ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
Εὐρῦναι, στενυγρῶσαι τὰ μέν, τὰ δὲ μή.
Θεραπειῶν εἰσι καὶ οὗτοι τρόποι τοῖς ἐναντίοις ἁρμόττοντες παθήμασιν. εὐρῦναι μὲν γὰρ δεῖ τὰ πεπυκνωμένα, πυκνῶσαι δὲ τὰ πέρα τοῦ προσήκοντος εὐρυσμένα. διὸ καὶ τὴν δευτέραν συλλαβὴν τοῦ στενυγρῶσαι ψιλοῦντας, οὐ δασύνοντας ἀναγνωστέον ἐστίν. οὐ γὰρ ἔγκειται τὸ ὑγρὸν ἐν τῇ λέξει, καθάπερ ἄν τις οἰηθείη μὴ γινώσκων ὑπὸ τῶν Ἰώνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν. ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες τὸ παρὰ τῷ Σημωνίδῃ γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν· οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντʼ ἔδεισεν οὐδὲ πάρδαλιν, μοῦνος στενυγρῇ συμπεσὼν ἐν ἀτραπῷ, ταὐτὸν σημαίνει τῷ στενῇ. στενοῦνται δὲ καὶ ἀνευρύνονται παρὰ τὴν κατὰ φύσιν συμμετρίαν ἐνίοτε μὲν ἀγγείων τινῶν ἢ μορίων αἰσθητὰ στόμια, πολλάκις δὲ λόγῳ θεωρητὰ κατά τε τὸ δέρμα κἀν τῷ βάθει· καὶ χρὴ τὰ μὲν πεπυκνωμένα διοίγειν καὶ ἀραιοῦν μετρίως ἐκθερμαίνοντα, τὰ δὲ ἀναπεπταμένα συνάγειν στύφοντά τε καὶ ψύχοντα. τέλειον δὲ ἔχετε τὸν περὶ τούτων λόγον, ὥσπερ καὶ τῶν ἄλλων θεραπευτικῶν λογισμῶν εἰρημένων, ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ.
Χυμοὺς τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μέν, τῇ δὲ μή.
Κἀν τῷ Περὶ χυμῶν ἐμάθετε περὶ τούτων τελεώτερον, ὥσπερ κἀν τοῖς ἡμετέροις Θεραπευτικοῖς, ὥς ποτε μὲν αἰσθητῶς ἐκκενοῦν προσήκει τοὺς πλεονάζοντας χυμοὺς ἢ ἐμέτοις ἢ κλυστῆρσιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ διʼ οὔρων ἢ διʼ ἱδρώτων ἢ διὰ φλεβοτομίας ἢ διʼ αἱμορροΐδος ἢ διὰ μήτρας ἢ ἀποσχάζοντας, ἐνίοτε δὲ διαφορεῖν τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ὧν ὠνόμασε τοῦτο μὲν ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶσαι. κοινοῦ δὲ ἀμφοτέροις ὄντος τοῦ κενῶσαι, τὸ ἐναντίον αὐτῷ τρίτον ἔγραψεν, ὀνομάσας ἐνθεῖναι, τουτέστι γεννῆσαι τοὺς λείποντας χυμούς. εὔδηλον δʼ ὅτι διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἐντίθεμεν τούτους, ἐκλεγόμενοι τάς τε προσηκούσας ποιότητας αὐτῶν καὶ τὰς ποσότητας καὶ φροντίζοντες ὅπως πεφθῇ τε καὶ ἀναδοθῇ καὶ προστεθῇ τοῖς σώμασι. τὸ δὲ καὶ τῇ μέν, τῇ δὲ μή, κἂν εἰ μὴ ἐλέλεκτο, σαφὲς ἦν. ἐνίοτε μὲν γὰρ ἐφʼ ἑνὸς ἀνθρώπου τινὰ μὲν εἰς ὄγκον ἠρμένα μόρια κενώσεως δεῖται, τινὰ δὲ ἀτροφοῦντα προσθέσεως.
Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας καὶ τἄλλα, καὶ τὰ μέν, τὰ δὲ μή.
Τεῦχος μὲν ἀκουστέον ἐστὶν ὅλον τὸ σῶμα· καὶ γὰρ λεπτῦναι πεπαχυσμένον ἀμέτρως αὐτὸ καὶ παχῦναι λελεπτυσμένον οὐκ ὀλιγάκις ἡμῖν πρόκειται, πολλάκις δʼ οὐχ ὅλον, ἀλλʼ ἤτοι σάρκας τινὰς ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ τοὺς χυμούς, οὓς ἐδήλωσε προσθεὶς καὶ τὰ ἄλλα. τὸ δὲ καὶ τὰ μέν, τὰ δὲ μὴ κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡς ἐπὶ τῆς πρὸ ταύτης ῥήσεως ἐξηγησάμην.
Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι τὰ μέν, τὰ δὲ μή.
Κοινὸν καὶ καθόλου σκοπὸν ἰαμάτων παρʼ αὐτοῦ μεμαθηκὼς ἕπεσθαι δυνήσῃ τοῖς λεγομένοις ἐν μέρει πᾶσι θεραπευτικοῖς λογισμοῖς. εἰ γάρ ἐστι «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα», λεᾶναι μὲν δεήσει τὰ τετραχυσμένα παρὰ φύσιν, τραχῦναι δὲ τὰ λεῖα· γεγονότα. τραχύνεται μὲν οὖν καὶ φάρυγξ πολλάκις αἰσθητῶς καὶ ἀρτηρία τραχεῖα καὶ στόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰς ψωρώδεις καὶ λεπρώδεις διαθέσεις ἐξανθήμασί τέ τισι, τοῖς μὲν κεγχρώδεσιν, τοῖς δʼ ἐλάττοσι τούτων ἢ μείζοσι. τραχύνεται δὲ καὶ τὰ κατὰ γαστέρα πολλάκις, ὅταν διʼ αὐτῶν ἐκκρίνηται πλείων χολώδης χυμὸς ἄκρατος. ἔσθʼ ὅτε δὲ καὶ ἐξ ἐδεσμάτων δριμέων τε καὶ δακνωδῶν γίνεται τοῦτο. καὶ δηλονότι διὰ τῶν ἰωμένων τὰς τραχύτητας φαρμάκων τὴν θεραπείαν ποιεῖσθαι χρὴ τῶν τοιούτων, ὅπερ ὠνόμασε λειῆναι. τοῖς δὲ εἰρημένοις ἐναντίως διακείμενα τὰ τραχυνθῆναι δεόμενα κατὰ μὲν τὸ δέρμα περί τε τὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τρίχας γίνεται, περὶ μὲν τὰς τῆς κεφαλῆς ἐν ἀλωπεκίαις καὶ ὀφιάσεσι καὶ μαδήσεσιν, περὶ δὲ τὰς τοῦ γενείου τῶν βραδέως αὐτὰς καὶ μόγις φυόντων, ἐφʼ ὧν καὶ αὐτῶν ἐπειράθημεν ἁπάντων τῶν πρὸς ἀλωπεκίας ἁρμοζόντων φαρμάκων. ἐν δὲ τοῖς ἄλλοις μέρεσι τοῦ σώματος ἔν τε τῷ χειλῶν κολλᾶν ἕλκη ἢ κόλπους ὅλους, ἐνιέντες φάρμακα ῥυπτικά, τραχύνομεν τὰ μόρια καὶ τὴν γαστέρα γλίσχρου φλέγματος ἐμπεπλησμένην ἐνίοτε τραχυντικοῖς φαρμάκοις διαρρύπτομεν. ἐν ταὐτῷ δʼ εἰσὶ γένει καὶ οἱ τῶν αἱμορροΐδων καθάρσεων προκλητικοὶ πεσσοί. καὶ μέντοι καὶ τὰς ἐν τοῖς βλεφάροις συκώσεις προτραχύνοντές τινι πρότερον οὕτως ἐπαλείφομεν τὰ καθαιρετικὰ φάρμακα, πράττοντες τοῦτο χάριν τοῦ παραδέξασθαι τὴν δύναμιν αὐτῶν εἰς τὸ βάθος τὰς ἡλκωμένας ἐξοχάς. ἴστε γοῦν ἐμὲ χρώμενον ἐπʼ αὐτῶν δέρμασί τε θαλαττίων κητῶν τραχέσι καὶ σηπίας ὀστράκοις καὶ κισσήρει, καὶ τούτων μὴ παρόντων αὐτῷ τῷ κυαθίσκῳ τῆς μήλης στενὸν ἐχούσης, οὐκ εὐρὺ τὸ πέρας. ἀλλὰ καὶ τοὺς ἀχῶρας καὶ τὰ κηρία καλούμενα καὶ τὰς μυρμηκίας, ὅσα τε ἄλλα τοιαῦτα φαρμάκοις ἐκτῆξαι βουλόμεθα, προτραχύνοντες ἤτοι διὰ τῶν ἡμετέρων ὀνύχων μετρίως ἢ διʼ ὀθόνης σκληρᾶς ἢ διά τινος τῶν προειρημένων, οὕτως ἐπιτίθεμεν αὐτοῖς τὰ φάρμακα. σκληρῦναι, μαλθάξαι· καὶ τούτων ἡμῖν χρεία γίνεται πολλάκις μὲν ἐφʼ ὅλου τοῦ σώματος, ἐνίοτε δὲ ἐφʼ ἑνὸς μορίου. τοὺς μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχοντας ὅλην τὴν ἕξιν τοῦ σώματος σκληρύνομεν διά τε σινδόνων προανατρίβοντες καὶ σκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντες ἐν κόνει. τοὺς δʼ οὐ φέροντας ταῦτα φαρμάκοις ξηραίνουσι προσπλαστικοῖς ἀλουσίᾳ τε καὶ ταῖς εἰρημέναις τρίψεσι, πρὸς δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖς παραυξήσεσιν αὐτῶν. ἓν δὲ μόριον ἐνίοτε διακείμενον οὕτως ἀνὰ λόγον οἷς εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιστα φαίνεται συνεχῶς τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων, ὅταν σαρκωθῇ, τὴν ἐπούλωσιν οὕτω ποιούμεθα. σκληρυνομένη γὰρ ἡ σὰρξ δερματοῦται καὶ οὐλὴ γίνεται. πάλιν δὲ ἐκ τῶν ἐναντίων μαλθάσσεται τά τε τετυλωμένα καὶ τῶν φλεγμονῶν αἱ σκιρρούμεναι, καθʼ ὃν τρόπον καὶ ἡ τοῦ σκιρρουμένου σπληνὸς ἴασις γίνεται. καὶ μέντοι καὶ τὸ παχυνόμενον δέρμα κατὰ τὸ πάθος, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν δὲ τὰς σκληροτέρας τοῦ προσήκοντος μᾶλλον μαλάσσομεν, ὥσπερ τὰς πάνυ μαλακὰς σκληρύνομεν.
Ἐπεγεῖραι, ναρκῶσαι.
Τὸ μὲν ἐπεγεῖραι τὴν αἴσθησιν καὶ τὴν κίνησιν τῶν ἐκλελυμένας ἐχόντων αὐτὰς εὔδηλόν ἐστιν οὐ σμικρὰν χρείαν παρέχον τοῖς ἰατροῖς. τὸ δὲ ναρκῶσαι κατὰ μόνας τὰς σφοδρὰς ὀδύνας γίνεταί ποτε χρήσιμον, ἡνίκα τὰ διʼ ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου φάρμακα προσφέρομεν. αὐτὸς γὰρ εἶπε· «νάρκη δὲ μετρίη ὀδύνης λυτική.» ἐὰν γοῦν τις σφοδροτέροις ἢ πλείοσι χρήσηται τοῖς ναρκωτικοῖς φαρμάκοις, καταψύχεταί τε καὶ νεκροῦται τὰ σώματα.
Καὶ τὰ ἄλλα ὁκόσα τοιαῦτα.
Τὰ κατὰ τὴν ὁμοίαν τοῖς προειρημένοις γινόμενα ἐναντίωσιν λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπτωκὸς ἢ ἐκτεμνόντων τὸ παρὰ φύσιν ὅλῳ τῷ γένει τοῦ σώματος ἢ ἀποτεμνόντων τὸ τῷ μεγέθει παρὰ φύσιν ἢ τὸ διεστραμμένον ἐξιθυνόντων ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅσα κατὰ τὴν Θεραπευτικὴν εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα σκοπὸν τὴν τῶν ἐναντίων τοῖς πάθεσι προσαγωγήν.
Παροχετεύειν.
Τρόπους θεραπειῶν ἐπὶ χυμοῖς ἐνταῦθα διδάσκειν ἄρχεται, γεγραμμένους τελειότερον ἐν τῷ Περὶ τῶν χυμῶν, εἰρήσονται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα. παροχέτευσιν μὲν ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν χυμός τις δεόμενος κενώσεως μὴ καθʼ ὃ δεῖ χωρίον ὁρμήσῃ φέρεσθαι καὶ μέντοι μηδὲ πόρρω πάνυ τοῦ προσήκοντος μηδʼ εἰς τὸν ἐναντιώτατον τόπον, ἀλλʼ οἷον εἰ διʼ οὔρων ὁρμήσειεν ἐκκενοῦσθαι, κεκακωμένης κύστεως ἢ νεφρῶν. παροχετεύειν γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆς γαστρός, ὥσπερ εἰ καὶ διὰ γαστρὸς τὴν ὁρμὴν σχοίη φέρεσθαι, κεκακωμένων ἐντέρων, ἔμπαλιν ἐπὶ τούτων εἰς οὖρα προτρέψομεν ἔρχεσθαι τὸν χρῄζοντα κενώσεως χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε διὰ μήτρας ἢ κατὰ τοὐναντίον ἔστιν ὅτε τὸν διὰ μήτρας ῥοῦν γινόμενον ἐπʼ οὖρα καὶ γαστέρα παροχετεύσομεν. εἰ δὲ ἐπί τινος τῶν τοιούτων κενώσεων ἐμέτους κινήσαιμεν, ἀντίσπασιν ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺς ἐμέτους ἀντισπάσαιμεν, ἐρεθίζοντες ἐπὶ μήτραν ἢ κύστιν ἢ ἕδραν.
Παροχετεύειν, ὑπείξαντα ἀντισπᾶν αὐτίκα, ἀντιπίπτοντα ὑπεῖξαι.
Τῷ παροχετεύειν ἀκόλουθον ἦν ἐπενηνέχθαι τὸ ἀντισπᾶν, ἔπειθʼ οὕτω διδάσκειν, ὅπως ἄν τις ἄριστα ποιήσαιτο τὴν ἀντίσπασιν. ὁ δʼ Ἱπποκράτης ὑπερβὰς τὸ ἀντισπᾶν εἰπεῖν εὐθέως ἧκεν ἐπὶ τὸ χρησιμώτατον ἐγνῶσθαι τοῖς μέλλουσι καλῶς ἀντισπᾶν τοὺς κακῶς ἐπί τι μόριον ὁρμήσαντας χυμούς. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖς ἀντισπῶσι βοηθήμασι διὰ παντός, ἀλλὰ παρεντιθέναι τινὰ καιρὸν ἀργὸν τῶν ἀντισπώντων, ἵνα τὸν φθάσαντα χυμὸν ἐστηρίχθαι κατὰ τὸ πάσχον μόριον ἐάσωμεν ἐκκριθῆναι. διαμείνας γὰρ ἐν αὐτῷ διττῶς ἀνιάσει, τὸ μέν τι τῷ πλήθει διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν. ἐὰν δὲ ἐάσῃς ἐκκριθῆναι τοὺς φθάσαντας ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμούς, ἐλευθερώσεις αὐτὸ τοῦ πόνου ῥᾷόν τʼ ἀνύσεις τι τοῖς ἀντισπαστικοῖς βοηθήμασιν, οὐκέτʼ ἐφʼ ἑαυτὸ διὰ τὸν πόνον ἐρεθίζοντος τοὺς χυμοὺς τοῦ μορίου πρὸς τὴν ῥοπήν, ἣν ἐξ ἀρχῆς οὐκ ὀρθῶς ἐπεποίηντο.
Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ὀργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ ἀνόμοια εἰ ῥέπει ἄνω ἀρθέντα, κάτωθεν λύειν καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῇ ἀφαιρέεται.
Τὸ μὲν ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν εὔδηλόν ἐστιν ἐξ ὧν ἐμάθομεν ἐν Ἀφορισμοῖς τε καὶ ἐν τῷ Περὶ χυμῶν. ἐὰν μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται συμμέτρου τῆς κενώσεως οὔσης, δέχεσθαι χρὴ μηδὲν αὐτὸν περιεργαζόμενον, ὥσπερ εἰ καὶ μὴ συμμέτρως γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα τὸ πλῆθος, ποτὲ δὲ παροξύνοντα τὸ τῆς κενώσεως ἐλλιπές, ὅπερ ὠνόμασεν αὐτὸς τὸν ἰόντα συνεκχυμοῦν. ἐκχυμώσεις γὰρ εἴωθε τὰς ἐκ τῶν ἀγγείων ἐκχύσεις καὶ κενώσεις ὀνομάζειν. τὸ δὲ ὀργάσασθαι μεμάθηκας ἐπὶ τοῦ μεταλλάττειν ἢ μειγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε τῷ προειρημένῳ συντακτέον εἴτε τῷ ἑξῆς εἰρημένῳ προσακτέον, ἑκατέρως γὰρ οὐκ οἰκείως φαίνεται λέγεσθαι. διὸ καὶ τινὲς μὲν ὡς ἑπόμενον αὐτὸ τοῖς προειρημένοις ἐκείνοις συνῆψαν, εἶτʼ ἀφʼ ἑτέρας ἀρχῆς τὸ ὅμοιον οἷον ὀδύνην ἡ ὀδύνη παύει. τινὲς δὲ ἀρχὴν ἐποιήσαντο τῶν ἐφεξῆς τὸ ὀργάσασθαι τὸ ὅμοιον. ἐπεὶ δέ, ὡς ἔφην, ἑκατέρως λεγόμενον οὐδετέρως ἐστὶ πιθανόν, ἐπὶ τὸ μεταγράφειν αὐτὸ παρεγένοντο πολλοί, καθάπερ καὶ τὰ ἄλλα ὅσα καθʼ ἓν ὄνομα τὴν ἀσάφειαν ἔχει. καὶ τινὲς μὲν τὴν δευτέραν συλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουσιν, «ὀργίσασθαι», τινὲς δὲ τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν διὰ τοῦ γ καὶ α, ἐργάσασθαι τὸ ὅμοιον. εἶτʼ ἐφεξῆς φασιν ἐν παραδείγματος μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέγραπται μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶς δὲ ἐν τοῖς κατὰ Διοσκουρίδην οὐ γέγραπται. φαίνεται μὲν γὰρ εἰς ἐξήγησιν προσγραφὲν ὑπό τινος αὖθις εἰς τοὔδαφος ὑπὸ τοῦ βιβλιογράφου μετατεθεῖσθαι. τό γε μὴν διὰ τοῦ γ καὶ ι γραφόμενον «ὀργίσασθαι» πάνυ κακόζηλόν ἐστι καὶ πόρρω τῆς Ἱπποκράτους ἑρμηνείας, ἐάν τε ἐφʼ ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰς ὀργὴν αὐτὰ προτρέψαι καὶ ἐπεγεῖραι πρὸς τὴν ἔκκρισιν ἡγοῦνται δηλοῦσθαι διὰ τοῦ «ὀργίσασθαι» ῥήματος.
ἀλλὰ ταῦτα μὲν εὐκαταφρόνητα καὶ σμικρά, καθάπερ καὶ πάνθʼ ὅσα περὶ τῆς λέξεως ἐξήγηνται, τῆς τῶν πραγμάτων ἀληθείας φυλαττομένης. ἐὰν δὲ κἀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐστι τὰς τοιαύτας γραφάς, ὥσπερ κἀνταῦθα σχεδὸν ἁπάντων τῶν ἐξηγητῶν προσιεμένων θεραπείας τινὰς ἐνίοτε διὰ τῶν ὁμοίων γίνεσθαι, καὶ μὴ διὰ παντὸς ὑπὸ τῶν ἐναντίων, ὅπερ αὐτὸς ὁ Ἱπποκράτης ὑπονοήσας τινὰς οἰήσεσθαι διʼ ἑνὸς παραδείγματος ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν Ἀφορισμοῖς γράψας· «ἔστιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.» ψυχρὸν γὰρ πάθος ὄντα τὸν τέτανον ὁμοίῳ βοηθήματι δόξει τις λύεσθαι, ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δʼ οὐχ οὕτως ἔχει, θερμασίας γὰρ ἐπανάκλησιν ποιησάμενον ὠφελεῖ· ὡς εἴ γε μὴ ποιήσαιτο ταύτην, ἐσχάτως βλάψει. ὥσπερ δὲ τοῦτο δοκοῦν εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτε πάθος ψυχρὸν τὸν τέτανον, οὕτως ἕτερα θερμαίνοντα κατὰ συμβεβηκὸς ψύχει, διαφοροῦντα τὴν πυρώδη θερμασίαν. καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ γέγραπται διὰ τῶν ἐναντίων βοηθημάτων τῷ πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεσθαι διὰ παντός. οἱ δὲ διʼ ὀδύνης μείζονος ἡγούμενοι θεραπεύεσθαι τὴν ἐλάσσονα μέγιστόν τι παρορῶσιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν ἐργάζεται τῆς ὀδύνης, ἀλλὰ τὸ σὺν τῇ ὀδύνῃ βοήθη μα τοῦ ποιοῦντος αὐτὴν πάθους. ἔμαθες γὰρ ὡς οὐδενὸς συμπτώματος ἡ θεραπεία γίνεται πρώτως, ἀλλʼ ἀεὶ τῆς ἐργαζομένης αὐτὸ διαθέσεως. εἰ δέ τις οὐδέποτε μὲν πρώτως, ἐνίοτε δὲ κατὰ συμβεβηκὸς φαίη τὰ ὅμοια τῶν ὁμοίων εἶναι θεραπευτικά, διὰ μέσων τῶν πρώτως ἐναντίων, ἀληθῆ τέ φησι καὶ μεμάθηκας ἐπιστημονικῶς αὐτὸ διά τε τῆς Θεραπευτικῆς πραγματείας καὶ προσέτι διὰ τῶν Εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων. ὃ δὲ λέγουσί τινες ὡς καύσας τις ἰσχίον, ὡς ἐπὶ τῶν ἰσχιαδικῶν, διʼ ὀδύνης ὀδύνην ἰάσατο, πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην ἐθεραπεύθη τὸ πάθος, ἀλλὰ διὰ τὴν καῦσιν, ᾗ συμβέβηκε κατὰ τύχην ὀδύνη. θλάσας γέ τοί τις ἢ τεμὼν ἢ ὅπως ἑτέρως εἰς ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάσαιτο. καίτοι γʼ εἴπερ ἦν ἡ ὀδύνη τῆς ὠφελείας αἰτία, διὰ παντὸς ἂν ἐθεράπευεν ἰσχιάδας. οὕτω δὲ καὶ τὸν ὀδυνώμενον ὀδόντα διʼ ὀδοντάγρας κομισάμενός τις ἀνώδυνον εἰργάσατο τὸν ἄνθρωπον οὐ διὰ τὴν γενομένην ὀδύνην ἐξαιρουμένου τοῦ ὀδόντος, ἀλλὰ διὰ τὴν ἐξαίρεσιν ᾗ συνυπῆρχεν ἡ ὀδύνη. ὡς εἴ γε καὶ χωρὶς ὀδύνης ἦν ἐξελεῖν αὐτόν, ὁμοίως ἂν ὁ κάμνων ἀνώδυνος ἐγένετο, καθάπερ γε καὶ χωρὶς ἐξαιρέσεως, ἐὰν θλίβων τις ἢ διακινῶν αὐτὸν ὀδυνήσῃ, τὸ μὲν ἄλγημα σφοδρότερον ποιήσει, οὐδὲν δὲ ὠφελήσει. ἑκατέρως τοίνυν εὔδηλόν ἐστιν ἀνωφελῆ τοῖς ὀδυνωμένοις εἶναι τὴν ὀδύνην, ὅσον ἐφʼ αὑτῇ. διά τε γὰρ τῶν ἀνωδύνων βοηθημάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων μορίων, ἐφʼ ἑτέρων τε πολλάκις ὀδύναι μεγάλαι διὰ τῶν προσφερομένων ἔξωθεν γινόμεναι παῦλαν οὐδεμίαν τοῖς διά τι πάθος ὀδυνωμένοις ἐπιφέρουσιν. ἓν γὰρ μόνον ἐστὶ τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεσιν ὁπωσοῦν, ἐάν τε χωρὶς ὀδύνης, ἐάν τε σὺν ταύτῃ· κατὰ δὲ τὸν αὑτῆς λόγον ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶς ἐστι κίβδηλον, ἐφʼ ἕτερον δέ τι μεταβάντες ὧν εἰρήκασι καὶ τὴν κατʼ ἐκεῖνο μοχθηρίαν θεασώμεθα. φασὶν οὖν ἔμετον ἐμέ τῳ θεραπεύεσθαι πολλάκις καὶ κλυστῆρι δριμεῖ διαχωρήματα δακνώδη. ἔστι δὲ κἀνταῦθα μία μὲν ἴασις ἐκκόψαι τὴν διάθεσιν, ὑφʼ ἧς ἤτοι ναυτιώδεις εἰσὶν ἢ συνεχῶς ἐξανίστανται δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶς, ὡς ἐμάθετε, καθʼ ἕνα μὲν τρόπον ἐκκενωσάντων ἡμῶν τοὺς χυμούς, ὅσοι τήν τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργάσαντο, καθʼ ἕτερον δὲ πεψάντων τε καὶ μεταβαλόντων εἰς ποιότητα χρηστὴν ἢ ἐπικερασάντων. ἐδείχθη δὲ κἀπὶ τούτων ἡ ἴασις ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλως ἐκκενῶσαι τὸν ἀλλότριόν τε καὶ παρὰ φύσιν χυμὸν ἐναντίον ἐστὶ τῷ ἴσχειν, ἥ τε κατὰ ποιότητα μεταβολὴ διὰ τῆς ἐναντίας γίνεται ποιότητος. ἀλλʼ οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου καθʼ ὅλην τὴν Θεραπευτικὴν μέθοδον ἀεὶ διὰ τῶν ἐναντίων γίνεσθαι τὴν θεραπείαν. ἐπεὶ δὲ πολλοὶ πολλάκις ὑπό τε τῶν ἐμπειρικῶν καὶ τῶν μεθοδικῶν λόγων παραγόμενοι διαβάλλειν ἐπιχειροῦσιν αὐτό, παραπλησίους λέγοντες λόγους οἷς ἄρτι διῆλθον, ἴσως ἄμεινόν ἐστι μετὰ τὸ συμπληρῶσαι τὴν ἐξήγησιν τοῦ προκειμένου ποιῆσαί τι βιβλίον, ἐν ᾧ δειχθήσεται «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ὑπάρχοντα μόνα πρώτως τε καὶ καθʼ ἑαυτά. κατὰ συμβεβηκὸς γὰρ καὶ φαλακρὸς ἰατρὸς φαλακρὸν ἄρρωστον ὅμοιος ὅμοιον ἰᾶσθαι δύναται καὶ φοξὸς φοξὸν καὶ χωλὸς χωλόν. τὸ δὲ γενησόμενον βιβλίον ἐπιγραφήσεται Περὶ τοῦ καλῶς ὑπὸ τοῦ Ἱπποκράτους εἰρῆσθαι τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα.
νυνὶ δʼ ἀφικώμεθα πάλιν ἐπὶ τὴν τῆς προκειμένης ῥήσεως ἐξήγησιν, ἐν ᾗ διὰ τοῦ ο καὶ ρ τὴν πρώτην συλλαβὴν ἔφην ἐν τοῖς παλαιοῖς ἀντιγράφοις γεγράφθαι μετὰ τοῦ καὶ τοὺς παλαιοτάτους ἐξηγητὰς ἐπίστασθαι ταύτην. ἐφυλάξαντο δὲ αὐτὴν καὶ οἱ περὶ τὸν Διοσκορίδην καίτοι πολλὰς τῶν ἀρχαίων γραφῶν ὑπαλλάττοντες. εἴη ἂν οὖν ὁ Ἱπποκράτης ὡς ἐν ὑπομνήματι γεγραφὼς ἑαυτῷ καθάπερ ἄλλας πολλὰς συμβολικῶς τε καὶ βραχέως, οὕτω καὶ τὸ ὀργάσασθαι τὸ ὅμοιον. προειρηκὼς γὰρ ὡς ἐνίοτε βέλτιόν ἐστι συμπράττειν τοῖς ἐκκρινομένοις ἐπήνεγκεν ὀργάσασθαι τὸ ὅμοιον, τουτέστιν ἀναμεῖξαι τῷ κενουμένῳ καλῶς χυμῷ τὸ ὅμοιον. ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ τὰ ἀνόμοια κατὰ τὴν αὐτὴν διάνοιαν ἐξηγήσασθαι. καὶ γὰρ καὶ τοὺς ἀνομοίους χυμοὺς συνεκχυμοῦν προσήκει τοῖς καλῶς κενουμένοις. εἰ δὲ κἀπὶ τοῦ μεταβαλεῖν καὶ ἀλλοιῶσαι καὶ πέψαι βούλοιτό τις ἀκούειν τὸ ὀργάσασθαι, καὶ οὕτως ἂν ἔχοι νοῦν ἰατρικὸν ἡ λέξις. ἐὰν γὰρ ἐκκρίνηταί τις καλῶς χυμός, συνεκχυμῶσαι τούτῳ, τουτέστιν ἐξομοιῶσαί τε καὶ συνεκκρῖναι προσήκει τοὺς δεομένους κενώσεως, ἐάν τε ὁμοιότητά τινα ἔχωσι πρὸς αὐτόν, ἐάν τε ἀνομοιότητα. δυνατὸν δʼ ἐστὶ καὶ διελόντα τὴν λέξιν ὡς τελευτὴν ποιήσασθαι τῆς προτέρας τὸ ὀργάσασθαι τὸ ὅμοιον, τῆς δὲ δευτέρας ἐπʼ αὐτῇ πάλιν ἀρχὴν ποιήσασθαι τήνδε· τὰ ἀνόμοια, εἰ ῥέπει ἄνω ἀρθέντα, κάτω λύειν, ὡς εἶναι τὴν διάνοιαν τοιάνδε· «τὰ ἀνόμοια ὑγρὰ τοῖς μορίοις εἰς ἅπαν, ἄνω μὲν ἀρθέντα, κάτω λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντισπᾶν ἄνω,» νοούντων ἡμῶν ἀνόμοια λελέχθαι τὰ τοῖς τόποις οὐκ οἰκεῖα. τὴν δʼ αὐτὴν ἐξήγησιν ποιησόμεθα καὶ κατὰ τὴν ἑτέραν γραφήν, ἐφʼ ἧς ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε καὶ ρ γέγραπται. τὸ γὰρ ἐργάσασθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαστον ἡμῶν ἐργάσασθαι χρῆναι ἐκχυμουμένους χυμοὺς ὁμοίους τοῖς κενουμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἀνομοίους ὁμοίους ποιητέον. δύναται δʼ ἴσως, ὥσπερ ᾠήθησαν ἔνιοι, τὸ «ὀργίσασθαι» ἐκ μεταφορᾶς ἀπὸ τῶν ὀργώντων εἰρῆσθαι ζῴων. καὶ γὰρ αὐτῷ φαίνεται χρώμενος αὐτὸς οὕτως, ὅταν εἴπῃ· «φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν.» ἐπὶ γὰρ τῶν ἑτοιμοτάτων εἰς ἔκκρισιν ἐπειγομένων τε πρὸς κένωσιν ὑγρῶν ἐνταῦθά τε καὶ κατʼ ἄλλους Ἀφορισμοὺς φαίνεται χρώμενος τῇ «ὀργᾶν» φωνῇ. οὕτως οὖν καὶ νῦν εἰκός φασιν εἰρῆσθαι περὶ τῶν χυμῶν «ὀργίσασθαι» τὸ πρὸς ἔκκρισιν ἑτοίμους αὐτοὺς παρασκευάσαι.
πάλιν οὖν ἀφʼ ἑτέρας ἀρχῆς εἴς τι χρήσιμον ἀγάγωμεν ὡς οἷόν τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη τὰ ἄνω ἀρθέντα κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτό, τὰ μὲν ἀρθέντα τὰ οἷον ὁρμήσαντα δηλοῦν ἡγητέον, ἵνα περὶ τῆς πρώτης γενέσεως τοῦ πάθους ὁ λόγος αὐτῷ γένηται, κελεύοντι πρὸς τοὺς ἐναντίους τόπους ἀντισπᾶν αὐτίκα, κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεσιν, ἄνωθεν δὲ ἐπὶ τῶν κάτωθεν, ὅπως τῷ μὲν αὐτῷ λογισμῷ χρώμενοι τὴν βοήθειαν ποιώμεθα, πρὸς διαφέροντας δὲ ἄγωμεν τόπους τὸ πλῆθος. ἐὰν γοῦν αἰσθώμεθα κατασκῆπτον εἰς πόδας καὶ σκέλη ῥεῦμα, διὰ τῶν κατʼ ἀγκῶνα φλεβῶν ἀφαιρήσομεν αἵματος ἢ καθαροῦμεν ἐμέτοις, οὐχ ὥσπερ ἔνιοι νομίζουσι μηδέποτε δεῖν ἀντισπᾶν ἄνω, κἂν εἰς τὰ κάτω χωρία τὴν ὁρμὴν τῶν χυμῶν ποιησαμένων μέγα τι μέλλῃ γενέσθαι πάθος ἐν αὐτοῖς. ἔστι δὲ καὶ τὸ ἄνω ἀρθέντα νοεῖν εἰρῆσθαι κατὰ τῶν ὁρμησάντων χυμῶν ἄνω, ἵνα τὸ ἀρθέντα κυριώτερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ καὶ νῦν μένει. τοὺς μὲν γὰρ αἰρομένους ἄνω χυμούς, τουτέστι μετεωριζομένους, ἀντισπᾶν χρὴ κάτω μὴ καλῶς ὁρμῶντας, τοὺς δʼ ἔμπαλιν ἐναντίως, οἷον ἐπὶ κεφαλῆς κάθαρσίν τε διὰ ὑπηλάτου φαρμάκου παραλαμβάνοντας καὶ φλεβοτομίαν ἀπʼ ἀγκῶνος. ἀμφότερα γὰρ ἐκκενοῦσι καὶ ἀντισπῶσι κάτω. πιθανὸν δʼ ἐστὶ τὸ καὶ τἀναντία λελέχθαι πρὸς αὐτοῦ κατὰ τοιαύτην τινὰ διάνοιαν· «τὰ ἄνω ἀρθέντα καὶ γεννηθέντα πάθη κάτω μὲν ἀντισπᾶν εὐθέως ἐν ἀρχῇ προσήκει, καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆς,» ὅπερ ἐστὶ τοπικῶς κενοῦν, οἷον ἐπὶ κεφαλῆς. «τῷ» γοῦν «τὰ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφελέει», τοπικὸν οὖσα βοήθημα. «Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται.»
Ἰητήριον χασμέων συνεχέων μακρόπνους.
Καὶ ταύτην τὴν ῥῆσιν ἐν τῷ τρίτῳ εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐξηγησάμεθα.
Ἐν τοῖσιν ἀπότοισι καὶ μόγις βραχύπνους.
Ὥσπερ ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν τὰ πλεῖστα τῶν ἀντιγράφων ἔχει τὴν ῥῆσιν οὕτω γεγραμμένην ἐν τοῖσιν ἀπότοισι καὶ μόγις μακρόπνους, οὕτως ἐνταῦθα βραχύπνους. εἴρηται δὲ αὐτάρκως ἡμῖν ὑπὲρ ἑκατέρας τῶν γραφῶν ἐν τοῖς Εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνήμασιν.
Κατʼ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ συντάσιες ὑποχονδρίων καὶ σπληνὸς ἐπάρσιες καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ εἰς ὦτα κατʼ ἴξιν τούτων τὰ πλεῖστα, ταὐτὰ καὶ εἰς ὀφθαλμούς.
Ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει, καθότι νῦν γέγραπται. σπανίως δʼ ἂν εὕροις καὶ τήνδε· «κατʼ ἴξιν καὶ πλευρέων ὀδύνης καὶ τῶν ὑποχονδρίων τάσιος καὶ σπληνὸς ἐπάρσιος καὶ ἐκ ῥινῶν ῥήξιες», ἥντινα κἀγὼ προσίεμαι γραφὴν οὖσαν ἰατρικήν τε καὶ σαφῆ. τὸ μέντοι δηλούμενον κἀκ τῆς ἑτέρας λέξεως ταὐτόν ἐστι. καὶ προεξηγησάμεθα δʼ ἐν τοῖς Εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ταύτην τὴν ῥῆσιν. νυνὶ μέντοι περιττότερον πρόσκειται τὸ τῶν ὤτων καὶ τῶν ὀφθαλμῶν, ὡς καὶ τούτων τῶν μορίων ὑποπεπτωκότων τῷ κατʼ ἴξιν, ὥσπερ καὶ τὰ ἄλλα διττῶς. ἐνίοτε μὲν γὰρ ἐξ ἑαυτῶν εἰς ἕτερά τινα μόρια τὰς ἀποθέσεις ποιεῖται κατʼ εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων πασχόντων εἰς ὀφθαλμοὺς ἢ εἰς οὖς ταῦτα ἀποσκήπτει.
Πότερον μὴν ἄρα πάντα ἢ τὰ μὲν κάτωθεν ἄνω κατʼ ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρʼ ὀφθαλμὸν ἢ παρʼ οὖς, τὰ δὲ ἄνωθεν κάτω οὐ κατʼ ἴξιν. καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα καὶ πλευρέων ὀδυνήματα κατʼ ἴξιν.
Ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὐκέθʼ ἡ λέξις αὕτη πρόσκειται, καθʼ ἣν ἀπορεῖ, πότερον ἐκ μὲν τῶν κάτωθεν τῆς ἀποστάσεως ἄνω γινομένης ἀεὶ φυλάττεται τὸ κατʼ εὐθυωρίαν, ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφέρονταί τε καὶ γίνονταί τινες οὐ κατʼ ἴξιν ἀποστάσεις. ἄδηλον οὖν ἐστιν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ δεύτερον μὲν ἐκεῖνο, τοῦτο δʼ ἕκτον ἐπιγεγράφθαι πρότερον τὰ κατʼ ἐκεῖνο γεγράφθαι νομιστέον, ἐν μὲν τοῖς πρὸς ἔκδοσιν ὑπʼ αὐτοῦ γεγονόσιν εὐλόγως τῆς τοιαύτης λέξεως ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκέτι. τὰ γὰρ ἐν διφθέραις ἢ χάρταις ἢ δέλτοις ὑφʼ Ἱπποκράτους γεγραμμένα τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταυτὶ τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δʼ ὁμολογεῖται γεγονέναι τὸ πρῶτόν τε καὶ τὸ τρίτον. διὸ καί τινες … ἐπὶ προτέροις τοῖς κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὕστερα γέγραπται τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπʼ ἀγαθῷ μὴ κατʼ ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ δʼ ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ βεβαίως ἀπεφήνατο κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δʼ οὖν τούτοις οἷς νῦν γράφει καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων ὀδυνήματα κατʼ ἴξιν ἀκοῦσαι χρὴ περὶ μεταστάσεως οὐ τῆς ἐκ τῆς πλευρᾶς εἰς τὸν φάρυγγα, ἀλλὰ τῆς ἐκ τοῦ φάρυγγος εἰς τὰς πλευρὰς εἶναι τὸν λόγον. αὕτη γὰρ ἄνωθεν κάτω γίνεται, περὶ ἧς ἀπορῶν προειρήκει· τὰ δὲ ἄνωθεν κάτω οὐ κατʼ ἴξιν. ταῦτʼ οὖν ἀνθυπενέγκας ἑαυτῷ, μετὰ ταῦτα ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἔχοντα·
Ἢ καὶ τὰ κάτω τοῦ ἥπατος, ἄνωθεν διαδιδόντα, οἷον τὰ εἰς ὄρχιας καὶ κιρσούς.
Τοῖς κυναγχικοῖς τὰς τῶν πλευρῶν ὀδύνας κατʼ ἴξιν γίνεσθαι προειπών, ἑξῆς ζητεῖ πότερον καὶ περὶ τῶν εἰς τὰ κάτω τοῦ σώματος ἀποστάσεων ἀεὶ φυλάττεται τὸ κατʼ ἴξιν ἢ οὔ, καθάπερ ἐν τῇ πρὸ ταύτης ῥήσει διηπόρησεν. ἀλλʼ ἐκεῖ μὲν ἔφη τὰς εἰς τὰ κάτω, νυνὶ δὲ τὰς κάτω τοῦ ἥπατος, ὅρον ὡς ἔοικε τιθέμενος τὸ ἧπαρ τῶν ἄνω τε καὶ κάτω τοῦ σώματος ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι, καὶ διὰ τοῦθʼ ὅσα τοῦ ἥπατός ἐστιν ἄνω, ταῦτα καὶ τοῦ διαφράγματος ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα θώρακα καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ κεφαλήν. τὰ δʼ ἄλλα πάντα κάτω τοῦ σώματός ἐστι, πρὸς ἄλληλα μέντοι παραβαλλόμενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν μᾶλλόν ἐστιν ἄνω, τὰ δʼ ἧττον, ὡσαύτως δὲ καὶ τῶν κάτω τὰ μὲν μᾶλλον κάτω, τὰ δὲ ἧττον. ἔθος δʼ ἐστὶν ἡμῖν ἐν τοῖς οὕτω λεγομένοις πᾶσιν ἐνίοτε τὸ μὲν ἧττον ἄνω κάτω λέγειν, ὡς πρὸς τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουσι, τὸ δʼ ἧττον κάτω καὶ τοῦτʼ ἄνω πρὸς τὰ κάτωθεν αὐτοῦ. καὶ διὰ τὴν ἀμέλειαν τῆς τοιαύτης ἑρμηνείας εἰς ἔθος οὐκ ὀλίγον ἐκτεταμένης ὁμωνυμία τέ τις γίνεται καὶ ταραχὴ κατὰ τοὺς λόγους, ἧς δὴ μεμνημένους, ὅταν ἀκούσωμεν λέγοντος αὐτοῦ τὰς εἰς τὰ κάτω τῶν ἀποστάσεων ἀμείνους εἶναι, σκοπεῖσθαι χρή, κατὰ τίνα τρόπον χρήσεως εἴρηκε «κάτω», μετὰ τοῦ καὶ προσδιορίζεσθαι τὰ τῶν μορίων ἀξιώματα. διὰ τοῦτο γὰρ ὡς ἐπὶ τὸ πλεῖστον αἱ ἄνω τῶν ἀποστάσεών εἰσι χαλεπώτεραι, διότι κινδυνωδέστερα ταῦτά ἐστι τὰ πάσχοντα τὸ αὐτὸ πάθος τοῖς κάτωθεν. ἐάν τε γὰρ ἐγκέφαλος, ἐάν τε λάρυγξ ἢ στόμαχος ἢ πνεύμων ἢ θώραξ ἢ καρδία φλεγμήνῃ, θανατῶδες γίνεται τὸ νόσημα. τῶν δὲ κάτω τοῦ ἥπατος φλεγμηνάντων, ὀλίγοι πάνυ διαφθείρονται, καὶ μάλιστα ἐὰν ὀρθῶς θεραπεύωνται· καὶ αὐτοῦ δὲ τοῦ ἥπατος τὰ κυρτὰ τῶν σιμῶν πολὺ κινδυνωδέστερα· καί τινες αὐτὰ τῶν ἄνω μερῶν τοῦ σώματος ὅλου τίθενται, καθάπερ καὶ τῆς γαστρὸς τὸ στόμα. ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήσθω, καίτοι γʼ οὐκ ὄντα πάρεργα, τὸ δʼ ὑπόλοιπον τῆς εἰς τὴν προκειμένην ῥῆσιν ἐξηγήσεως ἐφεξῆς ποιησόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτης ἢ καὶ τὰ κάτω τοῦ ἥπατος ἐκ τῶν ἄνω διαδιδόντα, οἷον τὰ εἰς ὄρχεις καὶ κιρσοὺς ἄμεινόν ἐστι γενέσθαι κατʼ ἴξιν ἢ, κἂν μὴ κατʼ ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖς ὁμοίως. ἀλλʼ ἐπὶ τινῶν μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατʼ ἴξιν, οἷον ὅτε κιρσοὶ μανίαν ἰάσαντο, κατʼ ἴξιν γενομένης τῆς ἀποστάσεως. οὐ γὰρ ἔστι διακρῖναι, πότερον ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἐγκεφάλου τῆς διαθέσεως γενομένης ἐμάνησαν ἢ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ οὐδʼ ἂν βηττόντων χρονίως ἄνευ πλευρᾶς ἀλγήματος ἀπόστασις εἰς ὄρχιν γένηται. καίτοι τάχα κἀπὶ τούτων διαφυλάττεται τὸ κατʼ ἴξιν, εἰ καὶ μὴ γινώσκομεν ἡμεῖς βεβαίως, ὁπότερον μέρος τοῦ πνεύμονος ἢ τοῦ ἐγκεφάλου πέπονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμορροῒς ἰάσατο πολλάκις οὐδʼ ἐνταῦθα γινωσκόντων ἡμῶν τὸ κατʼ ἴξιν. ὅτι δὲ καὶ διὰ μήτρας αἵματος κένωσις δαψιλὴς πολλὰ τῶν νοσημάτων ἰᾶται πρόδηλον. ἀλλʼ οὐδʼ ἐνταῦθα δυνατὸν γνῶναι, πότερον διὰ τῶν τῆς δεξιᾶς μήτρας φλεβῶν ἡ ἔκκρισις ἢ διὰ τῶν τῆς ἀριστερᾶς ἢ διʼ ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυσδιάγνωστον ἢ ἄγνωστον ἔχει τὸ κατʼ ἴξιν. ἐφʼ ὧν δʼ ἔστι διαγνῶναι τὸ κατʼ ἴξιν, ἐπὶ τούτων, ὡς ἔοικεν, ὁ Ἱπποκράτης σκεπτέον εἶναί φησιν, εἰ διὰ παντὸς ἐκ τῶν εἰς τὰ κάτω μόρια γινομένων ἀποστάσεων ἀμείνους εἰσὶν αἱ κατʼ ἴξιν.
