὶ πυκνότερον καὶ τἄλλα πάντα παραπλήσια τὰ μὲν πρὸς ἕτερον ὅ τι δήποτε παραβάλλεται, τὰ δὲ πρὸς μόνα τὰ κατὰ τὸ ἐν αὐτοῖς γένος. ἆρʼ οὖν ἤδη τὸ πᾶν ἔχομεν, ἢ καὶ τούτῳ τις τῷ λόγῳ λείπει διορισμός; οὐ γὰρ ἅπασι τοῖς ἐκ ταὐτοῦ γένος τὸ μέγα παραβάλλοντες οὕτως ὀνομάζομεν. οὐ γὰρ ἂν Ἀχιλλεύς θʼ ἅμα καὶ Αἴας ἐλέγοντο μεγάλοι καὶ Πολυδάμας καὶ Μίλων, εἴ γε τοῦ μὲν Αἴαντος ὁ Ἀχιλλεὺς, τοῦ δὲ Μίλωνος Πολυδάμας ἦν μείζων, ἀλλὰ δῆλον ὅτι τῷ μέσῳ τε καὶ μετρίῳ καὶ συμμέτρῳ προσαγορευομένῳ καθʼ ἕκαστον γένος ὥσπερ κανόνι καὶ κριτηρίῳ τἄλλα παραβάλλοντες, ὅσα μὲν ὑπὲρ αὐτὸ, μεγάλα πάντʼ εἶναι λέγομεν, ὅσα δʼ ἐναντία, σμικρά. καὶ τοῦτʼ ἔστιν μὲν κᾀν τῷ βίῳ παντὶ, μάλιστα δʼ οὖν ἐν ταῖς τέχναις· περὶ γὰρ τὴν τοῦ συμμέτρου θήραν ἔχουσιν ἅπασαι, καὶ τοῦτʼ ἐκπορίζειν σπεύδουσι ταῖς οὐσίαις περὶ ἃς καταγίγνονται, καὶ πολὺ σιτίον ἐδηδοκέναι τόνδε τινά φησιν ὁ ἰατρὸς, ὅταν ὑπὲρ τὴν τοῦ τρεφομένου σώματος ᾖ φύσιν, καὶ ὀλίγον αὖθις, ὅταν ἀπολίπηται συμμετρίας τοῦ τρεφομένου. οὕτω γοῦν ἀθλητῇ δύο μνᾶς κρεῶν ὀλίγον εἶναι λέγοντες, τῷ νοσοῦντι πολλάκις ἀπαγορεύομεν χυλοῦ πτισάνης ἐκροφῆσαι λεκάνιον, ὡς πλέον ὂν τοῦ συμμέτρου. καὶ μέγαν οὖν σφυγμὸν καὶ μικρὸν ἐροῦμεν τὸν ἐξιστάμενον τῆς συμμετρίας, καὶ τούτους μὲν πολλοὺς ἑκατέρους, ἕνα δὲ τὸν σύμμετρον, ὃν χρὴ θηρᾶσαί τε καὶ τῇ μνήμῃ παραθεμένους ἐπάγειν τοῖς ἄλλοις ἅπασιν οἷον μέτρον τι δίκαιον ὑπʼ αὐτῆς τῆς φύσεως ὡρισμένον. ὅπως οὖν αὐτὸν ἐξεύρωμεν, ἤδη σκοπῶμεν. ἐπὶ τοῦτο γὰρ ὁ πᾶς σπεύδει λόγος καὶ τούτου χάριν εἴρηται τὰ πρόσθεν ἅπαντα. εὕροιμεν δʼ ἂν αὐτὸν, εἴπερ δυναίμεθα, μεθόδῳ. χρήσιμον γὰρ τοῦτο πρὸς τὸ κατὰ πάντων τῶν συμμέτρων ἕνα λόγον ἔχειν, καὶ μὴ ζητεῖν αὖθις, ὅπως μὲν εὑρίσκειν χρὴ τὸ κατὰ τὴν κίνησιν σύμμετρον, ὅπως δὲ τὸν κατὰ τὴν ἡσυχίαν, ἢ τὸ τῆς ἀρτηρίας σῶμα. καὶ πρῶτον μὲν τοῦτʼ ἴδωμεν, εἰ χρὴ καθʼ ἕκαστον γένος σφυγμὸν ἕνα ζητεῖν τὸν σύμμετρον, ἢ πλείους, ἄλλον μὲν ὡς ἐν ἡλικίᾳ σύμμετρον, ἄλλον δʼ ὡς ἐν ἕξεσι σωμάτων, ἄλλον δʼ ὡς ἐν κράσεσιν, ἄλλον δʼ ὡς ἐν ὥραις, ἢ χώραις, ἢ καταστάσεσιν, ἢ ἐπιτηδεύμασιν, ἢ ψυχικαῖς διαθέσεσιν. ἐν ἅπασι γὰρ τούτοις τοὺς μὲν μεγάλους, τοὺς δὲ μικροὺς, τοὺς δὲ συμμέτρους λέγομεν εἶναι σφυγμοὺς, καὶ τοὺς μὲν ταχεῖς, τοὺς δὲ βραδεῖς, τοὺς δὲ συμμέτρους, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. καὶ τάχʼ ἄν τινι δόξειε τοῦτʼ εὐλογώτερον εἶναι καὶ τῇ χρεία μᾶλλον ὁμολογοῦν, τὸ καθʼ ἕκαστον γένος σφυγμῶν ἕνα ποιεῖν τὸν σύμμετρον. ἐπισκεψώμεθα οὖν ἀκριβέστερον αὐτὸ, καὶ προχειρισάμενοι γένος ἓν σφυγμῶν ὡς ἐν παραδείγματι τὸ τῶν μεγάλων τε καὶ μικρῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, τὸν μέσον αὐτῶν, καὶ τὸν σύμμετρον ἐξευρεῖν πειραθῶμεν, ἰδίᾳ μὲν ἐν ἡλικίαις, ἰδίᾳ δʼ ἐν ὥραις τε καὶ χώραις καὶ φύσεσι καὶ κράσεσι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις. ἀρκέσει γὰρ, εἰ τοῦθʼ εὕροιμεν, εἰς τὴν χρείαν, εἴ τε πρόκειται μὲν ἡμῖν τὸν οἰκεῖον ἑκάστου τῶν εἰρημένων σφυγμῶν εἰδέναι, καὶ τὰς εἰς τὸ παρὰ φύσιν ἐκτροπὰς αὐτοῦ διαγινώσκειν. ἡ δὲ νῦν εἰρημένη διδασκαλία φαίνεται τοῦθʼ ἡμῖν ἐκπορίζουσα. σκεψώμεθʼ οὖν ἀκριβῶς, εἰ δυνατὸν ἐξευρεῖν αὐτό. φαίνεται γὰρ ἐμοὶ μὲν χαλεπώτατον, ἴσως δὲ καὶ ἀδύνατον. ἡ χαλεπότης δʼ ἐν τῷ μηδὲν τῶν εἰρημένων ἰδίᾳ καὶ καθʼ αὑτὸ λαβεῖν δύνασθαι. πότε γὰρ ἰδίᾳ καὶ καθʼ αὑτὴν ἔστιν ἰδεῖν τὴν ἐν ταῖς ὥραις διαφορὰν τῶν σφυγμῶν ἄνευ σώματος, ὃ καὶ μὴ κράσεως πὼς ἔχει καὶ ἕξεως καὶ ἡλικίας καὶ τῶν ἄλλων τῶν εἰρημένων; ὥστʼ οὐκ ἂν ἔχοις εἰπεῖν, ἦρι μὲν τηλικοῦτος σφυγμὸς οἰκεῖος, θέρει δʼ ὁ τηλικοῦτος. ἐρωτηθεὶς γὰρ ἐν τίνι καὶ λέγεις σώματι, πότερον ἐν θερμοτέρῳ τὴν κρᾶσιν, ἢ ψυχροτέρῳ καὶ ἰσχνῷ, ἢ παχεῖ· καὶ ἀκμάζοντος, ἢ γέροντος, ἢ ψυχρῷ χωρίῳ, ἢ θερμῷ, καὶ ἀνδρὸς, ἢ γυναικὸς, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. ὥστε φαίνεται δεῖν κατὰ τὴν ὅλην τῶν ὑποκειμένων σωμάτων φύσιν ἐπισκοπεῖσθαι τὸν οἰκεῖόν τε καὶ οὐκ οἰκεῖον σφυγμὸν, ἵνα εἰδῶμεν, εἰ οὕτως ἔτυχεν, ὅτι Δίωνι μὲν ὁ σφυγμὸς τηλικοῦτός ἐστι φύσει, Θέωνι δὲ τηλικοῦτος. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον, οὐ μόνον τῷ χρῆναι καθʼ ἕκαστον ἄνθρωπον ἰδίαν ἡμᾶς ἔχειν μνήμην τε τῶν οἰκείων σφυγμῶν καὶ μὴ δύνασθαι περὶ μηδενὸς διαγνῶναι μηδὲν ᾧ πρῶτον οὐκ ἐντυγχάνομεν, ἀλλὰ καὶ τῷ μηδʼ ἀπʼ αὐτοῦ τοῦ Δίωνος, εἰ τύχοι, τὸν ἕνα τοῦτον τὸν οἰκεῖον σφυγμὸν ἐν ἑκάστῳ γένει δυνατὸν ἰδίᾳ καὶ χωρὶς τῆς τῶν ἔξωθεν πραγμάτων περιστάσεως λαβεῖν. πότε γὰρ καὶ λήψει; πότερα τοῦ ἐν χειμῶνι Δίωνος, ἢ τοῦ κατὰ τὸ θέρος, καὶ πότερα τοῦ ἐν Ῥώμῃ, ἢ τοῦ ἐν Λιβύῃ, καὶ τοῦ ἰσχνοτέρου γεγονότος, ἢ τοῦ παχυτέρου, καὶ ἀργότερον, ἢ ἐπιπονώτερον διηγημένου, καὶ ἐνδεέστερον, ἢ δαψιλέστερον διῃτημένου, καὶ οἶνον, ἢ ὕδωρ πεπωκότος, ἢ διψῶντος; οὐ γὰρ ἔστιν ἄνευ τούτων καὶ ἄλλων μυρίων περιστάσεων ἰδίᾳ ποτὲ καὶ ταὐτὸ λαβεῖν τὸ Δίωνος σῶμα. μένει τοίνυν καὶ νῦν ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία. τὸν γὰρ τῇ ὅλῃ φύσει τοῦ ὑποκειμένου σώματος οἰκεῖον σφυγμὸν, ὃν δὴ καὶ σύμμετρον ἐκαλοῦμεν, ἐν ἴσῳ τῷ μέτριον εὑρεῖν ἀδυνατοῦμεν. ἄμεινον οὖν ἴσως μὴ ταύτῃ μετιέναι τὴν περὶ τοῦ σφυγμοῦ διάγνωσιν, ἀλλʼ ὡς τοῖς εἰσαγομένοις ἐγράψαμεν, ἐφʼ ἑκάστου τῶν εἰρημένων αἰτίων τὴν τροπὴν ἐκμαθεῖν. ἔστι γάρ τινʼ εὑρεῖν τοῦ τοιούτου μέθοδον, ἣν καὶ νῦν παραγράψαντες πρότερον ἐφεξῆς ἐπισκεψώμεθα, πότερʼ αὐτάρκης ἐστὶν εἰς ἅπαν, ἢ καὶ αὐτὴ κατά τι ἐλλιπής. εἴη δʼ ἂν ἡ μέθοδος τοιάδε, προχειρισαμένων ἡμῶν ἕνεκα παραδείγματος ἕν τι τῶν τρέπειν τοὺς σφυγμοὺς πεφυκότων αἰτίων, οἷον γυμνάσιον. προτεθέντος γὰρ σκοπεῖσθαι, τίνα τρόπον τῶν σφυγμῶν ἐργάσεται γυμνάσιον τὴν τροπὴν, λαβὼν οὖν τινʼ ἄνθρωπον, ἁπάσας αὐτοῦ τὰς διαφορὰς τῶν σφυγμῶν ἐπίσκεψαι πρότερον, εἶτα γυμνάσας αὖθις ἐπίσκεψαι, τίς μὲν αὐτῶν ἐξετάθη, τίς δʼ ἐξελύθη, καὶ μέχρι πόσου, καὶ οὕτως ἐξευρήσεις, ὁπόσον πέφυκε γυμνάσιον τρέπειν τοὺς σφυγμούς. ὁμοίως δὲ καὶ περὶ λουτρῶν καὶ πομάτων καὶ ἐδεσμάτων καὶ τῶν ἄλλων ἁπάντων, ἐκ τῆς καθʼ ἕκαστον ἄνθρωπον πείρας ἕτοιμον εὑρεῖν τὰς τροπάς. οὕτω μὲν ἡ πεῖρα ῥᾴστη, τὰ δὲ τῶν ἐπὶ τῇ τοιαύτῃ πείρᾳ λογισμῶν οὐκέτι ῥᾴδια. κίνδυνος γὰρ ὥσπερ ἐν πάσῃ πείρᾳ σφαλῆναι παρὰ τὸ ἀδιόριστον, οὕτω κᾀνταῦθα. διχῶς δὲ τοῦτʼ αὐτὸ ἀδιόριστον γίνεται, τὸ μὲν τῷ μὴ τεμεῖν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς, τὸ δὲ τῷ μὴ σκέψασθαι τοῖς τρέπουσιν αἰτίοις τίνα μὲν προηγουμένως, ἢ πρώτως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τίνα δὲ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὸ μὲν δὴ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς τοιόνδε· δεῖται γὰρ ὁ λόγος, ἵνʼ ᾖ σαφὴς, παραδείγματος. εἴ τις ἀποφήναιτο τῶν γυμνασαμένων τοὺς σφυγμοὺς τοιούσδε γίγνεσθαι, μὴ διορισάμενος, μήθʼ ᾧ τινι λέγῃ τῷ γυμνασαμένῳ μήτε πῶς γεγυμνασμένῳ μήτε πότε μήθʼ ὁπόσα, παρὰ τὸ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς διαφορὰς ἐσφάλη· τίνι γὰρ καὶ λέγω τῷ γυμνασαμένῳ, πῶς ἡλικίας ἔχοντι, πῶς δὲ ἰσχύος, ἢ ἀσθενείας, πῶς δὲ χυμῶν, πῶς δὲ ἕξεως, πῶς δὲ κράσεως, πῶς δὲ τῆς τῶν μορίων τοῦ σώματος συμπηγίας, πῶς δὲ τοῦ πρὸς τὸ γυμνάσιον ἔθους. εἰς τοσαῦτα γὰρ διαιρεῖται τὸ τίνι. τὸ δὲ πῶς ἐγυμνάσατο πάλιν εἰς ἄλλας τέμνεται διαφορὰς, ἆρά γε συντόνως, ἢ οὒ, καὶ ὀξέως, ἢ οὒ, καὶ ὁμαλῶς, ἢ οὔ. καθʼ ἕκαστον γὰρ τούτων οὐχ ὡσαύτως τραπήσεται. ὁμοίως δὲ καὶ περὶ τὸ πότε διαφέρουσαν ἀνάγκη γενέσθαι τὴν τροπήν. οὐ γάρ ἐστι ταὐτὸν ἐδηδοκότα γυμνάζειν ἢ νῆστιν, καὶ λυπούμενον ἢ χαίροντα, καὶ πρόθυμον ἢ ῥᾴθυμον, καὶ ἐῤῥιγωκότα ἢ διατεθερμασμένον, καὶ πλέονα τοῦ δέοντος ἢ ἐλάττονα, ἢ σύμμετρα κεκοιμημένον. ὁμοίως δὲ καὶ περὶ τὸ ποσὸν τῶν γυμνασίων ἡ τροπὴ διάφορας γενήσεται. οὐ γὰρ ὡσαύτως τὰ σύμμετρα τοῖς πλείοσιν, ἢ ἐλάττοσιν ὑπαλλάξει τοὺς σφυγμούς. τὸ δὲ κατὰ συμβεβηκὸς, ἢ πρώτως γίνεσθαι τὴν τροπὴν, ᾧδε χρὴ διορίζεσθαι. μή τι ἆρα περιττωμάτων μὲν ἦν μεστὸς, ἀρξαμένῳ δʼ αὐτῷ γυμνάζεσθαι ῥυέντων εἰς τὴν γαστέρα πλειόνων χυμῶν μοχθηρῶν, ἢ δάκνεσθαι τὸ στόμα συνέβη τῆς γαστρὸς τῇ κακίᾳ τῶν χυμῶν, ἢ βαρυνθῆναι τῷ πλήθει, ἢ ἀνατρέπεσθαί τε καὶ ναυτιᾷν, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον ἢ ἀναλύειν, ἢ ἐκλύεσθαι, ἢ καταψύχεσθαι, ἢ πνίγεσθαι. τούτων γὰρ ἕκαστον ἀλλοιώσει τοὺς σφυγμοὺς καί τις ἴσως οἰήσεται κατὰ τὸν τοῦ γυμνασίου λόγον αὐτοὺς τετράφθαι. καὶ γὰρ εἰ πληθωρικὸς ὢν, καὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα νοσωδέστερος, ἀρξάμενος ὠκέως γυμνάζεσθαι, δύσπνους γένοιτο, τραπήσονται μὲν οἱ σφυγμοὶ κατὰ τὸν τῆς δυσπνοίας λόγον, ἴσως δʼ οἰήσεται κατὰ τὰ γυμνάσια. πῶς οὖν χρὴ διορίζεσθαι πρὸς τὸ μηδὲν ἐν τῇ πείρᾳ σφάλλεσθαι, εἴρηται μὲν ἑτέρωθι μακρότερον, εἰρήσεται δὲ κᾀνταῦθα διὰ βραχέων. πάσας τὰς εἰρημένας διαφορὰς εἰς τρεῖς ταύτας ἀναγαγεῖν χρὴ τὰς καθόλου, τὸ μὲν ὑποκείμενον σῶμα παραλαμβάνοντας εἰς τὴν πεῖραν, ὑγιαῖνόν τε καὶ κατὰ μηδεμίαν τῶν ἔξωθεν τροπὴν δυναστευόμενον, τὸ προσαγόμενον δʼ αὐτῷ γυμνάσιον σύμμετρον τῇ ποσότητι φυλάττοντας, ἐν δὲ τῇ τροπῇ σκοπουμένους, μή τι κατὰ συμβεβηκὸς ἀπήντησεν, καὶ οὐ κατὰ ταύτην τοῦ γυμνασίου τὴν φύσιν. ἂν γὰρ εἰς ταῦτα τὰ τρία βλέπῃς, ῥᾳδίως ἐξευρήσεις, πῶς καὶ μέχρι πόσου τρέπει τὸ προσιὸν αἴτιον. καὶ οὕτως ἐξέσται σοι καθʼ ἕκαστον εἶδος αἰτίου τῇ πείρᾳ τὴν τροπὴν ἐκμαθόντι χρῆσθαι πρὸς τὰς ἐν ταῖς νόσοις διαγνώσεις, ῥᾳδίως εὑρίσκοντι, πόσον μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων ἐτράπησαν οἱ σφυγμοὶ, πόσον δʼ ἀπὸ τοῦ νοσήματος. ὥστʼ οὐκέτι σοι δεήσει προγιγνώσκειν ποῖος ὁ φύσει σύμμετρος, ἀλλὰ τὸν ἑκάστῳ τῶν ὑποκειμένων οἰκεῖον ἐπιστάμενος, εἰς ὅσον οὕτως ὑπό τε τῶν ἄλλων αἰτίων καὶ αὐτοῦ τοῦ νοσήματος ἐτράπη, γνωρίζειν δυνήσῃ. καὶ μὴν εἰ μὴ πρὸς ταῦτα δεοίμεθα τῆς τοῦ συμμέτρου γνώσεως, ἐκ περιττοῦ ζητήσομεν αὐτόν. πῶς οὖν ἐροῦμέν τινα μέγαν, ἢ ταχὺν, πρὶν τὸν σύμμετρον ἐξευρεῖν; ἔτι γὰρ ἔοικε τὸ ἐξ ἀρχῆς φυλάττεσθαι ζήτημα. τί δὲ καὶ δεόμεθα τοῦ μέγαν, ἢ ταχὺν λέγειν; ἀποχρήσει γὰρ ἡμῖν τῶν τρόπων μόνων μνημονεύειν ᾧδέ πως λέγουσι· γυμνάσια σύμμετρα τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ πυκνότητα τρέπει. καὶ τοῦτο φήσομεν καὶ τοὺς ἄλλους βουλομένους δηλοῦν ἐν γυμνασίοις φάσκειν μεγάλους καὶ ταχεῖς καὶ σφοδροὺς καὶ πυκνοὺς γίγνεσθαι τοὺς σφυγμούς. ἀλλʼ ἡμεῖς πρῶτον μὲν οὐχ ἁπλῶς ἐροῦμεν ἐν γυμνασίοις, ἀλλʼ ἐν τοῖς συμμέτροις προσθήσομεν. τὰ γὰρ πλείω τῆς φύσεως τοῦ γυμναζομένου σώματος εἰς ἕτερον εἶδος τροπῆς μεθίστησι τοὺς σφυγμούς. ἔπειτα δʼ οὐδʼ ἁπλῶς οὕτω μεγάλους καὶ ταχεῖς ἐροῦμεν, ἀλλὰ καὶ μείζονας καὶ θάττονας καὶ σφοδροτέρους καὶ πυκνοτέρους καὶ τἄλλα πάντα φήσομεν οὕτως χρῆναι λέγειν, οἷον ὅτι κατὰ μὲν τὰς ἡλικίας μέγιστοι μὲν οἱ τῶν ἀκμαζόντων, μικρότατοι δʼ οἱ τῶν γερόντων, οἱ δὲ τῶν παρακμαζόντων μείζους μὲν τῶν ἐν τοῖς γέρουσιν, ἐλάττους δὲ τῶν ἐν τοῖς ἀκμάζουσιν. καὶ κατὰ τὰς ὥρας ὡσαύτως καὶ κατʼ ἄλλα πάντα τὴν αὐτὴν ποιησόμεθα διδασκαλίαν, ἐν ἑκάστῳ τῶν γενῶν τοὺς σφυγμοὺς ἀλλήλοις παραβάλλοντες, οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν ἀποφαινόμενοι. τῷ μὲν οὖν ἐμπειρικῷ τάχα ἂν ἀρκέσειεν ἡ τοιαύτη διδασκαλία. καὶ μετʼ ὀλίγον ἀκριβέστερον ὑπὲρ αὐτῆς ἐπισκεψόμεθα· τῷ δὲ τὰς πρώτας καὶ συνεκτικὰς ὀνομαζομένας αἰτίας ἑκάστου τῶν σφυγμῶν ἐξευρεῖν βουλομένῳ καὶ σὺν λόγῳ τε καὶ μεθόδῳ τὴν τέχνην ἀσκοῦντι τὸ σύμμετρον ἑκάστῳ τῶν γενῶν ἀναγκαῖον ἐπίστασθαι. φέρε γὰρ ζητεῖσθαι διὰ τί μικρὸς ὁ τοῦ παιδίου σφυγμὸς, εἶτα ἀπορεῖν ἡμᾶς αἰτίας εὐλόγους. καὶ γὰρ καὶ ἀπορήσομεν, ἂν μὴ φθάνωμεν ἀκριβῶς ἐξητακότες τὰς τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν τῆς γενέσεως αἰτίας. οὐ γὰρ εὑρήσομεν ἐπὶ τῶν παίδων τὰς τοὺς μικροὺς γεννώσας. καὶ μὴν εἰ καὶ καθʼ ἓν ὁτιοῦν ὁ τῆς αἰτίας λογισμὸς σφάλλοιτο, κᾀν τοῖς ἄλλοις ἐν οἷς εὐπορεῖν δοκεῖ δικαίως ὑποπτευθήσεται. πάντῃ γὰρ ὁμολογεῖν αὐτὸν, εἴπερ ἀληθής ἐστιν, ἑαυτῷ προσήκει. διὰ ταῦτʼ οὖν ἀναγκαῖον ἐπίστασθαι τὸν σύμμετρον. ἴσως γὰρ καὶ ὁ τοῦ παιδὸς ὑπὲρ τὸν σύμμετρόν ἐστιν. Ἡρόφιλος γοῦν ποτὲ μὲν εὐμεγέθη τὸν σφυγμὸν τοῦτον ὀνομάζει. τί δή ποτʼ οὖν, φησί τις, ὁ Ἀρχιγένης μικρὸν αὐτὸν εἶναί φησιν; ἴσως ἂν εἴποιμί σοι τὴν αἰτίαν τῆς διαφωνίας, ἂν πρότερον γνῷς, ὅτι τὸ προκείμενον ἀποδέδεικται, τὸ δεῖν εἰς τὴν περὶ τῶν ἐν σφυγμοῖς αἰτίων θεωρίαν ἐπίστασθαι τὸν σύμμετρον ἀνδρὶ λογικῷ τʼ εἶναι βουλομένῳ καὶ σὺν τῷ τῆς αἰτίας λογισμῷ πάντʼ ἐπίστασθαι προῃρημένῳ. καὶ τοῦτο μὲν ἴσως ἧττον, — ἐρεῖ γάρ τις μὴ βούλεσθαι λογικὸς εἶναι, — τὸ δʼ ὀλίγῳ πρόσθεν ἀναβληθὲν, ὡς ἄξιον σκέψεως, ἤδη θεασώμεθα, τὸ μηδένα τῶν ἐμπειρικῶν δύνασθαι τὴν τήρησιν ἀκριβῆ καὶ διηρθρωμένην ποιήσασθαι, πρὶν τὸν ἁπλῶς σύμμετρον ἐξευρεῖν. ἐπειδὴ γὰρ αὐτῷ πρόκειται μὴ μόνον εἰ τρέπει τοὺς σφυγμοὺς εἰς τάχος, ἢ μέγεθος, ἤ τι τῶν ἄλλων ἡ παροῦσα περίστασις, ἀλλὰ καὶ μέχρι πόσου τρέπει γιγνώσκειν, ἡ γὰρ ὅλη χρεία τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἐν τούτῳ μάλιστα περιέχεται, τὸ δʼ ἄχρι πόσου τρέπει διαγινώσκειν ἀμήχανον ἀγνοοῦντα τὸ κατὰ φύσιν, ἀνάγκη προεπίστασθαι τὸ κατὰ φύσιν ἑκάστου τῶν νοσούντων, εἰ μέλλει τὸ ποσὸν τῆς παρούσης τροπῆς διαγνώσεσθαι. οὐ μὴν ἅπασί γε τοῖς νοσοῦσιν ὑγιαίνουσιν ἐνέτυχεν; ἵνʼ ἐκ τῆς πείρας μάθοι, εἶτα μεμνημένος παραβάλλοι τοῖς νοσοῦσι τὴν φύσιν. πῶς οὖν ἔτι δυνήσεται διʼ ἐμπειρίας ἔχειν τὸ προκείμενον; ἢ πάλιν κᾀνταῦθα κατὰ κοινότητάς τινας ἡ τήρησις ἔσται; πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἔθʼ ὁμοίως ἐνταυθοῖ δυνατὸν, ὡς ἐπὶ τῶν ἔξωθεν αἰτίων, τὰ μὲν ἄλλα φυλάττειν ἄτρεπτα, μόνον δʼ ὑπαλλάττειν καθʼ ὃ τὴν τήρησιν ἐποιούμεθα. καὶ γὰρ καὶ χρώματα καὶ σχήματα καὶ ὀσμαὶ καὶ μήκη καὶ πλάτη καὶ βάθη σωμάτων καὶ λεπτότητες καὶ πάχη καὶ ἡ κατὰ γένη τε καὶ ἡλικίας καὶ χώρας καὶ ὥρας καὶ τὴν παροῦσαν κατάστασιν διαφορὰ πᾶσιν ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἀνθρώποις, ὥστʼ ἐπειδὴ χωρὶς μὲν τούτων οὐκ ἂν εὕροις οὐδένα, τὴν τήρησιν δὲ τὴν ἐν αὐτοῖς χαλεπὸν ἀγαγεῖν ὑπὸ τῶν ὀλίγον πρόσθεν εἰρημένων, ἐπὶ τῶν ἔξωθεν αἰτίων τροπῶν ἑτέρας τινὸς ἡμῖν δεήσει μεθόδου. ὅτι δὲ χαλεπὸν ἐπὶ τούτου τὴν τήρησιν ποιήσασθαι, μάθοις ἂν, εἰ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ διʼ αὐτῶν τῶν ἔργων ἐθέλοις ἐξευρίσκειν ἀνθρώπους δύο καθʼ ἕν τι μόνον ἑκάστοτε διαφέροντας, ἐν δὲ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως ἔχοντας. οὐ γὰρ εὑρήσεις ῥᾳδίως πρὸς τῷ καὶ παμπόλλας γίνεσθαι τὰς τῶν ἐπαλλάξεων συζυγίας καὶ μακροῦ μὲν χρόνου δεῖσθαι πρὸς τὴν τήρησιν, ἀμηχάνου δέ τινος καὶ θαυμαστῆς μνήμης. τά τε γὰρ ἄλλα καὶ τὰ μηδὲν