eul_wid: xie-aah
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Θ by Great Etymologicon

θ.θῆτα τὸ στοιχεῖον, παρὰ τὸ τὴν θέσιν τοῦ παντὸς μιμεῖσθαι· ἤτοι τοῦ οὐρανοῦ τὸ κυκλοτερὲς ἔχον, καὶ τὸν διὰ μέσου ἄξονα τῇ κατὰ τὸ μέσον μακρᾷ ἔχει. Θαάσσων: Ἐγκαθήμενος. Ἰλιάδος ιʹ, λιπὼν ἕδος ἔνθα θάασσεν. Ἀντὶ τοῦ ὅπου ἐκαθέζετο. Ἐκ τοῦ θῶ γίνεται θοάζω· καὶ τροπῇ τοῦ ζ εἰς δύο ΣΣ, θοάσσω· καὶ τροπῇ τοῦ ο εἰς α, θαάσσω. Τὸ δὲ θῶ, ἐκ τοῦ θοῶ θοάζω, ὡς βοῶ βοάζω. Θάκος: Ὁ καὶ θῶκος καλούμενος, ἡ καθέδρα. Παρὰ τὸ θῶ, τὸ τιθῶ, θῶκος καὶ θάκος, ὁ θρόνος. Θάλαμος: Εἰ μὲν σημαίνει τὸν νέον οἶκον, ἐν ᾧ εἰσέρχεται ἥ τε νύμφη καὶ ὁ νυμφίος, γίνεται παρὰ τὸ θάλλω· δεῖ γὰρ ἐν αὐτῷ θάλλοντα εἰσιέναι σώματα, τουτέστιν ἀκμάζοντα καὶ μὴ ἀπεσβηκότα· εἰ δὲ σημαίνει τὴν οἰκίαν, γίνεται παρὰ τὸ θάλπω, τὸ θερμαίνω, θάλπαμός τις ὤν. Ἰστέον δὲ ὅτι θάλαμος μέν ἐστιν ὁ ἔσω τῆς αὐλῆς μικρός· τὸ δὲ πρὸ αὐτοῦ, πρόδομος· αἴθουσα δὲ, ἡ πρὸς ἥλιον τετραμμένη, ἀπὸ τοῦ αἴθεσθαι. Θάλαμος οὖν, ὁ κοιτὼν, ὁ οἶκος· καὶ θαλαμηπόλος, ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη. Θαλαμίδιοι κῶπαι: Αἱ ἠρέμα ἐλαύνουσαι. Ὁ κατώτατος ἐρέτης θαλάμιος λέγεται· ὁ δὲ μέσος, μεσοζύγιος· ὁ δὲ ἀνώτατος, θρανίτης. Θάλασσα: Παρὰ τὸν σάλον, σάλασσα καὶ θάλασσα, μεταθέσει τοῦ σ εἰς θ, ὡς ὀρχησμὸς, ὀρχηθμός. Ἢ παρὰ τὸ ἆσσον εἶναι θανάτου γίνεται θάνασσα, καὶ θάλασσα. Ἢ παρὰ τὴν ἁλὸς γενικὴν, ἅλασσα· καὶ πλεονασμῷ τοῦ θ, θάλασσα. Ἢ παρὰ τὸ τείνω, ἐκ τοῦ ἐπιτεταμένην ἔχειν τὴν ὁδόν. Θαλερός: Ὁ ἐν ἀκμῇ ὢν τοῦ θάλλειν, ὁ ἀκμάζων, νέος· καὶ θαλερὸν δάκρυ, τὸ ἁπαλόν· καὶ θαλεροὶ, δίϋγροι, ἀκμαῖοι, νέοι· παρὰ τὸ θάλλω, τὸ αὔξω· τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω· ἀπὸ μεταφορᾶς τῆς τῶν ἀνθρώπων φύσεως· ὁ γὰρ θηλῆς μαστοῦ μετέχων ἄνεισιν εἰς αὔξησιν. Σημαίνει εʹ· τὸ οἰκτρὸν, ὡς τὸ, θαλερὸν κατὰ δάκρυ χέουσα. καὶ τὸν ἀκμαῖον, ὡς τὸ, θαλεροί τʼ αἰζηοί· καὶ τοὺς καλοὺς καὶ ὡραίους, ὡς τὸ, θαλερὼ πεπλήγετο μηρώ. Καὶ τοὺς ἀγαπητοὺς, ὡς τὸ, Τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. Σημαίνει καὶ τὸ πολλὴ, ὡς τὸ, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Θάλλω: Παρὰ τὸ θῶ, τὸ τρέφω, παράγωγον θάλλω· καὶ γὰρ τὸ τρεφόμενον αὔξει. Ἡ μεταφορὰ ἀπὸ τῆς τῶν ἀνθρώπων φύσεως· θηλῆς γὰρ μεταλαμβάνουσι καὶ εἰς αὔξησιν ἀνίασι· καταχρηστικῶς δὲ ἐπὶ πάντων τὸ τρέφεσθαι καὶ αὔξεσθαι θάλλειν εἴρηκε. Καὶ θαλλὸν λέγει τὸν στέφανον τὸν τῆς ἐλαίας· οὐ μόνον δὲ τὸν τῆς ἐλαίας, ἀλλὰ καὶ πᾶν ὃ θάλλει. Ἀρχίλοχος, Ἔχουσα θαλλὸν μυρρίνης ἐτέρπετο. Θαλλοφόρος: Ὁ πομπεύων Ἀθήνῃσι τοῖς Παναθηναίοις, καὶ ἐλαίας κλάδον φέρων. Λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησίμους ἢ πρὸς τὸ θαλλὸν φέρειν. Θαλία: Τρέφεται θαλίῃ ἐνὶ πολλῇ, Ἰλιάδος ιʹ, ἀντὶ τοῦ ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς· παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. Καὶ Ἰλιάδος θʹ, τίθεντο δὲ δαῖτα θάλειαν. Τὴν θάλλουσαν τοῖς ἀγαθοῖς. Παρὰ τὸ θάλλω οὖν, θάλεια, ἐπὶ τοῦ θάλλειν, διὰ διφθόγγου· προσκειμένου καὶ τοῦ, δαὶς θάλεια· καὶ, δαιτὶ συνῄορός ἐστι θαλείῃ, τῇ εὐθηνίαν ἐχούσῃ. Ἐπὶ δὲ τῆς εὐωχίας αὐτῆς, διὰ τοῦ ι. Θαλῆς: Ἡνίκα μὲν περισπᾶται, εἰς ΟΥ ἔχει τὴν γενικὴν, Θαλῆς, Θαλοῦ, Θαλῇ· Τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν; Ἀριστοφάνης· ἡνίκα δὲ βαρύνεται, διὰ τοῦ ΤΟΣ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν, ὡς παρὰ Καλλιμάχῳ, Πάλιν τὸ δῶρον ἐς Θάλητα ὤλισθεν. Ἔστι δὲ χωλίαμβος· τροχαῖον γὰρ ἔχει ἐν τῷ ἕκτῳ ποδί. Θαλύσια: Τὰς ὑπὲρ εὐθαλίας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν τοῖς τε ἄλλοις θεοῖς καὶ τῇ Δημήτρᾳ. Θαλπωρή: Χαρὰ, ἡδονὴ, παραμυθία· ἐκ τοῦ θάλπω. Θάλπη: Παρὰ τὸ θάλπειν, ἢ παρὰ τὸ θάλος. Θαμά: Ἐπίρρημα, τὸ πυκνῶς καὶ συνεχῶς, ἐκ τοῦ ἅμα, πλεονασμῷ τοῦ θ. Τὸ γὰρ πυκνῶς γινόμενον ὑφʼ ἕνα καιρὸν γίνεται. Ἐκ δὲ τοῦ θαμὰ γίνεται θαμίζει, πυκνῶς. ἔρχεται, καὶ ἐνδελεχεῖ, πυκνάζει· ἢ ἀντὶ τοῦ ὁμιλεῖ. Ζήτει εἰς τὸ ἅμα. Θαμνάς: Ἡ ῥίζα· ὅτι καὶ αὐτὴ ἔγκειται τῇ γῇ· ἀπὸ τῆς θέσεως. Καὶ θάμνος, ὁ σύνδενδρος τόπος. Θάμβος: Σημαίνει τὴν ἔκπληξιν. Ποιοῦ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰδικοῦ. Τὸ γενικὸν, φόβος. Γίνεται παρὰ τὸ θάπος, πλεονασμῷ τοῦ β, καὶ τροπῇ τοῦ π εἰς μ, διὰ τὸ ἀσύντακτον· τὸ δὲ θάπος, παρὰ τὸ θήπω. Θάνατος: Παρὰ τὸ τείνω, τὸ τανύω, τάνατος καὶ θάνατος, ὁ τείνων τὸ σῶμα τῇ ψύξει· ἢ ὅτι ταναός ἐστιν, ὁ ἐπὶ πάντας ἑαυτὸν διατείνων. Ἢ παρὰ τὸ θεῖν ἄνω τὰς ψυχάς. Ἢ θενῶτός τις ὢν, διὰ τὸ ἐπὶ νῶτα τίθεσθαι τὸν τεθνεῶτα. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄνευ ἄτης τὸν τεθνεῶτα εἶναι· θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις· παρὰ τὴν ἄτην, τὴν βλάβην, ἄνατος καὶ θάνατος· ὁ ἄνευ βλάβης μένων ἀποθανών. Ἴθι πρηεῖα γυναικῶν τὴν ὁδὸν, ἣν ἀνίαι θυμοφθόροι οὐ περόωσι, Καλλίμαχος. Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων· ἔστι ῥῆμα θῶ, τὸ ἀποτίθεμαι· πλεονασμῷ τοῦ ν, θνῶ· καὶ θνῶν ἡ μετοχὴ ἀκολούθως· πλεονασμῷ τοῦ α, θανῶ· ὁ μέλλων, θανήσω· ῥηματικὸν ὄνομα, θανητός· μετὰ συστολῆς τοῦ η εἰς α, ἀνεδόθη ὁ τόνος, καὶ ἐγένετο θάνατος, ὁ τὴν αἰωνίαν δηλῶν ἀπόθεσιν. Θανατῶ: Ὅτε μέν ἐστιν ἁπλοῦν, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων· οἷον, θανατῶ, θανατοῖς, καὶ σημαίνει τὸ φονεύω· ὅτε δὲ σύνθετον, ἔστι δευτέρας, οἷον, δυσθανατῶ, δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ, ἁπλοῦν μὲν, πρώτης· οἷον, δοκῶ, δοκεῖς· σύνθετον δὲ, δευτέρας· οἷον, προσδοκῶ, προσδοκᾷς. Ὅτε δὲ ἐστὶ τὸ θανατῶ δευτέρας συζυγίας, σημαίνει τὸ ἐπιθυμῶ ἀποθανεῖν· Ἰώσηπος, Ἀνδρὶ θανατῶντι μὴ συμπλέκεσθαι. Ἤγουν ἀνδρὶ ἐπιθυμοῦντι καὶ προαιρουμένῳ ἀποθανεῖν μὴ προσβαλέσθαι εἰς μάχην. Καὶ Λιβάνιος, Ποῦ δὴ καὶ ἐπὶ τούτῳ θανατᾶν; Θάπτω: Ὡς παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ τίθημι, γίνεται θάπτω· ἀΐδιον γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι. Θάρσος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων Αἰολικῶς, θέρσω· ῥηματικὸν ὄνομα, θέρσος· καὶ τροπῇ τοῦ ε εἰς α, θάρσος· ἀφʼ οὗ καὶ θρασεῖς, καθʼ ὑπέρθεσιν τοῦ ρ· οἱ γὰρ θερμοὶ καὶ θρασεῖς· καὶ θαρσαλέος, ὁ ἀνδρεῖος. Θάσος: Πόλις· ἀπὸ τοῦ δάσος· ὅτι κάρπιμός ἐστιν ἡ γῆ. Καὶ τὸν Κικόνιον οἶνον, ὃν καὶ Ὅμηρος συνίστησιν ἥδιστον εἶναι, τοῦτον οἱ Ἕλληνες Θάσιον ὠνόμασαν, διὰ τὸ ἐπικεῖσθαι τῇ νήσῳ Θάσῳ. Θάσια: Τὰ ἀμύγδαλα· ἀπὸ τοῦ θᾶσσον τὸν καρπὸν προϊέναι· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. Θάσσονας ἱρήκων: Ἀντὶ τοῦ ταχυτέρους τῶν ἱεράκων, Ἰλιάδος νʹ. Καὶ θᾶσσον, τὸ ταχέως, ἀπὸ τοῦ ταχὺς παρήχθη· ὁ πρῶτος τύπος, ταχύτερος· ὁ δεύτερος, ταχίων· ὁ τρίτος, τάσσων· καὶ τροπῇ, θάσσων, καὶ θάττων. Ἀντιστοιχεῖ γὰρ τὰ δασέα τοῖς ψιλοῖς, θ, τ. Θαργηλία: Ἑορτὴ Ἀθήνῃσιν, ὀνομάζεται ἀπὸ τῶν θαργηλίων· θαργήλια δέ εἰσι πάντες οἱ ἀπὸ γῆς καρποί· ἄγεται δὲ μηνὶ Θαργηλιῶνι, Ἀρτέμιδος καὶ Ἀπόλλωνος. Θαργηλιὼν δὲ, ὁ ἑνδέκατος μὴν ὀνομάζεται· ἐπεὶ τότε ὁ ἥλιος πυρώδης ἐστὶ, καὶ ἐν τούτῳ τῷ μηνὶ τὰ τῆς γῆς ἄνθη ἀνεξηραίνετο. Ἀπὸ τοῦ θέρειν οὖν τὴν γῆν· τὸ δὲ θερμὸν, θάργηλον ὠνόμασται. Ἔστι δὲ καὶ Θαργήλεια Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θεσσαλῶν τριάκοντα ἔτη. Θάτερον: Παρὰ τὸ ἅτερον, Δώριον· τὸ γὰρ ἕτερος ἅτερος λέγουσιν οἱ Δωριεῖς, ὡς τρέχω τράχω. Οὕτως οὖν καὶ τὰ ἅτερα θάτερα, κατὰ συναίρεσιν τῶν δύο ΑΑ εἰς α, καὶ τὸ ἅτερον θάτερον, ὡς τὸ ἀγαθὸν τἀγαθόν· ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπειδὴ ψιλοῦται τὸ ἀγαθὸν, τὸ ἅτερον δὲ δασύνεται. Εἰ γὰρ ἦν παρὰ τὸ ἕτερον, θούτερον ἂν ἦν, ὡς τὸ ἔλαιον, τοὔλαιον· διὸ καὶ οὐ λέγεται θάτερον ἐπὶ ἀρσενικοῦ ὀνόματος, οὐ γὰρ λέγεται θάτερος ἀλλʼ ἅτερος. Θαρσεῖς: Ἀπὸ τοῦ Ταρσεὺς ἐτυμολογεῖται, καθὼς παρὰ Θεοδωρήτῳ ἀνέγνων. Θαῦμα