eul_wid: xie-aad
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Δ by Etymologicum Magnum

δ.Δέλτα τὸ στοιχεῖον. Ἔρτα … τί ὂν τὸ μὴ ὃν ἐλλιπὲς τῇ ἐπάρσει. Ἰσόπλευρον γὰρ ὂν οὐκ ἀφαιρούμεθά τι τῶν ἴσων ἵνα ἶσα γένηται. Ἐπεὶ οὖν οὕτως ἔτυχεν ἐκ τῆς κατʼ ἀρχὴν ἐκτυπώσεως. Ἄλλοι δὲ ἀπὸ τοῦ δελτωτοῦ ἐξ ἀστέρων συγκειμένου. Δᾷδες: Λαμπάδες. Ἔχει τὸ ι· ἐπειδὴ εὕρηται κατὰ διάστασιν δαΐδων. Γίνεται δὲ ἐκ τοῦ δαΐω, τὸ διακόπτω καὶ καίω· ὁ μέλλων, δαΐσω· καὶ λοιπὸν ἐκ τοῦ δαῒς καὶ δᾷς κατὰ συναίρεσιν· ἔμεινε δὲ τὸ ι ἀνεκφώνητον. Δάειρα: Ἡ Περσεφόνη παρὰ Ἀθηναίοις· παρὰ τὴν δᾷδα· ἐπειδὴ μετὰ δᾴδων ἐπιτελεῖται αὐτῇ τὰ μυστήρια· ἢ ὅτι δᾷδα φορεῖ. Δαήρ: Ἀνδρὸς ἀδελφός. Παρὰ τὸ δαίω, τὸ γινώσκω, ἀφʼ οὗ τὸ ἐδάην, δαὴρ, ὁ ἐν γνώσει ὢν τοῖς κατʼ ἐπιγαμίαν οἰκείοις. Τινὲς δὲ παρὰ τὸ δαίω, τὸ καίω, εἴ γε τούτοις ἐν τοῖς γάμοις ἔθος ἐστὶ λαμπαδηφορεῖν. Οὕτω καὶ παρὰ τὸ πατῶ, τὸ συνουσιάζω, πατήρ. Δαηρόν: Λαμπρὸν, ξηρὸν, καυματηρόν. Δαήμων: Παρὰ τὸ δαίω δαῶ, τὸ μανθάνω, δαήσω, δαήμων, ὡς διδῶ διδήσω, διδήμων. Ἔνθεν δεδάηκα, καὶ δαῶμεν. Δαημονέστατα: Τεχνικώτατα, ἐμπειρότατα, ἐπιστημονικώτατα· καὶ δαημοσύνη, μάθησις. Δαΐζων: Διακόπτων· ἀπὸ τοῦ δαίω, τὸ κόπτω· ἢ παρὰ τὴν δάϊν, τὴν μάχην, ὁ καταμαχόμενος. Σημαίνει καὶ τὴν νίκην, σημαίνει καὶ πεύκην. Δαΐς καὶ δαῖς: Ἡ λαμπάς. Ἀριστοφάνης, Σὸν ἔργον ἐστὶ ὦ δαῖς ἰέναι πάλιν φλόγα. Παρὰ τὸ δαίω, τὸ καίω, δαῒς, ὡς κόπτω, κοπίς· καὶ λέπω, λεπίς. Ἔστι καὶ δαῒς ἡ μάχη παρὰ τὸ δαίω, τὸ διακόπτω, κατὰ διάλυσιν δαΐω· καὶ πλεονασμῷ τοῦ ζ, δαΐζω· ὁ μέλλων, δαΐσω. Ἐξ αὐτοῦ δαΐς. Κλίνεται δαΐδος. Ὁ κανών· τὰ εἰς ΙΣ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν, διὰ τοῦ ΔΟΣ κλίνεται· οἷον, ἐλπὶς ἐλπίδος, δαῒς δαΐδος· ἡ δοτικὴ δαΐδι, καὶ κατὰ συγκοπὴν τῆς ΔΙ συλλαβῆς, δαῒ, ἐν δαῒ λυγρῇ. ἐξ αὐτοῦ δαΐφρων, ὁ πολεμικὸν φρόνημα ἔχων, παρὰ τὴν δαῒ δοτικὴν, καὶ τὸ φρὴν, ὁ τὰ περὶ πόλεμον φρονῶν· σημαίνει καὶ τὸν συνετὸν, παρὰ τὸ δαίω, τὸ γινώσκω· ἵνʼ ᾗ ὁ δεδαηκὼς φρόνησιν. Ἢ παρὰ τὸ ΔΑ ἐπιτατικὸν, ὁ μεγάλως φρονῶν. Τὰ δὲ ἐκ δύο τελείων συγκείμενα ὀνόματα, ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ἕως, ἑωσφόρος· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδεὶς οὐδενὸς, καὶ τὸ ὤρα, ἡ φροντὶς, οὐδενόσωρα· καὶ Ἕλλη Ἕλλης, Ἑλλήσποντος· ἢ ἀπὸ δοτικῆς, ὡς Ἄρηϊ, ἀρηΐφιλος, καὶ δουρὶ, δουρικλυτός· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ νοῦν, νουνεχὴς, καὶ πόδα, Ποδαλείριος· ἀπὸ δὲ κλητικῆς μόνον οὐ συντίθεται. Ἐπὶ δὲ τοῦ δαΐφρονος Πηνελοπείης, οὐ σημαίνει τὴν πολεμικὴν, ἀλλὰ τὴν σώφρονα καὶ συνετήν· παρὰ τὸ δαῶ, τὸ μανθάνω, δαΐσω· καὶ ἐξ αὐτοῦ, δαΐφρων. Τὰ γὰρ ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα, ἢ τῷ ο παραλήγουσιν, ὡς τὸ ἁμαρτῶ ἁμαρτοεπὴς, μισῶ μισογύνης· ἢ τῷ ι, ὡς τὸ εἰλῶ εἰλίπους, οἰδῶ Οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος· οὕτω δαῶ δαΐσω, δαΐφρων. Ἢ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ φρὴν, διάφρων, σημαινούσης ἐπίτασιν· καὶ ἐν ὑπερβιβασμῷ, δαΐφρων, σώφρων· ἐχθρόφρων δὲ, πολέμιος. Δάκνω: Παρὰ τὸ ΔΑ ἐπιτατικὸν μόριον, καὶ τὸ καίνω, τὸ κόπτω, γίνεται δακαίνω· ἐξ οὗ καὶ τὸ δαγκάνω, ἀποβολῇ τοῦ ι, καὶ πλεονασμῷ τοῦ γ· εἶτα πάλιν ἀποβολῇ τοῦ ι, καὶ συγκοπῇ, δάκνω. Δάκετον: Θηρίον ἑρπετόν. Παρὰ τὸ δάκνω, δάκνετον, καὶ δάκετον, καὶ δάκετος. Καλλίμαχος, Ξεῖνος ἐχιδναῖον νέρθεν ἄγων δάκετον. δάκια, τὰ μικρὰ θηρία. Δάκος: Τὸ θηρίον· παρὰ τὸ δάκνω. Πίνδαρος, Ἐμὲ δὲ χρὴ φεύγειν δάκος ἀδινὸν κακηγορίαν. Σημαίνει καὶ δῆγμα, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς, Σῆμα δέ τοι δάκεος αἱμορρύου αὖτις ἐνίψω. Δάκτυλος: Διατί προπαροξύνεται; Τὰ διὰ τοῦ ΥΛΟΣ, εἰ ἔχει τὴν πρώτην συλλαβὴν διὰ δευτέρου συμφώνου μηκυνομένην, προσηγορικὰ ὄντα, προπαροξύνεται· οἷον, σπόνδυλος, γόγγυλος. Δάκρυον: Ὡς ἐπίπαν παρὰ τὸ ἐκ δέους ἢ ἐπὶ δέοντος ἐκρεῖν· παρὰ τὸ δήκω, τὸ δαγκάνω. Ἢ παρὰ τὸ δάκνω, δάκνυον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἢ τῆς καρδίας, ἐξέρχεται τὸ δάκρυον. Ἢ παρὰ τὸ δάκνεσθαι τὰ ὄμματα ὑπʼ αὐτοῦ. Δάκρυσι: Δοτικὴ τῶν πληθυντικῶν· ἡ εὐθεῖα, τὸ δάκρυον. Καὶ ὤφειλεν εἶναι δακρύοις· ἀλλὰ κατὰ μεταπλασμὸν δάκρυσιν, ὥσπερ πρόβασιν· ἡ ἐπὶ τέλους συλλαβὴ ἡ ΤΟΙΣ εἰς ΣΙ τρέπεται, προβάτοις, πρόβασι· ἐγκάτοις, ἔγκασι· πετάλοις, πέταλσι· πᾶν γὰρ πληθυντικὸν εἰς ΣΙ, εἰ ἔχει ἀμετάβολον πρὸ τοῦ τέλους, τοῦτο ἔχει καὶ ἐν τοῖς ἑνικοῖς· ῥήτορσι, ῥήτωρ· Ἕκτορσιν, Ἕκτωρ. Τὸ δὲ δάκρυ γέγονεν ἀπὸ τοῦ δάκρυον οὐ κατὰ ἀποκοπὴν, ἀλλὰ κατὰ σχηματισμόν. Τὸ δάκρυ τοίνυν· ἡ γενικὴ, δάκρεος· ἡ δοτικὴ, δάκρεϊ· καὶ τὸ πληθυντικὸν, δάκρεα, ὡς πώεα, ἄστεα. Δακρυόεις: Παρὰ τὸ δάκρυον· τὸ δὲ δάκρυον, ἢ παρὰ τὸ κρύος καὶ τὸ ΔΑ ἐπιτατικόν· ἢ παρὰ τὸ ΔΑ, καὶ τὸ καίνω, τὸ κόπτω, ἔστι δάκρυα· καὶ κατὰ συγκοπὴν, δάκρυ. Ἢ παρὰ τὸ δάκρυον, καὶ δάκρυ. Ἔστιν ἀπὸ συνθέτου λέξις ἁπλῆ· ἔστι γὰρ ἀρίδακρυς, καὶ δάκρυς, πολύδακρυν, δάκρυν. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Δάκρυς: Δακρύω, δακρύσω· ἀποβολῇ τοῦ ω, δάκρυς· καὶ μετὰ τοῦ πολὺς, πολύδακρυς, πολυδάκρυος. Προπαροξύνεται. Τὰ εἰς ΥΣ σύνθετα, ἀρσενικὰ ἢ κοινὰ ὄντα τῷ γένει, προπαροξύνεται. Καὶ ἄλλως· Τὰ εἰς ΥΣ ὀνόματα, εἴτε βαρύνεται, εἴτε ὀξύνεται, εἴτε περισπᾶται, ἐν τῇ συνθέσει συστέλλοντα τὸ υ, προπαροξύνεται· οἷον, ὀφρῦς, λευκόφρυς. Δάκτυλος: Παρὰ τὸ δράσσω, δράκτυλος τὶς ὤν· παρὰ γὰρ τὸ δράσσεσθαι. Ἢ παρὰ τὸ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται, δέκτυλος, καὶ δάκτυλος· καὶ δάκτυλοι, οἱ δεκτικοὶ ὄντες τῶν διδομένων. Ἢ παρὰ τὸ δείκω, τὸ δεικνύω, δείκτυλοι, καὶ δάκτυλοι· διʼ αὐτῶν γὰρ ἡ δεῖξις γίνεται. Λέγονται δὲ Δάκτυλοι καὶ οἱ Κορύβαντες. Καὶ νομίζω αὐτοὺς Δακτύλους ὠνομάσθαι διὰ τὸ διδάξαι, διδακτύλους τινὰς ὄντας· ἢ δεκτύλους, τοὺς δεκτικοὺς καὶ ὑπηρετικούς. Δάκτυλα: Ζήτει εἰς τὸ λύχνα. Δακτύλιος: Ἐπὶ τῆς ἕδρας· ἢ διὰ τὸ δακτύλοις ἐφικτὸν εἶναι· ἢ ἀπὸ μεταφορᾶς τῆς στρογγυλότητος τοῦ σημαντῆρος, τῆς σφραγίδος. Ὁ δὲ φορούμενος δακτύλιος, ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι. Λέγονται δὲ δακτύλιοι καὶ οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια σχοινία ἀνάπτουσιν. Ἐκ τοῦ Ῥητορικοῦ. Λέγεται καὶ τοῦ πηδαλίου τὸ ἄκρον, καὶ τὸ ἐπίσπαστρον τῆς θύρας. Δαλός: Ὁ πεπυρακτωμένος ἄνθραξ, ἢ λαμπὰς, ἢ ξύλου ἀπόκαυμα· ἢ δᾳδίον ἡμίφλεκτον. Λέγεται δὲ καὶ δαλὸς καὶ δαελὸς παρὰ Σώφρονι. Παρὰ γὰρ τὸ δαίω, δαϊλός· ἢ παρὰ τὸ δαίω, δαερὸς, ὡς φαίνω, φανερός· καὶ Ἀττικῶς, δαελός· καὶ Ἰωνικῶς, δαυλός· καὶ κοινῶς, δαλός· παρὰ δὲ τὸν δαίσω μέλλοντα γίνεται δαιλός· καὶ τροπῇ τοῦ ι εἰς υ, δαυλός. Δάμαρ: Ἡ γαμετή. Παρὰ τὸ γάμον, γάμαρ καὶ δάμαρ. Ἢ παρὰ τὸ δαμάζεσθαι καὶ ὑπεζεῦχθαι ἀνδρὶ γυνή· φίλη. Δαμάζω: Παρὰ τὸ δέμας ἄζειν, ὅ ἐστι ξηραίνειν. Δαμεῖεν: Δαμῶ, τὸ ὑποτάσσω· ὁ μέλλων, δαμήσω· ὁ δεύτερος ἀόριστος, ἔδαμον, ἐδάμην, καὶ ἐδάμημεν· ἡ μετοχὴ, δαμείς· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικόν. Πᾶν γὰρ πρῶτον πρόσωπον καὶ τὰ ἑξῆς εἰς σ ὀξύτονον ποιεῖ τὴν μετοχήν. Τὸ εὐκτικὸν, δαμείην· τὸ πληθυντικὸν, δαμείημεν· καὶ κατὰ συγκοπὴν, δαμεῖμεν, καὶ δαμεῖεν. Τὰ εἰς ΜΕΝ εὐκτικὰ, εἰ μὲν διφθόγγῳ .... Ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν, τουτέστι ὑποταγεῖεν. Δαμείησαν δὲ ὤφειλεν εἶναι. Δαμᾶι: Ἰλιάδος αʹ, Εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ. Ἀντὶ τοῦ δαμάζει, καταπονεῖ. Ἐνεστώς. Γέγονε δὲ παρὰ τὸ δέμω, τὸ δαμάζω. Ὁ δεύτερος ἀόριστος, ἔδαμον. Κἄνπερ τύχοι τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόριστος. Ὁ μέλλων δεύτερος δαμῶ, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. Τινὲς δὲ οὕτω· δαμῶ· καὶ ὁ μέλλων δαμάσω· τὸ τρίτον, δαμάσει· καὶ ἀποβολῇ τῆς ΣΕΙ συλλαβῆς, δαμᾷ. Ἢ ὡς Ἡρωδιανός· ἀπὸ τοῦ δαμάζω γίνεται δαμῶ κατὰ συγκοπήν. Τὸ πρωτότυπον, δαμῶ· παράγωγον, δαμάζω· ἐξ οὗ τὸ δάμνω· καὶ εἰς ΜΙ, δάμνημι, ἀπὸ τοῦ δαμνῶ· Τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι. Ἐδάμων, ἐδάμαζον· ἐδάμην· δεδάμηκα· καὶ κατὰ συγκοπὴν, δέδμηκα, καὶ δεδμήμην· ἐδάμασα, καὶ ἑξῆς αὐτά. Δάμνησι: Δαμάζει, ἀναιρεῖ, ὑποτάσσει· τῷ δάμνησι στίχας ἀνδρῶν. Ὁ Σιδώνιος ἄνευ τοῦ ι· ὁ δὲ Ἀρίσταρχος, σὺν τῷ ι· τὸ μὲν, ἀπὸ τοῦ δάμνημι· τὸ δὲ, ἀπὸ τοῦ δάμνω ὑποτακτικοῦ. Τὸ δὲ δάμνω, ἀπὸ τοῦ δαμάζω κατὰ συγκοπήν. Δαμᾶς: Ὄνομα κύριον. Παρὰ τὸν δαμάσω μέλλοντα, Δαμᾶς, ὡς θαυμάσω, Θαυμᾶς· καὶ δώσω, Δώς· καὶ σώσω, Σώς. Δαμασκός: Πόλις Συρίας, παρὰ τὸν Ἀντιλίβανον. Εἴρηται ὅτι Δαμᾶς στρατεύων μετὰ Διονύσου, ἐκεῖσε σκηνὴν πηξάμενος, ἱδρύσατο ἐκεῖ Συρίας θεοῦ ξόανον. Ἢ οὖν Δαμᾶ σκηνὴ, Δαμασκός· ἢ ὅτι Ἀσκὸς εἷς τῶν γιγάντων, ὃς μετὰ Λυκούργου τὸν Διόνυσον ἔδησε, καὶ εἰς ποταμὸν ἐνέβαλεν· ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ, καὶ ἀσκὸς ἐξεδάρη, καὶ ἐκεῖ ἐτάφη. Καὶ ἐκ τοῦ ταφέντος ἡ πόλις ἐκλήθη. Καὶ τὰ οἰνοδόχα δὲ δέρματα ἀσκοὺς καλοῦσι. Δάμασος: Ὄνομα κύριον. Παρὰ τὸ δαμάζω, δαμάσω, Δάμασος, ὡς ἱππάζω, ἱππάσω, Ἵππασος. Ἐκ δὲ τοῦ δεδάμασται, Δαμάστωρ, ὄνομα κύριον, ὡς τετέλεσται, Τελέστωρ· καὶ Δαμαστορίδης. Δάμις: Ὄνομα κύριον. Ἔστι δὲ παρώνυμον, Δωρίδι διαλέκτῳ. Παρὰ τὸ δῆμος γίνεται Δῆμις, καὶ Δάμις Δωρικῶς, ὥσπερ ἀπὸ τοῦ δουρὸς γίνεται Δοῦρις ὄνομα κύριον. Δανά: Τὰ ξηρὰ ξύλα. Οὕτω καὶ εἰς τὸ Ῥητορικόν· οἷον, διά τε ξύλα δανὰ κεάσαι. Παρὰ τὸ δὴν, τὸ ἐπὶ πολὺν χρόνον, γίνεται δανὰ, τὰ διὰ τὸν χρόνον ξηρά. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, τὰ εἰς καῦσιν ἐπιτήδεια, εὔκαυστα, θερμά. Δανάκης: Νομίσματός ἐστιν ὄνομα βαρβαρικὸν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν. Καλλίμαχος, Τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔτι φέρονται μούνη ἐπιπτολίων ὅτε θυμιονησέμεν· ἀλλουσάνοις ἐκ στομάτεσσι νεὼς Ἀχερουσίας ἐπὶ βάθρον δανάκης. Ἀχερουσία δέ ἐστι λίμνη ἐν ᾅδου· ἣν διαπορθμεύονται οἱ τελευτῶντες, τὸ προειρημένον νόμισμα διδόντες τῷ πορθμεῖ. Εἴρηται δὲ δανάκης, ὁ τοῖς δαναοῖς ἐμβαλλόμενος. Δαναοὶ γὰρ οἱ νεκροὶ, τουτέστι ξηροί. Δανὰ γὰρ τὰ ξηρά. Ἡρακλείδης ἐν τῷ δευτέρῳ Περσικῶν. Δάνειον: Παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον. Εὐφορίων, Τό ῥά οἱ δάνος ὤπασεν Ἕκτωρ. Ὡς οὖν τέλος, τέλειον, οὕτω δάνος, δάνειον, κατὰ ἀντίφρασιν, τὸ μὴ δῶρον. Τρύφων δὲ ὁ τοῦ Ἀπαρκτίωνος φησὶ τὸ παλαιὸν ἐπὶ τοῦ ἀναφαιρέτου δώρου τάττεσθαι τὴν λέξιν· Δίδυμος δὲ, τὸ χρονίζον χρέος· παρὰ τὸ δὴν δάνος καὶ δάνειον· ἢ παρὰ τὸ δίδοσθαι μετὰ ἀνίας. Διογενιανὸς, μερίδος ἰσχὺν, γέρας. Δάος: Ἡ λαμπάς· παρὰ τὸ δαίω· Δάος μετὰ χερσὶν ἔχουσαι. Τὰ εἰς ΟΣ οὐδέτερα ἔχοντα πρὸ τοῦ τέλους τὸ α, συστέλλει, φάος, χάος· πλὴν τοῦ φᾶρος, πρᾶγος. Δαπάνη: Παρὰ τὸ δάπτω, τὸ ἐσθίω, δαπάνη, ὡς θήγω, θηγάνη· ἀκονῶ, ἀκόνη· περῶ, περόνη. Ἢ δάπτω, δάπτη· καὶ πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ τ εἰς ν. Τί γὰρ οὕτω δάκνει ὡς δαπάνη; Καὶ ῥῆμα, δαπανῶ· καὶ παράγωγον, δαπανηρός. Δάπεδον: Παρὰ τὸ ΔΑ ἐπιτατικὸν γίνεται· τουτέστι τὸ μέγα καὶ πλατὺ πέδον, ὅ ἐστιν ἔδαφος. Τὸ δὲ ΔΑ γίνεται καὶ ΖΑ, κατὰ μετάθεσιν τοῦ δ εἰς ζ· ὅθεν καὶ ζάπλουτος, ὁ πάνυ πλούσιος. Δάπιδες: Τάπητες· παρὰ τὸ ἐν δαπέδῳ στρώννυσθαι. Δάπτω: Τὸ ἐσθίω· καὶ τὸ διὰ στόματος σπαράττειν· ἐξ οὗ καὶ τὸ δάψαι· Μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν. Καὶ δάπης, ὄνομα. Παρὰ τὸ ΔΑ μόριον ὅπερ ἀπὸ τοῦ ΖΑ γέγονεν Αἰολικῶς καὶ τὸ ἅπτω, γίνεται δάπτω· κυρίως γὰρ τὸ λάβρως ἐσθίειν σημαίνει. Δάρας: Παρὰ τὸ ἐν τῷ αὐτῷ χωρίῳ συλληφθῆναι Δαρεῖον ὑπὸ Ἀλεξάνδρου. Ὑπὸ δὲ Ἀναστασίου κτισθὲν, ἐκλήθη Ἀναστασιούπολις. Δανειζόμενοι: Οὐ μόνον οἱ δανειζόμενοι, ἀλλὰ καὶ οἱ δανεισταί. Δανειστὴν δὲ Διογένης καὶ τὸν δεδανεισμένον. Δαρδάπτω: Ἀπὸ τοῦ δάπτω κατὰ ἀναδιπλασιασμὸν, δαδάπτω· καὶ πλεονασμῷ τοῦ ρ, δαρδάπτω, τὸ κατεσθίω· τὸ δὲ δάπτω σημαίνει καὶ τὸ διέλλω, καὶ κόπτω, καὶ τέμνω. Διὰ δὲ χρόα καλὸν ἔδαψεν. Ἔτρωσεν, ἔκτεινεν. Καὶ δαρδάπτομαι, διασπαράττομαι. Δαρεῖος: Τὰ ἀπὸ τῶν εἰς ΙΣ διὰ τοῦ ΕΙΟΣ γινόμενα, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· δῆρις, δηρεῖος· καὶ τροπῇ Δαρεῖος, οἱονεὶ ὁ πολεμικός· Ἦλις, ὄνομα πόλεως· καὶ Ἠλεῖος, ὁ πολίτης. Μάντις, μαντεῖος, ὁ Ἀπόλλων· ἔφορος γὰρ τῆς μαντείας. Πρόσκειται, «πρὸ μιᾶς τὸν τόνον ἔχοντα·» ἐπειδὴ ἀπὸ τοῦ μάντις γίνεται κύριον Μάντιος. Δαρεικός: Νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόησεν. Ἀπὸ γὰρ τοῦ Δαρεῖος, Δαρειακός· καὶ κατὰ συγκοπὴν δαρεικός. Δάρης: Παρὰ τὸ δείρω καὶ ἐκδέρω γίνεται δέρης, καὶ τροπῇ, Δάρης. Εἰκὸς γὰρ, ὡς ἱερεὺς, ἔσχε καὶ τὸ ὄνομα παρὰ τὸ ἐκδέρειν τὰ θύη. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, δάης· καὶ πλεονασμῷ τοῦ ρ, Δάρης. Ἢ παρὰ τὸ δαίω, τὸ μανθάνω, δάρης· ἐξ οὗ καὶ τὸ ἄρης. Δασεῖα: Τὸ πνεῦμα· παρὰ τὸ σφοδρὸν καὶ μέγα εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς. Παρὰ τὸ ΔΑ ἐπιτατικὸν, καὶ τὸ σεύω, τὸ ὁρμῶ, τὸ σφοδρῶς ἐκπεμπόμενον πνεῦμα. Δάσκιος: Ὁ μεγαλόσκιος· οὐκ ἀπὸ τοῦ δασύσκιος κατὰ συγκοπὴν, ἀλλʼ ἀπὸ τοῦ ΔΑ ἐπιτατικοῦ· οἷον, Δάσκιον εἰσελάσαντος ἕλος. Σύνδενδρον. Δασύλλιος: Ὁ Διόνυσος· ἀπὸ τοῦ δασύνειν τὰς ἀμπέλους. Δασὺς, ὑλώδης τόπος καὶ σύνδενδρος. δασυλλὶς, ἄρκος. Δάσαντο: Καὶ τὰ μὲν εὖ δάσσαντο. Καλῶς ἐμερίσαντο. Ἀπὸ τοῦ δαίω, δάσσω, δάζω. Καὶ δάσσονται, φαγοῦνται ἢ μεριοῦνται. Δασμός: Ὁ μερισμός. Παρὰ τὸ δάζω, ἀφʼ οὗ τὸ δάζομαι καὶ ἐδάσαντο, δέδασμαι, δασμὸς, ὡς σκεδάζω, σκεδασμός. Δασπλῆτις: Ἡ Ἐριννύς. Καλὸν δασπλῆτα Κοροιβός. Σημαίνει δὲ κυρίως τὸν δυσπροσπέλαστον, ᾧ οὐκ ἄν τις προσπελάσοι διὰ τὸν φόβον ἢ τὴν ὀργήν· παρὰ τὸ ΔΑ, ἡ μεγάλως προσπελάζουσα, ἡ ἄγαν χαλεπὴ ἐν οἷς ἂν προσπελάσῃ. Ἢ δασπλῆτις λέγεται ἡ Ἐριννὺς παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλούς. Θεόκριτος δὲ Ἑκάτης αὐτὸ εἶναι ἐπίθετον λέγει, ἡ μεγάλων κακῶν ἀναπιμπλαμένη· ἢ ἄπληστος τιμωρός· καὶ ἀσπλής. Δάσληρα: Δεῖ γινώσκειν ὅτι τὸ Δάσληρα ὄνομα δὲ τοῦτο λίμνης καὶ Βρυσμὸς ἔστι δὲ ὄνομα βασιλέως καὶ Πάσνης καὶ Μάσνης ὀνόματα ποταμῶν καὶ Ὀσροήνη ὅπερ τινὲς Ὀρροΐνη λέγουσιν· ἔστι δὲ χῶρα οὕτω καλουμένη ἐν Συρίᾳ τὸ σ ἐν συλλήψει ἐστὶ μετὰ τῶν ἐπιφερομένων συμφώνων. Ὅτι γὰρ οὐκ ἔστιν ἐν διαστάσει, δῆλον ἐκ τοῦ μὴ ἄρχεσθαι ἐπιφερομένην συλλαβὴν ἀπὸ τοῦ σ. Εἰ γὰρ ἦν τὸ σ ἐν διαστάσει, καὶ ἔληγεν ἡ συλλαβὴ εἰς τὸ σῖγμα, εἶχεν ἂν ἡ ἐπιφερομένη συλλαβὴ ἀρχὴν ἀπὸ τοῦ σῖγμα, διὰ τὸν κανόνα τοῦτον· Πᾶσα γὰρ συλλαβὴ καταλήγουσα εἰς σῖγμα, ἔχει καὶ τὴν ἑξῆς συλλαβὴν ἀπὸ τοῦ σῖγμα ἀρχομένην· οἷον, νύσσω, πλήσσω, καὶ τὰ ὅμοια. Δασμοφορεῖν: Τοῦτο ἀποβάλλον τὸ ἰῶτα παρὰ τοῖς Δωριεῦσι γίνεται ὀξείᾳ τάσει δασμηφορέν· δασμηφορεῖν δέ ἐστι τὸ τὰ δημόσια φέρειν. Δασμὸς γὰρ μέρος φόρου, ἀπαρχή. Δασμοφορεῖν οὖν, τὸ φόρους λαμβάνειν. Δατῶ: Τὸ μερίζω· καὶ δατούμεθα, τὸ μεριζόμεθα· οἷον, δατεώμεθα ληΐδʼ Ἀχαιοί. Καὶ, χθόνα ποσσὶ δατεῦντο. Ἀντὶ τοῦ ἐμέριζον βαδίζουσαι. Ἰλιάδος ψʹ. μερισμῷ γὰρ τινὶ ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τεθεμένων. Παρὰ τὸ δαστὸς, δαστῶ· καὶ ἐνδείᾳ τοῦ σῖγμα, δατῶ. Ἢ παρὰ τὸ δαίω, τὸ μερίζω· ἀφʼ οὗ τὸ δάζω καὶ δάσσω· ἐξ οὗ τὸ δαστὸς καὶ ἄδαστος· καὶ κατʼ ἔλλειψιν, ἄδατος. Καὶ ἄδαστα παρὰ Σοφοκλεῖ ἐν Αἴαντι, τὰ ἀμέριστα καὶ ἀδιαίρετα. Δατητής: Παρὰ Ἀττικοῖς, ὁ διανεμητής. Ἀριστοτέλης. Τίνες οἱ δατηταί; Ἀπολλόδωρος διὰ τοῦ σ φησί. Παρὰ τὸ δαίω, δαστός· καὶ ῥῆμα, δαστῶ· ὁ παρακείμενος, δεδάστηται· καὶ ἐνδείᾳ τοῦ σ, δεδάτηται· ἀφʼ οὗ ὄνομα δατητὴς, ὡς πεποίηται, ποιητής. Διαιρετῆρες, μερισταί. Δαῦλον: Δασὺ, ἡμίφλεκτον ξύλον. Δαυλός: Ὁ δασύς. Παρὰ τὸ δάσος γίνεται ῥῆμα δασῶ, ὡς τεῖχος, τειχῶ· ἀφʼ οὗ φησὶ Πίνδαρος, τετείχισται. Ἐκ τοῦ δασῶ γίνεται κατὰ παραγωγὴν δασαύω, ὡς χρῶ, χραύω, καὶ ψῶ, ψαύω· εἶτα κατὰ συγκοπὴν, δαύω· ὁ μέλλων, δαύσω· καὶ ὡς παύσω παῦλος, οὕτω δαύσω δαῦλος. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, ὁ μέλλων, δαίσω, δαιλός· καὶ τροπῇ τοῦ ι εἰς υ, δαυλὸς, ὁ καιόμενος καὶ δασύς. Τὰ γὰρ δασέα ταχέως καίονται. Δαυλίς: Πόλις ἐν τῷ Παρνασῷ κειμένη. Μῦθος δὲ ἐκεῖ γεγονέναι τὰ κατὰ τὸν Τηρέα καὶ τὰς ἀδελφὰς Πρόκνην καὶ Φιλομήλαν. Εἴρηται δὲ διὰ τὸ πολὺ δάσος ἔχειν. Δαῦλον γὰρ τὸ δασύ. Αἰσχύλος, Δαῦλος ὑπήνη καὶ γενειάδος πυθμήν. Ἢ διαυλίδα· ὅτι ταῖς δύο ἀδελφαῖς ἐκεῖ συνηυλίσθη ὁ Τηρεύς· ἔνθεν καί τινες Δαυλιάδα καλοῦσι. Καὶ ἡ πόλις δὲ νῦν Δαυλία καλεῖται. Καὶ δαυλίαν κορώνην, ἀντὶ τοῦ ἀηδόνα, Ἀριστοφάνης διὰ τὸν μῦθον. Ἔνιοι, τὴν δασεῖαν. Δαύω: Τὸ κοιμῶμαι. Σαπφὼ, Δαύοις ἁπαλᾶς ἐτάρας ἐν στήθεσιν. Λέγει δὲ Ἡρωδιανὸς, ὅτι ἅπαξ κεῖται ἡ λέξις παρὰ Σαπφοῖ. Καὶ γίνεται παρὰ τὸ δέω, τὸ δεσμεύω. Ὅμηρος ἐν Ὀδυσσείᾳ, Πῶς ἂν ἐγώ σε δέοιμι; Ὃ κατὰ συναλοιφὴν γίνεται δῶ. Τοῦτο τὸ δῶ κατὰ παραγωγὴν γίνεται δαύω· κυρίως τὸ δεσμῶ· εἴρηται καὶ ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμουμένοις ἐοίκασι. Δαύω: Τὸ καίω, παρὰ Σιμωνίδῃ, μηρίων δεδαυμένων. Παρὰ τὸ δαίω, τὸ καίω, τροπῇ τοῦ ἰῶτα εἰς υ. Δαυχμόν: Εὔκαυστον ξύλον. Δαφοινός: Ὁ πυρρὸς, ἢ ἐρυθρὸς, ἢ μέλας. Καὶ μᾶλλον παρὰ τὸ ΔΑ καὶ τὸ φοινός· ἵνʼ ᾖ ὁ μεγάλως φοινὸς, τουτέστιν ὁ μέλας· φόνος γὰρ τὸ αἷμα. Ἢ ἀπὸ τοῦ ΖΑ, ζαφοινὸς, καὶ δαφοινὸς ἐν τροπῇ, ὁ φόνιος ἄγαν· παρὰ τὸ ΔΑ καὶ τὸ φόνος. Ἢ παρὰ τὸ δαίω. Ἐκ τοῦ φόνος, τὸ θηλυκὸν, φονή· καὶ πλεονασμῷ τοῦ ι, φοινή· καὶ τὸ ἀρσενικὸν, φοινός· καὶ μετὰ τοῦ ΔΑ, δαφοινός. Διατί οὐκ ἀναβιβάζει τὸν τόνον; Τὰ γὰρ εἰς ΟΣ ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον· οἷον, τελεστὸς, ὀψιτέλεστος· τοῦτο δὲ διὰ τὸ σημαινόμενον ἐκωλύθη βαρύνεσθαι. Χωρὶς γὰρ, φησὶν, εἰ μὴ διὰ σημασίαν τινὰ κωλυθείη· διὰ τὸ λοιγὸς, βροτολοιγός. Καὶ χωρὶς τῶν ἐθνικῶν, Ἀχαιὸς, Παναχαιός. Καὶ χωρὶς τοῦ ἰατρὸς, ἀρχιατρός. Δάφνη: Τὸ φυτὸν, δαοφώνη τὶς οὖσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα· ἠχεῖ γὰρ καιομένη. Μαρτυρεῖ Θεόκριτος, χʼ ὡς αὐτὰ λακῇ μέγα κἀκπυρίσασα. Δαφνίτας: Ἀπόλλων παρὰ Συρακοσίοις. Δέω: Σημαίνει τέσσαρα· τὸ δεσμεύω· τὸ φοβοῦμαι, ἐξ οὗ δέος, ὁ φόβος· τὸ πρέπω, ἐξ οὗ, ἔδεον, ἔδεες, ἔδεε, καὶ κράσει, ἔδει, τὸ ἔπρεπε· τὸ ἱκετεύω, ἐξ οὗ καὶ δέησις. Δαίω: Σημαίνει τέσσαρα· τὸ μανθάνω, ἐξ οὗ καὶ ἐδάην, τὸ ἔμαθον· δαίω, τὸ μερίζω, ἐξ οὗ καὶ δαιτρὸς, ὁ μάγειρος· δαίω, τὸ εὐωχοῦμαι, ἐξ οὗ καὶ δαὶς δαιτὸς, ἡ εὐωχία· καὶ δαιτυμόνες, οἱ φίλοι· δαίω, τὸ καίω, ἐξ οὗ καὶ δᾷδες, αἱ καιόμεναι· ἡ δὲ εὐθεῖα, δᾲς δᾳδός. Καίω, καὶ τροπῇ τοῦ κ εἰς δ, δαίω. Ἢ ἀπὸ τοῦ αἴθω, τροπῇ καὶ ὑπερθέσει. Δαίδαλος: Τὸ κύριον ὄνομα τοῦ ἥρωος· παρὰ τὸ δαίω, σημαίνει τὸ ἐπίσταμαι, δαίαλος, ὁ ἐπιστήμων· καὶ πλεονασμῷ τοῦ δ, δαίδαλος. Ἢ παρὰ τὸ δαίω, τὸ μανθάνω· καὶ δαίδαλα, ποικίλα κατασκευάσματα, τὰ ἐκ δαήσεως καὶ ἐμπειρίας ὄντα· ἢ παρὰ τὸ δαῆναι, τὰ ἐκ μαθήσεως γεγονότα. Ἢ ἀπὸ Δαιδάλου, τοῦ ποικίλλοντος τὰ ἴδια ἔργα. Ἢ ἀπὸ Δαιδάλης, Ἀθηνᾶς μάμμης ἢ τροφοῦ. Πᾶν δὲ τὸ ὑπὸ τῆς παρθένου δημιουργούμενον ἐπʼ αὐτὴν ἀναφέρεται. Δαιδάλειον: Τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα ἀνδριάντα· καὶ δαιδάλεον, τὸν ποικίλον τῇ κατασκευῇ. Ἔστι δὲ ἀπὸ τοῦ δαιδάλειος, κατὰ ἀποβολὴν τοῦ ι· τοῦτο, ἀπὸ Δαιδάλου κυρίου ὀνόματος μηχανοποιοῦ, ὃς πρῶτος κατεσκεύασε ποικίλα καὶ διάφορα ζῷα. Ἢ ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, γίνεται δαιδάλειος. Ἢ ἀπὸ τοῦ δαιδάλλω, τὸ ποικίλλω. Παρὰ τὸ δαίω, παράγωγον δαιάλλω, ὡς ἄγω, ἀγάλλω· καὶ ἴω, ἰάλλω· καὶ πλεονασμῷ τοῦ δέλτα, δαιδάλλω. Δαίμων: Δαίω, τὸ μανθάνω, ἐξ οὗ καὶ δαίμων, οἱονεὶ δαήμων τὶς ὤν. Ἢ παρὰ τὸ δαίω, τὸ γινώσκω, γίνεται δαίμων, ὁ πάντα ἐπιστάμενος καὶ γινώσκων· καὶ ἀφαιρέσει τοῦ δ, αἴμων· Αἴμονα θήρης. Ἢ παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ ἑκάστῳ ἀπομερίζων. Δαιμόνιος: Μακάριος, ἢ θαυμαστός· παρὰ τὸ δαίμων δαίμονος. Τὸ ΜΟ, μικρὸν, ὡς κοινόν· τὸ ΝΙ, ι, ὡς ἐπίθετον. Δαιμόνιε, μακάριε· ἢ κακόδαιμον, φαυλότατε. Καὶ δαιμονίη, εὐδαίμων καὶ μακαρίη· ὁτὲ δὲ, κακὴ καὶ φαύλη. Δαίνυντο: Εὐωχοῦντο. Ἀπὸ τοῦ δαίνυμι, τὸ παθητικὸν, δαίνυμαι· ὁ παρατατικὸς, ἐδαινύμην, ἐδαίνυσο, ἐδαίνυτο· τὸ τρίτον τῶν πληθυντικῶν, ἐδαίνυντο· καὶ ἀφαιρέσει τοῦ ε. Τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ποιοῦντα παράγωγα διὰ τοῦ ΝΥΩ, εἰ μὲν διφθόγγῳ παραλήγεται, διʼ ἑνὸς ἀμεταβόλου ἐκφέρεται· οἷον, δαίω, δαινύω· εἰ δὲ ἑνὶ φωνήεντι, διὰ δύο· οἷον, ἕω, ἑννύω· σβέω, σβεννύω. Ἢ δαίω· καὶ πλεονασμῷ τοῦ ν, δαίνω δαινύω καὶ δαίνυμι, τὸ εὐωχοῦμαι· ἐξ οὗ καὶ τὸ δαινύμενος, ὡς ὀρέγνω, ὀρεγνύω, ὀρέγνυμι. Δαίς: Παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων, δαίσω· ἀποβολῇ τοῦ ω, δαὶς, ἡ μεριστὴ εὐωχία· τὸ γὰρ παλαιὸν διένεμον τὰς τροφάς. Ἢ παρὰ τὸ δαίω, τὸ καίω· ἐπεὶ διὰ πυρὸς γίνεται πάντοτε. Διὰ τοῦτο τὰ ἄλλα ζῷα ὠμοφάγα καὶ ὠμησταί. Δαιτὸς ἐΐσης. ἴσης, πᾶσιν ὁμοίας, ἢ ἰσομοίρου καὶ μεριστῆς. Ὅθεν, Μοίρας δασάμενοι, δαίνυντʼ ἐρικυδέα δαῖτα. Εἰς τὸ παῖς. Τρία εἰσὶν εἰς ΑΙΣ ὀνόματα· ἀρσενικὸν, ὁ παῖς· θηλυκὸν, ἡ δαίς· οὐδέτερον, τὸ σταῖς· σημαίνει δὲ τὴν ζύμην, τὸ ἄλευρον. Ἃ σεσημείωται. Δαιταλεύς: Ὁ εὐωχητής· ἀφʼ οὗ δρᾶμα Ἀριστοφάνους ὠνόμασται Δαιταλεῖς. Γίνεται παρὰ τὸ δαιτεύς· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς· καὶ γίνεται παρὰ τὴν δαῖτα, τὴν εὐωχίαν. Ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι, δαιαλεὺς, καὶ πλεονασμῷ τοῦ τ. δαιταλεῦσι, δαιτυμόσι, θιασώταις, ἢ συμπόταις· καὶ συνδαιταλεῖς, ἤγουν εὐωχηταί. Δαιταλεὺς, ὁ ἐπὶ τὰ δεῖπνα πορευόμενος. Δαισάνη: Πτισάνη, ἀπὸ σίτου ἐπτισμένου ἑψηθεῖσα· παρὰ τὸ δαίσασθαι, ὅ ἐστιν εὐωχεῖσθαι ἢ ἐσθίειν. Τὴν γὰρ πρώτην τροφὴν πρὸ τῆς εὑρέσεως τῶν ἄρτων οὕτως ἐποιοῦντο. Δαιτήριον: Τόπος ἐν Ἰλιάδι σταδίου· ἀπὸ τοῦ ἐν αὐτῷ καθήμενον Ἡρακλέα μετὰ τὸν πρὸς Αὐγέαν πόλεμον τὰ λάφυρα τοῖς συμμάχοις δαΐσαι, ὅ ἐστι μερίσαι. Δαιτήριον, οἱονεὶ μεριστήριον. Δαίτωρ: Ὄνομα κύριον. Παρὰ τὸ δαίω, δαίσω, δαίτωρ, ὡς πράξω πράκτωρ, καὶ ἄξω ἄκτωρ. Δαιτρός: Παρὰ τὸ δαίω, τὸ μερίζω καὶ κόπτω, γίνεται δαιτρὸς, μεριστὴς, μάγειρος, ὁ μερίζων τὰ κρέατα· ἐξ οὗ καὶ δαιτρεύω, τὸ μερίζω. Καὶ δαιτρὸς, μεριστής· καὶ δαιτροπόνος, σιτοποιός. Δαιτὸς ἐΐσης: Τῆς ἐξ ἴσου μεριζομένης εὐωχίας καὶ τροφῆς. Οὕτω γὰρ εἱστιῶντο μεριζόμενοι τά τε βρώματα καὶ τὸν ποτόν. Δαίτης: Τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. Οἱ μὲν γὰρ ἀπὸ τῆς δαιτὸς γενικῆς· οἱ δὲ, ἀπὸ τοῦ δαίσω μέλλοντος· διὸ καὶ βαρύνεται. Δαιτίς: Τόπος ἐν Ἐφέσῳ. Εἴρηται ἀπὸ τοιαύτης αἰτίας. Κλυμένη θυγάτηρ βασιλέως μετὰ κορῶν τε καὶ ἐφήβων εἰς τὸν τόπον τοῦτον παραγενομένη, ἔχουσα δὲ καὶ ἄγαλμα Ἀρτέμιδος, μετὰ τὴν ἐκ τοῦ λειμῶνος παιδιὰν καὶ τέρψιν, ἔφη δεῖν τὴν θεὸν εὐωχεῖσθαι. Καὶ αἱ μὲν σέλινα καὶ ἄλλα τινὰ συνάγουσαι, ἀνέκλιναν· οἱ δὲ ἔφηβοι, ἐκ τῶν πλησίον ἁλοπηγίων ἅλας λαβόντες, παρέθηκαν τῇ θεῷ ἀντὶ δαιτός. Τῷ δʼ ἑξῆς ἐνιαυτῷ μὴ τούτου γενομένου, μῆνις τῆς θεοῦ καὶ λοιμὸς κατέλαβε, καὶ κόραι καὶ νέοι διεφθείροντο· χρησμὸς οὖν ἐδόθη, διʼ οὗ ἐξηυμενίσαντο τὴν θεὸν, καὶ δαῖτας αὐτῇ ἐπετέλεσαν, κατὰ τὸν τῶν κορῶν καὶ τῶν ἐφήβων τρόπον. Καὶ ἐκ τοῦ συμβάντος παυσαμένου τοῦ λοιμοῦ, ἥ τε θεὸς καὶ ὁ τόπος ἀπὸ τῆς δαιτὸς Δαιτὶς προσηγορεύθη. Ἢ ἀπὸ τοῦ Λυδόν τινα κάπηλον αὐτόθι κατοικήσαντα παρέχειν τὰ πρὸς τὴν δαῖτα τοῖς ἐπιξενουμένοις. Ἦν δὲ τὸ κύριον αὐτοῦ ὄνομα Ἔφεσος· ἀφʼ οὗ καὶ ἡ πόλις. Δαίσιον: Ἐδώδιμον. Δαίσιος μὴν παρὰ Μακεδόσιν. Ἑρμηνεύεται σιτογόνος. Δαιτυμόνες: Εὐωχηταὶ, καὶ εὐωχούμενοι. δαιτυμὼν, ὁ τὴν θοίνην παρέχων, καὶ μάγειρος. Εἰς τὸ Διογενιανοῦ. Δέαται: Ἀπὸ τοῦ δέω, δεδέαται, καὶ κατὰ συγκοπὴν, δέαται. Ἢ ἀπὸ τοῦ δέδενται. Καὶ ξυνεδεδέατο, ἀντὶ τοῦ δεδεμένοι ἦσαν. Ἰωνικῶς· ἀπὸ τοῦ ἐδέδεντο. Πρόσθεν δέ μοι ἀεικέλιος δέατʼ εἶναι. Ἔστι δαίω, τὸ καίω· ὁ μέλλων, δαίσω· καὶ ἀποβολῇ τοῦ ι, δάσω· ὁ παρακείμενος, δέδακα· ὁ παθητικὸς, δέδαμαι· ὁ ὑπερσυντέλικος, ἐδεδάμην, ἐδέδασο, ἐδέδατο· ἀποβολῇ τοῦ δευτέρου δ, καὶ συναρχομένως, δέατο. Δέγμενος: Ἀπὸ τοῦ δεδεγμένος, κατὰ συγκοπὴν, δέγμενος· ὡς εἶναι παρακείμενος. Ἢ ἀπὸ τοῦ δεχόμενος, ὡς εἶναι ἐνεστώς. Τὸ δὲ χ εἰς γ μετεβλήθη, τῆς συντάξεως οὕτως ἀπαιτούσης. Ζήτει εἰς τὸ ἄρχμενος. Δειδέχαται: Ἐκ τοῦ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεξαι, δέδεκται· καὶ Ἰακῶς, δεδέχαται· καὶ πλεονασμῷ τοῦ ι, δειδέχαται. Δεδαίαται: Δαίω, τὸ μερίζω· ὁ παθητικὸς παρακείμενος, δέδαιμαι, δέδαιται· καὶ Ἰακῶς, δεδαίαται. Καὶ ὤφειλε συσταλῆναι ἡ παραλήγουσα· ἀλλὰ διὰ τὸ μέτρον ἔμεινε τὸ ι, Διχθὰ δεδαίαται. Δεδμήατο: Δαμῶ, δμῶ, δευτέρας συζυγίας· δέδμηκα, δέδμημαι, ἐδέδμηντο· καὶ Ἰακῶς, δεδμέατο. Ὁ κανών· ταῦτα δὲ τὰ τρίτα Ἰωνικά. — Καὶ ἐκτάσει τοῦ ε εἰς η, δεδμάητο, χρόνου ὑπερσυντελίκου. Δεδῄει: Ἐξῆπτο, διεγήγερτο. Ἀπὸ μεταφορᾶς τοῦ πυρός. Δαίω, δαίσω, δέδαικα ὁ παρακείμενος· ὁ μέσος, δέδαια· τροπῇ τοῦ α εἰς η, δέδηα· ὁ ὑπερσυντέλικος, ἐδεδήειν· καὶ συναρχομένως δεδήει· Πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδηε. Ἀντὶ τοῦ περιεκύκλωσεν, ἐδέσμευσεν. Δέδια: Ἔστι δέω, τὸ φοβοῦμαι· ὁ μέλλων, δέσω· ὁ παρακείμενος, δέδεκα· ὁ μέσος, δέδεα· καὶ μεταθέσει τοῦ ε εἰς ι, δέδια· ἡ μετοχὴ, δεδιὼς, διὰ τοῦ ι. Δέδοικα: Δείω, τὸ φοβοῦμαι· ὁ παρατατικὸς, ἔδειον· ὁ παρακείμενος, δέδοικα· ὁ μέσος, δέδοια. Ἔστι δείδω, τὸ φοβοῦμαι· οἷον, Δείδω μή τι πάθω. Ὁ μέσος παρακείμενος, δέδοιδα· καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δ ἐτράπη τὸ ἔσχατον δ εἰς κ, καὶ γέγονε δέδοικα. Ὁ δὲ Ἀλέξανδρος ὁ Κοτιαεὺς θαυμασίως ἀπολογεῖται, λέγων ὅτι πολλά εἰσι ῥήματα ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα, καὶ τρέπει τὸ σ ἢ εἰς τὸ χ, ἢ εἰς τὸ κ· οἷον, σμῶ σμήσω, σμήχω σμήξω· ὀλῶ ὀλέσω, ὀλέκω· οὕτως οὖν ἐκ τοῦ δείσω μέλλοντος ἐγένετο ἐνεστὼς, δείκω· καὶ ἐκ τούτου ὁ μέσος παρακείμενος, δέδοικα. Διατί δείκω ἐγένετο, καὶ οὐ δείχω; Ἐπειδὴ οὐδέποτε τὰ εἰς ΧΩ ῥήματα τῇ ΕΙ διφθόγγῳ παραλήγεται, πλὴν τοῦ στείχω, λείχω. Οὕτω Ζηνόδοτος. Ἀπὸ τοῦ δεδοίκαμεν, κατὰ συγκοπὴν, δέδοιγμεν. Τὰ γὰρ εἰς ΜΕΝ πληθυντικὰ καθαρεύειν θέλουσι· ἐὰν δέ που σύμφωνον γένηται, κατὰ πάθος λέγομεν εἶναι· φέρομεν, φέρμεν· ἐοίκαμεν, ἔϊγμεν· ἐπεπίθομεν, ἐπέπιθμεν. Δεδοίκω: Λέγει ὁ Ἡρωδιανὸς, ὅτι εἰσὶ ῥήματα ἀπὸ παρακειμένου εἰς ἐνεστῶτα παραγόμενα· οἷον, δέδοικα, δεδοίκω, ὡς ὄλωλα, ὀλώλω. Δεδοκημένος: Παθητικὸς παρακείμενος ἀπὸ τοῦ δοκῶ, ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ἢ ἐκδεχόμενος. Δέδορκα: Δέρκω, δέρξω, δέδερκα, δέδορκα ὁ μέσος παρακείμενος. Ἢ ἔστι δρῶ, τὸ βλέπω· ἐξ οὗ δρήθω, τὸ κοιμῶμαι, κατὰ ἀντίφρασιν. Ὁ μέλλων, δράσω· ὁ παρακείμενος, δέδρακα· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ ὑπερθέσει, δέδορκα. Δέησις: Ὄνομα ῥηματικόν. Γίνεται ἐκ τοῦ δεῶ, δεήσω, δεδέηκα, δεδέημαι, δεδέησαι, δέησις. Τὰ γὰρ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλει. Ἰστέον δὲ, ὅτι τὸ δεῶ οὐχ εὕρηται ἐν χρήσει· ἀλλʼ οὐδὲ τὸ δέω βαρύτονον· ἀλλὰ τὰ παθητικὰ μόνον, δέομαι, ἐδεόμην. Κλίνεται δεήσιος· ὁ κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου δευτέρου προσώπου γινόμενα ὀνόματα διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται· καὶ τὸ Ἀττικὸν, δεήσεως. Ὁ κανών· καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς ε μεταβάλλουσι. Δέκατος: Πόθεν; Παρὰ τὸ δέχω, τὸ λαμβάνω, δέχατος, καὶ δέκατος. Δεκτικὴ γάρ ἐστι πάντων τῶν ἀριθμῶν ἡ δεκάς. Δεκάς: Ὁ ἀριθμός. Παρὰ τὸ δέχομαι, δεχάς· διὰ τὸ δέχεσθαι τὸ ἄπειρον. Ὀρφεὺς δὲ κλαδοῦχον αὐτὴν ὠνόμασεν, ὅτι πάντες οἱ ἀριθμοὶ ἐξ αὐτῆς φύονται. Δέχομαι δεχὰς, καὶ δεκὰς, ἡ ἔχουσα ἐν αὐτῇ πάντα ἀριθμόν. Ἐκ δὲ τοῦ δεκὰς γίνεται δέκατος· καὶ θηλυκῶς, δεκάτη. Δεκαχόρδῳ: Παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή· τοῦτο παρὰ τὸ χέω, σημαίνει τὸ κενῶ, χεορδὴ, καὶ χορδὴ, τὸ χέον ᾠδήν. Δεκατευτήριον: Τελωνεῖον. Ἀπὸ τοῦ δεκατευτής· τοῦτο παρὰ τὸ δεκατεύειν· σημαίνει δὲ τὸ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. Δεκατεύειν: Τὸ τὴν δεκάτην εἰσφέρειν ὧν ἔχει τὶς χρημάτων· ἢ δεκάτην εἰσπράττειν· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο τοῖς θεοῖς. Διὸ κυρίως δεκατεῦσαι, τὸ καθιερῶσαι· κατὰ μεταφορὰν δὲ, τὸ δεκάτην ὁπωσοῦν λαβεῖν, καὶ ἀπαιτῆσαι. Θουκυδίδης δὲ ἐπὶ τοῦ τελωνεῖν τὴν δεκάτην ἔθηκε καὶ τὸ δεκατεύειν. Ὅθεν καὶ δεκατευτὰς τοὺς τελώνας ἔλεγον, τοὺς τὴν δεκάτην ἐκλέγοντας, καὶ δεκατηλόγους τοὺς αὐτούς. Λέγεται δὲ καὶ τὸ ἀρκτεύειν· ἐπειδὴ ἐθεράπευον τὴν Ἄρτεμιν αἱ παρθένοι περὶ τὸν δέκατον χρόνον. Δεκάφυια: Τὰ δεκαπλάσια. Καλλίμαχος, Τῶν ἔτι σοι δεκάφυια φάτο ζωάγρια τίσειν. Καὶ δεκάφυιον εἴρηται οἱονεὶ δεκάφυον, δεκάκις πεφυκότα. Τὸ γὰρ φύω Αἰολικῶς φυίω φασί· καὶ τὸ ἀλύω, ἀλυίω. Δεκαδοῦχος: Δέκα μὲν ἦρχον μετὰ τοὺς τριάκοντα καταστάντες· ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων, δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας. Δεκαδέας: Τοὺς τῆς αὐτῆς δεκάδος, καὶ ὑπὸ τῷ αὐτῷ δεκάρχῃ. Δεκαδαρχίαι: Τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. Καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν. Δεκάσαι: Τὸ διαφθείρειν τοὺς δικάζοντας ἢ τοὺς ἐκκλησιαστὰς χρήμασι καὶ δώροις. Ἐκλήθη δὲ ἀπὸ τοῦ κατὰ δέκα ἀθροιζομένους λαμβάνειν τὰ δῶρα. Πρῶτον δέ φησι δεκάσαι Μέλητα. Ἐξ οὗ καὶ τὸ ἐριθεύεσθαι τὸ δεκάζεσθαί ἐστι· καὶ γὰρ ἡ ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως. ἌΛΛΩΣ· Λύκος ἔστιν ἥρως, μορφὴν ἔχων τοῦ θηρίου· πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις. Πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέφοντο. Ἔνθεν καὶ ἡ παροιμία, λύκου δεκάς. Ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι τὸ δωροδοκεῖσθαι. Δεκελεικὸς πόλεμος: Ὁ Πελοποννησιακός· ἀπὸ μέρους τοῦ τελευταίου. Τὸν αὐτὸν δὲ καὶ Ἀρχιδάμειον. Δεκελεικὸν μὲν, καθὸ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη· Ἀρχιδάμειον δὲ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγεῖτο. Τὸ ΛΕΙ, δίφθογγον. Διατί; Ἀπὸ τοῦ Δεκέλεια, Δεκελειακὸς, καὶ Δεκελεικὸς, ὡς βοῦς βοὸς, βόειος, βοειακός· βοειακὰ ζεύγη. Δέλεαρ: Τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ἐφʼ ᾧ τοὺς ἰχθύας ἀγρεύεσθαι, ἀφʼ οὗ καὶ δείλατα. Καλλίμαχος· Ἐν δʼ ἐτίθει παγίδεσσιν ὀλέθρια δείλατα δοιαῖς. Παρὰ τὸν δόλον, δόλοαρ· καὶ τροπῇ, δέλεαρ. Ἢ παρὰ τὸ ἕλος ἕλεαρ, καὶ δέλεαρ· διʼ οὗ ἐστὶν ἑλεῖν. Ἢ παρὰ τὸ δηλεῖσθαι, τὸ βλαπτικόν. Ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, τὸ περιδεσμούμενον τῷ ἀγκίστρῳ. Ἢ παρὰ τὸ δέλω, τὸ δελεάζω. Δελήτιον: Τὸ δέλεαρ. Σοφοκλῆς, ἔχε τὸ δελήτιον. Ἢ Σώφρων. Οἱ δὲ, τὸ ἄγγος ἐν ᾧ τὸ δέλεαρ ἔγκειται. Παρὰ τὸ δέλεαρ, δελεάτιον· καὶ κατὰ συναίρεσιν τοῦ ε α εἰς η, δελήτιον. Δελφύς: Δελφὺς καὶ δελφινία, ἡ μήτρα, ἡ γαστήρ· ὅτι ἀδελφοποιός ἐστι, καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα. Ὅθεν καὶ ὁμόδελφος, ὁ ἀδελφός. Δέλφαξ: Ὁ γαλαθηνὸς χοῖρος. Ἐπίχαρμος, Δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσίνοις φυλάσσων. Παρὰ τὴν δελφὺν, τὴν μήτραν· κυρίως γὰρ ἐπὶ τῆς θηλείας λέγεται δέλφαξ, ἡ δελφὺν ἔχουσα. Δελφάκιον: Τὸν χοῖρον· καὶ δελφακοῦσθαι, τελειοῦσθαι τὰς σῦς. Διογενιανός. Δέλφικα: Τὸν τρίποδα Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονεν· ἢ τρίποδα τὸν Διόνυσον, οἷον ἀδελφικὸν, καὶ δελφικόν· καὶ δελφὶς, παρὰ τὸ δέλφω. Δελφοί: Καὶ δελφὸς ἀνὴρ, τὸ ἐθνικόν· οἱ Πύθιοι, ἀδελφοί τινες ὄντες, κατὰ ἀφαίρεσιν τοῦ α. Ὅτι τὰ Διονύσου μέλη σπαράξαντες οἱ Τιτᾶνες τῷ Ἀπόλλωνι παρέθεντο ἐμβαλόντες λέβητι· ὁ δὲ παρὰ τῷ τρίποδι ἀπέθετο παρὰ τῷ ἀδελφῷ. Δελφίνιος: Ὁ Ἀπόλλων. Ὅτι Κασταλίῳ τῷ Κρητὶ ἀποικίαν στελλομένῳ ὁ Ἀπόλλων ὁμοιωθεὶς δελφῖνι προηγήσατο τῆς νεὼς ἕως τοῦ Κρισσαίου κόλπου· καὶ ἐκεῖ κατοικήσας ἐκράτησε τῶν τόπων· καὶ ἀπʼ αὐτοῦ Δελφοὺς ἐκάλουν τοὺς ἐνοικοῦντας· καὶ Δελφινίου Ἀπόλλωνος ἱερὸν ἱδρύσατο. Τινὲς δέ φασιν ὅτι ὁ Δελφὶς εἰς τὴν ναῦν ἦλθε, καὶ κατὰ τοῦτον τὸν τόπον ἐπήδησεν εἰς τὴν θάλασσαν. Δελφῖνες: Οἱ ἰχθύες, καὶ μέρος νεώς. Διὰ τοῦτο δελφινοφόρους λέγουσι ναῦς, ὡς σχῆμα ἐχούσας δελφῖνος. Δέμα: Ζήτει παρὰ τὸ δέμα καὶ ζέμα, πῶς οὐ λέγεται δεῦμα καὶ ζεῦμα, ὡς πνέω πνεῦμα, καὶ ῥέω ῥεῦμα; Ἄλλως· εἰ ἔζεκα ὁ παρακείμενος, ὤφειλεν εἶναι τὸ ῥηματικὸν ὄνομα ζέσμα· ἔζεσμαι γὰρ ὁ παθητικός. Λέγεται ὅτι δέμα ὑγιές ἐστιν ἀπὸ τοῦ δέδεμαι παρακειμένου· καὶ τὸ ζέσμα παρῃτήσατο τὸ σ. Οὕτω Φίλων εἰς τὸ ῥητορικόν. Δεμεναί: Χωρίον τῆς Σικελίας· ὅτι ἐν αὐτῷ δέδεται ὁ Τυφῶν ὑπὸ τὴν Αἴτνην. Δέμας: Τὸ σῶμα· παρὰ τὸ δέω, τὸ δεσμεύω· τῇ γὰρ ψυχῆ συνδέδεται τὸ σῶμα· ἢ ἀπὸ τοῦ διδῶ διδεῖς, δίδημι· ὁ παθητικὸς παρακείμενος, δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. Ἢ παρὰ τὸ δεμῶ, τὸ οἰκοδομῶ, δέμας· περιδόμημα γὰρ ἐστὶ τῆς ψυχῆς καὶ οἰκητήριον. Ἰστέον ὅτι τὸ βρέτας, δέπας, δέμας, οὐ κλίνονται· οὐ γὰρ λέγουσι τούτων τὰς γενικάς. Ζήτει εἰς τὸ κρέας τὸν κανόνα. Δέμνια: Ἐγκοίτια στρώματα· ἀπὸ τοῦ τὸ δέμας ἐπʼ αὐτὰ μένειν. Ἢ ὡς παίζω παίγνιον, ἀράσσω ἀράχνιον, οὕτως δέμω δέμνιον, τὸ εἰς σώματος ἀνάπαυσιν οἰκοδομηθὲν, ἢ συνδεθέν. Ἔνθεν Ὅμηρος, μαλακῷ δεδμημένοι ὕπνῳ. Καὶ τὴν τοῦ κοιμᾶσθαι παραιτίαν νύκτα, δμήτειραν. δέμνιον δὲ, ἡ κλίνη. Δενδίλλων: Διανευόμενος· παρὰ τὸ δινεῖν τοὺς ἴλλους, ἤγουν κινεῖν τοὺς ὀφθαλμοὺς καὶ μεταφέρειν. Ἴλλοι δὲ, οἱ ὀφθαλμοὶ, οἱ ῥᾳδίως εἰλούμενοι καὶ εὐμετάφοροι πρὸς ἑκάτερα. Δενδαλίδες: Ἱεραὶ κριθαί. Δενδρυάζειν: Τὸ καταδύνειν καὶ κρύπτεσθαι, κυρίως εἰς τὰς δρῦς, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς δύνειν καὶ κρύπτειν· ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ χρωμένων· τοὺς γὰρ παλαιοὺς τῶν ἀνθρώπων πρὸ τῆς τῶν οἴκων εὑρέσεως ἐν τοῖς κοιλώμασι τῶν δρυῶν λέγεται καταδύνοντας οἰκεῖν. Παρὰ τὸ δρύας, δρυάζειν, καὶ δενδρυάζειν. Σημαίνει καὶ τὸ καθʼ ὕδατος δύεσθαι καὶ κρύπτειν ἑαυτόν. Δεξίων: Οὕτως ὠνομάσθη Σοφοκλῆς ὑπὸ Ἀθηναίων μετὰ τὴν τελευτήν. Φασὶν ὅτι Ἀθηναῖοι τελευτήσαντι Σοφοκλεῖ, βουλόμενοι τιμὰς αὐτῷ περιποιῆσαι, ἡρώϊον αὐτῷ κατασκευάσαντες, ὠνόμασαν αὐτὸν Δεξίωνα, ἀπὸ τῆς τοῦ Ἀσκληπιοῦ δεξιώσεως. Καὶ γὰρ ὑπεδέξατο τὸν θεὸν ἐν τῇ αὐτοῦ οἰκίᾳ, καὶ βωμὸν ἱδρύσατο. Ἐκ τῆς αἰτίας οὖν ταύτης Δεξίων ἐκλήθη. Δεξιά: Ἡ χείρ· καὶ ὁ ποιητὴς δεξιτερὴ λέγει· ἀπὸ τοῦ δέχεσθαι διʼ αὐτῆς τὰ διδόμενα· ἢ διεξιά τις οὖσα, ἀπὸ τοῦ τὰς πλείονας διʼ αὐτῆς διεξιέναι πράξεις. Καὶ παρωνύμως, δεξιὸς, ὁ ἐπιτήδειος καὶ αἴσιος. Ἢ ἀπὸ τοῦ δεκτὸς, δεξιὰ, ὡς ἀνόρεκτος, ἀνορεξία· εὔθηκτος, εὐθηξία. Δεξιολάβος: Παραφύλαξ. Δεξιμήλων: Θεῶν, ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα. Εἰσὶν οὖν βωμοί. Δέοιμι: Πῶς ἂν ἐγώ σε δέοιμι; Ἀντὶ τοῦ εὑρίσκοιμι, καταλαμβάνοιμι. Ἀπὸ τοῦ, Δήεις τόν γε σύεσσιν. Ἀρίσταρχος δὲ, πῶς ἂν εὐθύνοιμι; οἱ δὲ, ἐπὶ τὸ δῆσαι καὶ δεσμεῦσαι. Δεξιτερός: Εἰ ἔστιν ἀπὸ τοῦ δεξιὸς, ὤφειλεν εἶναι δεξιώτερος, ὡς λογιώτερος. Ἔστιν οὖν παρώνυμος ὁ χαρακτήρ. Παρὰ γὰρ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς ἄριστος, ἀριστερός· φθόνος, φθονερός· καὶ πλεονασμῷ τοῦ τ, δεξιτερός. Οὕτω Φίλων· ὁ δὲ Ἡρωδιανὸς λέγει μὲν καὶ τοῦτο, ὅτι συνεξέδραμε τὸ ἄριστος ἀριστερὸς, καὶ τὸ δεξιὸς δεξιτερός· τοῦτο γὰρ συνεκδρομὴ καὶ οὐ πλεονασμὸς, ὥσπερ καὶ παρὰ τὸ πρόβατον γίνεται προβάτιον· οἰὸς οἰότερον, ὡς λέγει Σώφρων. Τοῦτο γὰρ οὐ λέγεται πλεονασμὸς, ἀλλὰ συνεκδρομὴ τοῦ προβάτεον. Οὕτω δεξιτερὸς, ὡς ἀριστερός. Δεξιάδην: Δεξιοῦ υἱόν· ἢ ἀντὶ τοῦ ἐκ δεξιῶν. Εἴτε οὖν ὄνομα πατρωνυμικὸν, εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα δύναται εἶναι, καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συντάττεσθαι. Ἢ γὰρ Ἰφίνοον Δεξιάδην βάλεν· ἢ, βάλε δεξιάδην ὦμον· ἢ, δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν ὤμων. Δέος: Παρὰ τὸ δείω, τὸ φοβοῦμαι, γίνεται δέος ὁ φόβος, ὡς νείφω, νέφος. Ἢ ἀπὸ τοῦ δέω, τὸ δεσμεύω· ὁ γὰρ φόβος συνδεῖ τοὺς πόδας καὶ τὰ μέλη τοῦ σώματος. Δέπας: Ἔκπωμα, ποτήριον. Παρὰ τὸ δέχω, δέχας καὶ δέπας, διʼ οὗ δεχόμεθα τὸν οἶνον. Τούτου δὲ γενικὴ οὐ λέγεται, καὶ τῶν ὁμοίων. Εἰς τὸ κρέας. Δέρω: Σημαίνει δύο· τὸ ἐκδέρω, ἐξ οὗ καὶ δειρὴ, ὁ τράχηλος· τὸ τύπτω, ἐξ οὗ καὶ τὸ ἐδάρην. Δέρκω: Τὸ ὁρῶ. Παρὰ τὸ δρῶ, τὸ πράττω, δρέκω· καὶ καθʼ ὑπέρθεσιν, δέρκω. Ἢ παρὰ τὸ διέρχεσθαι, δέρκεσθαι εἴρηται. Δερκευνέος: Ἐπίθετον τοῦ λαγωοῦ· ἐπειδὴ δοκεῖ κοιμώμενος βλέπειν. Νίκανδρος εἰς τὰ Ἀντιφάρμακα, ἢ σκίνακος δερκευνέος. Δέρη: Ὅπερ καὶ δειρὰ καλεῖται· καὶ ἐκ τούτου δειροτομῆσαι. Κυρίως δὲ δέρη καὶ δειρὰ καλεῖται ἐπὶ τῶν τετραπόδων, ὁ τῶν ἀλόγων ζῴων τράχηλος, διὰ τὸ ἐντεῦθεν ἐκδέρεσθαι· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων. Ἔστι δὲ παράγωγον παρὰ τὸ δέρω, δέρα, καὶ δέρη Ἰωνικῶς, καὶ δειρή· ἢ κατὰ πλεονασμὸν τοῦ δ, εἰρά τις οὖσα, παρὰ τὸ εἴρειν, τὸ λέγειν, ἡ φωνητική· ἢ παρὰ τὸ ῥέειν τὴν ἐδωδήν· ἢ παρὰ τὸ τὰ χορηγούμενα δεῖν, ἤγουν δεσμεῖν. Δέρος: Τὸ κώδιον. Αἱ τοιαῦται εὐθεῖαι, ἤτοι Ἰωνικαί εἰσιν, ἢ Δωρικαί· οἷον, δέρος, κῶος, ἀπὸ τοῦ δέρας καὶ κῶας πεποίηται. Ἢ παρὰ τὸ δείρω, δέρος, ὡς μείρω, μέρος· καὶ φθείρω, φθόρος. Δέρρις: Ἱμάτιον παχὺ, ἢ δέρμα, ἢ τρίχινον παραπέτασμα, ἐπὶ ταῖς θύραις ταῖς αὐλείαις βαλλόμενον. Ἔστι καὶ ἱμάτιον, ὡς Εὔπολις, Γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη, ἐπὶ τοῦ ἱματίου· ἐπὶ δὲ τοῦ παραπετάσματος, Πλάτων. Παρὰ τὸ δέρω, δέρις· καὶ πλεονασμῷ τοῦ ρ, δέρρις. Λέγεται καὶ τὰ ξηρὰ δέρματα καὶ ἀμάλακτα· καταχρηστικῶς δὲ καὶ πάντα τὰ δέρματα. Δέργματα: Τὰ ὄμματα. Δέρξεις γὰρ, αἱ βλέψεις. Ὡς ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται· δέρκεσθαι γὰρ τὸ βλεπόμενον διέρχεσθαι δηλοῖ. Ἐκ τοῦ δρῶ, παράγωγον δρέκω· καὶ ὑπερβιβασμῷ. Λέγονται καὶ αἱ ὁράσεις· καὶ δέργμα. Δέρτρον: Δέρτρον ἔσω δύνοντα, Ὀδυσσείας λʹ, παρὰ τὸ δέρω, δέρτρον, τὸ δέρμα· ὡς μείρω μέτρον· καὶ φέρω φέρτρον. Ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον σημαίνειν τὸν ἐπίπλουν, τὴν ὑπὸ τὴν σάρκα πιμελήν· ἢ τὸν ὑποκείμενον τῷ ἥπατι ὑμένα· ἢ τὴν δοράν. Ἄλλοι δὲ τὸ ὑπὸ τῶν ἰατρῶν λεγόμενον ἶτρον, Ἀρίσταρχος δὲ τὸ δέρμα, καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. Ἄμεινον δὲ τὸ ῥάμφος δέρτρον· ἀπὸ τοῦ δέρειν, ὅ ἐστι κρούειν. Τούτῳ δὲ διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γύπες τῇ κρούσει τοῦ ῥάμφους. Ἔστι δὲ τὸ ὄνομα ῥηματικόν. Ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτω καὶ δέρω δέρτρον. Δερμηστής: Λυσίας μὲν τὸν σκώληκα φησὶν οὕτω λέγεσθαι· Ἀρίσταρχος δὲ, τὸν ὄφιν. Εἴη δʼ ἂν μᾶλλον ὁ τὰ δέρματα ἐσθίων· ἐκ τοῦ ἔδω. Δερμύλλει: Αἱμοποτεῖ· οἱ δὲ, ἐκδέρει. Δέρμα: Κυρίως ἐπὶ ἀλόγων· παρὰ τὸ δέρω, τὸ ἐκδέρω· ἐπὶ δὲ τῶν λοιπῶν ζῴων, παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος, ὅ ἐστι πλήρωμα· τροπῇ τοῦ τ εἰς δ, δέρμα· ἔξωθεν γὰρ ἐπιβέβληται παντὶ τῷ σώματι. Ἢ δέμας ὄν· καὶ πλεονασμῷ τοῦ ρ, δέρμα. Ἄλλως· Δέρμα τὸ παρατεινόμενον ὅλῳ τῷ σώματι· ὃ ποιητικώτερον λέγεται καὶ ῥινὸς, καὶ σύφαρ, καὶ στερφνὸς, καὶ ἀνθρωπή· ἐπὶ ἀλόγων δὲ πέσκος, καὶ νάκος. Εἴρηται δὲ τέρμα, οἱονεὶ τέλος τοῦ σώματος. Ἢ δέμα τὶ ὂν, τὸ δεσμῷ ἐοικὸς, παρέντος τοῦ ρ, ὡς κεντρίον καὶ ἰατρική· κεντίον γὰρ καὶ ἰατική. Διὸ κἀντεῦθεν ἡ δορὰ, τὸ ἀποσεσυρμένον δέρμα. Δερβιστήρ: Τὸ δέρμα. Παρὰ τὸ δέρος, δεριστήρ· καὶ πλεονασμῷ τοῦ β· πλεονάζουσι δὲ τὸ β Συρακούσιοι· ὡς ἐπὶ τοῦ ὀλβάχνιον· ὀλάχνιον γάρ ἐστι τὸ ἀπαθὲς, τὸ τὰς οὐλὰς ἔχον. Σημαίνει δὲ τὸ κανοῦν ἐν ᾧ ἀπετίθεντο τὰς οὔλας, ἢ τὰς ὀλάς. Δεσμός: Παρὰ τὸ δέω, τὸ δεσμεύω, δέδεσμαι, δεσμός. Πᾶν ῥῆμα τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἐν τοῖς ὀνόμασιν ἢ διὰ τοῦ ω ὀξέως ἐκφέρεται, οἷον χρυσῶ χρυσωτὴς, μισθῶ μισθωτὸς μισθωτής· ἢ διὰ τοῦ ο βαρέως, ὀμόσω ὀμότης, ἀρόσω ἀρότης. Οὐκ ἄρα οὖν τὸ δεσμώτης ἀπὸ τοῦ δεσμώσω μέλλοντος· ἐπεὶ ὤφειλεν εἶναι δεσμωτής· ἀλλʼ ἀπὸ τοῦ δεσμός. Δεσπότης: Παρὰ τὸ δεσπόζω, δεσπόσω, δεδέσποκα, δεδέσποσμαι, τὸ τρίτον, δεδέσποσται. Δεσποστὴς ἐξ αὐτοῦ· καὶ τῇ ἐλλείψει τοῦ σ, ἀνεβιβάσθη ὁ τόνος. Ἢ παρὰ τὸ δέω, δεσμώτης, καὶ δεσπότης, ὁ δεσμὸν περιβάλλων καὶ δουλαγωγῶν. Ἢ δεσποίτης τὶς ὢν, ὁ δέος ἐμποιῶν τοῖς οἰκέταις, κατὰ ἀποβολὴν τοῦ ι. Ἡ κλητικὴ, ὦ δέσποτα. Καὶ διατί οὐκ ἐγένετο ἡ κλητικὴ δεσπότα, ὡς Ὀζόλης Ὀζόλα; Καὶ λέγομεν, ὅτι τὸ δέσποτα ἀπὸ εὐθείας γέγονε τῆς δέσποτος δεσπότου, ὡς μαρτυρεῖ ἡ σύνθεσις, ἀδέσποτος. Ἡ κλητικὴ, δέσποτε· καὶ τροπῇ τοῦ ε εἰς α. Ἢ κατὰ μεταπλασμὸν ἐφύλαξε τὸν τόνον τοῦ δέσποτε δέσποτα. Δεσπότης, δεσμότης, διὰ τὸ πάντα περιέχειν καὶ συγκρατεῖν. Δέσποινα: Σύνθετον, δεοποιὰ, ἡ δέος ποιοῦσα. Ἀπὸ τοῦ δεοποιὸς ἀρσενικοῦ κατὰ συγκοπὴν δέσποινα, ὡς θεόφατον, θέσφατον· πλεονασμῷ τοῦ ν. Ἢ ὥσπερ ἀπὸ τοῦ ἀρύτω γίνεται ἀρύταινα, καὶ βαίνω, ἀμφίσβαινα, οὕτω καὶ παρὰ τὸ δεσπόζω, γίνεται δεσπόζαινα· καὶ ἄρσει τοῦ ΖΑ, καὶ συναιρέσει τοῦ ο καὶ ι εἰς τὴν ΟΙ δίφθογγον, δέσποινα· οὐ γὰρ παραλήγεται ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ· ἐπεὶ ὤφειλεν εἶναι τὸ θηλυκὸν δεσπότις, καὶ οὐ δέσποινα. Δεσαύχενας: Τοὺς ἀσκοὺς, διὰ τὸ ἐκ τῶν αὐχένων δεῖσθαι. Δετή: Ἡ λαμπάς. Ὅμηρος, Καιόμεναί τε δεταί. Ἀπὸ τοῦ δίδημι ῥήματος γίνεται δετὸς καὶ δετὴ, ἡ ἐκ δεδεμένων δᾴδων λαμπάς. Δεύω: Σημαίνει δύο· τὸ βρέχω, ὡς τὸ, δεύοντο δὲ δάκρυσι κόλποι. Καὶ Ἡσίοδος, Πῖλον ἔχειν ἀσκητὸν, ἵνʼ οὔατα μὴ καταδεύῃ. Εἴρηται παρὰ τὸν Δία, ὑέτιος γάρ ἐστιν ὁ θεός· κυρίως γὰρ τὸ ὑπὸ Διὸς ὕεσθαι, ὅ ἐστι βρέχεσθαι, διεύω, καὶ δεύω. Ἢ παρὰ τὸ δέω, τὸ χρῄζω, πλεονασμῷ τοῦ υ, τὸ δεόμενον βρέχεσθαι. Σημαίνει δὲ καὶ τὸ ἐνδεοῦμαι, ὡς τὸ, ἐδεύησεν δὲ οἰήϊον ἄκρον ἱκέσθαι. Ἐξ οὗ καὶ τὸ, Ἠδʼ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι. Ὁ ἐνεστὼς, δέω, τὸ χρῄζω· καὶ ποιητικῶς πλεονασμῷ τοῦ υ, δεύω. Ἐκ τοῦ δεύω γίνεται δεύεται· καὶ οἱ Ἴωνες ἀποβάλλουσι τὸ τ τοῦ τρίτου προσώπου, καὶ ποιοῦσι δεύτερον. Σημαίνει δὲ τὸ ἐνδεὴς εἶ, χρῄζεις. Ἔστι καὶ περισπώμενον, δεῶ, δεήσω, ἐδέησα, ἐδέησε· καὶ πλεονασμῷ ἐδεύησε. Δευόμενον: Ἐνδεόμενον, χρῄζοντα· παρὰ τὸ δεύω, τὸ χρῄζω. Δευοίατο: Ῥῆμα εὐκτικὸν παθητικὸν, τρίτου προσώπου τῶν πληθυντικῶν, μέσου ἀορίστου δευτέρου. Καὶ οἱ Ἴωνες ἐπὶ τοῦ εὐκτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τιθέασιν ἀντὶ τοῦ ν, α. Τὸ γὰρ πίθοιντο, πιθοίατο λέγουσιν. Οὕτω καὶ τοῦτο. Ἔτι οἱ Αἰολεῖς τρέπουσι τὸ ἀμετάβολον εἰς α, φράσαιντο, φρασαίατο, καὶ γενοίατο. Δεῦρο καὶ Δεῦτε: Ἀπὸ τοῦ θέω γίνεται θεύσω, καὶ τροπῇ τοῦ θῆτα εἰς δ, καὶ τοῦ σ εἰς τὸ ρ, γίνεται δεῦρο, καὶ δεῦτε. Οἱ γὰρ προκαλούμενοι θέουσι πρὸς τοὺς καλοῦντας. Ἔστι δὲ τὸ δεῦρο ἐπίρρημα χρόνου δηλωτικόν· καὶ γράφεται, ὥσπερ καὶ τὸ δύο, μικρόν· καὶ μέγα, Ἀττικῶς. Ἔστι δὲ καὶ ῥῆμα προστακτικόν· καὶ σημαίνει δύο. Τὸ ἐνταῦθα, ὡς τὸ Δεῦρʼ ἴθι νύμφα φίλα. Καὶ, Δεῦρο μαχησόμενος. Σημαίνει καὶ ἔξελθε, ὡς ἐν τῇ θείᾳ γραφῇ· Λάζαρε, δεῦρο ἔξω. Ἀντὶ τοῦ ἔξελθε. Τὸ πληθυντικὸν αὐτοῦ, δεῦτε. Εἰ γὰρ ὁ κανὼν λάβοι αὐτὸ ἐπίρρημα, ἀνοίκειόν ἐστιν· ἐπειδὴ τὰ ἐπιρρήματα ἀριθμὸν οὐκ ἐπιδέχονται. Κανὼν γάρ ἐστιν ὁ λέγων .... ζήτει εἰς τὸ ἄγετε καὶ βάλετε. Ἐκ τοῦ δεῦρο, δευρί. Δευσοποιὸς πονηρία: Ἡ ἔμμονος καὶ ἀνίατος· ἀπὸ μεταφορᾶς τῆς πορφύρας τῆς ἔμμονον ἐχούσης τὴν χρόαν, διὰ τὸ ἀκριβῶς καὶ κατόχως βεβάφθαι. δευσοποιὸν γὰρ τὸ δυσέκπλυτον καὶ δυσεξίτηλον. Δευσοποιὸν τὸ ἔμμονον καὶ μὴ ἐκπλυνόμενον βάμμα, τὸ γνησίως βεβαμμένον. Δεύτερος: Ὄνομα ἀρσενικὸν, εἶδος παραγώγου· γίνεται παρὰ τὸ δεύω, τὸ λείπω, ὁ λειπόμενος τοῦ πρώτου. Ἢ παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. Καθόλου τὰ διὰ τοῦ ΤΕΡΟΣ ὀνόματα, εἴτε ὀξύνονται, εἴτε βαρύνονται, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, κρατερὸς, σοφώτερος, ἴκτερος, ὕστερος. Οὕτω καὶ δεύτερος. Δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν. Ἐπίρρημα χρόνου δηλωτικόν. Δεύτατος: Παρὰ τὸ δεύω καὶ δεύομαι, τὸ λείπομαι, γίνεται δεύτερος καὶ δεύτατος, ὥσπερ ἀπὸ τοῦ φέρω, φέρτερος καὶ φέρτατος· ἵνʼ ᾖ ὁ λειπόμενος τινὸς τῇ τάξει, καὶ μὴ πρῶτος· ὃς δεύτατός ἐστιν Ἀχαιῶν. Καὶ, Δεύτερον αὖτʼ Ὀδυσῆα ἰδών. Δεύνυσος: Ὁ Διόνυσος. Ἀνακρέων, Πολλὰ δʼ ἐρίβρομον Δεύνυσον. Τοῦ ι τραπέντος εἰς ε, γίνεται Δεόνυσος· οὕτω γὰρ Σάμιοι προφέρουσι· καὶ συναιρέσει Δεύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. Ἔνιοι δέ φασιν, ὅτι ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ δὲ τὴν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεὺς λέγεται. Δέχομαι: Εἴρηται παρὰ τὴν δεξιάν· κυρίως γὰρ δέχεσθαι τὸ ἐν τῇ δεξιᾷ λαβεῖν λέγεται. Δέχαται: Ἐκ τοῦ δεδέχαται, κατὰ συγκοπὴν δέχαται. Δεξιῶ: Ἀπὸ τοῦ δέχω, δέξω· καὶ πλεονασμῷ τοῦ ι, δεξιῶ· καὶ, ἐδεξιοῦτο τὸ λυτήριον, ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο. Εἰς τὸν κανόνα τῆς μεγάλης ἑβδομάδος. Δέκτο: Ἐκ τοῦ δέχω, ὁ παρακείμενος, δέδεχα· ὁ παθητικὸς, δέδεγμαι, δέδεκται· καὶ τὸ ἀπαρέμφατον δεδέχθαι· καὶ κατὰ ἀφαίρεσιν τοῦ διπλασιασμοῦ, δέχθαι· ὁ ὑπερσυντέλικος, ἐδεδέγμην· καὶ τὸ τρίτον, ἐδέδεκτο· καὶ συναρχομένως δέδεκτο, καὶ δέκτο. Δέχνυμαι: Ἐκ τοῦ δέχω οὗ τὸ παθητικὸν δέχομαι γίνεται δεχύω· καὶ πλεονασμῷ τοῦ ν, δεχύνω, ὡς πληθύω, πληθύνω· καὶ ὑπερθέσει τοῦ ν, δεχνύω· ἀφʼ οὗ δέχνυμι τετάρτης συζυγίας τῶν εἰς ΜΙ. Ζήτει εἰς τὸ δέχομαι. Ἐξ οὗ τὸ, Δέχνυσο μῆτερ. Δεῖγμα: Κυρίως μὲν τὸ δεικνύμενον ἀφʼ ἑκάστου τῶν πωλουμένων. Ἔστι δὲ καὶ τόπος τὶς ἐν τῷ Ἀθήνῃσιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν ἔθος, τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. Οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικόν. Δειδήμων: Παρὰ τὸ δειδῶ δειδήσω, δειδήμων, ὡς φιλῶ φιλήσω, φιλήμων. Ἀλλὰ μάλα Τρῶες δειδήμονες. Εὐλαβεῖς, φοβεροὶ, αἰσχυντηροί. Δειδία: Σημαίνει τὴν ἀσέληνον νύκτα· παρὰ τὸ δέος γίνεται· ἡ φόβου ἐμποιητική. Δείδω: Ἀπὸ τοῦ δέους, δέω καὶ δείω· καὶ κατʼ ἐπένθεσιν τοῦ δ, δείδω. Ὅθεν καὶ δεισιδαίμων, ὁ εὐλαβὴς καὶ δειλὸς περὶ θεούς. Δείδια: Ἐκ τοῦ δείδω, ὃ σημαίνει φοβοῦμαι, γίνεται παράγωγον δεδίω· ὁ μέσος παρακείμενος, δέδια· καὶ πλεονάζει τὸ ι, διὰ τὸ μέτρον, καὶ γίνεται δείδια· τὸ τρίτον, δείδιε· Δείδιε γὰρ, μὴ λαιμὸν ἀποτμήξειε. Ἡ μετοχὴ, δειδιὼς δεδιότος. Καὶ τὸ δείδιμεν, ἐκ τοῦ δειδιάμεν, κατὰ συγκοπήν. Δείδιμεν: Εἰ μέν ἐστιν ὑπερσυντέλικος, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δείδω ὁ ὑπερσυντέλικος, ἐδείδειν, ἐδείδειμεν· καὶ κατὰ συστολὴν, δείδιμεν. Εἰ δέ ἐστι μέσος παρακείμενος, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ δεδείαμεν, καὶ δείδιμεν, πλεονασμῷ τοῦ ι κατὰ τὴν ἀρχήν. Δειδίξασθαι: Ἐκφοβῆσαι· δείδω, δειδίσσω, καὶ δειδίξω. Ἀπὸ τοῦ δείδω, παράγωγον δειδίω, δειδίσω· καὶ δειδίσσω. Δειδισσόμενος, διαθέσεως ἐνεργητικῆς, οὐκ ἔστι παθητικῆς, ἀντὶ τοῦ ἐκφοβῶν καὶ οὐ φοβούμενος. Καὶ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι. Δειλιᾶν, φοβεῖσθαι, εὐλαβεῖσθαι. Δείδιθι: Ἔστι δείδω· καὶ μεταθέσει τοῦ τόνου δειδῶ. Παράγωγον δείδημι· ὁ παρατατικὸς, ἐδείδην· τὸ πληθυντικὸν, ἐδείδιμεν· καὶ τὸ προστακτικὸν, δείδιθι. Δείκελον: Λέγεται καὶ δείκηλον· σημαίνει δὲ ἄγαλμα, ἢ ὁμοίωμα· οἷον, Δείκηλα προΐαλλε. Καὶ, Δείκελον Ἰφιγένης, παρὰ Παρθενίῳ. Ὥσπερ παρὰ τὸ πέμπω πέμπελος, σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα οὕτω καὶ ἀπὸ τοῦ δείκω, τὸ δεικνύω, γίνεται δείκελος· καὶ ἐκτάσει τοῦ ε εἰς τὸ η, δείκηλον, τὸ ἴνδαλμα. Κυρίως εἴρηται ἐπὶ τοῦ ἀγάλματος τοῦ Διὸς, τὸ Διῒ εἴκελον· καταχρηστικῶς δὲ τὸ οἱονδήποτε ἴνδαλμα. Ἐπαφρόδιτος δὲ λείπειν τὸ ι φησὶ κατʼ ἀρχάς· ἰδείκελον, τὸ τὴν ἰδίαν ἑκάστου ἐμφαῖνον ὁμοιότητα. Ἢ παρὰ τὸ δείω δείκω, δείκελον, τὸ ἐπὶ δέει καὶ φόβῳ πεμπόμενον, ὡς εἴδωλον. Διαφέρει δὲ τὸ δείκελον καὶ εἴδωλον κατὰ τὴν φωνὴν καὶ κατὰ τὴν σημασίαν. Παρὰ δὲ Δημοκρίτῳ, κατʼ εἶδος ὅμοια τοῖς πράγμασιν ἀπόρροια. Δεικελισταί: Μιμηταὶ παρὰ Λάκωσι. Δείκανα: Τὰ ποικίλα ὑφάσματα καὶ μορφὰς ἔχοντα. Καὶ γὰρ τὰ πρόσωπα δείκανα καὶ δείκηλα. Δεικανᾶται: Προσαυδᾷ, προσασπάζεται, φιλανθρωπεύεται. Δεικές: Λαμπρὸν, περιφανὲς, ὅμοιον. Γράφεται καὶ δευκές. Δεικνύμενος: Δεξιούμενος λόγοις· Τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς. Παρὰ τὸ δεῖξαι· οἱ γὰρ δεξιούμενοι τινὰς δοκοῦσι δεικνύειν τοῖς δεξιουμένοις τὰ ὄψα. Σημαίνει δὲ καὶ τὸ δεικνὺς, θῆκεν ἄεθλα δεικνύμενος Δαναοῖς, Ἰλιάδος ψʹ. Δείκω: Σημαίνει δύο· ἐκ τοῦ δεύκω, τὸ βλέπω, τροπῇ τοῦ υ εἰς ἰῶτα· ἐκ τοῦ δείκω γίνεται τὸ δεικνύω. Ἔστι καὶ δίκω, τὸ βάλλω· καὶ δήκω, τὸ δάκνω. Δείκνυ: Οὕτως ἀναγνώσεις, Οὐ γάρ οἱ ἠέλιος δείκνυ νομόν. Ἀπὸ τοῦ δείκνυσιν, ἀποκοπῇ. Ὅσοι δὲ ἀνέγνωσαν δεικνὺ, βουλόμενοι ἐκ τοῦ δεικνὺς παραλαμβάνειν κατὰ συστολὴν, ἥμαρτον· ἀσύστατον γάρ. Οὕτως Ἡρωδιανός. Δεικνύω δείκνυμι· ὁ παρατατικὸς, ἐδείκνυν, ἐδείκνυς, ἐδείκνυ· καὶ τὸ προστακτικὸν, Δείκνυ τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον. Εἰς τοὺς Μακκαβαίους ὁ Θεολόγος· ὥσπερ τὸ ἵστην, ἵστης, Ἵστη μὲν ὄμμα. Προστακτικόν. Δεικτήριον: Τόπος τῆς Σάμου· ὅτι ἐν αὐτῷ ἡ Ἀθηνᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνος δεικνύουσα τῷ Περσεῖ, ὅτε αὐτὸν ἀπέστειλεν ἐπὶ τὴν γοργοτομίαν. Παρὰ τὴν δεῖξιν οὖν δεικτήριον. Δεῖξις: Δείκω· καὶ ὁ μέλλων, δείξω· δεῖξις, καὶ ἀπόδειξις. Δείελος: Ἀττικοὶ τὸ δίελος· Ἰλιάδος φʹ. εἰσόκεν ἔλθῃ δείελος ὀψὲ δύων. Ἡ δείλη, δείελος εἴρηται, ὡς ἡ ἑσπέρα, ἕσπερος· ὠνὴ, ὦνος· χολὴ, χόλος. Σύνηθες Ἴωσι τὸ ε πλεονάζειν, ἥλιος, ἠέλιος· δειλινὸν, δειελινόν· οἷον, Δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο. Δείλη: Παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ, τουτέστι τῇ θερμασίᾳ, δεέλη, καὶ κατὰ κρᾶσιν δείλη. Ἀπὸ δὲ τούτου, οἷον, ἡ δείλη τῆς δείλης, γίνεται ἐπιρρηματικὴ σύνταξις· οἷον, «Δείλης ἦλθον,» ὡς παρὰ τῷ ποιητῇ, Ἔσσεται ἢ ἠὼς, ἢ δείλης, ἢ μέσον ἦμαρ. ἄλλως· παρὰ τὸ ἐνδεῖν τηνικαῦτα τὴν ἕλην, ἀπὸ γὰρ τῆς μεσημβρίας ἀμυδροτέρα γίνεται ἡ τοῦ ἡλίου θερμότης, λέγεται δείλη καὶ δειέλη καὶ δεείλη. Δειλός: Σημαίνει δύο· τὸν ἀσθενῆ, παρὰ τὸ δέος, δεϊλός· ἢ ὥσπερ ἀπὸ τοῦ βήσω μέλλοντος γίνεται βηλὸς, οὕτως ἀπὸ τοῦ δείδω δείσω, σημαῖνον τὸ φοβοῦμαι, γίνεται δειλός. Ἐπὶ μὲν τοῦ δειλαίου, Ὦμοι ἐγὼ δειλός. Καὶ τὸν παρʼ ἡμῖν λεγόμενον, ὡς τὸ, Ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅ τε ἄλκιμος ἐξεφαάνθη. Δειλιῶ: Ἐκ τοῦ δειλός. Δειλακρίων: Ὁ δειλός. Ἀριστοφάνης, Ὦ δειλακρίων, πῶς ἦλθες; Σύνθετος ἡ λέξις παρὰ τὸ δειλὸς καὶ τὸ ἄκρος, ὁ ἄκρως δειλός. Εἴρηται καὶ δείλακρος, καὶ δειλάκρα, καὶ δειλακρίνας. Δειλακρίων οὖν, ὁ ἐλεεινὸς, ταλαίπωρος, ἀχρεῖος. Δεῖμος: Ὁ φόβος. Ὥσπερ ἀπὸ τοῦ ἄνθος γίνεται ἄνθιμος, καὶ ἀπὸ τοῦ κῦδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος, ὁ δέος ἐμποιῶν. Ὄνομα πρέπον Ἄρεος παιδί. Ὅμηρος, Δεῖμός τε Φόβος τε. Δεῖμα: Ὁ φόβος. Ἔστι καὶ ῥῆμα. Ὥσπερ ἀπὸ τοῦ ποιήσω μέλλοντος γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ἰῶτα, δείω, ὁ μέλλων δείσω, γίνεται δεῖμα δείματος. Δειματῶ, πράττω φόβον. Δειμαλέος: Εὐλαβής. Ὥσπερ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμος, δειμαλέος. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ διὰ τοῦ ΑΛΕΟΣ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχουσιν· οἷον ἀργαλέος, νηφαλέος. Σεσημειωμένα δὲ εἰσὶ τέσσαρα ταῦτα· δαιδάλεος, ἀπὸ τοῦ δαιδάλειος· ἔστι καὶ κονισάλεος, κονισάλεον δίφρον, ὡς παρὰ Ἀντιμάχῳ, ἀπὸ τοῦ κονισάλειος, ἀποβολῇ τοῦ ι· ἀτασθάλεος, ἀπὸ τοῦ ἀτάσθαλος, πλεονασμῷ τοῦ ε γέγονεν, ἢ ἀπὸ τοῦ ἀτασθάλειος· αἰθάλεος· τοῦτο δὲ διφορεῖται, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον· ἀπὸ τοῦ αἴθω γὰρ ὑπάρχει, ὡς νήφω, νηφαλέος. Ἡνίκα δὲ πρὸ δύο ἔχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ι, ὡς παρʼ Ἀπολλωνίῳ, αἰθάλεοι πρηστῆρες. Παραγωγὴ ἀπὸ ὀνόματος, ὡς τὸ δεῖμα δειμαλέος· ἀπὸ ῥήματος, ὡς τὸ οἰδῶ οἰδαλέος· καὶ ἀπὸ ἐπιρρήματος, ὡς τὸ ῥίμφα ῥιμφαλέος. Δειμάμενος: Τὸ θέμα δέμω, τὸ οἰκοδομῶ· ἔδειμα, ἐδειμάμην· ἡ μετοχὴ, δειμάμενος. Δείδεκτο: Ἐδεξιοῦτο. Δείδεκτʼ Ἀχιλῆα. Δέδοικα: Ἀπὸ τοῦ δείκω. Δεῖν: Δεῖν ᾠήθην. Δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. Ὥσπερ ἀπὸ τοῦ πλέον γίνεται πλεῖν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς ΕΙ δίφθογγον, πλεῖν σταδίου λαλίστερα, ἀντὶ τοῦ πλέον σταδίου φλυαρώτερα· οὕτως καὶ ἀπὸ τοῦ δέον γίνεται δεῖν. Δεῖν τόδε γενέσθαι. Ἢ ἀπὸ τοῦ δέειν, δεῖν, ὡς πλέειν, πλεῖν. δείους· Ἀπὸ τῆς δέους γενικῆς καὶ σπέους γίνεται κατὰ πλεονασμὸν τοῦ ι, δείους καὶ σπείους· οἷον, Χλωροὶ ὑπαὶ δείους. Καὶ, ἥ ῥα κατὰ σπείους. Εἰς τὸ Σῖγμα. Δεῖνος: Προπερισπώμενον, ὁ ψυκτήρ· παρὰ τὸ δέος ἐμποιεῖν. Δεινός: Ὁ φόβου ποιητικός. Εἰς δὲ τὸ Ῥητορικὸν εὗρον, πανοῦργος, ἱκανὸς, ἀκολάκευτος, σοφὸς, ἔμπειρος. Ὥσπερ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινὸς, οὕτως καὶ παρὰ τὸ δέος γίνεται δεεινὸς, καὶ κράσει δεινὸς, ὁ φόβου ἐμποιητικός. Ὅθεν καὶ αἰνὸς, ὁ χαλεπός. Δείνων καὶ Δεινίας: Ὄνομα κύριον· παρὰ τὸ δεινός. Τὰ δὲ παρʼ αὐτοῦ συγκείμενα ἅπαντα διὰ διφθόγγου γράφεται, δεινόλογος, καὶ ῥῆμα δεινῶ· σημαίνει τὸ δεινοποιῶ. Δεῖπνος: Τὸ παρʼ ἡμῖν ἄριστον λεγόμενον· ὅθεν καὶ δειπνῶ· δόρπος δὲ, ὁ ἑσπερινός. Ἐκ τοῦ δεῖ, τοῦ σημαίνοντος τὸ πρέπει, καὶ πόνος, τὸ δείπονός τις ὢν, καὶ δεῖπνος, μεθʼ ὃν δεῖ πονεῖν. Δεῖπνον, ὁ καιρὸς τῆς τροφῆς, καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη τροφή. Οἱ δὲ κωμικοὶ οἱ νεώτεροι συγχέουσι τὸν καιρὸν, ἑσπερινὴν τροφὴν δεῖπνον ὀνομάζοντες, ὡς καὶ νῦν, μεθʼ ὃν δεῖ πονεῖν. Ἕωθεν γὰρ ἐσθίοντες ἐπὶ πόλεμον ἢ ἐπὶ ἐργασίαν ἐξήρχοντο. Ἐπαφρόδιτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δάπνον καὶ δεῖπνον, κατὰ τροπὴν καὶ πλεονασμόν. Δειπνιστός: Ἔστι δειπνῶ, δειπνητός· Ἀλλʼ ὅτε δὴ δειπνηστὸς ἔην. Περισσὸν τὸ σ· διὰ τοῦ ἰῶτα γράφεται ἀπὸ τοῦ δειπνίζω· διὰ τοῦ ἦτα εἶπεν Ὦρος. Δειπνολόχος: Κλεπτοφόρος. Καὶ Ἡσίοδος, γυναικὸς δειπνολόχης, τῆς κακὰ λοχούσης, τῆς λάθρα ἐσθιούσης, καὶ μὴ φανερῶς· ἥτις χωρὶς δαλοῦ τὸν ἄνδρα καίει, καὶ γηράσαι πρὸ ὥρας ποιεῖ. Δείρη: Βαρυτόνως ἡ πόλις. Δειρή: Ἐκ τοῦ δέρω, δέρη· καὶ πλεονασμῷ τοῦ ι, δειρή. Κυρίως ἀπὸ μεταφορᾶς· κατὰ τοῦτο γὰρ τὸ μέρος πρῶτον ἄρχονται ἐκδέρεσθαι τὰ ζῷα. Ἀπὸ δὲ τούτου μετῆλθε καὶ ἐπὶ τῶν λοιπῶν ἀνθρώπων. Οἱ μέντοι Αἰολεῖς δέρρη λέγουσι· καὶ κατὰ παρασχηματισμὸν δέρρις. Σημαίνει δὲ τὴν τεταμένην βύρσαν. Δεῖσα: Ἡ ὑγρασία, ὁ ὑγρώδης καὶ βοτανώδης τόπος. Παρὰ τὸν δεύσω μέλλοντα σημαίνει τὸ βρέχω γίνεται δεῦσα καὶ δεῖσα, ἡ δυσωδία. Εἴρηται παρὰ τὸ δίω τὸ διὰ τοῦ ι γραφόμενον, ὃ σημαίνει τὸ φοβοῦμαι· ἵνʼ ᾖ δίσα, ἡ δυσοσμία, ἣν φεύγομεν. Εἴτε οὖν διὰ τοῦ ι, εἴτε διὰ τῆς ΕΙ διφθόγγου, τὸ δίω καὶ δείω διφορεῖται· ὅθεν δέος καὶ δίος διὰ τοῦ ι. Ὅθεν, Τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον. Δεισήνωρ: Ὄνομα ἥρωος· παρὰ τὸν δείσω μέλλοντα καὶ τὸ ἀνὴρ, ὡς Εὐήνωρ, Ἀντήνωρ· τὸ γὰρ ἀνὴρ ἐν τῇ συνθέσει τρέπει τὸ μὲν ἄλφα εἰς ἦτα, τὸ δὲ η εἰς ω· Δεισήνορά θʼ Ἱππόθοόν τε. Δεισιδαιμονία: Λέγεται ἡ πρὸς τοὺς πονηροὺς δαίμονας ἐπιμέλεια εἰς τὸ δείδω καὶ φόβος. Γίνεται παρὰ τὸ δείδω ὁ μέλλων, δείσω καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν. Ἰστέον ὅτι παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ καλοῦ λαμβάνεται· παρὰ δὲ ἡμῖν τοῖς Χριστιανοῖς ἐπὶ τῆς ἀσεβείας λέγεται ἡ δεισιδαιμονία. Δεισιδαίμων: Θεοσεβὴς, ἡ ἀμφίβολος περὶ τὴν πίστιν, καὶ οἱονεὶ δεδοικώς. Δηθύνω: Τὸ βραδύνω. Ἐκ τοῦ δηθὰ, ὃ σημαίνει τὸ ἐπὶ πολὺ, δηθύω· καὶ πλεονασμῷ τοῦ ν, δηθύνω· πλεονάζει γὰρ τὸ ν ἐν τοῖς ῥήμασι. Πολλὰ γὰρ ῥήματα ἀπὸ ἐπιρρημάτων γίνεται, ὡς ὄψιον, ὀψίζω· θαμὰ, θαμίζω. Τὸ δῆθεν, ποτὲ μὲν ἐστὶ παραπλήσιον δὴ, ποτὲ δὲ ὡς δή. Δηθά: Ἐπίρρημα χρόνου δηλωτικόν. Ἐκ τοῦ Δὴν γίνεται δηνθά· καὶ ἀποβολῇ· οἷον, Δηθὰ μάλα στενάχων. Πολλὰ, συνεχῶς. Δήϊος: Ὁ πολεμικός· καὶ ἐπίθετον τοῦ πολέμου, Δήϊον ἐς πόλεμον. Καὶ πάλιν σημαίνει τὸν ἐχθρὸν καὶ πολέμιον, —καὶ δηίοισι. Παρὰ τὸ δέος, δέϊος, καὶ δήϊος, ὁ δέος ἐμποιῶν. Ἢ παρὰ τὸ δαίω, τὸ καίω, δάϊος, καὶ δήϊος, ὁ καυστικός. Ἢ παρὰ τὸ δαίω, τὸ κόπτω, δήϊος, ὁ διακοπτικὸς ἀνθρώπων καὶ οἴκων καὶ πόλεων καὶ δένδρων. Δηΐων: Ἀπὸ τοῦ δήϊος γίνεται δηΐων, ὡς ἀπὸ τοῦ διπλάσιος, διπλασίων. Δηϊοτής: Ἡ μάχη· παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. Δηιώσας: Σημαίνει τὸ διακόψας. Ἔστι δαίω, τὸ κόπτω, ἢ καίω· διαλύσει τῆς ΑΙ διφθόγγου γίνεται δαῒς, καὶ ὄνομα δάϊος καὶ δήϊος, τροπῇ τοῦ ἄλφα εἰς ἦτα· καὶ ῥῆμα δηΐω· ἐξ οὗ τὸ δηΐουν· καὶ περισπωμένως δηϊῶ· εἶτα κατὰ συναίρεσιν δῃῶ δῃώσω· δῃώσειν, ἀνελεῖν, φονεύσειν. Δήετε: Εὑρίσκετε. Παρʼ ὃ τινὲς καὶ τὴν Δήμητραν Δηὼ λέγουσι, διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ τὴν θυγατέρα ζητούσῃ, λέγειν δήεις, ὅ ἐστιν εὑρήσεις. Γίνεται δὲ παρὰ τὸ δέω, τὸ σημαῖνον τὸ εὑρίσκω, δήω. Δηώ: Ἡ Δημήτηρ· καὶ διφορεῖται, ὡς φησὶν ὁ τεχνικός. Οἶδε γὰρ ἡ παράδοσις τὸ ἦτα μετὰ τοῦ ἰῶτα, καὶ χωρὶς τοῦ ἰῶτα. Καὶ εἰ μὲν μὴ ἔχει τὸ ἰῶτα, λέγει ὅτι ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατʼ εὐφημισμὸν ἔλεγον πάντες, δήεις, τουτέστιν εὑρήσεις· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν σῖτον. Εἰ δὲ ἔχει τὸ ἰῶτα, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω, τὸ κόπτω, κατὰ τροπὴν Ἰωνικὴν τοῦ ἄλφα εἰς ἦτα. Καὶ γὰρ ἡ Δημήτηρ γῆ ἔστιν· ἡ γῆ δὲ διακόπτεται ἐν τῷ ἀροτριᾶσθαι. Ἢ παρὰ τὸ δαίω, τὸ καίω· ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. Τινὲς δέ φασιν, ὡς λέγει ὁ τεχνικὸς, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ· ἀγνοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν. Τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτοτύπων· οἷον, Ὑψιπύλη, Ὑψώ· Εἰδοθέα, Εἰδώ. Εἰ οὖν Δημήτηρ, Δημὼ ὤφειλεν εἶναι. Ἀλλʼ οὐκ ἔστιν ὑποκοριστικόν. δηὼ, ἢ ὅτι πολλὴν ἐδῄωσε γῆν, τουτέστι διέκοψε, ζητοῦσα τὴν θυγατέρα· ἢ γηώ τις ἐστὶ, κατὰ τροπὴν τοῦ γάμμα εἰς δέλτα. Ἢ ὅτι λυπουμένη διὰ τὴν θυγατέρα, ἐδαίετο τὴν ψυχήν. Ἢ Δηὼ, παρὰ τὰς δηάς· οὕτω γὰρ δηαὶ προσαγορεύονται ὑπὸ Κρητῶν αἱ κριθαί. Δῆλος καὶ εὔδηλος: Παρὰ τὸ δήω, τὸ εὑρίσκω, ὡς τὸ, δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης Ὁ μέλλων, δήσω· καὶ δῆλος, ὁ εὑρετὸς καὶ προφανὴς, ὡς παρὰ τὸ ἥσω, ἧλος. Ἢ ὅτι πρῶτον ἐστὶ τὸ δέω, τὸ σημαῖνον τὸ εὑρίσκω· οὗ μέμνηται Ἀλκαῖος. Ἐγὼ μέν κʼ οὐ δέω ταῦτα μαρτυρεῦντας. Καὶ ὡς εἴκω, εἴκελος, οὕτω δέω, δέελος· τὰ γὰρ πρόδηλα ῥᾳδίως εὑρίσκονται. Ἀπὸ δὲ τοῦ δέω κατʼ ἔκτασιν δήω· ἀφʼ οὗ τὸ δῆλος. Δῆλος: Ἡ ἱέρεια τοῦ Ἀπόλλωνος, εἴρηται ὅτι κρυπτομένην αὐτὴν ἐν τῇ θαλάσσῃ ὁ Ζεὺς δήλην ἐποίησε, καὶ ἀνέδωκεν, ἵνα ᾖ Λητώ. Ζεὺς γὰρ ἐρασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν· ἥτις, δεκαμηνιαίου χρόνου διαγενομένου, παρεγένετο διὰ θαλάσσης εἰς Ἀστέριον τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖ τε ἐλθοῦσα καὶ ἁψαμένη δύο φυτῶν ἐλαίας καὶ φοίνικος, διδύμους ἀπεκύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρριζώθη. Δῆλος: Ὁ φανερός· ἐκ τοῦ δαλὸς, τροπῇ τοῦ ἄλφα εἰς η, καὶ ἀναδόσει τοῦ τόνου. Δηλῶ: Τὸ φανερῶ, ἐκ τοῦ δῆλος· καὶ τὸ βλάπτω, ἐξ οὗ τὸ δηλήσονται· καὶ ἐδηλήσαντο, ἀντὶ τοῦ ἔβλαψαν. Γίνεται παρὰ τὸ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ, καὶ δηλῶ· ἢ παρὰ τὸ κῆλα, τὰ βέλη, οἱονεὶ τὰ φθαρτικὰ καὶ βλαπτικὰ τροπῇ τοῦ κ εἰς δ, ὡς καίω δαίω, γίνεται δηλῶ, τὸ βλάπτω· καὶ δηλητήριον, τὸ θανάσιμον καὶ βλαπτικόν. Δῆμος: Τὸ πλῆθος· παρὰ τὸ δέω, τὸ δεσμεύω. Δέω, δέμος καὶ δῆμος, ὁ συνδεδεμένος ὄχλος, ὡς μένω, μένις καὶ μῆνις. Ἢ παρὰ τὸ δέμας, δῆμος, οἷον ἓν σῶμά τι ὑπάρχων. Ἢ δίδημι, τὸ δεσμῶ· ὁ μέλλων, δήσω· καὶ ἐξ αὐτοῦ δῆμος. Τὰ δὲ περιληπτικὰ δύο συντάξεις ἐπιδέχεται, τῷ λόγῳ τῆς φωνῆς, καὶ τῷ λόγῳ τοῦ σημαινομένου· ἡ μὲν φωνὴ, ἑνική· τὸ δὲ σημαινόμενον, πληθυντικόν. Τὸ ΔΗ, ἦτα· διότι εὑρέθη παρὰ τοῖς Δωριεῦσι λεγόμενον δᾶμος· καὶ ἡμεῖς τὰ τῶν Δωριέων α εἰς η τρέπομεν. Δηλονότι: Παρὰ τὸ δῆλον, τὸ φανερὸν, καὶ τὸ ὅτι, ἐπίρρημα ἐπιτάσεως, σημαίνει τὸ πάνυ. Δηλονότι γάρ ἐστι τὸ πάνυ φανερόν. Δήπου: Ὡς δή. Δήπουθεν, δηλονότι, ἢ ἔκ τινος τόπου. Δῆτα: Οὕτως. Δῆθεν, ὡς δὴ μάλιστα· ἐκ τοῦ δηθύνω. Δημεύειν: Τὸ τινὸς οὐσίαν δημοσιῶσαι· καὶ τὸ ἐνδημεῖν· ἔνιοι τὸ δημαγωγεῖν. Δημός: Σημαίνει δύο· ὀξυτόνως, τὸ λῖπος· Ἐν πίονι δημῷ. Παρὰ τὸ δαίω, τὸ καίω, ὁ δεύτερος ἀόριστος, ἔδαον· δαμὸς καὶ δημὸς, τὸ καιόμενον ἐν ταῖς θυσίαις· ἢ διʼ οὗ καίονται αἱ θυσίαι· καυστικὸν γὰρ τὸ λῖπος. Ὡς παρὰ τὸ θύω, θυμός· καὶ χύω, χυμός· οὕτω καὶ δήω, τὸ καίω, δημός. Ἢ παρὰ τὸ δέω, τὸ δεσμῶ, δεμὸς καὶ δημὸς, κατὰ ἀντίφρασιν, τὸ εὐδιάλυτον. Δῆμος σημαίνει δύο· τὸ λῖπος, καὶ τὸν δημότην κατὰ διάλεκτον, ὡς ἐν τῷ μʹ Ὅμηρος δημὸν τὸν δημότην φησὶ, τὸν δημοτικόν. Δημάδης: Οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Δημέας γίνεται Δημεάδης, καὶ κατὰ συναίρεσιν, Δημάδης. Καὶ ὤφειλεν εἰς τὸ η γίνεσθαι ἡ κράσις· ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰς α ἐγένετο· τὰ γὰρ εἰς ΔΗΣ πατρωνυμικὰ, ἢ τύπου πατρωνυμικοῦ ὄντα, ἢ τῷ ι θέλει παραλήγεσθαι, ἢ τῷ ἄλφα· οἷον, Πηλείδης, Αἰακίδης· Εὐριμάδης, Πυλάδης. Οὕτως οὖν καὶ Δημάδης. Δημολάλητος: Περιβόητος. Δήμαρχος: Ὁ δήμου τινὸς ἄρχων· ὃς καὶ τοῦ κατὰ χώραν δήμου προΐστατο, καὶ ἀπεγράφετο τὰς οὐσίας ἑκάστῳ πρὸς τὰ δημόσια ὀφλήματα. Δημόκοινος: Δημόσιος βασανιστὴς, ἢ ὁ δήμιος· ἤγουν ὁ ἐκ τοῦ δήμου τὸ φονεύειν κληρωθείς. Σοφοκλῆς, Οἷος γὰρ ἡμῶν δημόκοινος οἴχεται. Εἴρηται παρὰ τὸ καίνειν, τὸ φονεύειν, ὁ ἐκ τοῦ δήμου ἐπιτετραμμένος καίνειν· καὶ τροπῇ τοῦ α εἰς ο, δημόκοινος. Δημόσιος: Ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις. Ἐκ τοῦ Ῥητορικοῦ. Δῆμος, δημότης, καὶ δημόσιος. δημοσιεύειν, τὸ τὰ δημόσια ὑπηρετεῖν ἐπὶ μισθῷ. Δημωδέστερος: Ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντα γινόμενα διὰ τὸν δῆμον. Δημοθοινία: Τοῦ δήμου εὐωχία ἢ θυσία. Δημοῦσθαι: Παίζειν. Οὕτως Πλάτων. Καὶ δημώματα, παίγνια. Δήμια: Τὰ δημόσια, τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσιν. Ἰλιάδος ρʹ· Δήμια πίνουσι καὶ σημαίνουσιν ἕκαστος. Τὰ διδόμενα παρὰ τοῦ δήμου καταναλίσκουσι. Δημιουργεῖον: Ἐργαστήριον. Δημιουργός: Πολλὰ σημαίνει ἡ λέξις. Σημαίνει γὰρ τοὺς τεχνίτας· ἀφʼ ὧν καὶ ὁ τῶν πάντων ποιητὴς Θεὸς δημιουργὸς εἴρηται. Δημιουργοὶ δὲ ἐκαλοῦντο παρά τε Ἀργείοις καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη· ἵνα σημαίνῃ τὰ δημόσια ἐργαζομένους, καὶ διὰ φροντίδος ἔχοντας· σημαίνει καὶ τὰς παρὰ τοῖς Ἀττικοῖς τὰς πλακοῦντας ἐργαζομένας γυναῖκας. Λέγουσι δʼ οὕτως τοὺς ἐμπείρους, ἐνίοτε δὲ τοὺς ὁτιοῦν ποιοῦντας. Λέγονται καὶ οἱ περὶ τὰς χειρουργίας καὶ τὴν τῶν τεχνῶν ἐπιμέλειαν· κοινὰς γὰρ μονονουχὶ παρεῖχον τὰς χεῖρας. Δημήτηρ: Παρὰ τὸ γῆ καὶ τὸ μήτηρ, γημήτηρ τὶς οὖσα· καὶ τροπῇ τοῦ γ εἰς δ· ἢ δημομήτηρ, κατὰ συγκοπήν· ἢ παρὰ τὸ διελεῖν τὴν γῆν καὶ τέμνειν ἐν τῇ ἀροτριάσει. Ἢ παρὰ τὸ δήω, τὸ εὑρίσκω· ἢ παρὰ τὸ δαίω, τὸ καίω· λαμπαδοῦχος γὰρ ἡ θεός. Σημαίνει δὲ καὶ αὐτὴν τὴν θεὸν, καὶ τὸν καρπὸν, καὶ τὸν σῖτον, καὶ τὴν γεωργικὴν ἐπιστήμην. Δημήτερος ἀκτή· διὰ τὸ κατάγνυσθαι ἐν τῇ ἅλῳ τὸν στάχυν τὸν εὐαγῆ, ἢ αὐτὸν τὸν σῖτον ἐν τῷ μύλῳ θραύεσθαι. Δημήτριος: Ὁ πύκτης. Τοιοῦτοι δέ εἰσι καὶ οἱ πύκται· ἢ ἐπειδὴ ἐν ταῖς ἀμφισβητήσεσιν ἔτυπτε τοὺς ἀμφισβητοῦντας. Δήν: Ὅμηρος, Δὴν δʼ ἄνεῳ ἦσαν. Τουτέστιν ἐπὶ πολὺν χρόνον ἄφωνοι ὑπῆρχον καὶ ἥσυχοι. Ἀπὸ τοῦ αἰὼν, ὃ σημαίνει τὸν τῆς ζωῆς χρόνον, πλεονασμῷ τοῦ δ, δαιών· καὶ συγκοπῇ, δών· καὶ τροπῇ, δήν. Τὰ δὲ εἰς ΗΝ ἐπιρρήματα διὰ τοῦ η γράφεται. Δήνεα: Ἰλιάδος δʹ, ἤπια δήνεα οἶδε. Τὰ βουλεύματα· ἀπὸ τοῦ μήδεα, τροπῇ τοῦ μ εἰς ν, ἢ παρὰ τὸ δὴν ἐπίρρημα· χρόνου γὰρ δεῖται ἡ βουλή. Ἔνθεν καὶ παροιμία, Δηρὸν βουλεύειν, ἵνʼ ἔχῃ καὶ πολλὸν ἄμεινον. Ἢ παρὰ τὸ δήω, τὸ εὑρίσκω, δῆνος, ὡς κτήσω, κτῆνος. Δηρόν: Ὀνοματικὸν ἐπίρρημα. Πολλὰ γὰρ εἰσὶ τοιαῦτα· ὥσπερ ἡ πέρα, τῆς πέρας, τὴν πέραν· καὶ ἐπίρρημα, Πέραν τοῦ χειμάρρου τῶν Κέδρων. Καὶ πρώϊος, πρωΐα· ἡ αἰτιατικὴ, πρωΐαν, καὶ τροπῇ Βοιωτικῇ, πρωΐην· ἐξ οὗ τὸ πρῴην ἐπίρρημα. Οὕτω δηρὸν, τὸ ἐπὶ πολὺν χρόνον. Δηναιός: Ὄνομα ἀρσενικὸν, ὁ πολυχρόνιος. Ἰλιάδος εʹ, Ὅττι μάλʼ οὐ δηναιὸς, ὃς ἀθανάτοισι μάχηται. Τὸ οὐδέτερον, δηναιόν· καὶ συγκοπῇ, δηνόν· καὶ τροπῇ τοῦ ν εἰς ρ, δηρόν· καὶ μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν. Τὸ ΔΗ, η· καὶ τὸ ΡΟΝ, μικρόν· ὅτι ἀπὸ ὀνόματος παρήχθη· τὰ γὰρ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα, καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. Δῆρις: Ἡ μάχη καὶ ἡ ἔρις· Δῆριν ἀπειρεσίην πολεμόκλονον ἔργον Ἄρηος. Παρὰ τὸ ΔΑ καὶ τὸ ἔρις, δάερίς τις οὖσα, ἡ μεγάλη ἔρις. Ἢ παρὰ τὸ δηλεῖσθαι, δῆλις καὶ δῆρις. Ἢ παρὰ τὸ δαίω, τὸ σφάζω καὶ κόπτω, γίνεται ὄνομα δάϊς βαρύτονον· Καλλίμαχος, Ἐς δάϊν ἐρχομένων, καὶ ἐκτάσει τοῦ α εἰς η, δῆϊς· καὶ πλεονασμῷ τοῦ ρ, δῆρις. Ἐκ τούτου γίνεται ῥῆμα δηρίω καὶ δηριῶ, περισπώμενον καὶ βαρύτονον· ὡς κόνις κονίω, δῆρις δηρίω καὶ δηριῶ· οἷον, Δὴ τότε δηριόωντο Ποσειδάων καὶ Ἀπόλλων. Δία: Ἡ Νάξος οὕτως πρότερον καλουμένη. Ὅμηρος, Δίῃ ἐν ἀμφιρύτῃ. Ἀπὸ τῆς Διὸς γενικῆς· διότι ἐν αὐτῇ ἐτράφη ὁ Ζεύς. Καλλίμαχος, Ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ. Διαβασιλίζεται: Τῆς βασιλείας ἀντιποιεῖται. Διάβολος: Παρὰ τὸ διαβάλλειν. Τὰ δὲ παρὰ τὸ βάλλω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, ἐλαφηβόλος, ἑκατηβόλος. Καὶ διάβολοι, ἀπατητικοί. Διαβούλιον: Οὐδέτερον ὑποκοριστικόν· παρὰ τὸ βουλὴ βούλιον καὶ διαβούλιον. Προπαροξύνεται. Πᾶν εἰς ΟΝ οὐδέτερον καθαρὸν μονογενὲς τῷ ι μόνῳ παραληγόμενον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, εἴτε κύριον, εἴτε προσηγορικὸν, εἴτε ὑποκοριστικόν. Διαίνω: Τὸ βρέχω, τὸ ὑγραίνω. Ὅμηρος, δίαινε δέ μιν μέλαν ὕδωρ. Κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι. Διὸς διῶ, διαίνω, ὡς μιῶ, μιαίνω. Δίαιτα: Δαὶς δαιτὸς δαῖτα, καὶ δίαιτα. Διαιτηταί: Κριταί· καὶ διαιτεῖν, διακρίνειν. Διαείσεται: Γνωρίσει, διαγνώσεται, γνώσει, μαθήσεται. Ἰλιάδος θʹ, Αὔριον ἣν ἀρετὴν διαείσεται. Διαδικασία: Οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλʼ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστι. Λέγεται διαδικάσαι τις πρὸς τὸ δημόσιον, ὡς ὀφειλομένων αὐτῷ χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ. Διογενιανός· ἡ ἐπίκρισις τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν καὶ εἰς τἄλλα. Διακέκοπται: Οἷον ἀδοκίμαστόν ἐστι. Διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. Διαβούλια: Τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. Διακναιόμενος: Ξεόμενος, ἢ λυπούμενος· καὶ διακεκναισμένη, διεφθαρμένη. Διακλιμακίσας: Διαπαλαίσας. Κλίμαξ γὰρ καὶ κλιμακισμὸς, πάλαισμα ποιόν. Διακαυνιάσαι: Διακληρῶσαι. Καῦνος γὰρ λέγεται ὁ κλῆρος. Κρατῖνος Πυτίνῃ, Ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις. Καὶ ἐγὼ, ὡς Καυνίων μάλιστα χρωμένων. Διαγράψαι: Ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. Λέγεται δὲ διαγράψαι καὶ τὸ διαξύσαι· ἀπὸ τῶν περιγεγραμμένων καὶ περαιουμένων. Διακουράζεσθαι: Τὸ ἀγενὲς βλέπειν· παρὰ τὸ διάγειν τὰς κόρας τῶν ὀφθαλμῶν, καὶ μὴ ἐπʼ εὐθείας βλέπειν· ἢ τὸ ἀτενὲς, διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. Διακωδωνισθέντες: Διαφημισθέντες. Ἐπιπλεῖστον ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται· τέτακται δὲ καὶ ἐπὶ τοῦ διαπειραθέντες. Οὕτω Λυσίας. Ἀπὸ τῶν ἵππων μετενήνεκται· εἰώθασι γὰρ οὕτω δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν τῷ πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦντες. Διακριδόν: Διακεκριμένως, ἐν διακρίσει, ἐξ ἐπικρίσεως. Διακρινθεῖτε: Ἄλλοι δὲ διακρινθεῖτε τάχιστα, Ἰλιάδος γάμα, ἀντὶ τοῦ διαχωρισθείητε. Τὸ θέμα, διακρίνω· κρινῶ, κέκρικα, κέκριμαι, ἐκρίθην· κρινθεὶς κρινθέντος, κρινθείην. Ἢ ἐκ τοῦ διεκρίθην, πλεονασμῷ τοῦ ν ποιητικῶς γίνεται διεκρίνθην· τὸ εὐκτικὸν, διακρινθείημεν, διακρινθείητε· καὶ κατὰ συγκοπὴν, διακρινθεῖτε, ὡς τὸ διακοσμηθεῖμεν ἐκ τοῦ κοσμηθείημεν κατὰ συγκοπήν. Εὐκτικὸν παθητικοῦ πρώτου ἀορίστου. Διεκωδώνισε: Διεπείρασεν· ἐπειδὴ περιϊόντες τοὺς περιβόλους τοῖς κώδωσιν οἱ τειχοφυλακοῦντες ἀπόπειραν ἐποιοῦντο τοῖς τεταγμένοις φυλάττειν. Ζήτει εἰς τὸ διεσαρδάνωσε. Διάθεσις: Ἐχρῶντο τῇ διαθέσει οἱ ῥήτορες ἐπὶ γνώμης ἢ διανοίας τῶν δρώντων, καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, καὶ ἐπὶ τοῦ ἐξαγγεῖλαί τι, καὶ ἐπὶ διακοσμήσεως. Καὶ διατίθεσθαι, διαθήκας γράφειν· λαμβάνεται καὶ ἐπὶ τοῦ πωλεῖν τὰ προσόντα, καὶ ἐπὶ τοῦ πάσχειν. Διαβήτης: Ὄργανόν τι τεκτονικόν. Διάγειν: Παρέλκειν, καὶ ἐξαπατᾶν. Διαγραφή: Ἡ συνθήκη· καὶ ἐπὶ ζωγραφικοῦ πίνακος. Διακίγκλισον: Διάσεισον· κίγκλος δὲ, ὄρνεον, ἡ καὶ σεισοπυγίς. διακρία, καὶ διακριεῖς, οἱ Εὐβοεῖς, ἀπὸ ὄρους τῆς Εὐβοίας. Εἴρηται, ὅτι ἔν τινι ὄρει τῆς Εὐβοίας διεκρίθησαν πρὸς ἀλλήλους περὶ τοῦ καλλίστου τῶν γεγονότων Ἥφαιστος καὶ Ἑρμῆς καὶ Ἀθηνᾶ· καὶ Ἥφαιστος μὲν, ὅτι ἄνθρωπος θαυμάσιον θεῶν ἔργον· Ἑρμῆς δὲ, οἰκίαν χρησιμώτατον· Ἀθηνᾶ δὲ, βοῦν. Ἀπὸ τῆς διακρίσεως οὖν τό τε χωρίον καὶ οἱ Εὐβοεῖς ἀπὸ μέρους ὠνομάσθησαν. Διάκτορος: Παρὰ τὸ διάγω, διῆκται, διάκτωρ διάκτορος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· ὁ τοὺς λόγους διάγων. Ὅμηρος, διακτόρῳ Ἀργειφόντῃ. Ἄγοντι τὰς ἀγγελίας τῶν θεῶν, ἀγγελιαφόρῳ, ἢ διατόρῳ καὶ σαφεῖ κατὰ τὸ λέγειν, καὶ διαγγέλλοντι καὶ σημαίνοντι τὰς ἀγγελίας· ἐκ τοῦ τορῶ, τὸ σαφηνίζω· ἀφʼ οὗ Ἀριστοφάνης, Εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι. Γίνεται οὖν διάτορος, καὶ πλεονασμῷ τοῦ κάππα, ὁ διασαφηνίζων ἐν τῷ λέγειν. Ἐπὶ δὲ τοῦ Ἑρμοῦ φασὶ παρὰ τὸ κέαρ τῶν τετελευτηκότων κομίζειν· ἢ ὁ διάγων τὰς ψυχάς· τοῦ γὰρ Ἑρμοῦ ἐπίθετον· παρὰ δὲ τοῖς ἄλλοις ποιηταῖς ἁπλῶς ἐπὶ τοῦ διακόνου τίθεται. Καλλίμαχος ἐπὶ γλαυκὸς τὸ ἐπίθετον, Ἀλλὰ θεῆς ἥτις με διάκτορον ἔλλαχε Παλλάς. Διάκονον καὶ διαγωγέα τῶν ψυχῶν. Διάκονος: Ἀπὸ τοῦ ἐνέκω, τὸ φέρω καὶ προσενέγκω, ἐν συνθέσει, διαενέκω· καὶ ῥηματικὸν ὄνομα, διαένεκος· καὶ καθʼ ὑπέρθεσιν καὶ τροπῇ, διαέκονος· καὶ κράσει τοῦ α καὶ ε εἰς α μακρὸν διάκονος, ὁ διαφέρων τὰ κελευόμενα. Τινὲς παρὰ τὸ κονεῖν, τὸ ὑπηρετεῖν, καὶ ἐγκονεῖν, τὸ ἐπείγεσθαι· ὅθεν τὸ ἐγκονέουσαι. Διακορής: Μεμεστωμένος. Διακηρυκεύεται: Διὰ κηρύκων συνθήκας ἢ πρεσβείας ποιεῖται· παρὰ τὸ κήρυξ κήρυκος, κηρυκεύω καὶ διακηρυκεύω. Διάλεκτος: Ἤτοι καθʼ ἣν ἕκαστοι ἄνθρωποι διαλέγονται πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν· ἢ ἀπὸ τοῦ διαλελέχθαι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται τῆς ἑτέρας· ἀπὸ τοῦ ἐξηλέχθαι ὡς κρατιστεύουσα. Διαμπάξ: Διόλου, διαπαντὸς, διηνεκῶς, ἐξεναντίας· ἀπὸ τοῦ διαρπάζω διαρπάξω, ἀποβολῇ τοῦ ω, καὶ τροπῇ τοῦ ρ εἰς τὸ μ. Διαμπερές: Διαμπὰξ, διόλου. Παρὰ τὸ πέρας, διαπέρας· κατὰ πλεονασμὸν τοῦ μ, καὶ μεταθέσει Ἰωνικῇ τοῦ α εἰς ε, διαμπερὲς, τουτέστι τὸ ἀπʼ ἀρχῆς ἕως τοῦ τέλους πέρας. Διαλείμματα: Διαστήματα, διαχωρίσματα· Θεὸς ἐν σαρκὶ, καὶ οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν. Ὡς ἐν τῷ Προτρεπτικῷ ὁ ἅγιος Βασίλειος εἰς τὴν Χριστοῦ γέννησιν. Διαμῶ: Τὸ θερίζω· σχήματος συνθέτου, ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ ἀμῶ, τὸ θερίζω· ἔστι δὲ δευτέρας συζυγίας· καὶ ὁ μέλλων, διαμήσω, διάμησε. Τὸ δὲ ἀμῶ, ἐξ τοῦ ἄμη, ὅπέρ ἐστι γεωργικὸν ἐργαλεῖον, ἡ λεγομένη δρεπάνη. Διαμυλλαίνειν: Ἀριστοφάνης, διαμωκᾶσθαι τοῖς χείλεσιν· ἀπὸ τῶν μύλλων· μύλλαι γὰρ τὰ χείλη· καὶ μύσταξ. Ἢ τὸ ἐσθίειν, καὶ διακόπτειν καὶ διαστρέφειν τὰ χείλη. Διαμυδαίνεται: Διαπηδᾷ, καὶ διαρρεῖ, καὶ διηθεῖται. Διάνοια: Ἡ ἐνθύμησις, διάνοά τις οὖσα ἡ διανοουμένη. Διαμετρητός: Ἡ εὐθεῖα διαμετρητὸς, σχήματος παρασυνθέτου. Καὶ πόθεν διαχωρίζεται τὰ παρασύνθετα ἐκ τῶν συνθέτων; Ἐκ τῆς διαφορᾶς τοῦ τόνου. Τὰ μὲν γὰρ σύνθετα προπαροξύνεται, τὰ δὲ παρασύνθετα ὀξύνεται. Ταῦτα δὲ ὀξύνεται, ἐπειδὴ ἀπὸ ῥήματος ἔσχον τὴν σύνθεσιν· οἷον, ἐκλέγω, ἐκλεκτός· ἐπίλεκτος δὲ προπαροξύνεται, ὅτι ἀπὸ ὀνόματος ἔσχε τὴν σύνθεσιν, ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τοῦ λεκτός. Οὕτως οὖν καὶ διαμετρῶ διαμετρήσω, διαμετρητός. Διαπρύσιον: Ἤϋσε δὲ διαπρύσιον. Ἐξάκουστον, μέγα, καὶ διαβόητον. Παρὰ τὸ πεύθομαι, ἐπυθόμην, πύσιον· καὶ πλεονασμῷ τοῦ ρ. Ἢ ἀπὸ τοῦ περῶ περάσω, περάσιον· καὶ κατὰ συγκοπὴν, πράσιον· καὶ τροπῇ, πρύσιος, καὶ διαπρύσιος, ὡς μάθω, μῦθος, μύθιος. Διαπραθέειν: Διαπραθεῖν, ὡς τὸ φαγέειν. Τοῦτο ἀπὸ τοῦ πέρθω· ὁ δεύτερος ἀόριστος, ἔπραθον. Διαπαντός: Ἐπίρρημα χρόνου δωλωτικόν. Διαξιφίσασθαι: Ξίφεσι διαγωνίσασθαι, κυρίως· ἤδη δὲ καὶ τὸ μάχεσθαι. Διαπατταλευθήσῃ: Τρόπῳ βύρσης διαταθήσῃ παττάλοις. Διαποδίζων: Βασανίζων, καὶ ἐπιμελῶς ἐξετάζων. Διαπεσεῖν: Τὸ ἐκ πολεμίων διασωθῆναι. Διαπτερῶσαι: Ἀνευρῦναι, διαστῆσαι. Διάτορον: Ὀξύτονον, ὀξύηχον, σαφές. Λέγεται καὶ ὁ στύραξ. Διαυλία: Ὅταν δύο ᾄδωσι. Διαπηνικίζω: Ἀπατῶ· Κρατῖνος, Τοῦτον μὲν καλῶς διεπηνίκισας λόγον. Εἴρηται ἀπὸ τῆς πηνίκης, ἥ ἐστι περιθετὴ κόμη, ὡς ἡ φενάκη, ἣ τοὺς ὁρῶντας ἀπατᾷ, ὡς φύσει οὖσα. Τινὲς δὲ τὸ ποικίλλω ἐξηγοῦνται· ἀπὸ τῶν πηνῶν ἢ πηνίων, ὄντων ποικίλων· ἵνʼ ᾖ πηνίζω, καὶ πηνικίζω. Διαπερδικίσαι: Διαλαλῆσαι, διαφυγεῖν. Διαπιθηκίσαι: Τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῷον. Διαπατταλεύω: Τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶς· ἢ τὸ διατείνεσθαι παττάλοις, τρόπῳ βύρσης· ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. Καὶ διαπεπατταλευμένα, διεσφηκωμένα, ὥστε μηδὲ πάτταλον διεῖραί που διὰ πυκνότητα. Δύναται εἶναι ἀπὸ τῶν τοίχων τῶν μὴ ἐχόντων πασσάλου τόπον· οἷον ἐπʼ ἀκριβὲς ἠγμένα· ἡ μεταφορὰ ἀπὸ τῶν ψυχομένων δερμάτων. Διαρρήδην: Τὸ φανερῶς καὶ σαφῶς. Παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων, ῥήσω· ἐξ αὐτοῦ ῥήδην· καὶ ἐν συνθέσει, διαρρήδην καὶ ἐπιρρήδην. Διαρραῖσαι: Ῥαίω, τὸ φθείρω· γίνεται ἀπὸ τοῦ φθαίρω Δωρικοῦ· τοῦτο ἀπὸ τοῦ φθείρω· οἱ γὰρ Δωριεῖς τὴν ΕΙ δίφθογγον εἰς ΑΙ τρέπουσι, τὸ κύπειρον κύπαιρον λέγοντες, καὶ τὸ εἴκεν, αἴκεν. Τὸ ΡΑΙ, δίφθογγον· ἢ ὅτι ἐκ τῆς παραγωγῆς αὐτὸ ἔσχηκεν, ἢ ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ΑΙΩ ῥήματα ἀσυναίρετα ὄντα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον, παλαίω. Ἀπὸ δὲ τοῦ φθαίρω, ἀποβολῇ τῶν δύο στοιχείων, αἴρω· καὶ μεταθέσει, ῥαίω. Διαρύτειν: Διαρύειν, διαντλεῖν· ὡς ἀρύτειν, τὸ ἀντλεῖν. Διαρρικνοῦσθαι: Τὸ τὴν ὀσφῦν φορτικῶς περιάγειν. Κρατῖνος Τροφωνίῳ, Ξίφιζε καὶ σπόδιζε καὶ διαρρίκνου. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐρείκω, τὸ σχίζω, καὶ ἐρικνῶ· ἅμα γὰρ τῷ πλεονασμῷ τοῦ συμφώνου συνεστάλη ἡ δίφθογγος. Δίας: Ὁ ἥρως, εἷς τῶν Τιτάνων. Παρὰ τὴν Διὸς γενικὴν, Δίας. Ἢ εἷς τῶν Πελοπιδῶν. Γίνεται παρὰ τὸ Δέος, Δεΐας· καὶ ἐν συναλοιφῇ, Δείας, διὰ τῆς ΕΙ διφθόγγου· ὁ δέος ἐμποιῶν. Διασία: Ἑορτὴ ἐπιτελουμένη ἐν Ἀθήναις, τῷ Διΐ· παρὰ τὰς ἄσας, τὰς ἀνίας· οἷον, μή μιν ἔδουσιν ἄσαι. Καὶ ἀσόμενος, ἡ μετοχή. Διασία οὖν, ἡ ἀποτρέπουσα τὰς ἄσας. Δίασμα: Ἡ πρώτη τοῦ ἱματίου ἐργασία. Καλλίμαχος, διάσματα, φάρεος ἀρχήν. Ἀπὸ τῆς δαίσεως, τοῦ μερισμοῦ· ἐπεὶ τοὺς στήμονας διαμερίζουσι. Δέδασμαι οὖν, δάσμα· καὶ πλεονασμῷ τοῦ ι, δίασμα. Ἢ παρὰ τὸ ἄσσω, ἄσσα, καὶ ἆσμα, καὶ δίασμα. Τοῦτο τὸ ἄσσω γίνεται Αἰολικῶς ἄζω· καὶ ἄζομαι καὶ διάζομαι. Οἱ γὰρ Αἰολεῖς τὰ δύο ΣΣ εἰς ζ τρέπουσιν. Οὕτως γὰρ καὶ τὸ μέσσων, ἀπὸ τοῦ μέγας, μέζων φασὶ καὶ μείζων· καὶ τὸ ὀλίσσων, ἀπὸ τοῦ ὀλίγος, ὀλίζων. Διασφάξ: Ὁ διεστὼς τόπος. Ἡρόδοτος· Τοῦ ὄρεος ἔστι διασφάξ. Καὶ, Διὰ τῆς διασφάγος Ἀσωπὸς ῥεῖ. Εἴρηται ὡς ἀπὸ τοῦ θερίζω θρίζω θρὶξ, βαστάζω βαστάξω, βαστὰξ, καὶ νεκροβάσταξ· οὕτως ἀπὸ τοῦ σπῶ σπάζω σπάξω, σπὰξ, καὶ σφὰξ, καὶ διασφάξ. Διασείστους: Ἐοίκασι ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵνʼ ἀκακούργητοι μᾶλλον ὦσι. Διασεσοβημένος: Τεταραγμένος, ἄτακτος, τεθορυβημένος· σοβεῖν γὰρ τὸ τρέχειν· παρὰ τὸ σεύω ῥῆμα, ἢ σῶ, ὃ σημαίνει τὸ ὁρμῶ. Διασαλακώνισον: Ἀντὶ τοῦ διάθρυψαι, διαγαυρίασον. Ἀριστοφάνης, Τρυφερόν τι διασαλακώνισον. σαλάκωνας γὰρ ἐκάλουν τοὺς διαθρυπτομένους. Ἀπὸ τοῦ σαλοῦσθαι, ὅ ἐστιν ἁβρῶς διαβαίνειν, καὶ οἱονεὶ σείεσθαι· παρὰ τὸν σάλον. Ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον, Ἀριστοφάνης. Διασαυλούμενος: Ἁβρυνόμενος καὶ διαθρυπτόμενος· παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν ἰάμβοις, Καὶ σαῦλα βαίνων ἵππος ὡς κορωνίτης. Διαστέλλειν: Ἀντὶ τοῦ ἀποστέλλειν· οἷον, Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς. Διασκανδικίσας: Τὸ διευριπιδίσας. Σκάνδιξ γὰρ λάχανον· ἡ δὲ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν. Διαστήτην: Διέστησαν καὶ διεχωρίσθησαν. Ἀπὸ τοῦ ἵστημι, ὁ δεύτερος ἀόριστος, ἔστην· τὸ τρίτον τῶν δυϊκῶν, στήτην. Ἡ τῶν δυϊκῶν χρῆσις τοῖς Ἀττικοῖς ἁρμόζει. Διατοῦτο: Δεικτικὴ ἀντωνυμία, ἢ μᾶλλον ἐπίρρημα δεικτικόν. Διατάχους: Ἐπίρρημα ἐπιτάσεως· ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ τάχους. Δίας: Ὡς ἀπὸ τοῦ δράκων δράκοντος, δρακοντίας, οὕτω καὶ ἀπὸ τοῦ Διὸς γίνεται Διΐας· καὶ κράσει, Δίας. Ἰστέον δὲ ὅτι τὸ Δίας καὶ Θείας διὰ τοῦ ΝΤ κλίνονται· τὸ δὲ Θεΐας καὶ Διΐας, ἰσοσυλλάβως. Διαπαντός: Ἐπίρρημα τοπικόν. Διʼ ἀσπίδεος: Κράτης λέγει, ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵνʼ ᾖ, διʼ ἀσπίδεος πεδίου, ἀσπίδα τὸ πεδίον εἰρηκότες, τουτέστιν ἐπιμήκους καὶ μακροῦ, ἢ πλατέος καὶ περιφεροῦς, ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος, διὰ τὸ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. Ἄλλοι δὲ ἐκδέχονται οἱονεὶ τοῦ ἔχοντος πολλὰς ἀσπίδας ἐκ τῶν νεκρῶν, καθότι ἐπιφέρει, ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο. Οἱ δὲ φασὶ σπιδέος, πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις οὕτως ἔχειν τὴν λέξιν τίθησιν· οἷον, σπίδιον μῆκος ὁδοῦ. καὶ Ἀντίμαχος, οὐδὲ σπιδόθεν προνοῆσαι. ἀντὶ τοῦ μακρόθεν. Καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος· Κράτης δὲ προκρίνει τὴν δίχα τοῦ α γραφὴν καὶ Ζηνόδοτος· καὶ φησὶ, σπιδέος, τουτέστιν ἀπόρου καὶ τραχέος καὶ μεγάλου. Καὶ Ἀμερίας δὲ λέγει σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. Κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν χρῆσιν παρὰ ἀρχαίοις. Διατρύγιος: Τῶν ἅπαξ εἰρημένων, καὶ διαφόρως λαμβάνεται. Ἤτοι γάρ φησιν, ἀμπέλου τοιοῦτοι ὀρχοὶ, ὥστε ἐν τῷ μεταξὺ σπείρεσθαι τρύγη· τρύγη δὲ ὁ Δημητριακὸς καρπός· ἵνʼ ᾖ διατρύγιος, διὰ μέσου τρύγῃ κατασπειρόμενος· ἢ ὁ ἐκ διαφόρων ἀμπέλων καταπεφυτευμένος, πρωΐμων καὶ ὀψίμων, ὡς ἐν διαφόρῳ καιρῷ τρυγᾶσθαι· ἢ τρυγήσιμος. Διάττειν: Ὁρμᾶν, διατρέχειν, ἢ δάκνειν· οἷον διαθεῖν· ἀπὸ τοῦ θέω, τὸ τρέχω, τροπῇ τοῦ θῆτα, καὶ πλεονασμῷ ἑτέρου τ. Ζήτει εἰς τὸ σήθω. Διαττᾶν: Τὸ διασήθειν· ἀπὸ τοῦ σῶ ῥήματος. ἔνθεν τὸ σήθω, ὡς κνῶ κνήθω, καὶ νῶ νήθω. Διασσᾶν οὖν ἦν, καὶ διαττᾶν Ἀττικῶς. Διατρίβειν: Παρασύρειν, παρέλκειν, ἀναβάλλεσθαι, ἐμποδίζειν, κωλύειν. Διάτορον: Ἐπίρρημα ἐστίν. Δίαυλον: Ζήτει εἰς τὸ στάδιον. Διαφρῶ: Σημαίνει τὸ διακομίζω καὶ εἰσιέναι καὶ ἀφιέναι ποιῶ. Εἴρηται παρὰ τὸ ὧ, ὃ σημαίνει τὸ ἀφίημι· ὅπερ καὶ ἀφῶ λέγεται, καὶ προῶ· εἶτα κατὰ συγκοπὴν, πρῶ φρῶ· καὶ κατὰ δευτέραν σύνθεσιν, διαφρῶ, καὶ εἰσφρῶ. Ἀριστοφάνης, Τῶν μηρίων τὴν κνίσαν οὐ διαφρήσεται. Γέγονε δὲ ἡ τροπὴ τῆς πρὸ, ὡς ἐν τῷ προοίμιον, φροίμιον· πρόουρος, φρουρός. Διαφρυκτοῦν: Τὸ διαψηφίζειν, ἢ διακληροῦν. Εἴρηται ἀπὸ τῶν κυάμων, διʼ ὧν τὸ παλαιὸν ἐψηφίζοντο· ὕστερον γὰρ ταῖς ψήφοις ἐχρήσαντο. Τοὺς δὲ κυάμους φρυκτοὺς ἐκάλουν· καὶ τοὺς θαλλοὺς, διʼ ὧν ἱκέτευον. Διαψαίρουσι: Διαπνέουσι· ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. Διαψαίρουσα: Διασύρουσα. Καὶ Τιμόθεος τὴν ἐκλυομένην καὶ καταρρέουσαν. Σημαίνει καὶ τὴν ἠρεμαίαν. Εὐριπίδης ἐπὶ τοῦ καθαίρειν· οἷον, Γλώσσῃ διαψαίρουσα μυκτήρων τόπους. Δίγονος μάσθλης: Διπλοῦς ἱμάς· ἢ ὅτι οὐ μόνον κατὰ τὴν βαφὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ἀπὸ τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς Ἀνδρομέδᾳ, Ἰδοὺ δὲ φοινὸν μάσθλητα δίγονον. Ἐκ τοῦ Ῥητορικοῦ. Ὁ δύο χρώμασι κεχρωμένος. Διδάσκω: Δαίω, τὸ ἐπίσταμαι· ὁ μέλλων, δαίσω· πλεονασμῷ τοῦ κ, δαίσκω, ὡς μεθύσω μεθύσκω· καὶ κατὰ ἀναδιπλασιασμὸν, διδαίσκω, ὡς τρώσω, τρώσκω, καὶ τιτρώσκω· καὶ ἀποβολῇ τοῦ ι, διδάσκω· οὐδέποτε γὰρ τὰ εἰς ΚΩ ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ι παραλήγεται. Ὅθεν ἐπίμεμπτος Ἀρίσταρχος τὸ, Αἴκέ σε τῷ εἴσκοντες, διὰ τῆς ΕΙ διφθόγγου γράφων, δέον διὰ τοῦ ι. Πρόσκειται, «κοινά·» διὰ τὰ Αἰολικά. Οἱ γὰρ Αἰολεῖς θναίσκω καὶ μιμναίσκω διὰ τῆς ΑΙ διφθόγγου λέγουσιν. Ἡρωδιανὸς δὲ λέγει, ὅτι Χρύσιππος φησὶ παρὰ τὸ ἀσκεῖν, τὸ σημαῖνον τὸ διδάσκειν τὶ, ἀσκῶ, διάσκω· καὶ ἐπενθέσει τοῦ δ, διδάσκω. Ἀπὸ δὲ τοῦ διδάσκω, διδάσκαλος, ὡς ἵξω, ἵξαλος. Ἢ παρὰ τὸ διδόναι τὸ καλόν. διδάσκαλον οὐ καθηγητὴν λεκτέον. Ἰδίως δὲ διδασκάλους λέγουσιν οἱ Ἀττικοὶ τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν, ἢ τῶν τραγῳδιῶν, ἢ τοὺς μουσικούς. Ἐκ τοῦ δαίω, δαίσω, δαίσκω, τὸ μανθάνω, ὡς ὀλέσω, ὀλέσκω· καὶ ὅτι τὰ εἰς ΚΩ ῥήματα οὐ θέλουσι παραλήγεσθαι τινὶ ἀνεκφωνήτῳ, γίνεται δάσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ διπλασιασμῷ, διδάσκω. Διατί ἀναδιπλασιάζει; Ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι. Διδύμους: Παρὰ τῷ ποιητῇ ἀκούουσι διδύμους τοὺς διφυεῖς, ὡς αὐλοὶ δίδυμοι· διδυμάονας δὲ, οὓς ἡμεῖς διδύμους. Δίδυμοι: Δύο. Διογενιανός. Δίδυμος: Ὁ ὄρχις. Παρὰ τὸ δύο, δύμος· καὶ ἐν διπλασιασμῷ, δίδυμος. Τὸ δὲ δύο, ἀριθμοῦ σημαντικόν. Ἢ παρὰ τὸ δὶς ἐπίρρημα, γίνεται δισσὸς καὶ δίσσυμος· καὶ κατὰ ἀντίθεσιν, δίδυμος. Δίδυμος: Ὁ μεθʼ ἑτέρου τεχθεὶς ἐκ μιᾶς συλλήψεως. Παρὰ τὸ δύω δύνω, δίδυμος, ὁ σὺν ἑτέρῳ ἐξελθὼν τῆς γαστρός. Δύω δύμος δίδυμος. Διδύμη: Νῆσος μία τῶν Αἰολίδων. Εἴρηται ἀπὸ τοῦ σχήματος, διττή πως φαινομένη. διδυμαῖος ὁ Ἀπόλλων καὶ διδυμεύς· ἀπὸ τῶν ἐν Μιλήτῳ Διδύμων. Καλλίμαχος, Φοῖβέ τε καὶ Ζεῦ Διδύμων γενάρχα. Δίδωμι: Ἐκ τοῦ δῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν, διδῶ· καὶ ἐξ αὐτοῦ παράγωγον ῥῆμα εἰς ΜΙ, δίδωμι. Ἀτὰρ καὶ δῶρα διδώσομεν. Ἔστι δὲ ποιητικὸν κατὰ ἀναδιπλασιασμόν· ἀπὸ τοῦ δώσομεν, διδώσομεν· διδοῦσι περισπωμένως, ἐκ τοῦ διδόω διδῶ. Διδώ: Ἡ ἐρασθεῖσα Αἰνείου ἡρωΐς. Φασὶ δὲ αὐτὴν Ἐλέσσαρ ἤτοι Ἐλίσσαν ὀνομαζομένην κληθῆναι ὕστερον τῇ Τυρίων φωνῇ Διδὼ, διὰ τὸ πολλὰ πλανηθῆναι ἀπὸ Φοινίκης ἀπάρασαν ἐπὶ Καρχηδόνα. Τῇ γὰρ Φοινίκων φωνῇ τὴν πλανῆτιν Διδὼ προσαγορεύουσι. Πυρὰν γὰρ αὐτὴν ἀνάψασαν καὶ ἑαυτὴν τῷ πυρὶ ἐμβαλοῦσαν οἱ Τύριοι κλάοντες, καὶ τὴν πυρὰν περιερχόμενοι, Διδὼ ἀνεκάλουν, ὅ ἐστι πλανῆτιν. Δίδη: Ἀπὸ τοῦ δέω, διδῶ· παράγωγον δίδημι, τὸ δεσμῶ· ὁ παρατατικὸς, ἐδίδην, ἐδίδης, ἐδίδη· ὅθεν καὶ, δίδη μόσχοισι λύγοισιν. Ἀντὶ τοῦ ἔδησε ταῖς ἁπαλαῖς λύγοις, καὶ τοῖς βλαστήμασι τοῖς ἁπαλοῖς ἐδέσμευσεν, Ἰλιάδος λʹ. Δίε: Δείω, τὸ φοβοῦμαι· ὁ δεύτερος ἀόριστος, ἔδιον, ἔδιες, ἔδιε, καὶ δίε· Περὶ γὰρ δίε ποιμένι λαῶν. Ἐδεδοίκει. Δίεπε: Ἐδίωκεν, ἢ διέτασσεν, διεκόσμει· διέπω, τὸ εὐτρεπίζω· ἢ ἕπω, τὸ ἀκολουθῶ, καὶ διέπω· ὁ μέσος παρακείμενος, διεῖπα. Δίεσθαι: Ἡ παράδοσις προπαροξύνει. Ἀπὸ τοῦ διῶ, τοῦ σημαίνοντος τὸ διώκω, γίνεται παράγωγον δίημι· τὸ παθητικὸν, δίεμαι· τὸ τρίτον, δίεται· καὶ τὸ ἀπαρέμφατον, δίεσθαι. Ὦρτο δίεσθαι. Διώκειν. Καὶ δηίους προτὶ ἄστυ δίεσθαι. Ἢ ἀπὸ τοῦ δίω βαρυτόνου, σημαίνοντος τὸ διώκω. Καὶ δίενται, διώκονται. Διεξίμεναι: Διεξελθεῖν. Ἀπὸ τοῦ διεξιέναι, προσθέσει τοῦ μ, διεξίμεναι. Διέφθορας: Ἀντὶ τοῦ διέφθαρσαι· ἀπὸ τοῦ φθείρω μέσου παρακειμένου. Διέφρασαι: Παρὰ Ἴβυκι. Ἔστιν ἔφθαρσαι· καὶ κατὰ πάθος, ἔφαρσαι· καὶ καθʼ ὑπέρθεσιν, ἔφρασαι, καὶ διέφρασαι. Διέτμαγεν: Τμήγω, τὸ κόπτω· ὁ μέλλων, τμήξω· ὁ μέσος παρακείμενος, ἔτμηγα· ὁ δεύτερος ἀόριστος, ἔτμαγον· ὁ παθητικὸς, ἐτμάγην· καὶ τὸ τρίτον τῶν πληθυντικῶν κατὰ συγκοπὴν, ἔτμαγεν, διὰ τοῦ ε· καὶ ἐν συνθέσει, διέτμαγεν, ἀντὶ τοῦ διεχωρίσθη· ἡ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων· διεσχίσθη. Διεσκαριφησάμεθα: Ἀντὶ τοῦ διελύσαμεν· σκάριφον γὰρ ἐστὶ τὸ κάρφος καὶ φρύγανον· ἔστι δὲ τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύσητα. Οὕτως Ἰσοκράτης. Ἢ σκαριφήσασθαι ἐστὶ τὸ ἐπισεσυρμένως τὶ ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν Διεκρανώσατε: Σημαίνει τὸ ἀνεῴξατε. Παρὰ τὸ κάρα, διεκαρανώσατε. Καρανῶ, καὶ διακαρανῶ. Δοκεῖ γὰρ τῶν πίθων ἡ ἀλοιφὴ κάρα εἶναι. Οὕτως Ἀμάραντος ὑπομνηματίζων τὸ ἡδύλλιον Θεοκρίτου, οὗ ἡ ἐπιγραφὴ Λυκίδας, ἢ Θαλύσια. Διεδοιδύκισε: Διέγραψε τῇ χειρὶ, στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα. Ἢ διέτριψεν. Ἐκ τοῦ Ῥητορικοῦ. Διεσαρδάνωσε: Διεγέλασεν· οὐκ ἐπὶ διαχύσει, ἀλλʼ οἱονεὶ σαρδάνιον γέλωτα. Διεκωδώνισεν: Ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. Ἡ δὲ μεταφορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι τὰς φυλακὰς νυκτὸς, ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος· ἢ ἀπὸ τῶν ἵππων· εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται. Διεσμιλευμένον: Διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, περικεκαθαρμένον. Διεσποδήσατε: Διεσείσατε, διετινάξατε. Διευκρινησάμενος: Διαλυσάμενος· ἀπὸ τοῦ εὖ διακρίναι. Διερός: Ὁ ὑγρός. Καλλίμαχος, διερὴν δʼ ἀπεσείσατο λαίφην. Λέγεται διερὸς καὶ ὁ ζῶν ἐκ μεταλήψεως· Ὅμηρος, Οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτός. Τουτέστι ζῶν καὶ ἐρρωμένος, Ὀδυσσείας ζʹ. Οἱ γὰρ ζῶντες ὑγροὶ, αὖοι δʼ οἱ τεθνεῶτες. Παρὰ τὸ διαίνω, τὸ ὑγραίνω, γίνεται διαρὸς, ὡς μιαίνω, μιαρός· λιπαίνω, λιπαρός· καὶ τροπῇ, διερός. Διερῷ ποδὶ, Ὀδυσσείας ιʹ, μεταφορικῶς τῇ νηΐ· καὶ γὰρ ἁλὸς ἵππους τὰς ναῦς καλεῖ τροπικῶς. Οἱ δὲ, τῷ ὀξεῖ καὶ ταχεῖ· ἢ τῷ θαλασσίῳ· διερὸν γὰρ, χλωρὸν, βεβρεγμένον. Δίζω καὶ δίζομαι: Τὸ ζητῶ· διζημένη, ζητοῦσα. Παρὰ τὸ δίς ἐπίρρημα· ἀφʼ οὗ τὸ διστάζειν· καὶ ἀπὸ τοῦ δοιὸς, δοιάζειν. Ὀρθῶς οὖν τὸ δίζω παρὰ τὸ δίς· ὁ γὰρ ζητῶν, ἐν διχονοίᾳ ὢν, ζητεῖ· ὁ γὰρ εἰδὼς οὐ διχονοεῖ, ἀλλʼ ἁπλῇ χρῆται γνώμῃ. Διηγῶ: Ἐκ τῆς διὰ προθέσεως καὶ τοῦ ἄγω· τὰ δὲ παρὰ τὸ ἄγω συντεθειμένα διὰ τοῦ η γράφεται, ξυληγῶ, στρατηγῶ, ὁδηγῶ· διηγῶ· ὁ μέλλων, διηγήσω. Διηνεκές: Διηνεκὲς, τὸ ἐπίμηκες καὶ ἀδιάλειπτον. Παρὰ τὸ ἓν τὸ ἀριθμητικὸν, ἑνεκὲς, τὸ ἡνωμένον καὶ ἀδιάστατον· μετὰ ἐκτάσεως καὶ συνθέσεως, διηνεκές. Ἢ παρὰ τὸ ἐνέκω, ἐνεκὲς καὶ διενεκές· καὶ μεταθέσει τοῦ ε εἰς η, διηνεκές. Ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκής· καὶ πλεονασμῷ τῆς ΝΕ συλλαβῆς. Διήρης: Ὁ ὑπερῷος οἶκος. Εὐριπίδης ἐν Φοινίσσαις, μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον. Ἀπὸ τοῦ δὶς, διήρης· ἵνʼ ᾖ ὁ διστεγής. Ἀπολλόδωρος δὲ καὶ τὰς ναῦς, τὰς ἐχούσας δύο ἢ καὶ τρεῖς στέγας, διήρεις καὶ τριήρεις λέγει. Ἢ ἀπὸ τοῦ δύο διήρεις, ὥσπερ παρὰ τὸ μόνος μονήρης. Καταχρηστικῶς δὲ λέγεται οὐ μόνον τὸ διστεγὲς, ἀλλὰ καὶ τὸ ὁπόσων ἂν ᾖ στεγῶν· ὥσπερ καὶ διέδρον ἐπὶ πλειόνων λέγεται. Διήρεσα: διήρεσα χερσὶν ἐμῇσιν. Ἰστέον ὅτι τὸ διήρεσα ἀντίκειται κατὰ τὸν μέλλοντα, ἀπὸ τοῦ ἐρέσσω γινόμενον· ἐρέσω γὰρ ὁ μέλλων· καὶ ὤφειλεν εἶναι ἐρέξω· τὰ γὰρ διὰ δύο ΣΣ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ξ ἐκφέρονται κατὰ τὸν μέλλοντα· χωρὶς τοῦ πάσσω, πάσω· πλάσσω, πλάσω. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι καὶ τοῦτο σεσημειωμένον ἐστίν. Ἡρωδιανὸς δὲ φησὶν, ἀπὸ περισπωμένου τοῦ ἐρῶ· ὁ μέλλων, ἐρέσω, ὡς τελῶ τελέσω· ὁ ἀόριστος, ἤρεσα, καὶ διήρεσα. Διήφυσε: Διέκοψεν· ἀπὸ τοῦ διαφύσσειν, ἢ ἀφύσσειν, ὅ ἐστιν ἀντλεῖν. Ὁ γὰρ ἀντλῶν διακόπτει τὸ ἀντλούμενον. Δίζυγες: Ἐζευγμένοι. Διθύραμβος: Ὁ Διόνυσος. Ἐπίθετόν ἐστι τοῦ Διονύσου, ὅτι ἐν διθύρῳ ἄντρῳ τῆς Νύσσης ἐτράφη· καὶ ὁμωνύμως τῷ θεῷ ὁ εἰς αὐτὸν ὕμνος. Ἢ ἀπὸ τοῦ δύο θύρας βαίνειν, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης, καὶ τὸν μηρὸν τοῦ Διός· ἀπὸ τοῦ δεύτερον τετέχθαι, ἀπό τε τῆς μητρὸς, καὶ ἀπὸ τοῦ μηροῦ τοῦ Διός· ἵνʼ ᾖ ὁ δὶς θύραζε βεβηκώς. Πίνδαρος δὲ φησὶ λυθίραμβον. Καὶ γὰρ Ζεὺς, τικτομένου αὐτοῦ, ἐπεβόα, «Λῦθι ῥάμμα, λῦθι ῥάμμα.» Ἵνʼ ᾖ λυθίραμμος, καὶ διθύραμβος κατὰ τροπὴν καὶ πλεονασμόν. Ἡρωδιανὸς δὲ φησὶ τὰ προστακτικὰ μὴ συντίθεσθαι. Διϊππασία καὶ ἀνιππασία: Τῶν ἵππων ἅμιλλα· ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸν αὐτὸν ἄμφω δηλοῖ. Διϊπολία: Ἑορτὴ ἐπιτελουμένη Διῒ πολιαίῳ, ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ. Πόλιν γὰρ τὴν ἀκρόπολιν ἔλεγον. Λέγεται καὶ Διϊπολεῖον, ὥσπερ βαλανεῖον. Ἢ εἰς ἀπομνημόνευσιν τοῦ πελάνου καὶ βοός. Διθυμία: Διχοστασία. Διΐφιλος: Ὥσπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὸ Διῒ, διΐφιλος· καὶ κράσει τῶν δύο ι ι εἰς ι μακρὸν, δίφιλος. Διϊπετής: Ὁ Νεῖλος καὶ ὁ Ξάνθος· παρὰ τὴν Διῒ δοτικὴν καὶ τὸ πεσεῖν γέγονε· οἱονεὶ ὁ ἀπὸ τοῦ Διὸς πεπτωκώς. Καὶ διϊπετέος ποταμοῖο, τοῦ διαφανοῦς καὶ μεγάλου, ἢ κατωφεροῦς, ἢ ὑπὸ τοῦ Διὸς πληρουμένου· ἐπειδὴ διαυγέστατον τὸ ὕδωρ ἔχει· καὶ τὸν ἀέρα διϊπετῆ καλοῦσιν. Εὐριπίδης, Λαμπρότερος ἢ πρὶν, καὶ διϊπετέστερος. Ἀντὶ τοῦ διαυγέστερος. Διιπετεῖς ποταμοί: Οἱ χείμαρροι· ὅτι ἐκ Διὸς πίπτον τὸ ὕδωρ πληροῖ τούτους· καὶ πεδίον δὲ διϊπετὲς, νοτερὸν καὶ δροσῶδες· οἱ δὲ, τὸ διηνεκές· ἄλλοι διαυγές· καὶ ὁ κεραυνὸς διϊπετὴς, ἀπὸ Διὸς πίπτων, ἢ πετόμενος· ὅθεν καὶ διϊπετεῖς συμφοραί· καὶ διϊπετὴς γυνὴ, διαυγής. Δίκτυον: Παρὰ τὸ δίκεσθαι τοὺς ἰχθύας ἐν αὐτῷ, ὅ ἐστι βάλλεσθαι. Δίκω, τὸ βάλλω, δίκυον, καὶ δίκτυον κατὰ πλεονασμόν. Ἢ παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος, ὁ ῥιπτούμενος· καὶ τὸ κατὰ τῶν ἰχθύων ῥιπτούμενον, δίχθυον, καὶ δίκτυον. Ἀπὸ δὲ τοῦ δίκτυον κατὰ ἀποκοπὴν γίνεται δίκτυ. Δικασπόλους: Δίκας σπένδοντας. Ἢ περὶ τὸ δίκαιον πολουμένους. Δικλίδες θύραι: Αἱ εἰς δίχα τετμημέναι ἐπικαρσίαι, ὥστε δύνασθαι τὸ ἕτερον κεκλεῖσθαι. Δίκαιος: Παρὰ τὸ δίκη δίκαιος· τοῦτο παρὰ τὸ δίχω, τὸ διχάζω. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δύο ἔχειν· ἡ γὰρ δίκη τὰ δύο μέρη διΐστησιν. Ἄλλο δέ ἐστι παράγωγον, καὶ ἄλλο ἐτυμολογία. Ἡ μὲν παραγωγὴ κατὰ τὴν ἀρχὴν μόνον θεωρεῖται τῆς λέξεως· ἡ δὲ ἐτυμολογία, κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος. Ἢ παρὰ τὸ δίχω, δίχαιος καὶ δίκαιος. Ἐκ τούτου γίνεται δικαιοσύνη. Τὰ διὰ τοῦ ΟΣΥΝΗ θηλυκὰ ὀνόματα διὰ τοῦ ο μικροῦ γράφεται· πλὴν τοῦ ἁγιωσύνη, ἀγαθωσύνη, ἱερωσύνη, μεγαλωσύνη. Ἢ τὰ διὰ τοῦ ΟΤΕΡΟΣ καὶ ΟΤΑΤΟΣ, καὶ τὰ διὰ τοῦ ΟΣΥΝΗ θηλυκὰ, εἰ μὲν ἔχει τὴν πρὸ αὐτῶν συλλαβὴν μακρὰν, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, γοργότερος, ἐνδοξότερος· εἰ δὲ βραχεῖαν, διὰ τοῦ ω μεγάλου· οἷον, νεώτερος, σοφώτερος· πλὴν τοῦ στενότερος στενότατος καὶ κενότερος κενότατος· ἅπερ φασὶν ἀπὸ τοῦ στεῖνος καὶ κεῖνος γεγονέναι. Δίκη: Ἡ θεός· παρὰ τὸ διχάζειν καὶ διαλύειν τοὺς φιλονεικοῦντας καὶ δικαζομένους, δίχη καὶ δίκη. Ἢ παρὰ τὸ διχάζειν καὶ χωρίζειν τὸ ἄδικον ἐκ τοῦ δικαίου, διχαιοσύνη τὶς οὖσα, παρὰ τὸ εἰς δύο χέειν τὰ πράγματα· ἢ παρὰ τὸ δίζω, τὸ ζητῶ, ἡ ζητοῦσα τὸ ἀληθές. Ἢ παρὰ τὸ διστάζω· δεῖ γὰρ ἐν δισταγμῷ ἡ ἀπόφασις τοῦ δικαίου. Τὸ ΔΙ, ι· διά τί; Τὰ εἰς ΚΗ θηλυκὰ ἑνὶ φωνήεντι παραλήγεται· πλὴν τοῦ ἐρείκη, εἶδος φυτοῦ· Εὐνείκη, ὄνομα κύριον· νείκη, ἡ φιλονεικία, ἐκ τοῦ νεῖκος. Καὶ ἄλλως· τὰ ἔχοντα ἀναφαινόμενον τὸ υ διὰ τοῦ ι γράφεται· οἷον μῦσος, μῖσος· δύκη, δίκη· Ἀφροδύτη, Ἀφροδίτη. Σημαίνει τέσσαρα· τὴν κοινῶς νοουμένην δίκην· ὡς τὸ, ὑμεῖς δὲ καταφράσασθε καὶ αὐτοὶ τήνδε δίκην. Καὶ τὴν δικαιοσύνην, ὡς τὸ, δίκῃ δʼ ἴθυνε θέμιστας. Καὶ τὴν τιμωρίαν, ὡς τὸ, Τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται. Καὶ τὴν ἀδικίαν, ὡς τὸ, Οἵ ῥα φυλάσσουσι δίκας καὶ σχέτλια ἔργα. Δίκτη: Ὄρος τῆς Κρήτης, καὶ ἄκρα κειμένη κατὰ τὸ Λιβυκὸν πέλαγος. Καλεῖται δὲ καὶ οὐδετέρως. Ἄρατος, Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο. Ἀπὸ τοῦ τὸ Δίκτον. Εἴρηται παρὰ τὸ τέκω τίκτω, τίκτα τὶς οὖσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν Δία. Ἀγαθοκλῆς δὲ θηλυκὸν ὄνομα εἶναι τὸ Δίκταιον ὄρος. Οἱ δὲ νῆσον φασὶν εἶναι τὴν Δικτήν· καὶ ὄνομα ἀπὸ τῶν ἁλιευτικῶν δικτύων· ἐνταῦθα δὲ Διὸς ἄγαλμα ἀγένειον ἵστατο. Λέγεται καὶ Δίκταιον. Δίκρον καὶ δίκροον: Τὸ δίκρανον ξύλον. Ἀριστοφάνης, Δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν. Καλλίμαχος, Δίκρον φίλτρον ἀειραμένη. Εἴρηται, ὅτι δίκαρόν τι ἐστὶ, τὸ δύο ἄκρας καὶ δύο κάρη ἔχον· καὶ κατὰ συγκοπὴν, δίκρον. Ἀπολλώνιος δὲ ἀπὸ τοῦ δικάρανον φησὶ συγκεκόφθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου ἐν τῷ ιʹ τῶν Παντοδαπῶν, παρὰ τὸ κόρος, ὃ σημαίνει τὸν κλάδον· ἔνθεν καὶ κορυθαλίς ἡ δάφνη λέγεται· καὶ κορεῖν, τὸ τοῖς κλάδοις σαροῦν. Ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ὃ δὴ καὶ κέρος· ἵνʼ ᾖ δίκερος, καὶ ὑπερθέσει δίκρεος, καὶ τροπῇ τοῦ ε εἰς ο, δίκροος. Δίνδυμον: Ὄρος Φρυγίας· εἴρηται δὲ διὰ τὴν δίνησιν τὴν τῶν θεοφορήτων· πρῶτον γὰρ ἐκεῖθεν ἤρξαντο θεοῖς κάτοχοι εἶναι οἱ ἄνθρωποι. Οὕτως Ὦρος ἐν τῷ περὶ Ἐθνικῶν. Ἢ ἀπὸ τῶν ἐν αὐτῷ δύο ἀκρωτηρίων, ἐπεὶ δύο ἄκρας ἔχει. Αὖρα γέγονέ τις κόρη εὔοπτος φιλοκύνηγος, οἰκοῦσα ἐν τῷ Πόντῳ. Ταύτην ποτὲ κυνηγοῦσαν σὺν Ἀρτέμιδι Διόνυσος ἑωρακὼς, καὶ βιασάμενος, ἐποίησεν ἔγκυον. Ἰδοῦσα δὲ Ἄρτεμις, ἐδίωξεν ἀπειλήσασα. Φοβουμένη δὲ τὴν ὀργὴν τῆς θεοῦ ἡ Αὖρα, ἔρχεται ἐκ τοῦ Πόντου εἰς Κύζικον· καὶ ἀνελθοῦσα ἐπὶ τὸ ὄρος, δίδυμα τίκτει· διʼ ἃ ἐκάλεσε τὸ ὄρος Δίνδυμον. Δίνη: Ἡ συστροφή· ἐκ τοῦ δεύω, τὸ βρέχω, δεύνη· καὶ ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ υ εἰς ι, δίνη. Ἢ παρὰ τὸ Ζεὺς Διὸς δίη· καὶ πλεονασμῷ τοῦ ν, δίνη. Ἢ ἀπὸ τοῦ ἴς ἰνὸς, ἡ δύναμις, ἴνη καὶ δίνη, ἡ μετὰ δυνάμεως συστροφή. Ἢ ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, γίνεται ἴλη καὶ δίνη. Ἐκ τούτου ἐστὶ τὸ ΔΙ μακρόν. Καὶ γὰρ τὸ ἰλαδὸν, τὸ ι μακρόν. Τὸ ΔΙ, ι· τὰ διὰ τοῦ ΙΝΗ θηλυκὰ μονογενῆ, μὴ ἀπὸ ἐπιθέτου γενόμενα κύρια, διὰ τοῦ ι γράφεται. «Μονογενῆ» εἶπε, διὰ τὸ ἐκεῖνος, ἐκείνη· «μὴ ἀπὸ ἐπιθέτων γινόμενα» διὰ τὸ φωτεινὸς, φωτεινὴ, καὶ τὸ κύριον ὄνομα, Φωτεινή· μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. Διωμοσία: Ὅρκος ἐστὶν ὃν ὤμνυον οἱ φόνου ἀγῶνα διώκοντες ἢ φεύγοντες. Ἀμφότεροι γὰρ ὤμνυον, ἦ μὴν ἀληθῆ λέγειν. Δίκροτος ναῦς: Ἡ δύο τοίχους ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς. Διονῦς: Ὁ γυναικίας καὶ πάνθηλυς. Διὸς αὐγάς: Τὰς ἡμέρας, τὸ φῶς. Διοσημία: Τὰ ἐκ τοῦ ἀέρος σημεῖα. Διόσκουροι: Οἱ Ἑλένης ἀδελφοί· καὶ Ζῆθος καὶ Ἀμφίων. Δινωτοῖσι: Πεποικιλμένοις, τετορνευμένοις· παρὰ τὸ δινῶ, τὸ συστρέφω· τορνευτοῖς, ἢ στρογγύλοις, ἀπὸ τῆς τῶν κλινοπόδων περιφερείας. Ἡ εὐθεῖα, δινωτὸν λέχος· τὸ ἀρσενικὸν, δινωτός· καὶ τὸ θηλυκὸν, δινωτὴ, ἡ περιφερὴς, ἐοικυῖα δίνῳ. Δῖνος δὲ ὁ τόρνος, παρὰ τὸ δινεῖσθαι καὶ κυκλοῦσθαι· ὅθεν καὶ τὸ δινῶ. Ἢ ἐκ τοῦ δίνη, δινῶ. Δῖνος: Σημαίνει εἶδος ὀρχήσεως, καὶ εἶδος ποτηρίου, καὶ συστροφὴν, καὶ τόρνον, παρὰ τὸ δινοῦσθαι. Λέγεται δὲ ἀρσενικῶς. Δινεύοι: Ἀναστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων δῖναι λέγονται. Δινῶ, δινεύω. Διόγνητος: Ὁ ὑπὸ Διὸς γνωριζόμενος, ὁ γενναῖος· Διογενὴς, διογένητος, εὐγενής. Δίομος: Ὄνομα κύριον ἥρωος Ἀθηναίου· ἀφʼ οὗ Διομειὰς ἑορτή. Παρὰ τὴν Διὸς γενικὴν Δίομος, ὡς ἀνδρὸς, ἀνδρόμεος. Διομήδης: Ὄνομα κύριον· συντίθεται παρὰ τὴν Διὸς γενικὴν καὶ τὸ μήδω. Τὰ δὲ παρὰ τὴν Διὸς γενικὴν συντιθέμενα ἀποβάλλουσι τὸ σ· οἷον Διογένης, Διοπείθης. Τὰ εἰς ΗΣ κύρια παρασύνθετα εἰς ΟΥΣ ἔχει τὴν γενικὴν, παντερπὴς, εὐπειθής. Οὕτω Διομήδης. Σεσημείωται τὸ Θεοκρίνης· τὰ γὰρ διὰ τοῦ ΙΝΗΣ εἰς ΟΥ ἔχει τὴν γενικὴν, Λεπτίνης, Αἰσχίνης. Οὕτω καὶ τὸ ἀΐδης ἀΐδου, παρὰ τὸ ἰδεῖν· ὅτι οὐδὲν αὐτίκα ἴδοις. Διόνυσος: Οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν, ὡς Στησίμβροτος. Οἱ δὲ, Δεύνυσον· ἐπειδὴ βασιλεὺς ἐγένετο Νύσσης· δεῦνον δὲ τὸν βασιλέα λέγουσιν οἱ Ἰνδοὶ, ὡς Ἰόβας. Οἱ δὲ, ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσσης τοῦ ὄρους ὠνομάσθαι· ἐπεὶ ἐν τούτῳ ἐγεννήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη. Οἱ δὲ, ἀπὸ τοῦ πολλὰ διανύσαι καὶ κατορθῶσαι, ὡς Ἀλέξανδρος ὁ Θάσιος. Οἱ δὲ, ἀπὸ τοῦ δονεύειν καὶ κινεῖν τὰ σώματα, πλεονασμῷ τοῦ ι, ὡς πυκνὸς, πυκινός. Οἱ δὲ, ἀπὸ τοῦ Διὸς ὑετοῖς κεράννυσθαι, ὅ ἐστιν ὕδασιν, ὡς πιθανεύεται Ἀριστόδημος. Ἢ ὅτι Διὸς ὕοντος ἐτέχθη. Ἢ παρὰ τὸ δάος δαόσυνος· καὶ τροπῇ τοῦ α εἰς ι· παρὰ γὰρ Ἠλείοις ὁ αὐτὸς τῷ ἡλίῳ νομίζεται· ἵνʼ ᾖ ὁ δαίων, ὁ τοῦ δάους ὅ ἐστι πυρὸς ἢ φωτὸς αἴτιος. Ἢ ἀπὸ τοῦ νεύω Διόνευσος καὶ Διόνυσος, ὁ ποιῶν διανεύειν καὶ μὴ σταθεροὺς εἶναι τοὺς πίνοντας. Ἢ παρὰ τὸ πολλὰ διαλῦσαι, διάλυσος, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ τοῦ λ εἰς ν. Διονύσιος ὁ θρᾶιξ: Ἰστέον ὅτι Θρᾷξ ἐλέγετο, ἢ διὰ τὸ τραχὺ τῆς φωνῆς, ἢ ὅτι τῇ ἀληθείᾳ Θρᾷξ ἦν. Οὗτος δὲ ὁ Διονύσιος μαθητὴς ἦν τοῦ Ἀριστάρχου· καὶ τὸν ἑαυτοῦ διδάσκαλον Ἀρίσταρχον ζωγραφήσας ἐν τῷ στήθει αὐτοῦ τὴν τραγῳδίαν ἐζωγράφει, διὰ τὸ ἀποστηθίζειν αὐτὸν πᾶσαν τὴν τραγῳδίαν. Διονύσιος ὁ Ἀσκάλαφος: Ἐλέγετο ἢ ὅτι συνεχῶς ἐμέμνητο τοῦ Ὁμηρικοῦ στίχου, Οἱ δʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον καὶ Ὀρέστην. Ἢ ἐπειδὴ μακρὸς καὶ λεπτὸς ἦν καὶ ὠχρός. Τοιοῦτον δέ ἐστιν ὁ ἀσκάλαφος τὸ ὄρνεον. Διοπεύειν: Τὸ ἐπιμελεῖσθαι. Δίοπος: Ὁ βασιλεὺς, ἢ ὁ ἐπιμελητὴς καὶ ἐπόπτης, ἀπὸ τοῦ διέπειν· ἢ ἀπὸ τοῦ διοπτεύειν, παρὰ τοὺς ὦπας· ἔνθεν καὶ ὀφθαλμὸς βασιλικὸς, ὁ κατάσκοπος. Διοπεύω: Κατασκοπῶ, ἀπὸ τοῦ ὄπτω· καὶ διοπτῆρα, τὸν σκοπόν· καὶ διοπτεύων, ἐποπτεύων, ἐφορῶν, ἐπισκοπῶν· καὶ διοπωπέας, τοὺς βασιλεῖς. Δῖος: Ὥσπερ ἀπὸ τοῦ Χίος Χίϊος, οὕτως καὶ ἀπὸ τῆς Διὸς γενικῆς δίϊος· καὶ κράσει τῶν δύο ΙΙ εἰς ἓν, δῖος. Σημαίνει δὲ τρία· τὸν ἔνδοξον, ὡς τὸ, δῖος Ἀχιλλεὺς, καὶ, δῖος Ὀδυσσεύς. Καὶ τὸν μέγαν, ὡς τὸ, Εἰς ἅλα δῖαν. Ἀντὶ τοῦ εἰς θάλασσαν θείαν, ἢ θαυμαστήν. Σημαίνει δὲ καὶ τὸν ἀγαθὸν, ὡς ἐν Ὀδυσσείᾳ δῖος συβώτης. Τὸ ΔΙ, ι. Τέσσαρα γάρ εἰσιν δισύλλαβα κτητικά· θεῖος καὶ Κεῖος, διὰ διφθόγγου· δῖος καὶ Χῖος, διὰ τοῦ ι. Διόσκουροι: Οἱ τοῦ Διὸς ἐπιμελούμενοι· τὸ γὰρ ἐπιμελεῖσθαι κορεῖν λέγουσιν. Ἢ ὅτι τοῦ Διὸς κοῦροι, ὅ ἐστι νέοι. Διόσκορος: Οἱ μὲν παραθέσει λέγουσιν, ὅτι ἡ Διὸς γενικὴ ἐν τῇ συνθέσει ἀποβάλλει τὸ σ· εἰ οὖν τὸ Διόσκορος ἐφύλαξε τὸ σ, δηλονότι ἐν παραθέσει ἐστί. Δεῖ σημειώσασθαι τὸ διόσθυος παρὰ Καλλιμάχῳ· ἐν συνθέσει γὰρ ὢν ἐφύλαξε τὸ σ. Ἔστι δὲ ὄνομα μηνός. Οἱ δὲ ἐν συνθέσει λέγουσιν, ὅτι ἀπὸ δύο λέξεων ἐν συνθέσει οὐσῶν γίνονται παραγωγαί· οἷον Ἱεράπολις, Ἱεραπολίτης· Νεάπολις, Νεαπολίτης· Ἄρειος πάγος, Ἀρειοπαγίτης· οὐδέποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν γίνεται παραγωγὴ, οὔτε τεμενικόν· οἷον, Θέτις, Θετίδιον, ὁ ναὸς τῆς Θέτιδος· Ἡρακλῆς, Ἡράκλειον, ὁ ναὸς τοῦ Ἡρακλέους· Αἰακὸς, Αἰακεῖον, ὁ ναὸς τοῦ Αἰακοῦ. Τέμενος δὲ λέγεται τὸ ἀφιερωμένον χωρίον θεῷ ἢ ἥρωϊ. Εἰ οὖν ἔστι Διοσκορεῖον τεμενικὸν, τουτέστιν ὁ ναὸς τοῦ Διοσκόρου, δῆλον ὅτι οὐ παρήχθη ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν. Ἆρα οὖν τὸ Διόσκορος ἐν συνθέσει ἐστί. Διπλοῦς: Ἀπὸ συναιρέσεως ἐστὶ τοῦ διπλόος καὶ τριπλόος· τὸ δὲ διπλόος καὶ τριπλόος ἀπὸ τοῦ δὶς καὶ τρὶς εἶπον· τὸ δὲ διπλοῦς καὶ τριπλοῦς οὐκ εἰσὶ σύνθετα. Ζήτει εἰς τὸ Χοιροβοσκοῦ. Παρὰ τὸ δύο πέλειν δυοπλόος, καὶ διπλόος. Διπλῆν ἐκταδίην: Τὴν μεγάλην, ὥστε καὶ διπλῇ αὐτῇ χρώμενον ἔχειν. Δίπλακα: Ἰλιάδος γʹ. σημαίνει δὲ διπλοΐδα, διπλοῦν ἱμάτιον, ὅ ἐστι χλανίδα δίπτυχον, διπλῆν. Ἡ εὐθεῖα, δίπλαξ. Σημαίνει δὲ τὴν χλαῖναν. Οὕτω γίνεται καὶ δίπτυχα. Ἐκ τοῦ διπλοῦς, δίπλαξ, ὡς λίθος λίθαξ. Τοῦτο ἐκ τοῦ διπλόος. Διπλόη: Σημαίνει τὴν πανουργίαν. Γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τοῦ πέλω, δυοπέλοος, καὶ διπλόος, τροπῇ τοῦ υ εἰς ι. Δίπτυχα: Ὄνομα οὐδέτερον. Γέγονε δὲ ἐκ τοῦ δίπτυξ ἀρσενικοῦ. Τοῦτο ἐκ τοῦ πτύσσω, τὸ σφαλίζω, πτύξω, πτύξ· καὶ μετὰ τοῦ δύο, δίπτυξ. δίπτυχος κλίνεται, καὶ μετάγεται εἰς εὐθεῖαν· καὶ τὸ οὐδέτερον, τὸ δίπτυχον. Δίπτυχα ποιήσαντες, διπλώσαντες τὴν κνίσαν· νῦν δὲ λέγει τὸν ἐπίπλουν. δίπολίς ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ ἐν αὐτῇ Ἡφαιστίαν καὶ Μύριναν. Δὶς καὶ τρίς: Ἀπὸ τοῦ δυάκις καὶ τριάκις· ἄρον τὸ α καὶ τὸ κ, καὶ κατὰ συνίζησιν, δὶς καὶ τρίς. Τὸ δὲ δὶς καὶ τρὶς ἐν συνθέσει ἀποβάλλει τὸ σ, οἷον δίμηνος, δίπηχυς, τρίπηχυς. Σεσημείωται τὸ δισθανέες καὶ τὸ τρίσφυλλον, εἶδος βοτάνης παρὰ Νικάνδρῳ. Συντιθέμενον δὲ ἀντὶ τοῦ δύο καὶ τρεῖς λαμβάνεται, διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων· καὶ τριπρόσωπος, ὁ τρία πρόσωπα ἔχων. δὶς ἡβήσαντα, τουτέστιν ἀναζήσαντα. Φησὶ γὰρ μετὰ τὴν κρεουργίαν οἱ θεοὶ τὸν Πέλοπα ἀνεζωοποίησαν· καὶ τρισόζυος παρὰ Αἰσχύλῳ. Διστάζειν: Τὸ διχῶς βουλεύεσθαι, τὸ δύο στάσεις ἔχειν κατὰ διάνοιαν. Δίσκος: Σημαίνει λίθον τροχοειδῆ εἰς γυμνάσιον ἡρωϊκὸν ἐπιτήδειον. Παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος ὁ ῥιπτούμενος, καὶ πλεονασμῷ τοῦ σ. Δίκω: Εὐριπίδης· Δίκετε πεδόσε, δίκετε τρομερὰ σώματα μαινάδες. Πίνδαρος οὕτω παρετυμολογεῖ, Δίκε πέτρῳ χεῖρα κυκλώσας. Ἀπὸ δὲ τοῦ δίσκου τούτου οἱ νῦν ἀργύρεοι δίσκοι ὠνομάσθησαν· ἐπεὶ κυκλοτερεῖς εἰσὶ, καὶ ὅμοιοι ἐκείνοις. Παρὰ τὸ δίκω, τὸ βάλλω, δίσκος πλεονασμῷ τοῦ σ, ὁ βαλλόμενος. Δίφιλος: Ὡς παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτως καὶ ἀπὸ τοῦ Διῒ, διΐφιλος, καὶ κράσει, δίφιλος. Δίφρος: Κυρίως τὸ ἅρμα, ὡς τὸ, Δίφρος δὲ χρυσέοις καὶ ἀργυρέοισιν ἱμᾶσι δέδεται. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δύο φέρειν, τὸν μαχόμενον καὶ τὸν ἡνίοχον, ὡς τὸ, Ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε. Λέγεται καὶ ἐπὶ τῆς καθέδρας· σημαίνει τὸν θρόνον, ὡς τὸ, Τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη. Καὶ Μένανδρος, Ἐκάθηντʼ ἐπὶ δίφρου μήτηρ τε καὶ παρθένος. Διφροφόροι: Αἳ ταῖς κανηφόροις εἵποντο δίφρους ἐπιφερόμεναι. Ἡρόδοτος τοὺς Πέρσας φορείοις φερομένους διφροφορουμένους. Διφθέρα: Ὅσα κατʼ ἐκείνην δήπου φέρεται τὴν διφθέραν. Τὸ γραμματεῖον, ἢ βυβλίον, ἢ βύρσαν, ἢ δέλτον· οἷον δυοφέραν, τὴν ἐν τοῖς δύο μέρεσι φέρουσαν γράμματα. Διφῶ: Σημαίνει τὸ ψηλαφῶ. Ἰλιάδος πʹ, τήθεα διφῶν, ζητῶν, ἐρευνῶν. Καλλίμαχος, Μὴ δʼ ἀπʼ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν. Παρὰ τὸ ἅπτω, ἁφὴ, ἁφῶ καὶ διαφῶ, καὶ κράσει, διφῶ, τὸ τῇ ἁφῇ ὑποβάλλω. Ἐκ τοῦ ἁφὴ γίνεται ἁφῶ ἁφάσσω, ὡς αἱμῶ αἱμάσσω. Διχῆι: Τὸ διχῶς. Τὸ αὐτὸ καὶ δίχα. Παρὰ τὸ δὶς ἐπίρρημα, διχῇ καὶ δίχα, ὡς τριχῇ καὶ τρίχα. Δίχα φρεσὶν ἥνδανε βουλή. Καὶ ἀπὸ τοῦ δίχα γίνεται διχθά· καὶ διχθαδίας κῆρας, δύο μοίρας. Δίψα: Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἴψα καὶ δίψα, ἡ βλάπτουσα τὸ σῶμα. Διχόμηνος: Διχομήνου, διχομήνῳ, καὶ κατὰ μεταπλασμὸν διχόμηνι, ὡς πολυπάταγος πολυπατάγῳ πολυπάταγι. Ἔστι καὶ διχόμηνις, διχομήνιδος, διχομήνιδι· ἡ αἰτιατικὴ, διχομήνιδα. Ἔστι δὲ ἡ πέμπτη καὶ δεκάτη. Μεταπεπλασμέναι δὲ λέγονται αἱ ὑπὲρ τρεῖς συλλαβὰς οὖσαι. Διώνυσος: Κατʼ ἔκτασιν. Ἀεὶ δέ ἐστιν ἡ ἔκτασις Ἡρωδιανός παρὰ τῷ ποιητῇ διὰ τοῦ ω μεγάλου καὶ τοῦ υ μακροῦ, ὡς τὸ, Διωνύσοιο τιθήνας. Καὶ, Διώνυσος δὲ φοβηθεὶς, Ἰλιάδος ζʹ. Ἐγὼ δʼ ἀνέγνων παρά τινι, πόθεν ἐκλήθη Διόνυσος, ἐν ἐννάτῳ Διονυσιακῶν οὕτω· Τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο, στέμματι κισσήεντι λεχωΐδες ἔστεφον Ὧραι. Εἶτα μεθʼ ἑτέρους στίχους, λαβὼν μαιήϊος Ἑρμῆς τὸν Διόνυσον δῆλον ὅτι πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο, κικλήσκων Διόνυσον· ἐπεὶ ποδὶ φόρτον ἀείρων ἤϊε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ· Νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει· καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην· ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ. Διόδωρος δὲ ἀπὸ τοῦ Διὸς καὶ τοῦ τόπου τῆς Νύσης λέγει Διόνυσον, ὡς ἐν Νύσῃ παρὰ νυμφῶν ἀνατραφέντα τοῦ Διὸς μηροῦ ἐκτεθέντα· καὶ τὸν μηρὸν ὄνομα λέγει τόπου. Διονῦς: Ὁ θῆλυς λέγεται. Διωβελία: Ὀβελοὶ δύο· οὓς ὁ δῆμος καθήμενος ἐμισθοφόρει. Διώκω: Παρὰ τὸ διῶ τὸ αὐτὸ σημαῖνον ἀφʼ οὗ τὸ, πόλεος πεδίοιο δίενται γίνεται κατὰ παραγωγὴν διώκω. Διώκετον: Ὅτι οἱ Ἀττικοὶ καὶ ἐν τοῖς τρίτοις προσώποις τῶν δυϊκῶν τοῖς δευτέροις χρῶνται, ὡς Ἀριστοφάνης, Καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες. Ἐκμαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι. Τοιαῦτα καὶ τὰ παρὰ τῷ ποιητῇ, διώκετον ἐμμενὲς αἰεί. Ἅπερ ἔνιοι φασὶ διὰ τὸν Κρητικὸν πόδα, ἤγουν τὸν ἀμφίμακρον, μὴ δυνάμενον παραλαμβάνειν, εἰς σύμφωνον λήγειν· οὐκ ἠδύνατο γὰρ εἶναι διωκέτην· ἀκάθαρτον γὰρ ἂν ἦν ἀμφίμακρος. Διῶνται: Σημαίνει τὸ διώκονται. Ἔστι ῥῆμα διῶ· παράγωγον, δίημι· ἐξ οὗ καὶ, δίενται ἵπποι ἀερσίποδες. Τὸ ὑποτακτικὸν, ἐὰν διῶ, διῶμαι· καὶ τὸ τρίτον τῶν πληθυντικῶν, διῶνται. Διώνη: Ἡ θεός. Ἀπὸ τοῦ Διὸς, Διώνη, κατὰ ἔκτασιν τοῦ ο εἰς ω· ὅτι αὐτὴ πρῶτον γέγονε γαμετὴ τοῦ Διός. Ἢ ἀπὸ τοῦ διδῶ, Διδώνη καὶ Διώνη, ἡ διδοῦσα τὰς τῆς γενέσεως ἡδονάς. Ἢ διεύνη τὶς ἐστὶν, ἡ πρώτη διευνασθεῖσα. Ἢ ἀπὸ τοῦ διαίνεσθαι καὶ ὑγραίνεσθαι ἀπὸ τῶν ὑετῶν· ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ. Διώρης: Ὄνομα κύριον. Ἢ γὰρ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ ὁρῶ, διαόρης· καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρόν. Ἢ ὡς ἀπὸ τοῦ ὕλη ὑληώρης παράγωγον, οὕτως καὶ ἀπὸ τῆς Διὸς γενικῆς Διώρης· Διώρεος ἄλκιμος υἱός. Διώχης: Δίφρος ἅρματος ὁ δύο οἷός τε ἔχειν. Διώρυξ: Ἀπὸ τοῦ ὀρύσσω ὀρύξω ὄρυξ, καὶ ἐν συνθέσει διώρυξ. Διωλύγιον: Μακρὸν, μέγα, δεινὸν, χαλεπὸν, ἐπιπολὺ διῆκον, καὶ ἐξάκουστον· τὸ διʼ ὅλου ἰὸν, ἐκτάσει τοῦ ο εἰς ω, καὶ πλεονασμῷ τοῦ γ. Διωλύγια πράγματα, τὰ μεγάλα καὶ χαλεπά· ἅπερ ἀπώλεσεν ἂν τοὺς περιπεσόντας αὐτοῖς. Δμῶ: Παρὰ τὸ δαμάζω, κατὰ συγκοπὴν δμῶ, τὸ ἀναιρῶ, καὶ ὑποτάσσω· ἀδάμαστος γὰρ ὁ ὑποταγῆναι μὴ δυνάμενος. Δμηθήτω: Δαμασθήτω, τουτέστι πρᾶος καὶ ἐπιεικὴς γενέσθω· καὶ δμήτειρα, δαμάστρια, ἡ Δημήτηρ. Δμῶες: Οἱ οἰκέται. Παρὰ τὸν δμήσω μέλλοντα, ἀποβολῇ τοῦ ω, δμής· καὶ τροπῇ τοῦ η εἰς ω, δμὼς, ὡς ῥήξω ῥηγμὸς καὶ ῥωγμός· ἵνʼ ᾖ ὁ δεδμημένος καὶ ὑποτεταγμένος τινὶ, ὁ θεράπων. Δνοφερόν: Τὸ μέλαν καὶ σκοτεινόν· δνοφερὸν χέει ὕδωρ. Παρὰ τὸ νέφος, νεφερόν· καὶ τροπῇ καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ γνόφος γνοφερὸν καὶ δνοφερόν· ἢ κνόφος κνοφερόν· τὸ ἀμαυρὸν καὶ ζοφῶδες. Δνοπαλίζω: Δνοπάλιξις, ἡ διὰ χειρῶν κίνησις καὶ ἐκτίναξις. Ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. Τουτέστι διὰ χειρὸς εἶχεν, ἢ ἀνῄρει, ἐφόνευεν. Ἐχρήσατο δὲ καὶ ἐν τῷ Ὀδυσσείας ξʹ, τὰ σὰ ῥάκεα δνοπαλίξεις. Ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις, ἀμφιέσῃ, συρράψεις· ἢ περιτινάξεις, περιστρέψεις. Εἴρηται παρὰ τὸ δονεῖν καὶ τὰς παλάμας, δονοπαλίξαι· καὶ ἐν συγκοπῇ. Ἢ παρὰ τὸ δονῶ καὶ τὸ πάλλω, δνοπαλίζω· ἀπὸ τῶν δύο τῶν ὁμοιοσήμων, ὡς Ἐριχθόνιος καὶ Ἐρεχθεύς· καὶ τροφὸν ἐδίνηθεν. Ἢ ἀπὸ τοῦ ἀλαπαδνὸς γίνεται λαπαδνός· καὶ καθʼ ὑπέρθεσιν τῶν στοιχείων τῶν τε τῆς ἀρχῆς καὶ τῆς τρίτης γίνεται δνόπαλος καὶ δνοπαλίζω. Δοάσσατο: Ἐνεδοίασε. Δοάσατο κέρδιον εἶναι, ἔδοξεν, ἐνόμισε. Λαμβάνεται καὶ οὕτως· ἀπὸ τοῦ δόσσω, ὥς φασί τινες· ἀλλʼ ὤφειλεν εἶναι ὁ ἀόριστος αʹ, ἔδοξα. Κυρίως οὖν τὸ μὴ ἐν μιᾷ γνώμῃ ἑστάναι· παρὰ τὸ δοιὸς, δοιάζω, ὡς ἵππος, ἱππάζω· λίθος, λιθάζω· ὁ μέλλων, δοιάσω· ἐδοιασάμην, ἐδοιάσατο· καὶ πλεονασμῷ τοῦ σ Αἰολικῶς, ὡς ἔσεται ἔσσεται, ἐδοιάσσατο· καὶ ἀποβολῇ τοῦ ι, δοάσσατο. Ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ δοκάζω, δοκάσσατο, ἀποβολῇ τοῦ κ. Ὥστε οἱ μὲν, ἔλλειψιν τοῦ κ· οἱ δὲ, τοῦ ι· ἵνα μὴ παρʼ ἄλλου ὡς καινὸν ἀκούσῃς. Οὕτως Ἡρωδιανὸς καὶ ἄλλοι. Δοάσσατο, ἔδοξεν· δοιάσσατο, ἐδίστασε. Δόγμα: Οὐ παρὰ τὸ δοκῶ δόκημα καὶ κατὰ συγκοπὴν δόγμα· ἀλλὰ παρὰ τὸ δόκω βαρύτονον, ὁ μέλλων, δόξω· δέδογμαι, δόγμα. Δοκεύω: Παράγωγον ἀπὸ τοῦ δόκω βαρυτόνου· σημαίνει δὲ τὸ ἐπιτηρεῖν, φυλάσσεσθαι, προσδέχεσθαι· καὶ δόκησις, σκοπὴ, ἀπάντησις, ὑπόληψις. Δοκῶ: Ἁπλοῦν, πρώτης συζυγίας τῶν περισπωμένων· προσδοκῶ δὲ, σύνθετον, δευτέρας· ὥσπερ τὸ συλῶ, ἁπλοῦν μὲν, ἔστι συζυγίας δευτέρας· σύνθετον δὲ, πρώτης, ἱεροσυλῶ, ἱεροσυλεῖς. Δοκίμιον: Ἐκ τοῦ δόκιμος· τοῦτο ἐκ τοῦ δοκῶ· παράγωγον, δόκιμος. Ἢ παρὰ τὸ δέχω. Δοκιμασία: Ἡ ἐξέτασις. Δοκός: Τὸ τὴν στέγην ἀνέχον ξύλον. Παρὰ τὸ δέχω, δέχομαι, δοκὸς, ἡ δεχομένη τὰ ἐπιτιθέμενα βάρη· ἐξ οὗ μελανδόκος, καὶ πανδόκος. Ἢ ἀπὸ τοῦ δέκω δοκός· ὥστε μὴ εἶναι πάθος. Τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ· οἷον ξεινοδόκος, κατὰ ἀντιστοιχίαν τοῦ χ εἰς κ. Σημαίνει δὲ καὶ ἐνέδραν καὶ βούλησιν. Δόκανα: Τάφοι τινὲς ἐν Λακεδαιμονίᾳ· παρὰ τὸ δέξασθαι τοὺς Τυνδαρίδας, φαντασίαν ἐχούσας τάφων ἀνεῳγμένων. Ἢ παρὰ τὸ δοκεῖν, δόκανον. Δολιχόν: Οἷον, Δηθά τε καὶ δολιχόν. Ἐπὶ πολὺν καὶ μακρὸν χρόνον. Καὶ δολιχόσκιον ἔγχος, τὸ μέγα καὶ μακρὸν, ἢ μακρὰν σκιὰν ἀποτελοῦν· ἢ μακρὰν πορευόμενον· παρὰ τὸ κίειν. Δολιχαύλους: Τὰς μακροὺς αὐλοὺς ἐχούσας· αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τοῦ ξύλου τὸ ἄκρον. Αὐτὸ δὲ τὸ ξύλον, καυλός· αὐλὸς δὲ, τοῦ σιδήρου τὸ κοῖλον. Καὶ δολιχήρετμοι, μακρόκωποι. Καὶ τὰ ὅμοια. Δόλοψ: Ὄνομα κύριον. Παρὰ τὸ δόλος, τροπῇ τοῦ σ εἰς ψ, Δόλοψ, ὡς αἶθος, αἶθοψ· καὶ πλεονασμῷ τοῦ ι, αἰθίοψ· καὶ σκόλος, σκόλοψ. Ἡ γενικὴ τῶν πληθυντικῶν, Δολόπων. Καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, δόλων Δολίων, οὕτως Δολόπων Δολοπίων, ὄνομα κύριον. Πρέπει δὲ τὸ ὄνομα ἥρωϊ· καὶ γὰρ Δολίωνα ἔγνωμεν οὕτω κληθέντα· οὗ ἐπώνυμοι οἱ Κυζικηνοὶ, καὶ ὁ παρὰ τῷ ποιητῇ κατάσκοπος Δόλων· καὶ Δολίος ὁ οἰκέτης Πηνελόπης. Ἀπὸ δὲ τοῦ Δόλοπος, καὶ ἔθνος οὕτω κληθέν. Δόλος: Παρὰ τὸ δέω, τὸ δεσμῶ, ὁ συνδῶν τοὺς ἁλισκομένους, ὡς τὸ, Ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, Ὅμηρος. Ὡς χέω χόλος, καὶ θέω θόλος, οὕτως δέω δόλος. Ἢ παρὰ τὸ δηλῶ, τὸ βλάπτω, δῆλος, ὁ δηλούμενος καὶ βλάπτων, τροπῇ τοῦ η εἰς ο. Δόλιος: Παρὰ τὸ δόλος· τοῦτο παρὰ τὸ δέλω, τὸ δελεάζω. Ἐκ δὲ τοῦ δόλιος γίνεται δολιῶ· ὁ παρατατικὸς, ἐδολίεον ἐδολίουν· τὸ τρίτον τῶν πληθυντικῶν, ἐδολιοῦσαν. Καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν, ὥσπερ ἐποίεον ἐποίουν· ἀλλʼ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον· οἷον ἐμάθομεν, ἐμάθοσαν· εἴδομεν, εἴδοσαν· ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσιν ἔνδειαν καὶ κρᾶσιν· οἷον, ἐκοσμήθημεν, ἐκόσμηθεν· ὡς τὸ, Αὐτὰρ ἐπεὶ κόσμηθεν. Καὶ φυλάσσει τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν. Δολομῆτα: Ὦ δόλια βουλευόμενε. Τὰ εἰς ΗΣ βαρύτονα τῷ η παραληγόμενα, καὶ εἰς α τὴν κλητικὴν ἔχοντα, προπερισπῶνται, πεδῆτα, ἀγκυλομῆτα· πλὴν τοῦ ἀκάκητα. Δόμος: Ὁ οἶκος· παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, ὡς νέμω, νόμος· ὁ οἰκοδομητὸς οἶκος. Δόμεναι: Ἔστι δίδωμι· ἡ μετοχὴ, δοὺς δόντος· καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, δοῦναι. Εἰώθασι δὲ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ΝΑΙ ἀπαρεμφάτων τοῦ δευτέρου ἀορίστου προστιθέναι τὴν ΜΕ συλλαβήν· καὶ εἰ μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλειν· οἷον δοῦναι, δόμεναι· θεῖναι, θέμεναι· εἶναι, ἔμεναι, καὶ πλεονασμῷ τοῦ μ, ἔμμεναι· εἰ δὲ ἓν φωνῆεν ἐστὶ, φυλάσσειν αὐτὸ, οἷον, στῆναι στήμεναι· βῆναι, βήμεναι. Δονῶ: Ἔστιν ἐνῶ, καὶ σημαίνει τὸ κινῶ· πλεονασμῷ τοῦ δ, καὶ τροπῇ τοῦ ε εἰς ο, δονῶ, τὸ συστρέφω. Σημαίνει καὶ κινεῖν, σείειν, σκεδαννύειν. Δόναξ: Ὁ κάλαμος. Καλλίμαχος, Καὶ δόνακι πλήθοντα λιπὼν ῥόον Ἀστερίωνος. Παρὰ τὸ δίνω, τὸ στρέφω, δῖνος· καὶ ὡς λίθος λίθαξ, οὕτω δῖνος δίναξ· καὶ τροπῇ τοῦ ι εἰς ο, δόναξ, ὡς κλίνω, κλόνος· οἱ γὰρ ταρασσόμενοι συστρέφονται. Ἢ παρὰ τὸ δονεῖσθαι. Δόνακες: Κάλαμοι ἁλιευτικοὶ, ἢ αὐλοί· πρότερον γὰρ ταῖς θύραις ἀντὶ κέρατος ἐτίθουν καλάμους. Σημαίνει δύο· καλάμους, ἀπὸ τοῦ ἐν δονήσει τὴν φυτείαν ὁρᾶσθαι, οἷον ἐν κινήσει· Συμμάρψας δόνακας, μυρίκης τʼ ἐριθηλέας ὄζους. Καὶ αὐτὸν τὸν καλάμους ἔχοντα, Ἰλιάδος ςʹ, παρὰ ῥοδανὸν δονακῆα. Τὸν καλαμώδη, ἢ εὐδιάσειστον, εὐκίνητον, διὰ τοὺς ἐν αὐτῷ πεφυκότας καλάμους. Δοξοκοπία: Ἡ κενοδοξία. Δόξα: Παρὰ τὸ δέχω δέξω, δέξα καὶ δόξα. Ἢ παρὰ τὸ δοκῶ δοκήσω, ἐδόκησα ἔδοκσα· καὶ τροπῇ τοῦ κ καὶ σ εἰς ξ. Ἢ παρὰ τὸ δόκω βαρύτονον, δόξω. Ἰλιάδος κʹ, Οὐδʼ ἄπο δόξης. Οὐκ ἄπο δοκήσεως καὶ εἰκασμοῦ. Ζήτει εἰς τὰς Διαφορὰς εἰς τὸ δ. Δόρυ: Σημαίνει δύο· τὸ ξύλον, καὶ τὸ ἀκόντιον. Καὶ τὸ ξύλον μὲν, ὡς παρὰ Ἡσιόδῳ, ἑκατὸν δέ τε δούραθʼ ἁμάξης. Καὶ Ὅμηρος, Καὶ δὴ δοῦρα σέσηπε νεῶν. Καὶ τὸ κοντάριον, ὡς τὸ, Εὖ μέν τις δόρυ θηξάσθω. Καὶ πάλιν, αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. Εἴρηται ἀπὸ τοῦ δρῦς δρυὸς, δόρυ· ἐπὶ παντὸς λεγόμενον ξύλου ὑπὸ τῶν παλαιῶν, ὡς μάρτυς δρυμὸς, καὶ δρύφακτος. Ἢ παρὰ τὸ δέρω, τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. Ἢ παρὰ τὸ δρύπω· ἢ ἐκ τοῦ δρῦς· οἱ γὰρ ἀρχαῖοι ἐκ δρυΐνων κατεσκεύαζον. Ἢ ἐκ τοῦ θορῶ, ὃ σημαίνει τὸ πηδῶ, θόρυ τὶ ὂν, τὸ ἐκ τῆς γῆς ἀνατρέχον, ὡς ὁ ποιητὴς λέγει παρετυμολογῶν αὐτὸ, ἐπεὶ οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. Ἔνιοι καὶ τὸ δέρμα, δόρυ. Δορυξόος: Ἐκ τοῦ δόρυ καὶ τοῦ ξέω. Οὐδεὶς δὲ λέγει Ἑλλήνων δόρυξος, ἀλλὰ δορυξόος, καὶ κατὰ συγκοπὴν, δορυξός· ἔστι δὲ τόπος ὅπου ξύονται τὰ δόρατα. Δορυκτήτην: Δοριάλωτον, αἰχμάλωτον. Δορύκνιον: Παρὰ Νικάνδρῳ, ἀντιφάρμακον. Γράφεται καὶ δορύχνιον. Τὸ δορύκνιον τῶν θανασίμων ὑπάρχον πινόμενον. Ἔστι δὲ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν γάλακτι παραπλήσιον· εἰ δέ τις αὐτὸ κλάσειε, γάλακτος ἀποστάζει. Ὅθεν δυσδιάκριτον τῷ πίνοντι, διὰ τὸ εἶναι γάλακτι παραπλήσιον. Δημοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτω κεκλῆσθαι, διὰ τὸ δόρατι ἶσον εἶναι κατὰ τὴν ἀναίρεσιν. Δορίαλλος: Λέγεται καὶ δόριλλος. Ἀριστοφάνης, Αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται. Ἔστι δὲ τὸ γυναικεῖον αἰδοῖον, ἐφʼ ὕβρει τραγῳδοποιοῦ Δορίλλου. Ἢ παρὰ τὸ δείρειν τὸ τυπτόμενον, ἢ τὸ τιλλόμενον τὰς τρίχας καὶ οἱονεὶ ἐκδερόμενον· οὕτω γὰρ πάλαι ἐψίλουν, ὡς δηλοῖ Ἀριστοφάνης, Ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. Δόρπος: Ὁ δεῖπνος, ἡ περὶ τὴν ἑσπέραν ἑστίασις· κυρίως ἡ ἑσπερινὴ τροφή· ἀπὸ τῶν δερμάτων· ὅτι ἐπὶ δερμάτων καθήμενοι ἐσιτοῦντο. Ἢ παρὰ τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν· ἢ παρὰ τὸ τοὺς πόνους δρέπειν· ἢ παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ δαύειν, ὅ ἐστι κοιμᾶσθαι. Οὕτως Ὦρος. Ἐγὼ δέ φημι, ὡς εὗρον σχόλιον παρακείμενον ἐν τῷ βʹ τῆς Ἰλιάδος· δόρπος εἴρηται, παρὰ τὸ οἱονεὶ παύεσθαι τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. Οὐ θαῦμα δὲ, εἰ τὸ κοινὸν πάσης τροφῆς ἐπὶ μιᾶς τάττεται· καὶ γὰρ τὸ ποιητικὸν καὶ χειρουργία καὶ μαθήματα καὶ ἄλλα μυρία ἐστί. Δορκάς: Τὸ τῆς ἐλάφου γέννημα. Παρὰ τὸ δέρκω, τὸ βλέπω, δερκὰς καὶ δορκάς· ὀξυδερκὲς γὰρ τὸ ζῷον, καὶ εὐόμματον. Δόρξ: Ὄνομα ζῴου· ἔνθεν δορκάς. Παρὰ τὸ δέρκω δέρξω δὲρξ, καὶ δὸρξ, ὡς σήπω σήψω, σήψ· ὀξυωπὲς γὰρ τὸ ζῷον. Δορά: Δέρμα· Κρῆτες δὲ καὶ τὴν δοκόν. Δορίδες: Μάχαιραι μαγειρικαὶ εἰς τὸ ἐκδέρειν τὰ θύματα ἐπιτήδειαι. Δοράζει: Κολάζει. Δορατιζόμενοι: Δόρασι μαχόμενοι. Δορούς: Κωρύκους, δέρματα. Δορπηστός: Ἡ τοῦ δόρπου ὥρα. Οὕτως δὲ τὸ καθʼ ἡμᾶς δεῖπνον. Δορυσόον: Ἀνδρεῖον· ἢ δόρατι φοβοῦντα καὶ σοοῦντα, καὶ ὁρμῶντα. Δορυφόρον: Τὸν φύλακα τῶν τυράννων· καὶ τὸ κωφὸν πρόσωπον. Δόσκον: Ἔδων, δεύτερος ἀόριστος παρὰ Αἰολεῦσι· Καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον. Ἀντὶ τοῦ ἐδίδουν. Ἰστέον δὲ ὅτι τὰ Ἰωνικῶς κλινόμενα ἐπὶ τῆς τρίτης συζυγίας τῶν εἰς ΜΙ, καὶ τῶν περισπωμένων, διὰ τοῦ ο ἐκφέρονται πρὸ τοῦ ΣΚ· ἐδίδων, ἐδίδοσκον· ἔδων, ἔδοσκον· ἐχρύσουν, ἐχρύσοσκον. Δοτός: Ἐκ τοῦ δέδομαι παθητικοῦ παρακειμένου, δέδοται, δοτὸς, δοτικὸς, καὶ δοτική. Δόρει: Ἰστέον ὅτι τὸ «σὺν δόρει σὺν ἀσπίδι» παρὰ Ἀριστοφάνει γίνεται οὕτως. Ὥσπερ ἀπὸ τοῦ γῆρας γίνεται γῆρος καὶ ἀπὸ τοῦ δέρας δέρος, οὕτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κἀκεῖθεν ἡ δοτικὴ δόρει, ὥσπερ τεῖχος τείχει. Τὸ δὲ δουρὶ ἀπὸ τῆς δουρὸς γενικῆς γέγονε δοτική. Δουρὶ δʼ ἐπαΐσσων. Ἀντὶ τοῦ σὺν δόρατι. Ἢ ἐκ τοῦ δρῦς δρυὸς, ὑπερθέσει, δουρὸς καὶ δουρί. Καὶ δουρικλυτὸς, ὁ κατὰ τὴν μάχην κλυτός. Δοῦρα: Δόρατα, ξύλα. Ἰστέον ὅτι τὰ γόνυα καὶ δόρυα γίνεται καθʼ ὑπέρθεσιν τοῦ υ, γοῦνα καὶ δοῦρα. Ἢ ἀπὸ τοῦ γούνατα καὶ δούρατα, κατὰ ἀποβολὴν τῆς ΤΑ, γοῦνα καὶ δοῦρα. Δουρηνεκές: Δόρατος βολὴν, δόρατος μῆκος, ἀπόστημα ὅσον δόρυ διατεῖναι. Δουλιχόδειρος: Ὁ μακροτράχηλος· παρὰ τὸ δολιχὸν τὸ μακρὸν καὶ τὸ δειρὴ, δουλιχόδειρος· ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν γενόμενα ..... Δοῦλος: Παρὰ τὴν δύην, ὃ σημαίνει τὴν κάκωσιν, δύηλός τις ὤν· συγκοπῇ καὶ πλεονασμῷ, δοῦλος. Ἢ παρὰ τὸ δέω, τὸ δεσμῶ, δέλος καὶ δοῦλος· τοὺς γὰρ αἰχμαλώτους ἐδέσμουν. Ἢ παρὰ τὸ δόλος, δοῦλος. Ἡρακλῆς δὲ ἐν τῷ περὶ τοῦ χρὴ καὶ δεῖ, σχηματίζει παρὰ τὸ δέω, τὸ ἐλλείπω, δέλος καὶ δοῦλος, ὁ ἐλλείπων τῇ ἀρετῇ, ὥς φησιν ὁ ποιητὴς, Ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι. Δούλη: Εἶδος τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Πρός τι· ἔχει γὰρ τὴν δέσποιναν. Καὶ πόσοι τρόποι τῆς δουλείας; Τρεῖς· τὸ κατὰ δημιουργίαν, Ὅτι τὰ σύμπαντα δοῦλα σά. Τὸ κατὰ δικαιοσύνην, Ἐπειδὴ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Λέγεται δουλεία καὶ ἐπὶ τῶν ἀργυρωνήτων· ὡς τὸ, Ἠγόρασα δοῦλον. Δοῦπος: Κτύπος, ψόφος· οἱονεὶ ὁ δέους ὄπα ἔχων· ἢ ὁ δέος ἐμποιῶν. Ὠνοματοπεποίηται δὲ ἡ λέξις. Ἐξ οὗ, Δούπησεν δὲ πεσών, σημαίνει τὸ ἀποθανεῖν πεσόντα ἐν πολέμῳ, ἠχῆσαι. Καὶ, δεδουπότος Οἰδιπόδαο, Ἰλιάδος ψʹ, ἐν πολέμῳ τεθνεῶτος. Δόχμιος: Ὁ πλάγιος· παράγωγον ἀπὸ τοῦ δοχμός. Θεόκριτος, Δόχμος ἀπὸ προβολῆς κλινθείς. Καὶ ἀποδοχμῶσαι, ἀποκλῖναι. Παρὰ τὸ δέχω, δοχμὸς, ὡς βρέχω, βροχμός· ἴνʼ ᾖ ὁ εὐχώρητος, καὶ ὅν ἐστιν εὐχερῶς δέξασθαι ἐν ταῖς εἰσόδοις. Δοχμή: Ἡ παλαιστὴ, ὅ ἐστι τὸ τετραδάκτυλον τῆς χειρός. Ἀριστοφάνης, Καὶ πρὶν ἡμέραν φορέσαι, μεῖζον ἦν δυοῖν δοχμαῖν. Παρὰ τὸ δέχω γίνεται δοχμὴ, τὸ δεκτικὸν μέρος τῆς χειρὸς, καὶ διʼ οὗ δεχόμεθα τὰ διδόμενα· ὡς δράξω δραχμὴ, ἡ τῶν ὀβολῶν ἐπίληψις· καὶ ἀΐσσω αἰχμή. Ἢ παρὰ τὸ δοχμός· ἐπειδὴ πλαγίᾳ τῇ χειρὶ μετροῦμεν. Ἔστιν οὖν μέτρον τί. Δοχμιακός: Εἶδος μέτρου ἀντισπαστικοῦ· ἔστι δὲ μονόμετρον ὑπερκατάληκτον· οἷον, Ἐγὼ δʼ οὔτε σοί. Ἔστι δὲ Εὐριπίδου Φοινισσῶν. Πολλὰ δὲ ῥυθμῶν ὀνόματα καὶ ἄλλα· ἀτὰρ δὴ καὶ ταῦτα, ἴαμβος, ἰαμβικὸς, δάκτυλος, δακτυλικός· παίων, ἐπίτριτος. Οὗτοι μὲν οὖν ὀρθοί εἰσι ῥυθμοί· ἐν ἰσότητι γὰρ κεῖνται· ἢ γὰρ μονὰς πρὸς δυάδα, ἢ δυὰς πρὸς τριάδα, ἢ τριὰς πρὸς τετράδα· ἡ τριὰς πλεονεκτεῖται μονάδι. Ἐν τῷ δοχμιακῷ τριάς ἐστι πρὸς πεντάδα, καὶ δυὰς ἡ πλεονεκτοῦσα. Οὗτος οὖν ὁ ῥυθμὸς οὐκ ἠδύνατο καλεῖσθαι ὀρθός· ἐκλήθη τοίνυν δοχμιακὸς, ἐν ᾧ τὸ τῆς ἀνισότητος μεῖζον κατὰ τὴν εὐθεῖαν κρίνεται. Καὶ τὸ μέτρον οὖν δοχμιακὸν, ὡς ἐμπιπτόντων ἐν αὐτῷ τῶν ὀκτὼ χρόνων. Δρῶ: Σημαίνει τέσσαρα· δρῶ, τὸ κρατῶ, ἐξ οὗ δράκτυλος καὶ δάκτυλος· δρῶ, τὸ ὑπηρετῶ, ἐξ οὗ καὶ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας· δρῶ, τὸ βλέπω, ἐξ οὗ, ὑπόδρα ἰδών. Καὶ δρήθω, κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐ βλέπουσι· δρῶ, τὸ πράττω, ἐξ οὗ καὶ δρᾶμα. Ἐκ τοῦ δρῶ παράγωγον δράσσω· ὁ μέλλων, δράξω. Διατί οὐκ ἔχει τὸ σ; Εἰ δὲ ἔχει ΣΣ ὁ ἐνεστὼς, τότε ὁ μέλλων διὰ τοῦ ξ· πλὴν τοῦ πλάσσω, πλάσω· ἱμάσσω, ἱμάσω· ἰνάσσω, ἰνάσω· πάσσω, πάσω· λεύσσω, λεύσω. Δράγμα: Πληθυντικῶς μὲν λέγονται τὰ δράγματα· σημαίνει δὲ τοὺς στάχυας, ὅσους δύναται ὁ θεριστὴς τῇ ἀριστερᾷ περιλαβεῖν θερίζων. Δράγματα, τὰ τῶν χειρῶν πληρώματα· παρὰ τὸ δράξασθαι· σημαίνει τὸ λαμβάνειν. Καὶ δραγμὴ, τὸ πλῆθος τῶν κερμάτων, ἢ τῶν ὀβολῶν. Δραθεῖν καὶ Δραθέειν: Σημαίνει τὸ κοιμᾶσθαι· καὶ καταδαρθεῖν, τὸ κοιμηθῆναι. Καὶ δραθεῖν καθʼ ὑπέρθεσιν, ὡς καρδία, κραδία. Εἴρηται δὲ παρὰ τὸ δέρμα· δραθεῖν γὰρ κυρίως λέγεται τὸ ἐπὶ δερμάτων καθευδῆσαι. Ἢ παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, παράγωγον δρήθω, τὸ κοιμῶμαι, κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσιν. Ὁ μέλλων, δρήσω· ὁ δεύτερος ἀόριστος, ἔδραθον· ὁ μέλλων δεύτερος, δραθῶ· καὶ τὸ ἀπαρέμφατον, δραθεῖν· καὶ κατὰ διάλυσιν τῆς ΕΙ διφθόγγου γίνεται δραθέειν. Δράκων: Παρὰ τὸ δέρκω, τὸ βλέπω· ὀξυδερκὲς γὰρ τὸ ζῷον. Ὁ δεύτερος ἀόριστος ἔδρακον, ὡς ἔπραθον, ἐκ τοῦ πέρθω· καὶ ἔτραπον, ἐκ τοῦ τρέπω. Ἔδαρκον ὤφειλεν εἶναι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ἔτι δὲ καὶ ἀπὸ βαρυτόνων θεμάτων. —Πόθεν ἔχει τὸ α; κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόριστος. Καὶ Ὅμηρος, ἐσέδρακον ἄντην. Καὶ, Οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ. Ἀντὶ τοῦ ἴδοι. Δρακίος: Ὄνομα κύριον· ἀπὸ τοῦ δράσσω, ἵνʼ ᾖ ὁ δραττόμενος, ὁ ἰσχυρός. Ἢ παρὰ τὸ δρῶ, τὸ πράττω, ἵνʼ ᾖ ὁ πρακτικός. Δρᾶμα: Ποίημα, πρᾶγμα. Παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἀφʼ οὗ καὶ δρᾶσαι, τὸ πρᾶξαι, ὁ παθητικὸς παρακείμενος, δέδραμαι, ἐξ αὐτοῦ δρᾶμα· λέγεται δὲ δράματα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει, ὥς φησιν Ἀριστοφάνης· ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δειπνοῦντες ἐγίνοντο χορός. Καὶ τὰ ἐκ συσκευῆς δὲ καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τινων, δράματα. Δρᾶναι: Οἶμαι ἀπὸ τοῦ δρῆμι ἔδρην· τὸ ἀπαρέμφατον, δρᾶναι. Κάλλιον οὖν ἀπὸ τοῦ δραίνω δρανῶ ἔδρανα δρᾶναι. Ἔστιν Ἰλιάδος κʹ. καὶ δραίνειν, ἰσχύειν, δύνασθαι, ἐνεργεῖν. Δράξ: Σημαίνει ὅσον τῇ χειρὶ οἷόν τε δράξασθαι καὶ περιλαβεῖν. Παρὰ τὸν δράξω μέλλοντα, δρὰξ, ὡς θήσω, θής. Δράξων: Ἡ λέξις Σικελική. Σημαίνει δὲ τοὺς κατʼ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν δραττομένους καὶ ἁρπάζοντας. Οὕτως Ἐρατοσθένης καπηδάλους καλεῖ. Παρὰ οὖν τὸ δράττεσθαι. Εἰς τὸ Διογενιανοῦ εὗρον ἐγὼ δράξων σημαίνειν πορνοβοσκόν. Δρέμω: Ὁ μέλλων δραμῶ· ὁ δεύτερος ἀόριστος, ἔδραμον· καὶ τὸ ἀπαρέμφατον, δραμεῖν. Τὸ ῥῆμα, δέρμω· ὁ δεύτερος ἀόριστος, ἔδαρμον· καὶ ὑπερθέσει, ἔδραμον· ὁ δεύτερος μέλλων, δραμῶ. Δραπέτης: Ὁ φυγάς· παρὰ τὸ δρῶ, τὸ ὑπηρετῶ· καὶ ἀποδρῶ, τὸ ἀποφεύγω· ὅθεν καὶ ἀπέδρα· ὁ μέλλων, δράσω· καὶ μετὰ τοῦ πέτω, σημαίνοντος τὸ ἀφίπταμαι, γέγονε δραπέτης, ὁ ἀποπτὰς καὶ ἀποστὰς τῆς ὑπηρεσίας· ἢ ὁ τὸ δρᾶν ἤγουν τὸ πράττειν πεττεύων, τουτέστιν ἐκκλίνων. Δραπετίνδα: Ὄνομα παιδιᾶς. Ἔστι δὲ τῆς μυΐνδα καλουμένης τρόπος. Εἴρηται δὲ παρὰ τὸ τῶν παίδων ὁ μέν τις μύει τοὺς ὀφθαλμοὺς, βοῶν, «Τηροῦ, φυλάττου·» οἱ δὲ ἄλλοι φεύγουσι, φυλασσόμενοι τοῦ ἀγρευθῆναι. Εἴρηται παρὰ τὸ δραπετεύειν καὶ φεύγειν τοὺς παίζοντας αὐτήν. Δραπέται: Δυνατοί. Δρήστειραι: Διάκονοι, θεράπαιναι. Δρῆσται, δρηστῆρες: Οἱ ὑπουργοῦντες καὶ διακονοῦντες. Δραστήρ: Ὁ νοητικὸς κατʼ ἐπιβολήν. ΔΡΑστῆρας, μαγείρους, διακόνους. Δρησμοσύνην: Θεραπείαν, ὑπηρεσίαν. Δρᾶσις: Σημαίνει τὴν πρᾶξιν καὶ τὴν ὅρασιν. Παρὰ τὸ δρῶ, τὸ πράττω καὶ τὸ βλέπω, τὸ δρὰ καὶ δρὰξ, καὶ ὑπόδρα καὶ ὑπόδραξ· καὶ δρατοὶ, οἱ ὀφθαλμοί· καὶ δραπέτης, ὁ περιβλεπόμενος μὴ ἁλῷ. Δρῶ δράσω οὖν, δρᾶσις, ὡς πράξω, πρᾶξις. Παρὰ τὸ δρῶ, τὸ ὁρῶ, ἀφʼ οὗ καὶ δρᾶσις ἡ βλέψις δέδραται, δρατὸς, καὶ δρατοὶ, οἱ ὀφθαλμοί. Δρατά: Περὶ δὲ δρατὰ σώματα νήει. Ἐπεσώρευε δὲ τὰ ἐκδεδαρμένα σώματα τῶν ἀνῃρημένων ἀνδρῶν, Ἰλιάδος ψʹ. Ὡς φθείρω φθαρτὸς φθαρτὴ φθαρτὰ, οὕτω δείρω, τὸ ἐκδέρω, δαρτὸς δαρτά· καὶ καθʼ ὑπέρθεσιν, δρατὰ, ὡς ὀφιόσπαρτον, ὀφιόσπρατον. Δράκαυλος: Σοφοκλῆς Τυμπανισταῖς· ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρʼ αὐταῖς αὐλίσαι τὸν δράκοντα, ταῖς Κέκροπος θυγατράσιν. Ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. Ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι, προσημερεύουσα τῇ θεῷ. Δραχμή: Σταθμὸς ὡρισμένος· ἢ τὸ συνάθροισμα τῶν ἓξ ὀβολῶν. Παρὰ τὸ δέδραγμαι, δραχμή. Τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπων ὀβολοῖς κεχρημένων ἀντὶ νομίσματος, οὓς τῇ χειρὶ δραξαμένους δυνατὸν ἦν περιλαβεῖν, τούτους δραχμὴν ἐκάλουν, παρὰ τὸ δράξασθαι· αἱ δὲ ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. Εἰς τὸ ἐρεγμός· καὶ εἰς τὸ ἀρχόμενος περὶ τοῦ χωρὶς γ. Δρεπτόν: Διηνεκῶς ἀπολαυστικὸν, τρυγητικὸν, καὶ ὅπωσποτε ἁρπαστόν· Καὶ τὸ δρεπτὸν σκευώρηται παρὰ σοῦ φίλημα. Δρέπειν: Τρυγᾶν, τέμνειν· καὶ δρεπεῖς, οἱ τρυγηταί. Δρεπάνη: Ἡ Φαιακία· διὰ τὸ ἐκεῖ κεκρύφθαι τὸ δρέπανον ᾧ ὁ Κρόνος τὸν πατέρα τῶν αἰδοίων ἐξέκοψεν· ἢ ὅτι τὸ παρὰ Ἡφαίστου Δήμητρι δοθὲν, ἵνα τοὺς Τιτᾶνας διδάξῃ θερίζειν. Δρέπανον: Χώρα τῆς Σικελίας. Εἴρηται ἀπὸ τοῦ ἐκεῖ κεῖσθαι τὸ δρέπανον ᾧ ἀπέτεμε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. Ἢ ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. Δρέπανον δὲ καὶ χώρα Βιθυνίας πρὸς τῷ Βοσπόρῳ κειμένη. Δρῆσος: Ὄνομα κύριον. Παρὰ τὸν δράσω μέλλοντα, Δρᾶσος, καὶ Δρῆσος τροπῇ, ὡς κτήσω, Κτῆσος· καὶ ῥήσω, Ῥῆσος· καὶ εἴσω, Ἶσος, κύριον. Δρία: Ἡσίοδος, ἀνὰ δρία βησσήεντα φεῦγε. Οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγκοπήν· ἀλλʼ ὥσπερ ἀπὸ τοῦ θύος γίνεται θύον, καὶ μέγαρος μέγαρον, οὕτως δρίος δρίον· καὶ ὡς μύρον μύρα, οὕτως δρίον δρία· ἀνὰ τοὺς συνδένδρους τόπους. Δριμύς: Παρὰ τὸ τὰς ῥῖνας μύειν· ἢ παρὰ τὸ δόρυ καὶ τὸ μένος. Δρίφος: Δρίφος Συρακούσιοι· Φέρʼ ὦ τὸν δρίφον. Δίφρος γὰρ καὶ δρίφος. Δρόσος: Κατὰ παράλειψιν τοῦ ι· οἷον, ἡ παρὰ τοῦ Διὸς σοουμένη, δίοσός τις οὖσα· καὶ πλεονασμῷ τοῦ ρ, δρόσος. Ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσος· καὶ τροπῇ τοῦ υ εἰς ο, καὶ πλεονασμῷ τῶν συμφώνων, δρόσος. Δροσίζω δροσίσω, καὶ δροσῶ δροσήσω· καὶ ὁ παθητικὸς ἐνεστὼς, δροσούμενοι. Ἢ παρὰ τὸ ῥέω ῥόσος, καὶ δρόσος· ἢ παρὰ τὸ δρῶ, τὸ πράττω, καὶ τὸ σῶος, ἡ σώους δρῶσα τοὺς καρπούς. Δροίτη: Ἡ πύελος· ὁ δὲ Αἰτωλὸς φησὶ τὴν σκάφην ἐν ᾗ τιθηνεῖται τὰ βρέφη· Παρθένιος δὲ τὴν σορὸν, καὶ Αἰσχύλος. Καὶ ἔστι παρὰ τὸ δόρυ καὶ τὸν οἶτον, τὸν θάνατον· τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτήδειον. Ἢ ἡ ἐκ δρυὸς εἰς οἶτον πεποιημένη, καὶ εἰς τὸ δέχεσθαι τὸ σκῆνος. Κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ υ γράφεται, παρὰ τὴν δρῦν τὴν ξυλίνην· καὶ ἴσως ὅτε μὲν σημαίνει τὴν πύελον, διὰ τοῦ υ· ὅτε δὲ τὴν σορὸν, διὰ τῆς ΟΙ. Δρωπακίζεσθαι: Ταυτόν ἐστι τῷ πιττοῦσθαι. Ἄμφω δὲ τὸ τὰς τρίχας τοῦ παντὸς σώματος μαδᾶν χρίσμασι. Δρυαχαρνεῦ: Δρύϊνε Ἀχαρνεῦ, ἀναίσθητε. Ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς, ὡς ἄγριοι καὶ σκληροί· Ποτάμιοι δὲ, ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους· Θυμοιτάδαι καὶ Προσπάλτιοι, ὡς δικαστικοί. Δρύϊνος: Ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται παρὰ τοῖς παλαιοῖς. Καὶ δρυμὼν, ὁ σύνδενδρος τόπος, ἀπὸ τῶν δρυῶν· οὕτως γὰρ ἐκάλουν πᾶν δένδρον· καταχρηστικῶς δὲ καὶ ἀκρόδρυα οὐ μόνον βαλάνους, ἀλλὰ παντὸς φυτοῦ καρπὸν ἐδώδιμον· καὶ γεράνδρυα, πάντα τὰ παλαιὰ φυτά· δρῦν γὰρ ἐκάλουν πᾶν δένδρον ἀπὸ τοῦ ἀρχαιοτέρου· καὶ δρυτόμος, ὑλοτόμος, ξυλοτόμος. Τὸ δὲ δρῦς, ἐπὶ μὲν εὐθείας, μακρὸν ἔχει τὸ υ· ἐπὶ δὲ τῆς ἄλλης κλίσεως, βραχύ· ὁμοίως καὶ τὸ ἰχθῦς· ἔτι σῦς, συός· ὗς, ὑός. Δρύοψ: Ὄνομα ἔθνους. Τοὺς Δρύοπας ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντας μετέστησεν Ἡρακλῆς εἰς Πελοπόννησον. Καλοῦνται δὲ ἀπὸ Δρύοπος υἱοῦ Ἀπόλλωνος καὶ Δίας τῆς Λυκάονος. Δρυόχους: Τοὺς πελέκεις. Οἱ μὲν κρίκους ἀκούουσι τινὰς μεγάλους ἐπʼ ὀβελίσκων κειμένους, οὓς καταπήγνυσθαι εἰς τὴν γῆν, ὥστε διʼ αὐτῶν τοξεύειν· οἱ δὲ, μολιβᾶς τὰς θέσεις αὐτῶν κάτωθεν, ἔπειτα τὸν κύκλον ἄνω ἐπικείμενον. Ἄμεινον δὲ ἀκούειν δρυόχους, ξύλα ὀρθὰ, ἐφʼ ὧν ἡ τρόπις ἐρείδεται τῆς πηγνυμένης νεὼς, ἤγουν στηρίγματα. Καλοῦνται δὲ αὗται καὶ ἐπηγκενίδες. Δρυφάκτους: Ξυλίνους θώρακας, ἢ τοὺς νῦν καλουμένους καγκέλλους, τὰ διαφράγματα ἢ περιτειχίσματα· εἴρηται δὲ κυρίως πάντα τὰ ἀπὸ ξύλων γινόμενα. Δρυόφρακτος τὶς ὢν, ὁ ἐκ δρυῶν φραγμός· πάλαι γὰρ τὰ πάντα ξύλα δρύας ἐκάλουν καὶ δρυμόν. Ἢ παρὰ τὴν δρῦν καὶ τὸ πακτῶσαι, ὅ ἐστι πῆξαι, δρύπακτος καὶ δρύφακτος. Δρύπτω: Τὸ σπαράττω. Ὅμηρος, Δρυψάμενοι δʼ ὀνύχεσσι παρειάς. Παρὰ τὰς δρῦς. Τὸ γὰρ παλαιὸν ἁρπάζοντες τὰς βαλάνους, περιπαίοντες ἀλλήλους ἐσπάραττον· ἀπὸ δὲ τούτου, δρυμάσσω ῥῆμα τὸ σπαράττω. Ἢ ἀπὸ τῶν περιλεπιζομένων δρυῶν εἴρηται. Δρύψελλον: Τὸ λέμμα, ὁ φλοιός. Παρθένιος, Οὐδὲ πόροι ῥίζης δρύψελα ποντιάδος.Παρὰ τὸ δρύψαι, ὅ ἐστι λεπίσαι, ὁ ἀποδρυπτόμενος φλοιός. Καταχρηστικῶς δὲ καὶ φύλλον δρύψελλον, ἐπὶ τοῦ σελίνου ὁ Παρθένιος. Δρύφακτοι: Αἱ τῶν δικαστηρίων θύραι, ἤγουν τὰ κάγκελλα. Δοῖδυξ: Ὁ καλούμενος ἁλοτρίβανος· παρὰ τὸ δαδύσσω, τὸ ταράσσω· ὁ μέλλων, δαδύξω· ἀποβολῇ τοῦ ω, δάδυξ· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ πλεονασμῷ τοῦ ι, δοῖδυξ. Τὰ εἰς ΥΞ ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφονται πλὴν τοῦ προῖξ. Δοῖεν: Ἐκ τοῦ δίδωμι, ἐδίδων· ὁ δεύτερος ἀόριστος, ἔδων· δοὺς, δόντος· τὸ εὐκτικὸν, δοίην· τὸ πληθυντικὸν, δοίημεν· καὶ συγκοπῇ, δοῖμεν· καὶ δοῖεν, τὸ τρίτον. Δοιάντιον πεδίον νέμονται: Ἀπὸ τοῦ Δοίαντος ἥρωος. Δοιώ: Ὄνομα· ἡ εὐθεῖα τῶν ἑνικῶν, δοιός. Οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάττουσι, καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τὸ ι. Γίνεται δὲ ἐκ τοῦ δέω, τὸ δεσμεύω, δοός· καὶ πλεονασμῷ τοῦ ι, δοιός· ἡ γενικὴ, δοιοῦ· ἡ εὐθεῖα τῶν δυϊκῶν, δοιώ. Ἢ ἐκ τοῦ δύο διὰ τοῦ υ ψιλοῦ γίνεται κατὰ διάλεκτον, πλεονασμῷ τοῦ ο, καὶ τροπῇ τοῦ υ εἰς ι. Ἐκ δὲ τοῦ δοιὸς γίνεται δοιὴ, καὶ δοιαί. Ἰλιάδος ιʹ, ἐν δοιῇ δὲ σαωσέμεν, ἢ ἀπολέσθαι, Τουτέστιν ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. Περισπᾶται· δοτικὴ γάρ· ἀκολουθεῖ εὐθείᾳ τῇ δοιός. Δύω: Παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. Γράφεται καὶ ψιλῷ καὶ διφθόγγῳ. Ὅτε βαρύνεται, γράφεται διὰ τοῦ υ ψιλοῦ· ὅτε δὲ ὀξύνεται, γράφεται διὰ τῆς ΟΙ διφθόγγου. Αὐτὰρ ὃ δοῦρε δύω. Ὧδε γράφεται διὰ τὸ μέτρον, μέγα. Κοινῶς μὲν γὰρ, διὰ τοῦ ο μικροῦ· Ἀττικῶς δὲ, διὰ τοῦ ω μεγάλου. Καὶ ποῖον ἐστὶν ἀναλογώτερον; Τὸ διὰ τοῦ ω μεγάλου. Ἐμάθομεν γὰρ, ὅτι τρία ἐστὶ στοιχεῖα τελικὰ τῶν δυϊκῶν, α, ε, ω. Δυάζειν: Τὸ διστάζειν· παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι· ἢ παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν, καὶ μηδὲ πρὸς ἑτέραν τρέπεσθαι γνώμην. Δοιάζω: Παρὰ τὸ δοιὸς, δοιάζω, ὡς ἵππος ἱππάζω. Δυοῖν: Ὥσπερ ἀπὸ τοῦ ἄμφω γίνεται ἀμφοῖν, οὕτως καὶ ἀπὸ τοῦ δύο δυοῖν. Λέγεται καὶ δυεῖν, τροπῇ τοῦ ο εἰς ε. Δυάς: Παρὰ τὸ δῶ, τὸ δεσμῶ· ἵνʼ ᾖ ὁ ἐκ συνδέσεως πρῶτος ἀριθμὸς, πρὸς ἀντιδιαστολὴν τῆς μονάδος. Ἢ παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ, τῷ ἑνί· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστὶ, παρὰ τὴν ἕσιν καὶ τὴν ἄφεσιν. Ἢ παρὰ τὸ διεῖναι· μόνη γὰρ πρώτη ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος· ὅθεν οἱ Πυθαγόρειοι τόλμαν αὐτὴν εἶπον. Ἢ παρὰ τὸ δύο, δυάς. Δυϊκὸς ἀριθμός: Οὐ μόνον ὅτι ἐπὶ δυοῖν λέγεται, ἀλλὰ καὶ διὰ τὴν ἑκάστην πτῶσιν δύο πτώσεις ἔχειν. Δῦ δὲ χιτῶνα: Τὸ δῦ, μακρόν. Ἔστι γὰρ δεύτερος ἀόριστος τῶν εἰς ΜΙ, ἔδυν, ἔδυς, ἔδυ, δῦ. Δύω: Τὸ ἐνδύσασθαι ἱμάτιον. Ἀπὸ τοῦ δέω, τὸ δεσμῶ, ὡς χέω χύω· καὶ ἐν συνθέσει, ἐνδύω καὶ ἔνδυσις. Δοκεῖ γὰρ δεδέσθαι τῇ ἐσθῆτι. Ἀπὸ δὲ τοῦ δύω, γίνεται δῦμι τετάρτης συζυγίας τῶν εἰς ΜΙ· ἡ δὲ τετάρτη, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων· οἷον δύω δῦμι· ἡ μετοχὴ, δύς· καὶ τὸ ἀπαρέμφατον, δῦναι ὡς φὰς φάναι καὶ δύμεναι, ἀόριστος δεύτερος καὶ μέλλων· ἀπὸ τοῦ δῦμι. Δύσεαι: Εἰ μὴ σύ γε δύσεαι ἀλκὴν, Ἰλιάδος ιʹ, εἰ μὴ ἀναλάβῃς τὴν δύναμίν σου καὶ κατέλθῃς ἐν τῷ πολέμῳ βοηθήσων. Δύσετό τʼ ἠέλιος: Ἐχρῆν δείλετο, εἰς δείλην ἐτράπη· ἡμέρα γὰρ ἦν ἔτι. Δύω, δύσω· καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα· δύσω, δύσομαι, ἐδυσόμην. Δυσμή: Ὡς παρὰ τὸ δέω δεσμὸς, οὕτω καὶ δύω δυσμὴ, ὅτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται. Παρὰ τὸ δύω, ἢ δῦμι· ὁ παρακείμενος, δέδυκα· ὁ παθητικὸς, δέδυσμαι· καὶ ὄνομα ῥηματικὸν, δυσμή. Καὶ δυσμαὶ δυσμῶν, ὅπου ἐξέρχεται καὶ ὑπεισδύνει ὁ ἥλιος. Δύσις: Ὅπερ ἂν σημαίνῃ, παρὰ τὸ δύω εἴρηται τὸν ἀριθμὸν, καὶ τὸ φῶς· παρὰ τὸ σκότει συνδυάζεσθαι. Δύναμις: Ἡ ἰσχύς· ἢ παρὰ τὸ δαινύω, ἢ παρὰ τὸ δύνω· ἡ δύνουσα καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθιστάμενον. Δυνάστης: Ἀπὸ τοῦ δυνάζω· ὁ μέλλων, δυνάσω· δεδύνακα, δεδύνασμαι, δεδύνασαι, δεδύνασται. Δυνήσεαι: Ἀπὸ τοῦ δύνω δυνῶ δύνημι, δυνήσομαι, δυνήσεται. Δύνωνται: Ἀπὸ τοῦ δύνημι· οὗ τὸ παθητικὸν, δύναμαι· τὸ ὑποτακτικὸν, ἐὰν δύνωμαι. Καὶ ὤφειλεν εἶναι ἐὰν δυνῶμαι, ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν εἰς ΜΙ ἐν χρήσει, τότε προπερισπᾶται τὰ ὑποτακτικά· οἷον τίθημι, ἐὰν τιθῶμαι· ἵστημι, ἐὰν ἱστῶμαι. Ἡνίκα δὲ οὐχ εὑρίσκεται ἐν χρήσει, τότε προπαροξύνεται· οἷον δύνημι ἐὰν δύνωμαι· τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. Καὶ τὸ πληθυντικὸν, δύνωνται. Δύνασαι: Ἰστέον ὅτι τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰς σ ὀξύτονον τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς σ ποιεῖ τὸ βʹ· οἷον πεποίηται, πεποίησαι, ὅτι πεποιηκώς. Οὕτως οὖν δύναται δύνασαι, ὅτι δυνάς· καὶ ἐπίσταται ἐπίστασαι, ὅτι ἐπιστάς. Ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, δύναμαι καὶ ἐπίσταμαι. Τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος εἰσὶν ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι· Ἰωνικῶς, δύνεαι καὶ ἐπίστεαι· καὶ κράσει τοῦ ε καὶ α εἰς η, δύνῃ καὶ ἐπίστῃ. Χοιροβοσκός. Δυσί: Ἰστέον ὅτι ἐπὶ τῶν ἀριθμῶν ὅσοι μὲν ἐν μιᾷ φωνῇ τὰ τρία γένη δηλοῦσιν οὐ κλίνονται· τὰ γὰρ ἄρθρα μόνα διαλαμβάνει· ἐπεὶ τὸ ἀριθμητικὸν πανταχοῦ τὴν αὐτὴν φωνὴν ἐφύλαξεν. Εἰ ἄρα οὖν τὰ δύο ἐν μιᾷ φωνῇ τὰ τρία γένη δηλοῖ· οἱ δύο γὰρ, καὶ αἱ δύο, καὶ τὰ δύο· δηλονότι οὐκ ὤφειλε κλίνεσθαι τοῖς δυσίν. Ἔστι δὲ εἰπεῖν, ὅτι πολλάκις αἱ διάλεκτοι κλίνουσι ταῦτα, ὡς παρὰ Ἀλκαίῳ, Εἰς τὸν δυοκαίδεκον. ἀντὶ τοῦ δυοκαίδεκα. Καὶ πάλιν Καλλίμαχος ἐν τοῖς Ἐλεγείοις, Ἐκ δὲ τριηκόντων μοῖραν ἀφεῖλε μίαν. ἐκ τοῦ τριήκοντος, ἀντὶ τοῦ ἐκ τῶν τριάκοντα. Καὶ αὐτὸ δὲ τὸ δύο εὕρηται κλινόμενον. Καὶ παρὰ τὸ, δύο δυσὶν ἀντιφέρεσθαι, ὡς παρὰ Θεοκρίτῳ· οὐχ ἑνὶ μόνον κεῖται, ἀλλʼ ὁτὲ μὲν δυσὶν, ὁτὲ δὲ πλείοσι. Τῇ οὖν χρήσει ἐπακολουθῶν κλίνεται τὸ δυσί. Δύη: Ἡ κακοπάθεια· οἷον, ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. Ἀπὸ τοῦ δῶ, τὸ δεσμεύω· ὅθεν, Συνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον. Οὗ παράγωγον, δέω· ἀφʼ οὗ, Πῶς ἂν ἐγώ σε δέοιμι; Ὀδυσσείας θʹ, ἀντὶ τοῦ δεσμεύοιμι, κρατοῖμι· καὶ δεμὸς καὶ δεσμὸς, ὡς θέω, θεσμός. Ἀπὸ τοῦ δέω οὖν γίνεται δύω, ὡς ῥέω ῥύω ῥύσις, καὶ χέω χύω χύσις. Δύω οὖν δύη, ἡ συνδεδεμένη τῷ πάσχοντι· ἢ ᾗτινι συνδέδεταί τις δυστυχίᾳ κακοπαθῶν. Ἢ λύη τις οὖσα, ἡ λύουσα τὰ μέλη· ὅθεν καὶ δοῦλος ὁ δυστυχὴς καὶ κακῶς πάσχων, δύηλός τις ὤν. Δυηπαθείας: Ἄνευ πόνου καὶ δυηπαθείας, κακοπαθείας, δυστυχίας. Δύμη: Ἡ πόλις τῆς Ἀχαΐας. Λυκόφρων, Δύμη τε Βουρέοισιν ἡγεμὼν ὄχλου. Λέγεται καὶ Δῦμαι καὶ Δυμαῖαι, ὅτι πρὸς δυσμαῖς τῆς Ἀχαΐας κεῖται, δύσμη τὶς οὖσα καὶ δύμη. Ἢ ἀπὸ Δύμης ἡρωΐδος. Δύμας: Ὄνομα κύριον. Ἀπὸ τοῦ δύω, τὸ δεσμῶ, Δύμας· Υἱὸς δὲ Δύμαντος. Δύπτης: Δύπται λέγονται αἱ αἴθυιαι. Καὶ ὁ δύπτης. Καλλίμαχος, Δύπται τʼ ἐξ ἁλὸς ἐρχόμενοι ἔνδιοι καύηκες. Παρὰ τὸ δύπτω, δύπτης, ὡς ὄπτω ὄπτης, καὶ ἐπόπτης. Δύναται δὲ λέγεσθαι καὶ δύπτης ὁ κολυμβητὴς, παρὰ τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. Δύρεσθαι: Ἀντὶ τοῦ ὀδύρεσθαι. Δυρράχιον: Πόλις Ἠπείρου, ἡ πρότερον κληθεῖσα Ἐπίδαμνος, νῦν δὲ Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον Δυρράχιον ὠνόμασαν τὸν τόπον. Δυσαής: Ὁ ἄνεμος. Ἀνέμοιο δυσαέος ὀρνυμένοιο. Παρὰ τὸ ἄω, τὸ πνέω, καὶ ΔΥΣ, ὁ κακῶς πνέων. Τὸ γὰρ δυσαήων ἔκτασιν ἔχει τοῦ ε εἰς τὸ η. Τινὲς δὲ τοῦ ζεφύρου ἐπίθετον φασὶ τοῦ ἀπὸ δύσεως ἄοντος, ὅτι δυτικὸς ἐκ ζόφου ῥέει. Δυσάμμορος: Παρὰ τὸ μόρος δύσμορος· καὶ πάλιν παρὰ τὸ μόρος, ἄμμορος, τοῦ α ἀντὶ τοῦ κακοῦ κειμένου, καὶ κατὰ ἀλλεπάλληλον σύνθεσιν δυσάμμορος, ὡς ἥλικες, ὁμήλικες, καὶ συνομήλικες. Δυσαριστοτόκεια: Ἰλιάδος ςʹ, ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, ὡς ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνον. Δυσαλθές: Τὸ δυσίατον· οὐδετέρως· τὸ ἀρσενικὸν, δυσαλθής· ἐκ τοῦ ΔΥΣ καὶ τοῦ ἄλθω, τὸ θεραπεύω. Δυσβήρης: Ὁ δύσβατος· παρὰ τὸ δύσβατος, δυσβατήρης· καὶ ἐν συγκοπῇ. Δυσβάρνακος: Δυσκατανόητος. Βάρνακα γὰρ ἄγρια λάχανα δύσπλυτα. Δυσγάργαλις: Δυσυπότακτος· γαργαλίζειν γὰρ, τὸ εἰς γέλωτα ἄγειν καὶ πείθειν. Δυσερμία: Ἡ δυστυχία, ἡ κακὴ ἐπιτυχία. Εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσιν, ἀπὸ τοῦ τὸν Ἑρμῆν εἰς πολλὰ παρακαλεῖσθαι βιωφελῆ. Δύσεριν: Φιλόνεικον· παρὰ τὸ ΔΥΣ μόριον, καὶ τὴν ἔριν. Δυσηχής: Καὶ πολέμοιο δυσηχέος. Παρὰ τὸν λυπηρὸν ἦχον τὸν ἐν τῷ πολέμῳ γινόμενον. Δυσηλεγὴς καὶ Δυσηλεγὴς Τανηλεγὴς, ἐπὶ τοῦ θανάτου λέγεται, ὁ μακροκοίμητος· ἀπὸ τοῦ λέγω, τὸ κοιμῶμαι· οἷον, Λέξον νῦν με τάχιστα.Ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον· ἵνʼ ᾖ ὁ χαλεποὺς θρήνους περιποιῶν. Δυσηνίους: Δυσπειθεῖς, ἀνυποτάκτους, δυσαγώγους, δυσμετόχους· ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνία γὰρ τὰ λῶρα. Δύσκολος: Ὁ δυσάρεστος· παρὰ τὸ κόλλω· ὁ δυσχερῶς τινὶ ἑνούμενος, ἀπὸ τῆς συνδεούσης καὶ ἑνούσης κόλλης. Οὐκ εὔθετος, ἄγριος. Δυσκέλαδος: Δύσηχος. Δυσκλέα: Ἄδοξον. Δυσμενής: Παρὰ τὸ μένω γίνεται δυσμενὴς, δυσμενῶ· καὶ ἀπὸ τούτου δυσμεναίνω, τὸ ἀπεχθῶς διάκειμαι. Εὐριπίδης, σχετλία, τί μαίνομαι, καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ; Τοῦτο τὸ ὄνομα ἐστὶ σύνθετον ἐκ τοῦ δύς· καὶ ἄδηλον, εἴτε παρὰ ῥῆμα γέγονεν, ἢ παρʼ ὄνομα οὐδέτερον. Ἀκόλουθον μέντοι ἀμφοτέροις τοῖς σχήμασιν ἔχειν τὴν τάσιν. Εἴτε γὰρ ἀπὸ τοῦ μένω ὠξύνθη ὁμοίως τῷ σπείρω πολυσπερὴς, ἄρδω νεαρδής· εἴτε παρʼ ὄνομα οὐδέτερον, κατὰ λόγον ὠξύνθη. Ὡς γὰρ παρὰ τὸ κρατῶ γίνεται παγκρατὴς, ἄγος εὐαγὴς, οὕτως παρὰ τὸ μένω, δυσμενής. Ἡ γενικὴ δυσμενέος. Δύσπαρι: Ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσώνυμε. Καὶ δυσπάριτον χωρίον, τὸ ἄβατον. Οὕτω Ξενοφῶν ἐν τῇ Ἀναβάσει. Δυσπαλέας ῥίζας: Ἀπολλώνιος τὰς κακῶς ἀναδιδομένας· ἀπὸ τοῦ πάλλω· ἢ δυσχερῶς γινομένας. Δυσπέμφελος: Δυσάρεστος, δυσπειθὴς, δυσκίνητος, χαλεπὸς, μεμψίμοιρος. Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρῇ. Εἴρηται ἀπὸ μεταφορᾶς τῶν δυσπέπτων σιτίων ἡ λέξις. Δυσσόος: Παρὰ τὸ σόος τὸ διὰ τοῦ ο μικροῦ· ἵνʼ ᾖ ὁ κακῶς σωθησόμενος. Ἢ παρὰ τὸ σοῶ, ὃ σημαίνει τὸ διώκω· καὶ κατʼ ἐπένθεσιν τοῦ βῆτα, γίνεται σοβῶ· ἵνʼ ᾖ ὁ κακῶς διωκόμενος. Οὕτως δὲ καὶ τὸ δορυσσόος καὶ λαοσσόος τινὲς ἐτυμολογοῦσι. Δύστηνος: Δυστυχὴς, ταλαίπωρος, ἄθλιος. Ἢ παρὰ τὸ στῆναι, οἱονεὶ ὁ μὴ δυνάμενος στῆναι· ἢ ἀπὸ τοῦ στένω καὶ τοῦ ΔΥΣ ἐπιρρήματος, ὁ πάνυ στένων, ὁ ἀεὶ κακός. Δυσχερές: Τὸ δυσκόλως ὑπὸ τῶν χειρῶν κατεργαζόμενον, ὡς τὸ εὐχερές. Δυσωρήσονται: Δυσφυλακτήσουσι, κακὴν φυλακὴν καὶ νύκτα διάξουσι. Δυσωπεῖσθαι: Ὑφορᾶσθαι, φοβεῖσθαι μεθʼ ὑπονοίας, σκυθρωπάζειν. Οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν λαμβάνουσι· δυσωπεῖν γὰρ εἴρηται, παρʼ ὅσον οἱ κατακεκριμένοι κακῶς ἔχουσι τοὺς ὦπας. Οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικὸν τὴν λέξιν· καὶ εἰς τὸ ἀνεκφώνητον Ἡρωδιανοῦ. Ἔνιοι δὲ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. Ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. Δωδωναῖος: Ὁ Ζεύς. Ἰλιάδος πʹ, Ζεῦ ἄνα Δωδωναῖε. Ἐν χωρίῳ τῶν ὑπερβορέων τῇ Δωδώνῃ τιμώμενε ἐν Θεσπρωτίᾳ. Δευκαλίων μετὰ τὸν ἐπʼ αὐτοῦ γενόμενον κατακλυσμὸν, παραγενόμενος εἰς τὴν Ἤπειρον, ἐμαντεύετο ἐν τῇ δρυΐ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ· καὶ ἀπὸ τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων Δωδώνην τὴν χώραν προσηγόρευσεν. Ἡ ἱστορία παρὰ Θρασυβούλῳ καὶ Ἀκεστοδώρῳ. Δῶμα: Τὸ οἴκημα, ἐκ τοῦ δομῶ δομήσω, δόμημα· καὶ κατὰ συγκοπὴν, δῶμα. Τὸ δὲ δομῶ, παρὰ τὸ δέμω. Τὰ γὰρ εἰς ω λήγοντα βαρύτονα ῥήματα τῷ ε παραληγόμενα, ἡνίκα περισπῶνται, τρέπει τὸ ε εἰς ο· δέμω, δομῶ· νέμω, νομῶ. Ἢ ἀπὸ τοῦ δέμω δόμα, καὶ δῶμα κατʼ ἔκτασιν. Ἢ ἐκ τοῦ δομῶ δομήσω δεδόμηκα δεδόμημαι, δῶμα τὸ οἴκημα. Γράφεται διὰ τοῦ ω μεγάλου· καὶ κατὰ ἀποκοπὴν γίνεται δῶ· δόμα δὲ τὸ διδόμενον, διὰ τοῦ ο μικροῦ. Δῶρον: Ἡ παλαιστή. Εἴρηται ἀπὸ τοῦ τὰ πλεῖστα διὰ τῆς χειρὸς ἡμᾶς δωρεῖσθαι· ἀφʼ ἧς μετρεῖται ἡ παλαιστή. Δῶρον τὸ διδόμενον· παρὰ τὸν δώσω μέλλοντα, δῶόν τι ὄν· καὶ πλεονασμῷ τοῦ ρ, δῶρον. Ἢ δοκεῖ σημειῶδες εἶναι τὸ ὄνομα· καὶ διὰ τοῦ ω μεγάλου γράφεται, ὥσπερ καὶ τὸ ἁλωτός. Οὐδὲν γὰρ ὄνομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς ΜΙ διὰ τοῦ ω μεγάλου γράφεται, πλὴν τῶν δύο τούτων· διὸ καὶ τὰ παρʼ αὐτοῖς συγκείμενα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, Ἀθηνόδωρος, μεγαλόδωρος· αἰχμάλωτος, ἀνάλωτος. Οὕτως Θεόγνωστος. Δωροφάγους: Ἐκφαντικῶς ἀσώτους, ἐκ τῶν δώρων τρεφομένους. Δωρίς: Ὄνομα θεᾶς· διὰ τὴν γενομένην δωρεὰν τοῖς ἀνθρώποις. Δωροδόκος: Καὶ ὁ διδοὺς, καὶ ὁ λαμβάνων. Δωρίππη: Ἡ μήτηρ τῶν Οἰνοτρόπων. Ὠνόμασται δὲ διὰ τὸ ὑπὸ λῃστῶν αὐτὴν ληφθεῖσαν ἀπὸ Θρᾴκης δοθῆναι Ἀνίῳ τῷ ἱερεῖ τοῦ Δηλίου Ἀπόλλωνος ἀντὶ ἵππου δῶρον. Δωριάζειν: Ἐκλήθη καθόλου δωριάζειν τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος τὰς γυναῖκας, διὰ τὸ τοὺς Δωριεῖς χρῆσθαι οὕτως. Αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπημέναι, καὶ παρεμφαίνουσαι πολὺ τοῦ σώματος· καθάπερ καὶ ἐν ἀρχαίοις ὕμνοις ἔστιν εὑρεῖν ἐν ὑπομνήματι Ἑκάβης. Οὕτως Ὦρος. Δώς: Ἡσίοδος, Δὼς ἀγαθὴ, ἅρπαξ δὲ κακή. Σημαίνει τὴν δόσιν· καὶ γίνεται παρὰ τὸν δώσω μέλλοντα, ἀποβολῇ τοῦ ω. Καὶ ἔστιν ἄκλιτον· ἐπειδὴ τὰ εἰς ΩΣ μονοσύλλαβα θηλυκὰ καὶ περισπῶνται καὶ κύρια εἰσίν· οἷον, ἡ Τρῶς, ἡ Τλῶς, ἡ Κρῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. Ἐπεὶ οὖν τὸ δὼς θηλυκὸν οὐκ ἔστι κύριον, οὔτε περισπᾶται, τούτου χάριν ἐστὶν ἄκλιτον. Δώτῃ: Δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔ τις ἔδωκε. Τουτέστι, τῷ μεταδοτικῷ καὶ εὐσεβεῖ. Ἐπλάσατο δὲ τὸ ὄνομα, καὶ οὐ κλίνεται, ὥσπερ καὶ τὸ δώς. Τουτέστι, τῷ ἔχοντι προαίρεσιν δίδου, καὶ εἰ μηδὲν ἔχει. Δώσων: Οὕτως ἐκαλεῖτο ὁ εἷς τῶν Ἀντιγόνων, ὁ υἱὸς Δημητρίου· ὃς ἔγημε Χρυσηΐδα τὴν μητέρα Φιλίππου τοῦ ὑπὸ Ῥωμαίων γενομένου. Εἴρηται δὲ διὰ τὸ φιλότιμον, καὶ διὰ τὸ πολλὰ διδόναι καὶ χαρίζεσθαι. Δωτίνη: Ἡ δωρεά· παρὰ τὸν δώσω μέλλοντα δωσίνη· καὶ τροπῇ τοῦ σ εἰς τ. Ἀλέξανδρος δὲ, σύνθετον εἶναι τὴν λέξιν, παρὰ τὸ τὴν δόσιν τίνειν· ἵνʼ ᾖ ἡ ἀποτινομένη δόσις. Ἢ ἀπὸ τοῦ δέδοται δοτὸς καὶ δοτίνη, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω, δωτίνη· ὥσπερ καὶ δοτῆρες, οἱ καὶ ταμίαι, παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες. Καὶ κατʼ ἔκτασιν, θεοὶ δοτῆρες ἐάων. Δῷσι: Ἰλιάδος αʹ, αἴκέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην. Ἀντὶ τοῦ, ἐάν ποτε ὁ Ζεὺς παράσχῃ Τρωϊκὴν πόλιν· λέγει δὲ τὴν Ἴλιον. Ἔστι δίδωμι, δώσω· ὁ δεύτερος ἀόριστος, ἔδων· καὶ τὸ ὑποτακτικὸν, ἐὰν δῶ, δῷς, δῷ· καὶ κατʼ ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς, δῷσι. Δώωσιν: Εἰ δέ κε μὴ δώωσιν. Ἐὰν δὲ μὴ παράσχωσιν. Ἐὰν δῶ· καὶ τὸ πρῶτον τῶν πληθυντικῶν, ἐὰν δῶμεν, δῶτε, τὸ γʹ δῶσι· καὶ πλεονασμῷ τοῦ ω, δώωσι. Καὶ δώῃσι. Δῶσι, πληθυντικὸν, ἀπὸ τοῦ δώσουσι κατὰ συγκοπήν. Δῴη: Ἀπὸ τοῦ δίδωμι, δώσω· ἔδων, ὁ δεύτερος ἀόριστος· ἡ μετοχὴ, δοὺς δόντος· καὶ τὸ εὐκτικὸν, δοίην· καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω, δῴην, δῴης, δῴη. Δωδέκατος: Ἐκ τοῦ δύο καὶ τοῦ δέκα γίνεται δυοδέκατος· καὶ κράσει τοῦ υ καὶ ο εἰς ω μέγα, δωδέκατος.