Σκεπτέα ταῦτα, ὅπῃ καὶ ὅθεν καὶ διὰ τί.
Ἄδηλον εἴτε μόνοις τοῖς ὑστάτοις εἴτε πᾶσι τοῖς προειρημένοις ὑπὲρ τῶν κατʼ ἴξιν τε καὶ οὐ κατʼ ἴξιν ἀποστάσεων ἐπενήνεκται τοῦτο. τὸ δʼ οὖν λεγόμενον αὐτὸ τοιόνδε ἐστίν· ἐπισκέπτεσθαί φησι χρῆναι τό τε χωρίον εἰς ὃ ἡ ἀπόστασις γίνεται — τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ σημαίνεται — καὶ τὸ μόριον, ἐξ οὗ — καὶ τοῦτο γὰρ ἐκ τοῦ ὅθεν δηλοῦται — καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν διʼ ἣν ἡ ἀπόστασις γίνεται — τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ τί σημαίνεται. χρὴ γὰρ εἰδέναι, πότερον ὑπὸ τῆς φύσεως ἐπὶ πέψει τοῦ νοσήματος ἢ μεταρρυέντος ἀπέπτως τοῦ λυποῦντος ἐξ ἑτέρου μέρους εἰς ἕτερον ἡ ἀπόστασις ἐγένετο. δύναται δέ τις καὶ χωρίζων ἀπὸ τῶν προειρημένων τὴν ῥῆσιν ταύτην ἀρχὴν τῶν ἐφεξῆς εἰρημένων ποιεῖσθαι κατὰ τὸν προσγεγραμμένον τρόπον.
Σκεπτέα ταῦτα ὅπῃ καὶ ὅθεν καὶ διὰ τί φλέβες κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώρασμα λαμπρόν.
Εἶπον ὅτι καὶ οὕτως δύναταί τις διαιρεῖν τὴν ὅλην ῥῆσιν, ὥσπερ γε καὶ κατʼ ἄλλον τινὰ τρόπον τόνδε· φλέβες κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώρασμα λαμπρόν, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς. καὶ γὰρ εἰ μὴ τὸ χλώρασμα λαμπρὸν ἐνέκειτο τῷ λόγῳ, δυνατὸν ἦν πολυειδῶς διαιρεῖν ὡς ἂν ὑπομνήματος ὄντος, οὐ συγγράμματος — ἤκουσας γὰρ ἤδη περὶ τούτου. παρεγκειμένου δὲ καὶ τοῦ χλώρασμα λαμπρὸν ἔτι καὶ μᾶλλον ἀσαφὴς γίνεται ὁ λόγος. εἴπομεν γὰρ ἤδη κατὰ τὰς ἄλλας ῥήσεις, ἐν αἷς τὸ χλωρὸν ὄνομα γέγραπται, μὴ δύνασθαι γνωσθῆναι σαφῶς, ὁποῖόν τι χρῶμα δηλοῦται διʼ αὐτοῦ, καθάπερ οὐδʼ εἰ «χλόασμα» εἴη γεγραμμένον, ὥσπερ ἔνιοι γράφουσιν. ὁρῶμεν γὰρ καὶ νῦν ἔτι καθάπερ κατὰ τὴν Κὼ αὐτὴν τὴν Ἱπποκράτους πατρίδα καὶ πᾶσαν τὴν ἡμετέραν Ἀσίαν χλωρὰ μὲν ὀνομαζόμενα καὶ λάχανα καὶ δένδρα καὶ φυτὰ τὰ οἷον χλοερὰ «χλωράζειν» τε καὶ τὰ κτήνη λέγομεν τὰ τὴν ἐαρινὴν βοτάνην ἐσθίοντα. λέγουσί γε μὴν καὶ τῶν ἀνθρώπων ἐνίους χλωροὺς οὐκ ἔχοντας ὁμοίαν τῇ χλόῃ τὴν χρόαν, ἀλλὰ μᾶλλον ὠχράν. ἄδηλον οὖν ἐστι, πότερον τὴν ὕπωχρον χρόαν ὁ Ἱπποκράτης ὀνομάζει χλωράν τε καὶ χλοεράν, ὅπερ ὁρᾶται πάνυ πολλοῖς συμβαῖνον, ἢ τὴν χλόῃ παραπλησίαν, ὃ πάνυ σπανίως φαίνεται γινόμενον. οὔσης οὖν ἀσαφοῦς καὶ αὐτῆς ταύτης τῆς λέξεως, ἔτι μᾶλλον ἀσάφεια γίνεται προσκειμένου τοῦ λαμπρόν. ἄπορον γὰρ εὑρεῖν ὅ τι ποτὲ βούλεται δηλοῦν ἐκ τοῦ γράψαι χλώρασμα λαμπρόν. καὶ διὰ τοῦτʼ ἄρα πᾶσαν τὴν τοιαύτην ἀσάφειαν θελήσαντές τινες φυγεῖν τῶν ἐξηγητῶν ἔγραψαν «οὐ χρῶμα λαμπρόν» ἀκούειν τέ φασι δεῖν ἐπὶ τοῦ κατὰ φύσιν τοῦ κάμνοντος χρώματος τὸ λαμπρόν, οὕτω δὲ καὶ οἱ περὶ τὸν Σαβῖνον διελέχθησαν.
Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρόν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ξηρή, μὴ θηριώδης, ἐς ἄρθρα στηρίζειν προσδέχεσθαι δεῖ κατʼ ἴξιν τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίην.
Εἶπον ὅτι καὶ χωρὶς τοῦ πρώτου μέρους τῆς ῥήσεως ἀναγινώσκειν ἐστὶ δυνατὸν αὐτὸ καθʼ ἑαυτό, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. πνεῦμα δὲ δηλονότι νῦν ἀκουσόμεθα τὸ πλέον τοῦ κατὰ φύσιν, ἵνʼ ὁ λόγος ᾖ τοιοῦτος· «ἐὰν ἐν νόσῳ ῥᾳστωνήσαντές τινες ἔχωσι τάς τε τῶν κροτάφων φλέβας οὐχ ἱδρυμένας, ὅπερ ἐστὶν ἐπὶ πλέον διαστελλομένας, καὶ τὸ χρῶμα μὴ κατὰ φύσιν ἥ τʼ ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα, τούτοις εἰς ἄρθρα τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾶν χρή.» τὰ δὲ ἐφεξῆς εἰρημένα τάδε ἐστί· πρῶτον μὲν τὸ ξηρὴ βήξ, δεύτερον δὲ τὸ μὴ θηριώδης. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται συνήθως, ἐφʼ ἧς οὐδὲν ἀναπτύεται. τοῦτο δʼ οὕτως ῥηθὲν ἐν μὲν συγγράμματι προφανῶς ἐνδείκνυται τὸν γράψαντα χαίρειν αἰνιγματώδει λέξει· τὸν δʼ αὑτῷ τινα ὑπογραφὴν ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τις μέμψαιτο. πολλὰ γὰρ οὕτως εἰώθαμεν ἡμῖν αὐτοῖς ὑποτυποῦσθαι συμβολικῶς. ἴσως οὖν καὶ νῦν ἑαυτῷ ταῦτʼ ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ πλειόνων παθῶν ποιούμενος τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ τῆς ξηρᾶς βηχὸς ἐν περιπνευμονίαις καὶ πλευρίτισι — καὶ γὰρ καὶ τὸ πνεῦμα τούτοις ὁμολογεῖ —, τὰ δʼ ἔμπροσθεν, ἡνίκα περὶ τῶν κατὰ τὸ πρόσωπον ἔγραψεν, ἐπὶ πυρετῶν θερμῶν καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα λελέχθαι κἀκεῖνα. γενήσεται τοιγαροῦν ὁ σύμπας λόγος τοιόσδε· «ἐὰν ἐπὶ πλέον ἅμα τοῖς εἰρημένοις αἱ βῆχες ὦσι ξηραί, προσδέχεσθαι τὴν ἀπόστασιν εἰς ἄρθρα δεῖ.» διορισμὸν δέ τινα ταῖς βηξὶ προσγράψας ἀσαφῆ ζήτησιν ἑτέραν εἰργάσατο, τίνες εἰσὶν αἱ θηριώδεις βῆχες. ἔνιοι μὲν οὖν ἐπὶ ταῖς ἕλμινσιν, ὅταν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἀνενεχθεῖσαι δάκνωσι, τὰς βῆχάς φασι γίνεσθαι ξηράς, ὅπερ εἰ γʼ ὄντως ἐφαίνετο συμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ μυριάκις εἴδομεν ἄνευ βηχῶν ἕλμινθας ἐνοχλούσας τὰ κατὰ τὸ στόμα τῆς γαστρὸς καὶ διὰ τοῦθʼ οἱ πλείους τῶν ἐξηγητῶν ἐπʼ ἄλλας ἐξηγήσεις ἐτράποντο, τινὲς μὲν τὸ θηριῶδες ἐπὶ τῶν φθισικῶν εἰρῆσθαι λέγοντες, ἐπειδὴ γρυποῦνται τοὺς ὄνυχας ὥσπερ τὰ θηρία, τινὲς δὲ ἐπὶ κακοήθους. ἐν γὰρ ταῖς κρισίμοις ἀποστάσεσιν ὥσπερ ἄπεπτον εἶναι χρὴ τὴν νόσον οὕτω καὶ περιεστηκυῖαν. ἥ τε γὰρ πεττομένη χωρὶς ἀποστάσεως ἐπαγγέλλεται τὴν λύσιν, ἥ τε ὀλέθριος οὐδὲ γενήσεσθαί τινα κρίσιμον ἀπόστασιν. ἐὰν δὲ ἐπὶ πλέον ἄπεπτόν τε διαμένῃ τὸ νόσημα καὶ μὴ κακόηθες ᾖ, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν. ὅτι δὲ ἄπεπτόν τε ἅμα καὶ περιεστηκὸς τὸ νόσημα χρὴ διαμένειν ἄχρι πλείονος, ἵνʼ ἐλπίσωμεν ἀπόστασιν ἔσεσθαι, σαφῶς αὐτὸς ἐδήλωσεν ἐν Προγνωστικῷ γράψας οὕτως· «ὅσοι δʼ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία.» γενήσεται τοιγαροῦν ὁ σύμπας λόγος τοιοῦτος· «ἐὰν ἄπεπτον διαμένῃ τῶν κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων τι καὶ μηδὲν ἔχῃ κακόηθες, ἀπόστασιν χρὴ προσδέχεσθαι.» τοῦ δʼ ἄπεπτον εἶναι σημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωσί τι, πέψεώς ἐστι γνώρισμα. τοῦτο δʼ αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν λεπτὸν εἴη, μετρίας, εἰ δὲ παχύ, τελείας. εἴρηται δὲ ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖς Εἰς τὸ περὶ διαίτης ὀξέων ὑπομνήμασι κἀν τοῖς Περὶ κρίσεων, οὐδὲν ἧττον κἀν τοῖς Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν, ἔνθα φησὶ κατʼ ἴξιν τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίαν, οἱ πλεῖστοι μὲν τοῖς προειρημένοις συνάπτουσιν, ἔνιοι δὲ καὶ καθʼ ἑαυτὸ μόνον ἰδίαν ἔχειν φασὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν συνάψαντες αὐτὸ τοῖς προειρημένοις ἀναγνῶμεν, ὁ λόγος ἔσται τοιοῦτος· «ὅταν ἐπὶ τοῖς προειρημένοις ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, τὰς κατὰ κοιλίαν ἐντάσεις προσεπίβλεπε.» δυνήσῃ γὰρ ἐκ τούτων εὑρεῖν εἴτε εἰς τὸ δεξιὸν μέρος τοῦ σώματος εἴτʼ εἰς τὸ λαιὸν ἡ ἀπόστασις ἔσται τοῦ νοσήματος· αἱ γὰρ ἐντάσεις αὗται κατʼ ἴξιν ἑαυτῶν ἀγγέλλουσιν ἔσεσθαι τὰς ἀποστάσεις. ἐὰν δὲ πάλιν αὐτὸ καθʼ ἑαυτό τις ἀναγινώσκῃ τὸ κατʼ ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάσεων, ὁ λόγος ἔσται τοιοῦτος· «ὥσπερ, ὅταν ἐπὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις πάσχωσιν, ἀπέπτως τε καὶ περιεστικῶς ἀποστάσεις ὁρῶμεν γινομένας, οὕτως κἀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήσομεν συμβαινούσας αὐτάς. ἔσονται δὲ καὶ αὗται κατʼ ἴξιν τῶν πεπονθότων μορίων.»
Ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα καὶ τῇ φύσει τοῦ λευκοχρωτέρου τρόπου καὶ οὐχ αἱμορραγέουσι ῥῖνες ἢ σμικρὰ αἱμορραγέουσι.
Τὰ πρόσωπα δηλονότι προσυπακουστέον ἔχειν αὐτοὺς ἐξέρυθρα κατὰ τὰς νόσους εἶναί τε φύσει τοῦ λευκοχρωτέρου τρόπου. ἐν γὰρ τοῖς πολλοῖς τῶν μελλόντων ἀπόστασίν τινα ἕξειν ἐν νοσήμασι περιεστικῶς χρονίζουσι διαμένει τὸ πρόσωπον ἐρυθρόν, καὶ μάλισθʼ ὅταν ἡ ἀπόσκηψις ἔσεσθαι μέλλῃ πρὸς τὰ ὦτα. τίσι δὲ φαίνεται τῶν οὕτως ἐχόντων τὸ πρόσωπον ἐξέρυθρον, ἐδήλωσεν εἰπὼν εἶναι τοὺς τοιούτους ἀνθρώπους τοῦ λευκοτέρου τρόπου. τοῖς γὰρ μελαντέροις φύσει, κἂν πλεονάσῃ ποτὲ αἷμα κατὰ τὸ πρόσωπον, οὐ διασημαίνει σαφῶς. ἐν δὲ τοῖς λευκοῖς σώμασι κἀπὶ τῶν ἐκτός, ὅταν βραχύ τι παρεμπέσῃ χρόας ἑτερογενοῦς, εὐθέως εὔδηλον γίνεται. τοῦτο μὲν οὖν αὐτῷ παρέγκειται, τὸ δὲ τοῦ λόγου συνεχές ἐστι τοιόνδε· τούτοις ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον, ὅταν περιεστηκὸς χρονίζῃ τὸ νόσημα, διʼ ἀποστάσεων ἐλπιζέτω κρίσιν γενέσθαι, πλὴν εἰ φθάσειεν αἱμορραγία διὰ ῥινῶν γενομένη κενῶσαι τὸ μέλλον κατασκήψειν εἴς τι τῶν ἄρθρων περιττὸν αἷμα. ὅσοι δʼ οὕτως ἔχοντες ὡς εἶπον ἢ οὐδʼ ὅλως αἱμορραγοῦσιν ἢ σμικρὰ καὶ οὐκ ἄξια τῆς ὑπερβολῆς τοῦ νοσήματος, οὕτως τὰς ἀποστάσεις ἴσχουσιν.
Καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον.
Εἰ χωρὶς τοῦ μὲν ἐγέγραπτο συνδέσμου, σαφὴς ἂν ἡ λέξις ἦν. εἰρηκὼς γὰρ ὅτι τοῖς ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον αἱ ἀποστάσεις γίνονται, μὴ ῥυέντος αἵματος ἐκ ῥινὸς ἢ σμικροῦ ῥυέντος, εἰκότως ἂν ἐπήνεγκεν· «ἐὰν λείπηταί τι ῥυέντος, ἕτοιμόν ἐστι τὸ νόσημα πρὸς ἀπόστασιν.» ἐπεὶ δὲ ὁ μὲν σύνδεσμος πρόσκειται, προσυπακοῦσαι προσῆκον· «ἢν δὲ μηδὲν ἐγκαταλείπηται, οὐκ ἔσται ἡ ἀπόστασις.» οὐ μόνον δὲ ἐν τοῖς ὑπομνήμασιν, ἅπερ ἀναγράφουσιν ἑαυτοῖς οἱ ἄνθρωποι, τοιαύτας ἔστι λέξεις εὑρεῖν, ἀλλὰ καὶ ἐν συγγράμμασιν, ὡς τοῦ μὲν συνδέσμου προειρημένου μηκέτʼ ἀνταποδοθῆναι μηδὲν αὐτῷ, καὶ τοῦτʼ ἐχρῆν μάλιστα τοὺς περὶ τὸν Διοσκορίδην εἰδότας, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι προσποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφήν, ἣν οἵ τʼ ἐξηγηταὶ πάντες ἴσασι καὶ τὰ ἀντίγραφα πάντʼ ἔχει, ἢ εἴπερ ἐδόκει περιττὸς ὁ μὲν σύνδεσμος εἶναι, περιελεῖν αὐτὸν τολμῆσαι μᾶλλον, οὐ μεταγράφειν εἰς τὸ «μὴ». τὸ γὰρ καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ μάχεται, τοῦ μὲν ἐγκαταλείπηται τὰ μὴ τελέως, ἀλλʼ ἐκ μέρους κενούμενα δηλοῦντος, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων τοὐναντίον ἐμφαίνοντος ὥσπερ καὶ τοῦ δαψιλῶς ῥυῆναι. καθάπερ οὖν ἐπὶ τούτου τὸ ἐγκαταλείπηται λέγειν οὐ προσῆκον, οὕτως οὐδʼ ἐφʼ οὗ μηδʼ ὅλως ἐρρύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντος χυμοῦ δεξαίμεθα τὸ ἐγκαταλείπεσθαι λελέχθαι, καθάπερ ἔνιοι βούλονται πρὸς τὸ νόσημα μεταγαγόντες τὸν λόγον ὡς ἐν ταῖς ἐλλιπέσιν αἱμορραγίαις, τὸ ἐγκαταλείπεται νοῦν ἕξει. ῥυέντος γὰρ αἵματος, οὐ μὴν αὐτάρκως, ἐλλιπεῖς αἱ κρίσεις γίνονται τῶν νόσων, ἐφʼ ὧν προσήκει λέγεσθαι τὸ ἐγκαταλείπεσθαι.
Δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον.
Ὅταν τοῦ πυρετοῦ παυσαμένου μείνῃ τινὰ τῶν συμπτωμάτων, ἐγκαταλείπεσθαί τι λέγεται τῆς νόσου λείψανον. ἐμνημόνευσεν οὖν ὁ Ἱπποκράτης ὡς ἐν παραδείγματι κυριώτατα τῶν ὑπολειπομένων δίψαν καὶ στόματος ξηρότητα καὶ ἀηδίαν καὶ ἀποσιτίαν, τουτέστιν ἀνορεξίαν, ὥστε ἐξήγησις αὕτη ἡ ῥῆσίς ἐστι τοῦ προειρημένου κατὰ τὴν ἔμπροσθεν ῥῆσιν, ἔνθα φησί· «καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται.» διττῶς γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπεσθαι, καθʼ ἕνα μὲν τρόπον ἐπὶ τοῦ νοσοποιοῦντος χυμοῦ, καθʼ ἕτερον δὲ ἐπὶ τῆς νοσώδους διαθέσεως. ἐξηγεῖται δὲ νῦν τὰ γνωρίσματα τῆς ἐγκαταλειπομένης διαθέσεως νοσώδους.
Πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοῦτοι, ὑποστροφώδεες δέ.
Καὶ τοῦθʼ ἕν ἐστι τῶν συντελούντων εἰς τὴν τῶν ἐσομένων ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ ταχέως κρίνονται καὶ διʼ ἐκκρίσεων ἴσχουσι τελείαν τὴν λύσιν. οἱ δʼ οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι καὶ λύσεις ἐλλιπεῖς ποιησάμενοι μετὰ ταῦτα πάλιν ὑποστρέφουσι καὶ διὰ δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἴσχουσι τελείαν τὴν λύσιν.
Τὰ ἐγκαταλειπόμενα μετὰ κρίσιν ὑποστροφώδεα.
Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν γέγραπται καὶ μετὰ ταύτην ἄλλαι μέχρι τῆς «ὅσοι τριταιοφυεῖς», ἃς ὑπερβησόμεθα διὰ τὸ προεξηγήσασθαι.
Ὅσοι τριταιοφυεῖς, τούτοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ.