ἐθαυμάστωσας: Ἐκ τοῦ θαυμαστῶ· τοῦτο παρὰ τὸ θαυμαστός· τοῦτο παρὰ τὸ θαυμάζω· τοῦτο παρὰ τὸ θαῦμα· τοῦτο παρὰ τὸ θεῶ, θεάσω, τεθέακα, τεθέαμαι, θέαμα, καὶ θαῦμα κατὰ κρᾶσιν. Ἢ παρὰ τὸ θαυμάζω θαυμάσω γίνεται θαύμασμα· καὶ κατʼ ἔνδειαν τοῦ σ, καὶ ἀποκοπῇ, θαῦμα. Θαυμάσαι: Παρὰ τὸ διὰ θεάματος ἐκπληττόμενον ἐκφωνεῖν καὶ αὖσαι· οἷον, θέαμα αὖσαι· ὑπερθέσει τοῦ υ, καὶ κατὰ συναλοιφὴν, θαυμάσαι. Εἰ μὲν σημαίνει τὸ ἐπαινῶ, γενικῇ συντάσσεται· εἰ δὲ σημαίνει τὸ καταγινώσκω, αἰτιατικῇ. Ἢ θαῦμα, παρὰ τὸ θέειν ἅμα. Θαυμᾶς: Τὸ Θωμᾶς ὑποκοριστικώτερον ἂν εἴη ἐκ τοῦ θαυμάσιος. Τὸ γὰρ θαῦμα, θῶμα λέγεται. Θαυμάλωπες: Οἱ ἡμίφλεκτοι ἄνθρακες· θάψαι γὰρ τὸ καῦσαι. Θαύμακτρον: Παρὰ τὸ θαυμάζω· οὗ τὸν μέλλοντα οἱ Δωριεῖς θαυμάξω λέγουσι. Σώφρων, Φέρε τὸ θαύμακτρον, κἀπιθυσιῶμες. Καὶ τὸ ζύγαστρον, παρὰ τὸ ζυγάσω ἐνήνεγκται παρὰ τῷ ποιητῇ, ὡς καὶ παρὰ Ἀντιμάχῳ τὸ δεπάζω, δέπαστρον· οἷον, Πλῆσεν δʼ ἄρʼ ἐπιστρέψας δέπαστρον. Οὐχ ὑγιῶς ἐχρήσατο τῷ σημαινομένῳ· ἐθήκαμεν γὰρ ἐπὶ τοῦ ποτηρίου τὴν λέξιν, τὸ δεπαζόμενον· αὐτὸς δὲ ἀντὶ τοῦ δεπάζοντος, ὡς εἰ πινόμενον εἰρήκει ἀντὶ τοῦ πίνοντος. Θαιροί: Οἱ στροφεῖς· ἀπὸ τοῦ διʼ αὐτῶν θεῖν τὰς θύρας· Ἰλιάδος μʹ, Ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς. Τοὺς στρόφιγγας. Θέα: Ἡ θεωρία· παρὰ τὸ θέω, θεῶμαι· σημαίνει δὲ τὸ θεωρῶ. Βαρύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ ἐπὶ τῆς θεοῦ· ὅπερ ἐκ τοῦ θεὸς γίνεται· ὥσπερ καὶ θόλος, τὸ οἰκοδόμημα· θολὸς δὲ, τὸ μέλαν τῆς σηπίας. Θέαινα: Παρὰ τὸ θέων θέαινα, ὡς παρὰ τὸ Λάκων Λάκαινα· τὸ δὲ θέων, παρὰ τὸ θεός. Θεαιδέστατος: Θεοῦ ἰδέαν ἔχων. Εἶπε δὲ Ἀντιφῶν ἐν τῷ περὶ Ὁμονοίας οὕτως· Ἄνθρωπος ὃς φησὶ πάντων θηρίων θεαιδέστατος γέγονε. Θεατροκοράσια: Ὀχλοκοράσια. Θέαν παρʼ αἴγειρον: Τὴν πόρρωθεν λέγουσι· αἴγειρος γὰρ ἦν τῶν ἰκρίων πλησίον. θέειον: Ἐκ τοῦ θεῶ, θέειον. Θεήλατος: Παρὰ τὸ θεὸς καὶ τὸ ἐλάω ἐλῶ, ὁ ὑπὸ θεοῦ πεμφθείς. Τετραχῶς γὰρ γίνεται ἡ τροπὴ τῶν φωνηέντων· ἢ γὰρ τὸ μακρὸν εἰς μακρὸν, ὡς ἁμαρτηλὸς, ἁμαρτωλός· ἢ τὸ μακρὸν εἰς βραχὺ, ὡς νεὼς ναός· ἢ τὸ βραχὺ εἰς βραχὺ, ὡς ἐν τῷ Αἴαντι, Αἴαντα· ἢ τὸ βραχὺ εἰς μακρὸν, ὡς θεοτόκος, θεητόκος. Θεηπολεῖν: Θεῶν εἰκόνας ἔχοντας περιπολεῖν. Θεαρχικώτατος: Ἔστι θεὸς καὶ ἄρχων· ἐκ τούτων γίνεται θεαρχικὸς, κτητικόν· τὸ ὑπερθετικὸν, θεαρχικώτατος. Θέλημα: Ἀπὸ τοῦ θέλω, θελήσω, τεθέληκα, τεθέλημαι, θέλημα. Τοῦ δὲ θέλω ὁ μέλλων περιττοσυλλαβεῖ· τὰ γὰρ διʼ ἑνὸς λ ἐκφερόμενα βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ μέλλοντος ὡς περισπώμενα· διότι τὸ ἓν λ χαρακτηριστικόν ἐστι περισπωμένου μέλλοντος· καὶ τὰ χαρακτηριστικὰ τοῦ περισπωμένου μέλλοντος οὐ δύναται εἶναι χαρακτηριστικὰ βαρυτόνου ἐνεστῶτος· καὶ διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα διʼ ἑνὸς λ ἀνεμερίσαντο τὴν κλίσιν. Οἱ γὰρ βαρύτονοι ἐνεστῶτες διὰ δύο ΛΛ ἐκφέρονται· οἷον, ψάλλω, τίλλω, ποικίλλω. Τὰ γὰρ ἔχοντα δύο ΛΛ ἢ δύο ΣΣ χαίρουσι τῇ βαρυτόνῳ τάσει· χωρὶς εἰ μὴ ἔχει ὄνομα προϋποκείμενον, ὡς τὸ λυσσῶ· τὰ δὲ ἔχοντα ἓν λ ἢ σ χαίρουσι περισπᾶσθαι. Οὐδέποτε δὲ βαρύτονος ἐνεστὼς ὀφείλει διʼ ἑνὸς ἐκφέρεσθαι· διότι ἀεὶ ἡ πέμπτη συζυγία τῶν βαρυτόνων μακρᾷ θέλει παραλήγεσθαι, ἢ φύσει, ἢ θέσει. Θέλω οὖν, θελήσω· καὶ μέλω, μελήσω. Τὰ διὰ τοῦ ΕΛΩ ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, φέλω, θέλω· τὸ δʼ ἐθέλω, ζῶ, πλουτῶ, ὑπάρχω, οὐδετέρας ἐστὶ διαθέσεως· διότι οὔτʼ ἐνέργειαν οὔτε πάθος δηλοῖ. Θελήσω: Μέλλων, ὡς ἀπὸ περισπωμένου τοῦ θελῶ. Ἐκ τοῦ θελήσω γίνεται θελησμός· καὶ ἀποβολῇ τοῦ σ, θελημὸς, ὡς μελήσω μελησμὸς καὶ μελημός. Θέλγοντι: Εὐφραίνοντι, ἢ ἀπατῶντι. Παρʼ Ὁμήρῳ δὲ σημαίνει καὶ τὸ σκοτίζω, ὡς τὸ, Ἀχαιῶν θέλγε νόον· καὶ, Ἀχαιῶν ὄμματα θέλγεν. Θέλγει: Ἀγαπᾷ, θάλπει· ἢ ἀπατᾷ, ἀμαυροῖ, κακοῖ, σκοτοῖ. Θέλγειν κυρίως ἐστὶν, εἰς ὃ θέλει τὶς ἄγειν τινά· ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ᾄσματα ἀπὸ τῶν ᾠδῶν, ἃ τοὺς ἀκούοντας θέλγει καὶ ἄγει εἰς τέρψιν· διὸ καὶ ἡ Πηνελόπη τὰς ᾠδὰς θελκτήρια εἶπε· Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. Καὶ ἡ Κίρκη Ὀδυσσεῖ φαρμαχθέντι λέγει, Θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης. Ἐνομίδης δὲ ὁ τὰ θεῖα γράψας καὶ τοὺς Τελχῖνας ἐτυμολογήσας εἶπεν ὅτι Θελγῖνες ἦσαν. Θέμα: Ἀπὸ τοῦ τίθημι, θήσω, τέθεικα, τέθειμαι· κατὰ ἔλλειψιν, τέμαι· ἐκβολῇ τοῦ ι, τέμα· καὶ τροπῇ, θέμα. Θέμις: Δηλοῖ καὶ τὸ πρέπον καὶ τὴν σωματικὴν θεάν. Γίνεται παρὰ τὸν θεσμὸν, θέσμις· καὶ ἀποβολῇ τοῦ σ. Τὸ δὲ θεσμὸς ὄνομα, ἀπὸ τῆς θέσεως. Ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθετο τοὺς νόμους. Ἐκ τοῦ θεσμὸς οὖν, ὃ σημαίνει τὸν νόμον, γίνεται θέμις· ἐκ τοῦ τίθημι, θεμὸς καὶ θεσμὸς, καὶ θέσμις καὶ θέμις. Κλίνεται Θέμιδος· καὶ Δωρικῶς, Θέμιτος· καὶ πλεονασμῷ τοῦ σ, θέμιστος. Ὅμηρος, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται. Τὰς δίκας ἤτοι τοὺς νόμους ῥύονται καὶ φυλάττουσι. Θεμιστεύων: Ἀντὶ τοῦ χρησμῳδῶν. Λυσίας. Ἀπὸ γὰρ τοῦ Θέμιν ποτὲ ἐσχηκέναι τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. Ἢ ἄρξαντος, δικάσαντος. Οὔ σε θεμιστεύω· περικαλλέος ἔξιθι ναοῦ. Θεμισκύρειον ὑπʼ ἄκρην μύρεται εὐρείης διείμενος ἠπείροιο: Ὅτι Θερμώδων ποταμός ἐστι παραρρέων τὴν Ἀμαζόνων χώραν. Ἔστι δὲ καὶ ἕτερος Βοιωτίας. Τρεῖς δὲ πόλεις εἰσὶν, ἔνθα κατῴκουν αἱ Ἀμαζόνες. Ἀπολλώνιος, Ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. Θεμῶ: Θέμωσε δὲ χέρσον ἱκέσθαι. Ἤγγισε· καὶ τὸ θαμίζειν, ἐγγίζειν. Ἔνιοι δὶ, ἐποίησε· παρὰ τὸ θεῖναι. Θέμεθλα: Τὰ ἐσώτερα μέρη. Θεμείλια: Παρὰ τὸ δέμω ἢ δομῶ, τὸ οἰκοδομῶ, γίνεται δεμέλιον καὶ θεμέλιον· καὶ πλεονασμῷ τοῦ ι, θεμείλιον. Θέναρ: Τὸ κοῖλον τῆς χειρός· παρὰ τὸ σθένος· ἢ παρὰ τὸ θέσεως εἶναι χωρίον, εἰς ὃ ἐντίθεται τὰ διδόμενα. Ἢ παρὰ τὸ θείνω, παρὰ τὸ θένειν καὶ τύπτειν ἐν αὐτῷ τῷ μέρει· καὶ διʼ αὐτοῦ γὰρ πληγὴ γίνεται. Θεός: Παρὰ τὸ θέω, τὸ τρέχω, εἰς ὃν πάντες τρέχομεν. Παρὰ τὸ θέω καὶ θεύω, θεὸς, ὡς φωλεύω φωλεός· οἱ γὰρ ἀρχαῖοι, ὡς ἐπὶ τὸ πλεῖστον, ἐπὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἀστατοῦσι γὰρ ἐτίθεσαν τὸ ὄνομα· παρὰ τὸ ἀεὶ θεῖν καὶ κινεῖσθαι. Καὶ ἐπὶ τοῦ χωρὶς τούτων λεγομένου θεοῦ λέγοιτʼ ἂν, παρὰ τὸ πανταχοῦ εἶναι καὶ περιθεῖν· ἢ παρὰ τὸ θῶ, τὸ κατασκευάζω καὶ ποιῶ, ὁ πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος, γίνεται θὸς καὶ θεός. Θεοστιβής: Ὁ ὑπὸ τοῦ θεοῦ πατούμενος. Ἐκ τοῦ θεὸς καὶ τοῦ στείβω, τὸ πατῶ, γίνεται στιβὴς καὶ θεοστιβής. Θεοδμήτων ἐπὶ πύργων: Τῶν ὑπὸ θεοῦ ᾠκοδομημένων. Παρὰ γὰρ Ποσειδῶνος καὶ Ἀπόλλωνος ᾠκοδομήθη. Ἀπολλώνιος. Θεοκλυτήσαντες: Θεοῦ ἀκούσαντες· καὶ θεοκλυτοῦσιν, ὡς θεοὺς ἐπικαλοῦνται· παρὰ τὸ θεὸς καὶ τὸ κλύω, τὸ καλῶ. Θεοπρόπιον: Τὸ ἐκ θεοῦ μάντευμα· ἢ τὸ θεοῖς πρέπον· οὗτοι γὰρ, ὡς πάντα ἐπιστάμενοι, λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα· οἱονεὶ θεοπρέπιόν τι ὄν. Ἢ θεοπροέπεον, τὸ ἐκ θεοῦ προλεγόμενον. Καὶ θεοπροπία, θηλυκόν. Παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ἔπιον, ὡς λέγω, λόγιον· καὶ μετὰ τῆς πρὸ γίνεται προέπιον· συγκοπῇ, πρόπιον· καὶ μετὰ τοῦ θεὸς, θεοπρόπιον. Θεοπρόπος: Ἐκ τοῦ θεὸς καὶ τοῦ πρέπω, τὸ λέγω, ὁ τὰ ἐκ θεοῦ προλέγων. Ἐκ τοῦ θεοπρόπος γίνεται θεοπροπῶ, πρώτης συζυγίας τῶν περισπωμένων· καὶ θεοπροπέων, μετοχὴ, ὥσπερ τὸ κοιρανέων. Θεούπολις: Ἡ μεγάλη Ἀντιόχεια ἐκαλεῖτο, ἀπὸ Θεοδοσίου τοῦ μεγάλου Ἰουστίνου. Θεουδής: Ὁ θεοσεβής. Οὐκ ἔστιν ὥς τινες φασὶ θεοαδὴς παρὰ τὸ ἅδειν, ὅ ἐστιν ἀρέσκειν, τῷ θεῷ· τὸ γὰρ ο καὶ α εἰς ω ποιοῦσι κρᾶσιν, ὁ ἄριστος, ὤριστος· ἀλλὰ παρὰ τὸ ἕδος θεοεδὴς, ὁ τὰ ἕδη τῶν θεῶν σέβων, τουτέστι τὰς συνεδρίας· καὶ κράσει, θεουδὴς, ὡς τὸ ἐμὸν, τοὐμόν. Θεὸς δὲ, παρὰ τὸ τεθεικέναι τὰ πάντα· ἢ παρὰ τὸ τὰ πάντα θεάσασθαι· ἢ παρὰ τὸ θῶ, τὸ κατασκευάζω καὶ ποιῶ, ὁ πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κτίσεως αἴτιος, γίνεται θός· καὶ ἐπεὶ οὐδέποτε μονοσύλλαβον ὄνομα βραχυκαταληκτεῖ, πλὴν τοῦ τὶς, πλεονασμῷ τοῦ ε γίνεται θεός· ἢ παρὰ τὸ θεῶ, τὸ ὁρῶ, ὁ πάντων ἔφορος· ἢ παρὰ τὸ θέω, τὸ τρέχω, ὁ πανταχοῦ παρών. Τὰ δὲ διὰ τοῦ ΑΙΟΣ ὀξύτονα δισύλλαβα διὰ τῆς ΑΙ διφθόγγου γράφεται, πλὴν τοῦ θεός. Ἢ καὶ τὰ ἀπὸ τῆς ΘΕ συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ θαιρὸς, ὃ σημαίνει τὴν στρόφιγγα. Ὡς τὸ, Ὁ θεὸς ἀπὸ θεμᾶν ἥξει. Θέλει δὲ βαρύνεσθαι ... τὰ εἰς ΟΣ καθαρὸν λήγοντα, παραληγόμενα τῷ ε ἢ τῷ ο, ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ θ, βαρύνεται, πλόος, νόος, γόος. Τὸ θρόος οὐκ ἀπὸ τοῦ κοινοῦ θ. Θοὸς δὲ καὶ θεὸς ὀξύνεται. Θέμενος τὰ ὅπλα: Ἀντὶ τοῦ περιθέμενος. θέμενος καὶ ὁ ἐνέχυρον θεὶς, καὶ ὁ λαβών τι σκεῦος εἰς ὑποθήκην. Θεοίνιον: Ἱερὸν Διονύσου. Θεράπων: Δοῦλος, ὑπηρέτης· παρὰ τὸ θεραπεύειν τὸν κρείττονα. Παρὰ τὸ θείνω, τὸ τύπτω, γίνεται θενάπων, καὶ θεράπων. Θεράποντας: Οὐχ ὥσπερ οἱ νεώτεροι, δούλους, ἀλλὰ πάντας τοὺς θεραπευτικῶς ἔχοντας, ὡς, Δαναοὶ θεράποντες Ἄρηος. Καὶ τὸν ἐν δευτέρᾳ τάξει φίλον, ὡς Πάτροκλος Ἀχιλλέως θεράπων. Θεραπναῖον: Κλεῖον δὲ θεραπναῖον Διὸς υἷα, Ἀπολλώνιος, τὸν Πολυδεύκην· ὅτι Λακεδαιμόνιος Θεράπνη δὲ, πόλις Λακεδαιμονίας. Θέρος: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ἐξ οὗ καὶ θέρεται, τὸ θερμαίνεται, τὸ ἐν καιρῷ τοιούτῳ ὂν, ἢ παρὰ τὸ θέρειν καὶ θερμαίνειν. Τὸ δὲ θέρω, παρὰ τὸ θέω, τὸ τρέχω, πλεονασμῷ τοῦ ρ· τὸ γὰρ ταχὺ καὶ θερμὸν εἶναι λέγεται. Θέρος καὶ οἱ συγκομιζόμενοι καρποὶ τῶν σπερμάτων παρὰ τοῖς ῥήτορσι. Θέρεια ὥρα: Σημαίνει τὸν καιρὸν τοῦ θέρους. Παρὰ τὸ θέρω θέρεια, ὡς παρὰ τὸ θάλλω θάλεια· ἢ ἐκ τοῦ θέρειος κτητικοῦ, τὸ θηλυκὸν, θέρεια. Θερειτάτη ἵσταται ἀκτίς: Νίκανδρος. Παρὰ τὸ θέρειος. Οὐδέποτε γὰρ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων σχηματίζεται συγκριτικόν. Παρὰ τὸ θέρος οὖν γίνεται κτητικὸν θέρειος, ὡς τέλος, τέλειος· ὑπερθετικὸν, θερειότατος, θερειοτάτη· καὶ συγκοπῇ, θερειτάτη. Ἦμος ὅτʼ ἠελίοιο θερείταταί εἰσι κέλευθοι, Ἄρατος. Θερείβοτον: Σημαίνει τὸν τόπον τὸν ἔχοντα ἐν τῷ θέρει βοσκάς. Θέρος θέρους· ἡ δοτικὴ, θέρει· καὶ μετὰ τοῦ βοτοῦ, ὃ σημαίνει τὴν βόσκησιν. Θερήγανον: Ἡ ἅμαξα· παρὰ τὸ τὰ θέρη ἄγειν. Θερμός: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, γίνεται θερμὸς, ὡς εἴρω, εἱρμός. Ἢ ἀπὸ τοῦ θέρμω βαρυτόνου· ὅθεν τὸ, θέρμετο δʼ ὕδωρ. Θερμοπύλαι: Ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλον καλοῦσι· Φιλέας δὲ Θερμοπύλας λέγει καλεῖσθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησε. Θερσίτης: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων Αἰολικῶς, θέρσω, γίνεται Θερσίτης, ὁ θερμαντικὸς ἐν τῷ λέγειν· θερμὸς γὰρ καὶ προπετής. Ἢ παρὰ τὸ θάρσος, ὃ οἱ Αἰολεῖς θέρσος λέγουσιν· οἱονεὶ ὁ εὔτολμος, κατὰ ἀντίφρασιν, τουτέστιν ὁ ἀσθενής· ἢ ὁ θάρσος ἔχων ἐν τῷ ὑβρίζειν. Τὸ ΣΙ, ι. Διατί; Ὡς παρώνυμον· καὶ μακρόν· καὶ ἅπαντα τὰ διὰ τοῦ ΙΤΗΣ μακρά εἰσι. Θερμόν: Παρὰ τὸ τομὸν, τροπῇ τοῦ τ εἰς θ καὶ τοῦ ο εἰς ε, γίνεται θεμόν· ἐπλεόνασε δὲ τὸ ρ, εἰς παράτασιν τοῦ εὐκινήτου. Διὰ τοῦτο καὶ τὸ πῦρ τὸ ρ ἔχει, καὶ ὁ ἀνὴρ, καὶ τὸ ὕδωρ, διὰ τὸ εὐκίνητον. Θεσσαλονίκη: Πόλις Μακεδονίας. Ἥτις Ἁλία ἐκαλεῖτο· Κασάνδρου κτίσμα. Ἢ ὅτι Φίλιππος ἐκεῖ Θετταλοὺς νικήσας, οὕτως ἐκάλεσεν. Ἢ ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. Ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν, καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. Τὸ ἐθνικὸν Θεσσαλονικεύς. Θέσπις: Ἔστι θεὸς, καὶ ὂψ ἡ φωνή· καὶ γίνεται θεόσπις· καὶ κατὰ συγκοπὴν, θέσπις θέσπιδος· ἡ αἰτιατικὴ, θέσπιδα καὶ θέσπιν. Σημαίνει δὲ τὴν θείαν φωνήν. Καὶ θέσπιν ἀοιδὸν, ἐκ θεοῦ τὴν ὄπα ἔχοντα. Εἰς τὸ ἀσπίς. Θεσπέσιος: Παρὰ τὸ θεὸς καὶ τὸ πέτω, ὃ σημαίνει τὸ πίπτω, οὗ ὁ μέλλων πέσω, γίνεται πέσιος, καὶ θεοσπέσιος· καὶ συγκοπῇ, θεσπέσιος, ὁ ἐκ τοῦ θεοῦ πεσών. Ἢ θεῖος καὶ θαυμαστός. Παρὰ τὸ ἕπεσθαι θεῷ· καὶ θεσπεσία, θεία, θαυμαστὴ, οἱονεὶ θεοσπεσία· παρὰ τὸ σπέσθαι καὶ ἐπακολουθεῖν θεοῖς. Ἢ παρὰ τὸ πεσεῖν, θεοσπεσία τίς. Ἢ παρὰ τὸ θέσπις. Θεσπίζω: Σημαίνει τὸ ὁρίζω καὶ νομοθετῶ· ἀφʼ οὗ καὶ θέσπισμα τὸ θεῖον δόγμα. Σημαίνει δὲ καὶ τὸ μαντεύομαι. Θεσπιδαὲς πῦρ: Τὸ θεῖον. Θέσφατον: Ἀθέσφατον, ἀποβολῇ τοῦ α. Ἢ ἀπὸ τοῦ θεόφατον, ὃ σημαίνει τὸ ἐκ θεοῦ λεγόμενον, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ σ. Θέσκελα ἔργα: Θεῖα, θαυμαστά. Θεοείκελος, καὶ συγκοπῇ, θεόκελος, καὶ θεόκελον, καὶ θέσκελον, ὡς θεόφατον, θέσφατον. Θεσμός: Ἔστι τὸ ὅλον σύνταγμα τῆς πολιτείας. Εἰς τὸ θέμις. Θεσμοθέται: Ἀρχή ἐστιν Ἀθήνῃσιν ἀνδρῶν ἕξ. Καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο· θεσμὸν γὰρ ἐκάλουν τὸν νόμον. Καὶ διαφέρουσι προσώποις· θεσμὸν γὰρ εἶναι τὸν Δράκοντος, νόμον δὲ τὸν Σόλωνος. Θέσθαι: Τὸ θησαυρίσασθαι, ἐν Ὀδυσσείας νʹ. Καὶ τὸν θησαυρὸν Ἀνακρέων θεσμὸν καλεῖ. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν, ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν, Ὑπερίδης· ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον, Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀτελειῶν· ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν, Ἑαυτῷ νόμους ἰδίους θέμενον. Ἀντὶ τοῦ θέντα. Θετὸς ὑιός: Προσποιητός· τοὺς γὰρ εἰσποιητοὺς καὶ θετοὺς ἔλεγον· καὶ θέτην, τὸν εἰσποιησάμενον παῖδας θετούς. Ἢ θέτης, ὁ εἰς ὑποθήκην λαβὼν ὁτιοῦν. Θέτι καλλιπλοκάμῳ: Ὥσπερ ἀπὸ τοῦ μῆτις μήτιδος μήτιδι γίνεται, κατὰ ἀποβολὴν τοῦ δ, μήτιϊ, καὶ κράσει μήτι μακρόν· οἷον, Μήτι τοι δρυτόμος μέγʼ ἀμείνων. Οὕτω καὶ ἀπὸ τοῦ Θέτις Θέτιδος Θέτιδι, Θέτιϊ καὶ Θέτι, κατὰ κρᾶσιν τῶν δύο ΙΙ εἰς ἓν μακρόν· καὶ νεάνις, κράσει νῆνις νήνιος νήνιϊ· καὶ κράσει, νήνι. Θευδᾶς: Ὑποκοριστικὸν τοῦ Θεόδωρος. Θεῦν Ἄρτεμιν: Σημαίνει τὴν θεόν· καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, ὡς ἐκ τοῦ ἐρέβεος, Ἐξ ἐρέβευς ἄξοντα. Θεύσεσθαι: Δραμεῖν. Ἀπὸ τοῦ θέω, θεύω, θεύσω, θεύσομαι. Τὸ δὲ θέω κατὰ μὲν τὸ πρῶτον πρόσωπον οὐ συναιρεῖται, κατὰ δὲ τὸ δεύτερον καὶ τρίτον. Θετταλικός: Ἐκ τοῦ Θετταλός· τοῦτο δέ ἐστι πολίτης Θεσσαλίας. Θετταλικὰ πτερά: Τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας. Πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξι. Θεωρός: Παρὰ τὸ θεὸς καὶ τὸ ὁρῶ· ἢ παρὰ τὸ τὰ θύη ὁρᾶν. Θεωροὶ γὰρ οἱ θεαταί· ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι, οἱ φύλακες τῶν θυσιῶν καὶ χρησμῶν· ἢ τὸ θεῖον φροντίζοντες. Ὤρην γὰρ ἔλεγον τὴν φροντίδα. Θεωρικὸν ἀργύριον: Τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον θεωρίας ἕνεκα, καὶ τοῦ τοὺς πένητας μετέχειν τῶν θεωρικῶν· καταχρηστικῶς δὲ καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἔλεγον. Ἦν τοίνυν κοινὰ χρήματα Ἀθήνῃσιν, ἃ ἐκάλουν θεωρικὰ, εἰς διανομὴν διδόμενα τοῖς Ἀθηναίοις· ἐπειδὴ φασὶ τὸ παλαιὸν ὄχλου γενομένου ἐν τῷ θεάτρῳ, καὶ τῶν ξένων προκαταλαμβανόντων τὰς θέας, καὶ ἐκκλειομένων τῶν ἀστῶν, ἔδοξε δίδοσθαι θεωρικὸν, ἵνα τοῦτο λαμβάνοντες παρὰ τῆς πόλεως οἱ πολῖται διδῶσιν αὐτοῖς τὸν τόπον τῆς θέας. Ἦν δὲ τοῦτο ὀβολοὶ δύο. Φησὶν οὖν Δημοσθένης ἐν τῷ Περὶ στεφάνου, Ἀλλʼ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἂν, εἰ μὴ τοῦτο ἐγράφη. Ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις ἀγώνων τελουμένων φιλοτίμων, συνέβαινε τινὰς τῶν πολιτῶν εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι. Ἔδοξεν οὖν τῷ δήμῳ μηκέτι προῖκα θεωρεῖν τὰς θέας, ἀλλὰ διδόναι τοῖς πολίταις τὸ θεωρικὸν, δύο ὀβολούς. Ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημάτων τούτων ἐλέγετο ἄρχων τῶν θεωρικῶν. Ἦν δὲ καὶ τὰ θεωρικὰ χρήματα, ἃ διενέμετο ἡ πόλις ταῖς κοιναῖς ἑορταῖς, ὄντα κοινά· ἃ καὶ ἠξίου Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς στρατιωτικὰ γίνεσθαι, καὶ ἄλλα εἰς τὸ τὰς τῆς πόλεως χρείας φυλάττειν· καὶ ἐκαλοῦντο στρατηγικά· ὕστερον δὲ ἐν ταῖς ἑορταῖς καὶ θυσίαις. Θεῖος: Ἀπὸ τοῦ θεὸς, θέειος· καὶ κατὰ κρᾶσιν, θεῖος. Θεῖα: Σημαίνει τὴν μητέρα τῆς σελήνης καὶ τοῦ ἡλίου. Παρὰ τὴν θέαν γέγονε θέεια· καὶ κατὰ συναίρεσιν, θεῖα. Καὶ γὰρ αὕτη ἐστὶν αἰτία τῆς θέας, καὶ τοῦ θεωρεῖν ἡμᾶς. Θεῖον: Τὸ ἐπιθυμιώμενον εἰς κάθαρσιν καὶ ἀβλαβὲς ποιοῦν. Ἔνθεν καὶ τὸ, Πάσσε δʼ ἁλὸς θείοιο. Θείους κέκληκε τοὺς ἅλας, διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασθέντα. Καὶ θεείου καιομένου φησὶν ἐπὶ τοῦ κεραυνοῦ. Ὁ δʼ Εὐδαίμων, παρὰ τὸ θεὸς, θέειον· καὶ ἀποβολῇ τοῦ ε, θεῖον. Θειλόπεδον: Ὁ τόπος ἐν ᾧ ξηραίνονται αἱ σταφυλαὶ, ἢ ἕτερά τινα. Τὴν μέντοι τῶν συκῶν ψύξιν τρασιὰν λέγουσιν. Παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν θερμασίαν, γίνεται εἴλη, πλεονασμῷ τοῦ ι, καὶ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, τὸ χαμαὶ, γίνεται εἰλόπεδον. Παρὰ τὴν τοῦ ἡλίου αὐγήν· καὶ πλεονασμῷ τοῦ θ. Θείομεν: Ἐνθῶμεν, ἐμβαλοῦμεν. Ἰστέον ὅτι Ἡρωδιανὸς ἥμαρτεν ἀρνησάμενος τὸ θείω ἐνεστῶτα εἶναι, ἀφʼ οὗ τὸ θείομεν. Ἔστι δὲ ὑποτακτικὸν δευτέρου ἀορίστου, ἔχον διαίρεσιν καὶ πλεονασμόν. Ὄφρʼ ἂν ἐγὼ βείω· καὶ τὸ, ἐὰν στῶ. Μήπως μὲ περιστείωσʼ ἕνα πολλοί. Ὥσπερ δαμῶ δαμείω, οὕτω θῶ, θέω· καὶ παρὰ Σαπφοῖ, Ὅττινας γὰρ εὖ θέω, κεῖνοί με μάλιστα σίνονται. Τοῦτο ἐν πλεονασμῷ, Θείω ἀναρπάξας. Εἶτα ἀκολουθεῖ θείωμεν, καὶ κατὰ συστολὴν, θείομεν, ὡς τὸ καταβείωμεν συστολῇ, Δεῦρʼ ἐς τοὺς φύλακας καταβείομεν. Μὴ εἴομεν Δαναοῖσι μαχησόμενοι. Ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν. Οὕτω ζήτει. Ἐν ἄλλοις δὲ, ἀπὸ τοῦ θῶ θείω, ὡς ὄψω ὀψείω, καὶ τελῶ τελείω. Θειαζόντων: Μαινομένων, ἢ θεολήπτων γινομένων. Καὶ θειάσαντες, θεόληπτοι γεγονότες. Καὶ ἐπιθειάσας, τὸ ἐπιθαυμάσας. Θειάσας: Τὸ θεῖον εἰσδεδεγμένος, θεοφορούμενος. Παρὰ τὸ θεὸς γίνεται θεῶ· ὁ πρῶτος ἀόριστος, ἐθεάσω· θεάσας, ἡ μετοχή· καὶ πλεονασμῷ τοῦ ι, θειάσας. Ἢ παρὰ τὸ θειάζω. Ὁ δὲ Μιλήσιος παρὰ τῷ συγγραφεῖ, ἐπιθεάσας θεοὺς ἐπικαλεσάμενος καὶ κατευξάμενος. Ἔστι γὰρ ἀπὸ τοῦ ἐπιθεάζειν. Θίασος: Ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ θεῖα ᾆσαι· ἡ δὲ παράδοσις, διὰ τοῦ ι. Λέγεται δὲ ὁ χορὸς, παρὰ τὸ τὰ θεῖα ᾄδειν, ἢ ἀπὸ τοῦ θεῖν, ὅ ἐστι θεύειν· ὅθεν θιασώτας λέγουσι τοὺς περὶ τὸν Διόνυσον. Καὶ θιασῶται, χορευταὶ, οἱ τὰ θεῖα ᾄδοντες. Θιασώτης, ι, καὶ μέγα· ἀπὸ παραδόσεως. Θίς: Θηλυκῶς λέγεται ὁ αἰγιαλός· Ἐκβάντες ἐπὶ θῖνα. Παρὰ τὸ θέω, τὸ τρέχω· ἐν γὰρ τῷ αἰγιαλῷ θέουσι καὶ τρέχουσι τὰ κύματα. Ἢ παρὰ τὸ θένω, τὸ τύπτω· ἐν γὰρ τῷ αἰγιαλῷ θένονται καὶ τύπτονται τὰ κύματα· εἰς ὃν ἐγκρούουσι τὰ κύματα. Ἀρσενικῶς δὲ σημαίνει τὸν σωρόν· καὶ γίνεται παρὰ τὸ θῶ, ὡς τὸ, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θίς. Ὅ ἐστι σωρός. Τὸ δὲ θείνω σημαίνει δύο· τὸ τύπτω, καὶ τὸ φονεύω. Θῆβαι: Τὸ νῦν Ἀδραμύττειον καλούμενον. Θιγγάνει καὶ ἐπιθιγγάνει: Τὸ ἐφάπτεται καὶ προσεγγίζει. Ἐκ τοῦ θίγω γίνεται θιγγάνω. ΘΗγάνει: ὀξύνει, ἀκονᾷ· γίνεται ἀπὸ τοῦ θήγω, θηγάνω, ὡς παρὰ τὸ ἥδω, ἁνδάνω· πήθω, πανθάνω· μήθω, μανθάνω· καὶ δήκω, δαγκάνω. Τὸ δὲ θήγω, τὸ ἀκονῶ, παρὰ τὸ θοῶ, θοήγω, καὶ θήγω, τουτέστι τὸ θοὸν καὶ ὀξὺ ποιῶ· ἐγὼ δʼ ἐθόωσα παραστάς. Θηεῦντο: Θηεῦντο μέγα ἔργον. Ἐθεῶντο, ἐθαύμαζον, ἢ ἐθεώρουν. Ἐθέοντο· ὑπερθέσει, θεέοντο· καὶ κατὰ συναίρεσιν τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, θεεῦντο· καὶ ἐκτάσει τοῦ ε εἰς η, θηεῦντο. Θεάω θεῶ, θεάσω· καὶ τὸ παθητικὸν, θεάομαι θεῶμαι· ὁ παρατατικὸς, ἐθεαόμην ἐθεώμην· τὸ γʹ τῶν πληθυντικῶν, ἐθεάοντο, ἐθεῶντο· καὶ οἱ Δωριεῖς τὸ ω τρέπουσιν εἰς τὴν ΟΥ δίφθογγον· καὶ συστολῇ τῆς ἀρχούσης, καὶ τροπῇ, θηεῦντο. Θηλαμών: Ἡ τροφός. Παρὰ τὸν θήσω μέλλοντα, τὸν δηλοῦντα τὸ θηλάσω. Τὸ γὰρ θήσω δύο σημαίνει, τὸ ποιῶ, καὶ τὸ θηλάζω. Ἔστι θῶ ῥῆμα, δηλοῦν τὸ τρέφω· οὗ ὁ μέλλων, θήσω. Ὅμηρος, γυναῖκά τε θήσατο μαζόν. Ἀντὶ τοῦ ἐθήλασεν. Ἐκ τοῦ θήσω οὖν γίνεται ῥηματικὸν ὄνομα θηλή· καὶ τροπῇ, θῆλυς, ὡς κάρη, κάρυς. Εἴρηται γὰρ καὶ θηλυκῶς κάρη, ὡς παρὰ Καλλιμάχῳ, ἥν τε κάρην ὤμοσα σόν τε βίον. Θίς: Τὸ θὶς ἐπὶ τοῦ αἰγιαλοῦ ἀρσενικὸν καὶ θηλυκόν ἐστι· καὶ ἐπὶ τοῦ σωροῦ, ὁμοίως ἀρσενικὸν καὶ θηλυκόν ἐστι. Θινὶ φοινικόεντι. Καὶ ἐπὶ τοῦ σωροῦ θηλυκῶς παρὰ τῷ Αἰσχύλῳ, θινὸς ἐμβολὰς ἁλός. Θήβῃσι: Τὸ θήβῃσιν ὅτε μὲν ἔχει τὴν πρόθεσιν, τότε δοτική ἐστιν, οἷον ἐν Θήβαισιν· ὅτε δὲ χωρὶς αὐτῆς ἐστι Θήβῃσι, τότε ἐπιρρηματικῶς κεῖται. Θήβα: Συριστὶ λέγεται ἡ βοῦς· ὅθεν ἐκλήθησαν αἱ Θῆβαι ὑπὸ τοῦ Κάδμου κτισθεῖσαι, ὅτι ζητῶν τὴν ἀδελφὴν χρησμὸν ἔλαβε κατοικῆσαι ὅπου ἡ βοῦς ἑαυτὴν καταθήσει. Ἢ ἀπὸ Θήβης θυγατρὸς Μετώπης, γυναικὸς Ἀσωποῦ. Ἀφʼ ὧν καὶ ὠνομάσθησαν ἐκεῖ πολῖται καὶ πόλις, ὡς εὗρον εἰς τὸ σχόλιον τοῦ Πινδάρου ἐπινικίῳ ὕμνῳ Ἀγησίᾳ Συρακουσίῳ. Θήλεια: Ἐκ τοῦ θῆλυ γίνεται θῆλυς· καὶ ἐκ τοῦ θῆλυς, θήλεια. Ἢ παρὰ τὸ θάλλειν καὶ γεννᾶν· ὅθεν καὶ ἡ ὕπομβρος νὺξ παρὰ Σοφοκλεῖ θήλεια καλεῖται. Θηλὴ δέ ἐστιν ὁ μασθός. Θηλύτεραι δὲ γυναῖκες: Ἰλιάδος θʹ, αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι, ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζῴων· τὰ μὲν γὰρ ἄλλα ὡρισμένον ἔχει καιρὸν ἐν ᾧ μίγνυνται, αὗται δὲ διηνεκῶς πλησιάζουσι. Θηλυτεράων: Ὅτι τὰ λοιπὰ ζῷα ὅρον ἔχει τῆς μίξεως τὴν σύλληψιν, αὗται δὲ ἀεί· διὸ ἐκ τοῦ ἐναντίου οἱ ἄνδρες ἀλφησταὶ λέγονται οἱ κατωφερεῖς, κατὰ μεταφορὰν ἀπὸ τῶν ἰχθύων· ἀλφησταὶ γὰρ εἶδος ἰχθύος. Ἢ οὖν κατωφερῶν, ἢ θαλλουσῶν, ἢ εὐκάρπων. Καρπὸς γὰρ αὐτῶν αὐτὸς ὁ ἄνθρωπος, οὗ βέλτιον οὐδὲν, οὗ βελτίων οὐδείς· ὡς ἐπὶ τοῦ, Νήσων θηλυτεράων. Θημών: Παρὰ τὸν θήσω μέλλοντα· δηλοῖ τὸ τιθῶ· σημαίνει δὲ τὸν σωρὸν τῶν δραγμάτων· καὶ θημωνία, σωρὸς καρπῶν. Θημακεύς: Δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακός. Θηραμένης: Ὄνομα κύριον. Οὗτος ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν τριάκοντα. Θήρ θηρὸς, παρὰ τὸ ῥᾳδίως θέειν, ἤγουν εὐκόλως τρέχειν. Ἢ παρὰ τὸ φθείρω, φθερῶ, φθὴρ καὶ θήρ. Θηρίον: Παρὰ τὸ θήρ. Τὰ διὰ τοῦ ΙΟΝ οὐδέτερα μονογενῆ, εἰ μὲν ὦσι δακτυλικὰ, πρὸ μιᾶς ἔχει τὸν τόνον· οἷον, φορτίον, κλειδίον, φυκίον· εἰ δὲ τρίβραχα, προπαροξύνεται, φλέβιον, τόπιον· φακὸς, φάκιον· λαγὸς, λάγιον· νάκος, νάκιον. Οὕτως ἴχνος, ἴχνιον, ὡς βραχέα. Εἰς τὸ ἑρκίον. Θηροδίωξ καὶ Αἰγοδίωξ: Ἰστέον ὅτι παροξύνεται. Θηρευτής: Κυρίως λέγεται ὁ σύας καὶ λέοντας θηρεύων, παρὰ τὴν θήραν· τούτους γὰρ θῆρας ἐξαιρέτως ἐκάλουν οἱ ἀρχαῖοι· καταχρηστικῶς δὲ, καὶ ἐπὶ πάντων. Θηρίκλειον κύλικα: Ποτήριον ὑέλινον, τὸ τοῦ Θηρικλέους ποτήριον. Θηρικλέους τέκνον: Κύλιξ, ἣν λέγεται πρῶτος κεραμεὺς Θηρικλῆς ποιῆσαι, ὥς φησιν Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητής. Θησαίατο: Ἀπὸ τοῦ θεῶ, θεήσω, ἐθεασάμην· τὸ εὐκτικὸν, θεασαίμην, θεάσαιντο· καὶ κράσει τοῦ ε καὶ α εἰς η. Θηήσαντο: Ἐθαύμασαν. Ἀπὸ τοῦ ἐθεάσαντο γίνεται ἐθεήσαντο· καὶ ὑπερθέσει, θεεήσαντο· καὶ κράσει τῶν δύο ΕΕ εἰς η, θηήσαντο. Θησεύς: Ὠνόμασται διὰ τὴν τῶν γνωρισμάτων θέσιν, τοῦ τε ξίφους καὶ τῶν πεδίλων, ὡς ἡ ἱστορία δηλοῖ. Οἱ δὲ, ὕστερον Ἀθήνῃσι παῖδα θεμένου τοῦ Αἰγέως αὐτόν. Θήσειον: Τέμενός ἐστι τῷ Θησεῖ, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν· ἐλέγοντο δὲ δίκαι ἐνταῦθα. Ἢ ναὸς τοῦ Θησέως, ἐφʼ ὃν οἱ ἀποδιδράσκοντες δοῦλοι προσέφευγον. Φιλόχορος δὲ οὐ μόνον τοὺς οἰκέτας τὸ παλαιὸν φησὶ καταφεύγειν εἰς τὸ Θήσειον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἱκετεύοντας. Δηλοῖ δὲ καὶ φυτόν τι ποιὸν, καὶ τὸ δεσμωτήριον παρὰ Ἀθηναίοις. Τὰ δὲ ἀπὸ τῶν εἰς ΕΥΣ διὰ τοῦ ΕΙΟΝ γινόμενα μονογενῆ προπερισπᾶται, βαλανεῖον, βαφεῖον· πλὴν τοῦ Θησεὺς, Θήσειον· καὶ τὸ Φύτειον πόλις, ἀπὸ Φυτέως τοῦ κτίσαντος αὐτήν. Πρόσκειται «μονογενῆ,» διὰ τὸ βασιλεὺς, βασίλειον. Ἔστι δὲ τριγενὲς, οἷον βασίλειος οἶκος, βασίλεια χεὶρ, βασίλειον οἴκημα. Θησειότριψ: Ὁ ἐν τῷ Θησέως διατρίψας. Ἀριστοφάνης Πολυΐδῳ. Καὶ θησομύζειν δὲ ἐν τῷ αὐτῷ λέγεται. Θήττα: Ἐπίκλην, οὐκ ἔχουσα φερνὴν, πενιχρὰ καταλειφθεῖσα ὑπὸ τοῦ πατρὸς, καὶ ὑπὸ τῶν ἀγχιστέων προικιζομένη κατὰ νόμον. Ἐκ τοῦ θὴς θητὸς, τὸ θηλυκὸν, θήσσα, ἡ μισθωτὸς καὶ πενιχρά. Θητεία: Δουλεία· καὶ θητεύς. Εἰς τέσσαρα διαιρουμένης παρὰ Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θῆτες ἐλέγοντο. Εἰς τέσσαρα δὲ τέλη, πεντακοσιομέδιμνον, ἱππέα, ζυγίτην, θῆτα. Θητικόν: Καὶ θητικὸν τελεῖ. Θεραπευτικὸν, ὑποχείριον, ἐργαστικὸν τῶν δεόντων, μισθαρνικόν. Σημαίνει δὲ τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις, εἰς τέσσαρα τέλη διῃρημένου τοῦ πολιτεύματος. Γέγονε δὲ ἀπὸ τοῦ θὴς θητὸς θητικὸν, κτητικῷ τύπῳ. Τὸ δὲ θὴς, παρὰ τὸ τῶ, ὃ σημαίνει τὸ λαμβάνω· ὅπερ μετὰ τῆς ΤΗ στερήσεως γίνεται τητῶ, τὸ οὐ λαμβάνω. Θῆτες οὖν, οἱ μισθῷ διὰ πενίαν ἐργαζόμενοι. Παρὰ τὸ τητᾶσθαι, ὅ ἐστι στέρεσθαι· ὡς εἶναι τῆτες καὶ θῆτες οἱ πένητες, οἱ ἐπὶ συντάξεσί τισι καὶ ἐπὶ μισθῷ δουλεύοντες. Οὗτοι δὲ οὐδὲ μιᾶς μετεῖχον ἀρχῆς, οὐδʼ ἐστρατεύοντο. Θίς: Ὁ αἰγιαλός· παρὰ τὸ θέω· ὁ παραθέων τῇ θαλάσσῃ καὶ παρήκων, ὁ εἰς ὕψος ἀναθέων. Οὕτως Ὦρος. Ὅμηρος, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θίς. Παρὰ τὸ εἰς ὕψος ἀναθεῖν. Θὶς, ἐπὶ τοῦ σωροῦ· Παρὰ τὸ θῶ, ἀφʼ οὗ θεῖναι καὶ ἐπιθεῖναι. Θῆτες: Παρὰ τὸ τητᾶν, ὅ ἐστι σπανίζεσθαι τροφῆς, καὶ διὰ τοῦτο δουλεύειν ἐλευθέρους ὄντας. Ἢ οἱ ποιητοὶ δοῦλοι· ἢ παρὰ τὸ τῶ, τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων. Θανῇ: Θνῶ, θνήσκω· ὁ δεύτερος ἀόριστος, ἔθανον· ὁ μέλλων δεύτερος, θανῶ, θανοῦμαι, θανῇ. Θνητός: Παρὰ τὸν θάνατον· πρὸς ἀντιδιαστολὴν τῶν θεῶν. Γέγονε θανῶ, θανήσω, θανητὸς, καὶ θνητός. Θνησιμαῖος: Ἐκ τοῦ θνήσιμος, θνησιμαῖος. Θνήσκω: Παρὰ τὸ θνῶ θνήσω θνήσκω, ὡς παρὰ τὸ τρῶ τρώσω τρώσκω· καὶ βρῶ βρώσω βρώσκω καὶ βιβρώσκω. Ὁ Δίδυμος χωρὶς τοῦ ι. Ὥσπερ ἀπὸ τοῦ ἀρέσω καὶ μεθύσω μέλλοντος γίνεται ἀρέσκω καὶ μεθύσκω πλεονασμῷ τοῦ κ, καὶ μετάγονται εἰς ἐνεστῶτα, οὕτω καὶ ἀπὸ τοῦ μνῶ μνήσω, καὶ θνῶ θνήσω, γίνεται θνήσκω καὶ μνήσκω· καὶ οὐκ ἔχει τὸ ι. Οἱ δὲ λέγουσι σὺν τῷ ι, ὅτι οἱ Αἰολεῖς θναίσκω καὶ μναίσκω λέγουσι διὰ τῆς ΑΙ διφθόγγου. Ἀλλʼ ἰδοὺ τὸ Ἡσίοδος καὶ ἡμίονος Αἰσίοδος καὶ αἰμίονος λέγουσιν, ἀλλʼ ὅμως οὐκ ἔχει τὸ ι. Ἡ μέντοι παράδοσις ἔχει τὸ ι· ἴσως ἐκ τοῦ λέγειν τοὺς Αἰολεῖς θναίσκω καὶ μναίσκω. Ἄλλοι δὲ λέγουσιν, ὅτι διὰ τοῦ ίσκω γίνεται ἡ παραγωγὴ, θνηΐσκω καὶ μνηΐσκω. Οὐ καλῶς δὲ λέγουσι· καὶ γὰρ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ίσκω ποιοῦσι τὴν παραγωγὴν, οἷον, εὑρῶ εὑρεῖς εὑρίσκω· στερῶ στερείς στερίσκω· τὰ δὲ τῆς δευτέρας, διὰ τοῦ άσκω, ἡβῶ ἡβᾷς ἡβάσκω· τὰ δὲ τῆς τρίτης, διὰ τοῦ ώσκω, βιῶ βιοῖς βιώσκω. Εἰ οὖν ὡς ἀπὸ τοῦ θνῶ θνήσω θνήσκω γέγονε, καὶ μνῶ μνήσω μνήσκω, ταῦτα δὲ δευτέρας συζυγίας εἰσὶν, ὤφειλε διὰ τοῦ άσκω εἶναι ἡ παραγωγὴ, καὶ οὐ διὰ τοῦ ΙΣΚΩ. Ὥστε δευτέρας συζυγίας εἰσί. Καὶ δῆλον ἐκ τοῦ μνῶμαι, ὥσπερ βοῶμαι· καὶ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α, ὥσπερ ἵστημι ἵσταθι. Ἔχει δὲ τὸ η τὰ δύο ταῦτα. Θοός: Ἀπὸ τοῦ θέω, τὸ τρέχω, γίνεται θοὸς, ὁ ταχύς· καὶ τὸ θηλυκὸν θοή. Διατί, ὥσπερ ἀπὸ τοῦ πλόος γίνεται πλοῦς, μὴ καὶ ἀπὸ τοῦ γόος γοῦς, καὶ θοὸς θοῦς; Καὶ περὶ μὲν τοῦ γόος ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΟΟΣ δισύλλαβα οὐκ ἔχει ῥῆμα παρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων· οἷον, γοῶ, γοᾷς· οὗ χάριν παρήλλακται. Περὶ δὲ τοῦ θοὸς, ὅτι ἐπειδὴ τὰ διὰ τοῦ ΟΟΣ δισύλλαβα πάντα βαρύνεται, τὸ δὲ θοὸς ὀξύνεται· οὗ χάριν διήλλαξε κατὰ τὸ μὴ κιρνᾶσθαι. Ἐν δὲ τῇ συνθέσει τὸ θοὸς βαρύνεται, Πάνθοος, Πάνθους. Θοή: Σημαίνει πέντε· τὸ μέγα, οἷον, θοαῖς ἀφροσύναις, ἀντὶ τοῦ μεγάλαις· καὶ, θοὴ δʼ ὑπεδέξατο γαῖα, ἀντὶ τοῦ μεγάλη. Εἶτα εὑρίσκεται θοὸν τὸ ταχὺ, ἢ ὀξὺ, ἢ ἰσχυρόν. καὶ ἀκόντισε δουρὶ θοῶς, ἰσχυρῶς. Νῆας θοὰς, ταχείας. νήσοισι θοῇσιν, ὀξείαις· ὀξεῖαι γὰρ οὕτω καλοῦνται νῆσοι περὶ τὴν Κεφαληνίαν. Αἰνείας δʼ οὐ μεῖνε, θοός περ ἐὼν πολεμιστής. Τὸ γὰρ λέγειν ἀγαθὸν, πταῖσμα· ἡγοῦμαι γὰρ τὸν ἀνδρεῖον καὶ ἰσχυρόν. Καὶ, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλα. Ἀντὶ τοῦ ἀσφαλῶς· ἐκ δὲ τούτου, τὸ ἑδραῖον· καὶ ἐκ τοῦ ἑδραίου, τὸ ἰσχυρόν. Καὶ θοὴν δαῖτα, τὴν ἑδραίαν καὶ ἀκίνητον, διὰ τὸ καθεζομένους ταύτης τυγχάνειν. Καὶ θοὴν νύκτα, τὴν ἑδραίαν, οὐχ, ὥς τινες, τὴν μέλαιναν, ἀλλὰ τὴν ἀκίνητον· ἢ τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν. Θοηρός: Ὁ τεταραγμένος. Θόραι: Δῆμος Ἀντιοχίδος. Θόρυκος: Δῆμος Ἀκαμαντίδος. Θόρυβος: Παρὰ τὸ θέω, τὸ τρέχω, καὶ τὸ βοή. Ἢ παρὰ τὸ θέω, τὸ τρέχω, γίνεται θέρυβος καὶ θόρυβος. Θολερῶς προβαίνεις: Μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλʼ ἀστάτως καὶ τεταραγμένως προϊών. Θολερός: Παρὰ τὸ θολὸν, θολερός· θολὸς δέ ἐστι τὸ μέλαν τῆς σηπίας· ἐξ οὗ καὶ ῥῆμα θολῶ. Θόλος: Περιφερὲς οἰκοδόμημα· ἀπὸ τοῦ περιθεῖν. Θόλος, τόπος τὶς ἐν τοῖς ἀρχείοις, κληθεὶς διὰ τὸν τρόπον τῆς κατασκευῆς· ἦν γὰρ θολοειδὴς, καὶ ὀροφὴν εἶχε περιφερῆ οἰκοδομητὴν, οὐχὶ ξυλίνην, ὡς τὰ ἄλλα οἰκοδομήματα. Λέγεται θηλυκῶς ἡ θόλος. Θορός: Ὁ σπόρος τοῦ σώματος· ἀπὸ τοῦ θορῶ, τὸ ὁρμῶ· ὁ μεθʼ ὁρμῆς πεμπόμενος. Τοῦτο παρὰ τὸ θέειν ῥᾷον. Θοῦρος: Ὁ ὁρμητικὸς, ὁ πολεμιστής· καὶ θοῦρον, τὸν πηδητικὸν καὶ ταχύν· οἱονεὶ ὁ θοῶς ὀρούων, ἢ ὁ κούφως ὀρούων. Παρὰ τὸ θέρω, τὸ θερμαίνω, θόρος καὶ θοῦρος· ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς· καὶ θορεῖν, τὸ πηδᾶν, παρὰ τὸ αὐτό. Ἢ ἀπὸ τοῦ θέω ῥήματος· ὅθεν καὶ τὸ θεῖον τὴν ἀρχὴν εἴληφεν· ὥστε τὴν γεννητικὴν τοῦ πυρὸς οὐσίαν ἀπὸ τοῦ θέω ῥήματος ὀνομάσαι τοὺς ἀρχαίους. Ταύτῃ γοῦν τοὺς μὲν ταχεῖς, θερμοὺς λέγουσι· τοὺς δὲ βραδεῖς, ψυχρούς. Ἀπὸ δὲ τοῦ θοῦρος γίνεται θορῶ, τὸ ὁρμῶ καὶ πηδῶ. Θοῦρις: Ἡ ἀσπίς. Παρὰ τὸ θύειν, θύρις· καὶ πλεονασμῷ τοῦ ο, θοῦρις. Ἀπὸ τῶν περιεχομένων τὸ περιέχον εἴρηται. Ἢ θοῦρις ἡ θοροποιός. Καὶ, θοῦριν ἐπιειμένοι ἀλκήν. Θοίνη: Εὐωχία, τροφὴ, κατάβρωμα. Παρὰ τὸ θῶ, ὁ μέλλων, θώσω, τρίτης συζυγίας τῶν περισπωμένων, γίνεται ῥηματικὸν ὄνομα θώνη, καὶ θοίνη. Θίασμος: Εὐωχία· ἔσθʼ ὅτε δὲ καὶ τὸ βακχεῖον φησί· κυρίως δὲ τὸ πλῆθος. Εὐριπίδης· θίασμος ἐμὸς γυναικῶν. Θιασώτης: Ὁ κοινωνὸς τῶν θυσιῶν. Ἐκαλοῦντο δὲ καὶ οὗτοι ὀργεῶνες. Ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιάσου, ὅπερ ἐστὶ σύνοδος καὶ συναγωγή· ἀπὸ τοῦ θεῖν. Θλίψις: Ἐκ τοῦ θλίβω, θλίψω, θλίψις. Τοῦτο παρὰ τὸ θλῶ θλίβω, ἢ παρὰ τὸ θρῶ θρύβω, καὶ θλίβω κατὰ τροπήν. Τὰ εἰς ΒΩ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται· πλὴν τοῦ ἀμείβω, στείβω, λείβω, εἴβω, τὸ στάζω, ὡς τὸ, τέρεν κατὰ δάκρυον εἶβεν. Θρασύς: Παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων Αἰολικῶς, θέρσω, γίνεται θερσύς· καὶ τροπῇ τοῦ ε εἰς α, καὶ ὑπερθέσει, θρασύς· οἱ γὰρ θρασεῖς, θερμοί. Θρανήτιδες: Κῶπαι θηρευτῶν. Θρανίου: Δίφρου. Θράνος ὑποπόδιον· καὶ θρανίδιον λέγουσιν· θραύεται γὰρ καὶ κλᾶται. Θραῦσις: Ἐκ τοῦ θραύω θραύσω, θραῦσις. Ἔστι δὲ φθορὰ, θάνατος, ἀρρωστία, συντριβὴ, πληγή. Θραύματα: Νευροσπάσματα. Θρασυκάρδιος: Θρασὺς, τολμηρός. Θράττειν: Ταράσσειν, ἐνοχλεῖν, νύσσειν, κινεῖν, δυσωπεῖσθαι, ὑφορᾶσθαι τράττειν, καὶ θράττειν. Θρᾷξ: Θράϊξ· ἐξ οὗ τὸ, Θρήϊκες ἀκρόκομοι. καὶ κατὰ συναίρεσιν, Θρᾷξ. Καὶ πάντα τὰ ἀπʼ αὐτοῦ συγκείμενα θηλυκὰ διὰ τοῦ ι γράφεται, Θρήϊσσα γυνὴ, καὶ Θράϊσσα· Ἀθηναῖοι δὲ, Θρᾶττα λέγουσι. Καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι. Θρακίας, καὶ πλεονασμῷ τοῦ σ, Θρασκίας, ὁ ἄνεμος. Θρέπτα: Λέγεται τὰ τεθραμμένα. Θρέπτρα δὲ τὰ θρεπτήρια, ὥσπερ λύτρα τὰ λυτήρια. Οὕτως εὗρον ἐγώ. Θρέξασκον: Ἀντὶ τοῦ ἔτρεχον. Τρέχω· ὁ μέλλων, θρέξω· ἔθρεξαν· καὶ Ἰωνικῶς, θρέξασκον. Θρέψας: Τὸ πήξας· ὡς τὸ, Ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. Καὶ τροφαλὶς ἔνθα τὸ πῆγμα τοῦ γάλακτος καὶ τεθραμμένον· ἔνθεν καὶ τρέφεται, τὸ περιπήγνυται. Σημαίνει καὶ τὸ σύνηθες, Τὴν μὲν ἄρα θρέψασα τεκοῦσα. Διατί τρέφω θρέψω, καὶ τρέχω θρέξω, καὶ ἔχω ἕξω, οὐ συνάρχεται τῷ ἐνεστῶτι; Ἐπειδὴ τὸ μὲν ἔχω ψιλοῦται, τὸ δὲ ἕξω δασύνεται· τὰ δὲ λοιπὰ, ὅτι Ἰωνικὰ, ἐτράπη τὸ ψιλὸν τ εἰς δασὺ θ· οἱ γὰρ Ἴωνες ἔθος ἔχουσι τὸ παρʼ ἡμῖν ψιλούμενον εἰς δασὺ τρέπειν· τὴν γὰρ χύτραν, παρὰ τὸ χέειν ἡμᾶς ἐξ αὐτῆς, κύθραν λέγουσιν. Ἔστι δὲ ἄλλως εἰπεῖν ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι, ἵνα συνάρξηται τῷ μέλλοντι· ἀλλʼ ἕτερός τις κανὼν ἐναντιοῦται, ὃν δεῖ τὸν φιλόπονον ἐν τῷ τοῦ Γεωργίου τοῦ Χοιροβοσκοῦ Ῥηματικῷ ζητεῖν. Θρῆνος: Παρὰ τὸ θραύειν τὸν νοῦν, θράνος καὶ θρῆνος· ἢ παρὰ τὸ θέρειν ὅ ἐστι καίειν τὸν νοῦν· ἢ παρὰ τὸ θρηβὴς καὶ ἀνατεταμένη βοὴ εἶναι. Διαφέρει δὲ ἐπικηδείου· ὅτι τὸ μὲν ἐπικήδειον, παρʼ αὐτὸ τὸ κῆδος, ἔτι τοῦ σώματος προκειμένου, λέγεται· ὁ δὲ θρῆνος, οὐ περιγραφόμενος χρόνῳ. Θρῆνυς: Ὑποπόδιον· λέγεται καὶ ἀρσενικῶς· εἴρηται παρὰ τὸ θράνος, ὅ ἐστι μικρὸν ὑποπόδιον. Λέγεται θρῆνυς καὶ ἡ μέση τῆς νηὸς διήκουσα σανίς· ἀφʼ ἧς καὶ θρανίται λέγονται, παρὰ τὸ ἐν αὐταῖς ἱζάνειν. Ἰλιάδος οʹ, Θρῆνυν ὑφʼ ἑπταπόδην. Θρῆνυς: Ὑποπόδιον. Βέλτιον δὲ θρῆνυν καλεῖσθαι ὑπὸ Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναχωρῶν γὰρ ἀπὸ τῶν τῆς νεὼς καταστρωμάτων ἐπὶ ταύτην ἀφικνεῖται. Τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα, ἐφʼ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι· ὃ καὶ ἑδώλιον φασίν. Ἄλλοι δὲ τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον· οἱ δὲ, διαβάθραν ἀπὸ νεὼς ἐπὶ νῆα. Ἑπταπόδην δὲ, ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχουσαν. Θρῆσκος: Ἑτερόδοξος· ἐκ τοῦ Θρᾷξ Θρᾳκός· καὶ θρηισκεία, παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν. Ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι ἢ ἀρέσκειν. ὅ ἐστιν ἐξευμενίζεσθαι· καὶ ὁ Θεολόγος, Οὐ Θρᾳκῶν ὄργια· παρʼ ὧν καὶ τὸ θρῃσκεύειν, ὡς λόγος. Θρίαμβος: Ἐπίδειξις νίκης, πομπὴ, καὶ τὸ σεμνύνεσθαι. Ἔν τισι πόλεσιν, ὅταν ἤνθουν αἱ συκαῖ, παῖδες περιελόντες σῦκα σὺν αὐτοῖς τοῖς θρίοις ἔπαιζον, προφέροντες ἰαμβεῖα τετράμετρα, ἢ ἡμιάμβεια. Θρία δὲ εἰσὶ τὰ τῆς συκῆς φύλλα· ἐπεὶ εἰς τρία διέσχισται. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐν αἰθρίᾳ βάζεσθαι, ὅ ἐστι λέγεσθαι. Γίνεται ἐκ τοῦ τρία, θρία· καὶ γὰρ τριμερές ἐστι τὸ φύλλον τῆς συκῆς. Ἐκ τούτου γίνεται θρίαμβος, καὶ θριαμβεύω· λέγεται γὰρ, ὅτι ὁ Διόνυσος ἐποίησε στέφανον ἀπὸ συκῆς, καὶ οὕτως ἐθριάμβευσεν, ἤγουν ἐπὶ μέσης διέβη. Καὶ ἔτι φασὶν ἐν τῷ δήμῳ τοῦτο γίνεσθαι. Λέγεται δὲ καὶ θρίαμβος ὁ Διόνυσος, ὅτι ἐπὶ θηρῶν, τουτέστιν ἐπὶ λεόντων, βέβηκεν, οἷον θηρίαμβος· τῷ γὰρ ἅρματι αὐτοῦ λέοντας ὑποζευγνύειν φασίν. Ἢ ὅτι καὶ συκῆς εὑρετής ἐστιν. Ἢ ἀπὸ τοῦ θορεῖν· πηδητικὸς γάρ. Λέγεται καὶ θυστήριος, ἀπὸ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾶν· ἀφʼ οὗ καὶ τὸ αἰωρούμενον, θύσανον. Θριαμβεύσας: Δημοσιεύσας. Θρίαι: Αἱ μαντικαὶ ψῆφοι, οἱονεὶ τρίαι τινὲς οὖσαι· καὶ γὰρ αἱ τρεῖς νύμφαι αἱ θυγατέρες τοῦ Διὸς, εὑρηκυῖαι τρεῖς ψήφους μαντικὰς, παρέσχον τῇ Ἀθηνᾷ· ἥτις ἐγκαλουμένη ὡς ἀλλότριον πρᾶγμα μετιοῦσα, τοῦτο γὰρ τοῦ Ἀπόλλωνός ἐστιν, ἔρριψεν αὐτὰς εἰς τὸ λεγόμενον Θριάσιον πεδίον. Παρὰ τὸ τρία, γέγονε θρία καὶ Θριάσιον· ἐκεῖ γὰρ ἔρριψεν ἡ Ἀθηνᾶ τὰς μαντικὰς ψήφους, αἵτινες θρίαι λέγονται· ὅθεν καὶ τὸ μαντεύεσθαι, θριᾶσθαι λέγεται. Καὶ αὗται τρεῖς εἰσὶ τὸν ἀριθμόν. Ἢ παρὰ τὸ τρισσαί· ἢ ἀπὸ Θριασίου τινὸς οὕτως καλουμένου. Θρία: Κυρίως τὰ τῆς συκῆς φύλλα· καὶ θριάζειν, τὸ φυλλολογεῖν· δηλοῖ δὲ καὶ τὸ ἐνθουσιάζειν. Καὶ θριάσιον ἐκλήθη πεδίον ἀπὸ τῶν βληθεισῶν εἰς αὐτὸ θριῶν ὑπʼ Ἀθηνᾶς. Θρίαι δέ εἰσιν αἱ μαντικαὶ ψῆφοι. Νύμφαι δέ τινες εἰσὶ Θρίαι ὀνομαζόμεναι, αἱ πρωτομάντεις, αἳ ἐξεῦρον τὴν τοιαύτην μαντείαν. Ἦσαν δὲ Ἀπόλλωνος τιθῆναι. Θριγκῷ: Τῷ τροχώματι· παρὰ τὸ θρέξαι· ὁ περιτρέχων κυκλόθεν οἷον στέφανος. Θριγκὸς οὖν τὸ ἀνώτατον τῆς τοῦ τοίχου οἰκοδομήσεως, καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος· καὶ ἡ στεφάνη, καὶ τὸ περιχαράκωμα. Καὶ θριγκὸς τειχίου, στεφάνη, περίφραγμα· ὡς οἶμαι, παρὰ τὸ θρέξω. θρίδαξ θρίδακος, θριδακίνη, εἶδος μάζης καὶ λαχάνου. Τινὲς ἀπὸ τῶν τριῶν φύλλων· τρίφυλλος γὰρ κατʼ ἀρχὰς, ὡς καὶ θρίναξ. Τινὲς δὲ, ὅτι τρίζει δακνομένη· ἢ ὅτι τῷ θέρει γίνεται, θεριδακίνη τὶς, τὸ μαϊούλιον. Θρίναξ: Σημαίνει τριαινοειδὲς ἐργαλεῖον ἐργατικόν. Παρὰ τὸ τρία, τρίναξ καὶ θρίναξ. Θρινακία: Σημαίνει τὴν Σικελίαν· παρὰ τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων, οἱονεὶ τρινακρία τὶς οὖσα. Καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία, Λιλύβαιον, Πάχυνον, Πέλωρον. Θρίξ: Ἀπὸ τοῦ θερίζω, θερίξω, Δωρικῶς, θρίξω, καὶ ἀποβολῇ τοῦ ω, θρίξ. Κλίνεται τριχὸς, καὶ οὐχὶ θριχός· ἐπειδὴ τὸ ρ μετὰ δασείας δασύ ἐστι, καὶ ψιλὸν μετὰ ψιλῆς· οἷον, ἀφρὸς, Ἀτρεύς. Οὐδέποτε δὲ εὑρίσκεται λέξις δισύλλαβος ἐν χρήσει ἀρχομένη ἀπὸ βʹ δασέων, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ δασέος. Τὸ γὰρ, ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, ὁ φθίθω ἐνεστὼς οὐχ εὕρηται ἐν χρήσει. Τούτου χάριν ἡ θρὶξ εὐθεῖα ἔτρεψεν ἐν τῇ γενικῇ τὸ θ εἰς τ ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἐπαναλαμβάνει αὐτὸ διὰ τοῦ ξ, θριξί. Θριπήδεστον: Ἀντὶ τοῦ βεβρωμένον καὶ διεφθαρμένον· ἀπὸ τοῦ θρὶψ θριπὸς, καὶ τοῦ ἔδω, τὸ ἐσθίω. Θρὶψ δέ ἐστι ζῷον κατεσθίον ξύλα καὶ κέρατα· καὶ θριπήδεστα, τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα, οἷς ἀντὶ σφραγίδος ἐχρῶντο. Θρόνος: θρόνιον: ἔστι καὶ πόλις Λοκρίδος. Ἐκ τοῦ θρόνος, θρόνιον. Τοῦτο ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρονος· καὶ ἐν συγκοπῇ, θρόνος, ἡ ἐπῃρμένη καθέδρα. Θρύον: Εἶδος πόας, ὁ λεγόμενος θρύσιος. Θρυαλλίς: Ἄνθος λυχνίδος, ἀκτίς. Ἤγουν τὸ περικαιόμενον τοῦ ἐλλυχνίου. Ἔστι δὲ καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. Παρὰ τὸ θέρω καὶ τὸ ἅλλω, τὸ πηδῶ, γίνεται θεραλλίς· καὶ τροπῇ τοῦ ε εἰς υ, καὶ ὑπερθέσει, θρυαλλίς. Θρύλλος: Ἡ βοὴ καὶ ὁ θόρυβος. Παρὰ τὸ θροῦς, ὃ σημαίνει τὴν βοὴν, θρόος θροῦλλος καὶ θρύλλος. Θρυλοῦντες: Ἀπὸ τοῦ θροῦς καὶ τοῦ ἐλῶ, τὸ ἐλαύνω, οἱονεὶ θροῦν ἑλόντες, τουτέστι θόρυβον ἐγείροντες· καὶ ἐπιθρυλοῦντες, ἐνοχλοῦντες, θορυβοῦντες. Ἐκ τοῦ θρυλῶ· τοῦτο παρὰ τὸ θροῦς θροός. Θροῶ περισπώμενον· πλεονασμῷ τοῦ λ, καὶ τροπῇ τοῦ ο εἰς υ, θρυλῶ. Θρυλίζω: Τὸ ψιθυρίζω. Παρὰ τὸ θραύω, θραυλίζω· κατὰ παραγωγὴν καὶ ἀποβολὴν τοῦ α, θρυλίζω. Θρυλλίχθη δὲ μέτωπον: Ἰλιάδος ψʹ, ἐθραύσθη, συνετρίβη, ἐκλάσθη. Ἀπὸ τοῦ θραυλίχθη, κατὰ ἀποβολὴν τοῦ α. Παθητικὸς ἀόριστος ἐστί. θρῴσκων σημαίνει τὸ πηδῶν. Ὁ μὲν Δίδυμος χωρὶς τοῦ ι· ἀπὸ τοῦ θορῶ θορήσω, θορήσκω, θρήσκω, καὶ θρώσκω κατὰ τροπήν. Ἔχει δὲ τὸ ι. Ὥσπερ γὰρ ἀπὸ τοῦ εὑρῶ καὶ στερῶ γίνεται εὑρίσκω καὶ στερίσκω διὰ τοῦ ι, οὕτως ἀπὸ τοῦ θωρῶ θωρίσκω διὰ τοῦ ι· καὶ καθʼ ὑπέρθεσιν, θρωΐσκω· καὶ κατὰ συναίρεσιν, θρῴσκω. Τινὲς δὲ κατὰ κῦμα ἔλεγον αὐτό. Θρωσμός: Σημαίνει τὸν ὑψηλὸν τόπον, ὅθεν ἔστι θεωρεῖν καὶ πηδᾶν· ἀφʼ οὗ καὶ θρόνος, ὁ ἐφʼ ὑψηλοῦ ποιῶν ἡμᾶς. Ἀπὸ τοῦ θορῶ θορίζω, θορισμός· κατʼ ἐπαύξησιν καὶ ὑπέρθεσιν, θροϊσμός· καὶ συναιρέσει, θρῳσμός. Ἔστι δὲ καὶ τόπος ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνομαστικῶς καλεῖται Θρῳσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο. Θυία: Ἐφʼ ἧς τὰ θύα, ὃ ἐστὶ τὰ θυμιάματα· καταχρηστικῶς δὲ καὶ αἱ λοιπαὶ θυίαι. Θύον: Τὸ ἐπιθυόμενον εἰς κάθαρσιν, καὶ ἀβλαβεῖς ποιοῦν· ἔνθεν τὸ, Πάσσε δʼ ἁλὸς θείοιο· καὶ, θεείου καιομένου. Φησὶν ἐπὶ τοῦ κεραυνοῦ· διὰ τὸ τούτου ἀπόζειν τὸν οὐρανόν· πῦρ τὸ τοῦ κεραυνοῦ. Θεῖα δὲ τὰ οὐράνια. Ὁ δὲ Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ λέγει κτητικὸν εἶναι· τοῦ θεὸς θέειος ἐκβαλὼν τὸ δεύτερον ε, ἐποίησε τὸ θεῖος. Καὶ ὁ πατράδελφος, θεῖος, οὕτως σεπτικὸς ὤν· ὅτι καὶ οἱ γονεῖς θεοὶ ἡμῖν εἰσι. Θυόεις: Ὡς παρὰ τὸ νείφω γίνεται νειφόεις, καὶ πνίγω πνιγόεις, οὕτω καὶ παρὰ τὸ θύω, θυόεις, καὶ θυόεν νέφος. Θυάδες: Αἱ βάκχαι· παρὰ τὸ θύω, τὸ ὁρμῶ· καὶ πλεονασμῷ τοῦ ι, θυϊάδες. Θυάσιν ὠμοβόροις ἴκελοι. Θυγατριδῆ: Ἐγγόνη, τῆς θυγατρὸς θυγάτηρ. Θυγάτηρ: Παρὰ τὸ θύειν καὶ ὁρμᾶν κατὰ γαστρός· ἐκ τοῦ θύω καὶ τοῦ γαστήρ· λέγεται γὰρ τὰ θήλεα τάχιον κινεῖσθαι ἐν τῇ μήτρᾳ. Τὴν θυγατέρα, καὶ συγκοπῇ, θύγατρα· αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους· ἁρμόσαντες, ἄρσαντες· ὁμόπατροι, ὅπατροι. Θύελλα: Ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄελλα, οὕτως ἀπὸ τοῦ θύω, τὸ ὁρμῶ, θύελλα· ἔστι δὲ συστροφὴ ἀνέμου. Θυέεσσι: Σὺν θυέεσσι, σὺν τοῖς θυμιάμασι· τουτέστι μετὰ θυσιῶν. Ἐκ τοῦ θύω, τὸ θυμιῶ, παράγωγον θυόεις θυόεντος· ἡ δοτικὴ τῶν πληθυντικῶν, θυόεσι· καὶ τροπῇ θυέεσι. Θυηλαί: Παρὰ τὸ θύω, θυηλή· κυρίως μὲν τοὺς θύλακας, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται· καταχρηστικῶς δὲ πᾶσα θυσία. Θυηλαὶ οὖν, αἱ ἀπαρχαὶ τῶν θυσιῶν· ἤγουν αἱ θυσίαι. Φιλόχορος, Γῆς παῖδας εἶναι Θυηλὰς, ἃς πρώτας θύσαι θεοῖς. Θυλάκιον: Θυλάκιον δέ ἐστι δερμάτινον σακκίον, ἢ βαλλάντιον. Θυηνός: Θρίαινος γάρ φασι κατὰ διαίρεσιν· ὁ ἐπιθανάτιος αἶνος. Θυοσκόος: Ὁ μάντις· ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν. Θυοσκόοι εἰσὶν, οἱ ἀπὸ τῶν θυομένων διὰ πυρὸς μαντευόμενοι· ἱερεῖς δὲ, οἱ ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαντευόμενοι. Θυώδης: Ὁ ἀπὸ τῶν θυομένων κοῶν καὶ νοῶν τὸ μέλλον· ἀπὸ τοῦ θύω, τὸ θυμιῶ. Λέγεται καὶ τὸ διὰ πυρὸς βάλλειν, θύον· ἐξ οὗ καὶ τεθυμένον τὸ διὰ πυρὸς βεβλημένον. Θυωρίτης: Θυωρίτην τριπλαῖς. Τὸν τραπεζίτην, ἀργυρογνώμονα, κριτήν. Θυωρὸς δὲ κυρίως ἡ τραπέζα, παρὰ τὸ τὰ θύη δέχεσθαι τῶν θεῶν· ἢ παρὰ τὸ τὰ θύη ὠρεῖν, ὅ ἐστι φυλάσσειν. Παρὰ Λυκόφρονι· νῦν δὲ μεταφορικῶς εἶπεν ἐπὶ τῆς ἄλλης, ὅτι ἔκρινον τὰς θεάς. Θύω: Τὸ σφάζω καὶ ἱερουργῶ· ὁ μέλλων, θύσω· ἐξ οὗ καὶ θυσία. Θύω, τὸ ὁρμῶ· ἐξ οὗ καὶ θύρα, διʼ ἧς ὁρμῶμεν· καὶ τέθυμαι, θυμός. Τὸ ΘΥ, μακρόν. Τὸ θύω καὶ λύω καὶ ῥύω κατὰ μὲν τὸν ἐνεστῶτα ἔχουσι καὶ μακρὸν καὶ βραχὺ τὸ δίχρονον, κατὰ δὲ τὸν μέλλοντα, ἀεὶ μακρόν· ἐν δὲ τῷ παρακειμένῳ συστέλλει αὐτὸ, τέθυκα καὶ λέλυκα· ὁμοίως καὶ ἐν τῷ παθητικῷ παρακειμένῳ· τὸ δὲ θῦμα καὶ λύμα ἐκτείνουσιν Ἀττικοί. Θυμός: Σημαίνει πέντε. Ἀπὸ τοῦ θύειν καὶ ὁρμᾶν τὸ αἷμα ἀπʼ αὐτοῦ, θύαιμός τις ὤν· κυρίως δὲ θυμὸς, μέρος τῆς ψυχῆς. Τρία δὲ αὐτῆς μέρη· λογικὸν, ἕτερος δέ με θυμὸς ἀνῆκεν. θυμικὸν, Θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. ἐπιθυμητικὸν, Εἴξας ᾧ θυμῷ. Ποτὲ μὲν οὖν ὁ θυμὸς παρὰ τῷ ποιητῇ σύμπασαν τὴν ψυχὴν σημαίνει, ὡς ἐν τῷ, Ἔνθʼ ὅγε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμόν. Ἐνίοτε δὲ τὰ μέρη αὐτῆς· τὸν μὲν ἐπιλογισμὸν, ἕτερος δέ με θυμὸς ἀνῆκεν. Τὸ δὲ θυμικὸν, ὡς τὸ, σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐνὶ στήθεσιν· καὶ, Θυμὸς δὲ μέγας ἐστί. Ἐνταῦθα τὴν ὀργήν· καὶ τὴν ἐπιθυμίαν, ὡς τὸ, Εἴξας ᾧ θυμῷ, μίγη φιλότητι καὶ εὐνῇ. Σημαίνει καὶ τὴν ὁμόνοιαν, ὡς τὸ, ἕνα θυμὸν ἔχοντες καὶ ἐπίφρονα βουλήν. Ποιοῦ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰ μὲν σημαίνει τὴν ψυχὴν, γενικοῦ· εἰ δὲ σημαίνει τὴν ὀργὴν, εἰδικοῦ. Διαφέρει γὰρ ὀργὴ, μῆνις, κότος, χόλος, θυμός. Ζήτει εἰς τὰς Διαφοράς. Θυμοβάρεια: Ὡς ἀπὸ τοῦ θυμοβαρεύω. Θυμαρής: Ἔχει δʼ ἄλοχον θυμαρέα, Ἰλιάδος ιʹ, τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. Παρὰ τὸ θυμὸς καὶ τὸ ἀρῶ γίνεται θυμαρής. Καὶ σκῆπτρον θυμαρὲς, ὀξυτόνως· οὐ γὰρ ἐστὶ παρώνυμον παρὰ τὸ ΗΡΗΣ· τὰ γὰρ διὰ τοῦ ΗΡΗΣ καὶ ΩΔΗΣ βαρύνεται, ξιφήρης, ὀνώδης. Θυμέλη: Ἡ τοῦ θεάτρου μέχρι νῦν ἀπὸ τῆς τραπέζης ὠνόμασται, παρὰ τὸ ἐπʼ αὐτῆς τὰ θύη μερίζεσθαι, τουτέστι τὰ θυόμενα ἱερεῖα. Τράπεζα δὲ ἦν, ἐφʼ ἧς ἑστῶτες ἐν τοῖς ἀγροῖς ᾖδον, μήπω τάξιν λαβούσης τραγῳδίας. Θυμίαμα: Παρὰ τὸ θύω, θυμιῶ· ἢ παρὰ τὸ θύον, ὅπερ ἐστὶν εἶδος πόας μυρεψικῆς. Θυμίαμα δὲ, θυμοῦ ἴαμα. Ἢ ἀπὸ τοῦ τυφωέως καπνοῦ· ἀφʼ οὗ καὶ θῦμα, παρὰ τὸ θύω. Ἢ ὅτι διὰ τῶν θυμάτων καιομένων ἐθυμίαζον οἱ παλαιοί. Θύμμενον: Δηλοῖ τὸ ὑπὸ πυρὸς βεβλημένον ἢ κεκακωμένον. Καὶ παρὰ γεωργοῖς οἱ ὑποκεκαυμένοι ὑπὸ πάχνης ἀμπελῶνες ἐντεθυμμένοι καλοῦνται. Καὶ τὸ κακῶσαι τῷ καπνῷ τοῦ πυρὸς τὰς μελίσσας θύσαι λέγουσι μελιττουργοί. Θύμβρα: Τόπος τῆς Ἰλίου, κληθεὶς κατὰ μέν τινας ἀπὸ ἑνὸς τῶν Δαρδάνων μετοικησάντων· καθʼ ἑτέρους δὲ, ἀπὸ Θύμβρης. Ἰλιάδος κʹ, πρὸς Θύμβρης δʼ ἔλαχον Μῄονες ἀγέρωχοι. Ἀντὶ τοῦ πρὸς τὸ Θυμβραῖον πεδίον κλήρῳ ἔλαχον Λυδοὶ, αὐθάδεις καὶ θρασεῖς. Ὁτὲ δὲ δηλοῖ καὶ τοὺς ἄγαν ἀνδρείους. Ἔνθεν καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές. Θύκος: Κυρίως εἰς ὃν ἐμβάλλομεν τὰ θυμιάματα. Θύσκη: Σκάφη ἡ τὰ θύματα δεχομένη· ἀπὸ τοῦ θύω. Θύρα: Παρὰ τὸ θύω, τὸ ὁρμῶ. Ἢ παρὰ τὸ θέω καὶ τὸ ἀὴρ, θέαρα καὶ θύρα. Καὶ θυωρὸς, ὁ τῶν πυλῶν φύλαξ. Θύραζε: Κυρίως μὲν εἰς τὸ ἔξω τῆς θύρας· ὁτὲ δὲ καὶ τὸ ἁπλῶς ἔξω. Θυρεός: Τὸ ὅπλον. Γίνεται παρὰ τὴν θύραν θυρός· καὶ πλεονασμῷ τοῦ ε, θυρεὸς, ὁ θύρας τάξιν ἔχων. Θυρεπανοίκτης: Σύνθεσιν ἐπὶ συνθέσει ἀνεδέξατο. Ἦν γὰρ ἀνοίκτης· προσῆλθεν ἡ ἐπὶ, καὶ ἐγένετο ἐπανοίκτης· καὶ οὕτω τὸ θύρα προσετέθη, καὶ ἐγένετο θυρεπανοίκτης. Ὁμοίως καὶ τὸ δυοκαιεικοσίπηχυς· πρῶτον τὸ εἰκοσίπηχυς· καὶ οὕτω συνετέθη. Καὶ τὸ Σφραγιδονυχαργοκομήτης σύνθεσιν ἐπὶ συνθέσει ἀνεδέξατο. Ὥσπερ γὰρ τόνος οὐ τίθεται περαιτέρω τῶν τριῶν συλλαβῶν, οὔτε ποὺς μετρικὸς ὑπερβαίνει τὰς τρεῖς συλλαβὰς, οὕτω οὔτε λέξις σύνθετος θέλει εἶναι περαιτέρω τῶν τριῶν λέξεων. Θυρηβόλιον: Ἡ ἔπαυλις, θυροβόλιόν τι ὄν. Θῦνον κρίνοντες: Ἰλιάδος βʹ, ὥρμων διαχωρίζοντες τὸν λαόν. Ὁ παρατατικός ἐστιν ἔθυνον. Ἀπὸ τοῦ θύω πλεονασμῷ τοῦ ν γίνεται θύνω, τὸ ὁρμῶ· καὶ ὄνομα ῥηματικὸν, θῦνος· καὶ πλεονασμῷ ἑτέρου ν, θῦννος· ὅπερ ἐν τῇ κοινῇ συνηθείᾳ καλεῖται θύννα. Κλίνεται δὲ ὡς ἡ παρθένος οὕτως καὶ ἡ θύννος· καὶ αἱ θύννοι, ὡς αἱ μυροφόροι. Θυννίδες: Οἱ νῦν θύννοι, ἢ ἄλλοι τινὲς ἰχθύες. Θυσσανόεσσα: Κροσσοὺς ἔχουσα. Ἀπὸ τοῦ θύω, τὸ ὁρμῶ καὶ κινῶ, γίνεται θύσανος θυσανόεις· καὶ τὸ θηλυκὸν, θυσσανόεσσα. Θύσθλα: Θυρσοὶ ἢ κλάδοι, οὓς αἱ βάκχαι κατέχουσιν. Ἢ τὰ φύλλα τῆς ἀμπέλου· ἢ τὰ ἐπὶ τὴν θυσίαν φερόμενα. Παρὰ τὸ θύω, τὸ ὁρμῶ, ὁ μέλλων θύσω, γέγονε θύσθλον. Ἰλιάδος ζʹ, Θύσθλα χαμαὶ κατέχευαν. Οἱ μὲν, τοὺς κλάδους· οἱ δὲ, τοὺς θύρσους, τουτέστι τὰς βακχικὰς δράκας· ἅ ἐστι διονυσιακὰ μυστήρια· ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν. Θυσιαστήριον: Τὸ τὴν θυσίαν τηροῦν. Θυραυλεῖν: Τὸ παρὰ ταῖς θύραις τινὸς αὐλίζεσθαι καὶ προσεδρεύειν καὶ περιμένειν. Θύρσος: Ὁ κλάδος ὁ παρὰ Διονύσῳ· παρὰ τὸ συνεχῶς ταῖς μαινάσι κινούμενος· οἱονεὶ θύειν ὅ ἐστιν ὁρμᾶν ὀρθὸς, οὐκ ἐγκεκλιμένος. Θύρσος: Ὄνομα κύριον· θυρσὸς τὸ στέμμα τῶν γάμων. Θοή: Ἡ ζημία, ἣν κατατίθεται ὁ ζημιούμενος. Γίνεται ἐκ τοῦ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ. Θῶες: Ἀπὸ τοῦ θέω, τὸ τρέχω, γίνεται θώς. Ἢ ἀπὸ τοῦ θοός· ταχεῖς γὰρ εἰσὶ, καίπερ βραχυσκελεῖς ὄντες. Ἔστι δὲ ὁ θὼς ζῷον ἄλκιμον καὶ εὐκίνητον. Θωπεία: Ἡ κολακεία· ἐκ τοῦ θωπεύω· καὶ θῶπες, οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. Παρὰ τὸ θὼψ, ὅπερ ἐστὶ θηρίον ἀπατηλόν. Τοῦτο παρὰ τὸ θῶ, ὃ σημαίνει τὸ εὐωχοῦμαι. Θῶμαι καὶ ἐπίθωμαι: Πᾶν ὑπερτρισύλλαβον εἰς ΜΑΙ λῆγον ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· δῶμαι, ἀπόδωμαι· σχῶμαι, ἀπόσχωμαι. Θωμοί: Οἱ τῶν σπερμάτων σωροί. Ἐκ τοῦ τίθημι, θήσω. Θωμός: Ὁ σωρός. Θώμιξ: Λεπτὸν σχοινίον. Θωμίζει: Τῷ κέντρῳ ἐρεθίζει καὶ μαστίζει. Θῶν: Ὄνομα κύριον· καὶ κλίνεται Θῶντος, ὡς πρὸς τὸν χαρακτῆρα τῶν εἰς ΩΝ περισπωμένων, ὡς Ξενοφῶν, Ξενοφῶντος. Θῶνος παράκοιτις: Λέγει ὁ τεχνικὸς, ὅτι ἀπὸ τῆς Θῶνις Θώνιδος γίνεται Θώνιος, ὡς Πάρις Πάριδος, Πάριος· καὶ συγκοπῇ, Θῶνος. Ἢ ἀπὸ τοῦ Θόων Θόωνος· καὶ κράσει τοῦ ο καὶ ω εἰς ω μέγα, Θῶνος. Κρεῖττον λέγειν ἀπὸ τῆς Θώνιος γενικῆς κατὰ συγκοπήν. Ζήτει περὶ τούτου διεξοδικώτερον Χοιροβοσκὸς περὶ τόνου τῆς εὐθείας τῶν δυϊκῶν. Θῶκος: Ἡ καθέδρα· παρὰ τὸ θῶ, τὸ ἑδραιῶ· ἢ γίνεται κατὰ ἀντίφρασιν ἀπὸ τοῦ θέω· ἢ ἀπὸ τοῦ θοῶ· ἐξ οὗ παράγωγον, θοάζω· ἔνθεν Σοφοκλῆς Οἰδίποδι, Τίνας ποθʼ ἕδρας τάσδέ μοι θοάζετε; Ἀντὶ τοῦ προσκαθέζεσθε. Θῶ οὖν· ὁ μέλλων, θώσω· γίνεται θῶκος, ἡ τοῦ θεῖν ἡμᾶς ἐπέχουσα καθέδρα. Θώραξ: Παρὰ τὸ θῶ, τὸ ἀπολαύω, οὗ ὁ μέλλων θώσω, θῶρος καὶ θώραξ· οἱονεὶ τὸ ἀπολαυστικὸν μέρος τοῦ σώματος, τὸ ἀπὸ τοῦ τραχήλου μέχρι τῶν αἰδοίων καθῆκον κύτος· ὃ καὶ ὄλμος καλεῖται. Λέγεται δὲ θώραξ τὸ ὅπλον, ὁ σιδηροῦς χιτών· ὅπερ ἐστι λουρίκιον· ἀφʼ οὗ θωρηχθῆναι, τὸ καθοπλισθῆναι. Λέγεται καὶ τὸ παχὺ ἱμάτιον, καὶ ὁ πύργος, καὶ τὸ σῶμα, καὶ τὸ στῆθος, τὸ μέρος τοῦ σώματος. Γίνεται παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, οὖρος καὶ ὦρος· ὅθεν καὶ θυρωρὸς καὶ πυλωρός. Ἐκ τοῦ ὦρος, παρώνυμον, ὤραξ· καὶ πλεονασμῷ τοῦ θ, θώραξ, ὁ φύλαξ τοῦ θερμοῦ καὶ τοῦ θυμικοῦ. Ἢ παρὰ τὸ θορῶ, τὸ πηδῶ, θώραξ, τροπῇ τοῦ ο εἰς ω, ὁ φύλαξ τῆς θορούσης ὅ ἐστι τῆς πηδώσης καρδίας· ἀπὸ γὰρ ταύτης καὶ τὰ λοιπὰ μέρη κινοῦνται· ἢ τοῦ θείου καὶ ἡγεμονικοῦ τῆς ψυχῆς, ἢ τοῦ θυμικοῦ· οἷον θοάραξ. Ἢ παρὰ τὸ πᾶν πρᾶγμα κινεῖσθαι διὰ τοῦ περιχεομένου τοῦ ἡγεμονικοῦ ἐν αὐτῷ, οἷον θεώραξ. Ἢ παρὰ τὸ θῶ, τὸ εὐωχοῦμαι, ἤτοι ἐν εὐωχίᾳ εἰμί· ἀφʼ οὗ οἱ Δωριεῖς θωρεῖσθαι λέγουσι τὸ εὐωχεῖσθαι· τούτου ὁ μέλλων, θώσω· ῥηματικὸν ὄνομα, θῶρος· ἀφʼ οὗ θώραξ, ὡς λίθος, λίθαξ. Θῶρος οὖν ἡ τροφὴ καὶ ἡ μέθη· καὶ θώραξ, ὁ δεκτικὸς τῆς τροφῆς τόπος· ἀφʼ οὗ καὶ τὸ ἐμπίπλασθαι οἴνου θωράσασθαι λέγεται, ὡς παρὰ Ἀριστοφάνει, πρὸς τοὺς συμπότας θωράξομαι. Εὐωχηθήσομαι, ἢ μεθυσθήσομαι. Καὶ Πίνδαρος Διθυράμβων πρώτῳ, Ἀλόχῳ ποτὲ θωρηχθεὶς ἐπεῖχεν ἀλλοτρίᾳ. Παρὰ δὲ τὸ θῶ εἴρηται καὶ ἔνθεσις ἡ τροφή· καὶ ἔνθου τὸ ῥόφησον, παρὰ Ἀριστοφάνει· καὶ θωρήσσω καὶ θώρηξις. Λέγεται καὶ ἐπὶ τῆς καθοπλίσεως, καὶ ἐπὶ τῆς τοῦ οἴνου ἀκρατοποσίας. Ἐπὶ δὲ τοῦ ὅπλου, θώραξ, ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον ἔξωθεν παρίστησι μετωνυμικῷ τρόπῳ, ὡς Ὅμηρος, Τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων. Ἀπὸ τῶν περιεχομένων τὰ περιέχοντα, ἀπό τε τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας. Ὁ τρόπος, μετωνυμία. Τὸ θωρήσσω, ἀπὸ τοῦ θοῦρος, ὁ εἰς τὸν πόλεμον ὁρμητικός· ἀπὸ τοῦ θέειν ῥᾷον. Δοῦρις ὁ Σάμιος ἐν τῷ περὶ Νόμων φησὶν, ὅτι Διόνυσος ἐπιστρατεύσας Ἰνδοῖς, καὶ μὴ δυνάμενος αὐτοὺς χειρώσασθαι, κρατῆρα οἴνου πληρώσας πρὸ τῆς χώρας αὐτῶν ἔθηκεν· οἱ δὲ ἐμφορηθέντες τοῦ πόματος, ἀσυνήθεις ὄντες, οὕτως ἐχειρώθησαν μεθυσθέντες. Ὅθεν οἱ ποιηταὶ τὸ μεθύειν θωρήσσεσθαι λέγουσιν. Τὰ εἰς ΑΞ ὀνόματα, φύσει μακρᾷ παραληγόμενα, εἰ μὲν ὦσιν ἀρσενικοῦ γένους, ἐκτείνουσι τὸ α· οἷον, θώραξ, οἴαξ· εἰ δὲ θηλυκοῦ, συστέλλουσιν αὐτὸ, οἷον αὖλαξ, πῖδαξ. Θῶσθαι: Θῶσθαι λέγουσιν οἱ Δωριεῖς τὸ εὐωχεῖσθαι· ἀπὸ τοῦ θῶ, τὸ εὐωχοῦμαι. Θωΰσσειν: Τὸ θηριώδει φωνῇ χρῆσθαι· ἢ ἀπὸ τοῦ θῶες· ἢ θρηνώδη. Θῶ: Σημαίνει τὸ κατασκευάζω καὶ ποιῶ, ἐξ οὗ καὶ θεός· θῶ, τὸ τρέφω, ἐξ οὗ καὶ θοίνη ἡ εὐωχία· θῶ, τὸ θηλάζω, ἐξ οὗ καὶ θηλὴ ὁ μασθὸς, καὶ θῆλυς, ἡ ἔχουσα μασθοὺς καὶ θηλάζουσα· θῶ, τὸ ἑδραιῶ, ἐξ οὗ καὶ θῶκος, ὁ θρόνος· θῶ, τὸ τίθημι, ἐξ οὗ καὶ θὶς, ὁ σωρὸς τῶν χρημάτων· θῶ, τὸ ἀπολαύω, ἐξ οὗ καὶ θώραξ. Ἔστι δὲ καὶ ἄλλα δύο διὰ τοῦ ο καὶ ω· θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, ἐξ οὗ καὶ θωή· τὸ δὲ διὰ τοῦ ο μικροῦ σημαίνει τὴν ταχύτητα. Γίνεται δὲ παρὰ τὸ θέω, τὸ τρέχω. Σημαίνει δὲ καὶ τὸ τρέχω, καὶ τὸ βλέπω· οἷον, Ἔργα θέων. Ἰστέον ὅτι τὰ εἰς ΟΣ ὀκταχῶς συντίθενται· ἢ γὰρ φυλάσσει τὸ σ, ὡς τὸ λαὸς σόος, λαοσσόος· καὶ θεὸς δοτὸς, θεόσδοτος· ἢ ἀποβάλλει τὸ σ, ὡς τὸ νίκος λαὸς, Νικόλαος· ἢ ἀποβάλλει τὸ σ καὶ προσλαμβάνει τὸ ι, ὡς τὸ Πύλος πυλογενὴς, καὶ πυλοιγενής· καὶ ὁδὸς, ὁδοπόρος καὶ ὁδοιπόρος· ἢ ἀποβάλλει τὸ σ καὶ τρέπει τὸ ο εἰς η, ὡς τὸ ἔλαφος, ἐλαφοβόλος καὶ ἐλαφηβόλος· καὶ θεὸς τόκος, θεοτόκος, καὶ θεητόκος· ἢ ἀποβάλλει τὸ σ καὶ τρέπει τὸ ο εἰς ε, ὡς τὸ μένος Μενόλαος καὶ Μενέλαος· καὶ Μενοπτόλεμος, Μενεπτόλεμος· ἢ ἀποβάλλει τὸ σ καὶ τρέπει τὸ ο εἰς ι, ὡς τὸ ὄρος, Ὀροβάσιος καὶ Ὀριβάσιος· ἢ ἀποβάλλει τὸ σ καὶ τρέπει τὸ ο εἰς ε καὶ προσλαμβάνει τὸ ἰῶτα, ὡς τὸ ὄρος ὀροφοίτης καὶ ὀρεφοίτης, καὶ ὀρειφοίτης· καὶ Ἄργος ἀργεφόντης, καὶ ἀργειφόντης· ἢ ἀποβάλλει τὸ σ καὶ τρέπει τὸ ο εἰς α καὶ προσλαμβάνει τὸ ἰῶτα, ὡς τὸ κλυτὸς Κλυτομνήστρα καὶ Κλυταιμνήστρα. Θυσία: Τὰ διὰ τοῦ ΙΑ θηλυκὰ παρὰ μέλλοντα παρηγμένα βαρύνεται, ὁσία, ἐξουσία, προδοσία· τὸ μέντοι πρασιὰ καὶ αἱμασιὰ, ὡς περιεκτικοῦ ἔχοντα ἔννοιαν, ὀξύνεται. Τὰ διὰ τοῦ ΙΑ θηλυκὰ μονογενῆ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ὑπερδισύλλαβα, μὴ ὄντα ἀπὸ τῶν εἰς ΕΥΣ ἢ ΕΥΩ ἢ ΥΣ, μήτε ἀπὸ τῶν εἰς ΟΣ προπερισπωμένων. μήτε σύνθετα ἀφʼ ἁπλοῦ ἔχοντα τὴν ΕΙ δίφθογγον, μήτε λεγόμενα εἰς ΟΝ οὐδέτερα, μήτε προπαροξύτονα κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε Ἀττικὰ ἐκτείνοντα τὸ ἄλφα καὶ παροξυνόμενα, διὰ τοῦ ι γράφεται, ἀνία, ξενία, πενία, γωνία, ἠρεμία, ὀφθαλμία, αἰθρία, καρδία. Πρόσκειται, «μονογενῆ,» διὰ τὸ Πολυδεύκεια χεὶρ, καὶ Ἀγαμεμνόνεια· ὁ Ἀγαμεμνόνειος γὰρ, καὶ τὸ Ἀγαμεμνόνεια. «Πρὸ μιᾶς τὸν τόνον ἔχοντα,» διὰ τὸ εὐσέβεια. «Ὑπὲρ δύο συλλαβὰς,» διὰ τὸ μνεία, χρεία, θεία. «Μὴ ἀπὸ τῶν εἰς ΕΥΣ, ΕΥΩ, καὶ ΥΣ,» διὰ τὸ δουλεύω, δουλεία· ταχὺς, ταχεῖα. Μὴ σύνθετα ἀφʼ ἁπλοῦ·» ἐπειδὴ ἀπὸ τοῦ δεία τοῦ σημαίνοντος τὴν ἔνδειαν γέγονε σιτοδεία. «Μὴ λεγόμενα εἰς ΟΝ,» διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. «Μὴ προπαροξυνόμενα κατὰ κρᾶσιν γινόμενα,» διὰ τὸ ὑγιὴς, ὑγίεια καὶ ὑγία. «Μὴ κατὰ διάστασιν,» διὰ τὸ ἀνδρεία, τὸ ἐπὶ τῆς ἀρετῆς· τοῦτο δὲ Ἀπολλώνιος διὰ τοῦ ι γράφει, ὁ δὲ Ὦρος, διὰ τῆς ΕΙ διφθόγγου. Εὕρηται γὰρ κατὰ διάστασιν ἀνδρεΐα. Οὕτως καὶ ἡ παράδοσις. Πρόσκειται, «ἐπὶ τῆς ἀρετῆς,» ἐπειδὴ ἐπὶ γυναικὸς παρὰ Φιλοξένῳ οὐ λέγεται ἀνδρεία γυνὴ, ἀλλὰ μᾶλλον ἀνδρικὴ γυνή. Πρόσκειται, «μὴ ἀπὸ τῶν εἰς ΟΣ προπερισπωμένων,» διὰ τὸ Ἀργεῖος Ἀργεία, ἀνδρεῖος ἀνδρεία· «μὴ Ἀττικά·» ἐπειδὴ τὸ ἱέρεια καὶ εὔκλεια Ἀττικῶς καταβιβάζουσι τὸν τόνον καὶ τὸ α ἐκτείνουσι. Τοιοῦτον καὶ τὸ θύεια, ὃ σημαίνει τὴν ἴγδην. Ἀττικοὶ ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσι. Τὸ δὲ νωθεία, ἡ ἀργεία, ἀπὸ τοῦ νωθρός ἐστι νωθρεύω, νωθρεία, κατὰ ἀποβολὴν τοῦ ρ. Τὰ εἰς ΟΣ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ΕΥΩ, εἰ μὲν ὦσιν ἁπλᾶ, τῷ ῥήματι ἀκολουθεῖ τὰ θηλυκά· οἷον πόρος πορεύω, πορεία δίφθογγον· εἰ δὲ ὦσι σύνθετα, διὰ τοῦ ι γράφεται τὰ θηλυκὰ, οἷον φιλάνθρωπος, φιλανθρωπεύω, φιλανθρωπία, ὑπερηφανία, καὶ παρθενία. Τὰ παρὰ τὸ ἦθος διφορεῖται, ἀήθεια καὶ ἀηθία· πολιτικώτερον δὲ διὰ τοῦ ι· καὶ τὰ παρὰ τὸ κέρδος, φιλοκέρδεια καὶ φιλοκερδία, αἰσχροκέρδεια καὶ αἰσχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ εὐπαθία, εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία· εὐέπεια καὶ εὐεπία, ὠφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία· οἰκωφελία καὶ κοινωφελία μόνως, καὶ ἀμαθία· καὶ τὸ ι, πολιτικόν. Τὰ παρὰ τὸ φυὴ, διὰ τοῦ ι, εὐφυΐα. Εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. Τὰ παρὰ τὸ τύχη, διὰ τοῦ ι, εὐτυχία. Εὕρηται καὶ εὐτύχεια παρὰ Σοφοκλεῖ. Τὰ παρὰ τὸ ἔτος διὰ τοῦ ι γράφεται· τὰ δὲ παρὰ τὸ ἄλλο, διὰ διφθόγγου.