εἰς τὴν τροπὴν τῶν σφυγμῶν διαφέροντα παραφυλάττειν ἀναγκαῖόν ἐστι μέχρι πλείστου τοῖς ἐμπειρικοῖς, ἵνʼ αὐτό γε τοῦθʼ, ὅτι μηδὲν διαφέρει, βεβαίως ἐπιγνῶσι. καὶ τοῦτʼ ἔστι τὸ μάλιστα τὴν ἄλογόν τε καὶ ἀμέθοδον κίνησιν εἰς ἀπέραντόν τι χρόνου μῆκος ἐκτοπίζον, καὶ διὰ τοῦτʼ ἀεί φαμεν, ὥσπερ οὖν καὶ διʼ ἑτέρων ἐπέδειξα, τηρήσει μόνῃ συστήσασθαι τὴν τέχνην, ἄνευ λογισμοῦ τῶν ἀδυνάτων ὑπάρχειν. κᾂν εἰ συγχωρηθείη γε ταῦτα πάντα, τὸ γοῦν ποσὸν τῆς καθʼ ἕκαστον αὐτῶν τροπῆς ἀμνημόνευτον γενήσεται πρὸς μηδὲν μέτρον ὡρισμένον ἀναφέρειν ἡμῶν τάς θʼ ὑπερβολὰς καὶ τὰς ἐνδείας δυναμένων. πῶς γὰρ ἄν τις μνημονεύσειεν ἅπαντα ταῦτα, συμπλέξας ἀλλήλοις τὰ τοῖς σώμασιν ἐξ ἀνάγκης ὑπάρχοντα μετὰ τοῦ καθʼ ἕκαστον αὐτῶν ποσοῦ; πάντως γὰρ ἡ συμπλοκὴ τοιάδε, τις ἔσται· τῷ λευκῷ μὲν ἐπὶ τοσοῦτον, εὐρυστέρνῳ δὲ ἐπὶ τοσοῦτον· ὁμοίως δὲ παχεῖ μέχρι τοσοῦδε καὶ πλάτους καὶ βάθους τοῦ κατὰ τὸ σῶμα μέχρι τοσοῦδε, προήκοντι, ἄῤῥενι ὄντι καὶ παιδὶ καὶ ἐν ὥρᾳ θερινῇ καὶ ἐν χωρίῳ φύσει ψυχρῷ καὶ ἐν καταστάσει ξηρᾷ τοιόσδε τις ὁ σφυγμός ἐστι. τοιαύτας γάρ τινας συμπλοκὰς ἀπεράντους τὸ πλῆθος ὑπὸ μηδενὸς ἀνθρώπων μήτε τηρηθῆναι μήτε μνημονευθῆναι δυναμένας, ἀλλʼ ἄχρι λόγου μόνον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς τὸ δυνατὸν ἐχούσας, ἐπʼ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀδυνάτους ἐξελεγχομένας, ἀναγκαῖον ἔσται συμπλέκειν. εἰ δὲ δὴ καὶ τῷ μᾶλλόν τε καὶ ἧττον ἅπασι τοῖς εἰρημένοις αἱ τοιαῦται συζεύξεις μέλλοιεν ἀλλήλων διαφέρειν, ὥσπερ οὖν διαφέρουσιν, εἰς ὅσην ἀμηχανίαν ἄξουσι τὸν τηρητικὸν, οἶμαι πρόδηλον ὑπάρχειν. ἄμεινον οὖν ἴσως μὴ διατρίβειν ἔτι, μηδʼ ἐγχρονίζειν, ἐνδεικνύμενον τὸ χαλεπὸν καὶ ἀπέραντον τῆς ἐμπειρικῆς τηρήσεως, ἀλλʼ αὐτὸν δεῖξαι μέθοδόν τινα λογικὴν, ᾗ χρώμενοι τὸ παρὰ τῆς ἐμπειρίας χρηστὸν ἑτοίμως ληψόμεθα. τίς δʼ ἂν εἴη μέθοδος; ἡ τοιάδε· μάλιστα τὴν ἀρίστην τοῦ σώματος ἡμῶν ἐξευρόντας κατασκευὴν πρῶτα μὲν ἐπισκέψασθαι χρὴ, ποῖοί τινες οἱ κατʼ αὐτήν εἰσι σφυγμοὶ, καὶ τοῦθʼ οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχε ποιητέον, ἀλλʼ ἐν τοιαύτῃ καταστάσει λαβόντας τὸν ἄνθρωπον, ἐν οἵᾳ τὴν οἰκείαν κίνησιν οἱ σφυγμοὶ φυλάττουσιν ὑπὸ μηδενὸς τῶν ἔξωθεν αἰτίων τετραμμένοι. γένοιτο δʼ ἂν τοῦτο μήτʼ ἀργίᾳ μακρᾷ κατεσχημένου μήθʼ ὑπόγυιον γεγυμνασμένου, ἀλλὰ μηδʼ ἐν ἀσιτίᾳ μακρᾷ γεγονότος, ἢ ἀρτίως ἐδηδοκότος. εἶναι δὲ χρὴ καὶ τὸ περιέχον εὔκρατον δηλονότι καὶ τὸν ἄνθρωπον ἔξω τῶν ψυχικῶν παθημάτων, ἐν γαλήνῃ καθαρᾷ τὴν ψυχὴν ἔχοντα. μετὰ δὲ ταῦτα τὰς μοχθηρὰς τοῦ σώματος κατασκευὰς εὑρόντα πρῶτον μὲν ἐξαριθμήσασθαι τὰς διαφορὰς αὐτῶν, ἔπειτα δὲ τάς τε ὑπερβολὰς, καὶ τὰς ἐνδείας τὰς ἐν αὐταῖς κατιδόντα τῇ συμμέτρῳ τε καὶ ἀρίστῃ παραβάλλειν, καὶ λογίσασθαι μὲν πρῶτον, ὅσον εἰκὸς διαλλάττειν τοὺς ἐν ταῖς τοιαύταις φύσεσι σφυγμοὺς τῶν ἐν τῇ ἀρίστῃ, ἔπειτα καὶ διʼ αὐτῆς τῆς πείρας βασανίσαι τὸν λόγον, εἰ ὁμολογεῖ τοῖς ἐναργέσι, καὶ τοῦτο πολλάκις ποιήσαντα καὶ διʼ ἀσκήσεως μακρᾶς τόν τε λογισμὸν καὶ τὴν ἁφὴν γυμνάσαντα, τότε νομίζειν ἤδη βεβαίως ἐπίστασθαι τόν τε σύμμετρον ἐν ἅπασι τοῖς γένεσιν τῶν σφυγμῶν καὶ τοὺς ὁπωσοῦν ὑπερβάλλοντας τοῦδε, ἢ ἐλλείποντας. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν· ὅστις δὲ ἢ τὴν φύσιν τοῦ σώματος ἡμῶν, ἢ τὰς μοχθηρὰς οὐκ οἶδεν, ἢ λόγῳ μὲν αὐτὰς ἐπεσκέψατο, διαγινώσκειν δʼ ἐντυγχάνων οὐκ ἐμελέτησεν, οὐδὲ ἂν ἔχοι πλέον ἐκ τοῦ παρόντος λόγου. δικαίως οὖν ἐστιν ἐκεῖνα πρότερον ἐκμαθὼν οὕτως ἐπὶ τάδε ἥκειν. καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἐν αὐταῖς εὑρήσει διαφωνίαν τοῖς τε παλαιοῖς ἰατροῖς πρὸς ἀλλήλους τοῖς τε νεωτέροις οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς παλαιούς. οὔτε γὰρ τίς ἡ ἀρίστη φύσις ὡμολόγηται πᾶσιν οὔτε τῶν μοχθηρῶν ὁ ἀριθμὸς εὕρηταί πως. καὶ τὰ σημεῖα, διʼ ὧν τις ἢ τὰς ἀρίστας, ἢ τὰς μοχθηρὰς γνωρίζοι, παντάπασιν ὀλίγοι τῶν ἰατρῶν ἔγραψαν. εἰ δὲ καὶ ταῦτα πάντα τοῖς ἔμπροσθεν ὡμολόγητό τε καὶ δεόντως εὕρητο, διαγινώσκειν γοῦν ἐπʼ αὐτῶν τῶν ἔργων τὰς φύσεις ἐχρῆν πρότερον ἀσκήσαντας, καὶ οὕτως ἐπιχειρεῖν τῇ περὶ τοὺς σφυγμοὺς τέχνῃ. τάχα τινὲς ἀχθεσθήσονται τῷ πλήθει τῆς ἐπεισαγομένης θεωρίας, ἀλλʼ ἡμεῖς γʼ οὐκ ἀχθεσθησόμεθα προπηλακιζομένου τοῦ πράγματος. οὐδὲ γὰρ ἠλπίσαμέν ποτε πάντας ἀρέσκειν, ἢ ὠφελήσειν αὐτό. πάνυ δὲ τοῦτο σαφῶς καὶ ἀκριβῶς ἐπιστάμενοι, πλὴν ἑνὸς τοῦ τῆς ἀληθείας ἐραστοῦ, τοῖς ἄλλοις ἅπασι λῆρον εἶναι μακρὸν δόξαι τοὺς τοιούτους λόγους, ἐπὶ τὴν διέξοδον αὐτῶν ἐτραπόμεθα τὸν ἕνα τῶν πολλῶν προτιμήσαντες. εἰ δὲ δὴ καὶ ἡμᾶς τις αὐτοὺς ἐθεάσατο περὶ τοῖς νοσοῦσι τά τε προγεγονότα καὶ μέλλοντα προλέγοντας, οἶμαι καὶ τοῦτον, εἰ μὴ παντάπασιν εἴη κηφὴν, ἐρασθήσεσθαι τῆς θεωρίας, εἰ καὶ μακροτέρα φαίνοιτο, χρήσιμον οὕτω καὶ καλὸν τέλος ἐπαγγελλομένης.
Μαθὼν οὖν τις πρότερον ὡς χρὴ τὴν ἀρίστην τοῦ σώματος ἡμῶν γνωρίζειν φύσιν, ἑτέρωθι δʼ αὐτῆς εἴρηται τὰ γνωρίσματα, τὸν ἐν ταύτῃ σφυγμὸν μέσον ἁπασῶν τῶν ἄλλων ἴστω καὶ οἷόν τι μέτρον καὶ κανόνα τοῦτον ἐν ἁπάσαις ταῖς περὶ σφυγμῶν πραγματείαις, τὸν σύμμετρόν τε καὶ μέτριον ὑφʼ ἡμῶν μεμνήσθω λεγόμενον, ᾧ παραβάλλοντες τοὺς ἄλλους ἅπαντας ταχεῖς καὶ βραδεῖς καὶ μεγάλους καὶ μικροὺς εἶναί φαμεν. ὁ δʼ ἐν τῇ συμμέτρῳ τε καὶ κατὰ πᾶν ἀρίστῃ φύσει, τοῦτον οὐδὲ καλεῖσθαι δίκαιον οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν, ἀλλʼ οὐδὲ σκληρὸν, ἢ μαλακὸν, ἤ τι τῶν ἄλλων τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων. ἀλλʼ ὥσπερ ἐν τῷ περὶ κράσεων λόγῳ τὴν ἀρίστην ἁπασῶν κρᾶσιν οὔτε θερμὴν ἔφαμεν οὔτε ψυχρὰν οὔτε ξηρὰν οὔθʼ ὑγρὰν οὔτε μαλακὴν οὔτε σκληρὰν ὑπάρχειν, — ἁπάσας γὰρ ταύτας ὑπερβολαῖς τέ τισι καὶ ἐλλείψεσι τῆς τε μιᾶς ἐκείνης τῆς εὐκράτου τε καὶ συμμέτρου συνίστασθαι, — οὕτω καὶ νῦν οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν οὔτʼ ἄλλʼ οὐδὲν ὅσα τῆς μετριότητος ἐξίσταται τὸν ἐν τῇ καλλίστῃ φύσει σφυγμὸν οὔτε προσαγορεύσομεν οὔτε νοήσομεν. οὐδὲ γὰρ αὐτὸν τὸν ἄνθρωπον, ἐν ᾧ τὸν τοιοῦτον εὑρίσκομεν σφυγμὸν, οὐδενὶ τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων προσαγορεύομεν· οὔτε γὰρ παχὺν οὔτʼ ἰσχνὸν οὔτε θερμὸν οὔτε ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρὸν, οὔτε ἄλλʼ οὐδὲν τοιοῦτον, ἀλλʼ εὔκρατόν τε καὶ σύμμετρον ἅπασι τοῖς μορίοις τοῦ σώματος ὀνομάζομεν. ἐν τούτῳ τοίνυν, ὅταν γε μάθῃς αὐτὸν διαγινώσκειν, ἁπάσας τὰς διαφορὰς τῶν σφυγμῶν ἐπισκεψάμενος, μέμνησό τε καὶ κρίνων πρὸς αὐτοὺς τοὺς ἄλλους ἅπαντας σφυγμοὺς, ἢ σκληροὺς οὕτως, ἢ μαλακοὺς, ἢ ἀραιοὺς, ἢ πυκνοὺς, ἤ τι τῶν ἄλλων ἀνάλογον κάλει. ὁπότʼ οὖν ἤδη ἔχειν τὸ πᾶν δοκοῦμεν, οὐ χεῖρον ἂν εἴη κινῆσαί τινα ἀπορίαν ἀναγκαίαν, ἵνα δόξαντες μηδὲν εὑρῆσθαι μηδέπω, προσθεῖναί τινα τῷ λόγῳ πειραθῶμεν διορισμὸν, ὃς ἡμᾶς πείσει τε ἅμα καὶ διδάξει, πρῶτον μὲν, ὡς ἤδη τὸ πᾶν ἔχομεν, ἐφεξῆς δὲ τὴν τελεωτάτην τῶν προκειμένων ἐνδείξεται διάγνωσιν. ἀρκτέον οὖν ἤδη τῆς ἀπορίας καὶ ῥητέον, ὡς οὐκ ἐνδέχεται πάσας τὰς ἐν τῷ σώματι πεφυκυίας ἀρτηρίας οὔτʼ ἴσας ἀλλήλαις ὑπάρχειν οὔτʼ εἰς ἴσον διαστέλλεσθαι. πῶς γὰρ ἐνδέχοιτο τὴν ἐπὶ τῆς ῥάχεως ἀρτηρίαν ταῖς κατὰ τὸν τράχηλον, ἢ τὰς μασχάλας τε καὶ τοὺς βουβῶνας, ἢ αὐτὴν ἴσην ὑπάρχειν, ἢ τὴν διαστολὴν αὐτῆς ταῖς ἐκείνων διαστολαῖς; πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ταῖς κατὰ τοὺς ἀγκῶνάς τε καὶ ἰγνύας, καὶ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς καρπούς τε καὶ τοὺς ταρσοὺς, καὶ πολὺ δὴ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς κροτάφους τε καὶ τοὺς δακτύλους. οὐκ οὖν ἐνδέχεται κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἕνα σφυγμὸν εἶναι τὸν σύμμετρον οὐδʼ ἐν αὐταῖς ταῖς ἀρίσταις φύσεσιν, ἀλλὰ τὸ μὲν ἐν τῇ κινήσει τε καὶ τῷ τόνῳ καὶ τοῖς ἄλλοις γένεσιν ἕνα τυγχάνειν εἰκὸς ὑπάρχοντα κατὰ πάσας τὰς ἀρτηρίας. οὐ γὰρ οἷόν τε κατὰ φύσιν ἔχοντος τἀνθρώπου, καὶ μάλιστα τοῦ τὴν ἀρίστην κεκτημένου κατασκευὴν, τὰς μέν τινας τῶν ἀρτηριῶν θᾶττον, τὰς δέ τινας βραδύτερον, ἢ τὰς μὲν σφοδρότερον, τὰς δʼ ἀμυδρότερον, ἢ τὰς μὲν σκληρότερον, τὰς δὲ μαλακώτερον, ἢ τὰς μὲν πυκνότερον, τὰς δʼ ἀραιότερον σφύζειν· ἀλλὰ παραπλησίως ἀλλήλαις τε καὶ τῇ καρδίᾳ πάσας ἀναγκαῖον κινεῖσθαι, τῷ δʼ ὄγκῳ καθάπερ τὰ σώματα αὐτῶν διήνεγκεν, οὕτω καὶ τὰς διαστολὰς εἰκὸς εἶναι διαφερούσας. ἴσως οὖν τις ἡγήσεται πρόχειρον εἶναι τῆς ἀπορίας τὴν λύσιν. οὐδὲν γὰρ κωλύει ἤτοι τῶν κατὰ τοὺς καρποὺς μόνων ἀρτηριῶν ἁπτόμενον ἀεὶ πηλίκος μὲν ἐν ταῖς ἀρίσταις φύσεσιν ὁ ἐν αὐταῖς ἐστι σφυγμὸς ἐπίστασθαι, πηλίκος δὲ τῶν ἐν ταῖς ἄλλαις ἕκαστος ὁ τούτῳ παραβαλλόμενος, ἢ καὶ νὴ Δίʼ εἴ τις ἐθέλοι, καὶ τῶν κατὰ τοὺς ταρσοὺς, ἤ τι μέρος ἄλλο τοῦ σώματος, μεμνῆσθαι χρὴ τοῦ ποσοῦ τῆς διαστολῆς, ἐπί γε τῆς ἀρίστης φύσεως, ἵνʼ ἔχῃ μετρεῖν τούτοις τοὺς ἐν τοῖς αὐτοῖς μέρεσιν ἐν ταῖς ἄλλαις φύσεσι γιγνομένους σφυγμοὺς, οὐδὲν ἄτοπον οὔτε χαλεπὸν οὔτε δύσγνωστον ἔσεσθαι· ἀλλʼ ὁ ταῦτα λέγων οὐκ οἶδεν ἐν τοῖς περὶ τῆς ἀρίστης τοῦ σώματος κατασκευῆς ἀποδεδειγμένον, ὡς ἔν τε μεγάλοις καὶ μικροῖς σώμασιν ὁμοίως συνίστασθαι πέφυκεν ἡ τοιαύτη φύσις. εἰ γὰρ τοῦτʼ ἐγίνωσκεν, οὐκέτʼ ἂν οὔτε τῶν ἀρτηριῶν αὐτῶν τῶν καθʼ ἕκαστον μόριον οὔτε τῶν κατʼ αὐτὰς διαστολῶν τὸν ἴσον ἐνόμιζεν ὄγκον ἐν ἁπάσαις εἶναι ταῖς ἀρίσταις φύσεσιν, ἀλλʼ ἐξαλλάττεσθαι κατά τε τὰ μεγέθη τῶν σωμάτων καὶ τὰς μικρότητας, ὥστε μένειν τὸ ἐξ ἀρχῆς ἄπορον, οὐ δυναμένων ἡμῶν ἕνα σύμμετρον ἐξευρεῖν κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἆρʼ οὖν ἄξιον ἐπειδὴ τελέως ἠπορήκαμεν, ἁπάντων θαυμάσαι τῶν ἰατρῶν, μεγάλους μὲν ἀεὶ καὶ μικροὺς, ὡς ἔτυχεν, ὀνομαζόντων σφυγμοὺς, πηλίκος δέ τις ὁ σύμμετρος, ᾧ παραβάλλοντες αὐτοὺς εὑρήσομεν, οὐ διδασκόντων; ἐοίκασι γὰρ οὐδʼ εἰς ἔννοιάν τινα διηρθρωμένην ἀφῖχθαι τοῦ τοιούτου σφυγμοῦ, ἀλλὰ μᾶλλον ἐν τῷ πρὸς τὶ κατηγορεῖν μέγα, ἢ μικρὸν, ἐν ἴσῳ τῷ μείζονά τε καὶ μικρότερον. ἐγὼ γοῦν καὶ τῶν καθʼ ἡμᾶς ἀρίστων ἰατρῶν, ὅταν ἁψάμενοί τινος μέγαν, ἢ μικρὸν εἴπωσι τὸν σφυγμὸν, εἴωθα πολλάκις πυνθάνεσθαι, τίνος αὐτὸν μείζονα λέγουσιν, ἢ τίνος μικρότερον. οἱ δὲ τοῦ κατὰ φύσιν φασίν. αὖθις δʼ ἂν ἐρωτήσαντος ἐμοῦ, τοῦ τίνος κατὰ φύσιν, οὐχ ὅπως ἀξίαν ζητήσεως εἶναι νομίζουσι τὴν ἐρώτησιν, ἀλλὰ καὶ θαυμάζουσιν, εἴ τινος ἄλλου νομίζοιμι λέγειν πλὴν αὐτοῦ τοῦ νοσοῦντος, οὗπερ ἂν ἐν τῷ παρόντι τυγχάνωσιν ἁπτόμενοι, ἐπεὶ τοῦτό γε καὶ τοὺς παῖδας ἤδη γιγνώσκειν φασὶν, ὡς ἄλλος ἄλλου μείζονά τε καὶ μικρότερον ἐν αὐτῷ τῷ ὑγιαίνειν ἔχει σφυγμόν. ἆρʼ οὖν οὗτοι μὲν οὕτως, οἱ δὲ τούτων βελτίους, οἳ τὰ περὶ σφυγμῶν ἡμῖν συγγράμματα καταλιπόντες ἑτέρως ὑπολαμβάνουσιν, ἢ κᾀκεῖνο παραπλησίως; οἵ γε δὴ λέγουσιν ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ἐργάζεσθαι τοὺς σφυγμοὺς, χειμῶνος δὲ καὶ θέρους ἐλαχίστους, οἱ δὲ μεταξὺ τῶν εἰρημένων καιροὶ μέσους μεγάλων τε καὶ μικρῶν. οὐδὲ γὰρ οὐδʼ οὗτοι δοκοῦσί μοι λέγειν ἁπλῶς ἢ μεγάλους, ἢ μέσους, ἀλλʼ ἐν τῷ πρὸς τί. διὰ τοῦτο γοῦν καὶ προστιθέασιν αὐτῶν τινες ἐν τῷ λόγῳ τὸ ὡς ἐν ὥραις, ὡδί πως γράφοντες· ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ὡς ἐν ὥραις ἐργάζεται τοὺς σφυγμούς. οἱ δʼ αὐτοὶ κᾀν ταῖς ἡλικίαις οὐχ ἁπλῶς γράφουσιν, ὥσπερ ἕτερος, μεγάλους μὲν εἶναι τοὺς ἀκμαζόντων, μικροὺς δὲ τοὺς τῶν παίδων καὶ τῶν γερόντων, ἀλλὰ κᾀνταῦθα προσγράφουσιν, ὡς ἐν ἡλικίαις. ὥσθʼ οὕτως λέγουσι τοὺς μεγάλους καὶ μικροὺς, ὡς εἰ καὶ μείζονας ἔλεγον καὶ μικροτέρους, ἀλλήλοις παραβάλλοντες δηλονότι αὐτοὺς, οὐκ ἐν τῷ συμμέτρῳ. ὅτι δʼ ἀλλήλοις, δῆλον οἶμαι κᾀξ αὐτῆς ὑπάρχειν τῶν πραγμάτων τῆς φύσεως, ὑπὲρ ὧν διαλέγονται. οὐ γὰρ δὴ πάντων γε τῶν ἀνθρώπων ὡσαύτως οἱ σφυγμοὶ μέγιστοι τυγχάνουσιν ὄντες ἐν τοῖς μέσοις τοῦ ἦρος, ἀλλʼ ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν. καὶ τοῦτο μέντοι καὶ αὐτὸ παχεῖ λογισμῷ παντάπασιν ἀδιάρθρωτον καὶ συγκεχυμένον. λῆρος γὰρ οὐ σμικρὸς, εἴ τις οἴοιτο τῷ χολώδει τε καὶ θερμῷ καὶ διακαεῖ τὴν φύσιν, ἢ τὸ ἐναντίον αὐτοῦ τῷ φλεγματώδει τε καὶ ψυχρῷ μεγίστους ἐν ἦρος μέσῳ γίγνεσθαι τοὺς σφυγμούς. ἐν μὲν γὰρ ταῖς διατριβαῖς καὶ μέχρι λόγου τάχʼ ἂν ἴσως δόξειε γίγνεσθαι, πειρωμένοις δʼ οὐκ ἂν εὑρεθεῖεν. τοὺς μὲν γὰρ θερμοτέρους καὶ ξηροτέρους τὴν κρᾶσιν οὐκ ἀναμένοντας ὄψει τὰ μέσα τοῦ ἦρος, ἀλλὰ πολὺ πρότερον τοὺς σφυγμοὺς μεγίστους σφῶν αὐτῶν ἴσχοντας, τοὺς δʼ ἐναντίους αὐτοῖς τοὺς ὑγροτέρους τε καὶ ψυχροτέρους ἐπέκεινα πολὺ τῶν μέσων τοῦ ἦρος, ἤδη τοῦ θέρους ἀρχομένου. μόνους δὲ τοὺς τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἔχοντας ἐν τοῖς μέσοις τοῦ ἦρος ἔστιν εὑρεῖν μεγίστους σφῶν αὐτῶν τοὺς σφυγμοὺς ἴσχοντας. οὕτω δὲ καὶ κατὰ τὰς ἡλικίας ἔχει. καὶ γὰρ τούτων αἱ μὲν εὔκρατοι τοῖς μέσοις τοῦ ἦρος, αἱ δὲ δύσκρατοι πρότερον, ἢ ὕστερον, μεγίστους ἔχουσι τοὺς σφυγμούς. ἀλλʼ οὐδεὶς τῶν ἰατρῶν οὐδὲν ἡμῖν τούτων διωρίσατο, ἀλλʼ ὡς ἂν πάντων ἀνθρώπων ὁμοίως διατιθεμένων ἐν ἑκάστῃ τῶν ὡρῶν, οὕτως ἀποκρίνονται. καίτοι τά γʼ Ἱπποκράτους οὐκ οἶμαί τινα λανθάνειν, ὅσα τε καὶ οἷα περὶ τῶν ὡρῶν εἴρηται παρʼ αὐτῷ, σαφῶς ἐνδεικνυμένῳ, μήτε φύσεις μήθʼ ἡλικίας ἁπάσας πρὸς τῶν αὐτῶν ὡρῶν ὡσαύτως διατίθεσθαι. τοὺς μὲν γὰρ ὁ χειμὼν ἰσχυροτέρους καὶ ὑγιεινοτέρους καὶ κατὰ πάντα βελτίους, τοὺς δὲ τὸ θέρος ἐργάζεται. πῶς οὖν ἐνδέχεται τὸν ὠφελούμενον τῷ βλαπτομένῳ τὴν αὐτὴν ἔχειν τροπὴν τῶν σφυγμῶν; πῶς δʼ οὐκ αἰδοῦνται γράφοντες ἡμῖν ἁπλῶς οὕτως καὶ ἀδιορίστως, ἦρος τὰ μέσα μεγίστους ἐργάζεται τοὺς σφυγμούς; εἰ γὰρ μὴ προσθείη τίσι μεγίστους, οὐδὲν ἐμάθομεν. πῶς δʼ, ὅταν εἴπωσιν θέρους καὶ χειμῶνος μικροὺς γίγνεσθαι τοὺς σφυγμοὺς, οὐδʼ ἄχρι τοῦ, ποτέρα τῶν ὡρῶν τοὺς σφυγμοὺς μικροτέρους ἐργάζεται, τολμῶσι προσπαραγράφειν; οὐ γὰρ δήπου μικράν γε φήσουσιν εἶναι τὴν διαμαρτίαν, εἴ τις τὸ θέρος τοῦ χειμῶνος οἴοιτο μικροτέρους ἐργάζεσθαι τοὺς σφυγμοὺς, τὸ δʼ εἰ τύχοι μείζονας ἐργάζοιτο, ἢ εἰ τὸν χειμῶνα τοῦ θέρους, ἔμπαλιν ἔχοντος τἀληθοῦς. ὅ τι γὰρ ἄν τις εἴπῃ τῶν τριῶν τούτων, εἴτε τὸ θέρος τοῦ χειμῶνος, εἴτε τὸν χειμῶνα τοῦ θέρους, ἢ ἐπίσης ἐν ἀμφοτέροις εἶναι τοὺς σφυγμοὺς, οὐκ ἀληθεύσει, μὴ προσθεὶς τὸ τίσιν. εἰ δὲ προσθείη τε καὶ διορίσαιτο, κατά τε τὰς φύσεις τῶν σωμάτων καὶ τὰς ἡλικίας, ἕκαστον τῶν τριῶν ἀληθὲς γενήσεται, καθάπερ ἡμῖν ἐν τοῖς ἰδίοις περὶ τούτων λόγοις διορίζεται. ἀλλʼ οὔθʼ αὑτὸν ἕκαστος οὔτʼ ἀλλήλους ἐξελέγξαι περὶ τούτων ἠδυνήθησαν, ὡς πολλὰ μὲν ψευδῆ, πολλὰ δʼ ἀδιόριστα λέγουσιν, οὐδὲ διὰ μίαν ἄλλην αἰτίαν τὸ τοιοῦτο παθόντες ἢ ὅτι τοῦ συμμέτρου καθʼ ἕκαστον γένος σφυγμοῦ παντάπασιν ἀμαθῶς εἶχον. ἢ διὰ τί, καίτοι περὶ πάντων οὕτω πικρῶς ἀλλήλοις ἐρίζοντες, περὶ τούτων οὐδὲ ζητοῦσιν ὅλως, ἀλλὰ ταλαιπώρως παρατρέχουσιν; διʼ οὐδὲν ἄλλο ἢ ὅτι πεφυρημένον τε καὶ ἀδιάρθρωτον ὑπὲρ αὐτῶν ἔχοντες τὸν νοῦν, ἑνί γε τῷ πρώτῳ σφαλέντι πάντες ἠκολούθησαν, εἶτα περὶ τῶν ἀξιολόγων οὐδεμίαν εἰς αὐτὰ τὰ τῆς τέχνης ἔργα βλάβην ἢ ὠφέλειαν εἰσφερομένων πικρῶς ἐριζόντων οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ Ἡροφίλῳ. καὶ ταῦτα μέντοι τῆς ἔριδος ὑπὲρ ἀδήλων πραγμάτων συνισταμένης καὶ πολλῶν καὶ μακρῶν λόγων, ἵνʼ ἀποδειχθῇ, δεομένων, περὶ τῶν οὕτως ἐναργῶν, ὡς καὶ διὰ μόνης τῆς αἰσθήσεως ἔνεστι λαβεῖν, οὔτʼ αὐτοὶ διωρισμένως γράφουσιν οὔτε τοὺς σφαλέντας ἐλέγχουσιν, οὐδʼ εἴ τις τῶν παλαιῶν ἕτερόν τι παρὰ τὸ δοκοῦν αὐτοῖς ἔγραψε, μνημονεύουσιν. ἀλλὰ μικρὸν μὲν τὸν τοῦ παιδὸς εἰρήκασι σφυγμὸν, ὡσαύτως δὲ καὶ τὸν τοῦ γέροντος μικρὸν, ὁπότερος δʼ αὐτῶν μικρότερος, οὐκέτι γράφουσι, καίτοι σαφῶς Ἡροφίλου τοῖς τε μὴ παρέργως ἐντυγχάνουσιν αὐτοῦ τοῖς βιβλίοις ὑπὲρ ἀμφοτέρων γεγραφότος. ἢ καὶ γελοῖον ἴσως ποιῶ τὰ τοιαῦτα διορίζεσθαι βουλόμενος αὐτοῖς, οἷς οὐδὲ τὰ πρῶτα καὶ ἁπλούστατα καλῶς εἴρηται. μικρόν γʼ οὖν λέγουσι τὸν τοῦ παιδὸς σφυγμὸν, Ἡροφίλου μηδεπώποτε μικρὸν εἰρηκότος, ἀλλὰ ποτὲ μὲν ἱκανὸν τῷ μεγέθει, ποτὲ δὲ ἀξιόλογον, ἤ πως οὕτως ὀνομάζοντος. εἶτα τίς μὲν ἡ κινοῦσα τὰς ἀρτηρίας αἰτία ζητοῦσι καὶ τῶν εἰς τοῦθʼ Ἡροφίλῳ γεγραμμένων οὐδὲν παραλείπουσι, τῶν δʼ εἰς τὰ ἔργα τῆς τέχνης διαφερόντων θεωρημάτων, οὔτʼ εἰ καλῶς οὔτʼ εἰ μὴ καλῶς ἔγραψεν Ἡρόφιλος, οὐδενὸς ἔτι μέμνηνται· ὦ πρὸς τῶν θεῶν, οὐ πολὺ μέντοι βέλτιον ἦν, μὴ περὶ τοῦ τέτταρας ὑφʼ Ἡροφίλου λέγεσθαι τὰς διοικούσας τὰ ζῶα δυνάμεις ζητεῖν, μηδὲ πικρῶς ἐρίζειν τε καὶ ἀντιλέγειν αὐτῷ περί γε τούτων, ἀλλʼ εἴπερ ἐβούλοντο καταβάλλειν τε καὶ διεξελέγξαι αὐτὸν εἰκῆ ληροῦντα, τῶν τοιούτων αὐτοῦ μνημονεύειν, ἃ φανερῶς τοῖς ἐναργέσι μάχεται, καὶ ταῦτα μαρτύρων ἀριθμὸν οὐκ ὀλίγον ἀθροῖσαι κατʼ αὐτοῦ δυνάμενοι; τούς τε γὰρ μεθʼ Ἡρόφιλον τὰ περὶ σφυγμῶν πραγματευσαμένους καὶ σχεδὸν τοὺς νῦν ἅπαντας ἕξουσι μαρτυροῦντας, ὡς ὁ τῶν παίδων σφυγμὸς μικρότερός ἐστι τοῦ τῶν γερόντων, καὶ πολλῷ γέ τις μικρότερος. ὥστε τὶς ἐμοὶ πρώην ἔφασκε καταγελῶν ὅλου τοῦ ἐρωτήματος, οὐδὲ ζητήματος ἄξιον εἶναι τὸ πρᾶγμα. πολὺ γὰρ μικροτέρους ὑπάρχειν τοὺς τῶν παίδων, καὶ διὰ τοῦτο καλῶς μηδὲ γεγράφθαι τι περὶ αὐτῶν. τοιούτους οὖν μυρίους ἔχοντες μάρτυρας καὶ τἄλλα φιλονεικοῦντες ἀεὶ πρὸς Ἡρόφιλον, οὐκ οἶδʼ ὅπως τὰ τοιαῦτα παραλελοίπασι τὴν ἀρχὴν, οὐδʼ εἰ γέγραφεν αὐτὰ γιγνώσκουσιν. οὐδὲ γὰρ αὐτῆς τῆς ἰατρικῆς αὐτοῖς πάνυ φροντίς ἐστιν, ἀλλὰ μόνον ἐκείνων τῶν δογμάτων, ἃ τὰς ἐν ταῖς διατριβαῖς φλυαρίας αὐξῆσαι δύναται. ταῦτʼ οὖν ἐκλέγουσι μόνον τῶν Ἡροφίλου βιβλίων τὰ κεφάλαια, τὰ δὲ ἄλλα παντάπασιν ὑπερβαίνουσι, καὶ διὰ τοῦτʼ οὐδʼ ὅλως ἴσασι τί γέγραφεν Ἡρόφιλος, εἰς μὲν τὰ τῆς τέχνης ἔργα μεγάλως διαφέρον, ἐναντίον δʼ οἷς οὗτοι λέγουσι. διὰ τοῦτο γοῦν καὶ περὶ τῶν ῥυθμῶν ὅσα μὲν ἐχρῆν αὐτοὺς ἔτι παῖδας ὄντας ἐν τοῖς τῆς μουσικῆς διδασκαλείοις ἐκμαθεῖν, ταῦτʼ οὐδόλως εἰς τὰ τῆς ἰατρικῆς συγγράμματα φέρουσι, τὸ τῶν ὀψιμαθῶν πάθημα πάσχοντες, οὐδὲ σιωπῆσαι δυνάμενοι, κᾂν ἑτέρας ᾖ τέχνης. πῶς δʼ ἀπὸ ῥυθμοῦ δεῖ σημειοῦσθαι, οὐκέτʼ οὐδεὶς ἔγραψεν αὐτῶν. ἀλλʼ Ἡρόφιλός γε τὴν ἐναντίαν ὁδὸν ἰὼν αὐτοῖς παραλείπει μὲν ἃ παρὰ τοῖς μουσικοῖς ἐχρῆν μεμαθηκέναι τὸν ἀξίως τῆς τέχνης πεπαιδευμένον, ὡς ἐπισταμένοις δʼ αὐτοῖς διαλέγεται, τὸ χρήσιμον εἰς τὴν ἰατρικὴν ἐξ αὐτῶν λαμβάνων. οἱ δʼ ὅταν τὴν θαυμαστὴν ταύτην, ὡς αὐτοὶ καλοῦσι, τεχνολογίαν τὴν περὶ τῶν ῥυθμῶν διεξέλθωσιν, οὐκέτʼ αὐτοῖς μέλει δεῖξαι, πῶς ἄν τις ἱκανὸς προγνῶναί τι διʼ αὐτῶν, ἢ σημειώσασθαι γένοιτο. ταῦτʼ ἄρα καὶ τὸν παίδων σφυγμὸν μικρὸν λέγουσιν, Ἡροφίλου τἀναντία γράφοντος, οὐδὲ μέχρι τοσούτου διασκέψασθαι σπουδάζοντες, ὡς ἐννοῆσαι δυνηθῆναι, ποία τις παρὰ τοῖς ἀνθρώποις μεγάλη καὶ μικρὰ διαστολὴ λέγεται. καὶ γὰρ ἐπὶ κύστεων καὶ φυσῶν χαλκευτικῶν καὶ ἀσκῶν καὶ γαστέρων καὶ μητρῶν καὶ παντὸς ἁπλῶς τοῦ κοιλότητά τινα κεκτημένου μεγάλας τε καὶ μικρὰς εἰώθαμεν διαστολὰς ὀνομάζειν. καὶ πολλάκις γε μικρὸν μὲν τὸν ὄγκον εἶναί φαμεν τῆς γαστρὸς, μέγαν δʼ εἰ τύχοι τὸν τῆς κύστεως, καὶ μικρὸν μὲν τὸν τοῦ ἀσκοῦ, μέγαν δὲ τὸν τῆς γαστρός· εἴποιμεν δʼ ἄν ποτε καὶ τὴν κύστιν εἰς ὄγκον τε μέγαν καὶ διαστολὴν ἀφικέσθαι μεγίστην, τὸν δʼ ἀσκὸν καὶ τὸν σάκκον εἴκοσι πολλάκις ἑαυτῶν ἐντὸς τοιαύτας κύστεις δέξασθαι δυναμένους μηδέπω τὴν μεγίστην ἔχειν διαστολήν. λογιζόμεθα γὰρ, οἶμαι, πρὸς τὴν ἑκάστου τῶν σωμάτων κοιλότητα τὴν διάστασιν αὐτοῦ χρῆναι παραβάλλειν, οὐχ ἁπλῶς ἀποφαίνεσθαι κατὰ πάντων ἑνὶ μέτρῳ χρωμένους. ἔστι γάρ τι τὸ μέτρον ἐν ἑκάστῳ, καθʼ ὃ μήτε τείνεσθαι τοὺς τὰς κοιλότητας ἑαυτῶν ἐντὸς ἔχοντας χιτῶνας μήτε χαλαροὺς εἶναι συμβέβηκεν. ὅταν οὖν ἤτοι τάσις ἐν αὐτοῖς, ἢ κοιλότης ἐμφαίνηται, τότε μεγάλας καὶ μικρὰς λέγομεν ὑπάρχειν τὰς διαστολάς. ἡνίκα δὲ μήτε αἰσθητὴν κοιλότητα δυνατὸν ἔτι θεάσασθαι μήτʼ ἤδη πονοῦσιν οἱ χιτῶνες ὑπὸ τῆς διαστολῆς τεινόμενοι, μετρίαν τέ τινα καὶ σύμμετρον καὶ κατὰ φύσιν τῷ σώματι τὴν τοιαύτην διάστασιν εἶναί φαμεν. τί δὴ οὖν χαλεπὸν ἐκ τούτων ὁρμηθέντας ἐννοῆσαι περὶ τῆς ἀρτηρίας, ὡς καὶ ταύτην σῶμα κοῖλον ὑπάρχουσαν, ἀναγκαῖον ὅρους ἔχειν τῆς ἐφʼ ἑκάτερα κινήσεως, καὶ μήτʼ εἰς ἄμετρον διΐστασθαι — ῥαγῆναι γὰρ ἂν — μήτʼ εἰς ἐλάχιστον συστέλλεσθαι· κωλύειν γὰρ τὴν τῶν χιτώνων φύσιν, σκληρὰν καὶ δυσσύμπτωτον ὑπάρχουσαν;
Ἔστιν οὖν τις αὐτάρκης διαστολὴ τῆς ἀρτηρίας, ὡς μήτε διατείνειν μήτʼ ἀπολιπεῖν τι χαλαρὸν αὐτῆς μόριον, ἣν σύμμετρόν τʼ εἶναι φήσομεν καὶ κατὰ φύσιν· εἰ δὲ μὴ, καθʼ ἕνα καὶ τὸν αὐτὸν ἄνθρωπον ἀναγκασθησόμεθα λέγειν μεγάλους τε καὶ μικροὺς καὶ συμμέτρους ὑπάρχειν σφυγμοὺς, καίτοι δεινὸν ἐν ἀρίστῃ φύσει τὸ μὴ πάντας εἶναι συμμέτρους, πολὺ δὲ δεινότερον τὸν αὐτὸν σφυγμὸν μέγαν θʼ ἅμα καὶ μικρὸν καὶ σύμμετρον γίνεσθαι, τοῖς μὲν μικροτέροις παραβαλλόμενον μέγαν, τοῖς δὲ μείζοσι μικρὸν, ἀμφοτέροις δʼ ὁμοῦ σύμμετρον, δέον, ὅταν μὲν τῷ μικροτέρῳ παραβάλληται, μείζονα καλεῖν αὐτὸν, ὅταν δὲ τῷ μείζονι, μικρότερον, ἀμφοῖν δὲ μέσον. οὕτως γὰρ ἡμῖν ἔξεστι καλεῖν τοὺς ἐν ταῖς ἀρίσταις φύσεσι σφυγμοὺς, ἀλλήλων μὲν μείζονάς τε καὶ μικροτέρους, συμμέτρους δʼ ἅπαντας, εἴπερ τι τῶν ἀνωτέρω λεχθέντων μνημονεύοιμεν, ὁπόταν πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου σώματος ἀποβλέπειν ἐφάσκομεν δεῖν, ὅταν τὸ σύμμετρόν τε καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἐξευρεῖν ᾖ προκείμενον, ὅταν δʼ ἁπλῶς ἀλλήλοις παραβάλλωμεν τοὺς ὄγκους τῶν σωμάτων, μεῖζον μὲν καὶ ἔλαττον καὶ μέσον ἀμφοῖν ὀνομάζειν, μέγαν δὲ καὶ μικρὸν καὶ σύμμετρον μηδέπω. τὸ μὲν γὰρ μεῖζον τοῦ ἐλάττονός ἐστιν ὑπερέχον, τὸ δὲ μέγα τοῦ ὁμογενοῦς συμμέτρου μεῖζον, ὥστʼ ἄμφω μὲν ἐν τῷ πρὸς τὶ λέγεσθαι, ἀλλὰ τὸ μὲν μεῖζον πρὸς ἅπαντα τὰ μικρότερα παραβάλλωμεν, τὸ δὲ μέγα πρὸς ἓν μόνον τὸ ὁμογενὲς μέτριον· εἰ γὰρ ἐκείνου μεῖζον εἴη, μέγα καλεῖται. ἀντίστροφα δὲ τούτοις ἐπί τε μικροτέρου καὶ μικροῦ χρὴ νοεῖν. σύμμετρον δὲ καὶ μέτριον εἶναι λεκτέον τὸ κατὰ τὴν οἰκείαν φύσιν ἔχον, ὥσπερ ἀσύμμετρόν τε καὶ ἄμετρον τὸ παρὰ τὴν φύσιν. ἐπεὶ τοίνυν ἐστὶ σῶμα κοῖλον ἡ ἀρτηρία, τὴν διάστασιν αὐτῆς ἀνάγκη ποτὲ μὲν οἰκείως τε καὶ συμμέτρως τῆς τε χρείας, ἧς ἕνεκα πρὸς τῆς φύσεως ἐγένετο τοιαύτη, καὶ προσέτι τῶν χιτώνων τῶν αὐτῆς, ποτὲ δʼ ἀμέτρως ἐπιτελεῖσθαι. δείκνυται δʼ ἐν ἑτέροις, ὡς ἐν ταῖς ἀρίσταις φύσεσιν εἰς τοσοῦτον διαστέλλεσθαι πέφυκεν, εἰς ὅσον τήν τε χρείαν ἱκανῶς πληρῶσαι καὶ μηδὲν τοὺς χιτῶνας λυπῆσαι. τὸν οὖν βουλόμενον ἑνὶ κανόνι προσέχειν ἐν ταῖς τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν διαγνώσεσι, τὴν ἀρίστην φύσιν ἐξευρόντα, καὶ γνόντα μιᾶς ἀρτηρίας ἡστινοσοῦν, ἐν αὐτῇ τόν τε τοῦ σώματος ὄγκον τόν τε τῆς διαστολῆς μεμνῆσθαι χρὴ καὶ συλλογίζεσθαι, μέχρι πόσου τὴν μείζονα ταύτης ἀρτηρίαν εἰκὸς ἔχειν μείζονα, καὶ τὴν διαστολὴν ἐν ταῖς ἀρίσταις φύσεσιν· εἶτʼ εἰ μὲν εὑρίσκοιτο τηλικαύτην ἡλίκην ἔσεσθαι στοχάζοιτο, σύμμετρον οὕτω καλεῖν τὸν σφυγμόν· εἰ δʼ ἤτοι μείζονα ταύτης, ἢ ἐλάττονα, μέγαν, ἢ μικρόν. εἴσεται δὲ τὸ τῆς ἀρτηρίας μέγεθος ἐπὶ τῆς ἀρίστης φύσεως ἤτοι διὰ τῆς ἀνατομῆς, εἴτʼ οὖν κατὰ περίπτωσιν εἴτε κατʼ ἐπιτήδευσιν γιγνομένης, ἢ συλλογισάμενος ἐκ τῶν ἐν τοῖς περὶ τῆς ἀρίστης κατασκευῆς εἰρημένων. καίτοι κᾂν εἰ μὴ γιγνώσκῃ τίς ἐστιν ἡ ἀρτηρία τοῖς τὴν ἀρίστην φύσιν ἔχουσιν, ἀλλὰ τόν γε σφυγμὸν αὐτῶν μεμνημένος, εἶτʼ αὖθις συντυχὼν ἑτέρῳ τινὶ καὶ δυνάμενος συλλογίσασθαι, πότερον εἰκὸς μείζονας τοῦτον ἢ μικροτέρας ἐκείνου τὰς ἀρτηρίας ἔχειν, οὕτως ἤδη παραβάλλειν τε τῷ κατὰ τὴν διαστολὴν ὄγκῳ δυνήσεται καὶ στοχάζεσθαι, πότερα σύμμετρος, ἢ μέγας, ἢ μικρὸς ὁ σφυγμός ἐστιν. εἰ μὲν γὰρ ὅσῳ φαίνεται μείζονας τὰς ἀρτηρίας ἔχειν ὁ παραβαλλόμενος ἄνθρωπος, τοσούτῳ καὶ τὴν διαστολὴν αὐτῶν ἔχοι μείζονα, σύμμετρον ἐροῦμεν τὸν σφυγμόν· εἰ δʼ ἤτοι πλέονι τὸ τῆς ἀρτηρίας μέγεθος ἤπερ τὸ τῆς διαστολῆς ὑπερβάλλειν δόξειεν, ἢ ἔλαττον εἴη, μέγαν οὕτως ἢ μικρὸν καλέσομεν· εἰ μὲν τὸ τῆς ἀρτηρίας σῶμα φαίνοιτο μεῖζον ἤπερ τὸ τῶν σφυγμῶν, μικρόν· εἰ δὲ τὸ μὲν τῆς ἀρτηρίας ἔλαττον, τὸ δὲ τῶν σφυγμῶν μεῖζον, μέγαν. οὕτω δὲ καὶ κατὰ τὰ λοιπὰ γένη τῶν σφυγμῶν τό τε κατὰ τὴν κίνησιν αὐτὴν, ἐν ᾧ τάχος τε καὶ βραδύτητα διαγινώσκομεν, καὶ τὸ κατὰ τὴν ἠρεμίαν, ἐν ᾧ πυκνότητα καὶ ἀραιότητα, καὶ τὸ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ προσέτι τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας, ἐν ᾧ σκληρότητα καὶ μαλακότητα. ἐν ἅπασι γὰρ τούτοις τόν τε σύμμετρον ἐπὶ τῆς ἀρίστης φύσεως ἐξευρήσομεν τούς τε ἀμέτρους ἢ διʼ ὑπερβολὴν, ἢ διʼ ἔλλειψιν, οὐκ ἀλλήλοις, ἀλλὰ τῷ συμμέτρῳ παρεξετάσομεν.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Γ.
Ὅτι μὲν ἡ τοῦ συμμέτρου καθʼ ἕκαστον γένος σφυγμοῦ νόησίς τε καὶ διάγνωσις ἡγεῖται τῆς τῶν ἀμέτρων καὶ ὡς ἐν τοῖς ἄριστα κατεσκευασμένοις σώμασιν αἱ ἀρτηρίαι πᾶσαι σύμμετρον σφύζουσιν, ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν· εἰς τίνα δὲ χρὴ σκοπούμενον γνωρίσματα, καθʼ ὅν τινα χρὴ τρόπον ἐπιβάλλοντα τοῖς σφυγμοῖς τοὺς δακτύλους ἀσκεῖν τὴν ἁφὴν διαγνωστικὴν ἐξ ἑτοίμου γίγνεσθαι τῆς τε συμμετρίας αὐτῶν καὶ τῆς ἀμετρίας, ἐφεξῆς ἐροῦμεν, ἀπὸ τοῦ κατὰ τὴν κίνησιν ἀρξάμενοι γένους. ὅτι μὲν οὖν τὸ ποσὸν τοῦ χρόνου μόνον οὐχ ἱκανὸν γνώρισμα συμμέτρου τε καὶ ἀσυμμέτρου κινήσεως, ἀλλὰ καὶ τὰς διαστάσεις καθʼ ὧν ἠνέχθη τὸ κινούμενον ἐπιβλέπειν χρὴ, διὰ τῶν ἔμπροσθεν αὐτάρκως ἐπεδείξαμεν, ἔνθα καὶ τοὺς ἐξηγουμένους κακῶς τὸν ὅρον τοῦ ταχέος σφυγμοῦ διηλέγξαμεν, οὐ μὴν αὐτοί γʼ εἴπομεν ὅπως ἀκούειν χρὴ βέλτιον, ἀλλὰ νῦν ἐροῦμεν. οὔτε γὰρ μακροῦ δεησόμεθα λόγου, φθάνοντες ὅσα πρὸς τὴν νόησιν αὐτοῦ συντελεῖ διὰ τῶν ἔμπροσθεν ἐξηγήσασθαι, καὶ ἄλλως χρήσιμος ἡμῖν ὁ λόγος ἔσται πρὸς τὰ παρόντα. τοῦ τοίνυν ἐν ὀλίγῳ χρόνῳ περιγράφοντος ἡμῖν τὴν κίνησιν σφυγμοῦ ταχέος λεγομένου καὶ βραδέος αὖ τοῦ ἐν πολλῷ, πρὶν μὲν διορισθῆναι τὰ σημαινόμενα τῶν ὀνομάτων εἰκότως ἐσφάλλοντό τινες, οἰόμενοι ταὐτὸν ἔκ τε τοῦ πολλοῦ καὶ τοῦ πλείονος, ὀλίγου τʼ αὖ πάλιν καὶ ὀλιγωτέρου δηλοῦσθαι. δειξάντων δʼ ἡμῶν τὰ πρὸς ὁτιοῦν τὸ τυχὸν ἑκάστοτε λεγόμενα, τὰ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς μόνον, οὐκέτι χαλεπὸν οὐδὲ νῦν εἶναι, πῶς ἐν ὀλίγῳ μὲν χρόνῳ τὴν τοῦ ταχέος σφυγμοῦ κίνησιν περιγράφεσθαι λέγομεν, ἐν πολλῷ δὲ τὴν τοῦ βραδέος. εἰ γὰρ φθάνοιμεν γιγνώσκοντες ἐπὶ πόσῳ χρόνῳ πόσην ἤνυσε διάστασιν ὁ σύμμετρος σφυγμὸς, εἶθʼ ἑτέρου τὸν ἴσον ἔχοντος χρόνον, ἐλάττονα τὴν διάστασιν εὕροιμεν, ἐν πολλῷ χρόνῳ τὸν τοιοῦτον ἐροῦμεν κεκινῆσθαι. θαυμαζέτω δὲ μηδεὶς, εἰ δυοῖν κινήσεων τὸ ποσὸν τοῦ χρόνου ταὐτὸν ἐχουσῶν, τὴν ἑτέραν μόνον ἐν πολλῷ χρόνῳ γεγονέναι φαμὲν, οὐ μὴν ἀμφοτέρας ὁμοίως. καὶ γὰρ δυοῖν ἅμα παίδων πεμφθέντων εἰς διαφέροντας τόπους, εἶτʼ ἐπανελθόντων ἅμα, τὸν μὲν ἕτερον ἐπῃνέσαμεν, ὡς ἐν ὀλίγῳ χρόνῳ τὴν ὁδὸν ἀνύσαντα, τὸν δʼ ἕτερον ἐψέξαμεν, ὡς ἐν πολλῷ. πρὸς γὰρ τὸ τῆς ὁδοῦ μῆκος ἀποβλέποντες ὀλίγον ἢ πολὺν τὸν χρόνον εἶναί φαμεν, οὐχ ἁπλῶς. κατὰ τοῦτο μὲν δὴ καὶ σφυγμὸν ἐροῦμεν ἐν ὀλίγῳ χρόνῳ γιγνόμενον ταχὺν εἶναι, καὶ βραδὺν ἐν πολλῷ, καὶ τοὺς ὅρους τοὺς εἰρημένους ἀποδεξόμεθα καθʼ ὃν εἰρήκαμεν τρόπον ἐξηγούμενοι. εἰ δέ τῳ βίαιος ὁ τοιοῦτος εἶναι δοκεῖ τρόπος, ἀναμνησθεὶς ὅτι κατὰ θάτερον σημαινόμενον ἀκουόντων τῆς λέξεως, ἀπεδείχθησαν ψευδεῖς οἱ ὁρισμοὶ, πειράσθω ποιεῖν ἑτέρους ὅρους. οὐ γὰρ πῶς ἂν ὁρίσαιτο, νῦν ἡμῖν πρόκειται σκοπεῖν, ἀλλὰ τὰς ἐννοίας τῶν πραγμάτων ἀκριβῶς διαρθρῶσαι, μή πῃ σφαλέντες ἐν ταύταις καὶ περὶ τὴν διάγνωσιν αὐτῶν τῶν σφυγμῶν σφαλῶμεν. ὅπερ οὖν ἀναγκαῖον ἦν εἰς τὴν διάγνωσιν, ὑφʼ ἡμῶν εἰρημένον. εἰ δέ τις βούλοιτο μαθεῖν ἐπʼ αὐτῷ συντιθέναι τινὰς ὁρισμοὺς, οὐκ ἄχαρι μὲν ἴσως γυμνάσιον γυμνάσαιτʼ ἂν, οὐ μὴν τοῖς γε προκειμένοις ἀναγκαῖον. ὅθεν οὐδʼ ἡμεῖς περὶ τοῦ πῶς ὁρίζεσθαι χρὴ τοὺς τοιούτους σφυγμοὺς ἐροῦμεν. οὔτε γὰρ ἀναγκαῖον ὅλως οὔτʼ, εἴ τῳ καὶ ἀναγκαῖον φαίνοιτο, τῆς προειρημένης πραγματείας οἰκεῖον, ἀλλʼ ἐν τῷ τετάρτῳ περὶ διαφορᾶς σφυγμῶν ἱκανῶς εἴρηται περὶ αὐτῶν. τῆς δʼ ἐννοίας μόνης ἀξιώσαντες εἰς τὰ προκείμενα μνημονεύειν, ἐπὶ τὸ συνεχὲς τοῦ λόγου μεταβῶμεν. ἤδη γὰρ ὅπερ ἡμεῖς εὕρομεν ἐν αὐτοῖς, εἰπεῖν καιρὸς, εἰς τὴν διάγνωσιν αὐτοῦ συντελοῦν μέγα. μᾶλλον δʼ εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ πᾶν ἤδη ῥηθήσεται. ἀξιοῦμεν γὰρ οὐδὲ τοῦ χρόνου καὶ τῆς διαστάσεως τὸ ποσὸν σκοπεῖν, ἀλλʼ οὐδὲ τὰς ἐν αὐτοῖς ἀναλογίας, ὑπὲρ ὧν ἐν τῷ πρὸ τοῦδε βιβλίῳ διεληλύθαμεν, ἡνίκα τὸν θάττονα καὶ τὸν βραδύτερον ἐδιδάσκομεν σφυγμόν. ἐκεῖ μὲν γὰρ ἀναγκαίως εἴρηται πρὸς τὸ τῆς πλάνης ἐπισχεῖν τοὺς τῷ ποσῷ τοῦ χρόνου μόνῳ διακρίνοντας αὐτοὺς, εἰς δὲ τὴν διάγνωσιν χαλεπὰ καὶ μακρὰ καὶ δυσσυλλόγιστα καὶ δύσκριτα καὶ σχεδὸν ἀδύνατα ἐμοί γʼ ὄντα ἐφάνη. τὸ μὲν γὰρ τάχος τε καὶ τὴν βραδύτητα κατὰ τὴν πρώτην ὁρμὴν τῆς ἀρτηρίας γνωρίζομεν, τὸν δὲ λόγον τοῦ χρόνου πρὸς τὸν χρόνον καὶ τῆς διαστάσεως πρὸς τὴν διάστασιν ἵνʼ ἐξεύροιμεν, παμπόλλου δεόμεθα χρόνου. ὥστʼ οὐδʼ ἀναμένομεν αὐτὰ λογίζεσθαι πρὸς τὴν ἐπὶ τῶν ἀῤῥώστων διάγνωσιν, ἀλλʼ ὥσπερ εἰ καὶ παρόντα τινὰ θεασάμενοι τύχοιμεν, αὐτὸς ὁ ῥοῖζος τῆς ὁρμῆς ἱκανὸς τὸ τάχος ἐνδείξασθαι, οὕτως ἔχει κᾀπὶ τῆς ἀρτηρίας. καὶ γὰρ ἢ ἠπειγμένην, ἢ ἐκλελυμένην ἔστιν εὑρεῖν τὴν κίνησιν αὐτῆς. ἕκαστον γὰρ τῶν κινουμένων σωμάτων ἐκ τῶν τόπων ἐν οἷς ἑκάστοτε γίγνεται διαγινώσκομεν ὅπως κινεῖται. ὅταν μὲν γὰρ ἐγχρονίζῃ τοῖς τόποις, βραδεῖαν εἶναι τὴν κίνησίν φαμεν· ὅταν δʼ ἀπαλλάττηται ῥᾳδίως, ὠκεῖαν. οἶδα