Τίνας ποτὲ λέγει τριταιοφυεῖς, ἐξήγηται, διότι καὶ περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων … . ἓν γὰρ μόνον ὡμολόγηται τοῖς νεωτέροις ἰατροῖς ἐν τῇ τῶν εἰρημένων· ὀνομάτων ἐξηγήσει τὸ κατὰ τῶν ἀκριβῶν τριταίων, ὡς ἐντὸς τῶν δώδεκα ὡρῶν αὐτὸν περιγράφεσθαι, τὰς δὲ ὑπολοίπους ὥρας ἀπυρέτους εἶναι. τῆς γὰρ τῶν μεθοδικῶν ἀλλοκότου χρήσεως τοῦ τῶν ἡμιτριταίων ὀνόματος οὐδὲ μεμνῆσθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴς τριταῖος ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυσμόν, ὁ πέντε καὶ δέκα ὥρας παροξυνόμενος καὶ ἅπαντα τὸν ὑπόλοιπον χρόνον ἔχων ἀπύρετον ὀνομασθήσεται τριταῖος ἁπλῶς ἄνευ προσθήκης, εἰ δὲ βούλοιτό τις ἀκριβολογεῖσθαι, τριταῖος οὐκ ἀκριβής. καὶ εἴπερ αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· «πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, πάντες κακοί. ὅτῳ δʼ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι,» ἅπαντες οἱ διὰ τρίτης μὲν παροξυνόμενοι, παυόμενοι δὲ εἰς ἀπυρεξίαν ἀκίνδυνοι γενήσονται. ἀλλʼ εἴπερ ἀκινδύνους τούτους εἶναι φήσομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ Ἱπποκράτους, οὐκ ἀκίνδυνον δὲ τὸν ἡμιτριταῖον αὐτὸς οἶδεν, οὐκ ἔσται τῶν διαλειπόντων ὁ πυρετὸς οὗτος. ἀλλʼ οἱ μὲν οὐκ ἔλαττον τῶν εἴκοσι τεσσάρων ὡρῶν ἔχοντες τὸ τοῦ διαλείμματος ἅπαντες ἁπλῶς τριταῖοι λεχθήσονται. οἷς δὲ τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ παροξυσμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι. προσήκουσι δὲ τοὐπίπαν εἰς τὰ τρία διαστήματα, τεττάρων τῶν πάντων ὄντων κατὰ τὴν διὰ τρίτης ἡμέρας περίοδον. δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτες ἐν τῷ μεταξὺ τῶν δύο παροξυσμῶν γίνονται πᾶσι τοῖς διὰ τρίτης παροξυνομένοις. σπανίως δʼ ἂν εὕροις τὸν ὑπὲρ τὰ τρία διαστήματα παροξυνόμενον εἰς ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ τὸν Ἀγαθῖνον εἰώθασι μέγαν ἡμιτριταῖον ὀνομάζειν, ὥσπερ γε μέσον μέν, ᾧ χρόνος ἴσος γίνεται παροξυσμοῦ τε καὶ διαλείμματος. ᾧ δὲ μείων ὁ τοῦ παροξυσμοῦ χρόνος καὶ ἐντὸς τῶν εἴκοσι τεσσάρων ὡρῶν ὁ χρόνος περιγράφεται τοῦ παροξυσμοῦ, μικρὸν ἡμιτριταῖον ὀνομάζουσι τοῦτον, ὥστε οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάσαι ποτὲ τριταῖον. εἰ γὰρ ὁ μὲν ἀκριβὴς τριταῖος οὐχ ὑπερβάλλει τὰς δώδεκα ὥρας, ὁ δʼ ὑπὲρ ταύτας εὐθύς ἐστι μικρὸς τριταῖος, οὐδεὶς ἔσται τριταῖος ἁπλῶς, ἔτι τε μᾶλλον οὐδʼ ἐκτεταμένος τριταῖος· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδʼ ἀκριβῆ τριταῖον ὀνομάζειν ἀναγκαῖον ἔσται. μηδενὸς γὰρ ἀκριβοῦς ὄντος ἡ προσθήκη ματαία. πῶς οὖν ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶς ὀνομάζειν τριταῖον, εἴπερ οὗτος μόνος ἐστὶ τριταῖος ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον ἔχων τὸν παροξυσμόν; εὔδηλον οὖν ὅτι τοῦτον μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλον ἔτι τὸν καὶ τὰ ἄλλα ἔχοντα γνωρίσματα τὰ γεγραμμένα πρὸς ἡμῶν ἐν τοῖς Περὶ κρίσεων ὑπομνήμασιν, ἁπλῶς δὲ τριταῖον τὸν ὑπὲρ τὰς δώδεκα ὥρας ἐκτεταμένον ἔχοντα τὸν παροξυσμόν. ἐὰν δὲ τὰς εἴκοσι τέσσαρας ὑπερβάλλῃ, τριταῖον μακρὸν ἢ ἐκτεταμένον ὀνομάσομεν τοῦτον. ὅστις δʼ ἂν ὑπὲρ τὰ τρία διαστήματα τὸν παροξυσμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκις ἂν εὕροις εἰς τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδʼ ἡμιτριταῖον ἤδη καλέσομεν αὐτόν, ἐὰν μήτε τὰς ἐπαναλήψεις ποιῆται φρικώδεις, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν ἕτερον ἔχῃ παροξυσμὸν ἐπαναλήψεως χωρίς. τοῦτον μὲν οὖν ἡμιτριταῖον ὀνομάσομεν. ἐὰν δέ τις διὰ τρίτης παροξύνηται πυρετὸς οὐδὲ βραχὺ διάλειμμα ποιούμενος, ὡς δοκεῖν ἐν αὐτῷ πλησίον εἶναι τὸν κάμνοντα τῆς εἰλικρινοῦς ἀπυρεξίας, τοῦτον ὀξὺν ὀνομάσομεν πυρετόν, αὐτὸ τοῦθʼ ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντες, ὡς διὰ τρίτης παροξύνει. μόνος οὖν ἔτι τῶν διὰ τρίτης παροξυνομένων ὀνομασθήσεται τριταιοφυὴς ὁ πλησίον ἀπυρεξίας ἀφικνούμενος. εἰ δέ τις καὶ τοὺς ἄλλους ἅπαντας ὀξεῖς πυρετούς, ὅσοι διὰ τρίτης παροξύνουσι, τριταιοφυεῖς ὀνομάζειν ἐθέλοι, δόξει τάχα καὶ αὐτὸς οὐκ ἀλόγως ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν. οὐ μὴν τῶν γε εἰς ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφʼ Ἱπποκράτους ἡμιτριταῖον ὀνομάζεσθαι συγχωρήσομεν. ἀκίνδυνοι μὲν γὰρ οὗτοι, κινδυνώδης δὲ ἡμιτριταῖος. ἐν τῷ μεταξὺ δʼ αὐτῶν εἰσιν οἱ τριταιοφυεῖς, οὕς φησι δύσφορον ἔχειν τὴν πρὸ τοῦ παροξυσμοῦ νύκτα. πάντως μὲν γὰρ ἐκείνοις ὑπάρχει τοῦτο, τοῖς δʼ ἐκτεταμένοις τριταίοις οὐ πᾶσιν. ὅπως δὲ μὴ πράγματʼ ἔχοιμι, πολλάκις ὑπὲρ τοῦ κατὰ τὸν ἡμιτριταῖον σημαινομένου καὶ γράφων καὶ τοῖς πυνθανομένοις ἀποκρινόμενος, ἓν ἰδίᾳ περὶ τούτου ἔγραψα βιβλίον. ἐν μέντοι τοῖς Ἀφορισμοῖς χωρὶς τοῦ τῶν τριταιοφυῶν μνημονεῦσαί φησιν ἁπλῶς ὁ Ἱπποκράτης· «ὅσοις δὲ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.» κρίσιν δʼ οἱ μὲν ἤκουσαν, ὑφʼ ἧς ὀξύρροπος γίνεται μεταβολή τις ἀξιόλογος, οἱ δʼ ἁπλῶς τὸν παροξυσμόν. εἴωθε δὲ ὄντως ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ γίνεσθαι σχεδὸν ἅπασι τοῖς διὰ τρίτης παροξυνομένοις πυρετοῖς ἄνευ τῶν ἀκριβῶν τριταίων. ἐὰν δέ ποτε κἀπὶ τούτων γένηται, κρίσιν ἕπεσθαι σημαίνει κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, καὶ μάλιστʼ εἰ καὶ τὰ ἄλλα σημεῖα τοῦ γενήσεσθαι τὴν κρίσιν ὁμολογεῖ.
Βῆχες ξηραί, βραχὺ ἐρεθίζουσαι, ἐπὶ πυρετοῦ πυρικαέος οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χάσκωσι, τότε βήσσουσιν· ὅταν δὲ μή, οὔ. τοῦτο δʼ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι μάλιστα γίνεται.
Καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἔγραψεν περὶ τῶν αὐτῶν ὧδέ πως· «ὁπόσοισιν ἐπὶ πολὺ βῆχες ξηραί, βραχὺ ἐρεθίζουσαι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεες.» τὸ τοίνυν «οὐ πάνυ τι διψώδεες» ἴσον δύναται τῷ οὐ κατὰ λόγον διψώδεες. ἐν γὰρ τοῖς καυσώδεσι πυρετοῖς ἄνευ ξηρᾶς βηχὸς ἰσχυρῶς γίνονται διψώδεις. ἐὰν δὲ προσγένηται ξηρὰ βήξ, ἄδιψοι μὲν οὐ δύνανται γενέσθαι. θραύεται δʼ αὐτῶν τὸ σφοδρὸν τοῦ δίψους, ὡς διψῆν μὲν ἔτι, μὴ μέντοι κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δʼ ἐρεθιζούσας βραχὺ γίνεσθαι τὰς βῆχας οὐκ ἀργῶς πρόσκειται. σφοδραὶ γὰρ γινόμεναι διαθερμαίνουσι τὰ κατὰ θώρακά τε καὶ πνεύμονα μόρια κἀκ τούτου τόν τε πυρετὸν ἐπαύξουσι καὶ τὴν δίψαν. μικραὶ δʼ εἴπερ εἶεν αἱ βῆχες ἐκ διαλειμμάτων τε μακροτέρων γινόμεναι, μέχρι τοσούτου κινοῦσι τὰ μόρια, μέχρι τοῦ παραγενέσθαι τινὰ εἰς αὐτὰ λεπτὴν ὑγρότητα. καὶ οὕτω συμβήσεται μήτε σπαράττειν αὐτὰς ἰσχυρῶς μήτʼ ἐξάπτειν τὸν πυρετὸν ὑγρότητά τε παρέχειν τοῖς μορίοις πρὸς τὰ κινούμενα κατὰ τὰς βῆχας ἀφικνουμένην μετρίαν, διʼ ἣν οἱ κάμνοντες ἀδιψότεροι γενήσονται. γινομένων δὲ βηχῶν ξηρῶν διά τινα κακοήθειαν τοῦ νοσήματος, ἣν ἐφεξῆς ὁποία τίς ἐστιν ἐρῶ, ταύτης ἀφορίζων τὰς ἐν τῷ νῦν λόγῳ βῆχας, οὐ τῷ θηριώδει φησὶν αὐτὰς, ἀλλὰ τῷ πνεύματι γίγνεσθαι. τινὲς δʼ οὐχ ἁπλῶς τὸ κακόηθες ἅπαν ἡγοῦνται λέγειν αὐτὸν θηριῶδες, ἀλλʼ ἔνιοι μὲν τὴν φθίσιν, ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων θηρίοις κατά γε τοῦτο ἐοικότες φαίνονται. τινὲς δὲ θηρίωμα καλεῖσθαί φασιν ἰδίως τὸ ἐν τῷ πνεύμονι ἕλκος. ἔνιοι δʼ ὅταν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀνέλθωσιν ἕλμινθες, ἐρεθίζειν αὐτάς φασι βῆχας, μήτε τῷ λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι μήτε τῇ πείρᾳ. τὸ κακόηθες οὖν ἄμεινον ἀκούειν θηριῶδες, ἐάν τε ἀπὸ κεφαλῆς καταφερομένου ῥεύματος βήττωσιν, ἐάν τε ἐφʼ ἕλκει τῶν κατά τι τῶν ἀναπνευστικῶν ἢ τοῖς κατὰ ταῦτα γινομένοις ἀποστήμασιν, ἐάν τε ἐπὶ τοῖς καλουμένοις ἐμπυήμασιν. ἕτεραι δὲ τούτων εἰσὶν αἱ οὐ κακοήθεες αἱ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τραχύτητα τῆς φάρυγγος ἢ τῆς τραχείας ἀρτηρίας ἀποτελούμεναι, ποτὲ μὲν ἐξ ἐδεσμάτων ἢ πομάτων τραχυνόντων, ἐνίοτε δὲ κἀκ τοῦ περιέχοντος ἀέρος. ἐν γοῦν Ἀφορισμοῖς αὐτὸς ἔγραψεν· «Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραί, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων.» ὁ γὰρ εἰσπνεόμενος ἀήρ, ὅταν ἱκανῶς ᾖ ψυχρός, ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ πνεύμονι παντὶ καὶ τῷ θώρακι δυσκρασίαν ἐργάζεται· πολλάκις δʼ ἀμφότερα τὰ εἰρημένα συμπίπτει καὶ βήσσουσι μετρίως ἐπʼ αὐτοῖς βῆχας ξηράς. σημεῖον δὲ τῶν οὕτως ἐχόντων ἐστὶ τὸ ἐρεθίζεσθαι κατὰ τὰς εἰσπνοάς, ὅταν … , ἀθρόως δʼ ἐμπίπτῃ διαλεγομένοις τε καὶ χάσκουσι καὶ διὰ τοῦ στόματος εἰσπνέουσιν. ὅταν δὲ διά τε τῆς ῥινὸς εἰσπνέωσι καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν ἐργάσηταί τις, ἢ παντάπασιν ἐλάχιστα βήσσουσιν ἢ οὐδʼ ὅλως, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προτιθέντες οὕτως εἰσπνέουσι, πεπειραμένοι παροξύνεσθαι τὰς βῆχας, ὅταν ἀθρόως ᾖ ψυχρὸς ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖς προκατεψυγμένοις τε καὶ τετραχυσμένοις μορίοις. μάλιστα δέ φησιν ἐν τοῖς κοπιώδεσι πυρετοῖς τοῦτο γίνεσθαι. τίνας δὲ κοπιώδεις ὀνομάζει πυρετούς, ἄδηλον. ἆρά γε τοὺς διὰ τὰς σφοδρὰς κινήσεις γινομένους ἢ κἂν αὐτόματοι συστῶσι τὴν κοπιώδη φέροντας αἴσθησιν. τὰ μὲν δὴ τοιαῦτα σχεδὸν οὐδεὶς παραφυλάττει τις ἰατρός, οὔτε τῶν νῦν ὄντων οὔτε τῶν ἔμπροσθεν γεγονότων, καίτοι παράδειγμα τὴν Ἱπποκράτους ἔχοντες ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖσθαι τοὺς ἀληθείας ἀντιποιουμένους αὐτῆς διʼ ἑαυτήν, οὐ διὰ δόξαν ἢ χρηματισμόν. ἐγὼ δʼ οὖν ἐνόησα ἄμεινον εἶναι τῇ πείρᾳ βασανίσαι τὸ λεγόμενον. τοῖς μὲν ἀπὸ τῶν ἔξωθεν πόνων κοπιώδεσι πυρετοῖς εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία, τοῖς δʼ ἄλλοις οὐ πάντως τι, καὶ αὐτοῖς δὲ τοῖς διὰ τοὺς ἔξωθεν πόνους οὐχ ἁπλῶς, ἀλλὰ τοῖς γε ἐν κρύει κάμνουσι καὶ τοῖς ἐν θάλπει σφοδρῷ καὶ μάλιστα διʼ ὁδοῦ κόνιν ἐχούσης, ὥστε καὶ κατὰ συμβεβηκός τι μᾶλλον, οὐ διὰ τὴν κοπιώδη διάθεσιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία διὰ κρύος, ὡς ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περιέχοντος αὐτοῖς ἐγγενομένην ἄμετρον ξηρότητα καὶ πρὸς τούτοις ἔτι διὰ τὴν δυσκρασίαν τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουσιν. ἐμάθετε γὰρ ὅτι καὶ διὰ δυσκρασίαν γίνονται βῆχες.
Μηδὲν εἰκῇ, μηδὲν ὑπερορᾶν.
Τοῦτο μὲν καὶ αὐτὸ καθʼ ἑαυτὸ λεγόμενόν τε καὶ γραφόμενον οὐδὲν δεῖται πρὸς πίστιν ἢ νόησιν ἑτέρων ἤτοι προειρημένων ἢ ἐπιφερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντως προσηκόντως ἐπὶ τῷ προειρημένῳ τέτακται. τὰ γὰρ τοιαῦτα θεωρήματα σμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸς ἄξια φαίνεται τοῖς πολλοῖς καὶ διὰ τοῦθʼ ὑπερορῶσιν αὐτῶν, ὥστε μήτε τῷ λόγῳ σκέπτεσθαι μήτε τῇ πείρᾳ περὶ φύσεως τοιούτων πραγμάτων. ὥσπερ δὲ τοῦ μηδὲν δεῖν ὑπερορᾶν παράδειγμά ἐστιν ὁ προειρημένος λόγος, οὕτω καὶ τοῦ μηδὲν προπετῶς μηδὲ ἀπερισκέπτως συγκατατίθεσθαι, καθάπερ αὐτὸς ἐγὼ κατʼ αὐτὴν τὴν πρὸ ταύτης ῥῆσιν ἔπραξα. καὶ ταῖς ἄλλαις δʼ ἁπάσαις οὐ τοῦ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ ταῖς ἄλλων παλαιῶν οὐχ ἁπλῶς αἷς ἂν εἴπῃ τις αὐτῶν πιστεύω, βασανίζω δὲ καὶ αὐτὸς τῇ τε πείρᾳ καὶ τῷ λόγῳ, πότερον ἀληθές ἐστιν ἢ ψευδὲς ὃ γεγράφασιν. ὅσοι δʼ ἂν πρὸς ἑνὸς ἑαυτοὺς ἤτοι δούλους ἢ ἐξελευθέρους ἀποφήνωνται, εὐθέως ἅμα τῷ γεγραμμένον εὑρεῖν τι παρʼ αὐτῷ πιστεύουσιν ἀπερισκέπτως τε καὶ εἰκῇ, καθάπερ καὶ ἐπὶ τοῦ μάλιστα ἐν πυρετοῖς τοῖς κοπιώδεσι ξηρὰς γίνεσθαι βῆχας οὔτε ὁποίους κοπιώδεις εἶπεν ἐζήτησαν, ἆρά γε τοῖς ἀπὸ καμάτων τε καὶ τῆς ἔξωθεν ταλαιπωρίας ἢ καὶ τοῖς χωρὶς τούτων ἴσχουσι τὴν αὐτὴν διάθεσιν, οὔτε πότερον ἁπλῶς ἢ καὶ κατὰ συμβεβηκὸς ὁ κόπος αὐτοῖς ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κἀπὶ μυρίων ἄλλων ἴστε συμβαῖνον αὐτοῖς τε τοῖς τὰ συγγράμματα γράψασι καὶ τοῖς ἐξηγησαμένοις αὐτὰ καὶ πολὺ μᾶλλον ἔτι τούτων τοῖς ὁσημέραι περιτρέχουσιν ἐν ταῖς πόλεσιν ἰατροῖς ἀλόγῳ τριβῇ μόνῃ χρωμένοις. καὶ γὰρ ὑπερορῶσι πολλῶν ὡς μικρῶν, οὐκ εἰδότες ὅτι πολλῶν ἐνίοτε σμικρῶν συνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον ἀθροίζεται προπετῶς τε συγκατατίθενται τοῖς γεγραμμένοις ὑπό τινος ἀνδρός, οὗπερ ἂν αὐτὸς ἑαυτὸν ἕκαστος ἀποφήνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τις ποιήσειεν, ἀλλὰ καθʼ ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς φαντασίας συγκατατιθέμενος, ἄνευ τοῦ χρόνῳ πολλῷ σκέψασθαι καθʼ ἑαυτόν τε καὶ μετʼ ἄλλων ἀπεφήνατο προπετῶς ὑπὲρ τοῦ σπανίως ὀφθέντος ὡς πολλάκις ἢ διηνεκῶς φαινομένου. καὶ τάς γε ἐν ταῖς αἱρέσεσι διαφωνίας ἐντεῦθεν εἰκὸς μάλιστα γεγονέναι, δοξοσόφων τε καὶ φιλαύτων ἀνθρώπων τὰ φανέντα πιθανὰ χωρὶς τοῦ μετὰ πολλῶν πολλάκις ἀνασκέψασθαι πιστευσάντων ὑπάρχειν ἀληθῆ. καθάπερ δὲ νῦν ἐπὶ σημειωτικοῦ θεωρήματος ὡς ἐπὶ παραδείγματος ἐποιήσαμεν τὸν λόγον, οὕτω κἀπὶ τῶν θεραπευτικῶν οὔθʼ ὑπερορᾶν τινος χρὴ τῶν δοκούντων εἶναι μικρῶν οὔτʼ εἰκῇ καὶ ἀβασανίστως πιστεύειν ταῖς εἰρημέναις αὐτῶν δυνάμεσιν, ὡς ἐν Τῇ θεραπευτικῇ πραγματείᾳ μεμαθήκατε.
Ἐκ προσαγωγῆς τὰ ἐναντία προσάγειν καὶ διαναπαύειν.
