eul_wid: xie-aan
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Ξ by Etymologicum Magnum

ξ.ξὶ τὸ στοιχεῖον, παρὰ τὸ ξέεσθαι ἐν τῷ γράφεσθαι τῶν ἄλλων πλέον· καὶ ἄλλως, ὅτι ὡσεὶ ξύσματά ἐστιν ἀπὸ σιδήρου ὁ τούτου ἦχος. Ξάνθος: Κυρίως ὁ ποταμὸς, παρὰ τὸ ξανθὰς τρίχας ποιεῖν τοῖς λουομένοις ἐκεῖσε· ξανθὸς δὲ, τὸ ἐπίθετον, ἐκ τοῦ ξαίνω ξαντὸς, καὶ ξανθός· διὰ τούτου γὰρ φησὶν αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι τοιοῦτοι. Ἢ παρὰ τὸ ἄνθος, πλεονασμῷ τοῦ ξ, καὶ καταβιβάσει τοῦ τόνου. Ξανθός· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, εἰδικοῦ· τὸ γενικὸν πῶς ἐστί; Χολή· διαιρεῖται εἰς δύο, εἰς ἀτμῶδες καὶ ὠχρόν. Ξενοφῶν: Παρὰ τὸ ξένος καὶ τὸ φαίνω, ὁ ἐν τοῖς ξένοις τόποις φαινόμενος· καὶ Δημοφῶν, ὁ ἐν τῷ δήμῳ φαινόμενος· καὶ τὰ ὅμοια ὁμοίως. Ξένος: Διχῶς· καὶ ὁ ὑποδεχόμενος τὸν ξένον, καὶ ὁ ἀπὸ τῆς ἀλλοδαπῆς ἥκων. Καὶ πεποίηται τοὔνομα παρὰ τὴν σκηνὴν, τὸν παρέχοντα σκέπην, ἵνʼ ᾖ σκένος καὶ ξένος. Ἢ παρὰ τὸ ἄγω ἄξω ἄξενος, καὶ ξένος, ὃν ἄγει τὶς εἰς ἑαυτὸν καὶ ὑποδέχεται· ἢ παρὰ τὸ ἵξω ἵξενος καὶ ξένος. Ὦρος. Καὶ πλεονασμῷ τοῦ ι, γίνεται ξεῖνος. Σημαίνει δὲ τρία· τὸν φίλον, Ἦ ῥά νύ μοι ξεῖνος πατρώϊος ἔσσι παλαιός. Σημαίνει δὲ καὶ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ λεγόμενον, Ξεῖνε τίς εἶ; πόθεν δʼ εἰλήλουθας; Σημαίνει καὶ θαυμαστικὸν, ὡς τὸ, Ξένον καὶ παράδοξον. Ἐκ τοῦ δὲ ξένος καὶ τοῦ δέχομαι γίνεται ΞΕΙΝΟδόκος, ὁ τοὺς ξένους φιλοφρονῶν· οὗτινος ὁ μὲν χαρακτὴρ παθητικὸς, τὸ δὲ σημαινόμενον ἐνεργητικόν. Ξενοδόκον: Ὁ μὲν Ὅμηρος τὸν ξένους δεχόμενον συνήθως ἡμῖν ὑποτίθησι· Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλλοι τινὲς τὸν ἐπιμάρτυρα ἐξεδέξαντο. Σιμωνίδης, Ξεινοδόκησεν Τελαμών· ἀντὶ τοῦ ἐμαρτύρησε. Καὶ Πίνδαρος, Ξεινοδόκων δʼ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων· ἀντὶ τοῦ μαρτύρων. Ξένος: Παρὰ τὸ ἔξω ἰέναι. Ἢ παρὰ τὸ ἐκτὸς τῆς ἑνότητος εἶναι· ἢ παρὰ τὸ ξέω, ὁ ἐξεσμένος καὶ ἀποκεχωρισμένος. Τὸ ξενίζω σημαίνει δύο· παρὰ μὲν τῷ ποιητῇ, ἀεὶ τὸ ἐξεινοδόκησα· παρὰ δὲ τοῖς ῥήτορσι, τὸ θαυμάζω. Ξένος, παρὰ τὸ ἔξω εἶναι τῆς πατρίδος. Ξέστης: Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρʼ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ· καὶ μέτρου τινὸς παρʼ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον· διὰ δὲ εὐφωνίαν τὸ σέξτης λέγεται ξέστης, κατὰ μετάθεσιν τῶν στοιχείων. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Ὦρος. Ξηρὸν καὶ Ξερόν: Παρὰ τὸ ξῶ ῥῆμα, ἢ ξέω· ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξηρόν· γίνεται δὲ κατὰ τροπὴν τοῦ η εἰς ε, ξερόν. Ἢ παρὰ τὸ σκληρὸν, ἐκβολῇ τοῦ λ καὶ κράσει. Ξίφος: Παρὰ τὸ ξαίνειν· ἢ παρὰ τὸ ὀξύνεσθαι πρὸς φόνον. Ἀπὸ τοῦ ξύω, ξύσω, ξύφος, καὶ ξίφος. Ἢ παρὰ τὸ σκηρίπτω, σκίπος σκίφος, καὶ ξίφος. Ξιφίσματα: Σημαίνει ὀρχήσεις τινὰς ποιὰς, ὡς τῶν ὀρχουμένων ξιφήρεων ὄντων. Ξόανον: Παρὰ τὸ ξέω ξέανον· καὶ τροπῇ, ξόανον. Διαφέρει δὲ ξόανον, καὶ βρέτας, καὶ ἄγαλμα. Ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον εἴδωλον, λίθινον, ἢ ἐλεφάντινον, ἢ ξύλινον· βρέτας δὲ, τὸ βροτῷ ὅμοιον, ἤτοι χαλκοῦν, ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον· ἄγαλμα δὲ, τὸ παράμηρον, ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον. Ξύλον: Παρὰ τὸ ξύω· τὸ ἐπιτήδειον πρὸς τὸ ξύεσθαι· οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα ξύλου. Ξύλοχος: Ὑλώδης καὶ σύνδενδρος τόπος. Ξυλήφιον: Ὑποκοριστικῶς. Δοκιμώτερον δὲ τὸ ξυλήριον καὶ ξυλάριον. Ξυρός: Παρὰ τὸ ξύειν ῥᾷον. Ξυστός: Κατὰ παράληψιν τοῦ τῶν ποδῶν δρόμου, ὁ εὖ ἐξυσμένος καὶ ὁμαλὸς τόπος. Σημαίνει δὲ καὶ δόρυ· οἷον, Νύσσοντες ξυστοῖσι. Ξυνός: Ὁ κοινός. Οἶμαι ὅτι συνὸς, ὁ συνὼν τινί· ἢ ξύνιος, παρὰ τὸ συνιέναι τινί. Ἢ παρὰ τὴν σὺν πρόθεσιν παρῆκται· οἱ γὰρ Ἀττικοὶ τὸ σ πῇ μὲν εἰς τ τρέπουσι, πῇ δὲ εἰς ξ· τὸ γὰρ σὺν, ξὺν φασί· καὶ τὸ σοὶ, τοί. Ξυνωρίς: Σημαίνει τὴν δυάδα· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ξυνάορός τις ὢν, ὁ μετά τινος συναρμοζόμενος· καὶ τὸ θηλυκὸν, ξυναορίς· καὶ κράσει τοῦ ΑΟ εἰς ω μέγα, ξυνωρίς. Ξυνάρασθαι: Συναρμόσασθαι, συγκαταθέσθαι. Ἀπὸ τοῦ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων, ἀρῶ· ὁ μέσος πρῶτος ἀόριστος, ἠράμην· τὸ ἀπαρέμφατον, ἄρασθαι. Ξυναλιζόμενοι: Συναθροιζόμενοι, ἢ συνεσθίοντες· παρὰ τοὺς ἅλας. Ἐκ τοῦ ἃλς ἁλὸς, ἁλίζω. Ἢ ἐκ τοῦ αὐλίζω. Ξυνερρώγει: Συνερράγη, διελύθη. Ἀπὸ τοῦ ῥήσσω, ὁ μέσος παρακείμενος, ἔρρηγα· ὁ ὑπερσυντέλικος, ἐρρήγειν· καὶ τροπῇ τοῦ η εἰς ω, ἐρρώγει. Ξυνεδεδέατο: Συνδεδεμένοι ἦσαν. Δέω, ὁ παθητικὸς ὑπερσυντέλικος, ἐδεδέμην, ἐδέδεντο, καὶ ἐδεδέατο· καὶ μετὰ τῆς ξὺν προθέσεως, ξυνεδεδέατο. Οὐχ ὥς τινες δὲ ἀπὸ τοῦ δῶ, δήσω, ἐδέδηντο, καὶ Ἰακῶς ἐδεδέατο, ὡς ἐπεποίηντο, ἐπεποιέατο· ἀλλʼ ἀπὸ τοῦ ἐδέδεντο, καὶ Αἰολικῶς, τροπῇ τοῦ ν εἰς α. Ξύνες: Σύνες, ἄκουσον. Οἱ γὰρ Ἀττικοὶ τὴν συμφορὰν ξυμφοράν φασι, καὶ τὸ σύμπαν, ξύμπαν· καὶ τὸ συνίεσαν, ξυνίεσαν. Ἀπὸ τοῦ ξυνίημι, ὁ παρατατικὸς ξυνίην· ξυνίεμεν, τὸ πληθυντικόν· τὸ δεύτερον, ξυνίετε· τὸ τρίτον, ξυνίεσαν. Ξύγκλυδες: Σύμμαχοι, παρείσακτοι. Ξυνίστωρ: Συμπράκτωρ, σύμβουλος, συγγνώστης. Παρὰ τὸ εἴδω ῥῆμα, τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων, εἴσω· ἐκ τούτου ἴστωρ, καὶ ξυνίστωρ. Ξύνιον: Καὶ μέν μευ βουλέων ξύνιον. Ἀντὶ τοῦ ἐπείθοντο, ἐπήκουον. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων· συνίειν γὰρ, τὸ ἐπιτοαυτὸ τῇ τοῦ συμβουλεύοντος γνώμῃ συμφέρεσθαι. Συνιῶ οὖν· καὶ ὁ παρατατικὸς, συνίουν· ὁ δὲ δεύτερος ἀόριστος, σύνιον καὶ ξύνιον. Ξυνήϊα: Κοινὰ χρήματα. Ἀπὸ τοῦ ξυνὸς, ξύνειος· ξυνὸν, ξύνειον· κτητικὸς τύπος, ὥσπερ κοινὸν κοίνειον· καὶ διαιρέσει Ἰωνικῇ, ξυνέϊον· καὶ τροπῇ τοῦ ε εἰς η, ξυνήϊον. Ξενίζειν: Τὸ ξενικῇ χρῆσθαι τῇ φωνῇ καὶ μὴ ἐπιχωρίῳ· ἢ τὸ ξενικοῖς χρῆσθαι ἐπιτηδεύμασι, καὶ ἐκδεδιῃτῆσθαι τῶν πατρίων ἐθῶν. Σημαίνει καὶ τὸ ἐπὶ ξένης εἶναι, καὶ τὸ ὑποδέχεσθαι ξένον. Ξηραλοιφεῖν: Τὸ ἐν ταῖς παλαίστραις γυμναζόμενον κόνει χρῆσθαι. Ξυστίδες: Οἱ μὲν, εἶδος ὑποδημάτων· οἱ δὲ, κόσμου γυναικείου· οἱ δὲ, σκεύους ἢ ἱματίων. Ξάνιον: Κτένιον, ὃ φοροῦσιν αἱ γυναῖκες, ἢ ἐν φυλακτηρίοις ἔχουσι. Ξυστός: Ὁ ἀνειμένος τόπος τοῖς ἀθληταῖς εἰς γυμνάσιον· καὶ ξυστὸν, δόρυ, ἀκόντιον· σημαίνει καὶ τὸ λεῖον. Ξυστὶς δὲ χιτὼν γυναικεῖος· οἱ δὲ, τραγικὸν ἔνδυμα. Ξουθόν: Λεπτὸν, ἁπαλὸν, ἐλαφρὸν, χλωρὸν, ὑγρόν. Ξηρὸς ἱδρώς: Ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλʼ ὑπὸ γυμνασίων καὶ πόνων γενόμενος.