δὲ φυσικὴν ἐκδεξομένην ζήτησιν τὸν λόγον, εἰ τὸ κινούμενον σῶμα καὶ μένει κατὰ τί. δείκνυται μὲν οὖν καὶ αὐτὸ τοῦτο παντὸς μᾶλλον ἀληθὲς ἐν τοῖς περὶ τῆς κινήσεως. ἀλλὰ νῦν φυλαξώμεθα τηλικούτοις ἡμᾶς αὐτοὺς προσαρτᾷν ζητήμασι. ὅπερ δὲ φαντάζεται μόνον ἡ αἴσθησις εἰς τὴν διάγνωσιν τῶν ταχέων τε καὶ βραδέων σφυγμῶν, τοῦτο ἀρκεῖ λεχθῆναι, τὸ τὴν μὲν ἀπολιποῦσαν φαίνεσθαι τοὺς τόπους ἐν οἷς ἑκάστοτε γίγνεται ῥᾳδίως, τὴν δʼ ἐπιπλέον ἐν αὐτῷ μένουσαν, καὶ καλεῖσθαι τὴν μὲν ὠκεῖαν οὕτως, τὴν δὲ βραδεῖαν κατὰ τὰς ἐκ τῶν τόπων μεταβάσεις, τῆς αἰσθήσεως τὴν διάγνωσιν ποιουμένης οὐ κατὰ τὸν τῆς ὅλης κινήσεως χρόνον, οὔτʼ ἰδίᾳ καὶ μόνον οὔθʼ ὅσα τῷ ποσῷ παραβάλλεται. καὶ κατὰ τοῦθʼ ἡμῖν ἑτοίμη τοῦ τάχους τε καὶ τῆς βραδύτητος ἡ διάγνωσις γίγνεται, οὐκ ἂν γενομένη, εἴπερ ἀνεμένομεν ποσότητα χρόνων τε καὶ διαστάσεων λαβόντες τὰς ἐν αὐτοῖς ἀναλογίας σκοπεῖσθαι, ἀλλʼ οὐκ ἀναμένομεν δηλονότι. κατὰ γὰρ τὴν πρώτην ἐπιβολὴν τῆς ὄψεως ἀῤῥήτῳ τινὶ χρόνου βραχύτητι προσχρησάμενοι τὴν μονὴν τοῦ κινουμένου σώματος ἐγνωρίσαμεν, ἐφʼ ᾗ συνελογισάμεθα τὴν μετάβασιν. ὅσα γοῦν πόῤῥωθεν ὁρῶμεν, ἔστιν ὅτε ταῦτα μέχρι πλείονος ἡμῖν μένοντα φαντάζεται, κᾂν ὅτι τάχιστα κινῆται, ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ τὴν κίνησιν, οὐκ αἰσθήσει γνωρίζομεν. ὅταν μὲν γὰρ ἕκαστον τῶν πρώτων αἰσθητῶν μορίων τοῦ κινουμένου σώματος ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ τὸν πρῶτον αἰσθητὸν χρόνον ὑπομένῃ, τηνικαῦτα ἀκίνητον εἶναι δοκεῖ τὸ βλεπόμενον· ὅταν δὲ τὸ πρῶτον αἰσθητὸν μόριον ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ τοῦ πρώτου αἰσθητοῦ χρόνου βραχύτερον ὑπομένῃ χρόνον, τηνικαῦτα κινεῖσθαι δοκεῖ. ἕκαστον μὲν γὰρ τῶν εἰρημένων εἰς ἄπειρον τέμνεσθαι δύναται, πρός γε τὴν φύσιν, αἰσθήσει δὲ μετρούμενα, πρῶτά τινα καὶ ἄτμητα κέκτηται μόρια, ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ μὲν ἅπασα κίνησις, οὐκ αἰσθήσει διαγιγνώσκεται. τῷ δὲ παρακεῖσθαι μὲν αἰσθήσει τὸν συλλογισμὸν, ταχίστην δʼ εἶναι τοῦ νοῦ τὴν μετάβασιν, οὐ συλλογισμῷ πολλάκις, ἀλλʼ αἰσθήσει διαγινώσκεσθαι δοκεῖ. ὧν γὰρ ἐν τῷ πρώτῳ πρὸς αἴσθησιν χρόνῳ τὸ πρῶτον αἰσθητὸν μόριον ἐν τῷ πρώτῳ πρὸς αἴσθησιν τόπῳ μένει, τούτων μόνων τὰς κινήσεις ἐναργῶς ὁμολογοῦμεν, οὐκ αἰσθήσεσιν, ἀλλὰ συλλογισμῷ λαμβάνειν, ὥσπερ τῆς τε ἐπὶ γνώμονος σκιᾶς καὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄστρων ἁπάντων, ὅσα τʼ ἄλλα πλεῖστον ἡμῶν ἀφέστηκεν. ὧν δʼ, ὡς ἐῤῥέθη, βραχύτερος ὁ χρόνος τοῦ πρώτου πρὸς αἴσθησιν, ἄχρονος ἥ τε μονὴ καὶ ἡ ἐξάλλαξις τῶν τόπων δοκεῖ, πᾶν γὰρ ὅ τι ἐν ἐλάττονι τοῦ πρώτου πρὸς αἴσθησιν χρόνῳ γίγνεται, τοῦτʼ ἄχρονον εἶναι φαντάζεται. ταῦτα μὲν οὖν ἰδίᾳ κάλλιον πεφιλοσοφῆσθαι τῷ προῃρημένῳ τά τε νῦν προκείμενα καλῶς ἐκμανθάνειν ἄλλα τε πολλὰ τῆς ἰατρικῆς. ἡμῖν δʼ ἀρκέσει καὶ τὰ τοσαῦτα πρὸς ἔνδειξιν τοῦ μὴ χρόνον καὶ διαστημάτων ἐπισκοπεῖσθαι τὸ ποσὸν, ἀλλʼ αὐτὸ τὸ ποιὸν τῆς κινήσεως, ὅπερ ἐστὶ μὲν δύσρητον, ἐξ ὧν δʼ εἴπομεν ὁρμώμενος, ἄν γε μὴ παντάπασιν ἀδύνατός τε καὶ ἀταλαίπωρος ᾖς, οὐ χαλεπῶς τεύξῃ τἀληθοῦς, εἰς δύναμιν ἀνθρωπίνην. ἔτι δὲ μᾶλλον, εἰ τοὺς ἀνωμάλους κατὰ τάχος καὶ βραδύτητα σφυγμοὺς διαγινώσκειν μελετῴης, εὕροις ἂν ὡς ἐν τῷ ποιῷ κινήσεως ἡ γένεσις αὐτοῖς. μιᾶς γοῦν διαστολῆς πολλάκις ἡ μὲν ἀρχὴ τῆς κινήσεως ἐναργῶς ὠκυτέρα φαίνεται, τὸ δʼ ἑξῆς βραδύτερον, αὖθις δὲ τὸ πέρας ὠκύτερον οὐ ποσότητάς τινας, ἢ χρόνων, ἢ δυνάμεων, ἢ διαστάσεων ἀριθμούντων ἡμῶν, ἀλλʼ αὐτὸ μόνον τὸ ποιὸν τῆς κινήσεως σκοπουμένων. οὔκουν οὐδʼ ἐπιπολῆς ψαυστέον, ὁπόταν τὸ γένος τοῦτο τῶν σφυγμῶν ἐπισκοποίμεθα. τοῦ γὰρ ἔξω πέρατος τῆς κινήσεως οὕτως ἂν αἰσθανοίμεθα μόνον, οὐ πάσης αὐτῆς. ἐκ δὲ τούτων οὐκ ἄδηλον ἤδη τὸ τοὺς τοιούτους σφυγμοὺς δεῖν εἶναι πάντως μήτε μικροὺς μήτε ἀμυδρούς. οὐ γὰρ οἷόν τε τριχῆ τέμνειν τὴν κίνησιν, οὔτε ἐν ταῖς μικραῖς διαστάσεσιν οὔτʼ ἐν ταῖς ἀῤῥώστοις δυνάμεσι. κωλύει γὰρ ἐπὶ μὲν τῶν προτέρων ἡ σμικρότης, οὐχ ὑπομένουσα τομὴν εἰς αἰσθητὰ μόρια, ἐπὶ δὲ τῶν δευτέρων ἡ ἀῤῥωστία τῆς φύσεως, ὀκλάζουσα πρὸς τὴν θλίψιν. διὰ τοῦτο γοῦν οὐδʼ ἐπὶ τῶν ληθαργικῶν σφυγμῶν ἔστιν φωρᾶσαι τινὰ ἀνωμαλίαν, ἴσως οὖσαν, ὅτι δεῖται μὲν πάντως θλίψεως εἰς τὴν διάγνωσιν, οὐχ ὑπομένει δʼ αὐτὴν ὑπʼ ἀῤῥωστίας. συνετὸν οὖν ἱκανῶς καὶ τετριμμένον ἅμα περὶ τὰς διαγνώσεις εἶναι χρὴ τὸν μέλλοντα τὴν προσήκουσαν ἑκάστου τῶν σφυγμῶν ἐξευρήσειν ἐπαφήν. εἰ γὰρ ὁ μὲν μέγιστός θʼ ἅμα καὶ σφοδρότατος ἰσχυρᾶς ἀνέχεται θλίψεως, τῶν δʼ ἄλλων ἕκαστος εἰς ὅσον ἂν ἤτοι σφοδρότητος, ἢ μεγέθους ἐνδεῶς ἔχῃ, εἰς τοσοῦτον ἐλάττονος, πρῶτον μὲν ἀκριβῶς χρὴ πόσον ἀπολείπονται τοῦ μεγίστου θʼ ἅμα καὶ σφοδροτάτου διαγινώσκειν, δεύτερον δὲ συλλογίζεσθαι πόσον ἀρκεῖ τῆς θλίψεως ἐπενεῖναι τοῖς οὕτως ἔχουσιν. ἑκατέρως γὰρ ἁμαρτάνειν ἀναγκαῖον, εἴθʼ ὑπερβάλλοιμεν τῆς ἀναλογίας, εἴτʼ ἐλλείποιμεν· ἐφʼ ὧν μὲν γὰρ ἂν ἔλαττον ἤδη θλίψωμεν, ἐκφεύξεταί τι τῆς ἐντὸς ἡμᾶς κινήσεως, ἐφʼ ὧν δʼ ἂν πλέον, τῆς ἐκτός. ὥστε πρῶτον μὲν ἀνώμαλόν ποτε τὴν κίνησιν οὖσαν οὐ γνωριοῦμεν, ἔπειτα δὲ καὶ ψευδῶς ὑπὲρ ὅλης ἀποφανούμεθα πολλάκις ἀφʼ ὧν ἐν τοῖς μέρεσι κακῶς διέγνωμεν. εἰ γὰρ ἤτοι τὸ πρότερον αὐτῆς μόριον ὠκύτερον, ἢ τὸ δεύτερον ὑπάρχει, γιγνώσκοιτο δʼ ἡμῖν αὐτῶν θάτερον μόνον, ἀνάγκη πρῶτον μὲν ὡς ἀνώμαλός ἐστιν ἡ σύμπασα κίνησις ἀγνοεῖν, ἔπειτα δʼ ἤτοι ταχεῖαν, ἢ βραδεῖαν αὐτὴν εἶναι νομίσομεν, οὐδʼ ἑτέραν ἁπλῶς ὑπάρχουσαν. ἧς γὰρ κινήσεως τὸ μὲν πρότερον ᾖ μόριον ὠκὺ, τὸ δὲ δεύτερον βραδὺ, ταύτην οὐκ ἄν τις οὔτʼ ὠκεῖαν ἁπλῶς οὔτε βραδεῖαν ἐν δίκῃ καλέσειεν. οὐκ οὖν, κεφαλὴν γὰρ ἐπιθέντας τῷ λόγῳ χρὴ μεταβαίνειν ἐφʼ ἕτερα, τὸν σύμμετρον κατὰ τὴν κίνησιν σφυγμὸν ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐξετάσαι προσῆκεν, οὐ κατὰ διαστάσεως καὶ χρόνων ποσότητα, ἀλλὰ καὶ αὐτὸ τὸ ποιὸν, ὡς εἴπομεν, ὅπως ἀπαλλάττηται τῶν τόπων ἐφάσκομεν δεῖν σκοπεῖσθαι, καὶ τούτου μνημονεύοντας, ὃς μὲν ἂν θᾶττον ἀπαλλαττόμενος φαίνηται, ταχὺν, ὃς δʼ ἂν βραδύτερον, βραδὺν ὀνομάσαι· ἐμφαίνεσθαι δὲ τοῦτο κατʼ αὐτὴν τὴν πρώτην ἐπιβολὴν τῆς ἁφῆς, πρὶν κατὰ πάσης τῆς διαστάσεως ἐνηνέχθαι τὴν ἀρτηρίαν· ὥστʼ εἴπερ ὁμαλὸς ὁ σφυγμὸς εἴη, οὐ περιμείναντας τὴν ὅλην διαστολὴν ἐκ τοῦ μέρους αὐτῆς περὶ πάσης ἔχειν τεκμήρασθαι· ἀνωμάλου δʼ ὄντος ἁπάσῃ τε χρῆναι παρακολουθεῖν ἐλέγομεν, ἐπιβαλεῖν τε τὴν ἁφὴν διαφερόντως, ὡς ἂν ἔχοι μεγέθους τε καὶ σφοδρότητος ὁ σφυγμός. περὶ μὲν δὴ τοῦ κατὰ τὴν κίνησιν γένους ἱκανὰ καὶ ταῦτα πρός γε τὸ παρόν. αὖθις γὰρ ἡμῖν ἐν ταῖς περὶ τῶν σφυγμῶν διαγνώσεσιν ἀναγκαῖον αὐτῆς ἔσται μνημονεῦσαι.
Περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐφεξῆς λέγωμεν· τριῶν δὴ διαστάσεων οὐσῶν τοῦ σώματος τῆς ἀρτηρίας, μήκους καὶ πλάτους καὶ βάθους, οὐδεμιᾶς οἷόν τε πάσης αἰσθέσθαι. τῆς μὲν κατὰ τὸ μῆκος ἄντικρυς δῆλον, μέχρι μὲν γὰρ ἐσχάτου πέρατος ἑκατέρωθεν ἡ ἀρτηρία σφύζει, βραχεῖ δʼ αὐτῆς μέρει τὴν ἁφὴν ὑπερβάλλομεν, ὅσον ἂν ὑπερκύπτῃ τὸν ὄγκον τοῦ προκειμένου σώματος. αὐτὸ δὲ τοῦτʼ ἔστι τὸ ποιοῦν ἢ μακρὸν, ἢ βραχὺν εἶναι τὸν σφυγμὸν, τὸ μὴ πάσης ἅψασθαι δύνασθαι τῆς ἀρτηρίας κατὰ τὸ μῆκος, ἀλλʼ εἶναί τι πάλιν κᾀνταῦθα καθʼ ἑκάστην φύσιν σώματος ἐπιφανὲς ὑπὸ τῷ δέρματι, τῇ δʼ ἀρίστῃ φύσει δηλονότι τὸ σύμμετρον, οὗ τὸ μὲν πλέον μακρὸν, τὸ δʼ ἔλαττον βραχὺν ποιεῖ τὸν σφυγμὸν, οὐκ ἀριθμῷ δακτύλων ὁρισθῆναι δυνάμενον, ὥσπερ τινὲς, εἰ μὲν τοῖς τέτταρσιν ὑποπίπτοι, μακρὸν εἶναι λέγουσιν, εἰ δὲ τοῖς τρισὶ, μέσον, εἰ δὲ τοῖς δύο, βραχύν. οὐ γάρ ἐστιν ἓν μέτρον σώματος ἀρίστης φύσεως, ἀλλὰ καθʼ ἑκάστην οὐ χαλεπῶς ἐξευρήσεις τὸ ποσὸν, ἀπὸ μιᾶς ὁρμηθεὶς, εἰ μόνον συλλογίσασθαι δυνατὸς εἴης τὸ ἀνάλογον. ἐκείνῃ δὲ πάλιν τοὺς ἄλλους παραβάλλων ἀνθρώπους, τοὺς ἴσους κατὰ τὸ τοῦ παντὸς τοῦ σώματος μῆκος οὕτως ἐρεῖς ἢ μακροὺς, ἢ βραχεῖς ἔχειν τοὺς σφυγμούς· ὡσαύτως δὲ ἢ πλατεῖς, ἢ στενοὺς, ἡ ὑψηλοὺς, ἢ ταπεινοὺς, καὶ κατὰ τὰς τρεῖς διαστάσεις ἅμα μεγάλους, ἢ μικροὺς, πανταχοῦ γὰρ ἐπὶ τὸ σύμμετρον ἀναφέρων τοὺς ἄλλους κρινεῖς. ὅτι δὲ καθʼ ἕκαστον μὲν τῶν ἄλλων ἐν τοῖς σφυγμοῖς γενῶν εἷς ὁ σύμμετρος, ἐν μόνῳ δὲ τῷ κατὰ τὸ ποιὸν οὐχ ἁπλῶς εἷς, ἀλλὰ καθʼ ἕκαστον μέρος σώματος ἴδιος, ἔμπροσθεν εἴρηται. νῦν δʼ οὐ τοῦτο προὔκειτο λέγειν, ἀλλʼ εἰρημένων ὑπομνήσαντας ἐπʼ αὐτὸ τὸ προκείμενον ἐπανελθεῖν ἤδη προσήκει· προὔκειτο δʼ, οἶμαι, λέγειν, ὡς οὐδεμιᾶς διαστάσεως ἀκριβῶς οἷόν τε τὸ ποσὸν αἰσθήσει διαγνῶναι. ἡ δὲ αἰτία τὸ μέν τι κοινὸν ἐν ἁπάσαις ἔχει, τὸ δʼ ἴδιον ἐν ἑκάστῃ, πρότερον δʼ εἰρήσεται τὸ κοινόν. ἐπεὶ τοίνυν οὐδεμία μέν ἐστι τῶν ἀρτηριῶν γυμνὴ, περίκειται δὲ πάσαις αὐταῖς πολλαχόθι μὲν ἐλάττω τε καὶ λεπτότερα σώματα, πολλαχόθι δὲ πλείω τε καὶ παχύτερα, παντί που δῆλον, ὡς οὐκ ἴσον ἁπάσαις τὸ αἰσθητὸν ἔσται τῆς κινήσεως, ἀλλὰ ταῖς μὲν πλέον, ὅσαις ἐλάττονά τε καὶ λεπτότερα, ταῖς δʼ ἔλαττον, ὅσαις πλείονά τε καὶ παχύτερα περίκειται σώματα. τὸ μὲν δὴ κοινὸν τοῦτο, τὸ δʼ ἴδιον ἑκάστης τῶν διαστάσεων, τῆς μὲν κατὰ τὸ μῆκος παμπόλλην εἶναι διαφορὰν τοῦ κατʼ ἀλήθειαν ὑπάρχοντος πρὸς τὸ φαινόμενον, τῆς δὲ κατὰ τὸ πλάτος ὀλίγην, ἐλαχίστην δὲ τῆς κατὰ τὸ βάθος. ἐν μὲν γὰρ τῷ μήκει δύο καὶ τρεῖς πήχεις πολλάκις ἐπεχούσης ὅλης τῆς ἀρτηρίας, τρισὶν ἢ τέτταρσι μόνοις δακτύλοις ἡ κίνησις φαίνεται τῆς ἀρτηρίας, τοῦ λοιποῦ παντὸς διὰ τὸ πλῆθος τῶν προκειμένων σωμάτων ἐγκαλυπτομένου. κατὰ δὲ τὸ πλάτος, ὅταν ὑπὸ τῶν ἑκατέρωθεν ἐν αὐτῇ περικειμένων πολλῶν ἢ παχέων ὑπαρχόντων μήτʼ αὐτῷ τῷ σώματι τῆς ἀρτηρίας δυνατὸν ᾖ τὴν ἁφὴν ἐπιβάλλειν μήτε διὰ τὸ πάχος αὐτῶν, ἢ τὸ πλῆθος, εἰς τοὐκτὸς ἡ κίνησις διϊκνῆται, πολλαχόθι μὲν ἀπώλεια παντελὴς γίγνεται, πολλαχόθι δʼ εἰς ἐλάχιστον ἡ κίνησις στενοῦται, ὅλη δʼ οὐδαμοῦ φαίνεται, διὰ τὸ μηδὲ τὴν ἀρτηρίαν εἶναί που γυμνήν. οὐ μὴν οὐδὲ τὸ βάθος ἀκριβῶς ἐστί που γυμνὸν, ἵνα κατὰ τοῦτο γοῦν ἡ κίνησις αὐτῆς ἅπασα σαφὴς φαίνηται· ἀλλʼ εἰ καὶ μηδὲν ἄλλο, δέρμα γοῦν αὐτῷ περίκειται, διʼ οὗ τὸν σφυγμὸν αἰσθανόμεθα, πάντως που καὶ αὐτὸ κατακρύπτον. ὁπότʼ οὖν οὕτως ἔχει ταῦτα, πειρατέον ἐνδείξασθαι τὸν τρόπον τῆς ἀρίστης διαγνώσεως ἐν ἑκάστῃ διαστάσει· καὶ περὶ πρώτης γε λεγέσθω τῆς κατὰ τὸ μῆκος. ὅτι μὲν δὴ καὶ ταύτην ἀρίστην ἡγητέον, ἥτις ἂν πλείστης αἰσθάνηται κινήσεως, ἄντικρυς δῆλον. ὡς γὰρ εἰ καὶ πάσης αἰσθέσθαι δυνατὸν ἦν, τοῦτʼ ἂν ἦν ἄριστον, οὕτως, ἐπειδὴ τοῦτʼ ἀδύνατον, ὅταν μηδὲν τῶν ἐνδεχομένων αὐτῆς γνωσθῆναι μορίων διαφεύγῃ, τὴν ἁφὴν ἀρίστην νομιστέον. ὅπως δʼ ἄν τις αὐτὴν ποιήσαιτο, πειρατέον εἰπεῖν ὑπομνήσαντας πρότερον ὡς ἐν τρισὶ τούτοις αἱ τῶν αἰσθητικῶν γνώσεων ἅπασαι συνίστανται διαφοραὶ, φύσει τε καὶ ἀσκήσει καὶ τρόπῳ τῆς ἐπιβολῆς. ὃς μὲν γὰρ ἂν εὐαισθητότατον φύσιν τε καὶ τὸ αἰσθητήριον ἔχῃ γεγυμνασμένον ἱκανῶς καὶ καθʼ ὃν χρὴ τρόπον ἐπιβάλλῃ τοῖς αἰσθητοῖς, οὗτος ἂν ἄριστος εἴη γνώμων τῶν ἐντὸς ὑποκειμένων· ὃς δʼ ἂν κατά τι τούτων ἀπολίπηται, καθʼ ὅσον ἂν ἀπολίπηται, κατὰ τοσοῦτο χείρων εἰς ἀκριβῆ διάγνωσιν. εἰρήσεται δʼ οὖν τῷ πεφυκότι μὲν ἄριστα, γεγυμνασμένῳ δὲ μὴ ῥᾳθύμως, ὅπως ἂν ἐπιβάλλων τὴν ἁφὴν ἀκριβῶς αἰσθάνοιτο τῆς κατὰ τὴν ἀρτηρίαν κινήσεως εἰς δύναμιν ἀνθρωπίνην. καὶ ἐπειδὴ περὶ πρώτης τῆς κατὰ τὸ μῆκος διαστάσεως προὐθέμεθα λέγειν, τὸν εἰς ταύτην ἐπιτηδειότατον τρόπον τῆς ἐπαφῆς ἐροῦμεν. ἄθλιπτος μὲν οὖν πάντως ἔστω, πολλαχόθι δὲ καὶ ψαύων ἐπιπολῆς καὶ οἷον αἰωρῶν τὴν χεῖρα. χρηστὸς δʼ ὁ τοιοῦτος μάλιστα τρόπος ἐν τοῖς μικροῖς ἅμα καὶ ἀῤῥώστοις σφυγμοῖς. θλιψάντων γὰρ τούτους κατά τι, πολὺ τῆς κινήσεως ἀπόλλυται, πολλάκις δὲ καὶ σύμπασα. παρά τε γὰρ τὸ ποσὸν τῆς θλίψεως καὶ προσέτι τὸ ποιὸν τοῦ κατὰ τὴν ἀρτηρίαν τόνου ποτὲ μὲν πολὺ ἀπολείπεται τῆς κινήσεως, ποτὲ δʼ ἔλαττον, ἔστι δʼ ὅτε καὶ πᾶσα, καὶ διὰ ταῦτα ἀσφαλέστατόν ἐστιν εἰς τὴν τοῦ μήκους διάγνωσιν ἀθλίπτως ἐπιβάλλειν τὴν ἁφήν. καὶ γὰρ οἱ σφοδροὶ σφυγμοὶ φέρουσι μὲν ἀλύπως τὴν μετρίαν θλίψιν, ἀλλʼ οὐδὲν οὐδʼ οὗτοι βλάψονται ψαυόντων ἀθλίπτως. ὅταν οὖν ὁ τοιοῦτος τρόπος τῆς ἐπαφῆς χρηστότατος μὲν ᾖ τοῖς ἀμυδροῖς σφυγμοῖς, ἀβλαβὴς δὲ καὶ τοῖς σφοδροῖς, οὐκ ἄν τις ἕτερον ἀντʼ αὐτοῦ προέλοιτο. χρὴ δὲ καὶ τοῦτο προσδιορίσασθαι φαινόμενον ἐναργῶς, ὡς ἐν ταῖς κατὰ διαφέροντα μόρια τοῦ μήκους τῆς ἀρτηρίας θλίψεσιν οὐχ ὁμοίως ἐν ἅπασιν ἡ κίνησις φαίνεται βλαπτομένη, ἀλλʼ ἐν μὲν τοῖς ἀνώτερον μέρεσι μείζων ἡ βλάβη, βραχεῖα δʼ ἐν τοῖς κατώτερον, καὶ λανθάνουσά γε πολλάκις ἐν τοῖς σφοδροῖς σφυγμοῖς, οὐ μὴν ἔν γε τοῖς ἀμυδροῖς. ἔν γε τούτοις εἰ τὸ κατώτερον μέρος θλίψαιμεν, εὔδηλος ἡ περὶ τῶν ἀνωτέρων γίνεται βλάβη. τὰ δʼ ἀνώτερα καὶ κατώτερα πῶς ἐνταῦθα χρὴ νοεῖν, οὐκ ἄδηλον, ὅτι τὰ ποῤῥώτερα μὲν μέρη τῆς καρδίας κατωτέρω, τὰ δʼ ἐγγυτέρω καλοῦμεν ἀνωτέρω. τοῦτο ἐπὶ μὲν τῶν κώλων καὶ πάνυ σύνηθες· ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ μερῶν καὶ κατὰ τὸν τράχηλον οὐκ ἔθʼ ὁμοίως. κοινὸν δʼ οὖν ἐφʼ ἁπάντων, ὡς εἴρηται, τὸ τὰ τῆς καρδίας ἐγγυτέρω θλιβόμενα μεγάλην τὴν βλάβην ἐργάζεσθαι τοῖς ἐφεξῆς, τὰ δʼ ἀπωτέρω πολλάκις μὲν οὐδʼ ὅλως αἰσθητὴν, ὅταν ἱκανῶς ᾖ σφοδρὸς ὁ σφυγμὸς, ἔστι δʼ ὅτε καὶ φαινομένην ἐν τοῖς οὐ σφοδροῖς. περὶ μὲν οὖν τῆς κατὰ τὸ μῆκος διαστάσεως ἀρκέσει καὶ ταῦτα, περὶ δὲ τῶν λοιπῶν δυοῖν ἤδη λέγωμεν, ἃς οὐχ οὕτως εἶναι δύο χρὴ νομίζειν, ὡς ἐπὶ τῶν τετραπλεύρων καὶ κυβικῶν σωμάτων ἔστιν ἰδεῖν, ἰδίᾳ μὲν τὸ πλάτος, ἰδίᾳ δὲ τὸ βάθος ἀφωρισμένον, ἀλλʼ ὥσπερ ἐν κύκλῳ καὶ σφαίρᾳ συγκέχυται πάντα, καὶ μία τις ἢ γραμμῆς, ἢ ἐπιφανείας περιφέρεια φαίνεται, τὸν αὐτὸν τρόπον ἡγητέον ἔχειν καὶ ἐπὶ τῆς ἀρτηρίας, φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς πολλαχόθι μὲν κυλινδροειδὴς, πολλαχόθι δὲ κωνοειδὴς τὸ σχῆμα. πῶς οὖν ἐπῆλθε τοῖς ἰατροῖς ἰδίᾳ μὲν περὶ πλάτους, ἰδίᾳ δὲ περὶ βάθους ἀρτηρίας διαλέγεσθαι, δέον, ὥσπερ ἐστί τε καὶ φαίνεται κατὰ τὰς διαιρέσεις, τὸ μέν τι μῆκος αὐτῆς, τὸ δέ τι κύκλον ὀνομάζειν; ἀμέλει καὶ ὀνομάζουσιν οὕτω πολλοὶ πολλάκις, οὐ μὴν διὰ παντός γε δυνατὸν οὔτε τούτοις οὔτʼ ἄλλῳ τινι περὶ τῶν ἐναργῶς φαινομένων διηγουμένῳ μῆκος καὶ κύκλον ὀνομάζειν μόνον, ἀλλʼ ἀναγκασθήσονται πολλάκις εἰπεῖν τινα διαστολὴν αὐτῆς ὑψηλὴν μὲν, στενὴν δὲ, καὶ αὖθις ἑτέραν ταπεινὴν μὲν, πλατεῖαν δέ· καὶ γὰρ φαίνεται ταῦθʼ οὕτως ἐναργῶς, ὡς ἀμφισβητῆσαι μηδένα. καὶ διὰ τὰ τοιαῦτα φαινόμενα διαφερούσας ἐννοίας πλάτους τε καὶ βάθους ἠναγκάσθημεν ἔχειν ἐπὶ τῶν ἀρτηριῶν. ὥσπερ δὲ τὰς τοιαύτας διαφορὰς αἰσθήσει διέγνωμεν, οὕτω πολλάκις ὁμολογοῦμεν ἀκριβῶς κυκλοτερῆ τὴν κίνησιν ἡμῖν φαίνεσθαι. καὶ νῦν ἐροῦμεν ὑπὲρ ἑκατέρων τῶν διαφορῶν κοινῇ, πῶς ἄν τις ἄριστα τὴν ἐπιβολὴν ποιούμενος τῶν δακτύλων διαγιγνώσκειν αὐτὰς δύναιτο. καὶ γὰρ οὐ σμικρά τις ἀπορία δόξειεν ἂν ἐν τῇ διαγνώσει ταύτῃ περιέχεσθαι, κατὰ μηδεμίαν ἐπιβολὴν ἁπάσης τῆς διαστάσεως ἡμῶν αἰσθάνεσθαι δυναμένων, μήθʼ ὅταν ἐπιπολῆς ψαύωμεν, ἡ γὰρ τοιαύτη μόνων τῶν ἐσχάτων τῆς κινήσεως αἰσθανομένη τὸ πρὸ τοῦ πᾶν ἀγνοήσει, μήθʼ ὅταν ἱκανῶς θλίβωμεν, πρὸς γὰρ τῷ κατὰ τοὺς σφοδροὺς σφυγμοὺς μόνους ἐγχωρεῖν τοῦτο δρᾷν, ἔμπαλιν ἡ τοιαύτη τῇ πρότερον τῶν ὑστέρων τῆς διαστάσεως ἀναίσθητος ἔσται, τῶν πρώτων μόνον αἰσθανομένη· κατὰ ταὐτὰ δʼ ἱκανὸν εἰ μέσῃ τινὶ τῶν εἰρημένων ἐπιβολῶν ἑτέρᾳ χρησαίμεθα, τά τε πρῶτα καὶ τὰ τελευταῖα τοῦ διαστήματος ἀγνοήσομεν. ὅτι δʼ ἀληθές ἐστιν ὃ λέγω, πειραθεὶς ὁ βουλόμενος γνώσεται. θλίψας γὰρ τοὺς σφοδροὺς σφυγμοὺς, τούτους γὰρ μόνους ἐγχωρεῖ θλίβειν, οὐκ εἴσεται πηλίκοι τινές εἰσιν. ἀπόλλυται μὲν γάρ τι καὶ αὐτῆς τῆς κινήσεως ἐν ταῖς πλείσταις τῶν θλίψεων, ὡς καὶ πρόσθεν εἴρηται· τὸ διάστημα δʼ οὐκέτι μικρὸν, ἀλλʼ ὀλίγον δεῖν ὅλον διαφθείρεται. ψαύσας δʼ αὖ πάλιν ἐπιπολῆς οὐχ ἕξεις μαντεύσασθαι κατὰ πηλίκου διαστήματος ἡ κίνησις ἠνέχθη. ἡ μὲν οὖν ἀπορία τοιαύτη. λύσις δʼ αὐτῆς τὸ μὴ ζητεῖν πάντως αἰσθήσει διαγνῶναι τὸ ποσὸν τῆς διαστολῆς, ἀλλʼ εἰ καὶ συλλογισμῷ τινι δυνάμεθα μηδὲν ἡγεῖσθαι βεβλάφθαι. πρόκειται γὰρ ἡμῖν οὐκ αἰσθήσει πάντως γνῶναι τὰ συμβεβηκότα τοῖς σφυγμοῖς, ἀλλʼ ἁπλῶς γνῶναι. πᾶσα μὲν οὖν ἡ τοιαύτη γνῶσις αἰσθήσεως δεῖται, οὐ μὴν μόνης γε ταύτης, οὐδʼ ὡς ἀεὶ τὸ πᾶν εὑρίσκειν δυναμένης, ἀλλʼ ἱκανὸν πολλάκις ἕν τι τῶν αἰσθητῶν παθημάτων γνώρισμα ποιήσασθαι τῆς τοῦ πράγματος ὅλης οὐσίας. ἔχει γοῦν οὕτως κᾀπὶ τῶν νῦν προκειμένων. εἰ γὰρ ἐπιπολῆς ψαύοις, ἀναγκαῖον ἤτοι κατὰ πλείονα μόρια προσπιπτούσης αἰσθάνεσθαι τῆς ἀρτηρίας, ἢ κατʼ ἐλάττονα, μεθʼ ἣν διάγνωσιν συλλογισμὸς αἰσθήσει παρακείμενος ἡμᾶς εἰσέρχεται, μεγάλην μὲν εἶναι διαστολὴν τὴν κατὰ τὰ πολλὰ μόρια κινοῦσαν τὴν ἁφὴν, μικρὰν δὲ τὴν κατʼ ὀλίγα. φέρε γὰρ εἶναι κυκλοτερῆ τὴν πρόσπτωσιν αὐτῆς, ἆρʼ οὐ πρόδηλον, εἰ μὲν ἀξιόλογος εἴη τὸ μέγεθος ἡ τοῦ κύκλου περιφέρεια, καὶ τὴν ὅλην εἶναι διαστολὴν τῆς ἀρτηρίας ἁδράν· εἰ δʼ ἡ περιφέρεια μικρὰ, καὶ τὴν διαστολὴν ὅλην ἰσχνὴν εἶναι; οὔτε γὰρ τὴν ἰσχνὴν διαστολὴν μεγάλοις ὁρίζεσθαι κύκλοις δυνατὸν οὔτε τὴν ἁδρὰν μικροῖς, ἀλλʼ ἀνάγκη ἀνάλογον ἔχειν τῷ ποσῷ τῆς διαστολῆς τὸ ποσὸν τοῦ περιγράφοντος αὐτὴν κύκλου. κατὰ ταὐτὰ δὲ, κᾂν εἰ μὴ κύκλος ἀκριβὴς εἴη τὸ πέρας τῆς διαστολῆς, ἀλλʼ οἷον κολοβὸς κατὰ μέρος, ὅπερ ἐν τοῖς ὑψηλοῖς καὶ στενοῖς ἢ ταπεινοῖς καὶ πλατέσιν εὑρίσκεται σφυγμοῖς, ὁ συλλογισμὸς ὁ τοῦ ποσοῦ τῆς διαστολῆς ὁμοίως ἂν γίγνοιτο. τά τε γὰρ τῆς διαστολῆς τά τε τῆς εἰς ὕψος ἀνόδου πέρατα τμήματα κύκλου πάντως ἔσται, καὶ ταῦτʼ ἤτοι μείζονα, ἢ μείονα καθʼ ἑκατέρωθεν, ἤτοι κοιλότερα τῆς περιφερείας ταύτης, ἢ κυρτότερα φαινόμενα πάντως ἤτοι μακροτέραν, ἢ βραδυτέραν ἀποφαίνει τῆς ἀκριβῶς κυκλοτεροῦς τὴν νῦν φαινομένην γραμμήν. καὶ οὕτως τό τʼ ἄνισον τῆς εἰς πλάτος τε καὶ βάθος διαστάσεως τό τε διαστολῆς ὅλης τὸ ποσὸν ἀναλογιούμεθα. φέρε γὰρ φαίνεσθαι κυρτοτέρας μὲν καὶ προπετεστέρας τὰς ἐν τοῖς πλαγίοις τῆς ἀρτηρίας προσπτώσεις, κοιλοτέραν δέ πως καὶ ταπεινοτέραν τὴν κατὰ βάθος, ὥστε μηδὲ κύκλου περιφέρειαν ἔτι δοκεῖν ὑπάρχειν, ἀλλʼ οἷον εὐθεῖαν γραμμὴν εἶναι, δῆλον, ὡς ὁ τοιοῦτος σφυγμὸς πλατὺς ἔσται καὶ ταπεινός. ἡ μὲν γὰρ εἰς τὸ πλάτος κίνησις ἐπὶ πλέον ἐκταθεῖσα πλατὺν εἰκότως ἐργάζοιτʼ ἂν, ἡ δʼ εἰς ὕψος κωλυθεῖσα ταπεινόν. ἔμπαλιν δὲ εἰ τὰ ἐν τοῖς πλαγίοις μόρια τῆς κινήσεως ἀπολείποιτο πολὺ τοῦ μέσου, τὸ μέσον δʼ αὐτὸ κυρτὸν ἱκανῶς φαίνοιτο, δῆλον, ὡς ὁ τοιοῦτος σφυγμὸς ὑψηλὸς μὲν ἔσται, στενὸς δέ· παντάπασι δὲ στενῆς τῆς κατὰ τὸ πλάτος αὐτοῦ προσβολῆς γενομένης, ὡς μὴ δοκεῖν μεμειῶσθαι μόνον τὴν ἐν τοῖς πλαγίοις κίνησιν, ἀλλʼ ὅλην τελέως ἀπολωλέναι, χαλεπὸν γνῶναι, μᾶλλον δʼ ἀδύνατον, ὅσον γʼ ἐπὶ τούτοις, ὁποῖός τίς ἐστιν ὁ σφυγμός. εἰ μὴ γὰρ διορισμούς τινας παραλάβοιμεν, οὐκ εἰσόμεθα πότερον ὑψηλὸς, ἢ ταπεινὸς, ἢ σύμμετρός ἐστι κατὰ τὸ βάθος. ἅπαντα γὰρ εἶναι δύναται. καὶ γὰρ εἰ ταπεινὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ εἰ ὑψηλὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ εἰ σύμμετρος κατὰ βάθος ἅμα καὶ στενός. τὸ μὲν γὰρ εἶναι στενῷ τῷ τοιούτῳ σφυγμῷ πάντως ὑπάρχει διὰ τὴν εἰς τὸ πλάτος κίνησιν κεκωλυμένην. ἡ δʼ ἀπορία περὶ τοῦ βάθους ἐστὶν, ὃ κᾂν ἐκ πολλοῦ διαστήματος, κᾂν ἐξ ὀλίγου, κᾂν ἐκ συμμέτρου τὴν κίνησιν ἀρχομένην ἔχῃ, τὴν αὐτὴν τοῖς ἐπιπολῆς ἁπτομένοις φαντασίαν ἐργάσεται. στενῆς γὰρ αἰσθήσονται τῆς κινήσεως. πῶς οὖν διορισθήσεται; πολλαχῇ μὲν καὶ τοῖς τῆς ἁφῆς παθήμασιν, διὰ παντὸς δὲ τῷ λογισμῷ. λεκτέα δὲ πρότερα τὰ τῆς ἁφῆς, ἐφʼ ὧν ἐγχωρεῖ διὰ ταύτης τι λαβεῖν σαφές. ἐγχωρεῖ δʼ ἐπὶ σφοδρῶν σφυγμῶν, ὑπὲρ ὧν εἴρηται πολλάκις, ὅτι μόνοι θλιβόντων τὴν ἀρτηρίαν οὐκ ἀπόλλυνται. ῥᾷστον οὖν ἐπί γε τῶν τοιούτων γνωρίσαι τὸ βάθος τοῦ σφυγμοῦ. θλίψαντι γάρ σοι τάχα μὲν καὶ διʼ αὐτῆς τῆς ἁφῆς, ἐὰν ᾖ γεγυμνασμένη τε καὶ ἁπαλὴ καὶ ἀκριβῶς αἰσθανομένη φύσιν, γενήσεταί τις διάγνωσις τοῦ διαστήματος τῆς κινήσεως· εἰ δὲ μὴ, ἀλλʼ ὅ γε χρόνος ὁ τῆς κινήσεως ἐνδείξεται τὸ ποσὸν τῆς διαστάσεως. εἰ γὰρ οἷός τʼ εἴης διακρίνειν ἰδίᾳ μὲν τὸ ποιὸν τῆς κινήσεως, ἐν ᾧ τὴν κατὰ τάχος τε καὶ βραδύτητα διαφορὰν εὑρίσκομεν, ἰδίᾳ δὲ τὴν κατὰ τὸν χρόνον, ἐν ᾧ βραχυχρονίους κινήσεις διαγιγνώσκομεν, οὐκ ἂν λανθάνοι κατὰ τὴν ἐπίθλιψιν αὐτῶν οὐδέτερον. εἰ δʼ ἄμφω λάβοις, οὐ χαλεπῶς συλλογιῇ περὶ τῆς διαστάσεως. φέρε γὰρ εἶναι ταχεῖαν μὲν τὴν κίνησιν, πολυχρόνιον δὲ, παντί που δῆλον, ὡς κατὰ μεγίστης αὐτῇ διαστάσεως ἐνήνεκται. πάλιν οὖν ἔστω βραδεῖά τε καὶ βραχυχρόνιος, εἴη ἂν, οἶμαι, καὶ ἥδε κατʼ ἐλαχίστης διαστάσεως ἐνηνεγμένη. σφοδροῦ μὲν ὄντος τοῦ σφυγμοῦ, κατὰ τόνδε τὸν τρόπον διαγινώσκειν τοῦ βάθους τὸ ποσὸν, ἀμυδροῦ δʼ ὄντος, ἡ μὲν αἴσθησις ὠφελεῖν ἡμᾶς οὐδὲν ἔτι δύναται, θλιβόντων γὰρ ἀπόλλυται παντελῶς ἡ κίνησις ἐν τοῖς τοιούτοις σφυγμοῖς, τῷ λόγῳ δὲ τηνικαῦτα τὸ πᾶν ἐξιχνευτέον. εἰρήσεται δὲ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὡς οὐ πᾶσι πάσαις διαφοραῖς μίγνυσθαι δύνανται, καὶ διορισθήσεται, τίνες εἰσὶ καὶ ὁπότε καὶ ὅπως. ὥστʼ ἐκ τῶν ἄλλων τῶν φαινομένων ἐναργῶς εἰδέναι τί καὶ περὶ τῶν οὐ φαινομένων ἐν ἐκείνοις διδαχθήσεται, καὶ διότι στενός θʼ ἅμα καὶ ἀμυδρὸς σφυγμὸς ὑψηλὸς οὐκ ἄν ποτε γένοιτο. περὶ μὲν δὴ τούτων ἀρκέσει καὶ τὰ τοσαῦτα.
Περὶ δὲ τῶν ῥυθμῶν ἐφεξῆς ἐροῦμεν εἰς ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἀγόμενοι κατὰ τὴν οἰκειότητα τῆς διαγνώσεως, ἐπεί τοι κατά γε τὴν φύσιν αὐτῶν τῶν πραγμάτων τὰ καθʼ ἓν μόριον σφυγμοῦ καὶ μάλιστα τὴν διαστολὴν συνιστάμενα γένη πρότερον ἐχρῆν ἐπελθεῖν, ὡς ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν ἐποιήσαμεν. ἀλλʼ ἐπεὶ τὰ μὲν ἐν ἑνὶ μορίῳ συνιστάμενα γένη τὰ μὲν εἰρημένων ὑπόλοιπα κοινῆς δεῖται διδασκαλίας, τὸ δὲ τῶν ῥυθμῶν τοῖς προειρημένοις δύο γένεσιν ἔζευκται κατὰ τὴν διάγνωσιν, ὡς αὐτὸς περὶ αὐτῶν λόγος ἐνδείξεται, διὰ τοῦτʼ ἐφεξῆς ἐροῦμεν περὶ ῥυθμῶν, τὸν περὶ σκληρότητος καὶ σφοδρότηρος λόγον εἰς τὸ μετὰ τούτου βιβλίον ἀναβαλλόμενοι, ὥσθʼ ἕκαστον τῶν ὑπομνημάτων τελείαν ἔχειν τῶν παρακειμένων ἀλλήλοις κατὰ τὴν διάγνωσιν τῶν γενῶν τὴν διδασκαλίαν. ἐπεὶ τοίνυν ὁ ῥυθμὸς ἐν τῷ παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς γίνεται, χρὴ δηλονότι διαγνωστικοὺς ἡμᾶς ὑπάρχειν ἰδίᾳ πρότερον ἑκατέρου τοῦ χρόνου. τοῦτο δʼ οὐ πάνυ τι ῥᾴδιον. εἰ γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ λεχθέντων ἀναμνησθείημεν, ἡνίκʼ ἐζητοῦμεν πότερα πάσης αἰσθέσθαι δυνατόν ἐστι τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἢ διαφεύγει τι τῆς κινήσεως ἡμᾶς ἑκατέρας, εἰσόμεθα ὅπως χαλεπόν ἐστι, μᾶλλον δʼ ἀδύνατον ἅπαντος τοῦ κατὰ ταύτας χρόνου τὴν διάγνωσιν ποιήσασθαι. δέδεικται γὰρ ἐκεῖ τά γε πρῶτα τῆς διαστολῆς, τὰ δὲ τελευταῖα τῆς συστολῆς ἄγνωστα. καθʼ ὅσον δʼ ἄν τι τῆς κινήσεως διαλανθάνῃ, κατὰ τοσοῦτον, οἶμαι, καὶ τοῦ χρόνου διαφεύξεται. πρῶτον δʼ αὐτὸ τοῦτο πάλιν ἀναμνηστέον τε καὶ διοριστέον, ὡς οὐ ταὐτὸν ἦν τό τʼ ἐν τῷ πρώτῳ βιβλίῳ ζητηθὲν καὶ τὸ νῦν ὀλίγον ἔμπροσθεν. ἐκεῖ μὲν γὰρ ἐζητεῖτο περὶ διαστολῆς ἁπλῶς, ἐνταυθοῖ δὲ περὶ τοῦ κατὰ τὸ ἐν αὐτῇ ποσὸν χρόνου. ἐν μὲν οὖν τῷ ζητεῖν ἁπλῶς εἰ πάσης αἰσθάνεσθαι δυνατόν ἐστι τῆς διαστολῆς, ὅσον ἂν διαφεύγῃ τῆς κινήσεως τὴν ἁφὴν, τοῦτʼ ἂν ἀδιάγνωστον εἶναι φήσομεν. ἐν δὲ τῇ διαγνώσει τοῦ κατʼ αὐτὴν ποσοῦ πηλίκον ἐστὶ τὸ διάστημα καθʼ οὗ κεκίνηται σκοπούμεθα. καὶ δέδεικται μικρῷ πρόσθεν, ὡς εἰ μόνου τοῦ πέρατος τῆς διαστολῆς ἀκριβῆ τὴν διάγνωσιν σχοίημεν, συλλογισμὸς ἡμῖν παρακείμενος αἰσθήσει τὴν ἔνδειξιν τοῦ κατʼ αὐτὴν ποσοῦ ποιήσεται. δυνατὸν οὖν ἐστι μηδενὸς ἄλλου μέρους τῆς κινήσεως πλὴν τοῦ ἔξω πέρατος αἰσθανομένους ὅση μέν τίς ἐστι κατὰ τὸν χρόνον ἀγνοεῖν, καθʼ ὅσον ἐνήνεκται διαστήματος, διαγιγνώσκειν. τούτων οὖν τὸ μὲν ἕτερον ἐν τῷ πρώτῳ βιβλίῳ τὴν ζήτησιν ἔσχε, τὸ δʼ ἕτερον οὐ πρὸ πολλοῦ πεπαύμεθα διεξιόντες. ἀναμνησθῶμεν οὖν πάλιν, ὡς ἐν τοῖς σφοδροῖς σφυγμοῖς, εἰ θλίψαιμεν συμμέτρως τὴν ἀρτηρίαν, τὰ μὲν πρῶτα κινήσεως γνωριοῦμεν, ἀγνοήσομεν δὲ τὸ ποσὸν τοῦ διαστήματος. ἔτι δὲ καὶ τοῦτο προσαναμνησθῶμεν, ὃ ἐν τῷ δευτέρῳ βιβλίῳ κατʼ ἀρχὰς εὐθὺς ἐδείχθη, μὴ ταὐτὸν εἶναι ποσότητα χρόνου κινήσεως ἐξετάζειν καὶ τάχος, ἢ βραδύτητα διαγιγνώσκειν. τούτων γὰρ ἡμῖν εἰς τὰ παρόντα δεῖ πάντων, ἵνʼ ἀκριβῶς καὶ διηρθρωμένως εἰδῶμεν, εἰ διενήνοχεν ἡ τοῦ διαστήματος καθʼ οὗ τὴν κίνησιν ἐνηνέχθαι συμβέβηκεν διάγνωσις τῆς τοῦ χρόνου, καὶ ὡς ἑκατέρων ἑτέρα τίς ἐστιν ἢ τάχος ἢ βραδύτητα σκοπουμένη. μετρεῖ γὰρ ἡ μὲν πρώτη λεχθεῖσα τοῦ διαστήματος τὸ ποσὸν, ἡ δὲ δευτέρα τοῦ χρόνου τῆς κινήσεως τὸ ποσὸν, ἡ δὲ τρίτη τὸ ποιὸν τῆς κινήσεως. εἰς οὖν τὴν περὶ τῶν ῥυθμῶν διάγνωσιν οὔτε τῆς πρώτης οὔτε τῆς τρίτης, ἀλλʼ αὐτῆς τῆς δευτέρας μόνης δεόμεθα. τοιαύτην τοιγαροῦν εἶναι χρὴ τὴν ἐπιβολὴν τῆς ἁφῆς, οἵα μάλιστʼ ἂν ἅπασαν ἀκριβῶς θεωρήσειε τὴν κίνησιν τῆς ἀρτηρίας. ὡς ὅσα κατὰ τὸ πρῶτον βιβλίον εἴρηται, ζητούντων ἡμῶν, εἰ πάσης αἰσθήσεσθαι δυνατόν ἐστι τῆς κινήσεως, ἀναμνησθῆναι προσήκει γνόντας ἓν καὶ ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτʼ εἶναι τὸ πρόβλημα τῇ γε δυνάμει, προβάλλεσθαι δὲ τῇ λέξει διαφερόντως. εἰ δὴ ταῦτα πάντα προνοήσαιμεν, εἰσόμεθα τὸ χαλεπὸν τῆς προκειμένης διαγνώσεως. ἔστω γάρ τινα σφυγμὸν εἶναι μέγαν μὲν, ἀλλʼ ἀμυδρόν· οὔκουν οἷόν τε τούτου φωρᾶσθαι τῆς διαστάσεως ἁπάσης τὴν κίνησιν, ἀλλὰ μόνον τοῦ ἔξω πέρατος. ὡσαύτως δὲ καὶ τῆς συστολῆς, εἴπερ ἄρα, τὴν ἀρχὴν μόνην καὶ τὴν ἀποχώρησιν, ἄλλο δʼ οὐδέν. ἐπιπολῆς οὖν ψαύειν τῶν τοιούτων χρὴ σφυγμῶν, ὡς πολλάκις εἴρηται. τῇ δὲ τοιαύτῃ τῆς ἁφῆς ἐπιβολῇ τοῦ μὲν διαστήματος τῆς διαστολῆς τὸ ποσὸν οἷόν τε διαγνῶναι, τοῦ δὲ χρόνου τῆς κινήσεως ἀδύνατον. ἐπὶ δὲ τῆς συστολῆς οὐ μόνον τοῦ χρόνου τῆς κινήσεως ἀδύνατον ἐξευρεῖν τὸ ποσὸν, ἀλλὰ καὶ τοῦ διαστήματος αὐτοῦ. τελέως γὰρ αὐτῆς ἀναισθήτου γινομένης, ἀνάγκη πάντων ὁμοῦ τῶν ὑπαρχόντων αὐτῇ τὴν ἀπώλειαν γίγνεσθαι. ὥστʼ οὐ μόνον τὸ ποσὸν τοῦ διαστήματός τε καὶ τοῦ χρόνου τῆς κινήσεως, ἀλλὰ καὶ τὸ ποιὸν, ἐν ᾧ τάχους τε καὶ βραδύτητος διάγνωσις ἡμῖν ἐγίγνετο, παντάπασιν ἡμῖν ἀναίσθητον ἔσται. πῶς γὰρ ἂν ἔτι καὶ δύναιτο διαγιγνώσκεσθαι τὸ ποσὸν τῆς κινήσεως, ὅπου μηδόλως αἴσθησις γίνεται κινήσεως; ὑπάρχειν γὰρ δεῖ πρότερον τὴν οὐσίαν τοῦ πράγματος τῆς ποιότητος. ταύτης τοίνυν παντάπασιν ἐκφευγούσης τὴν αἴσθησιν, οὐχ οἷόν τε τὴν ποιότητα διαγιγνώσκεσθαι. πῶς οὖν ἐν τοῖς τοιούτοις σφυγμοῖς οἷόν τε διαγνῶναι τὸν ῥυθμὸν, ἐν οἷς ἄρδην μὲν ἀπόλωλεν ἡ συστολὴ, τῆς διαστολῆς δὲ μόνον τὸ ἐκτὸς ἀποσώζεται πέρας; ἀλλʼ οὐδʼ ἐπʼ ἄλλου τινὸς τῶν ἀμυδρῶν οἷόν τε τῆς συστολῆς αἰσθέσθαι. μόνων τοίνυν τῶν οὐκ ἀμυδρῶν γνωρίζοντες τὴν κίνησιν, τὴν ἐν τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι τὴν ἀρτηρίαν, μόνων τούτων καὶ τὸν ῥυθμὸν διαγνωσόμεθα, σύμμετρον οὕτω δηλονότι τὴν ἐπιβολὴν τῶν δακτύλων ποιούμενοι, καθὰ πρόσθεν εἴπομεν, ὡς μηδὲν τῆς ἐκτὸς κινήσεως κωλῦσαι. μᾶλλον γὰρ ἢ δεῖ θλίψαντες τὴν ἀρτηρίαν παύσασθαι τὴν κίνησιν αὐτῆς ἀναγκάσομεν, εἰ μή τις κᾀν τούτοις ἀδιάγνωστος ὁ ῥυθμός· εἴ γε διὰ παντὸς ἡμᾶς τά τε πρῶτα τῆς διαστολῆς καὶ τὰ τελευταῖα τῆς συστολῆς ἐκφεύγει, εἰ μή τι παντελῶς βραχέος ὄντος τοῦ διαφεύγοντος, οὐδὲν ὁ ῥυθμὸς μέγα βεβλάψεται. τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο. διορισμοῦ μέντοι δεῖ τῷ λόγῳ. κατὰ μὲν γὰρ τοὺς σφοδροτάτους σφυγμοὺς ἀληθὲς ἂν εἴη τὸ λεγόμενον, κατὰ δὲ τοὺς ἄλλους οὐκέτʼ ἀληθὲς, καὶ μάλισθʼ ὅσοι σφοδρότητος ὀλίγον μετέχουσιν. ἱκανὸν γὰρ ἦν ἐπὶ τούτων τὸ διαφεῦγον τὴν αἴσθησιν καὶ βλάπτειν ἤδη τὸν ῥυθμὸν δυνάμενον. ἐκ τῶν εἰρημένων οὖν ἁπάντων σαφὲς ἤδη γέγονεν, ὡς ἐν τοῖς σφοδροτάτοις μόνοις σφυγμοῖς ἡ διάγνωσίς ἐστι τῶν ῥυθμῶν. ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων ἢ καὶ παντάπασιν ἀδιάγνωστος, ὡς ἐπὶ τῶν ἀμυδρῶν, ἢ πόῤῥω τῆς ἀκριβοῦς, ὡς ἐπὶ τῶν ἧττον μὲν σφοδρῶν, οὐδέπω δὲ ἀμυδρῶν. ἡ μὲν οὖν ἀπορία τοιαύτη. πειρατέον δʼ αὐτὴν ἰᾶσθαι καθʼ ὅσον οἷόν τε. πρῶτον μὲν οὖν οὐκ ἐπὶ τῶν ἀμυδρῶν τε σφυγμῶν, οὐ μὴν ἱκανῶς γε σφοδρῶν, ὁμοίας τῆς βλάβης ἔν τε ταῖς διαστολαῖς καὶ ταῖς συστολαῖς γινομένης, ἔνεστί πως ἐντεῦθεν παραμυθήσασθαι τὴν ἀπορίαν. ὃν γὰρ ἔχει λόγον ὁ πᾶς τῆς διαστολῆς χρόνος πρὸς τὸν πάντα τῆς συστολῆς, τὸν αὐτὸν ἔχει λόγον καὶ τὰ διαφεύγοντʼ αὐτῶν τὴν ἁφὴν μόρια, πρὸς ἄλληλα δηλονότι, καὶ τὰ σωζόμενα τὸν αὐτὸν ἕξει πρὸς ἄλληλα λόγον. ὥστʼ εἰς τὴν ἀπʼ αὐτῶν πρόγνωσιν οὐ μέγα βεβλαψόμεθα· διπλασίου γὰρ ὄντος, εἰ τύχοι, τοῦ παντὸς τῆς συστολῆς χρόνου τῷ παντὶ τῆς διαστολῆς παραβαλλομένου, διπλασίου δʼ ὁμοίως ὄντος καὶ σωζομένου παραμετρουμένου, τὴν ἀπὸ τῶν ῥυθμῶν πρόγνωσιν ὁμοίαν ἕξομεν ἐκ τῶν αἰσθητῶν μερῶν τῆς κινήσεως, ἣν ἂν καὶ πάσης αὐτῆς σωζομένης ἔσχομεν. ἐπὶ μέντοι τῶν ἀμυδρῶν τὴν ἀπορίαν οὐκ ἔθʼ ὁμοίως οἷόν τε παραμυθήσασθαι. καὶ γὰρ ἣν οἱ τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ παντὶ παραβάλλοντες εὑρίσκειν εὐπορίαν ζητοῦσιν, κίβδηλός ἐστι. πειρατέον δὲ πρότερον εἰπεῖν αὐτὴν σαφῶς, εἶθʼ οὕτως ὅπη μεμφόμεθα δεικτέον. ὄντων τοίνυν τεττάρων μορίων τοῦ σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, καὶ δυοῖν ἠρεμιῶν, ἑτέρας μὲν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἑτέρας δʼ ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς, ὅσοι μὲν ἀδιάγνωστον αἰσθήσει τὴν συστολὴν εἶναί φασιν, ἰδίᾳ μὲν τὸν τῆς διαστολῆς χρόνον τιθέασιν, ὃν δὴ κινήσεως καλοῦσιν, ἰδίᾳ δὲ τῶν ὑπολοίπων δυοῖν μερῶν, ὃν ἠρεμίαν τε καὶ συστολὴν ὀνομάζουσιν, καὶ τὸν τούτων τῶν τριῶν χρόνων πρὸς ἀλλήλους λόγον ῥυθμὸν εἶναί φασιν. ὅσοι δὲ τῆς συστολῆς αἰσθάνεσθαί φασιν, οἱ μέν τινες αὐτῶν τὸν τῆς διαστολῆς μόνον χρόνον τῷ τῆς συστολῆς παραβάλλοντες τὸν ῥυθμὸν γίγνεσθαί φασιν, οἱ δέ τινες προσνέμουσιν ἑκατέρᾳ τῶν κινήσεων τὸν χρόνον τῆς μετʼ αὐτὴν ἡσυχίας. τριῶν οὖν τούτων δοξῶν οὐσῶν περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν, οἱ μὲν ἀπὸ τῆς δευτέρας ὁμολογήσουσι μηδὲν εἰπεῖν ἔχειν πρὸς τὰς εἰρημένας ἀπορίας, οἱ δʼ ἀπὸ πρώτης τε καὶ τρίτης ἴσως ἂν εὐπορεῖν δόξαιεν, οἱ μὲν, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅπαντι τῷ λοιπῷ τῷ τῆς ἡσυχίας ὑπʼ αὐτῶν καλουμένης παραβάλλουσιν, οἱ δʼ, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅμα τῷ χρόνῳ τῆς μετʼ αὐτῶν ἡσυχίας πρὸς τὸν λοιπὸν, τὴν ἀρχὴν τῆς συστολῆς ὅρον τῆς τῶν προτέρων δυοῖν χρόνοιν συνθέσεως ποιούμενοι. ἄξιον δʼ ἑκατέρων θαυμάσαι, τῶν μὲν πρώτων, εἰ τὰ περὶ τῆς συστολῆς εἰρημένα μέμνηνται μόνα, τῶν ἐπὶ τῆς διαστολῆς ῥηθέντων ἐπιλαθόμενοι. ἐν γὰρ τοῖς ἀμυδροῖς σφυγμοῖς τὸ μὲν ποσὸν τοῦ διαστήματος ἐν ταῖς διαστολαῖς συλλογισμῷ γνωστὸν ἐδείκνυμεν ὑπάρχειν, τὸν δὲ χρόνον τῆς κινήσεως ἀδιάγνωστον ὑπάρχειν, μόνων τῶν ἐκτὸς αὐτῆς περάτων εἰς αἴσθησιν ἡκόντων. οὐκ οἶδʼ οὖν ὅπως λέγουσι παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ παντὶ, καὶ γὰρ τοῦ ταύτης χρόνου τὸ αἰσθητὸν ὀλίγον παντάπασιν, εἰ μή τι τοῦτʼ αὐτὸ μόνον ἐθέλουσι παραβάλλειν τῷ λοιπῷ παντί. καὶ γένοιτʼ ἂν οὕτως ὁ ῥυθμὸς αὐτοῖς λόγος τοῦ φαινομένου χρόνου τῆς κατὰ τὴν διαστολὴν κινήσεως πρὸς τὸν λοιπὸν ἅπαντα. τοῦτο δʼ εἰ λέγουσι, δυνατὸν μέν τι λέγουσιν, οὐ μὴν καὶ χρήσιμόν γε, μηδενὸς ἐκ τοῦ τοιούτου ῥυθμοῦ προγνωσθῆναι δυναμένου, καθʼ ὃν ὁ χρόνος τοῦ φαινομένου μέρους τῆς διαστολῆς τῷ λοιπῷ παντὶ παραβάλλεται, τῷ συγκειμένῳ ἔκ τε τοῦ τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς συστολῆς καὶ τρίτου τοῦ τῆς ἐντὸς ἠρεμίας καὶ τετάρτου τοῦ μὴ φαινομένου μέρους τῆς διαστολῆς. πρὸς δὲ τὸ μηδὲν χρήσιμον ἐκ τῆς τοιαύτης διδασκαλίας δύνασθαι λαβεῖν, ἔτι καὶ τὴν ἔννοιαν οὗτοι τοῦ ῥυθμοῦ συγχέουσιν, ὡς εἰ καὶ μουσικός τις εἶναι προσποιούμενος, οὐ τοῦ τῆς ἄρσεως χρόνου πρὸς τὸν τῆς θέσεως λόγον ἔφασκεν ὑπάρχειν τὸν ῥυθμὸν, ἀλλὰ τοῦ φαινομένου μέρους τῆς ἄρσεως πρὸς τὸν λοιπὸν πάντα. παραπλήσια δʼ αὐτοῖς καὶ οἱ ἀπὸ τῆς τρίτης αἱρέσεως ἁμαρτάνουσι, μόνῳ τῷ προσνέμειν τὸν χρόνον τῆς ἐκτὸς ἠρεμίας τῷ τῆς διαστολῆς βέλτιον ἐκείνων φρονοῦντες, καθʼ ὅσον δʼ ἐπελάθοντο καὶ αὐτοὶ τὸν τῆς συστολῆς χρόνον ἀδιάγνωστον ὑπάρχειν αἰσθήσει κατὰ τοὺς ἀμυδροὺς σφυγμοὺς, ὁμοίως σφαλλόμενοι. τρίτον δʼ αὖ πάλιν ἐξαίρετον οὗτοι προσεπιτίθενται τὸ καὶ τῆς συστολῆς τὴν πρώτην ὁρμὴν αἰσθητὴν εἶναι διὰ παντὸς, οὔσης οὐδὲ ταύτης ἐπὶ τῶν ἀμυδρῶν σφυγμῶν αἰσθητῆς. κατὰ ταῦτʼ οὖν ἅπαντα τὰς ἐν ταῖς αἱρέσεσι πολλὰς ἀπορίας ἀνάγκη συμπίπτειν ἐν ταῖς τῶν ῥυθμῶν διαγνώσεσι, καὶ διὰ τοῦτʼ οἶμαι μηδʼ ἐπιχειρῆσαί τι γράψαι τοὺς μεθʼ Ἡρόφιλον εἰς τὴν ἀπʼ αὐτῶν πρόγνωσιν. αὐτὸς δὲ ὁ Ἡρόφιλος πολλαχόθι μὲν ῥυθμῶν εἰς τὰς προγνώσεις μνημονεύει, χαλεπὸν μὴν ἐξευρεῖν τί ποτε καὶ λέγει τὸν ῥυθμὸν, ἆρά γε τὸν λόγον τοῦ τῆς διαστολῆς μόνον χρόνου πρὸς τὸν τῆς συστολῆς μόνης, ἢ καὶ αὐτὸν τῆς ἑπομένης ἑκατέρᾳ τῶν κινήσεων ἠρεμίας προσνέμει. καὶ διὰ τοῦτο οὐδὲ τοῖς ὑπʼ αὐτοῦ κληθεῖσιν Ἡροφιλείοις ὁμολογεῖται, τί ποθʼ ὑπὲρ αὐτῶν φρονεῖ δεόντως. οὔτε γὰρ ἡ λέξις αὐτοῦ θάτερον ἐνδείκνυται σαφῶς οὔθʼ ἡ τῶν πραγμάτων φύσις ἱκανὴ πιστώσασθαι. εἰ μὲν οὖν τὴν ἑτέραν τῶν δοξῶν φυλάττωμεν, ἑπόμενοι τοῖς μουσικοῖς, τοὺς τῶν ἡσυχιῶν χρόνους προσθήσομεν τοῖς τῶν προηγουμένων κινήσεων· εἰ δὲ τὴν εἰς τὰς προγνώσεις χρείαν, τὴν κίνησιν τῇ κινήσει παραβάλλοντες, ἰδίᾳ τὸν τῶν ἡσυχιῶν χρόνον ἐπισκεψόμεθα. ὅταν οὖν δυοῖν θάτερον, ἢ τὴν ἔννοιαν τῆς προσηγορίας ἀναγκαῖον ᾖ διαφθείρειν, ἢ τὴν χρείαν ἀνατρέπειν, ἐν ἀπορίᾳ δυσμεταχειρίστῳ καθιστάμεθα. χρὴ δʼ ὅμως, ἐπειδὴ τὸ ἕτερον αὐτῶν ἑλέσθαι προσήκει, προτιμῆσαι τὸ χρήσιμον εἰς τὰς προγνώσεις, καταφρονήσαντα τοῦ παρὰ τοῖς μουσικοῖς ὀνόματος. τί γὰρ καὶ βλαβησόμεθα προγιγνώσκοντες μὲν ἐκ τοῦ λόγου τὸν κατὰ τὰς κινήσεις χρόνον, ὄνομα δʼ ἴδιον αὐτοῦ μηδὲν ἔχοντες; οὐ γὰρ ἐν οἷς ἀποροῦμεν ὀνόμασιν, ἀλλʼ ἐν οἷς προγιγνώσκειν ἀδυνατοῦμεν, ἡ τέχνη βλάπτεται. κείσθω τοίνυν διὰ τὴν χρείαν ἐν τῷ λόγῳ τοῦ χρόνου τῶν κινήσεων τὸν ῥυθμὸν συνίστασθαι, ζητησόντων ἡμῶν ἰδίᾳ ποτὲ τὸ δοκοῦν Ἡροφίλῳ. ἀλλὰ κᾂν τοῦτο θῶμεν, ἔοικεν ἔτι μένειν ἡ ἀπορία, μήτε παντὸς τοῦ τῆς διαστολῆς χρόνου δυναμένου γνωσθῆναι, πλὴν ἐν τοῖς σφοδροτάτοις σφυγμοῖς, μήτε τῆς συστολῆς τὴν ἀρχὴν ἐπὶ πάντων αἰσθητὴν ἐχούσης. πῶς οὖν Ἡρόφιλος πρῶτός τινα πρὸς αἴσθησιν ὑποτίθεται χρόνον, ᾧ τοὺς ἄλλους μετρῶν ἢ δυοῖν, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων εἶναι φάσκει, ἤτοι τελέων τε καὶ ὡς αὐτοὶ καλοῦσιν ἀπαραύξων, ἢ καὶ ἀπηυξημένων ἐπʼ ὀλίγον, ἢ ἐπὶ πλεῖον, ἢ ἐπὶ πλεῖστον; ὡς γὰρ ἐπὶ πάντων ἀκριβῶς τῶν σφυγμῶν διαγινώσκων τοὺς χρόνους εἴτε τῶν κινήσεων μόνων εἴτε καὶ τῶν μετʼ αὐτοὺς ἡσυχιῶν, οὐδὲν γὰρ διαφέρει πρός γε τὴν παροῦσαν ἀπορίαν, ἔοικε ταῦτα γράφειν, εἰ μή τι οὐκ ἐπὶ πάντων, ἀλλʼ ἐφʼ ὧν δυνατὸν, ἐπὶ τούτων μόνον ἡγητέον αὐτὸν τὰ τοιαῦτα γράφειν. τοῦτο μὲν οὖν τάχʼ ἂν ἰδίᾳ ποθʼ ὕστερον ἐπισκεψόμεθα· νυνὶ δʼ, οὐ γὰρ πρόκειται τὸ δοκοῦν Ἡροφίλῳ ζητεῖν, ἀλλὰ τἀληθές τε ἅμα καὶ χρήσιμον ἐξευρεῖν, τοῦτο πειρατέον ἐνδείξασθαι σαφῶς, ὡς ἐπʼ αὐτῶν τῶν ἔργων ἡμῖν πειρωμένοις εὑρέθη. ἔχει δὲ ᾧδε· τὸ ποιὸν τῆς κινήσεως κατὰ τὴν διαστολὴν τῷ ποιῷ τῆς κατὰ τὴν συστολὴν κινήσεως παραβάλλοντες ἐννέα μὲν τὰς πρώτας εὑρίσκομεν διαφορὰς τὰς ἐν τῷ διαγράμματι δηλουμένας, ἐν ἑκάστῃ δʼ αὐτῶν ἄλλας πολλὰς ἀῤῥήτους μὲν λόγῳ, τῷ δὲ μᾶλλον καὶ ἧττον ἐπʼ αὐτῶν τῶν ἔργων διαγιγνωσκομένας. οἷον δέ τι δηλοῦν ἑκάστη διαφορὰ πέφυκεν, ἐν τοῖς περὶ προγνώσεως ἐροῦμεν. ἀλλὰ νῦν γε πρῶτον ὑπογράψομεν τὸ διάγραμμα, σαφὲς ἑτοίμως γενησόμενον τοῖς ἐν τῷ πρώτῳ περὶ διαφορᾶς σφυγμῶν γεγυμνασμένοις. ἐφεξῆς δὲ μηνύσομεν, ὅπως πάλιν ἑκάστῃ διαφορᾷ πολλαὶ συνίστανται τῷ ποσῷ διαφέρουσαι, κᾂν ὁμογενεῖς ὦσι. διαστολὴ διαστολὴ διαστολὴ ταχεῖα σύμμετρος βραδεῖα ταχεῖα σύμμετρος βραδεῖα ταχεῖα σύμμετρος βραδεῖα συστολὴ συστολὴ συστολὴ ταχεῖα ταχεῖα ταχεῖα σύμμετρος σύμμετρος σύμμετρος βραδεῖα βραδεῖα βραδεῖα τῆς τοίνυν πρώτης ἐν τῷ διαγράμματι γεγραμμένης διαφορᾶς ἑκατέραν τῶν κινήσεων ταχεῖαν ἐχούσης, ἐνδέχεται μὲν τὴν ἐν διαστολῇ κίνησιν ἐσχάτως ἠπεῖχθαι, τὴν δʼ ἐν τῇ συστολῇ βραχεῖ τινι τῆς συμμέτρου τε καὶ μέσης ὑπερέχειν, ἢ ἔμπαλιν βραχεῖ μὲν ὑπερέχειν τὴν ἐν τῇ διαστολῇ, παμπόλλῳ δὲ τὴν ἐν τῇ συστολῇ, ἢ ἀμφοτέραν ὀλίγῳ, ἢ ἀμφοτέραν παμπόλλῳ, ἢ τὴν μὲν ὀλίγῳ, τὴν δὲ πλέονι μὲν, ἢ κατʼ ὀλίγον ἐλάττονι, ἢ κατὰ πολὺ, ἢ ὁπωσοῦν ἑτέρως. ἡ γὰρ ποικιλία σαφής. καὶ οὐκ ἔστιν εἰπεῖν ἢ ὡς οὐ φαίνεται τοῦτο γιγνόμενον, ἢ ὡς δηλοῦν οὐδὲν πέφυκε. καὶ γὰρ καὶ γίνεται καὶ δηλοῖ μέγιστα. καὶ ἡμῖν ἀπὸ τῆς τοιαύτης διαγνώσεως ἤρκει προγινώσκειν, οὐ δεομένοις τῶν πρώτων χρόνων ὁλοκλήρων τε καὶ παρηυξημένων. ὅτι δʼ ἡ τοιαύτη διάγνωσις οὐ δεῖται πάσης τῆς κινήσεως, ἀλλὰ καὶ διὰ μέρους αὐτῆς τοῦ τυχόντος δύναται γίγνεσθαι πρόδηλον παντὶ, πλὴν εἰ ἀνώμαλός ποτʼ εἴη· τηνικαῦτα γὰρ οὐκ ἔθʼ ὅμοιον τὸ μέρος τῷ ὅλῳ. κατὰ μέντοι τοὺς ἐσχάτως ἀμυδροὺς σφυγμοὺς οὐδὲ τῇ τοιαύτῃ χρῆσθαι δυνατόν. οὐ γὰρ ἔστιν ἐπʼ ἐκείνων οὐδὲ τὴν πρώτην ἀρχὴν τῆς συστολῆς γνωρίσαι, μή τι γε δὴ μόριον αὐτῆς ἀξιόλογον.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Δ.
Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτʼ ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτʼ ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵνʼ οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δʼ ἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν διʼ ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδʼ οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δʼ οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δʼ ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς. ἐπὶ πολὺ δʼ ὠθεῖν δύνανται κινήσεις ἥ τε τῇ σκληρότητι τῆς ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ ἡ τῇ ῥώμῃ τῆς κινούσης αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ ἡ τῷ μεγέθει τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ ἡ τῷ τάχει τῆς φορᾶς ὠθοῦσα συντόμως, καὶ ἡ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα, καὶ ἡ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ ἡ διὰ τὸν κλόνον ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς ἔμφασιν ἔχουσα. ταῦτʼ ἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς, τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν· ἐπεὶ δʼ ὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους, οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα καὶ μέχρι πλείονος ὁ ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ καὶ μέγας ᾖ. ᾧ δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ᾖ ταχὺς μόνον, οὐ διὰ τὸ μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; ὁ γοῦν ταχὺς ἅμα καὶ μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, ἢ καὶ τούτου κατὰ συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θʼ ἅμα καὶ πλάτους καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει διαγνόντες, ἐπʼ αὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθʼ ἡμῖν μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτʼ οὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλʼ ὅσοι πρὸς τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον, οὐ μὴν καὶ σφοδροῖς, οὐδʼ ἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον οὖν, ὡς οὐδʼ ὁ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆρʼ οὖν ὁ ὑψηλὸς ἐπὶ πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ ὁ μέγας ἐν ταῖς τρισὶ διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδʼ ἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν ὁ μέγας ἐδείχθη χωρὶς τοῦ καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν. οὐκ οὖν οὐδὲ ὁ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις ἀμυδρότης, τῷ δʼ ὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ μὲν ἡ σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθʼ ἕτερος λόγος. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὁ ὑψηλὸς, οὐ μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλʼ ὅτι πάντως σφοδρὸς, ἢ οὐκ ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δʼ οὐκ ἀεὶ μὲν, ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς ἀμελέστερον τὰ τοιαῦτʼ ἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί τινες ὑπάρχειν. ἄλλοι δʼ αὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ ὅ τε κλονώδης καὶ ὁ σπασμώδης. οὐδὲ γὰρ οὗτοι διʼ ἄλλο τι βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα. καὶ δύο ταῦτʼ ἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν. εἰσὶ δʼ οἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν, ὥσπερ οὐδʼ εἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατʼ οὐδενὸς ὑποκειμένου πράγματος, ἢ πρᾶγμα μὲν εἶναί τι καθʼ οὗ λέγεται, διάγνωσιν δʼ αὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, ἢ διʼ ἄλλης τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον ἢ αἰσθήσει διαγινώσκεσθαι τό τʼ αἰσθήσει μὲν, ἄλλῃ δέ τινι μᾶλλον ἢ ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν ἢ περὶ ὀνόματος ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι βίαιον ἀπʼ αὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον ἐθέλοιεν καλεῖν, ἀλλʼ οἷον θλῶσάν γε πάντως, ἢ ἀπωθουμένην, ἢ ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα, ἢ εἰς ἄτομα, ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν. ὥστʼ οὐδʼ αἰσθήσει διαγνωστὸς ὁ τόνος, ἀλλʼ, εἴπερ ἄρα, διὰ σημείου τινὸς, ἢ σημείων, ἤτοι κατʼ ἔνδειξιν, ἢ κατʼ ἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον δʼ οὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν σφοδρῶν. ἀλλʼ ἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτʼ ἐστὶν ἀφʼ ἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν σκληρῶν σωμάτων, πλεονεκτεῖ δʼ, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα δʼ ἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλʼ ὥστε βουληθέντας ἀποῤῥῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα τῆς θλίψεως. ἢ γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, ἢ πρὸς τούτῳ καὶ πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ, κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, ἢ σίδηρος τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως οὐ δύναται. μήποτʼ οὖν οἷς μὲν ἂν ὑπείκουσαν ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν, ἃ δʼ ἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ κέκληται; καὶ, τοῦτʼ ἄρʼ ἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον, σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὰ δʼ, ὅσα ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι, παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δʼ ὑγρὸν εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δʼ εἴ τινι προσπέσοι, δῆλον, ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵνʼ οὖν ἤδη συμπερανώμεθα τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἢ ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα προσαγομένῳ, ἆρʼ οὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν ἀνατρέψει, θλιφθήσεται δʼ ὑπʼ αὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν, ὅσον ἐφʼ ἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ ἤτοι διὰ βάρος, ἢ διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν κατʼ αὐτὸ τοῦτο τὸ ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν, ἑτέρα δʼ ἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δʼ ἴσχει που πρόσω. πολλάκις δʼ εἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον, ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπʼ αὐτῶν διπλῆν γίνεσθαι, τὴν μὲν ὡς θλίβοντος, τὴν δʼ ὡς ἀνατρέποντος. καὶ εἴπερ ταῦθʼ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστʼ εἶναι τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δʼ ἴδιον ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δʼ ἀνατρέπειν τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ συνήθη τοῖς Ἕλλησιν ἐπʼ αὐτοῖς ὀνόματα.