Θεραπευτικὴν συμβουλὴν καλεῖν ἔξεστί σοι καὶ ὑγιεινὴν αὐτὴν ἐπιδεικνύναι τό τε «μηδὲν ὑπερορᾶν» καὶ τὸ «μηδὲν εἰκῇ» καθάπερ ἐπὶ παραδείγματός τινος τούτου τοῦ λόγου. τῶν γοῦν ἐθῶν ὡς μικροῦ πράγματος ὑπερορῶσιν ἔνιοι τῶν ἰατρῶν, μηδεμίαν ἀπʼ αὐτῶν ἔνδειξιν εἰς διαφορὰν θεραπείας ἡγούμενοι γίνεσθαι, τινὲς δʼ οὐχ ὑπερορῶσι μέν, ἀπὸ δὲ μοχθηρῶν ἐθῶν ἐνίους ἐπὶ τὰ ἐναντία μετάγειν ἐπιχειροῦντες ἀθρόως οὐ σμικρὰ σφάλλονται. χρὴ δὲ οὔτε ὑπερορᾶν αὐτῶν οὔτʼ ἀθρόως μετάγειν, ἀλλὰ καὶ κατὰ βραχὺ καὶ μετὰ τοῦ διαναπαύειν αὐτούς. διττῶς δʼ ἔστι τοῦ διαναπαύειν ῥήματος ἀκοῦσαι· καθʼ ἕνα μὲν τρόπον, ἵνα μὴ μόνον εἰς τοὐναντίον ἔθος κατὰ βραχὺ μετάγωμέν τινας, ἀλλὰ καὶ μεταξὺ διαναπαύωμεν ὅλην τὴν μεταβολήν, οἷον, ὅταν ἐξ ἀργίας ἄγωμεν εἰς τὰ γυμνάσια, πρῶτον μὲν ἀπὸ τῶν βραχυτάτων ἀρξόμεθα καὶ κατὰ βραχὺ ταῦτα παραυξήσομεν, εἶτα παραβαλοῦμέν ποτε μίαν ἢ καὶ δύο ἡμέρας ἀργάς. καθʼ ἕτερον δὲ τρόπον ἔστιν ἀκοῦσαι τοῦ διαναπαύειν ὡς ἀντιδιῃρημένου τῷ προσάγειν, ἵνʼ, ἐφʼ ὧν μὲν οὐκ ὂν ἔμπροσθεν ἔθος ἐμποιῆσαι βουλόμεθα, προσάγωμεν αὐτὸ κατʼ ὀλίγον, ἐφʼ ὧν δὲ τὸ πρότερον ὑπάρχον καταλῦσαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν.
Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφέλησεν.
Οἱ παλαιότεροι τῶν ἐξηγητῶν τὸ ὠφέλησεν ἐπὶ παρεληλυθότος χρόνου γεγραμμένον ἐπίστανται. καί φασί γε τὸ μὲν ὠφελεῖ κατὰ τοὺς Ἀφορισμοὺς γεγράφθαι καθολικὴν ἀπόφασιν ἐν τούτοις ποιησαμένου τοῦ παλαιοῦ, τὸ δʼ ὠφέλησεν ἐνταῦθα πρὸς ὑπόμνησιν αὑτῷ γεγραφότος ἐπί τινος ἑνός, ἵνα, ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματος, ἀποφήνασθαι τολμήσῃ καθόλου περὶ αὐτοῦ. δῆλον δʼ ὅτι καὶ τοπικόν ἐστι τὸ βοήθημα τοῦτο καὶ ἀντισπαστικὸν ἐπὶ τἀναντία. τὴν δὲ ὀρθὴν ἐν μετώπῳ φλέβα καὶ πρὸ τῆς ἀνατομῆς ἐναργῶς ἔστιν ἰδεῖν, ἡ δὲ ἀνατομὴ συρρεῖν ταῖς ἑκατέρωθεν αὐτὴν ἐπιδείκνυσιν. οὐκ ὀρθῶς οὖν ἔνιοι περὶ τῆς τομῆς ᾠήθησαν λελέχθαι τὸ ὀρθίη. οὐ γὰρ διὰ τὸ σχῆμα τῆς τομῆς ἡ ὠφέλεια γίνεται τοῖς ὀδυνωμένοις, ἀλλὰ διὰ τὴν κένωσιν τοῦ αἵματος.
Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων ἐς οἷα καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτʼ ἐξ ἥπατος σπληνί, καὶ τἀναντία καὶ ὅσα τοιαῦτα.
Οὐ μόνον ἐξ οἵων ἐς οἷα καὶ ἄλλαι γεγραμμένον εὑρίσκομεν, ἀλλὰ καὶ «ἐξ οἵων οἷα ἀλλοιοῦσι» καὶ «ἐξ οἵων οἷα ποιοῦσι·» καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ Ῥοῦφος, τὴν δʼ «ἐξ οἵων οἷα ἀλλοιοῦσιν» οἱ περὶ Σαβῖνον καὶ Διοσκουρίδην, τὴν δʼ «ἐξ οἵων οἷα ποιοῦσιν» οἱ περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια καθολικόν τι διδάσκουσα, τῶν δʼ ἄλλων τὸ ἐν μέρει· περὶ γὰρ τῶν καθʼ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον, οὐ περὶ πασῶν. ἄμεινον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ ἀληθές ἐστι τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτόν, οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος· «τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε καθʼ ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφʼ ἥπατός τε καὶ σπληνός.» αὐτὸς γὰρ ἐμνημόνευσε τούτων ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι τὰς εἰς ἧπαρ ἐκ σπληνός, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ μᾶλλον ὅσαι διαδοχαὶ νοσημάτων ἀφʼ ἥπατος εἰς σπλῆνα γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις εἴωθε μόνη ποιεῖσθαι καθʼ ἑαυτὴν, ἅς θʼ ἡμεῖς ἢ μετʼ ἐκείνης ἢ μόνοι, κατά τε τὰ Εἰς τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ παρʼ ἃς ἔγραψα κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥήσεις. ἀλλʼ ἐγὼ κατʼ ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ προκειμένου γράμματος ὑπομνήματα.
Ἀντισπᾶν, ἢν μὴ ᾗ δεῖ ῥέπῃ· ἢν δὲ ὅπῃ δεῖ, τουτέοισι δεῖ στομοῦν, ὡς ἂν ἕκαστα ῥέπῃ.
Ἔμαθες ἤδη καὶ περὶ τούτων, ὡς «ἀκτέα μέν ἐστιν ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων», ἀποτρεπτέα δὲ καὶ ἀντισπαστέα τὰ μὴ καλῶς ῥέποντα. τὸ δὲ στομοῦν εἴρηκε νῦν οὐχ ὡς ἐπὶ τῶν ἀποστημάτων εἰώθαμεν λέγειν ἀντὶ τοῦ διελθεῖν σμίλῃ, γενικώτερον δὲ τούτου, καθʼ ὃ καὶ τὸ ἀναστομοῦν περιέχεται καὶ φλέβας ἡμῶν ἀναστομούντων ἐν αἱμορροΐσι κατὰ τὰς διὰ ῥινῶν ἢ μήτρας κενώσεις καί τινας σύριγγας ἐκ χρόνου μὲν ἱκανοῦ κενοῦν τι συνήθεις, ἐστεγνωμένας δὲ κατά τινα καιρόν. καὶ διʼ ὤτων δέ τινος ἐκκαθαιρομένου συνήθως τὰ κατὰ τὸν ἐγκέφαλον, ἔπειτʼ ἐπισχεθείσης ἀθρόως τῆς κενώσεως, ἰλίγγου καὶ σκοτώσεων ἐπιγενομένων, ἐρεθίσαντες ἐπʼ ὦτα διὰ τῶν ἀναστομωτικῶν φαρμάκων εἴδομεν εὐθέως ὠφεληθέντα τὸν ἄνθρωπον.
Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν.
Ὡς ἐπὶ τῶν φυμάτων εἴπομεν ὅσα ὑπὸ θερμοῦ γίνονται χυμοῦ ταχὺ κρίσιμά τε εἶναι καὶ ἥκιστα πλατέα, τὰ δὲ ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια, κατὰ τὸν αὐτὸν λόγον ἐπίστασθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντος αὐτὰ χυμοῦ. γεννᾶται δὲ καθαιρούσης τὸ βάθος τοῦ σώματος τῆς φύσεως ὥσπερ ἐνίοτε διʼ ἐκκρίσεως, οὕτως καὶ διʼ ἀποθέσεως ἐπὶ τὸ δέρμα. τοὺς μὲν γὰρ λεπτοτέρους τε καὶ ὑδατωδεστέρους χυμοὺς διαφορεῖ λεπτύνουσα. τῶν δὲ παχυτέρων ἐμπλαττομένων τῷ δέρματι καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν, ἐξανθήματα γίνεται. καὶ τοῦτο συμβαίνει μᾶλλον ἐκείνοις, ὅσοις πυκνότερόν τε καὶ σκληρότερόν ἐστι τὸ δέρμα. δυσχερὴς γὰρ ἡ διʼ αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλισχροτέρων χυμῶν διέξοδος. οὕτως οὖν καὶ τῷ Σίμωνί φησι τοῦ χειμῶνος ἐξανθήματα πλατέα γενέσθαι, καθʼ ὃν ἂν χρόνον ἀξιολόγως θερμανθῇ τὸ σῶμα, λουτροῖς χρησαμένῳ ἢ ἀλειψαμένῳ παρὰ πυρί. τῷ δʼ ἄλλῳ χρόνῳ κατὰ τὸ βάθος ἔμενον οἱ τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτά φησι μηδὲν αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίνασθαι. πότερον δʼ αὐτὸς ὁ Ἱπποκράτης ἦν ὁ συμβουλεύσας χρῆσθαι τοῖς ἐμέτοις ἢ ἄλλος τις, οὐκ ἐδήλωσεν, οὐ μὴν οὐδʼ ἀναγκαῖον ἡμῖν ἐπίστασθαι. μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺς πρὸς τὸ δέρμα ῥέψαντας χυμοὺς διʼ ἐκείνου χρῆναι κενοῦν, ἐπειδὴ πόρρω πάλιν αὐτοῖς ἐστιν ἡ εἰς τὸ βάθος ἀντίσπασις, ὡς διὰ γαστρὸς ἢ ἐμέτων ἐκκενοῦσθαι. ἴσως οὖν οἰήσῃ με λέγειν μηδέποτε καθάρσει χρῆσθαι τῇ διὰ γαστρὸς ἐπὶ τῶν τοιούτων· ἐγὼ δʼ οὔ φημι τοῦτο, μεμάθηκας γὰρ ἐν τοῖς Θεραπευτικοῖς ὠφελίμους εἶναι τὰς καθάρσεις ἐφʼ ὧν ἡ περιουσία τῶν χυμῶν ἐστι παμπόλλη. πρὶν γὰρ οὕτω κενῶσαι τὸ πλεονάζον αὐτῆς ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, ἐάν τις ἐκπυριῶν μόνον, ὅπερ ἐστὶ τοῖς θερμαίνουσι χρώμενος, ἐπιχειρῇ διαφορεῖν, ἐπισπάσεται μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρματος. ἀλλʼ ἥ γε τῶν ἐμπεπλασμένων τῷ δέρματι θεραπεία πάντως ἐστὶ διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων φαρμάκων, καὶ μάλισθʼ ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ ὁ γεννῶν αὐτὰ χυμὸς οὐ θερμὸς οὐδὲ λεπτὸς ὑπάρχων, ἀλλʼ ἱκανῶς παχὺς ἢ ψυχρός. ἐμάθετε δʼ ἤδη καὶ περὶ τῶν φυμάτων ἔμπροσθεν ὡς τὰ μὲν ἀποκορυφοῦντα εἰς ὀξὺ καὶ οἷον ὀργῶντα θερμῶν χυμῶν ἐστιν ἔκγονα, τὰ δὲ ἐναντία ψυχροτέρων. τὸ δʼ ὀργᾶν αὐτὰ διά τε τῶν κνησμῶν καὶ τῆς ὀδύνης ἔνεστι διαγινώσκειν. τὰ μὲν γὰρ μετρίως θερμὰ κνησμοὺς μόνον ἐργάζεται, τὰ δʼ ἐπὶ πλέον ἥκοντα τοῦ θερμαίνειν εὐθέως δάκνει καὶ ἀνιᾷ.
Ὅσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι.
Καὶ περὶ τούτου πολλάκις ἀκηκόατε καὶ μάλιστα ἐν τοῖς περὶ τῶν ἐκπυϊσκόντων φαρμάκων, ὡς οὐ χρὴ διαφορητικὴν αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην ἐμπλαστικήν. ταῦτα γὰρ ἀποστέγει καὶ συνέχει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμόν, οὐκ ἐῶντα διαπνεῖσθαι. πέττεται δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κἀνταῦθα μὴ παρακούσητε μηδʼ οἰηθῆτε πάντα με λέγειν τὰ δύσπεπτα καὶ ἴσχοντα πῦον μηδʼ ὅλως οὕτω δεῖν θεραπεύεσθαι. σήπεται γὰρ ἔνια τῶν τοιούτων ὑπὸ ἐμπλαστικῶν φαρμάκων ἢ διὰ μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ διʼ ἀσθένειαν τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος ὀλίγην τε καὶ ἄρρωστον, ὡς μηδʼ ἐπιχειρεῖν τῇ πέψει τῶν κατασκηψάντων ἐπʼ αὐτὸ χυμῶν. ἐπὶ τούτων μὲν οὖν ἀμυχαῖς τε βαθυτάταις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις γε καὶ διατέμνομεν ἄχρι βάθους κατὰ πολλὰ μέρη τοῦ πεπονθότος μορίου φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις. ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νενικημένης ἤδη κατʼ αὐτὰς καὶ πλησίον ἡκούσης τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐφʼ ὧν οὖν φλεγμονῶν ἢ ὅλως ὄγκων ὡντινοῦν οὐκ ἐν κινδύνῳ σβέσεώς ἐστι καὶ τελείας ἀπωλείας ἡ ἔμφυτος θερμασία καὶ διὰ τοῦτο δύναται βοηθείας τυχοῦσα κρατῆσαι τῶν χυμῶν, ἐπὶ τούτων χρώμεθα τοῖς ἐμπλαστικοῖς φαρμάκοις, ἅπερ ἐν αὐτῷ τούτῳ σαφῶς ἐδήλωσεν εἰπών· ὅσα πεπαίνεσθαι δεῖ. τὰ δʼ ἐγγὺς ὄντα τοῦ γαγγραινοῦσθαι καὶ τὰ ἤδη σηπόμενα τὴν ἀρχὴν οὐδὲ δεῖται πεπαίνεσθαι. διὸ τὰ μέν, ὡς ἔφην, κενώσεσί τε διʼ ἀμυχῶν καὶ τομῶν καὶ φαρμάκοις ἰσχυροτάτοις θεραπεύομεν, τὰ δʼ ἤδη σηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶς οὖν προσέθηκε τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέστι τὰ μὴ δεόμενα διαπυΐσκεσθαι. χρεία γάρ ἐστιν ἐπὶ τῶν μὴ διαπυησάντων ἀνεῷχθαί τε τὰς ἐκροὰς ἁπάσας καὶ ξηραίνεσθαι τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶς ὑπʼ ἐνίων γεγράφθαι «ὅσα ξηραίνεται, κατακεκλίσθαι δεῖ,» τουτέστιν ἡσυχάζειν κατακείμενα. πρὸς γὰρ τῷ σμικρὸν εἶναι τοῦτο καὶ πρόδηλον ὡς μὴ δεῖσθαι πεφροντισμένως ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι, καὶ ἡ ἀντίθεσις ἐδήλωσε μὴ πρὸς τὴν κατάκλισιν, ἀλλὰ πρὸς τὸ κατακεκλεῖσθαι γεγονυῖα. τοῖς γὰρ κατακεκλεισμένοις καὶ ἀποστεγομένοις ἐναντία τὰ διαφορούμενά τʼ ἐστὶ καὶ τὰ ξηραινόμενα.
ταύτῃ τῇ ῥήσει τινὲς συνάπτουσι τὴν ἐφεξῆς, καὶ μάλισθʼ ὅσοι βούλονται γεγράφθαι μετὰ ταύτην τὸ «οἷον», ὥσθʼ ὅλον τὸν λόγον εἶναι τοιοῦτον· «ὅσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, οἷον ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται συμφέρειν, ἀντισπᾶν εἰς φάρυγγα.» καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ κατὰ τήνδε τὴν λέξιν διδασκόμενον τῷ προειρημένῳ. τὸ γὰρ ξηραίνειν καὶ ἀνεῷχθαι διαφέρει τοῦ ἀντισπᾶν. πῶς οὖν προειρηκὼς «τἀναντία δεῖ ξηραίνειν καὶ ἀνεῷχθαι» δύναιτʼ ἂν ὡς παράδειγμα λέγειν ἐπὶ τῶν ῥοωδῶν ὀμμάτων ἀντισπᾶν εἰς φάρυγγα;
Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται συμφέρειν, ἀντισπᾶν εἰς φάρυγγα, καὶ ὅπῃ ἔρευξις λυσιτελέει καὶ ὅσα ἄλλα τοιαῦτα.
Ἕν τι τῶν κατʼ εἶδος ἀντισπαστικῶν βοηθημάτων τοῦτʼ ἐστὶ συμβουλεύοντος ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν ὀφθαλμῶν ῥεύματα μετάγειν ἀντισπῶντας ἐπὶ φάρυγγα διὰ φαρμάκων δηλονότι δριμέων, οἷς διαχρίειν τε δεήσει τὸν οὐρανίσκον ἀνακογχυλίζεσθαί τε κελεύειν, ἐάν γε μηδὲν ἐκ τούτου μέλλωμεν ἐργάσασθαι χεῖρον. ἐφʼ ὧν γὰρ εὐλαβούμεθα μή πως εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίσπασιν. ὥσπερ οὖν ἐπὶ τούτου συνεβούλευσεν, οὕτω κἀπὶ τῶν ἄλλων ἀξιοῖ σε προορᾶσθαι, μή τι τῶν μορίων, εἰς ἃ τὴν ἀντίσπασιν ἐργάζῃ, κινδυνεύσῃ μεγάλως βλαβῆναι. τινὲς δʼ ἐπὶ τῶν τὴν καλουμένην ῥοιάδα κατʼ ὀφθαλμὸν ἐχόντων τὸν λόγον τοῦτον αὐτῷ γεγονέναι φασίν, ὥσπερ καὶ ὁ Λύκος, ὃς ἀποτείνας μακρὸν λόγον ἐκ τῶν ὀφθαλμῶν εἰς ὑπερῴαν φησὶ διήκειν πόρον ἐκκενοῦντα ταύτῃ τὸ κατʼ αὐτοὺς γεννώμενον περίττωμα. κεῖσθαι δὲ τὸν πόρον τοῦτον παρὰ τὸν μείζω κανθὸν καὶ γίνεσθαι ῥοιάδα κατὰ τρόπους τρεῖς, ἤτοι τοῦ πόρου μύσαντός πως ἢ φραχθέντος ἢ τοῦ περιττώματος πολλοῦ συλλεγομένου κατὰ τὸν ὀφθαλμόν, ὡς ὑπερχεῖσθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυσικὴν στενότητα, καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ κατὰ τὸν κανθὸν γενομένη τυφλώσῃ τὸν πόρον, ἣν καὶ μετὰ τὰς ἐκτομὰς τῶν ἐγκανθίδων γίνεσθαί φησι καὶ ἄλλως ἑλκωθέντος τοῦ τόπου. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰς δʼ ἄλλας ἰασίμας, ἀντισπώντων ἡμῶν εἰς φάρυγγα.
τὸ δὲ καὶ ὅπῃ ἔρευξις λυσιτελέει προσκείμενον συμβολικῶς ἑαυτῷ γράψαντος τοῦ Ἱπποκράτους. ὅτι μὲν γάρ, ἔνθα λυσιτελής ἐστιν ἔρευξις, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰς εὔδηλον. ἐπὶ τίνων δʼ ἐστὶ λυσιτελὴς οὐκ εἶπεν. ἀλλʼ οὐδὲ τὸ κατὰ τοὺς ῥοιώδεις ὀφθαλμοὺς ὅμοιόν ἐστι τούτῳ, διὸ καὶ παρεγκείμενον ἀτάκτως ἀσάφειαν εἰργάσατο· περὶ μὲν γὰρ τῶν ῥοιωδῶν ὀφθαλμῶν ἀντισπαστικὸν ἔγραψε βοήθημα. τὸ δὲ καὶ ὅπῃ ἔρευξις λυσιτελέει δυοῖν θάτερον, ἤτοι γʼ ἐπὶ τῶν ῥοιωδῶν ὀφθαλμῶν εἰρῆσθαι χρὴ — καὶ φαίνεται μηδὲν ἐρυγὴ συντελοῦσα πρὸς τὴν ἴασιν αὐτῶν — ἤ τινος ἀρχὴν ἑτέρου λόγου. διὸ καί τινες ἠναγκάσθησαν χωρίσαντες τῶν προειρημένων αὐτὸ ἑτέραν ῥῆσιν ποιήσασθαι τοιάνδε· «καὶ ὅκου ἔρευξις λυσιτελεῖ καὶ ὅσα ἄλλα τοιαῦτα, τὰς ἐφόδους ἀνεστομῶσθαι.» ἀλλʼ οὐδὲ τοῦτο πάλιν οἰκείως ἐπιφέρεσθαι δόξει «οἷον ῥῖνας καὶ τὰ ἄλλα ὧν δεῖ καὶ ὡς δεῖ καὶ τὰ ἐφεξῆς». ὅσοι τοίνυν αὐτὸ καθʼ ἑαυτὸ μόνον ὑποτετυπῶσθαί φασιν ἑαυτῷ τὸν Ἱπποκράτην τὸ «ὅκου ἔρευξις λυσιτελεῖ», νομίζουσιν αὐτὸν ἀξιοῦν ἐρυγὰς ἐνίοτε συμβουλεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάς φασιν ἐπὶ τῶν ἐμπνευματουμένων τὴν γαστέρα καὶ μάλιστα ἐφʼ ὧν οὐ διέρχεται κάτω τὸ φυσῶδες πνεῦμα. καὶ μέντοι καὶ τὸν στόμαχον ἀτονοῦντά φασι ῥώννυσθαι διὰ τῶν ἐρυγῶν ὡς διʼ οἰκείου γυμνασίου, καὶ κινεῖν γε τὰς ἐρυγὰς συμβουλεύουσιν οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα συνεχῶς ἐρυγγάνειν, κἂν ὀλίγου τινὸς αἰσθάνηται πνεύματος ἐν τῷ στομάχῳ. Σαβῖνος δὲ ἐκ βομβυλίου στενοστόμου πίνοντα κελεύει κινεῖν ἐρυγάς.
ἔνιοι δὲ καὶ τὰς κενώσεις τοῦ φυσώδους πνεύματος, ὁπόθεν ἂν γίνωνται καὶ ὁπωσοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φασί, καθʼ οὓς καὶ βὴξ καὶ πταρμὸς καὶ λὺγξ καὶ φῦσα διʼ ἕδρας ἐκκρινομένη καὶ αἱ διʼ ὅλου τοῦ σώματος διαπνοαὶ τοῦ πνεύματος ἐρεύξεις κληθήσονται. τινὲς δὲ καὶ πᾶσαν ἔκκρισιν ὠνομάσθαι φασὶν ἔρευξιν, οὐ μόνον ἐὰν πνεύματος, ἀλλὰ κἂν τι νῶν ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπαγόμενοι μαρτύριον, ἔνθα φησίν· ἐρευγομένης ἁλὸς ἔξω, μοχθηρὰν ὁδὸν ἐξηγήσεως ταύτην τεμνόμενοι. τὰ γὰρ ὑπὸ τῶν ποιητῶν σπανίως εἰρημένα κατά τινα τρόπον ποιητικόν, ἐὰν ὡς κυρίως λελεγμένα τις ἐξηγῆται, διαστρέφειν δυνήσεται καὶ τὰ σαφῶς εἰρημένα πάντα.
Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας καὶ ἄλλα, ὧν δεῖ καὶ ὡς δεῖ καὶ οἷα καὶ ὅπῃ καὶ ὅτε καὶ ὅσα δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.
Τοῦτο καθʼ ἑαυτὸ μὲν ἄξιόν ἐστι μνημονεύεσθαι — συμφέρει γὰρ ἀνεστομῶσθαι τοὺς ἐκκριτικοὺς πόρους τῶν περιττωμάτων —, καὶ τῷ προειρημένῳ δὲ συνάπτεσθαι δύναται, διττὴν χρείαν παρεχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφʼ ὧν ἀντισπᾶν ἢ παροχετεύειν προσῆκον. ἐὰν γὰρ ἀντισπάσεως μὲν ᾖ χρεία, φοβώμεθα δʼ αὐτὴν ποιήσασθαι, παροχετεύειν τὸ αἷμα προσήκει καὶ κενὸν ὅλον ἐργάζεσθαι τὸ σῶμα. τὰ δʼ ἐφεξῆς γεγραμμένα πολλάκις ἤδη παρʼ αὐτοῦ μεμαθήκαμεν ἐπὶ πάσης κενώσεως ὄντα χρήσιμα. δεῖ γὰρ οὐχ ἁπλῶς, ὅταν ᾖ χρεία κενώσεως, ἐπʼ αὐτὴν παραγίνεσθαι, ἀλλὰ προδιορισάμενον, ὅπως ταύτην ποιήσασθαι χρή, καὶ ὁποῖα προσῆκον εἶναι τὰ κενωθησόμενα καὶ καθʼ ὅ τι χωρίον, ἐν τίνι τε καιρῷ καὶ μέχρι πόσου. λεκτέον δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ ἑκάστου διὰ βραχέων. τὸ μὲν ὡς δεῖ τοιόνδε τι σημαίνει· «τὰς ἐφόδους ἀναστομωτέον, οὐ μὴν ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλʼ ὡς δεῖ.» τοῦτο δὲ σημαίνει τὸν τρόπον διʼ οὗ ποιησόμεθα τὰς κενώσεις, οἷον ἐπὶ τῶν κατὰ γαστέρα διὰ κλυστῆρος, διὰ βαλάνου, διʼ ὑπηλάτου φαρμάκου καὶ καθʼ ἕκαστον αὐτῶν διʼ ὡντινοῦν· καὶ γὰρ καὶ κλυστῆρες πολυειδῶς συντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά τε καὶ ὑπήλατα καλούμενα φάρμακα. τὸ μὲν οὖν ὡς δεῖ τοιοῦτόν τι σημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν κενουμένων δηλοῖ, τουτέστιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ κενοῦν ἐστι βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ μελαγχολικόν, ἤ τινας τούτων ἢ καὶ πάντας. τὸ δὲ ὅπῃ τὸ μέρος τοῦ σώματος ἐνδείκνυται, διʼ οὗ χρὴ κενοῦν. κἂν γὰρ ὅτι διὰ τῶν κάτω κενῶσαι προσήκει γνῶμεν, ἀλλὰ διʼ οὗ γε τῶν κάτω χωρίων προδιορίσασθαι δεῖ, διὸ καί τινες ἀντὶ τοῦ ὅπῃ τὸ «οὗ δεῖ» γεγράφασιν, ἐνδεικνύμενοι τῷ διʼ οὗ, πότερον διὰ κύστεως ἢ διὰ γαστρὸς ἢ διʼ ὑστέρας. καὶ πάλιν ἄνω, πότερον διὰ ῥινῶν ἢ διὰ στόματος. ἔστι δέ τις καὶ διʼ ὅλου τοῦ σώματος κένωσις, ἥ τε διὰ τῶν ἱδρώτων καὶ ἡ διὰ τῆς ἀδήλου καλουμένης διαπνοῆς. τό γε μὴν ὅτε σαφῶς τοῦ καιροῦ δηλωτικόν ἐστιν, ἐν ᾧ χρὴ κενοῦν, ἆρά γε κατʼ ἀρχὰς πρὶν πεφθῆναι τὴν νόσον, ὅταν, ὡς αὐτὸς ἔλεγεν, ὀργᾷ καὶ πρὸς τὴν ἔκκρισιν ἐπείγηται τῶν ὑγρῶν ἡ διοικοῦσα τὰ ζῷα φύσις, ἢ μετὰ τὸ πεφθῆναι τοὺς λυποῦντας χυμούς. καὶ γὰρ καὶ τοῦτο αὐτὸς ἐδίδαξεν, ὥσπερ καὶ τὸ πρότερον ἐν Ἀφορισμοῖς. τὸ δὲ ὅσα δεῖ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον ἐνδείκνυται τὴν ποσότητα τῶν κενουμένων ἧς καὶ αὐτῆς ἐστοχάσθαι δεῖ τὸν ἰατρόν. εἶτʼ ἐν παραδείγματος μοίρᾳ πρόσκειται τὸ οἷον ἱδρῶτας. καίτοι γὰρ ὠφέλιμος εἶναι δοκῶν τοῖς νοσοῦσιν ὁ ἱδρὼς, ὅμως καὶ αὐτὸς συμμετρίας χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει τὴν δύναμιν. ὅπου δʼ ἐπὶ τῶν ἱδρώτων ἡ ὑπερβολὴ τοῦ πλήθους ἐστὶ βλαβερά, πολλῷ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων ἢ διαχωρουμένων ἢ διʼ αἱμορροΐδων ἢ διὰ μήτρας κενουμένων.
Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι πρόσωπον ἢν ᾖ χρηστόν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία σημαῖνον εὐσημείῃ, κακόν.
Καὶ ταύτης τῆς ῥήσεως τὸ δεύτερον μέρος ἄλλος ἄλλως γράφει τῶν ἐξηγησαμένων τὸ βιβλίον. εἰ δὲ προσθείη τις αὐτῇ τὸ «τῇ» ἄρθρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη· ἐπὶ δὲ τοῖς μικροῖς τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακόν, ἵνα καὶ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· «ἐπὶ τοῖς μεγάλοις κακοῖς, εἴτʼ οὖν πάθεσιν ἢ συμπτώμασιν, ἐὰν ᾖ τὸ πρόσωπον χρηστόν, τουτέστιν ὅμοιον τῷ κατὰ φύσιν, ἀγαθόν ἐστι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς, πάλιν οὖν κἀνταῦθα πάθεσιν ἢ συμπτώμασιν, ἐὰν τἀναντία σημαῖνον γένηται τὸ πρόσωπον τῇ προειρημένῃ εὐσημείῃ, κακόν τι δηλώσει.» τινὲς μὲν οὖν ἄντικρυς ὡς ἐξ ἀρχῆς γενομένης τῆς λέξεως μετὰ τοῦ ἄρθρου τὴν ἐξήγησιν ἐποιήσαντο, μὴ δηλώσαντες ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ «τῇ» προσγεγραμμένον τῷ εὐσημείῃ, τάχα τοῦ πρώτου γράψαντος τὸ βιβλίον ἁμαρτόντος. ἔνιοι δʼ οὐ μόνον ἑτέρως ἔγραψαν, ἀλλὰ καὶ τὴν ἐξήγησιν οὐ προσήκουσαν ἐποιήσαντο. φυλαττόμενος δʼ ἐγώ, καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰς μῆκος ἐκτείνειν τὰ ὑπομνήματα, παραλιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶς εἰρημένων. ἱκανὸς γὰρ εἶναί μοι δοκεῖ σκοπὸς ἐξηγήσεως, ἐὰν ἀληθῆ τε διδάσκῃ τις ἐν αὐτῇ καὶ τὰ κατὰ τὴν γνώμην τοῦ παλαιοῦ, καθάπερ καὶ νῦν ἔνεστι ποιησάμενον ἀπηλλάχθαι πολυλογίας. ἐὰν γὰρ μικρῶν ὄντων τῶν παθῶν τὸ πρόσωπον ἐὰν ᾖ συμπεπτωκὸς ἀξίως τοῦ νοσήματος, χρηστὸν εἶναι σημεῖον, ἐπὶ δὲ τοῖς μικροῖς ὡσαύτως ἔχον ἐξ ὑπεναντίου κακόν τι σημαίνειν. ἔξεστιν οὖν καὶ τούτοις, εἴ τις ἀρέσκοιτο, χρῆσθαι. ἐγὼ δʼ ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖς ἄλλοις ἅπασιν ἐξηγηταῖς ὁμολογουμένην μεταβήσομαι.
Οὗ ἡ γυνὴ ὄπισθεν τοῦ ἡρῴου, ἰκτεριώδεος ἐπιγενομένου.
Εἴτε τῆς προγεγραμμένης ῥήσεώς ἐστι τέλος τοῦτο τὸ λεξείδιον, εἴτε τῆς ἐπιγεγραμμένης ἀρχὴ τόπου τέ τινος δηλωτικόν, ἐάσω ζητεῖν τοῖς τὰ μὲν ἰατρικὰ παρατρέχουσιν, ὡς γραμματικοῖς δὲ μᾶλλον ἢ ὡς ἰατροῖς ἐξηγεῖσθαι προαιρουμένοις. ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ παρὰ τὸ μέγα τοσοῦτον εἰπεῖν, ὅσον οἱ παλαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡς ἤτοι θέατρον ἢ ᾠδεῖον ἢ γυμνάσιον ἢ ἡρῷον ἢ οἴκημά τι δηλοῦται διὰ τῆς μέγα λέξεως ἢ ὁτιοῦν ἄλλο τοιοῦτον, μεταβάντα δʼ ἐπὶ τὰ ἐφεξῆς, εἴ τι πρὸς τὰ τῆς τέχνης ἔργα χρήσιμόν ἐστιν, ἐκεῖνο σκοπεῖν. ἀλλʼ οὐχ εὑρήσομεν, ὅτι τὸ εἰπεῖν, ὅτι τοῦ ἡρῴου ὄπισθεν ἢ ὅτι «παρὰ τὸ τοῦ Μενελάου» — τινὲς γὰρ οὕτως γράφουσιν — ἡ ἄρρωστος ἐκείνη κατέκειτο, χρήσιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆς εἰρημένον ἰκτεριώδεος ἐπιγενομένου, εἰ καὶ ὅτι μάλιστα χρήσιμον ἦν αὐτῷ τῷ Ἱπποκράτει πρὸς ἀνάμνησιν, ἴσως μὲν τῶν προειρημένων, ἴσως δὲ καὶ αὐτὸ καθʼ ἑαυτό· πάθους γὰρ ἢ χρώματος ἰκτεριώδους ἐπιγενομένου τῇ γυναικὶ μέμνηται. κἀνταῦθα δὲ παρά τε τοῖς παλαιοῖς ἐξηγηταῖς κἀν τοῖς ἀντιγράφοις ἡ ῥῆσις παραγέγραπται. κατʼ ἄλλους δέ τινας ἐξηγητὰς πρόσκειται τῷ ἰκτεριώδεος ἐπιγενομένου τὸ «παρέμενεν», ὥσπερ αὖ καθʼ ἑτέρους μετὰ τῆς ἀποφάσεως τὸ «οὐ παρέμενεν». ἔνιοι δὲ καὶ τὸ «αὐτῇ» προστιθέασιν. ἀλλὰ τοῦτο μὲν ἐν τῇ λέξει τὴν διαφοράν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει, τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει· τὸ γὰρ ἰκτερῶδες πάθος ἢ χρῶμα τῆς ἑτέρας γραφῆς παραμεῖναι δηλούσης, ἡ ἑτέρα φησὶ μὴ παραμεῖναι. καθʼ ἑαυτὴν μὲν οὖν γεγραμμένης τῆς προκειμένης ῥήσεως, οὔτʼ εἰ παρέμενεν, οὔτʼ εἰ μὴ παρέμενεν, οὐδὲν ἔχει τι χρήσιμον ἡμῖν τοῖς οὐκ εἰδόσιν, ὅπως ἐνόσησεν ἢ τίνα διάθεσιν ἔσχεν.
εἰ δὲ τοῖς ἐπιγεγραμμένοις συνάπτοιτο, περιττὸν ὅλως ἐστίν. ἀρκεῖ γὰρ εἰρῆσθαι μόνον τὸ ἰκτερώδεος ἐπιγενομένου, παραδείγματος τούτου τοῦ περὶ τὸ πρόσωπον φανέντος, ὡς τῶν ἄλλων δοκούντων μικρῶν εἶναι μόνον ἐδήλωσε τοὐναντίον, ἐπειδὴ μεγάλως ἐξετράπη τοῦ κατὰ φύσιν. καὶ γὰρ τὸ ἐπιφερόμενον τοῦτό σε διδάξει διαμαρτυροῦν, ἐφʼ ὃ μεταβαίνειν ἤδη καιρὸς ἐάσαντα τὰς ἄλλας ἐξηγήσεις τῆς προκειμένης ῥήσεως. ἴσως γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἐμήκυνα, παραλιπεῖν ἐγνωκὼς ὅσα τοὺς ἀναγινώσκοντας αὐτὰ νέους οὐδὲν εἰς τὴν τέχνην ὀνίνησιν. οὐ γὰρ ἐπὶ σοφιστικὴν παρασκευὴν πρόκειταί μοι παρασκευάζειν αὐτούς, ἣν ἐμίσησα διὰ παντός, ἀλλʼ ἐπὶ τὰ τῆς τέχνης ἔργα κατά τε πρόγνωσιν καὶ θεραπείαν, ἃ κἀμοὶ διὰ παντὸς ἠσκήθη.
Ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗτος μελάγχρως.
Εἰ πρὸς τὰ περὶ τοῦ προσώπου λελεγμένα καὶ τοῦτʼ ἀναφέροι τις, ἕξει τι χρήσιμον ὡς ἐν παραδείγματος μοίρᾳ λελεγμένον. εἰκὸς γὰρ καὶ τοῦτον ἐπὶ μικροῖς τοῖς ἄλλοις ἐκτροπὴν τοῦ χρώματος εἰς τὸ παρὰ φύσιν ἐσχηκότα μεγάλην ἀποθανεῖν ἢ κινδυνεῦσαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ «μελάγχλωρος» εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγχρως, ὡς ἐν ἐνίοις τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωσίν τινα μεγάλην ἐνδείκνυσθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι.
Ἐν Περίνθῳ τὸ γονοειδές, τὸ τοιοῦτον ὅτι κρίσιμον καὶ τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο. οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον. κράμβην ἑβδομαῖος ἔφαγεν ἔτι δύσπνους ἐών, τὰ περὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο.
Οὐκ ἀρχὴν τῆς προκειμένης ῥήσεως, ἀλλὰ τελευτὴν τῆς προτέρας οἱ περὶ τὸν Σαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου μὲν γάρ φασι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δʼ ἐκεῖνον, εἰωθότως δὲ τοῖς ἐν μέρει λόγοις τὸν Ἱπποκράτην προσγράφειν ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα. καίτοι καὶ οὗτος ὁ νῦν λεγόμενος λόγος ὅτι τῶν ἐπὶ μέρους ἐστὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· ὅτι οὔτε πολλῆς φύσης οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο. πολλὰ δʼ ἐν τοῖς τῶν Ἐπιδημιῶν γέ γραπται μὲν ἐπί τινων ἑωραμένα κατὰ μέρος, ὑποπέπτωκε δὲ καθολικοῖς θεωρήμασιν ἤτοι διηνεκέσιν ἢ ὡς τὸ πολὺ γινομένοις. οὕτως οὖν καὶ νῦν τὸ γονοειδὲς εἴτε οὖρον εἴτε διαχώρημα γενόμενον ἐν Περίνθῳ κρίσιμον ἐφάνη. πότερον δʼ ὀλίγοις ἢ πολλοῖς τὸ τοιοῦτον συμβαίη, κατὰ τὴν λέξιν αὐτοῦ τοῦ Ἱπποκράτους οὐ διώρισται. πιθανώτερον δʼ ἐστὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατʼ ἐκεῖνον τὸν καιρὸν ἐπιδημῆσαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτης ταῦτα. ὅταν μὲν γὰρ ἐφʼ ἑνός τινος γενόμενόν τι γράφῃ, προστίθησιν ἤτοι τὸν τόπον τῆς πόλεως ἐν ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον ἢ τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δʼ εἴωθε μνημονεύειν ὀνομαστὶ κατʼ ἐκείνας τὰς διηγήσεις, ἐν αἷς πολλοὺς ἐθεάσατο παθόντας ταὐτά. τοῦτο μὲν οὖν οὐ μεγάλην ἔχει διαφορὰν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα καὶ συναπτέτω τις ᾧ ἂν βούληται τὸ ἐν Περίνθῳ.
τὸ γονοειδὲς δὲ οὖρον ἢ καὶ διαχώρημα γένοιτʼ ἄν ποτε κρίσιμον, ὅταν ὁ καλούμενος ὑπὸ Πραξαγόρου χυμὸς ὑαλώδης ἐκκενῶται. τὸ δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα δεῖ μὲν ἐπὶ τὸ προειρη μένον ἀναφέρεσθαι, τὰ γὰρ τοιαῦτα πρὸς ἕτερον ἀναφερόμενα λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων. ἴσως οὖν ἢ ἐν τῷ ἐκγράφεσθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν ὑπομνημάτων τοῦ Ἱπποκράτους παρελείφθη τι τοιοῦτον γεγραμμένον, ἢ αὐτὸς ἑαυτῷ τοῦθʼ ὑπεμνημονεύσατο πρὸς τὸν πρῶτον ἄρρωστον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον· «ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗτος μελάγχρως». ἔνιοι δὲ διὰ ταύτην τὴν ἀπορίαν ὧδέ πως διπλῆν διεῖλον τὴν ῥῆσιν· ὅτι κρίσιμον καὶ τῶν ἤτρων, ὡς εἰ καὶ οὕτως ἐγέγραπτο· «τὸ γονοειδὲς οὖρον ὅτι κρίσιμόν ἐστι καὶ τῶν κατὰ τὸ ἦτρον παθῶν ἐπίστασθαι χρή,» καὶ πάλιν ἀπʼ ἄλλης ἀρχῆς· τὰ τοιαῦτα ὅτι αἱ οὐρήσιες ῥύονται, ἵνʼ ἀκούσωμεν «τὰ τοιαῦτα τὰ κατὰ τὸ ἦτρον γινόμενα.» καὶ τούτου γε μαρτύριον ἐφεξῆς ἔγραψεν, ὅτι οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο, τουτέστιν οὐδενὸς ἄλλου γενομένου τὸν κατὰ τὸ ἦτρον ὄγκον λῦσαι δυναμένου ἐπὶ μόνοις τοῖς γονοειδέσιν οὔροις ἐκρίθη τὸ νόσημα. τάχα γὰρ τοιοῦτόν τι κατὰ τὸ ἦτρον ἦν, ὁποῖον καὶ ἐν τῷ Προγνωστικῷ διῆλθεν αὐτὸς ἐν τῇδε τῇ λέξει· «τοὺς δʼ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρά τε ᾖ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ τε καὶ οὔρῳ· εἰ δὲ μή, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.» οὐ γὰρ δὴ φλεγμονὴν ἤ τι ταύτης ἔτι δυσλυτώτερον ἐν ἥπατι συστὰν ἢ ἐν ἐντέροις ἢ ἐν γαστρὶ γονοειδὲς οὖρον ἔλυσεν ἂν μόνον γενόμενον. διὰ τοῦτʼ οὖν ἐπήνεγκεν αὐτός· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον, ὡς, εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντος αὐτοῦ διὰ τῆς τοῦ γονοειδοῦς ἐκκρίσεως. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον οὐ πάνυ τι φαίνεται συνᾴδειν τοῖς οὕτω προειρημένοις, διὰ τοῦτό τινες ἀπʼ ἄλλης ἀρχῆς ἀνέγνωσαν αὐτό, δασύνοντες κατὰ τὴν πρώτην συλλαβὴν τὴν οὐ καὶ ποιοῦντες ἄρθρον προτακτικὸν ἀρσενικὸν πτώσεως γενικῆς, ὡς εἰ καὶ οὕτως εἶπεν· «οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον, κράμβην ἑβδομαῖος ἔφαγεν ἔτι δύσπνους ἐών. ἐπεὶ δὲ τὸ ἦτρον ἐλαπάχθη, εὐθύπνους ἐγένετο, τουτέστιν εὔπνους τε καὶ κατὰ φύσιν ἀναπνέων.» οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦσα τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίησεν ἢ κατὰ τὸν τῆς ἀναδόσεως λόγον. ἔνιοι δʼ ὡς βλαβέντος αὐτοῦ τὴν εὐθύπνους λέξιν ἐξηγήσαντο, σημαίνεσθαι λέγοντες ἐξ αὐτῆς τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆς δυσπνοίας τρόπον. ἐν γὰρ ταῖς αἰνιγματώδεσι ῥήσεσιν ὅ τι ἄν τις ἐθέλῃ δύναται λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖς, ἐν αἷς γε οὐδὲ τὴν Ἱπποκράτους γνώμην ἔνεστι μαθεῖν ἀκριβῶς, ἀλλὰ τὴν τῶν ἐξηγητῶν.
Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοώδεσι τὸ τοιοῦτον καὶ ἐν τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φαῦλον εἴτε χρηστόν.