Δύναιτο δʼ ἄν τις καὶ διʼ ἑτέρων ὀνομάτων ταῦτα τὰ πράγματα δηλοῦν, ὥσπερ ἀμέλει ῥᾳδίως αὐτὸ ποιήσουσιν οἱ τὸ συνεχὲς τῆς ὅλης οὐσίας διακόπτοντες τῷ κενῷ, τοῦτʼ ἔστιν ἅπαντες ὅσοι σώματα αὐτὰ σμικρὰ καὶ ἀδιαίρετα καὶ ἄτμητα καὶ ἄναρμα, ποτὲ μὲν συγκρινόμενα, ποτὲ δὲ διακρινόμενα, τάς τε γενέσεις καὶ τὰς φθορὰς ἐργάζεσθαί φασιν, οὗτοι γὰρ, ὡς ἂν οὐδένα τόνον εἰδότες ζωτικὸν, ὅταν ἀθρόα καὶ πολλὰ καὶ ταχέως φέρηται ταυτὶ τὰ σμικρὰ σώματα, τότε τὴν ἀπʼ αὐτῶν πληγὴν σφοδρὰν φήσουσι γίνεσθαι, καθάπερ ἐπὶ τῶν ἀνέμων τε καὶ τῶν εἰς τὸ κάταντες φερομένων συμπίπτει ῥευμάτων. τὸ δὲ ἀθρόα καὶ πολλὰ καὶ πυκνὰ λέγειν ταὐτὸν εἶναι φήσουσιν τῷ βραχὺ παρεσπάρθαι κενὸν, τοῦτο δὲ τῷ πεπληρῶσθαι στερεᾶς οὐσίας τὴν εὐρυχωρίαν τῆς ἀρτηρίας ταὐτὸν ὑπάρχειν· τὴν γὰρ δὴ κένωσιν αὐτῆς, ὥσπερ καὶ αὐτὸ τοὔνομα δηλοῖ, παρὰ τὸ κενὸν ὠνομάσθαι, τοῦτο γὰρ ἐν ἅπασιν ἀεὶ τοῖς συγκρίμασι περιέχεσθαι· τῷ δʼ ἧττον, ἢ πλέον εἶναι ποτὲ μὲν σκληρὰ, ποτὲ δὲ μαλακὰ γίγνεσθαι τὰ σώματα, καὶ νῦν μὲν πλήρεις αὐτῶν τὰς ἐντὸς κοιλίας, αὖθις δʼ, εἰ τύχοι, κενάς. τὸν μὲν οὖν χιτῶνα τῆς ἀρτηρίας σκληρὸν, ἢ μαλακὸν φήσουσι γίγνεσθαι διὰ τὸ ποσὸν τοῦ παραπεπλεγμένου τῷ συγκρίματι κενοῦ· τὴν δʼ ἐντὸς εὐρύτητα πλήρη καὶ διάκενον, διὰ τὸ ποσὸν πάλιν κᾀνταῦθα τῆς παρεσπαρμένης αὐτῇ κενότητος. μέγαν δέ τινα εἶναι φήσουσι σφυγμὸν, οὐ μὴν τό γʼ ἀντιβατικὸν ἔχειν τὴν προσβολὴν, ὅταν πολὺ μὲν τὸ κατὰ τὴν κοιλότητα τῆς ἀρτηρίας κενὸν, ὀλίγα δὲ τὰ πρῶτα σώματα· μέγαν δʼ ἅμα καὶ ἀνατρεπτικὸν, ὅταν ὀλίγον μὲν, τὸ κενὸν, πολλὰ δὲ τὰ σώματα. δῆλον οὖν ἤδη γέγονεν, ὡς οὐδὲν κατʼ ἐκείνους διοίσει λέγειν πλήρη σφυγμὸν σφοδροῦ. καὶ γὰρ καὶ τὸ τῆς ἁφῆς πάθος ἓν ὑπάρχειν καὶ τοῦ σφυγμοῦ τὴν φύσιν μίαν εἶναι. κενοῦ γὰρ ὀλίγου ταῖς εὐρυχωρίαις τῶν ἀρτηριῶν παρακειμένου, διὰ μὲν τὸ πλῆθος τῶν ὄγκων πλήρη λέγεσθαι τὸν σφυγμὸν, διὰ δὲ τὸ τῆς πληγῆς ἰσχυρὸν σφοδρὸν, ὥστε τῶν ὀνομάτων τὸ μὲν ἕτερον αὐτῆς τῆς οὐσίας δηλωτικὸν εἶναι τοῦ σφυγμοῦ, τὸ δʼ ἕτερον τοῦ ποιοῦ τῆς προσβολῆς. οὔκουν εἶναι σφυγμὸν ἄλλον μὲν πλήρη, σφοδρὸν δʼ ἄλλον· δυοῖν γὰρ ὀνόμασιν ἓν πρᾶγμα δηλοῦσθαι κατὰ διαφόρους ἐννοίας. ἀλλʼ ἡμεῖς γε, ὅσοι ζωτικόν τινα τόνον εἶναί φαμεν, διττὴν μὲν ἐξ ἀνάγκης ὁμολογήσομεν ὑπάρχειν τὴν φύσιν τῶν σφυγμῶν· εἰ δὲ καὶ τὴν διάγνωσιν ἐπιμελέστερον τούτων ἐπισκεψαίμεθα. χαλεπὴ δὲ ἡ σκέψις μάλιστα γίνεται τῷ μηδένα τῶν ἔμπροσθεν ἀξιόλογον μηδὲν γράψαι περὶ διαγνώσεως σφυγμῶν, ἀλλὰ τοὺς μὲν τελέως παραλιπεῖν, τοὺς δὲ ἐπὶ μικρὸν κομιδῆ προσάψασθαι. Ἡρόφιλος μὲν οὖν, ὡς ἂν τὰ τῆς αἰσθήσεως πάθη γράφων, οὐδαμῆ πληρότητος ἐμνημόνευσεν, ἧς οὐδεπώποτε ᾔσθετο. οἱ δʼ ἀπʼ αὐτοῦ μὲν κληθέντες Ἡροφίλειοι, πάντα μᾶλλον δόντες ἢ τοῦτο λέγεσθαι βούλονται, σοφισταὶ καὶ πολυλόγοι γενόμενοι σχεδὸν ἅπαντες, οὔτʼ ἄλλο τι τῶν Ἡροφιλείων θεωρημάτων ἐπʼ αὐτῶν τῶν ἔργων τῆς τέχνης προὐθυμήθησαν ἀσκῆσαι. καὶ πρὸς ἄλλοις πολλοῖς οἷς ἐλυμήναντο τὴν τέχνην, ἔτι τε καὶ τὸν πλήρη σφυγμὸν ἡμῖν ἐπεισήγαγον ταῖς διαγνώσεσιν, ἵνα δηλαδὴ μικρᾶς οὔσης τῆς τέχνης ἔχωμεν ἡμεῖς νῦν ὃ πράττωμεν. οὔτε γὰρ παρελθεῖν οἷόν τε σφυγμὸν ὑπʼ ἀνδρῶν οὕτως ἐνδόξων πεπιστευμένον οὔθʼ ὃν οὐδεπώποτε εὕρομεν ἐπὶ τῶν ἔργων διαγνῶναι προχείρως ἡμῖν θετέον, ἀλλοτρίαις ἀκολουθήσασιν ἀποφάσεσιν. ἀλλʼ ἀνάγκη δεῖξαι πρῶτον μὲν ὅτι μέχρι τῆς ἐννοίας ὁ σφυγμὸς οὗτος πρόεισιν, ἔπειτα ὡς οὐδʼ Ἡρόφιλος αὐτὸν αἰσθήσει διεγίνωσκεν. εἰ μὲν οὖν μὴ συγκεχύκεσαν αὐτοὶ τὸ σημαινόμενον τοῦ ὀνόματος, ἤδη εἶχόν τι κᾀγὼ λέγειν ὧν ἐπαγγέλλομαι· ἐπεὶ δὲ πολυειδῶς ἐτάραξαν αὐτὸ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτὸν ἕκαστος οὐχ ὁμολογοῦντες, ἀναγκαῖόν ἐστιν ὑπὲρ τοῦ σημαινομένου πρότερον ἡμᾶς διασκέψασθαι, μή πῃ λάθωμεν ἡμᾶς αὐτοὺς ὡς κόρακες ἢ κολοιοὶ φωνὰς μόνας προφερόμενοι, τὰ δὲ πράγματα καθʼ ὧν αὗται λέγονται παντάπασιν ἀγνοοῦντες. ὄντων οὖν πολλῶν τῶν γραφόντων τοὔνομα τοῦ πλήρους σφυγμοῦ, τοὺς μὲν ἄλλους παραλείψειν μοι δοκῶ, πλὴν εἴ που κατὰ τὴν ἀνάγκην τοῦ λόγου μνημονεύσαιμι διὰ βραχέων. ἀποχρήσει δέ μοι τὰ πρὸς Ἀρχιγένους τε καὶ Ἀγαθίνου γεγραμμένα προχειρισαμένῳ διασκέψασθαι. λέγει δὲ ὁ μὲν Ἀρχιγένης ὑπὲρ αὐτοῦ τόνδε τὸν τρόπον· ἔστι δὲ πλήρης σφυγμὸς ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ἐν τούτῳ δὲ δὴ τῷ λόγῳ πρῶτον τί δηλοῖ τὸ ναστοτέραν οὐ πάνυ σαφῶς οἶδα, διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι. ἄρτον μὲν γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης, δικαιότατον γὰρ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ συνήθειαν παρʼ αὐτοῦ μανθάνειν, δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους ὀνομάζειν, ἐν γοῦν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ διηγούμενος τὰ ὑπὸ Μάγνου εἰρημένα κατὰ λέξιν οὕτω γράφει· ὅλως γὰρ, φησὶν, ἡ σφοδρὰ πληγὴ οὐ γίγνεται, εἰ μὴ ναστοῦ ὄντος τοῦ προσπίπτοντος, μεγάλου καὶ ταχέος ἐπιφερομένου. ἐφʼ ἃ μετʼ ὀλίγον οὕτως ἄρα φησί· καὶ σφοδρότης σφυγμοῦ ἐκ τάχους, μεγέθους, σφοδρότητος, πληρότητός ἐστι σύνθετος. τὸ γὰρ ἀνωτέρω ναστὸν, τοῦτο νῦν πλῆρες ἐκάλεσεν, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἢ ἐκείνως εἰπεῖν. ἀλλὰ καὶ πανταχοῦ μοι δοκεῖ κατὰ τὸν αὐτὸν τρόπον χρῆσθαι τῇ τοῦ ναστοῦ προσηγορίᾳ. μεταλάβωμεν οὖν ἤδη τὸ ναστοτέραν εἰς τὸ πληρεστέραν, ἵνα καὶ γνῶμεν τί ποτʼ ἐστὶν ὃ λέγει. ἔστι δὲ ἡ λέξις τοιάδε· ἔστι δὲ πλήρης μὲν σφυγμὸς ὁ πληρεστέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν. ἀλλὰ τοῦτο μὲν διʼ ἑαυτοῦ δηλούμενον, οὐδὲν ἡμᾶς διδάξει πλέον. ἆρʼ οὖν ἄμεινον ὑπερβάντας ὅλον τὸ ναστοτέραν σκέψασθαι τὸ ἐπιφερόμενον ἐγχύλως. τοιοῦτον γάρ τι δηλοῦν ἔοικεν ἡ λέξις, ὡς τοῦ πλήρους σφυγμοῦ κατὰ τὴν προσβολὴν δεικνυμένου διασεσαγμένην ἐγχύλως τὴν ἀρτηρίαν. αὐτὸ δὲ πάλιν τὸ διασεσαγμένην πότερα ταὐτόν ἐστι τῷ μεμεστωμένην, ἢ ἄλλο τι δηλοῖ, σαφῶς οὐκ ἔχω συμβαλεῖν. καὶ γάρ τοι καὶ ἀντιθεὶς ἑξῆς τῷ τῇ πλήρους καὶ τοῦ ναστοτέρου τὸν ὁρισμὸν τοῦ κενοῦ, οὔτε τῷ ναστοτέραν τὸ ἐναντίον ἔλαβεν οὔτε τῷ διασεσαγμένην, δέον, οἶμαι, λαβεῖν, εἴπερ ἐναντίον πρᾶγμα ὡρίζετο. νῦν οὐδὲν ἔλαβεν, ἀλλὰ τί φησι; κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος. τοῦτο γὰρ τὸ πομφολυγώδη οὔτε τῷ ναστοτέραν οὔτε τῷ διασεσαγμένην ἐναντίον ἐστίν. ἀλλʼ εἴπερ ἄρα, μόνῳ τῷ ἐγχύλῳ, ἵνα τὸ μὲν ἔγχυλον οἷον ὑγρότερόν πως εἴη, τὸ δὲ πομφολυγῶδες ἀερωδέστερον. πάλιν δὲ τῷ τοῦ κενοῦ λόγῳ πρόσκειται, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν· τίνι τῶν ἐκ τοῦ πλήρους ἐναντίον ἐστὶν, οὐκ ἂν εὕροις. τῷ μὲν γὰρ τῆς κενεμβατήσεως ὀνόματι τὸ τῆς ἀντιβάσεως μάλιστʼ ἀντιθείη. παραλέλειπται δʼ ὅλον τοῦτο ἐν τῷ πλήρους λόγῳ. καίτοι γʼ ἠδύνατο κατὰ τὸν αὐτὸν εἰρῆσθαι τρόπον, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων ἀντίβασιν ὑποπίπτειν. ἀλλʼ οὐκ εἴρηται, εἰ μή τι ἄρα περὶ τὸ ναστοτέραν ἐπιδεικνύναι τὴν ἀρτηρίαν τοῦτό ἐστιν, ἵνʼ ἐν ἑκατέρῳ τῷ λόγῳ μὴ τί ποτʼ ἐστὶν ὁ πλήρης σφυγμὸς ᾖ δηλούμενον, ἀλλὰ πῶς διαγινώσκεται. καὶ εἰ τοῦτο, τάχʼ ἂν ἀκολουθεῖν ἤδη δυναίμην. εἰ γὰρ τῶν ἡμετέρων κατὰ τὴν ἁφὴν παθημάτων ἐξήγησίς ἐστιν ὁ λόγος, οὐδαμοῦ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως ἁπτόμενος ἀναμνησθῆναι δύναμαι πάντων ὧν κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἡ ἁφὴ πάσχει. τάχα οὖν εὑρήσομεν οὕτως, τί ποτε βούλεται δηλοῦν ὁ Ἀρχιγένης. ἃ δὲ πάσχει, ταῦτʼ ἐστίν. αἰσθάνεται προσπίπτοντος αὐτῇ κινουμένου σώματος ἐν χρόνῳ τινὶ, καὶ τοῦτο ποτὲ μὲν κατὰ πολλὰ μόρια προσπίπτειν ἑαυτῇ φαντάζεται, ποτὲ δʼ οὒ, καὶ θλίβειν τε καὶ αὖθις μὴ θλίβειν, καὶ ἡμῶν θλιβόντων ἀντιβαίνειν, ἢ νικᾶσθαι. ταῦτʼ ἐστὶ τὰ πρῶτα καὶ οἷον στοιχεῖα τοῦ παντὸς περὶ τῶν σφυγμῶν λόγου, πάθη τῆς ἁφῆς. τὰ γὰρ ἄλλα πάντα τὰ μὲν ἐκ τούτων σύγκειται, τὰ δʼ ἐν τῷ πρὸς τὶ νενόηται, ἤτοι καὶ τὰ μόρια τῶν εἰρημένων ἀλλήλοις παραβαλλόμενον, ἢ ὅλων πρὸς ὅλα. κατὰ τίνος οὖν λέγεται τούτων τὸ τοῦ πλήρους ὄνομα; πότερον κατὰ τῆς κινήσεως αὐτῆς; ἀλλʼ ἐν ἐκείνῃ τάχος ἦν καὶ βραδύτης καὶ τῶν ῥυθμῶν αἱ γενέσεις. ἀλλʼ ὅταν κατὰ πολλὰ μόρια τῆς διαστολῆς αἰσθάνηται ἡ ἁφή; ἀλλʼ ἐνταῦθα μακροὶ καὶ πλατεῖς καὶ ὑψηλοὶ καὶ μεγάλοι γίνονται σφυγμοί. ἀλλʼ ὅταν κατʼ ὀλίγα; οἱ ἐναντίοι δηλονότι τῶν εἰρημένων. ἀλλʼ ὅταν θλίβηται; σκληρός. ἀλλʼ ὅταν ἀνατρέπηται; σφοδρός. τί γὰρ δεῖ περὶ τῶν ἐναντίων αὐτοῖς, ἢ μέσων μακρολογεῖν; πότʼ οὖν πλήρης γενήσεται; ἢ τί πάσχει πάθος ἡ ἁφή; πότερον, ὅταν θερμασίας πλείονος, ἢ δριμυτέρας αἰσθάνηται; ἀλλʼ οὐκ ἔστιν ἐκ τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἡ τοιαύτη διάγνωσις. ἀλλʼ ὅταν ὑγρότητος, ἢ ξηρότητος; ἀλλʼ οὐδὲ ταῦτα τῆς τῶν σφυγμῶν διαφορᾶς ἐστι τὰ παθήματα. καὶ γὰρ καὶ χωρὶς τῶν σφυγμῶν ἔνεστιν αὐτὰ διαγινώσκειν ἐπιβάλλοντα τὴν χεῖρα τῷ σώματι τοῦ νοσοῦντος. μήτι οὖν τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν ὀνομάζουσι; τάχα γὰρ καὶ ὁ Ἀγαθῖνος τοιοῦτόν τι βούλεται. ἀλλʼ εἰ τοῦτο, ἐχρῆν ἀποσαφῆσαι τοῦτʼ αὐτὸ ἡμῖν, καὶ μὴ Σφιγγὸς προβάλλειν αἰνίγματα. ἢ βούλονται μὴ μόνον περὶ τῶν πραγμάτων ἡμᾶς ζητεῖν οὕτω χαλεπῶν ὄντων, ἀλλʼ ἐξ ἐπιμέτρου τί ποτε λέγουσι σκοπεῖν, καὶ πολλαπλάσιόν γε χρόνον εἰς τοῦτʼ ἀναλίσκειν, ἢ εἰς αὐτῶν τῶν πραγμάτων τὴν εὕρεσιν; ἴδωμεν οὖν ἤδη καὶ τὴν τοῦ Ἀγαθίνου ῥῆσιν, καὶ ζητήσωμεν εἰ τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν εἶναι βούλεται. γράφει οὖν καὶ αὐτὸς ᾧδε· παρακολουθεῖ γὰρ ἐν ταῖς ἐπισκέψεσι πληρότητος καὶ κενότητος σφυγμοῦ, τοῦ μὲν πλήρους τεταμένον καὶ ἐξεριστικὸν διʼ ὅλου τὸ πνεῦμα παριστάντος, τοῦ δὲ κενοῦ διαῤῥέον καὶ ταῖς ἀντιβάσεσιν ἐναφανιζόμενον, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτῳ μὲν τό γε τοσοῦτον ἤδη χάριν ἴσμεν, ὅτι τε μὴ Σφιγγὸς αἰνίγματα προβάλλει, καθάπερ Ἀρχιγένης τε καὶ πολλοὶ τῶν ἄλλων. εἰ μὲν γὰρ ὀρθῶς, ἢ μὴ λέγει κατὰ σχολὴν ἔνεστι σκοπεῖσθαι. τὸ δʼ οὖν λεγόμενον αὐτὸ σαφές ἐστιν ἤδη. βούλεται γὰρ τεταμένον καὶ ἐξεριστικὸν διʼ ὅλου τὸ πνεῦμα κατὰ τοὺς πλήρεις ἐμφαίνεσθαι σφυγμοὺς, ἄῤῥωστον δὲ καὶ καταπῖπτον ῥᾳδίως καὶ μηδεμίαν ἔχον ἀντίβασιν ἐν τοῖς κενοῖς. εἴτε δὲ τὸ σύμφυτον πνεῦμα καὶ ζωτικὸν τὸ διὰ τῶν σωμάτων, ὡς αὐτοὶ βούλονται, τεταμένον, εἴτε τὸ ἀερῶδές τε καὶ ὑλικὸν τὸ ἐν ταῖς εὐρυχωρίαις, οὐ πάνυ μὲν ἡ λέξις ἀποσαφεῖ, τῇ δʼ ὅλῃ τῶν ἀνδρῶν γνώμῃ τεκμήραιτʼ ἄν τις τὸ ζωτικὸν αὐτὸν λέγειν. ἀλλʼ εἴτε τοῦτο, ἢ ἐκεῖνο, τό γε τοσοῦτον ἐν παρόντι παρακλητέον αὐτόν τε καὶ τοὺς ἀπʼ αὐτοῦ μηδέπω δόγματα τοῖς τῆς αἰσθήσεως ἀναμιγνύναι πάθεσιν, ἀλλʼ ὡς ἐμπειρικὸν, οὐ γὰρ ἀτιμάζει τὴν ἐμπειρίαν, διαλεχθῆναι πρότερον ἡμῖν ὑπὲρ αὐτῶν τῶν λεγομένων κατὰ τὴν ἁφὴν, εἶτʼ αὖθις, ὅπως ἐξ αὐτῶν χρὴ διὰ τοῦ λόγου μεταβαίνειν ἐπὶ τὰ δόγματα, διδάξαι. τίνα τοίνυν τὰ τῆς αἰσθήσεως πάθη κατʼ αὐτὸν, εἰ μεταθείημεν τὸ τοῦ πνεύματος ὄνομα, καὶ πληγὴν εἴποιμεν; ἔσται γὰρ ὁ λόγος τοιοῦτος· ὁ πλήρης σφυγμὸς τεταμένην καὶ ἐξεριστικὴν διʼ ὅλου τὴν πληγὴν παρίστησιν, ὁ δὲ κενὸς οἷον διαῤῥέουσαν καὶ ταῖς ἀντιβάσεσιν ἐμφανιζομένην, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτων δὲ οὕτω καλῶς μετειλημμένων, μικρὸν ἐπελίξαντες αὐτοῦ τὸ βιβλίον, θεασώμεθα τί λέγει περὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. ἔχει δὲ ἡ λέξις οὕτως· διότι μὲν οὖν σφοδρός ἐστιν ὁ σφυγμὸς βιαίως κρούων τὴν ἁφὴν καὶ κατὰ τὴν πρόσαλσιν ἰσχυρῶς αὐτὴν ἀνατρέπων, δῆλόν τʼ ἐστὶν αὐτόθι καὶ συμφωνεῖται τοῖς πλείστοις. εἶτʼ ἐπιφέρων φησί· τῶν ἐναντίων ἐπινενοημένων δηλονότι περὶ τὸν ἀμυδρὸν σφυγμόν. ἀμενηνῶς γὰρ καὶ ἐκλύτως πρόσεισι τῇ ἁφῇ. ταῦτʼ ὀρθῶς ὁ Ἀγαθῖνος, ἀλλʼ οὐ μὲν διαφέρει τῶν περὶ τοῦ πλήρους τε καὶ κενοῦ. τὸ μὲν γὰρ ἐξεριστικὴν διʼ ὅλου τὴν πληγὴν εἶναι ταὐτόν ἐστι τῷ βιαίως τε κρούειν τὴν ἁφὴν καὶ ἰσχυρῶς ἀνατρέπειν, εἴρηται δʼ αὐτῶν τὸ μὲν ἐπὶ τοῦ πλήρους, τὸ δὲ ἐπὶ τοῦ σφοδροῦ. τὸ δʼ αὖ ταῖς ἀντιβάσεσιν ἀφανίζεσθαι ταὐτόν ἐστι τῷ ἀμενηνῶς καὶ ἐκλύτως ἐναφανίζεσθαι τῇ ἁφῇ. εἴρηται δὲ τούτων τὸ μὲν πρότερον ἐπὶ τοῦ κενοῦ, τὸ δὲ δεύτερον ἐπὶ τοῦ ἀμυδροῦ. ἆρʼ οὖν ὁ μὲν Ἀγαθῖνος οὕτως ἐξηγήσατο τὰ τῆς ἁφῆς πάθη, κατά γε τοὺς σφοδροὺς σφυγμοὺς καὶ τοὺς ἀμυδροὺς, ὁ δʼ Ἀρχιγένης ἑτέρως, οὐ μὴν ἀλλὰ κᾀκεῖνος ὡδὶ γράφει· ὥστʼ ἐκ τοῦ καθʼ ἕνα χωρισμοῦ γίνεσθαι καθʼ ἑαυτήν τις οὖσα ἡ σφοδρότης, ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως. εἶθʼ ἑξῆς· φαίνεται δὲ καθʼ ὅλην τὴν διαστολὴν τὸ τελανὸν τῆς ὁρμῆς, καθʼ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα ὑποπίπτει ἡ πληγή. ταῦτα μὲν οὕτω φανερὰ τὰ περὶ τῶν τῆς ἁφῆς παθῶν, ἐν οἷς οὐχ ἕξομεν ἴδιον πάθος εἰπεῖν τῆς πληρότητος, εἰ μή τι ἄρα, καθάπερ τινὸς τῶν νῦν ἔλεγον, ὅταν ἐπὶ πλεῖστον ὁ σφυγμὸς ἐξαιρόμενος ἀντιβατικὸς εἴη. τοῦτο δὲ δύο ἐστὶν εἴδη σφυγμῶν, οὐχ ἕν. τὸ γὰρ ἐπιπλεῖστον ἐξαίρεσθαι κατὰ μὲν τὰς τρεῖς διαστάσεις γινόμενον μέγαν ποιεῖ τὸν σφυγμὸν, κατὰ δὲ μίαν μόνην ἢ μακρὸν, ἢ πλατὺν, ἢ ὑψηλόν. τὸ δʼ ἀντιβατικὸν εἶναι πάλιν ταὐτόν ἐστι τῷ σφοδρῷ. εἰ δέ τις τὸν μέγαν ἅμα καὶ σφοδρὸν ἑνὶ καλεῖν ὀνόματι τῷ τοῦ πλήρους βούλεται, καλείτω. περὶ γὰρ ὀνόματος οὐ διαφερόμεθα. γιγνωσκέτω δʼ οὐδεμίαν εἰσάγων ἔξωθεν παρὰ τὰς εἰρημένας διαφορὰς κατὰ νῦν, δύο δὲ καὶ τρεῖς ἐξ αὐτῶν λαμβάνων ἰδίοις ὀνόμασι προσαγορεύειν εἰ βούλοιτο, φθόνος οὐδὲ εἷς. ἀλλʼ ἡμῖν οὐ περὶ ὀνομάτων ἡ ζήτησις, ἀλλὰ περὶ πραγμάτων, ἐν οἷς εἴ τι πλέον ἔχοι τις λέγειν, ἡδέως μαθησόμεθα. τὸ μὲν γὰρ ἐπινοεῖσθαί τινα διαφορὰν σφυγμῶν κατὰ τὸ τῆς ἀρτηρίας ἔγχυμα, καλοῦσι γὰρ οὕτως τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ, κᾀγὼ σύμφημι, καὶ δύναμαι νοῆσαι ποτὲ μὲν παχύτερον, ποτὲ δὲ λεπτότερον αὐτό. καὶ αὖθις γλισχρότερον, ἢ ὑδατῶδες, ἢ πλέον, ἢ ἔλαττον, ἢ ἀερωδέστερον, ἢ ὅπως οὖν ἄλλως ἔχον. καὶ γὰρ πνεῦμα μόνον ἐν αὐταῖς περιεχόμενον νοῶ, καὶ τοῦτο ποτὲ μὲν καθαρὸν καὶ αἰθερῶδες, ποτὲ δʼ ἀχλυῶδές τε καὶ ὁμιχλῶδες. ἀλλʼ οὐ τοῦτο νῦν πρόκειται τῶν ἐνδεχομένων ἔννοιαν λαβεῖν, ἀλλὰ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν. τὸ μὲν γὰρ ἐπινοεῖν τἀναντία δυνατὸν, τὸ δʼ ὑπάρχειν ἅμα ἀδύνατον. αὐτίκα γέ τοι καὶ περιέχειν νοοῦμεν τὰς ἀρτηρίας αἷμα, καὶ μὴ περιέχειν. ἢ οὐκ ἂν ἐζητοῦμεν ὑπὲρ οὗ μηδόλως ἐνενοοῦμεν. ἀλλʼ οὐ ταύτης ἐστὶν ἐν οἷς ζητοῦμεν τὸ προκείμενον, εἰς ἔννοιαν ἐλθεῖν αὐτῶν, ἀλλʼ ἀποδεῖξαι τὴν ὕπαρξιν· οὐδεὶς γάρ ἐστιν, ὃς οὐκ ἂν ἐπινοήσειεν ἐν ταῖς ἀρτηρίαις αἷμα περιεχόμενον, ἀλλʼ εἰ κατʼ ἀλήθειαν ἐν τῷ κατὰ φύσιν ἔχειν περιέχεται, ζητοῦμεν. καὶ πολλὰ περὶ αὐτοῦ λέγοντας οἶδα τοὺς περὶ τὸν Ἀρχιγένην. καίτοι γʼ εἴπερ αἰσθήσει διαγνωστὸν ἦν, μάτην πολλὰ ληροῦσιν, ἐνὸν εἰπεῖν ἄντικρυς ψεύδεσθαι τὸν Ἐρασίστρατον, ἃ διὰ τῶν αἰσθήσεων ἐμάθομεν, ταῦτα μεταπείθειν ἡμᾶς λόγῳ πειρώμενον. ἀλλʼ οὐδεὶς ἐτόλμησεν εἰπεῖν αἰσθάνεσθαι τὴν ἁφὴν τῆς ἐν ταῖς ἀρτηρίαις ὑγρότητος. ὡς ἐβουλόμην ἄν μοι τοῦτο παντὸς μᾶλλον ὑπάρχειν, ἵνα μὴ πράγματα ἔχοιμι, λόγῳ ζητῶν ἐξευρεῖν τὸ ἀληθές. τί ποτʼ οὖν ἐστιν ὃ βούλονται λέγειν, οὐ συνίημι. πλήρης ἐστὶν ὁ σφυγμὸς ὁ τὴν ὑπόπτωσιν τῆς ἀρτηρίας διασεσαγμένην ἐγχύλως ἐμφαίνων. πότερον, ὡς αὐτῆς τῆς ἁφῆς τοῦτο γνωρίσαι δυναμένης, ἢ ταύτης μὲν πασχούσης ὃ δὴ πάσχει, τοῦ πάθους δὲ ἀφορμὴν συλλογισμοῦ πρὸς ἔνδειξιν τῆς τῶν ἀρτηριῶν διαθέσεως παρασχεῖν δυναμένου; ἀλλʼ εἰ τοῦτο λέγουσιν, ὡς ἔστιν ἐκ τῶν κατὰ τὴν ἁφὴν παθῶν συλλογίσασθαί τι περὶ τῶν κατὰ τὰς ἀρτηρίας διαθέσεων, οὐκ ἀντιλέγω. καὶ γὰρ Πραξαγόρας αὐτὸ ποιεῖ καὶ Ἡρόφιλος καὶ πάντες ὀλίγου δεῖν, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν χεῖρον, οἱ δὲ βέλτιον. τὸ μέν γε τοῦ Πραξαγόρου καὶ θαυμαστὸν ἴσως σοι φανεῖται. μηδὲ γὰρ περιέχεσθαι λέγων ἐν ἀρτηρίαις τοὺς χυμοὺς, ὅμως ἐκ τῶν σφυγμῶν ἰδέας τινὰς αὐτῶν ἀναλογίζεσθαι πειρᾶται. ἀλλʼ οὐδαμῶς πάθος αἰσθήσεως ἐπεισάγει κοινόν. αἴνιγμα γὰρ ἂν οὕτως τὸν λόγον ποιήσειεν, ἵνα τις ἀναγινώσκων, εἶτα μὴ νοῶν, οἴηταί τι βύθιον ἐγκεκρύφθαι τῷ λόγῳ καὶ θαυμαστὸν, εἶτα κατατρίβηται δηλαδὴ, ζητῶν μὲν διὰ παντὸς, εὑρίσκων δʼ οὐδέν. πῶς γὰρ ἂν εὕροι τὸ μηδʼ ὅλως φαινόμενον; ἄνθρωπε μὴ μόνον, εἰ βούλει, χυμῶν ἰδέας διαγίνωσκε ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς ἤθη, καθάπερ Ἱπποκράτης ἐπιχειρεῖ. μόνον μοι φύλαττε τὰ τῆς αἰσθήσεως πάθη, καὶ μήθʼ ἃ μηδʼ ὅλως πάσχει καταψεύδεσθαι τόλμα μήτʼ ἐξ ἑνὸς παθήματος ἄλλοτʼ ἀλλοῖον σφυγμὸν γνωρίζειν ἐπαγγέλλου. ἔστι τις σφυγμὸς πολὺ τὸ ἀντιβατικὸν ἔχων, ὥστʼ εἰ καὶ θλίβοις τὴν ἀρτηρίαν, μὴ κινηθῆναι πρὸς τῆς χειρός. ἕνα τοῦτον φύλαττε, καλῶν ὅ τι βούλει. τὸ δὲ νῦν μὲν αὐτὸν σφοδρὸν, νῦν δὲ πλήρη καλεῖν, αὖθις δὲ ἴσως ἄλλο τι, καὶ τῷ πλήθει τῶν ὀνομάτων οἴεσθαι πολλὰ ποιεῖν πράγματα, δεινῶς ἄτοπον. ἔχω κᾀγὼ γνωρίσματα διὰ σφυγμῶν καὶ χυμῶν ἰδέας καὶ παθῶν ψυχῆς, ἀλλʼ ἀφʼ ὧν εἶπον ἔμπροσθεν αἰσθητῶν παθῶν ἅπαντα διαγινώσκειν πειρῶμαι, μηδαμοῦ μήτʼ ἀποκεκρημνισμένον σφυγμὸν λέγων, μήτε κοῦφον, μήτε βαρὺν, μήτε ὑγροφανῆ, μήτε πνευματώδη, μήτε διηγκωνισμένον, μήτε διατενῆ, μήτε μογυλὸν, ἢ στεγνὸν, ἢ κατανενυγμένον, ἢ περιλελωσμένον, ἢ ῥοπαλώδη, μήτʼ ἄλλο μηδὲν ὧν οὗτοι λογικαῖς ἐπινοίαις ἀναπλάττουσιν, οὐκ αἰσθητοῖς πάθεσι διαγινώσκουσιν. ὥστʼ ἤδη καὶ τὰ τῆς ἀκοῆς μόνης αἰσθητὰ μεταφέρει ἐπὶ τὴν ἁφήν. οὐδὲν γάρ ἐστιν ἄλλο τὸ τρίζοντας λέγειν καὶ ψοφοῦντας καὶ βομβοῦντας σφυγμοὺς, ἢ περὶ τῆς ἁφῆς ὡς ἀκοῆς διαλέγεσθαι. εἶθʼ οὕτως ἀπιστεῖσθαι ποιοῦσιν δηλαδὴ καὶ αὐτὰ τἀληθῆ. καί τις τῶν νῦν ἀνὴρ οὐχ ὁ φαυλότατος περιλάλησιν ἔφησεν εἶναι τὴν τῶν σφυγμῶν θεωρίαν, ὀρθότατα λέγων, τῷ πολλὰς μὲν φωνὰς φθέγγεσθαι, μηδὲν δὲ χρηστὸν διδάσκειν. ἀλλʼ εἰ μὴ κᾀν ταῖς διαλέξεσιν, ἐν γοῦν τοῖς συγγράμμασιν ἐχρῆν αἰδεῖσθαι παθεῖν ὅπερ ὁ Κωμικὸς ἔφη, Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. εἶτα γράφεις μοι πλήρη σφυγμὸν, μηδʼ ἄχρι τοσούτου σαφῶς ἐξειπεῖν δυνάμενος ὃ φαντάζῃ, πότερα τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητα δηλοῖς, ἢ τὸ ποσὸν τῆς ἐγκεχυμένης οὐσίας αὐταῖς, ἢ τὸ ποιὸν, ἢ τοῦ πνεύματος, ἢ καὶ τῆς θερμασίας δύναμίν τινα, ἢ ποιότητα. πάντα γὰρ ταῦτα δοκεῖς μοι λέγειν ἀδιαρθρώτως τε καὶ συγκεχυμένως. ἢ τί σοι βούλεται πληρότητος οἴνου μνημονεύειν ὡς ἐν παραδείγματι; τί δʼ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν λέγειν αὐτοῖς ὀνόμασιν οὕτως, ὥστε καὶ εἴ τις τὸν πλήρη μὴ κατʼ οὐσίαν, ἀλλὰ κατὰ δύναμιν θεωρεῖν βούλοιτο. καὶ μετʼ ὀλίγον· τάχα δὲ τὸ ἐν δυνάμει Καρῶδες ἐπὶ τῶν τοιούτων τὸν πλήρη σφυγμὸν χαρακτηρίζει, ὀνόματα ὄντα τῆς δυσκρασίας τοῦ πνεύματος. καὶ ὃν τρόπον διαγευσάμενοι οἴνου τὸν πλήρη διαγινώσκουσιν οἱ οἰνογεῦσται, οὕτω καὶ οἱ σφυγμῶν ἔμπειροι τὸν πλήρη κατὰ τὸ Καρῶδες τῆς δυνάμεως, κᾂν μεσόκενος ᾖ, διαθεωροῦσιν. ἐν τούτοις μὲν ἐπὶ τὴν δύναμιν ἀναφέρων, τὸν πλήρη σφυγμὸν δοκεῖ μοι νοεῖν, ἐν αὐτοῖς δὲ τοῖς περὶ τῆς πληρότητος λόγοις πάνθʼ ὁμοῦ συγχεῖ καὶ ταράττει. μάθοι δʼ ἄν τις ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης οὕτως· ὃν τρόπον δὲ καὶ ἐρίων ἡ σύστασις αὐτόθεν ἐστὶ ληπτὴ, καθʼ ἣν κενὰ καὶ πλήρη λέγεται, καὶ οἴνου ποιότης οὐ προστάττουσα, ἀλλʼ αὐτόθι παρακειμένη τῇ γλώττῃ διαγινώσκεται, καθʼ ἣν τοὺς πλήρεις καὶ κενοὺς οἴνους διαχωρίζομεν, καὶ τοῦ σώματος δʼ αὐτοῦ κενοῦ καὶ πλήρους ἀντιλαμβανόμεθα, ἔν τε τῷ κατὰ φύσιν τι ἔχειν ἄλλο ἔν τε ταῖς παρὰ φύσιν διαθέσεσιν, καὶ ἐπὶ φλεγμονῆς, οἰδήματος, ἐμφυσήματος, οὕτω καὶ τὰς ἀγυμνάστους σάρκας τῶν γεγυμνασμένων διακρίνομεν. ἐν ταύτῃ πάλιν τῇ ῥήσει τὰ μὲν περὶ τοῦ οἴνου λεγόμενα τῇ κατὰ τὴν δύναμιν πληρότητι δόξειεν ἂν ὁμολογεῖν, τὰ δὲ περὶ φλεγμονῆς καὶ οἰδήματος τῇ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας αὐτό· τὸ δὲ τῶν ἐρίων παράδειγμα ἐγὼ μὲν οὐδʼ ἐννοῶ τὴν ἀρχήν. οὐδὲ γὰρ ἤκουσά τινος λέγοντος πλῆρες καὶ κενὸν ἔριον, ἵνʼ ἔρωμαι πῶς λέγει. καίτοι τὰ περὶ φλεγμονῆς καὶ οἰδήματος οὐδʼ αὐτὰ πρός τινος ἤκουσα λεγόμενα, πλὴν Ἀρχιγένους. ἀλλʼ ἐν τούτοις ἐπινοῆσαι δύναμαι, τί βούλεται δηλοῦν αὐτὸ τὸ πλῆρες ὄνομα. τὸ γὰρ ἐναντίον τῷ χαύνῳ πλῆρες καλεῖται. κενὰ δέ τινα καὶ πλήρη σώματα καὶ τὰ τῶν ἀνδραποδοκαπήλων καὶ τῶν παιδοτριβῶν ἤκουσα λεγόντων, ἀλλʼ οὐκ ἀνάλογον οἰδήμασι καὶ φλεγμοναῖς, ἀλλʼ ὥσπερ καὶ κυριώτατα καὶ συνηθέστατα λέγεται, παραπλησίως τοῖς ἀγγείοις τοῖς πλήρεσί τε καὶ κενοῖς ὠνόμαζον, καὶ ἀπολαμβάνοντές γε τοῦ δέρματος ἐπεσπῶντο, διαγινώσκοντες, εἰ χαλαρὸν, ἢ ἐσφιγμένον εἴη, καὶ οὕτως ἐκ μὲν τοῦ χαλαροῦ τὸ κενὸν, ἐκ δὲ τοῦ περιτεταμένου τὸ πλῆρες ἐτεκμήραντο. καὶ πολλάκις γε τὸν ἰσχνότερον τοῦ ἁδροτέρου πληρέστερον ἐκάλουν ἀπὸ τῆς τοιαύτης διαγνώσεως. ταῦτα ἀναγκαζόμεθα ληρεῖν διὰ τὸ τοὺς πρώτους τὰ μηδὲν πρὸς ἔπος ληρήσαντας. ὥσπερ γὰρ ὀνομάτων ἐξήγησιν γράφων ὁ Ἀρχιγένης, οὐ πράγματα διδάσκειν ἐπιχειρῶν, συνεφόρησεν εἰς ταὐτὸ πολλὰ παραδείγματά τε καὶ ὀνόματα, μήτε πάντα καθʼ ἑνὸς πράγματος ἁρμόττειν δυνάμενα μήτε συνήθως τοῖς Ἕλλησιν ὠνομασμένα· παρά τισι γὰρ Ἑλλήνων ἢ οἶνον, ἢ ἔρια πλήρη καὶ κενὰ δυνατὸν εὑρεῖν γεγραμμένα. δεῖ τοίνυν ἡμᾶς ἐπί τε τοὺς τῶν οἴνων καπήλους καὶ τὰς γυναῖκας ἰέναι, καὶ πυνθάνεσθαι, τί βούλονται δηλοῦν, καὶ ποῦ τοῦτο χρήσιμον. ἐνῆν γὰρ, εἴπερ ὅλως ἐπεθύμει χρήσασθαι τῷ τοῦ πλήρους ὀνόματι, μηνύσαντα τὸ πρᾶγμα σαφῶς καθʼ οὗ τοὔνομα ἐπέφερε, μηδὲν ἔτι παραδειγμάτων δεηθῆναι. ἀλλὰ περὶ τῆς κατὰ τοὔνομα χρήσεως κᾀν τῷ τρίτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς αὐτάρκως εἴρηται, καὶ νῦν ἐμνήσθημεν αὐτοῦ χάριν τοῦ δεῖξαι τὸ τεταραγμένον ἐν τῇ διδασκαλίᾳ τοῦ Ἀρχιγένους. οὐ γὰρ ἐχρῆν περιπλέκειν μακρὰ καὶ λαβεῖν ἀπέραντα, διʼ ὀλίγων ἐπῶν δυναμένης τῆς διδασκαλίας ῥᾳδίως προϊέναι τόνδε τὸν τρόπον. εἰρήσεται γὰρ ὑφʼ ἡμῶν διὰ βραχέων σαφῶς, ἃ διὰ πολλῶν ἐκεῖνος ἀσαφῶς ἔγραφεν.