Οὐχ ἁπλῶς τὸ λεπτὸν καὶ ὑδατῶδες αἷμα καλεῖν αὐτὸν ἰχωροειδὲς ὑποληπτέον ἐστίν, ἀλλὰ τὸ μετά τινος ἰώδους καὶ κακοήθους δυνάμεως. ἐν γὰρ τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν αὐτὸς ἔγραψε· «καὶ ὑπὸ τῷ δέρματι ἰχῶρες γίνονται, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται καὶ κνησμὸν ἐμποιοῦσιν, εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἀνίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον.» εὔδηλον οὖν ὅπως ὑπὸ τῶν ἰχώρων οὐ σμικρὰ συμπτώματα γίνεσθαί φησι. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι σημαίνει διὰ τῆς ἰχώρων προσηγορίας ὧδέ πως λέγων· «ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀρρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος.» ἰχωροειδὲς οὖν αἷμα καλεῖται τὸ περιέχον ἐν ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτήν, οὐχ ὑδατώδη καὶ ἄδηκτον, ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντος δὲ τοῦ Πλάτωνος «ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀρρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος,» εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ ἐπὶ τοῦ γάλακτος ὀρρώδης τίς ἐστιν ὑγρότης οἷον περιήθημα καὶ περίχυμα τῶν παχυτέρων ἐν αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κἀν φυτοῖς καὶ ζῴοις ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν ὀρρώδη τινὰ καὶ λεπτὴν ὑγρότητα. διοίσουσιν οὖν ἀλλήλων δηλονότι κατὰ τὰς φύσεις τῶν χυμῶν ὧν εἰσιν ὀρροὶ καὶ γενήσεται χαλεπώτατος μὲν ὁ τῆς μελαίνης χολῆς, ἧττον δὲ χαλεπὸς ὁ τῆς ξανθῆς, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγματος, ἐπιεικέστατος δὲ πάντων ὁ τοῦ αἵματος ὀρρός τε καὶ ἰχώρ. οὐδὲν γὰρ ἐν τῷ παρόντι διοίσει λέγειν οὕτως ἢ ἐκείνως, ἀλλʼ ἐπειδὴ διττῶς τὸ αἷμα λέγομεν, ἐνίοτε μὲν ἀντιδιαιρούμενον πρὸς τοὺς ἄρτι λελεγμένους χυμούς, ἐνίοτε δὲ κατʼ ἐπικράτειαν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμόν, ἰχωροειδὲς αἷμα νῦν ἀκουστέον ἐστὶ τὸ κατὰ τὸ δεύτερον σημαινόμενον, ὥσπερ καὶ λέγειν ἐστὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς ἐν ταῖς φλεβοτομίαις ἐνίοτε μὲν ὀρρῶδες, ἐνίοτε δὲ μελαγχολικὸν ἢ φλεγματῶδες ἢ χολῶδες, ἔστι δʼ ὅτε κατὰ φύσιν ἔχον ἐκκεκρίσθαι τὸ αἷμα. διὰ παντὸς μὲν οὖν πτοώδεις, ὅπερ ἐστὶ τεταραγμένους μετὰ φόβου, ποιήσει τὸ ἰχωροειδὲς αἷμα καὶ ἀγρύπνους γε προσέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ τινος, μὴ μόνον τοῦ αἵματος ὀρρὸς ἐν τοῖς αἱματικοῖς ἀγγείοις περιέχηται, καὶ παραφροσύνας καὶ φρενίτιδας καὶ μανίας ἐργάσεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδους ἔοικεν ὀρροῦ μνημομεύειν, ἀνάμνησιν ἑαυτῷ τινα γράφων τήνδε. … δειλίαν μὲν ἐργάζεσθαι τὸν φλεγματικὸν ὀρρὸν εἰκός ἐστιν, οὐ μὴν ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνησιν ψυχῆς πτοώδη. τὸ γὰρ νωθρὸν αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδές τε καὶ κακόηθες, εἰ μή ποτʼ ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ ἢ ἁλμυρὸν γένοιτο. ἀλλʼ ἐκεῖνό γε ζητήσεως ἄξιόν ἐστιν ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηστόν. εἰ μὲν γὰρ ἁπλῶς τις ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲς αἷμα, καλῶς δόξει λέγειν. τὸ γὰρ οὕτως λεγόμενον πάντως πρὸς τὸ κατὰ φύσιν παραβάλλεται· εἰ δέ τις τοῖς τῶν ἄλλων χυμῶν ἰχῶρσιν ἀντιπαραβάλλων τὸν τοῦ αἵματος ἰχῶρα μὴ πονηρὸν εἶναι λέγοι, καὶ οὕτως ἀληθεύειν ὀρθῶς ἂν νομισθείη. πολλάκις δʼ εἰώθασι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ τὸ ἧττον μοχθηρὸν ὀνομάζειν ἀγαθὸν ἢ χρηστὸν ἢ ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλισθʼ ὅταν ᾖ μεγάλη τις ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸς τὸ μετρίως ἀποκεχωρηκὸς τοῦ κατὰ φύσιν· ὥστε καὶ τὸ ἰχωροειδὲς αἷμα ζητοῦντος τοῦ Ἱπποκράτους εἴτε φαῦλον εἴτε χρηστόν ἐστι, δυναίμεθα ἂν ἡμεῖς ἀποφήνασθαι, τῷ μὲν ἀρίστῳ παραβαλλόμενον αἵματι φαῦλον ὑπάρχειν αὐτό, τοῖς δʼ ἄλλοις ἅπασιν, οἷς ὁ ἰχὼρ ἑτέρου τινὸς ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολὺ βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηστόν.
Οἷσι σπλήν ἐστι κατάρροπος, πόδες καὶ χεῖρες καὶ γούνατα θερμά, ῥὶς καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν τὸ αἷμα; ἦρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν;
Ὅτι μὲν κατάρροπος σπλὴν ὁ κάτω τὴν ῥοπὴν ἔχων λέγεται, καὶ διʼ αὐτῆς τῆς φωνῆς ἔστι μαθεῖν. εἴτε δʼ ἐπὶ τῶν κατʼ αὐτὸν ὄγκων ἐν τοῖς κάτω μέρεσι συνισταμένων εἴθʼ ὅταν εἰς αὐτὰ τὰ κάτω μόρια τοῦ σώματος ὠθῇ τοὺς ἐν αὐτῷ μοχθηροὺς χυμούς, ὠνόμασε κατάρροπον σπλῆνα, τοῦτο οὐκέθʼ οἷόν τε πρὸς τῆς φωνῆς διδαχθῆναι. δυνατόν γε μήν ἐστιν, ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει, κατʼ ἄμφω τὰ εἰρημένα δέξασθαι κατάρροπον ὑπʼ αὐτοῦ λελέχθαι τὸν σπλῆνα. πόδες γάρ, φησί, καὶ χεῖρες καὶ γόνατα θερμά, ῥὶς δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺς πόδας ἐν καταρρόπῳ σπληνὶ θερμὰ φαίνεσθαι λόγον ἔχει, καθάπερ καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα ψυχρά· τὰς δὲ χεῖρας οὔκ ἐστιν εὔλογον θερμὰς ὑπάρχειν ἐν καταρρόπῳ σπληνί. μᾶλλον μὲν γὰρ ἄν τις αὐτὰς τῶν ἄνω θείη μορίων, εἰ δὲ μή, ἀλλʼ οὐ τῶν κάτω. τοῦ δʼ οὖν ὦτα μὲν καὶ ῥῖνας εἶναι ψυχρά, τὰ κάτω δὲ θερμὰ σκοπῶν τὴν αἰτίαν ὁ Ἱπποκράτης ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι λεπτὸν ἔχουσι τὸ αἷμα, ἢ ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν; γίνεται δὲ τοιοῦτον τὸ αἷμα, ὅταν οἱ σπλῆνες γένωνται κατάρροποι. τινὲς δʼ οὐ τοῖς σπλησὶν ἀντιδιαιρεῖσθαί φασι τὸ ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν, ἀλλὰ τῷ μετὰ ταῦτα γεγραμμένῳ καὶ ποιοῦσιν ὅλην τὴν λέξιν τοιαύτην· «ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν ὡς ἐν τοῖς ἐμπυήμασιν;» ἐπισκεπτέον οὖν ἐφεξῆς ἀκριβέστερον ὑπὲρ αὐτοῦ τοῦ «ὡς ἐν τοῖσιν ἐμπυήμασιν», ὅπως τοῦτο τοῖς προειρημένοις συνάπτουσιν οἱ οὕτω γράφοντες. ὅσοι δʼ ἀρχὴν αὐτὸ βούλονται τῶν ἐφεξῆς γεγραμμένων εἶναι, τὸ «ὡς» ἀφαιροῦσι καὶ τοιάνδε τινὰ ποιοῦσι τὴν λέξιν· «τοῖς ἐμπυήμασιν ὀρρὸς τοῖσι μέλλουσιν ἐκπυΐσκειν, αἱ κοιλίαι ἐκταράσσονται,» γνώρισμα τῶν μελλόντων ἐκπυΐσκειν τιθέμενοι τὴν ταραχὴν τῆς γαστρός. εἴη δʼ ἂν οὐ πάντων τῶν ἐκπυϊσκόντων, ἀλλὰ μόνων ὅσα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων ἐκκρίσει τὸ σημεῖον τοῦτο ἔγραψεν ὁ Ἱπποκράτης. εἰ δʼ ἄνευ τοῦ διορίσασθαι περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήσατο, θαυμαστὸν οὐδέν, ἐὰν τοῦ κατʼ ἀρχὰς εἰρημένου μεμνώμεθα τοῦ γράφειν ἑαυτῷ ταῦτα παρασκευάς τινας εἰς συγγράμματα. μόνον γὰρ ἤρκει πρὸς ἀνάμνησιν ὧν βούλεται δηλοῦν ἑαυτῷ προσκείμενον ἐν γραφῇ τὸ αἱ κοιλίαι ἐκταράσσονται, λέγοντος αὐτοῦ κοιλίας ἐπιταράσσεσθαι τοῖς τοιούτοις ἐμπυήμασιν, ὧν μελλόντων ῥήγνυσθαι προδιιδροῦταί τις ἰχὼρ λεπτὸς ἐκ τοῦ πύου, διʼ ὃν δακνόμενα τὰ ἔντερα ταραχήν τινα τῆς γαστρὸς ἐργάζεται, τουτέστι δήξεις τε καὶ προθυμίας συνεχεῖς ἐπʼ ἀποκρίσεις. ἔνιοι δὲ καὶ τοιάνδε τινὰ γραφὴν ἴσασι·
Τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυΐσκειν, κοιλίαι ταράσσονται, βουλόμενοι δηλοῦσθαι συντόμως τὸ διὰ τοῦ Προγνωστικοῦ σαφῶς εἰρημένον· «ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ εἰς διαπύησιν τρέπεται.» οἷς μέντοι μέλλει διαρρήγνυσθαι τὸ ἐμπύημα, κοιλίαι προεπιταράσσονται. πολυειδῶς δὲ καὶ ἄλλως γράφουσι καὶ διαιροῦσιν οὐ ταύτην μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τῶν ἄλλων πλείστας οἱ ἐξηγησάμενοι τοῦτο τὸ βιβλίον, ὡς ἀπορρεῦσαί τινας τῶν ἐπὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων. φαίνονται γάρ τινες ποιεῖν ὅπερ ὁ Τίμων εἶπεν· εἰκάζω, τί θέλεις, ὀλίγον κρέας, ὀστέα πολλά. τινὲς δὲ καὶ τὴν ἑξῆς ῥῆσιν ἧς ἀρχὴ «σπλὴν σκληρὸς οὐ τὰ ἄνω» ταύτῃ συνάπτουσιν, ἵνα ἐπὶ τῶν κατὰ σπλῆνα διαφορῶν ὁ λόγος ᾖ γινόμενος αὐτῷ. μεταβάντες οὖν ἐπʼ ἐκείνην ἴδωμεν τὰς διαφοράς, ἔχουσι γάρ τι χρήσιμον.
Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατύς, παχύς, μακρός, λεπτός.
Τῶν ἐν σπληνὶ παρὰ φύσιν ὄγκων ἐν ταύτῃ τῇ ῥήσει διαφορὰς ἔγραψεν, ὑποτυπούμενος ἑαυτῷ τάχα, διότι καταρρόπου σπληνὸς ἐμνημόνευσεν. ἡ γοῦν πρώτη διαφορὰ μία τῶν τοιούτου σπληνός ἐστιν· ὁπόταν μὲν γὰρ σκληρὸς ᾖ, μὴ μέντοι τὰ ἄνω, πρόδηλον ὅτι τὰ κάτω σκληρός ἐστιν. ἡ δευτέρα δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει διαφορὰ τῶν καταρρόπων σπληνῶν αὐτῶν πάλιν ἐστὶν ἰδία. τούτων γὰρ τῶν καταρρόπων σπληνῶν κοινὸν ἐχόντων τὸ τὰ μὲν ἄνω μέρη μὴ ἔχειν σκληρά, τὰ κάτω δʼ ἔχειν ὁ μέν τίς ἐστι στρογγύλος, ὁ δέ τις πλατύς, ὁ δʼ ἐπὶ μῆκος ηὐξημένος ἤτοι σὺν ὄγκῳ παρὰ φύσιν ἢ χωρὶς τούτου μόνην ἐσχηκὼς τὴν κατὰ τὸ μῆκος ἐπίδοσιν. ἐδήλωσε δὲ τὴν μὲν προτέραν ἐν τῷ φάναι παχύς, μακρός· τὴν δὲ δευτέραν ἐν τῷ μακρός, λεπτός. δὶς γὰρ τοῦ μακρὸς ὑφʼ Ἱπποκράτους γεγραμμένου, καθάπερ ἄν τις εἰκάσειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐκγραφόμενοι καὶ τοιαύτην ἐποίησαν τὴν ῥῆσιν, οἵαν ἄρτι προὔγραψα. κατὰ λόγον δʼ ἐστὶ πρώτης μὲν αὐτὸν μεμνημονευκέναι διαφορᾶς, καθʼ ἣν ἔφη σπλὴν σκληρὸς οὐ τὰ ἄνω, τουτέστι τὰ κάτω σκληρός, ὥσπερ καὶ κατάρροπός ἐστιν. εἶτα πάλιν αὐτοῦ διαφορὰς τέσσαρας εἴρηκε· μίαν μὲν ἐν ᾗ στρογγύλος ἐστί, δευτέραν δὲ ἐν ᾗ πλατύς, ἀμφοτέρων τούτων ἐχουσῶν κοινὸν τὸ μὴ προσηυξῆσθαι κατὰ μῆκος τὸν σπλῆνα. δύο δʼ ἄλλας διαφορὰς τὴν μὲν ἑτέραν καθʼ ἣν μακρὸς καὶ παχὺς γίνεται, τὴν δʼ ὑπόλοιπον καθʼ ἣν μακρὸς καὶ λεπτός. δὶς γάρ, ὡς ἔφην, γεγραμμένου τοῦ μακρός, εἰκός ἐστιν τὸ ἕτερον ὡς περιττὸν παρελθεῖν τὸν ἀντιγραφόμενον ἐκ τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη τίς ἐστιν, ἐν ᾗ τὸ μακρὸς ἐγώ φημι δὶς ὑφʼ Ἱπποκράτους εἰρημένον ἅπαξ γραφῆναι πρὸς τοῦ βιβλιογράφου. δυνατὸν δʼ ἴσως ἐστί, κἂν ἅπαξ ὑπʼ αὐτοῦ τοῦ Ἱπποκράτους ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺς καὶ λεπτός, ἀπὸ κοινοῦ δέξασθαι συνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετʼ αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα παρὰ τοῖς παλαιοῖς εὑρίσκεται· τοὺς δʼ ἐξηγητὰς ἐθαύμασα πολυειδῶς μεταγράψαντας τὴν ῥῆσιν ἄλλον ἄλλως. εἴπερ γὰρ ὅλως ἀποχωρεῖν τις τολμᾷ παλαιᾶς γραφῆς, κατά τι πιθανὸν χρὴ τοῦτον πράττειν, ὥσπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφʼ ὧν δὶς γεγραμμένου τοῦ μακρὸς παραλελεῖφθαι τὸ ἕτερον. ὅτι δʼ οὕτως ἔχουσαν τὴν γραφὴν ἐπίστανται πάντες οἱ παλαιοὶ τῶν ἐξηγητῶν, μαρτυρία καὶ παρὰ τοῦ Ζεύξιδος ἂν εἴη ἀρίστη. οὗτος γὰρ ὡς κακῶς ἐξηγησαμένου τοῦ Γλαυκίου τὴν προκειμένην ῥῆσιν οὐδὲν μὲν ἐγκαλεῖ περὶ τῆς γραφῆς, καίτοι γʼ ἀπόρου καὶ ταύτης τῆς λέξεως φαινομένης αὐτῷ, ὅτι δὲ προσέθηκεν ἀποφάσεις τοῖς εἰρημένοις μέμφεται. φησὶ γὰρ ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξηγήσασθαι τὴν προκειμένην ῥῆσιν ἅπασι τοῖς προειρημένοις ἀποφάσεις προστεθεικέναι, ὡς εἰ καὶ οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· «Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, οὐ πλατύς, οὐ παχύς, οὐ μακρός, οὐ λεπτός.» ἡγεῖτο γὰρ Γλαυκίας ἀδύνατον εἶναι τὸν σπλῆνα ταῦτα πάντα τὰ πάθη δέξασθαι μὴ δυνάμενα συνυπάρχειν, ὥσπερ ἀναγκαῖον ὂν ἐφʼ ἑνὸς ἀνθρώπου πάντων ἀκούειν αὐτῶν, ἀλλʼ οὐ διαφορὰς ἐφεξῆς ἑαυτῷ γράψαι τὸν Ἱπποκράτην πρὸς ἀνάμνησιν, ὡς ἔμπροσθεν ἔγραψε τὰς δυσπνοίας τε καὶ πυρετῶν, οὕτω νῦν τῶν ἐν τοῖς καταρρόποις σπλησὶ παρὰ φύσιν ὄγκων. εἰ δʼ ἔξεστι προστιθέναι τοῖς καταφατικῶς εἰρημένοις ἀποφάσεις, ἅπαν οὕτω τις διαφθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει τῶν παλαιῶν βεβαίαν.
Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν.
Οὐδὲν ἄλλο ἔχομεν νοεῖν ἢ ὅτι τὰ εἰρημένα τῷ σπληνὶ συμβαίνειν ἧττον γίνεται τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι. αἰτίαν δὲ τούτου καὶ Ῥοῦφός φησι καὶ Σαβῖνος, διότι τὸ αἷμα καθαίρεται τῇ κορύζῃ. διὰ τοῦτο γὰρ οἴονται μηδὲν ἥκειν ἐπὶ τὸν σπλῆνα. βέλτιον δʼ εἰς καθολικὸν ἀνάγεσθαι λόγον, οὐκ εἰς τὸ κατὰ μέρος αὐτό. πάνυ γάρ ἐστι σπάνιον ἐν ὅλῳ τῷ σώματι δύο τινὰ μόρια παραπλησίως ἔχειν ἀσθενῆ. τοῖς πλείστοις γὰρ ἕν γε τοιοῦτον φαίνεται γινόμενον, εἰς ὅ, κἂν πληθώρα κἂν κακοχυμία τις ἐν τῷ σώματι γένηται, πάντα συρρεῖ τὰ περιττά. φθάσαντος δʼ ἑνὸς αὐτὰ δέξασθαι, τὰ λοιπὰ κατὰ φύσιν ἔχοντα διαμένει. οὐ μόνον οὖν τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν, ἀλλὰ καὶ τοῖς τῶν ἀναπνευστικῶν τι μορίων ἢ τῶν κατὰ νεφροὺς καὶ ἧπαρ ἢ κοιλίαν ἀσθενὲς ἔχουσι φύσει μᾶλλον ἐκεῖνο πάσχον εὕροις ἂν ἢ τὸν σπλῆνα. τούτου δὲ ὄντος κοινοῦ καὶ καθόλου, προσθείη ἄν τις ἴδιον τῶν νῦν λεγομένων, ἐφʼ ὧν ἀθροίζεται φλεγματῶδες ὑγρὸν ἢ λεπτὸν καὶ ὑδατῶδες, οἷοίπερ εἰσὶ καὶ οἱ ἀπὸ κεφαλῆς κορυζώδεις, τούτοις μὴ πάνυ τι τοὺς παρὰ φύσιν ὄγκους ἐν σπληνὶ συνίστασθαι παχέσι καὶ μελαγχολικοῖς ἑπομένους χυμοῖς.
Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη καὶ αἱ ἐς τὴν νοῦσον ἐρωτήσιες· ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι πρὸς τὸν νοσέοντα, πρὸς τοὺς παρεόντας καὶ τὰ ἔξωθεν.
Ἐξεῦρεν οἰκεῖον ὄνομα τῶν μελλόντων ῥηθήσεσθαι λόγων οἰκονομίην εἰπών. οὐ γὰρ ὡς ἐν τοῖς ἄλλοις σχεδὸν ἅπασι συγγράμμασιν ἤτοι διαγνώσεις παθῶν ἢ θεραπείας ἢ προγνώσεις τῶν ἐσομένων ἔγραψεν, οὕτω καὶ νῦν, ἀλλʼ ὅπως ἄν τις ἐπιδεξίως οἷς ἐμάθομεν ἰατρικοῖς θεωρήμασι χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆσιν, οὐ τὰ κατὰ μέρος ἐν αὐτοῖς, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον γράφων. καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήσεων, ἃς ὁ ἰατρὸς δηλονότι ποιεῖται πρὸς τὸν κάμνοντα, δευτέρου δὲ τῶν διηγήσεων αὐτοῦ. πολλὰ γὰρ εἰώθασιν οἱ κάμνοντες διηγεῖσθαι δυνάμενα τὴν γνώμην ἐνδείξασθαι τοῦ λέγοντος, ὡς, εἴ γε μὴ πρότερον εἰδείημεν αὐτόν, ἐξ αὐτῶν ὧν ἂν διηγήσηται συνιέντας, ὁποῖός τίς ἐστιν, οὕτως αὐτῷ προσφέρεσθαι. φρόνιμον μὲν γὰρ εἰ γνωρίσαις εἶναι τόνδε τινὰ τὸν ἄνθρωπον ἔτι τε μὴ δειλόν, ἀληθεύειν πειραθήσῃ μηδὲν ὑποστελλόμενος τῶν κατὰ τὴν νόσον ἐσομένων· ἄφρονα δὲ καὶ δειλόν, ἐξ ὧν ἂν εὐθυμότερος γένοιτο, πάντα ταῦτα ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεσθαι. κἂν ἀναγκασθῇς δέ ποτε διὰ δειλίαν ἐσχάτην τοῦ κάμνοντος ἐπαγγείλασθαι σωτηρίαν αὐτῷ βεβαίαν, ἀλλʼ ἐξελθών γε τοῖς κηδομένοις αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖς τοῖς κάμνουσι, κἂν ἄκρως ὦσι δειλοί, μὴ καθάπερ οἱ προχείρως ψευδόμενοι τὴν σωτηρίαν ἐπαγγέλλεσθαι χωρὶς τοῦ προσθεῖναί σε τὴν ἀρχὴν ἔσεσθαι ταύτην ἅπαντα πράττοντος αὐτοῦ καλῶς καὶ πειθομένου τοῖς προστάγμασι τῶν ἰατρῶν. οὕτω γὰρ οὔτʼ ἐκεῖνος ἀθυμήσει καὶ σὺ πολλάκις ἀληθεύσεις. τὰ γὰρ πλεῖστα τῶν ἐπισφαλῶν νοσημάτων ἀνατρέπει τοὺς κάμνοντας ἀπειθοῦντας τοῖς ἰατροῖς, ὡς ὀλίγα πάνυ τὰ πάντως ἀναιροῦντα γενήσεται, ἐὰν μήθʼ ὁ ἰατρὸς ἁμάρτῃ τι μήθʼ ὁ νοσῶν μήθʼ οἱ ὑπηρέται, μήτʼ ἄλλο τι τῶν ἔξωθεν ἐκ τύχης γένηται βλαβερόν. ὅσοι γὰρ ἐν σφαλεροῖς νοσήμασι πλέον τοῦ προσήκοντος τοὺς κάμνοντας εὐθύμους ποιοῦσι, πολλαπλασίαν αὐτοῖς ἀθροίζουσι δυσθυμίαν ἐν ταῖς ἑξῆς ἡμέραις, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόσημα γινόμενον ἢ χρονίζῃ παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ καὶ θαρρήσαντες, ὡς ἀκινδύνως νοσοῦντες, οἱ πλείους τῶν ἀνθρώπων οὐ πάνυ κατήκοοι γίνονται τῶν ἰατρῶν.
ἄμεινον μὲν οὖν ἐπίστασθαι τὸ τοῦ κάμνοντος ἦθος ἔμπροσθεν ὅθʼ ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐντυγχάνομεν, ἐξ ὧν διηγεῖται συνήσομεν ὁποῖός τίς ἐστιν. ἐξ ὧν δὲ προγινώσκομεν, ἕξομέν τι πρὸς τὴν νόσον ἐξευρίσκειν. εἰ γάρ τις κόσμιος ὢν φύσει θρασέως ἀποκρίνοιτο καὶ φρόνιμος ὢν ἄφρων φαίνοιτο κατὰ τὴν διήγησιν, ἔνδειξις ἡμῖν ἐντεῦθεν ἔσται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ, καθάπερ εἰ καὶ νήφων καὶ φροντιστὴς ἢ ἀγρυπνητικὸς εἴη καὶ φύσει χαίρων τῷ διηγεῖσθαι μακρὰ νωθρὸς φαίνοιτο περὶ τὰς διηγήσεις ἢ τὰς ἀποκρίσεις. κἀξ αὐτῆς δὲ τῆς φωνῆς ἔνεστί τι τεκμήρασθαι περὶ τῆς νόσου. τινὲς μὲν γὰρ μόγις φθέγγονται, τινὲς δὲ βραγχῶδες ἢ ὀξὺ περὶ τὸν τῆς νόσου καιρόν, ἔνιοι δὲ ψελλίζουσί τε καὶ τραυλίζουσιν, ὧν ἕκαστον ὁποῖόν τι σημαίνει μεμάθηκας ἐν ἑτέροις. ἐκ μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸς γνώσεταί τι περὶ τοῦ νοσοῦντος, ὁποῖος τὴν γνώμην καὶ τὸ ἦθος, αὐτῆς δὲ τῆς νόσου τίς ἐστιν ἡ ἰδέα.
πάλιν δʼ αὐτὸς ἐπιδείξεται τῷ τε κάμνοντι καὶ τοῖς ἀμφʼ αὐτὸν ὁποῖός τίς ἐστι τὴν τέχνην ἐξ αὐτῶν τῶν ἐρωτήσεων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἰδών τις ἐν ὀξεῖ νοσήματι πεύσεται μή τις κένωσις αὐτῷ γέγονεν ἢ ἀγρυπνία καὶ λύπη, μὴ σιτίων ἔνδεια καὶ κόπος ἰσχυρός. τὸ δὲ πρόσωπον ἀσύμπτωτον θεασάμενος ἐρήσεται, μή τις συνέπεσεν αὐτῷ τῶν συνήθων ἐκκρίσεων ἐπίσχεσις ἢ παρὰ τὸ ἔθος ἀργῶς καὶ ἐπὶ πλησμονῆς διῃτήθη. δυνήσεται δὲ καὶ περὶ ψύξεως ἐγκαύσεώς τε καὶ οἰνοπόσεως πολλῆς, ὅσα τε ἄλλα τοιαῦτα, πυνθάνεσθαι κατὰ τρόπον, ὥστε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸς τῶν παρόντων· ἐὰν γὰρ τὰ προγεγονότα καὶ τὰ προγινωσκόμενα τῷ τε κάμνοντι καὶ τοῖς ἀμφʼ αὐτὸν ὁ ἰατρὸς πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτόν, ὥσπερ κἂν εἴ τινα τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτῴη, καταγινώσκουσιν. ἀλλὰ καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι παρʼ αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως ἐρωτήσεώς τε καὶ ἀποφάσεως ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δʼ ἅπαντα ταῦθʼ ἡμῖν ἑτέρωθι, καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους αὐτὰ μόνα τά γε πρῶτα κεφάλαια διερχομένου, καὶ ἡμεῖς κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ Προγνωστικὸν ὑπομνήματα καὶ τὰ Περὶ κρίσεων ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι. τούτων δὲ τῶν ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφʼ Ἡροδότου γραφέντων ἔνια κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς «Ἰατρόν». εἴρηται δὲ καὶ πρὸς ἡμῶν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα.
ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ λόγου μεταβῶμεν ἐπὶ τὰ ἐφεξῆς γεγραμμένα· ὥσπερ ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ ἐσθῆτα καὶ σκεύη καὶ οἰκέτας, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα καὶ οἰκίας καὶ σῖτον καὶ χεδροπὰ καὶ τραγήματα καὶ οἶνον καὶ ἔλαιον, ὅσα τʼ ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ χρῆσθαι τούτοις προσηκόντως, ὅπερ ὀνομάζουσιν οἰκονομίαν, οὕτω καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτόν ἐστι τὸ μαθεῖν τὴν τέχνην τῷ χρήσασθαι προσηκόντως οἷς ἔμαθέ τις, ἐπιστάμενος ἐν καιρῷ μὲν αὐτὸς ἐρωτῆσαι καὶ εἰπεῖν, ἐν καιρῷ δʼ ἀκοῦσαί τι τοῦ κάμνοντος ἢ τῶν οἰκείων αὐτοῦ διαλεχθῆναί τε αὐτοῖς, ὅπως εἰς τὴν ὑπηρεσίαν ὡς χρησιμώτατοι γίνονται, προνοήσασθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται τοῖς ἰατροῖς καὶ τοῖς οἰκείοις τοῦ κάμνοντος· ὧν μάλιστα χρήσιμα τὰ περὶ τὰς κατακλίσεις εἰσὶν ἢ τῶν οἰκιῶν ὅλων μοχθηρῶν οὐσῶν ἢ τῶν οἴκων ἐν οἷς οἱ νοσοῦντες κατάκεινται διʼ ὀσμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν ἰσχυρῶς ἢ εὐρῶτος πλήρη, καὶ περὶ τῆς ἐνοχλήσεως δὲ τῆς ἐκ τῶν γειτνιώντων ἢ τῆς τῶν παριόντων κατὰ τὰς δημοσίας ὁδοὺς προνοήσασθαι χρὴ τὸν ἰατρόν, διαλεχθῆναι δὲ περὶ τούτων ἁπάντων τοῖς οἰκείοις τε καὶ φίλοις τοῦ νοσοῦντος. αὕτη γάρ ἐστι καὶ τοιαύτη τις ἡ περὶ τοὺς κάμνοντας οἰκονομία.
Ὅτι ἐν θερμοτέρῳ, στερεωτέρῳ, ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο καὶ ἔξω αἱ φλέβες μᾶλλον.
Οὐδὲν θαυμαστόν ἐστι κἀνταῦθα παραλελεῖφθαι τὸ συνέχον μάλιστα τὸν ὅλον λόγον. οὐ γὰρ σύγγραμμά ἐστι τὸ βιβλίον τοῦτο πρὸς ἔκδοσιν γεγονός, ἀλλὰ παρασκευαί τινες ἢ ὑποτυπώσεις ὁποίας ἑαυτοῖς εἰώθαμεν ποιεῖσθαι· ὡς, εἴ γε σύγγραμμα ἦν, οὕτως ἂν ἀρχόμενος, ὡς ἐν τοῖς Ἀφορισμοῖς ἔγραψε, προσέθηκε τὰ ἐφεξῆς, τὸν ὅλον λόγον ποιησάμενος τοιοῦτον· «ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας μᾶλλον εὑρίσκεται συνιστάμενα, τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆς τὸν ἀριστερόν. εἰκὸς γάρ ἐστιν ἐν τῷ θερμοτέρῳ μέρει τῆς μήτρας τὸ θερμότερον συνίστασθαι. θερμότερον δʼ ἐστὶ τὸ ἄρρεν, ὡς δηλοῖ καὶ τὸ τῶν φλεβῶν μέγεθος ἐν αὐτῷ καὶ ἡ χρόα· μελάντεροι γάρ εἰσι τοὐπίπαν οἱ ἄνδρες τῶν γυναικῶν.» οὕτως μὲν ἄν, εἰ σύγγραμμα ἔγραψεν ὁ Ἱπποκράτης ὁμοίως τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων καὶ Προγνωστικῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, ἐπεποίητο τὴν ἑρμηνείαν. ἐπεὶ δʼ, ὡς ἔφην, ἑαυτῷ μόνῳ ταῦτα ὑπετυπώσατο, διὰ τοῦτο παραλέλειπται τὸ κεφάλαιον τοῦ λόγου, μὴ δηλώσαντος αὐτοῦ περὶ τῶν κατὰ τὴν κύησιν ἀρρένων λέγεσθαι ταῦτα.
τὸ μέντοι ἄρρεν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας κυΐσκεσθαι καὶ ἄλλοι τῶν παλαιοτάτων ἀνδρῶν εἰρήκασιν. ὁ μὲν γὰρ Παρμενίδης οὕτως ἔφη· «δεξιτεροῖσι κόρους, λαιοῖσιν δʼ αὖ κτίσε κούρας,» ὁ δʼ Ἐμπεδοκλῆς οὕτως· «ἐν γὰρ θερμοτέρῳ γόνος ἄρρενος ἔπλετο γυίῳ, καὶ μέλανες διὰ τοῦτο καὶ ἁδρομελέστεροι ἄνδρες καὶ λαχνήεντες μᾶλλον.» ὅτι δὲ ἀληθὴς ἡ περὶ τῆς κράσεως τοῦ ἄρρενος ὡς θερμοτέρου δόξα, τελέως ὁ λόγος ἐν τοῖς Περὶ κράσεων ὑπομνήμασιν ἐξείργασται. νυνὶ δʼ, ὡς πολλάκις εἶπον, οὐκ ἀπο δεικνύναι τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι.
καὶ ταύτην οὖν τινες τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμησαν μεταγράφειν, τὸ στερεωτέρῳ, καὶ ποιῆσαι «στερεώτεροι». δοκεῖ γὰρ αὐτοῖς ἄλογον εἶναι τὸ δεξιὸν μέρος τῆς μήτρας ὥσπερ θερμότερον, οὕτω καὶ στερεώτερον λέγεσθαι. φαίνεται γὰρ ὁμοίως ἔχον ὅσον ἐπὶ στερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φασίν, ὅτι ἐν θερμοτέρῳ στερεώτεροι ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο, δηλούσης τῆς λέξεως ἐν τῷ θερμοτέρῳ τῆς μήτρας μέρει κυεῖσθαι τὸ ἔμβρυον στερεώτερον, ἐν ἴσῳ τῷ ἰσχυρότερον καὶ εὐρρωστότερον, ἐπειδὴ καὶ θερμότερόν ἐστι φύσει. περὶ δὲ τῆς ἀληθείας τοῦ δόγματος οὐ νῦν, ὡς ἔφην εἶναι, λέγειν καιρός. ἐπεὶ δʼ ἔνιοι πρὸς τοὺς εἰπόντας ἅπαντα δεξιὰ μέρη τῶν ἀριστερῶν εἶναι θερμότερα καὶ ἰσχυρότερα διὰ τὴν τοῦ ἥπατος θέσιν ἀντιλέγοντες ἔφασαν· «ἀλλʼ ἔκ τε τῶν ἀριστερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθʼ ὁ δεξιὸς ὀφθαλμὸς τοῦ ἀριστεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖς ἀκοῦον ἢ τὸ σκέλος βαδίζον, ἀλλʼ ἐπὶ τῆς χειρὸς μόνης τὸ τοιοῦτον δοκεῖ πιθανὸν εἶναι», διὰ τοῦτο ὀλίγα πρὸς αὐτοὺς εἰρήσεται. μεγίστη γὰρ ἀπόδειξις τοῦ τὰ πλεῖστα τῶν ἀρρένων ἐν τοῖς δεξιοῖς μέρεσι κυΐσκεσθαι τὸ ἐκ τῆς ἀνατομῆς τῶν ζῴων φαινόμενον. δύο γοῦν ἐχούσης κόλπους τῆς μήτρας συναπτομένους κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα, τὰ μὲν ἄρρενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεται κυϊσκόμενα, τὰ θήλεα δʼ ἐν θατέρῳ. κάλλιον οὖν ἦν τούτου φαινομένου ζητῆσαι τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶσθαι τὸ ἀληθὲς ἀγνοίᾳ τῆς αἰτίας. ἀλλʼ ὑμεῖς γε καὶ τὴν αἰτίαν ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐμάθετε, θεασάμενοι πρὸς μὲν τὸ δεξιὸν μέρος τῆς μήτρας μετὰ τὸ καθαρθῆναι τὸ αἷμα κατὰ τοὺς νεφροὺς ἀφικνούμενον, εἰς δὲ τὸ ἀριστερὸν ἀκάθαρτον ἔτι καὶ ὀρρῶδες. ἐθεάσασθε δὲ καὶ τὴν καρδίαν ἐν τῷ μέσῳ τοῦ θώρακος κειμένην, οὐκ ἐν τοῖς ἀριστεροῖς. οἰηθῆναι δέ τινας ἐνταῦθα κεῖσθαι μᾶλλον αὐτὴν εἰκός ἐστιν ἐκ τοῦ διασημαίνειν τὸν σφυγμὸν κατὰ τοῦτο τὸ μέρος, ὡς ἂν τῆς ἀριστερᾶς ἐν αὐτῇ κοιλίας σφυζούσης.
Συνεκρίθη, συνέστη ὀξύτερον κινηθέν, ἐμωλύνθη καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον.
Πολλάκις εἶπον ἐν τούτῳ τῷ βιβλίῳ μυρίας εἶναι γραφάς, διὰ τὴν ἀσάφειαν ἄλλων ἄλλως αὐτὰς ῥυθμιζόντων, ὡς ἂν ἑκάστῳ δόξῃ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι πιθανόν. ἀλλʼ ἐγὼ τὰς παλαιὰς γραφὰς προαιροῦμαι, κἂν ἀπίθανοι δοκῶσιν εἶναι καὶ μείζονα τὴν ἀπορίαν ἔχειν. διʼ αὐτὸ γὰρ τοῦτο πιστεύοι ἄν τις αὐτὰς οὕτως εἰρῆσθαι, διότι καίτοι γʼ ἀπορίας οὔσης περὶ τὴν ἐξήγησιν ὅμως οἱ παλαιότατοι τῶν ἐξηγητῶν ἐν ταύταις ὁμολογοῦσιν. εἰ δέ γʼ ἐτόλμων αὐτὰς μεταγράφειν, εἰς εὐπορωτέραν ἂν ὑπήλλαττον λέξιν, ὥστε πιθανὴν γενέσθαι τὴν ἐξήγησιν. καὶ τοίνυν τῆς προκειμένης ῥήσεως οὕτως νῦν γεγραμμένης ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, εἰδότων δὲ καὶ τῶν παλαιῶν ἐξηγητῶν οὕτως αὐτὴν ἔχουσαν, ἐξεῖλον οἱ πλεῖστοι τῶν νεωτέρων τὸ ἐμωλύνθη. τινὲς δὲ καὶ τῷ κινηθὲν προσέθηκαν τὸ «βραδύτερον», ὡς γενέσθαι τὴν λέξιν τοιαύτην· «συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν βραδύτερον αὔξεται.» τινὲς δὲ καὶ τὸ «διὰ τοῦτο» προὔταξαν τῆς λέξεως, ὡς γενέσθαι τοιάνδε· «διὰ τοῦτο συνεκρίθη, συνέστη.» τό γε μὴν τῆς διανοίας οὐ μέγα παραλλάττει κατὰ πάσας τὰς γραφάς, βούλονται γὰρ οἱ ἐξηγηταὶ συγκριθῆναι καὶ συστῆναι διὰ τοῦτο θᾶττον τὸ ἄρρεν τοῦ θήλεος, ὅτι θερμότερόν ἐστι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ τοῦτό φασιν. καὶ μέντοι καὶ ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἰατροῖς οὐ μόνον διαπλάττεσθαι θᾶττον, ἀλλὰ καὶ κινεῖσθαι τὸ ἄρρεν τοῦ θήλεος. εἴρηται δὲ περὶ τούτων σαφῶς κἀν τῷ Περὶ φύσεως παιδίου, ὥσπερ γε καὶ παρὰ Διοκλεῖ κατὰ τὰ Περὶ γυναικείων συγγράμματα. Ῥοῦφος δέ φησι Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίως ἀποφήνασθαι κατὰ τὸ Περὶ φύσεως δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸς αὐτῶν τῶν κυουσῶν καὶ θᾶττον ἀρχόμενα κινεῖσθαι καὶ πλείονας καὶ σφοδροτέρας κινήσεις φαίνεσθαι κινούμενα τὰ ἄρρενα. λέγεται δʼ ἐν τῇ προκειμένῃ ῥήσει, ὅτι μὲν θᾶττον συνεκρίθη τε καὶ συνέστη, τουτέστιν ἐπάγη τε καὶ ἐστερεώθη, μετὰ ταῦτα δʼ αὔξεται βραδύτερον τοῦ θήλεος τὸ ἄρρεν, αὔξησιν δὲ πότερον ἐκείνην ἣν κυούμενον ἴσχει μόνην ἢ τὴν ἐφεξῆς λέγει νῦν ἄδηλον. ἀληθὲς δʼ ἐστίν, ὅτι καὶ μετὰ τὴν ἀποκύησιν αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵσταται πρότερα τὰ τῆς αὐξήσεως αὐτῷ. τοῦ μὲν αὔξεσθαι θᾶττον ἡ μαλακότης αἰτία τοῦ σώματος. ῥᾷον γὰρ ἐπιδίδωσι διατεινόμενα τὰ τοιαῦτα σώματα πρὸς τὰς τρεῖς διαστάσεις, μῆκος, βάθος καὶ πλάτος. ἵστασθαι δὲ καὶ παύεσθαι τὴν αὔξησιν αὐτοῖς προτέροις τῶν ἀρρένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ σώματος, ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑπάρχει. δύναμις γάρ ἐστιν ἐν τοῖς ζῴοις φυσικὴ τὴν αὔξησιν αὐτῶν ἐργαζομένη, διʼ ἣν εὐρρωστοτέραν μὲν οὖσαν ἐπὶ πλέον αὔξεται, θᾶττον δὲ παύεται τῆς αὐξήσεως, ἀσθενοῦς ὑπαρχούσης. εἴπερ οὖν ὁ Ἱπποκράτης αὐτὸς ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον ἄν τι φαίνοιτο σημαίνειν, οἷον κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, ἔνθα φησίν· «ἀριστερὸν παρʼ οὖς οἴδημα, τῇ δʼ ὑστεραίῃ καὶ δεξιόν, ἧσσον δὲ τοῦτο, καὶ ἐπεχλιαίνετο ταῦτα καὶ ἐμωλύνθη καὶ οὐκ ἀπεπύησεν.» τὸ γὰρ διὰ τῆς ὀξείας κινήσεως καὶ μεταβολῆς παυσάμενον καὶ ἀποψυχθὲν οὕτως ὠνόμασεν.
Ὅτι ἐστερεώθη καὶ χολωδέστερον καὶ ἐναιμότερόν ἐστι τοῦτο τὸ χωρίον τῷ ζῴῳ.
Διὰ τοῦτό φησι τὸ ἄρρεν στερεώτερόν τε καὶ χολωδέστερον καὶ ἐναιμότερον γίνεσθαι, διότι καὶ τὸ χωρίον ἐν ᾧ κυΐσκεται τοιοῦτον ὑπάρχει, λέγει δὲ δηλονότι τὸν δεξιὸν κόλπον τῆς μήτρας. καὶ ταύτην δὲ τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει. πάντες μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουσι, διότι καὶ τὸ λίαν ἀκριβῶς ζητεῖν, ὁποία τίς ἐστιν ἡ ὄντως Ἱπποκράτους λέξις, περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο σκοπεῖν, ἀλλʼ εἰ τὸ λεγόμενον ἀληθές. ἡ δʼ ἀλήθεια διὰ τῶν ἀνα τομῶν, ὡς ἔφην, εὑρίσκεται, τῶν ἀρρένων τοὐπίπαν ἐν τῷ δεξιῷ κόλπῳ τῆς μήτρας κυϊσκομένων. εἴρηται δὲ καὶ ἡ αἰτία τοῦ θερμότερον εἶναι τοῦτον καὶ αὐτὴ διὰ τῆς ἀνατομῆς ἐγνωσμένη.