Ἔστι τι γένος σφυγμῶν αὐτὸ τὸ σῶμα τῆς ἀρτηρίας, ὡς ἔχει συστάσεως, ἐνδεικνύμενον· ἕτερον δὲ τῆς ἐν αὐτῇ περιεχομένης οὐσίας ποιότητα· καὶ τρίτον τοῦ συμφύτου πνεύματος αὐτῆς τὴν δύναμιν γνωρίζον. ὄνομα δὲ τοῖς τρισὶ τούτοις γένεσι πληρότης. ταῦτα γράψας, καὶ σαφῶς ἂν ἔγραψε καὶ ταχέως καὶ οὐκ ἂν νῦν ἡμᾶς ἐπέτριβε, ζητοῦντας πρότερον μὲν, τί λέγει, δεύτερον δὲ, εἰ κακῶς λέγει, ἀλλʼ ἄντικρυς ἂν ὃ λέγει γνόντες ἐπὶ τὸ ζητεῖν εἰ κακῶς λέγει μεταβαίνομεν, ᾧδέ πως πάλιν καὶ αὐτοὶ τὸν λόγον ποιούμενοι. τούτων τῶν τριῶν γενῶν, ὦ Ἀρχίγενες, τὸ μὲν πρῶτον ἔστι τε καὶ διαγινώσκεται τὸ κατὰ τὴν σύστασιν τῆς ἀρτηρίας, οὐ μὴν πληρότης γε πρὸς τῶν Ἑλλήνων ὀνομάζεται, καθάπερ ἐδείξαμεν ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς. ἐν ἐκείνοις γὰρ περὶ ὀνομάτων ἦν ἡμῖν ὁ λόγος, ἐνταυθοῖ δὲ, οὐ γὰρ ἔτι περὶ ὀνομάτων, ἀλλὰ περὶ διαγνώσεως αὐτῶν τῶν σφυγμῶν σκοπούμεθα, σὺ μὲν ὡς ἐθέλεις αὐτὸ κάλει, συγχωρήσεις δʼ ἡμῖν τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρῆσθαι, σκληρόν τέ τινα σφυγμὸν ὀνομάζουσι καὶ μαλακὸν ἕτερον ἐναντίον αὐτῷ, καί τινα τρίτον ἀμφοῖν μεταξὺ τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν ἐν τῇ συστάσει τοῦ τῆς ἀρτηρίας σώματος. τοῦτον οὖν ὃν σὺ μὲν πλήρη καλεῖς, ἐγὼ δὲ σκληρὸν, τίσιν αἰσθητοῖς παθήμασι τῆς ἁφῆς γνωριοῦμεν; ὅτι μὲν γὰρ ἀναγκαῖόν ἐστιν ἤτοι πεπιλημένον εἶναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ χαῦνον, οὐδεὶς ἀμφισβητεῖ. ἀλλʼ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον, ἀλλὰ πῶς αὐτὸ διαγνωσόμεθα. τοῦτʼ οὖν ἡμᾶς δίδαξον σαφῶς, μὴ περιπλέκων. ἀλλʼ οὐ ποιεῖς, οὐ μὴν ἡμεῖς γέ σοι μεμφόμεθα τούτου χάριν, οὐδʼ ὅτι σαφῶς ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς, ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα. διʼ ὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν, οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν δʼ ἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν γε τὸ κατʼ αὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί δή ποτʼ ἐστὶν, οὐδʼ αὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν. ἀλλʼ ἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες, ἢ τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ θλιβόντων, ὥς φατε, καὶ ἀνατρέπει τὴν ἁφήν· τοῦ δὲ τῆς θερμασίας, τοῦ πυρώδους τούτου, μόνου δεόμεθα μαθεῖν, ἔστʼ ἄν γε τὴν ἁφὴν αἰσθανομένην ἔχωμεν. οὐ γὰρ ἀγνοήσομεν, οἶμαι, ψαύσαντες, οὐδεμίαν ἐν θερμότητι διαφοράν. ἐκεῖνο δὲ θαυμάζομεν ἡμῶν, εἰ τὰ τοιαῦτα ἐν ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλʼ οὐκ ἐν ταῖς τῶν πυρετῶν καταριθμεῖσθε. ἀλλʼ ἔα, τό γε νῦν περὶ τούτου μηδὲν διαφερώμεθα, τοῦ δὲ λοιποῦ γένους τῆς πληρότητος ἐπισκεψώμεθα τὴν διάγνωσιν. οὐδὲ γὰρ ἐν τούτῳ διὰ τῆς ἁφῆς οὐδὲν ἔχω συμβαλεῖν, οὔτʼ εἰ πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις οὔτʼ εἰ καὶ χυμοὶ περιέχονταί τινες. ἀλλʼ οὐδὲ δύνασθε, ὡς καὶ πρόσθεν ἔφην, ἐπειδὰν πρὸς Ἐρασίστρατον, ἢ Πραξαγόραν ἀντιλέγητε περὶ τοῦ τὰς ἀρτηρίας αἷμα περιέχειν, τὴν αἴσθησιν ἐπικαλεῖσθαι μάρτυρα, πάντως ἂν αὐτὸ ποιήσοντες, εἴπερ ἐναργὲς ἦν. ἀλλʼ οὐδʼ αὐτῶν ἐκείνων οὐδεὶς ἐπὶ τὴν αἴσθησιν μάρτυρα κατέφυγεν, ὡς εἶεν αἱ ἀρτηρίαι χυμῶν μὲν καθαραὶ, πνεύματος δʼ ὄργανα μόνου δεόντως. ἁφὴ γὰρ οὔτʼ εἰ πνεῦμα περιέχεται μόνον ὑπὸ τῶν ἀρτηριῶν οὔτʼ εἰ καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν, ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθʼ ὁποῖόν τί ἐστι. πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ τοὺς ὑδέρους ὑγρὸν, ἢ πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλʼ ἀναγκαζόμεθα πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον, ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν ὁ μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, ὁ δὲ κλύδων ὑγρότητος, τῇ δʼ ἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος, ἢ ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ πολύδερμον ἦν, διά τε τὴν λεπτότητα τῶν περικειμένων καὶ τὸ πλῆθος περιεχομένης οὐσίας τεκμαίρεσθαι, διά τε ἁφῆς, εἴθʼ ὑγρὸν εἴτε πνεῦμα τὸ περιεχόμενόν ἐστιν, ἀλλʼ ὅμως οὐδʼ ἐπὶ τούτων ἀσφαλὲς ἁφῇ μόνῃ πιστεύειν. πῶς οὖν ἐπὶ τῆς ἀρτηρίας, οὕτω μὲν παχὺν ἐχούσης χιτῶνα, ὡς ἑξαπλάσιον εἶναι τοῦ περιτοναίου, δέρματος δʼ ἱκανῶς παχέος ἐπικειμένου πολλάκις, οὐ γὰρ δὴ πάντας γε τοὺς νοσοῦντας φθινώδεις ἐπισκοπούμεθα, καὶ τρίτου προσιόντος τοῦ τῆς κινήσεως, οὐ μικρὰν οὐδʼ αὐτοῦ δύναμιν εἰς τὸ συγχέειν μὲν τὴν διάγνωσιν ἔχοντος, εἰσόμεθά τι διὰ τῆς ἁφῆς ἀκριβές; καίτοι πρὸς τὸ συγχυθῆναι περὶ τὸ ὑποκείμενον ἤρκει τὸ διὰ παντὸς ἐν κινήσει τὴν ἀρτηρίαν εἶναι. πόθεν οὖν γνῶναι δυνατὸν ἢ ποσότητα τοῦ περιεχομένου χυμοῦ κατὰ τὰς ἀρτηρίας, ἢ ποιότητα; τῷ μὲν γὰρ μεγέθει τοῦ σφυγμοῦ τὸ πλῆθος τῆς περιεχομένης οὐσίας γνωρίζομεν, ἀλλʼ οὐ πάντως ὑγρὸν εἶναι χυμὸν αὐτὴν ἐντεῦθεν διαγινώσκομεν, τῇ δὲ σκληρότητι τὴν σύστασιν τοῦ τῆς ἀρτηρίας σώματος. τὸ δʼ ἀντιβατικὸν πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν. οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν, ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δʼ ἂν ἀσκὸν πληρώσας ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν, εἰς διάγνωσιν ὁποία τίς ἐστιν ἡ περιεχομένη κατʼ αὐτὸν οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν οἴνου παχέος. ἀλλʼ οὐδʼ εἰ τῶν ἀσκῶν ὁ μὲν εἴη πίττης ὑγρᾶς πλέων, ὁ δὲ ἀέρος, οὐδʼ οὕτως διαγνώσονται. μόνοι γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν, ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, ἡ δὲ διὰ τῆς ἁφῆς αἴσθησις ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδʼ οἱ κλύδωνες τὰς ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλʼ αὐτὸ τοῦτο μόνον τὸ κοινὸν, ὅτι ὑγρὸν τὸ περιεχόμενον, καὶ οὐ πνεῦμα. καίτοι πῶς ἄν τις πιστεύσειε τοῖς διʼ ἑνὸς χιτῶνος τοῦ κατὰ τὸν ἀσκὸν μὴ δυναμένοις διαγνῶναι τοῦ περιεχομένου τὴν ποιότητα δυνατοῖς εἶναι διά τε δέρματος οὐχ ἧττον ἢ κατʼ ἀσκὸν παχέος καὶ ὑμένων τοὐλάχιστον δυοῖν καὶ χιτώνων ἐξ ἀνάγκης δυοῖν τὴν ἐντὸς τῆς ἀρτηρίας διαγνῶναι ποιότητα; ταῦτʼ οὖν αὐτοὶ μὲν λεγέτωσαν, Ἡροφίλου δὲ μὴ καταψευδέσθωσαν, μηδὲ δυσωπείτωσαν ὀνόματι σεμνῷ τοὺς ἀμαθεῖς τῶν Ἡροφίλου γραμμάτων, μηδʼ ἐκ τούτου τὴν πίστιν τῷ λόγῳ ποριζέσθωσαν. αἰσχρὸν γὰρ ἐπὶ μαρτύρων ἀγωνίζεσθαι, καθάπερ ἐν δικαστηρίῳ. εἰ λέγειν ἔχεις εἰς ἀπόδειξιν, ἡδέως ἀκουσόμεθά σου. τὸ δʼ Ἡρόφιλόν τε καὶ Ἡροφιλείους καλεῖν μάρτυρας, ἀποδιδράσκοντός ἐστι τὸν ἐξ εὐθείας ἀγῶνα, καὶ λόγον καὶ διαδύσεις τε καὶ μηχανὰς ἐξευρίσκοντος ἐλέγχου φόβῳ. δῆλον, ὡς ἕνεκα τοῦ μὴ περὶ πράγματος ἔτι ζητεῖν, ἀλλʼ ἱστορίας οἱ κατεψευσμένοι μάρτυρες ἐπεισάγονται. λέγει τοῦθʼ Ἡρόφιλος; οὐ μὲν οὖν. ἀλλὰ οὐδὲ ψεύσῃ; δεῖξον πῶς ψεύδομαι, δεῖξον πῶς λέγει. κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται καὶ πόλεμος ἄμφʼ αὐτῇ συνίσταται, τί ποθʼ ἡ λέξις λέγει καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατʼ ἀμφιβολίαν ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες, οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν διαφορὰν, τοῖς δʼ ὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας οἱ πρότεροι, τῆς φιλονεικίας δʼ οἱ δεύτεροι. ἀταλαίπωροι δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δʼ Ἡρακλείδης τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο, τί δʼ ἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν οὐδὲν δέον ὅτι τε μὴ βουλόμενοι τοῦτο δρῶμεν, ὥσπερ ἐκεῖνοι· νῦν γοῦν ἐμὲ δεῖ δυοῖν θάτερον, ἢ δοκεῖν Ἀρχιγένει τε καὶ Ἡροφίλῳ καὶ μυρίοις ἄλλοις τἀναντία λέγειν, ἢ δεικνύειν, ὅτι καθʼ Ἡρόφιλον οὐδείς ἐστι πλήρης σφυγμός. εἰ μὲν οὖν ὡς ἔργον αὐτὸ προὐχειρισάμην, ἦν ἂν ὁμοίως ἐκείνοις ἄξιος μέμψεως ἐπὶ τῇ ματαίᾳ σπουδῇ· νυνὶ δὲ κατʼ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν ἐξελέγξας αὐτῶν τὴν δόξαν, τοὺς μὲν πρὸς αὐτὰ τὰ ἔργα τῆς τέχνης σπεύδοντας ἀπολύσω πρὸς ἐκεῖνα, συντετελεσμένης ἡμῖν ἤδη τῆς προκειμένης ζητήσεως. ὅσοι δὲ καὶ ἱστορίαν ἐκμανθάνειν παλαιὰν ἐθέλουσι, καὶ χρόνον εἰς τοῦτʼ ἔχουσιν, ἅπαντα προσθήσω, δεικνὺς ὅτι μηδαμοῦ χρῆται πρὸς μηδὲν Ἡρόφιλος τῷ πλήρει σφυγμῷ. πρῶτον δʼ ἀπʼ αὐτῆς ἄρξομαι τῆς λέξεως ἧς ἐκεῖνοι προβάλλουσιν ἐν τῷ πρώτῳ περὶ τῶν Ἡροφίλου περὶ σφυγμῶν γεγραμμένης, ἣν καὶ μόνην ἀνεγνωκέναι μοι δοκοῦσιν. ἔχει δὲ οὕτως· καθόλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ταύτην γὰρ προβάλλοντες ἐρωτῶσι τί ποτʼ ἐστὶ τὸ πλῆθος, ὥσπερ εἰ μὴ γιγνώσκοιμεν ὁποῖόν τι δηλοῖ τῷ πλήθει, τῆς πληρότητος ἐξ ἀνάγκης ὑπʼ αὐτοῦ δηλουμένης. ἐγὼ τοίνυν, ὡς νομίζω, χαριέντως ἀποκρίνομαι. τὸ γὰρ πλήθει πυκνότητά φημι δηλοῦν. αὖθις δʼ ἂν ἑτέροις ἀποκριναίμην, τὸ πλήθει σφοδρότητα δηλοῦν, καὶ πάντα μᾶλλον ἢ πληρότητα φήσαιμʼ ἂν, ἵνα γνῶσιν ὅση τοῖς φλυαρεῖν βουλομένοις ἐστὶν ἐξουσία. διὰ τί γὰρ πληρότητι μᾶλλον, οὐ πυκνότητι δηλώσει τὸ πλῆθος; ἢ ὅτι τὴν πρώτην συλλαβὴν ἔν τε τῇ πληρότητι καὶ πλήθει διὰ τῶν αὐτῶν στοιχείων λέγομεν; ἀλλʼ εἰ τοῦτο, καὶ ἡ πληγὴ καὶ τὸ πλησίον καὶ ἡ πλησμονὴ καὶ τὸ πλῆκτρον καὶ μυρία ἕτερα τὴν πρώτην συλλαβὴν ἐκ τῶν αὐτῶν ἔχει στοιχείων συγκειμένην. ἀλλὰ πόῤῥω, φασὶν, ἔστι τὰ τούτων σημαινόμενα τοῦ κατὰ τὸ πλῆθος. τί δʼ οὐ καὶ τὸ τῆς πληρότητος σημαινόμενον πάμπολυ τοῦ κατὰ τὸ πλῆθος διενήνοχεν; ἀλλʼ εὔλογον, φασὶν, ἔστι καὶ τὴν κατὰ πληρότητα διαφορὰν ὑπάρχουσαν ἐν τοῖς σφυγμοῖς εἰρῆσθαι νῦν καὶ γινώσκεσθαι πρὸς Ἡροφίλου. τί δʼ οὐκ εὔλογον καὶ τὴν σκληρότητα γινώσκεσθαι καὶ λέγεσθαι; καὶ γὰρ καὶ αὗται διαφοραί τέ εἰσι σφυγμῶν καὶ πάντως αὐτὰς ἐγίνωσκεν Ἡρόφιλος. πόθεν οὖν τὴν κατὰ πληρότητα λέγει, κάλλιον ἦν, οἶμαι, μακρῷ πρότερον ἀναγνῶναι πάντʼ αὐτοῦ τὰ περὶ σφυγμῶν συγγράμματα. καὶ γάρ μοι καὶ νόμος οὗτος ἐξηγήσεως, ἕκαστον τῶν ἀνδρῶν ἐξ ἑαυτοῦ σαφηνίζεσθαι καὶ μὴ κεναῖς ὑπονοίαις καὶ φάσεσιν ἀναποδείκτοις ἀποληρεῖν, ὅ τι τις βούλεται. ποῦ τοίνυν εὗρες ἀλλαχόθι τὸ τοῦ πλήρους ὄνομα παρʼ Ἡροφίλῳ; τὸ μὲν γὰρ τοῦ πυκνοῦ μυριάκις. ὅταν οὖν ἡ μὲν κατὰ πληρότητα διαφορὰ μήτʼ εἰς διάγνωσιν ἥκει, καθότι δέδεικται, μήθʼ Ἡρόφιλος αὐτῆς ἑτέρωθι μνημονεύει, ἡ δὲ κατὰ πυκνότητα καὶ πρὸς ἁπάντων ὡμολόγηται, καὶ μυριάκις αὐτὴν Ἡρόφιλος εὑρίσκεται γράφων, εὐλογώτερον ἂν εἴη, πυκνότητα νομίζειν εἰρῆσθαι μᾶλλον ἢ πληρότητα, καὶ οὐ τοῦτό φημι νῦν, ὡς τὸ πλήθει γέγραφεν Ἡρόφιλος ἀντὶ τοῦ πυκνότητι, γελοῖος γὰρ ἂν εἴην ὁμοίως ἐκείνοις ἐξηγητὴς, εἰ τοῦτο λέγοιμι, ἀλλὰ ὅτι ῥᾷόν ἐστι καὶ πυκνότητα καὶ σκληρότητα καὶ πάντα μᾶλλον ἢ τὴν πληρότητα δεῖξαι δηλούμενα. ἐγὼ δὲ τί μὲν δηλοῖ τὸ πλήθει παρʼ Ἡροφίλῳ, διʼ ἑτέρων οἶμαι σαφῶς ἐξηγήσασθαι, νῦν δὲ, ὅτι οὐ δηλοῖ πληρότητα, πῶς οὖν ἀποδείκνυμεν αὐτό; πρῶτον μὲν ἐπιφέρων εὐθύς φησιν ὡδί· γράψω γὰρ τὴν ῥῆσιν ὅλην, ἵνα μᾶλλον θαυμάσης τὴν ἄνοιαν τῶν ἀνθρώπων, πληρότητι τὸ πλήθει νομιζόντων λέγεσθαι· καθʼ ὅλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ἐκ τοῦ κατὰ ταῦτα διαφέρειν φανερὸς γίνεται ἐνίοτε ὅ τε οἰκεῖος καὶ οὐκ οἰκεῖος. φαίνεται δὲ διαφέρειν καὶ ἐπιγινώσκεσθαι καθόλου μὲν ἕτερος ἑτέρου σφυγμὸς, ὡς εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. εἰ δὲ ἐν τῷ αὐτῷ ῥυθμῷ φαίνεται διαφέρειν ἕτερος ἑτέρου σφυγμὸς σφυγμοῦ τάχει, μεγέθει, σφοδρότητι, τίνα βούλει πιστότερον Ἡροφίλου λαβεῖν μάρτυρα τῆς Ἡροφίλου γνώμης; φαίνεται, φησὶν, ἕτερος ἑτέρου διαφέρειν σφυγμὸς, ὥσπερ εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. πῶς οὖν εἴπερ ὅλως διαφοράν τινα σφυγμῶν τὸ πλήθει δηλοῖ, παρέλιπεν αὐτὴν νῦν, ἐπαναλαμβάνων τὸν λόγον, οὐχ ἁπλῶς, οὐδʼ ἀργῶς, ἀλλὰ μετὰ τοῦ προσθεῖναι, ὡς εἴρηται. πῶς δὲ τοὺς ἐν ταὐτῷ ῥυθμῷ σφυγμούς φησι, τάχει καὶ μεγέθει καὶ σφοδρότητι διαφέρειν; πῶς δʼ ἐφεξῆς τὰς καθʼ ἡλικίαν διαφορὰς ἐκτιθέμενος, ταῖς μὲν ἄλλαις διορίζει τοὺς σφυγμοὺς, παρέλιπε δὲ τὴν πληρότητα; καὶ κατὰ τὰ πάθη δὲ καὶ τὰς ὥρας καὶ τὰ ἐπιτηδεύματα καὶ τἄλλα πάντα διορίζων τοὺς σφυγμοὺς τῶν μὲν ἄλλων πασῶν ἀεὶ μνημονεύει διαφορῶν, τῆς πληρότητος δʼ οὐδαμοῦ. καὶ τὸ μεῖζον, αὐτὴν ταύτην τὴν λέξιν σχεδὸν καθʼ ἕκαστον αὐτῶν προσγράφων οὐδαμοῦ τὸ πλήθει προσέθηκεν, ἀλλʼ ἐν τῷ αʹ βιβλίῳ μόνον, οὐκ ἐν τοῖς ἅπασι λόγοις, οὐκ ἂν παραλιπὼν, εἴπερ ὄνομα διαφορᾶς ἦν σφυγμῶν. ταῦθʼ ὥσπερ ἐπιτομὴ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς περὶ τῆς καθʼ Ἡρόφιλον ἐν τοῖς σφυγμοῖς διαφορᾶς ἔστω λελεγμένα. διʼ ἐκείνων γὰρ ἐπὶ πλέον ἐξηγησάμεθα τὴν Ἡροφίλου τῶν κατὰ σφυγμοὺς ὀνομάτων συνήθειαν. ἤδη τοιγαροῦν καταπαύσω τὸν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν λόγον. ὅσα γὰρ ἢ περὶ τῆς διαστρόφου θέσεως τῶν ἀρτηριῶν, ἢ περί τινος ἄλλου τῶν κατὰ μέρος εἰς τόνδε τὸν λόγον ἀνεβαλλόμην, ταῦτʼ ἐν ταῖς ἐχομέναις δύο πραγματείαις εἰρήσεται, τῇ τε περὶ τῶν ἐν σφυγμοῖς αἰτίων κᾀν τῇ διʼ αὐτῶν προγνώσει, τεττάρων ἑκατέρᾳ βιβλίων ἐσομένῃ.